ploigisi h3
bottom_neo.jpg

Κανὼν Ἀναστάσιμος.

Ὠδὴ α΄. Ἦχος γ΄.

Ὁ Εἱρμός.

Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμῶν θάλασσαν Ἰσραηλίτη λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τὴν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικῶς ἀνεδείχθη, παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν, ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ΄ ἡμᾶς οὐσιώθη, καὶ Θεὸς καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

Κανὼν Σταυροαναστάσιμος οὗ ἡ ἀκροστιχὶς σὺν τοῖς Εἱρμοῖς.

Ἄγω τρίτον μέλισμά σοι, Θεοῦ Λόγε.

Ὁ Εἱρμός.

Ἆσμα καινόν.

Γένος βροτῶν, αἵματι θείῳ, δεδουλωμένον τυράννῳ φιλαμαρτήμονι, Χριστὸς ἐξηγόρασε, καὶ θεοποιήσας ἀνεκαίνισεν, ὅτι δεδόξασται.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ὡς μὲν θνητός, θανάτου θέλων, ὁ τῆς ζωῆς ταμιοῦχος, Χριστὸς ἐγεύσατο, ὡς ὧν δὲ ἀθάνατος φύσει, τοὺς νεκροὺς ἐζωοποίησεν, ὅτι δεδόξασται.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς, σὺν τοῖς Εἱρμοῖς :.

Ἄγω τρίτον μέλισμά σοι, Θεοτόκε.

Εἱρμὸς ὁ αὐτός.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γόνυ κάμπτει, ἅπασα φύσις, ἐπουρανίων Παρθένε, τῷ σαρκωθέντι ἐκ σοῦ, σὺν τοῖς ἐπιγείοις τε, ἀξιοπρεπὼς τὰ καταχθόνια, ὅτι δεδόξασται.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὢ συναλλαγμάτων, τῶν ἐν σοί! ἀγαθῷν γὰρ ἀφθόνως, παρεκτικὸς ὧν Θεός, Πνεῦμα θεῖον δοὺς ἡμῖν, σάρκα ἐκ σοῦ Κόρη προσελάβετο, ὅτι δεδόξασται.

Ὠδὴ γ΄.

Ὁ Εἱρμός.

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δεσπότα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσον με.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβῆς, εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε, ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα λελάληνται περὶ σου, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος, διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Τόξον ἔθραυσας ἐχθρῶν, καὶ θυρεοὺς συνέτιψας ἐν ἰσχύϊ, Δεσπότα Χριστέ, τὸ στερέωμα ἡμῶν, ἅγιος εἶ Κύριε.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ῥύψις ἄχραντε Σταυρέ, εἰδωλικὼν ἐδείχθης σὺ καθαρμάτων, ὅτι Ἰησοῦς ὁ ὑπέρθεος, ἐν σοὶ χεῖρας ἐξεπέτασεν.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἵνα πάντες οἱ πιστοί, τὸ ζωοδόχον μνῆμα σὲ προσκυνῶμεν, τέθαπται ἐν σοί, καὶ ἐγήγερται Χριστός, ὄντως ὁ Θεὸς ἡμῶν.

Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥάβδος ῥίζης Ἰεσσαί, προφητικῶς βλαστήσασα, ἡ Παρθένος ἄνθος σε Χριστέ, ἐξανέτειλεν ἡμῖν, Ἅγιος εἶ Κύριε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἵνα θείας κοινωνούς, τοὺς γηγενεὶς ἐργάσῃ ἐκ τῆς Παρθένου, σάρκα τὴν ἡμῶν, σὺ ἐπτώχευσας λαβών, Ἅγιος εἶ Κύριε.

Ὠδὴ δ΄.

Ὁ Εἱρμός.

Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν μονογενῆ γὰρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας, διὸ σοι κραυγάζομεν, εὐχαριστοῦντες. Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι΄ ὧν κατειργάσω μοι τὴν σωτηρίαν. Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μνήσθητι Χριστέ, ἧς ἐκτησω ποίμνης τῷ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε.

Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Τὸ ξένον καὶ ἀπόῤῥητον.

(Τὸ ξένον καὶ ἀπόῤῥητον, τοῦ ἀχράντου σου τόκου, θεοπρεπὲς μυστήριον, καταπλήττει Ἀγγέλους, καὶ τῶν βροτῶν τὰς χορείας, Μητροπάρθενε Κόρη, καὶ γὰρ Θεὸς ἐν μήτρᾳ σου, σαρκωθεὶς ἀσυγχύτως, ἄνευ σποράς, ὤφθης ὁ ἀπρόσιτος προσιτὸς μοι, ἐνώσας με θεότητι, τῇ αὐτοῦ παραδόξως.).

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ὁ πλάσας κατ΄ εἰκόνα σου, φιλάνθρωπε τὸν ἄνθρωπον, καὶ νεκρωθέντα τῇ ἁμαρτίᾳ, διὰ τῆς παραβάσεως, σταυρωθεὶς ἐν Κρανίῳ διέσωσας.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Νεκροὺς μὲν οὓς κατέπιεν, ὁ θάνατος ἀπέδωκε, κατελύθη δέ, καὶ τὸ τοῦ ᾄδου φθοροποιὸν βασίλειον, ἀναστάντος ἐκ τάφου σου Κύριε.

Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁ στήσας ὄρη Δεσπότα, ζυγῷ τῆς θείας γνώσεως, λελατόμησαι ἐκ τῆς Παρθένου, λίθος χειρῶν ἄνευθεν. Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦσαν ἐθεράπευσας, ἡμῶν τὴν φύσιν Δεσπότα, δραστικώτατον ἐν τῇ Παρθένῳ, ταύτῃ ἐνώσας φάρμακον, τὴν σὴν ἄχραντον Λόγε θεότητα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μερίς μου εἶ ὁ Κύριος, καὶ κλῆρος ἐπιπόθητος, ὁ ἐνώσας με ἐκ τῆς Παρθένου, Λόγε τῇ ὑποστάσει σου, τῇ σαρκὶ χρηματίσας ὑπόστασις.

Ὠδὴ ε΄.

Ὁ Εἱρμός.

Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντανουν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κριτῇ ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐῤῥύσω κατακρίσεως.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.

Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος, πρὸς σὲ οὖν ὀρθρίζοντες, ἀνυμνοῦμεν σε Φιλάνθρωπε. .

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Λόγχη πλευράν, ὢ Χριστέ μου νυγείς σου, τὴν ἐκ πλευρᾶς ἀνθρωπίνης κτισθεῖσαν, ὀλέθρου πᾶσι βροτοῖς, γεγονυῖαν πρόξενον, τῆς κατάρας ἠλευθέρωσας.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἴσος Πατρί, κατ΄ οὐσίαν ὑπάρχων, τὸν ἱερὸν ἐξανέστησας δόμον, τοῦ παναχράντου σου, καὶ πανσέπτου σώματος, ἐκ νεκρῶν, Χριστὲ Σωτὴρ ἡμῶν.

Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λόγος Θεοῦ, ὁ Υἱός σου Παρθένε, Δημιουργὸς Ἀδὰμ τοῦ πρωτοπλάστου, οὐ δημιούργημα, εἶ καὶ σάρκα ἔμψυχον, ἑαυτῷ ἐκ σοῦ διέπλασεν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἴσος Πατρί, ὁ Υἱὸς τῆς Παρθένου, Λόγος Θεοῦ, ὑπόστασις τελεία, ἐν δύω φύσεσιν, Ἰησοῦς ὁ Κύριος, Θεὸς τέλειος καὶ ἄνθρωπος.

Ὠδὴ ς΄.

Ὁ Εἱρμός.

Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσε με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ΄ ἐκτεῖνας Δεσπότα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσε με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου, σαρκωθεὶς γὰρ Δεσπότα, καὶ γεγονὼς ἐν δούλου μορφή, ἐΘεούργησας, καὶ σεαυτῷ συνεδόξασας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη ὁ νεκρωτῆς, τὸν νεκρωθέντα ζωωθέντα Θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πάναγνε ἡ μόνη τῷ πλαστουργῶ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.

Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Σκηνώσεως Ἰωνᾶς, τῆς ἐν κατωτάτῳ ᾄδου τῆς φύσεως, σύμβολον γεγονὼς ἐβόα, ἀνάγαγε ἐκ φθορᾶς, τὴν ζωήν μου Φιλάνθρωπε.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Μωλώπων σὺ πειραθείς, ᾄδου τραυματίας, πάθει Σταυροῦ συνανέστησας, ὅθεν σοι κραυγάζω. Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου φιλάνθρωπε.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἀνοίγονται σοι Χριστέ, φόβῳ πύλαι ᾄδου, σκεύη ἐχθροῦ δὲ ἁρπάζονται, ὅθεν σοι Γυναῖκες ὑπήντησαν, ἀντὶ λύπης χαρὰν κομισάμεναι.

Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μορφοῦται τὸ καθ΄ ἡμᾶς, ἐκ τῆς ἀκηράτου Κόρης, ὁ σχήματι ἄμοιρος, σχήματι ὑπάρξας καὶ πράγματι, μὴ τραπεὶς τὴν θεότητα ἄνθρωπος.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀβύσσου ἁμαρτιῶν, καὶ τῆς καταιγίδος, Πάναγνε τῶν παθῶν ῥῦσαι με, πέφυκας λιμὴν γὰρ καὶ ἄβυσσος, τῶν θαυμάτων τοῖς πίστει σοι προστρέχουσι.

Κοντάκιον. Ἦχος γ΄.

Ἡ Παρθένος Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.

Ὁ Οἶκος.

Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾄδου σήμερον, ὢ Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοί, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.

Ὠδὴ ζ΄.

Ὁ Εἱρμός.

Ὡς πάλαι τοὺς εὐσεβείς, τρεὶς Παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ Χαλδαϊκή, τῷ φωτιστικὼ τῆς θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον, Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐῤῥάγη τὸ τοῦ Ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν. Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νυγείσης σου τῆς πλευράς, ῥανίδες θεόῤῥυτοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλασαν. Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τριαδικόν.

Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν θεότητα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Σοβαρὸς ὁ τύραννος.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Οὐ ψιλὸν ὁ ἥλιος, ἐν Σταυρωκρεμαμενον ἄνθρωπον, ἀλλὰ Θεὸν σκοτίζεται, σεσαρκωμένον ὁρῶν, ὢ καὶ ψάλλομεν. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἰσχυρὸν θεότητι, δεδεγμένος ᾄδῃς ὁ δείλαιος, τὸν ἀφθαρσίας πάροχον, ψυχὰς δικαίων βοώσας ἤμεσεν. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θησαυρὸς πολύτιμος, εὐλογίας Πάναγνε πέφυκας, τοῖς καθαρὰ καρδία, σὲ ὁμολογοῦσι Θεογεννήτριαν, καὶ γὰρ ἐκ σοῦ σεσάρκωται, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁ τῆς δόξης Κύριος, καὶ κρατῶν τῶν ἄνω Δυνάμεων, ὁ σὺν Πατρὶ καθήμενος, παρθενικαῖς ταῖς χερσὶ φερόμενος, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰταμὸς ὁ θάνατος, ἀλλὰ τοῦτον σοὶ ὁμιλήσαντα, ἐκ τῆς Παρθένου ὤλεσας, θεοϋπόστατος, σὰρξ γενόμενος. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεοτόκον πάντες σε, τὸν Θεὸν κυήσασαν ἔγνωμεν, τὸν τῆς Τριάδος ἕνα γάρ, σεσαρκωμένον ἁγνὴ γεγέννηκας. Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Ὠδὴ η΄.

Ὁ Εἱρμός.

Ἀστέκτω πυρὶ ἐνωθέντες, οἱ θεοσεβεία προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογειτεπαντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐῤῥάγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβῳ ἀναμέλπουσα. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτωκότα τῇ ἀπάτῃ, διὰ ξύλου ἀνωρθώσω θεία δυνάμει, κράζοντα καὶ λέγοντα. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτὸς τε, τὸν Ποιητήν, τοῖς βροτοῖς γὰρ Θεογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμεν σε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Ἐνύλου φλόγα πυρός, δί΄ Ἀΰλου κατεμάραναν, θεοφορούμενοι Παῖδες, καὶ ἔψαλλον, εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ὁ Λόγος οὐ παθητός, ἀπαθὴς γὰρ τῇ θεότητι, πάσχει σαρκὶ δὲ Θεός, ὢ καὶ ψάλλομεν. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ὑπνώσας μὲν ὡς θνητός, ἐξ ἠγέρθης ὡς ἀθάνατος Σῶτερ, καὶ σῴζεις θανάτου τοὺς μέλποντας. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν.

Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Λατρεύομεν εὐσεβῶς, τρισυπόστατον θεότητα, ἐνιζομένην ἀπαύστως καὶ ψάλλομεν. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ τάξεις τὰς νοεράς, οἵα Μήτηρ ὑπεράρασα, καὶ πλησίον Θεοῦ χρηματίσασα, εὐλογοῦμεν εὐλογημένη, παρθένε τὸν τόκον σου, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ κάλλος τὸ φυσικόν, ὡραιότερον ἀνέδειξας, ἐξαστράψασα σάρκα θεότητος. Εὐλογοῦμεν εὐλογημένη, Παρθένε τὸν τόκον σου, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ΄.

Ὁ Εἱρμός.

Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές! τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη, ταύτην ἀφράστως, ὡς Θεομήτορα μεγαλύνομεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν, ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πάσχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα, ὅθεν Χριστὲ σε, ὡς παντοδύναμον μεγαλύνομεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φθορᾶς θανάτου ἔσωσας Χριστέ, τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζωὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θείαν ἐνδύσας ἀφθαρσίαν, ὅθεν πηγὴν σε, φωτὸς ἀειζώου μεγαλύνομεν.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναὸς καίθρονος ὤφθης τοῦ Θεοῦ, ἐν ᾧ ᾤκησεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράνδρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας, ὅθεν ταῖς ἀλήκτοις, σεμνὴ λιταῖς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῷ Βασιλεῖ ἡμῶν καθυπόταξον.

Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου σου Τόκου, Βέλει τρωθέντες Ἁγνή, σοῦ τὸ ἀξιέραστον κάλλος θαυμάζοντες, ἅμα σὺν Ἀγγέλοις ἐπαξίως σε, ὡς μητέρα Θεοῦ μεγαλύνομεν.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Γέρας βροτοῖς ἐξ ἀτίμου θανάτου, πᾶσιν ἐπήγασας, οὗ διὰ σταυρώσεως Σῶτερ γευσάμενος, τῇ οὐσίᾳ τῇ θνητῇ, ἀφθαρσίαν μοι, ἐδωρήσω Χριστὲ ὡς φιλάνθρωπος.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἔσωσας με ἀναστὰς ἐκ τοῦ τάφου, Χριστὲ καὶ ὕψωσας, καὶ Πατρὶ προσήγαγες τῷ σῷ Γεννήτορι, δεξιὰ τε τῇ αὐτοῦ συνεκάθισας, διὰ σπλάγχνα ἐλέους σου Κύριε.

Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κόρος τῶν σῶν ἐφυμνίων Παρθένε, τοῖς εὐαγέσι πιστοῖς, ὅλως οὐ προσγίνεται, πόθῳ γὰρ πόθον ἀεὶ θεῖον, καὶ πνευματικὸν προσλαμβάνοντες, ὡς μητέρα Θεοῦ μεγαλύνουσιν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἔθου ἡμῖν ἀκαταίσχυντον πρέσβιν, τήν σε τεκοῦσαν Χριστέ, ταύτης ταῖς ἐντεύξεσιν, ἵλεων νέμοις ἡμῖν, Πνεῦμα μεταδοτικὸν ἀγαθότητος, ἐκ Πατρὸς διὰ σοῦ προερχόμενον.

 

footer
  • Σάββατο 18 Νοεμβρίου

    Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 28 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ