ploigisi h3
bottom_neo.jpg

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Α΄ ΩΡΑΣ

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης· Ἀμήν.

Ὁ Ἱερεύς· Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης· Ἀμήν.

Κύριε ἐλέησον (ιβ΄).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς Ε΄ (5)

Τὰ ῥήματά μου ἐνώτισαι κύριε σύνες τῆς κραυγῆς μου.
Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου· ὅτι πρὸς σὲ προσεύξομαι Κύριε.
Τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψει με· ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ.
Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου.
Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.
Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.
Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκον σου προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.
Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου.
Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία.
Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρίνον αὐτοὺς ὁ Θεός.
Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε Κύριε.
Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται καί κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου.
Ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.

Ψαλμὸς ΠΘ΄ (89)

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.
Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ.
Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἶπας· Ἐπιστρέψατε υἱοὶ ἀνθρώπων.
Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί.
Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι.
Τὸ πρωῒ ἀνθῆσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.
Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
Ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.
Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων·
Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθεν πρᾳότης ἐφ΄ ἡμᾶς καὶ παιδευθησόμεθα.
Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου; καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμὸν σου ἐξαριθμήσασθαι;
Τὴν δεξιάν σου οὕτω γνώρισόν μοι, καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ.
Ἐπίστρεψον Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.
Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν.
Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφράνθημεν, ἀνθ΄ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά.
Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου, καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ΄ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ΄ ἡμᾶς, καὶ τὸ ἔργο τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Ψαλμὸς Ρ΄ (100)

Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με;
Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.
Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα.
Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ΄ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον.
Τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὑτοῦ, τοῦτον ἐξεδίωκον.
Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδία, τούτῳ οὐ συνήσθιον.
Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ΄ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτος μοι ἐλειτούργει.
Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου.
Εἰς τὰς πρωΐας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

Εἶτα· Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεὸς (γ΄), Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Κατὰ τὴν Περίοδον τῆς Ἁγίας καὶ Μεγάλης Τεσσαρακοστῆς (ἐκτὸς Δευτέρας), στιχολογοῦμεν Κάθισμα ἓν τοῦ Ψαλτηρίου, εἰς ἕκαστον δὲ Ἀντίφωνον, Ἀλληλούϊα, καὶ μετανοίας (γ΄).

1. Καὶ εἰ μὲν «Θεὸς Κύριος» ἔψαλτο [ἤτοι ἐὰν ὑπάρχῃ ἑορταζόμενος Ἅγιος], δὲν ψάλλομεν «Τὸ πρωΐ εἰσάκουσον...», ἀλλ΄ ἀντ΄ αὐτοῦ λέγομεν·

Δόξα... Ἀπολυτίκιον τῆς ἡμέρας.

Εἶτα· Καὶ νῦν... Θεοτοκίον. Τί σε καλέσωμεν.

2. Τὴν δὲ ἁγίαν καὶ Μεγάλην Ἑβδομάδα, λέγομεν·

Δόξα...
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός· καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα· ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Εἶτα· Καὶ νῦν... Θεοτοκίον. Τί σε καλέσωμεν.

Εἰ δὲ ἔψαλτο «Ἀλληλούϊα» [ἐν ἡμέρᾳ νηστείας], ψάλλομεν τὸ παρόν·

Ἦχος πλ. β΄.

Τὸ πρωΐ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

Στίχ. α΄. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου.
Τὸ πρωΐ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

Στίχ. β΄. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου.
Τὸ πρωΐ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Τί σε καλέσωμεν, ὦ Κεχαριτωμένη; Οὐρανόν; ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης. Παράδεισον; ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας. Παρθένον; ὅτι ἔμεινας ἄφθορος. Ἁγνὴν Μητέρα; ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις υἱόν, τὸν πάντων Θεόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ εὐθὺς ψάλλομεν τοὺς ἑπομένους Στίχους, δευτεροῦντες τοὺς τρεῖς, καὶ τρισσεύοντες τὸν τελευταῖον, ψάλλοντες αὐτὸν μεγαλοφώνως καὶ ἀργῶς.

Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία (δίς).

Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου (δίς).

Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου (δίς).

Πληρωθήτω τὸ στόμα μου αἰνέσεως σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειαν σου (τρίς).

Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν...

Κοντάκιον τῆς ἡμέρας.

Εἶτα τὸ Κύριε ἐλέησον (μ΄), καὶ τὴν εὐχὴν ταύτην.

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Xριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

Ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ΄ ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς.

Εἰ δέ ἐστι Τεσσαρακοστή, ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Εἶθ΄ οὕτω, λέγομεν καθ΄ ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.

Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ΄ λέγοντες καθ΄ ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς·

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ δὲ ταῦτα·

Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄), Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν...

Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (γ΄).

Ὁ Προεστὼς ἢ ὁ Ἱερεύς, τὴν ἑπομένην Εὐχήν·

Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ΄ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον· καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου· πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.

Δόξα... Καὶ νῦν... Κύριε, ἐλέησον (γ΄).

Ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν.

 

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Γ΄ ΩΡΑΣ

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν……………..

Ψαλμὸς ΙϚ΄ (16)

Εἰσάκουσον Κύριε τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου, οὐκ ἐν χείλεσιν δολίοις.
Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.
Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.
Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὀδοὺς σκληράς.
Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσιν τὰ διαβήματά μου.
Ἐγὼ ἐκέκραξα, ὅτι ἑπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοί, καὶ εἰσάκουσον τῶν ῥημάτων μου.
Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ.
Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, Κύριε, ὡς κόραν ὀφθαλμοῦ.
Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με.
Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον· τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.
Ἐκβαλλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.
Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
Ἀνάστηθι Κύριε, πρόφθασον αὐτούς, καὶ ὑποσκέλισον αὐτούς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρὸς σου.
Κύριε ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωὴ αὐτῶν · καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν.
Ἐχορτάσθησαν ὑείων, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.
Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου.

Ψαλμὸς ΚΔ΄ (24)

Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
Μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε, οὐ μὴ καταισχυνθῶσιν. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.
Τὰς ὁδοὺς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.
Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειαν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνος εἰσιν.
Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς.
Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.
Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.
Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστι.
Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ἧ ἠρετίσατο.
Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.
Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.
Ἐπίβλεψον ἐπ΄ ἐμέ, καὶ ἐλέησόν με· ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με.
Φύλαξον τὴν ψυχήν μου, καὶ ῥῦσαί με· μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ.
Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.
Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.

Ψαλμὸς Ν΄ (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰ καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους……………………………………

Ἦχος πλ. β΄.

Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὤρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ΄ ἡμῶν, ἀλλ΄ ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.

Στίχ. α΄. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὤρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ΄ ἡμῶν, ἀλλ΄ ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.

Στίχ. β΄. Μὴ ἀποῤῥίψης με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὤρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ΄ ἡμῶν, ἀλλ΄ ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Καὶ νῦν... Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ εὐθύς·

Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ΄ ἡμέραν· κατευοδῶσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν……………..

Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε, Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν……

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΣΤ΄ ΩΡΑΣ

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ………………………………..

Ψαλμὸς ΝΓ΄ (53)

Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ΄ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὑτῶν.
Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου.
Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
Ἑκουσίως θύσω σοι· ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν.
Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

Ψαλμὸς ΝΔ΄ (54)

Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Πρόσχες μοι καὶ εἰσάκουσόν μου.
Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ.
Ὅτι ἐξέκλιναν ἐπ΄ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.
Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ΄ ἐμέ.
Φόβος καὶ τρόμος ἦλθεν ἐπ΄ ἐμέ, καὶ ἐκάλυψέν με σκότος.
Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω;
Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.
Προσεδεχόμην τὸνΘεόν, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας, καὶ ἀπὸ καταιγίδος.
Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.
Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς· ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία.
Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.
Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν.
Καὶ εἰ ὁ μισῶν ἐπ΄ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ΄ αὐτοῦ.
Σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου.
Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.
Ἐλθέτω δὴ θάνατος ἐπ΄ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες.
Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν.
Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἱσήκουσέ μου.
Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.
Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.
Εἰσακούσεται ὁ Θεός, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.
Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν· ἐξέτεινε τὴν χεῖρα αὑτοῦ ἐν τῷ ἀποδιδόναι.
Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ· διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν.
Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.
Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.
Σὺ δέ, ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς.
Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὑτῶν· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σὲ Κύριε.

Ψαλμὸς Ϟ΄ (90)

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ΄ αὐτόν.
Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους.
Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.
Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας.
Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ.
Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.
Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.
Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου.
Ὅτι τοῖς Ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.
Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα,
Ὅτι ἐπ΄ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν, σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.
Κεκράξεται πρός με, καὶ εἰσακούσομαι αὐτοῦ· μετ΄ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν.
Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου……………

Κατὰ τὴν Περίοδον τῆς Ἁγίας καὶ Μεγάλης Τεσσαρακοστῆς (ἐκτὸς Δευτέρας), στιχολογοῦμεν Κάθισμα ἓν τοῦ Ψαλτηρίου, εἰς ἕκαστον δὲ Ἀντίφωνον, Ἀλληλούϊα, καὶ μετανοίας (γ΄).

1. Καὶ εἰ μὲν «Θεὸς Κύριος» ἔψαλτο [ἤτοι ἐὰν ὑπάρχῃ ἑορταζόμενος Ἅγιος], δὲν ψάλλομεν «Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὤρᾳ...», ἀλλ΄ ἀντ΄ αὐτοῦ λέγομεν·

Δόξα... Ἀπολυτίκιον τῆς ἡμέρας.

Εἶτα· Καὶ νῦν... Θεοτοκίον. Ὅτι οὐκ ἔχομεν παῤῥησίαν...

2. Τὴν δὲ ἁγίαν καὶ Μεγάλην Ἑβδομάδα, λέγομεν·

Δόξα...
Ἰδοὺ ὁ Νυμφίος …

Εἶτα· Καὶ νῦν... Θεοτοκίον. Ὅτι οὐκ ἔχομεν παῤῥησίαν...

Εἰ δὲ ἔψαλτο «Ἀλληλούϊα» [ἐν ἡμέρᾳ νηστείας], ψάλλομεν τὸ παρόν·

Ἦχος β΄.

Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὤρᾳ, τῷ Σταυρῷ προσηλώσας, τὴν ἐν τῷ Παραδείσῳ τολμηθεῖσαν τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον, διάῤῥηξον Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμῶν.

Στίχ. α΄. Ἐνώτισαι ὁ Θεός, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.
Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὤρᾳ, τῷ Σταυρῷ προσηλώσας, τὴν ἐν τῷ Παραδείσῳ τολμηθεῖσαν τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον, διάῤῥηξον Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμῶν.

Στίχ. β΄. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἱσήκουσέν μου.
Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὤρᾳ, τῷ Σταυρῷ προσηλώσας, τὴν ἐν τῷ Παραδείσῳ τολμηθεῖσαν τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον, διάῤῥηξον Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Ὅτι οὐκ ἔχομεν παῤῥησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας, ἡ Πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.

Τῇ ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ εὐθὺς ἀναγινώσκομεν τὸ Τροπάριον τῆς Προφητείας (ζήτει εἰς τὸ Τριῴδιον εἰς τὴν ἡμέραν, ἧς τὴν Ἀκολουθίαν τελοῦμεν), τὸ Προκείμενον, τὴν Προφητείαν, αὖθις τὸ Προκείμενον).

Καὶ εὐθὺς τὸ παρόν·

Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα· βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου· Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Τρισάγιον. ……………………

ΕΥΧΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ

Θεέ, καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρία τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαῤῥήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους, Αὐτός, Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας, καὶ ἱκετηρίους ἐντεύξεις· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς, ἵνα, πρὸς σὲ διὰ παντὸς ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰ δέ ἐστι Τεσσαρακοστή, ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Εἶθ΄ οὕτω, λέγομεν καθ΄ ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.

Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ΄ λέγοντες καθ΄ ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς·

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ δὲ ταῦτα·

Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν... Κύριε, ἐλέησον (ιβ΄) καὶ τὴν Εὐχήν· Θεὲ καὶ Κύριε, ὡς ἄνω.

Ὁ Προεστὼς ἢ ὁ Ἱερεύς, τὴν ἑπομένην Εὐχήν·

Καὶ εἰ μὲν «Θεὸς Κύριος» ἔψαλτο, λέγομεν τὰ Τυπικά, ὡς ἐφεξῆς ἕπονται· εἰ δέ, «Ἀλληλούϊα», ὑπέρθες αὐτὰ καὶ μετὰ τὴν Ἐνάτην Ὥραν.

Δόξα... Καὶ νῦν... Κύριε ἐλέησον (γ΄).

Ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν.

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ΄ ΩΡΑΣ

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ……………………………………….

Ψαλμὸς ΠΓ΄ (83)

Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.
Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς.
Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου.
Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε.
Μακάριος ἀνήρ, ᾧ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰς κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο.
Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.
Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ.
Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας.
Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.
Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.
Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

Ψαλμὸς ΠΔ΄ (84).

Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.
Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ΄ ἡμῶν.
Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;
Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.
Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.
Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὑτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὑτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ΄ αὐτόν.
Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνώσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.
Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε.
Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.
Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.

Ψαλμὸς ΠΕ΄ (85)

Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.
Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
Ἐλέησόν με, Κύριε, ὅτι πρός σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρός σε ἦρα τὴν ψυχήν μου.
Ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἑπήκουσάς μου.
Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.
Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου.
Ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος.
Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα.
Ὅτι τὸ ἔλεός σου μέγα ἐπ΄ ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου.
Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ΄ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.
Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.
Ἐπίβλεψον ἐπ΄ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
Ποίησον μετ΄ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.

Καὶ πάλιν·

Ποίησον μετ΄ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντες με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με………………..

1. Καὶ εἰ μὲν «Θεὸς Κύριος» ἔψαλτο [ἤτοι ἐὰν ὑπάρχῃ ἑορταζόμενος Ἅγιος], δὲν ψάλλομεν «Ὁ ἐν τῇ ἐνάτῃ ὤρᾳ...», ἀλλ΄ ἀντ΄ αὐτοῦ λέγομεν·

Δόξα... Ἀπολυτίκιον τῆς ἤδη ἐκκλησιαστικῶς, καὶ φυσικῶς, ληγούσης ἡμέρας.

Καὶ νῦν... Θεοτοκίον. Ὁ δι΄ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου...

2. Τὴν δὲ ἁγίαν καὶ Μεγάλην Ἑβδομάδα, λέγομεν·

Δόξα...
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται …
Εἶτα· Καὶ νῦν... Θεοτοκίον. Ὁ δι΄ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου...

Εἰ δὲ ἔψαλτο «Ἀλληλούϊα» [ἐν ἡμέρᾳ νηστείας], ψάλλομεν τὸ παρόν·

Ἦχος πλ. δ΄.

Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι΄ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Στίχ. α΄. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι΄ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Στίχ. β΄. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι΄ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Ὁ δι΄ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσαν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καὶ εὐθύς·

Μὴ δὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ΄ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου.

Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν...

Τὸ Κοντάκιον τῆς ἑορτῆς ἢ τῆς ἡμέρας· κατὰ δὲ τὴν Μεγάλην Τεσσαρακοστήν, τὰ παρόντα τροπάρια.

Βλέπων ὁ λῃστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς ἐπὶ σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο. Ἀλλ΄ ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου, Κύριε ἐν τῇ βασιλείᾳ σου.

Δόξα...
Ἐν μέσῳ δύο λῃστῶν, ζυγὸς δικαιοσύνης εὑρέθη ὁ Σταυρός σου· τοῦ μὲν καταγομένου εἰς ᾅδην τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων πρὸς γνῶσιν θεολογίας. Χριστὲ ὁ Θεός, δόξα σοι.

Καὶ νῦν...
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Σταυρῷ θεωροῦσα ἡ τεκοῦσα, ἔλεγε δακρύουσα· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

Εἶτα τὸ Κύριε ἐλέησον (μ΄), καὶ τὴν εὐχὴν ταύτην.

Ὁ ἐν παντὶ καιρῷ ……..

Καὶ εἰ μέν ἐστιν, «Ἀλληλούϊα» [ἐν ἡμέρᾳ νηστείας], ἐκτὸς τῆς Μεγάλης Τεσσαρακοστῆς, ποιοῦμεν τὰς τετυπωμένας δέκα ἓξ μετανοίας·

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Εἶθ΄ οὕτω, λέγομεν καθ΄ ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.

Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, ….

Τῇ δὲ ἁγίᾳ καὶ Μεγάλη Τεσσαρακοστῇ, μετὰ τὸ Κύριε ἐλέησον (μ΄), λέγομεν εὐθύς, Δόξα, καὶ νῦν, κλπ. καὶ ἀρχόμεθα τῶν Μακαρισμῶν.

Εἰδ΄ οὔκ ἐστιν «Ἀλληλούϊα», μετὰ τὸ «Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς», λέγομεν τὴν Εὐχήν·

ΕΥΧΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος τῷ εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν παράδεισον ὠδοποίησας εἴσοδον καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου· ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμεν ἄξιοι ᾆραι τὰ ὄμματα ἡμῶν καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ· διότι κατελίπομεν τὴν ὁδὸν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ΄ ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν· ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρὸς καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα καὶ συζήσωμεν, τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι· καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Δόξα... Καὶ νῦν... Κύριε ἐλέησον (γ΄).

Ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν.

 

footer
  • Τετάρτη 22 Νοεμβρίου

    Φιλήμονος, Κικιλίας, Βαλλεριανού και Τιβουρτίου μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 67 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ