ploigisi h3
bottom_neo.jpg

facebook2

Μετὰ τὸν Εὐλογητόν, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοις ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (ἐκ γ)'. Ἀνάστασιν Χριστοῦ θεασάμενοι προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, Ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλω τῶ κόσμω, Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομεῖνας δι' ἡμᾶς, θανάτω θάνατον ὤλεσεν. (Ἐκ γ') .

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, Τὸν ἐν φωτὶ αϊδίω ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῶ κόσμω κηρύξατε, ὡς ἡγέρθη ὁ Κύριος θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.  

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἄδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοις σοις Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοις πεσοῦσι παρέχων ἀνάστασιν. 

Ἐν τάφῳ σωματικῶς, ἐν Ἄδου δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Ληστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Δόξα... Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

Καὶ νυν... Θεοτοκίον. Τὸ τοῦ ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε, διὰ σοῦ γὰρ δέδοται ἡ χαρὰ Θεοτόκε τοις κραυγάζουσιν, Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε Δέσποινα. Τό, Κύριε ἐλέησον, μ' Δόξα... Καὶ νυν... Τὴν τιμιωτέραν... Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν... Καὶ πάλιν Ὁμοίως, τό, Χριστὸς ἀνέστη... ἐκ γ', καὶ τὰ λοιπὰ Τρισσεύεται δὲ ἡ τοιαύτη Ἀκολουθία, ἐν ταῖς Ὥραις, καὶ ἐν τοῖς Ἀποδείπνοις, καὶ τῶ Μεσονυκτικῶ.

 

footer
  • Δευτέρα 22 Ιανουαρίου

    Τιμοθέου αποστόλου, Αναστασίου του Πέρσου
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 253 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ