ploigisi h3
bottom_neo.jpg

Σταυρὸν χαράξας Μωσῆς
Ἀνοίξω τὸ στόμα μου
Πεποικιλμένη τῇ θείᾳ δόξῃ
Χριστὸς γεννᾶται
Ἔσωσε λαόν
Βυθοῦ ἀνεκάλυψε
Στίβει θαλάσσης
Χέρσον ἀβυσσοτόκον
Ὡς ἐν ἠπείρῳ
Τὴν Μωσέως ᾠδήν
Βοηθὸς καὶ σκεπαστής
Θαλάσσης τὸ ἐρυθραῖον
Ὁ θειότατος προετύπωσε
Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου
Ἀναστάσεως ἡμέρα
Τῷ Σωτῆρι Θεῷ
Πόντῳ ἐκάλυψε Φαραώ
Θείῳ καλυφθείς
Χοροὶ Ἰσραήλ

Ἀρχή.

Ὠδὴ α΄. Ἦχος πλ. β΄.

Ὡς ἐν ἠπείρῳ πεζεύσας Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.

Ὠδὴ γ΄.

Οὐκ ἐστὶν ἅγιος ὡς σύ, Κύριε Θεός μου, ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρα τῆς ὁμολογίας σου.

Ὠδὴ δ΄.

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἐορτάζουσα.

Ὠδὴ ε΄.

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Ὠδὴ ς΄.

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι, Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Ὠδὴ ζ΄.

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾶν. Εὐλογητὸς εἶ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η΄.

Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρᾲς Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ἦχος πλ. β΄.

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διά σου δὲ Πάναγνε ὠράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.

Ἀρχή.

Ὠδὴ α΄. Ἦχος γ΄.

Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή, Βοηθὸς καὶ σκεπαστῆς, ἐγένετο μοι εἰς σωτηρίαν, οὗτός μου Θεὸς καὶ δοξάσω αὐτόν.

Ὠδὴ γ΄.

Στειρωθέντα μou τὸν νοῦν, καρποφόρον Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνία σου.

Ὠδὴ δ΄.

Τὴν ἐκ Παρθένου σου γέννησιν, Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν. Τὴν ἀκοὴν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας, Χριστέ.

Ὠδὴ ε΄.

Τῆς νυκτὸς διελθούσης, ἤγγικεν ἡμέρα, καὶ τὸ φῶς τῷ κόσμῳ ἐπέλαμψε, διὰ τοῦτο ὑμνεῖ σε τάγματα Ἀγγέλων καὶ δοξολογεῖ σε Χριστὲ Θεός.

Ὠδὴ ς΄.

Βυθῷ ἁμαρτημάτων, συνέχομαι Σωτήρ, καὶ ἐν πελάγει τοῦ βίου βυθίζομαι ἀλλ΄ ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με.

Ὠδὴ ζ΄.

Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες, ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες. Εὐλογητὸς εἶ Θεός, ὅτι ἐν ἀληθεῖα καὶ κρίσει, ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὑπερύμνητος καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ η΄.

Τὸν ἐν τῇ βάτῳ Μωσῆ, τῆς Παρθένου τὸ θαῦμα, ἓν Σιναίῳ τῷ ὅρει προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ἦχος β΄.

Τῶν γηγενῶν τὶς ἤκουσε τοιοῦτον, τις ἑώρακέ ποτε; ὅτι παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα τοιοῦτον σου τὸ θαῦμα καὶ σὲ ἁγνὴ Θεοκυῆτορ Μαρία μεγαλύνομεν.

Ἀρχή.

Ὠδὴ α΄. Ἦχος πλ. β΄.

Βοηθὸς καὶ σκεπαστὴς ἐγένετο μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν. ἐνδόξως γὰρ δεδόξασται.

Ὠδὴ γ΄.

Στερέωσον, Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθείσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος.

Ὠδὴ δ΄.

Ἀκήκοεν Προφήτης, τὴν ἔλευσιν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοὴν σου καὶ ἐφοβήθην. δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε΄.

Ἐκ νυκτὸς Ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ Ὁδήγησον κἀμέ, ἐν τοῖς προστάγμασι σου, καὶ δίδαξόν με ποιεῖν, ἀεῖ τὸ θέλημα σου.

Ὠδὴ ς΄.

Ἐβόησα, ἐν ὅλη καρδία μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἑπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου.

Ὠδὴ ζ΄.

Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιον σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἀλλὰ μὴ παραδῶ ἧς ἡμᾶς εἰς τέλος, τῶν Πατέρων Θεός.

Ὠδὴ η΄.

Στρατιαὶ Οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, πᾶσα πνοὼ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καί. ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ἦχος πλ. β΄.

Ἀσπόρου συλλήψεως, τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος κύησις. Θεοῦ γὰρ γέννησις καινοποιεῖ τὰς φύσεις, διὸ σε πᾶσαι αἳ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

Ἀρχή.

Ὠδὴ α΄. Ἦχος δ΄.

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Ὠδὴ β΄.

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Ὠδὴ δ΄.

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα, Δόξᾳ τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε΄.

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντας σε.

Ὠδὴ ς΄.

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾶ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι΄ οἶκτον, ἐκ τῆς Πλευρᾶς σου ῥεύσαντι αἵματι.

Ὠδὴ ζ΄.

Ἐν τῇ καμίνῳ, Ἀβραμιαίοι Παῖδες τῇ Περσική, πόθῳ εὐσεβείας μᾶλλον ἣ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον, Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Ὠδὴ η΄.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε. πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ΄. Ἦχος δ΄.

Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστῶτας φύσεις, Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν.

Ἀρχή.

Ὠδὴ α΄. Ἦχος α΄.

Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρὰ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμῶν, ᾠδὴν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.

Ὠδὴ γ΄.

Στερέωσον Δεσπότα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρα με τῇ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς, μόνος γὰρ εἶ ἅγιος.

Ὠδὴ δ΄.

Ἐπὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθεὶς τὰς ἀκτῖνας σὺν ἔστειλεν ἔκρυψε, πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν, καὶ γὰρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.

Ὠδὴ ε΄.

Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὐράμενοι τῷ Σταυρῷ σου, δι οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός, ἀνέσπερον ἄγων ἡμᾶς.

Ὠδὴ ς΄.

Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς ἐν κοιλία τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσῳσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.

Ὠδὴ ζ΄.

Φλογώσεως ὁ Παῖδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Ὠδὴ η΄.

Χεῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων ποτὲ ὁ μέγας ἐν Προφήταις σταυροειδῶς ἐκπετάσας Δανιὴλ ἀβλαβὴς ἐκ τῆς τούτων καταβρώσεως σέσῳσται, εὐλογῶν Χριστὸν τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ἦχος α΄.

Ὢ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδῆς, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκὶ σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.

Ἀρχή.

Ὠδὴ α΄. Ἦχος δ΄.

Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι, ταύτης γὰρ ἐπετίμησας, περιοῦσιον λαὸν δὲ ἔσωσας, ἃ δόντα, ἐπινίκιον ὕμνον σοι Κύριε.

Ὠδὴ γ΄.

Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾧ ἐστερεώθη ἡ Ἐκκλησία κράζουσα, Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.

Ὠδὴ δ΄.

Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεί, ἐξ ὅρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί, Διὸ πάντες βοῶμεν, Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε΄.

Τὴν Σιὼν ἐπ΄ ὅρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχύϊ ὕψωσον φωνήν, Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

Ὠδὴ ς΄.

Ἐβόησαν, ἐν εὐφροσύνη Δικαίων τὰ πνεύματα, Νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

Ὠδὴ ζ΄.

Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελῶν, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Ὠδὴ η΄.

Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών, ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὠδὴ θ΄. Ἦχος δ΄.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

Ἀρχή.

Ὠδὴ α΄. Ἦχος α΄.

Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Ὠδὴ γ΄.

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ΄ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Ὠδὴ δ΄.

Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ΄ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Ὠδὴ ε΄.

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Ὠδὴ ς΄.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Ὠδῆζ΄.

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η΄.

Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ἦχος α΄.

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σε ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ἀρχή.

Ὠδὴ α΄. Ἦχος πλ. α΄.

Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, πόσιν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιὰ καταποντίσαντι, αὐτῷ μόνω ᾄσωμεν, ὅτι δὲ δόξασται.

Ὠδὴ γ΄.

Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν σου τὴν σωτήριον Ἀνάληψιν.

Ὠδὴ δ΄.

Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι΄ αὐτοῦ, καὶ ἐβόησα, Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε΄.

Ὀρθρίζοντες βοῶμεν σοι Κύριε, Σῶσον ἡμᾶς, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σου ἄλλον οὐκ οἴδαμεν.

Ὠδὴ ς΄.

Ἐκύκλωσε με ἄβυσσος, ταφῇ μοι τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα, πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσε με ἡ δεξιὰ σου Κύριε.

Ὠδῆζ΄.

Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Ὠδὴ η΄.

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ΄ ἐσχάτων τῶν χρόνων, σαρκωθέντα, ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ἦχος πλ. α΄.

Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.

Ἀρχή.

Ὠδὴ α΄. Ἦχος βαρύς.

Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἄρμασιν, ὁ συντριβῶν πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.

Ὠδὴ α΄. Ἦχος δ΄.

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον.

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,
Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος.

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ἄσμασιν.

Ὠδὴ γ΄. Ἦχος βαρύς.

Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμὸν τε καὶ Πατρὸς ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε.

Ὠδὴ γ΄. Ἦχος δ΄.

Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,
Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι.

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,
Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.

Ὠδὴ δ΄. Ἦχος βαρύς.

Κατανοὼν ὁ Προφήτης, τὴν ἐπ΄ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἶ σακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστοὺς σου ἐλήλυθας.

Ὠδὴ δ΄. Ἦχος δ΄.

Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος,
Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενὲς σου Πνεῦμα τοῖς Ἀποστόλοις,
Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
Ἄδουσι, Δόξα τῷ κράτει σου, Κύριε.

Ὠδή ε΄. Ἦχος βαρύς.

Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται, φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.

Ὠδή ε΄. Ἦχος δ΄.

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,
Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,
Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

Ὠδὴ ς΄. Ἦχος βαρύς.

Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικὼν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι, Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.

Ὠδὴ ς΄. Ἦχος δ΄.

Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,
Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
Ἴν, ὡς Προφήτην θηρὸς ἐκ θαλατίου,
Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσης,
Ὅλον τὸν Ἀδάμ, παγγενὴ πεπτωκότα.

Ὠδὴ ζ΄. Ἦχος βαρύς.

Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσόν μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὠδὴ ζ΄. Ἦχος δ΄.

Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη,
Ἰσοσθενῆς, ἄναρχος, εὐλογητὸς εἶ.

Ὠδὴ η΄. Ἦχος βαρύς.

Ἄφλεκτος πυρὶ ἐν Σινᾶ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσω καὶ δυσήχω Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε, Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ η΄. Ἦχος δ΄.

Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,
Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,
Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,
Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.

Ὠδὴ θ΄. Ἦχος βαρύς.

Μὴ τῆς φθορᾶς διαπείρα κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοὺ σου, σε μεγαλύνομεν.

Ὠδὴ θ΄. Ἦχος δ΄.

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιὰ δὲ νοῦς ἅπας σου τὸν τόκον.

Νοεῖν, ὅθεν σε συμφώνως δοξάζομεν.

Ἀρχή.

Ὠδὴ α΄. Ἦχος δ΄.

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον, Ἄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὠδὴ γ΄.

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Ὠδὴ δ΄.

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας, Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε΄.

Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτὶ σου, τὰς ὀδοὺς ἡμῶν εὔθυνον.

Ὠδὴ ς΄.

Ἐν τῷ θλιβεσθαιμε, ἐβόησα πρὸς Κύριον, καὶ ἑπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Ὠδὴ ζ΄.

Ἀβραμιαίοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η΄.

Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ΄. Ἦχος δ΄.

Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.

 

footer
  • Παρασκευή 24 Νοεμβρίου

    Κλήμεντος Ρώμης, Πέτρου Αλεξανδρείας, Ερμογένους, Χρυσογόνου και Φιλουμένου μαρτ.
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 297 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ