ploigisi h3
bottom_neo.jpg

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης· Ἀμήν.

Ὁ Ἱερεύς· Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης· Ἀμήν.

Κύριε ἐλέησον (ιβ΄).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ΙϚ΄ (16)

Εἰσάκουσον Κύριε τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου, οὐκ ἐν χείλεσιν δολίοις.
Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.
Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.
Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὀδοὺς σκληράς.
Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσιν τὰ διαβήματά μου.
Ἐγὼ ἐκέκραξα, ὅτι ἑπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοί, καὶ εἰσάκουσον τῶν ῥημάτων μου.
Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ.
Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, Κύριε, ὡς κόραν ὀφθαλμοῦ.
Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με.
Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον· τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.
Ἐκβαλλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.
Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
Ἀνάστηθι Κύριε, πρόφθασον αὐτούς, καὶ ὑποσκέλισον αὐτούς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρὸς σου.
Κύριε ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωὴ αὐτῶν · καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν.
Ἐχορτάσθησαν ὑείων, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.
Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου.

Ψαλμὸς ΚΔ΄ (24)

Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
Μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε, οὐ μὴ καταισχυνθῶσιν. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.
Τὰς ὁδοὺς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.
Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειαν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνος εἰσιν.
Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς.
Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.
Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.
Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστι.
Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ἧ ἠρετίσατο.
Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.
Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.
Ἐπίβλεψον ἐπ΄ ἐμέ, καὶ ἐλέησόν με· ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με.
Φύλαξον τὴν ψυχήν μου, καὶ ῥῦσαί με· μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ.
Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.
Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.

Ψαλμὸς Ν΄ (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰ καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα· Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεὸς (γ΄), Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Κατὰ τὴν Περίοδον τῆς Ἁγίας καὶ Μεγάλης Τεσσαρακοστῆς (ἐκτὸς Δευτέρας), στιχολογοῦμεν Κάθισμα ἓν τοῦ Ψαλτηρίου, εἰς ἕκαστον δὲ Ἀντίφωνον, Ἀλληλούϊα, καὶ μετανοίας (γ΄).

1. Καὶ εἰ μὲν «Θεὸς Κύριος» ἔψαλτο [ἤτοι ἐὰν ὑπάρχῃ ἑορταζόμενος Ἅγιος], δὲν ψάλλομεν «Κύριε τὸ Πανάγιόν Σου πνεῦμα...», ἀλλ΄ ἀντ΄ αὐτοῦ λέγομεν·

Δόξα... Ἀπολυτίκιον τῆς ἡμέρας.

Εἶτα· Καὶ νῦν... Θεοτοκίον. Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή,...

2. Τὴν δὲ ἁγίαν καὶ Μεγάλην Ἑβδομάδα, λέγομεν·

Δόξα...
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός· καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Εἶτα· Καὶ νῦν... Θεοτοκίον. Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή,....

Εἰ δὲ ἔψαλτο «Ἀλληλούϊα» [ἐν ἡμέρᾳ νηστείας], ψάλλομεν τὸ παρόν·

Ἦχος πλ. β΄.

Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὤρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ΄ ἡμῶν, ἀλλ΄ ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.

Στίχ. α΄. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὤρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ΄ ἡμῶν, ἀλλ΄ ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.

Στίχ. β΄. Μὴ ἀποῤῥίψης με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὤρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ΄ ἡμῶν, ἀλλ΄ ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Καὶ νῦν... Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ εὐθύς·

Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ΄ ἡμέραν· κατευοδῶσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν.

Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν...

Τὸ Κοντάκιον τῆς ἑορτῆς ἢ τῆς ἡμέρας.

Εἶτα τὸ Κύριε ἐλέησον (μ΄), καὶ τὴν εὐχὴν ταύτην·

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Xριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

Ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ΄ ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς.

Εἰ δέ ἐστι Τεσσαρακοστή, ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Εἶθ΄ οὕτω, λέγομεν καθ΄ ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.

Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ΄ λέγοντες καθ΄ ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς·

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ δὲ ταῦτα·

Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν... Κύριε, ἐλέησον (ιβ΄) καὶ τὴν Εὐχήν·

Ὁ Προεστὼς ἢ ὁ Ἱερεύς, τὴν ἑπομένην Εὐχήν·

Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε, Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα... Καὶ νῦν... Κύριε ἐλέησον (γ΄).

Ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν.

 

footer
  • Τετάρτη 22 Νοεμβρίου

    Φιλήμονος, Κικιλίας, Βαλλεριανού και Τιβουρτίου μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 68 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ