ploigisi h3
bottom_neo.jpg

Απο ρυπαρων χειλέων, απο βδελυρας καρδίας, απο ακαθάρτου γλώττης, εκ ψυχης ερρυπωμένης, δέξαι δέησιν, Χριστέ μου∙ και μη παρωσάμενός μου, μη τους λόγους, μη τους τρόπους, μηδε την αναισχυντίαν, δος μοι παρρησία λέγειν, ά βεβούλευμαι, Χριστέ μου, μαλλον δε και δίδαξόν με, τί με δει ποιειν και λέγειν. Ήμαρτον υπερ την Πόρνην, ή, μαθουσα που κατάγεις, μύρον εξωνησαμένη, ηλθε τολμηρως αλειψαι, σου τους πόδας του Χριστου μου, του Δεσπότου και Θεου μου.

Ιδου βαδίζω προς θείαν Κοινωνίαν∙ Πλαστουργέ, μη φλέξης με τη μετουσία∙ πυρ γαρ υπάρχεις τους αναξίους φλέγον. Αλλ’ ουν κάθαρον εκ πάσης με κηλιδος.

Σιγησάτω πάσα σάρξ βροτεία, καί στήτω μετά φόβου καί τρόμου, καί μηδέν γήϊνον εν εαυτή λογιζέσθω, ο γάρ Βασιλευς τών βασιλευόντων, καί Κύριος τών κυριευόντων, προσέρχεται σφαγιασθήναι, καί δοθήναι εις βρώσιν τοίς πιστοίς, προηγούνται δέ τούτου, οι χοροί τών Αγγέλων, μετά πάσης αρχής καί εξουσίας, τά πολυόμματα Χερουβίμ, καί τά εξαπτέρυγα Σεραφίμ, τάς όψεις καλύπτοντα, καί βοώντα τόν ύμνον. Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα.

Άρτος ζωης αιωνιζούσης γενέσθω μοι, το σωμα Σου το άγιον, εύσπλαγχνε Κύριε, και το τίμιον Αιμα, και νόσων πολυτρόπων αλεξιτήριον.

Βεβηλωθείς, έργοις ατόποις ο δείλαιος, του Σου αχράντου Σώματος και θείου Αίματος, ανάξιος υπάρχω, Χριστέ της μετουσίας, ης με αξίωσον.

Γη αγαθή ευλογημένη Θεόνυμφε, τον στάχυν η βλαστήσασα, τον αγεώργητον, και σωτήριον κόσμω, αξίωσόν με τουτον, τρώγοντα σώζεσθαι.

Δακρύων μοι παράσχου Χριστέ ρανίδας, τον ρύπον της καρδίας μου καθαιρούσας, ως αν ευσυνειδότως κεκαθαρμένος, πίστει προσέρχωμαι, και φόβω Δέσποτα, εν τη μεταλήψει των θείων Δώρων Σου.

Εις άφεσιν γενέσθω μοι των πταισμάτων, το άχραντόν Σου Σωμα και θειον Αιμα, εις Πνεύματος Αγίου τε κοινωνίαν και εις αιώνιον ζωήν, φιλάνθρωπε, και παθων και θλίψεων αλλοτρίωσιν.

Ζωης του Άρτου τράπεζα, Παναγία, του άνωθεν δι’ έλεον καταβάντος, και κόσμω καινοτέραν ζωήν διδόντος, καμέ αξίωσον νυν τον ανάξιον, μετά φόβου γεύσασθαι τούτου και ζήσεσθαι.

Ηθέλησας, δι’ ημας σαρκωθείς Πολυέλεε, τυθηναι ως πρόβατον δια βροτων αμαρτήματα∙ όθεν ικετεύω Σε, και τα εμά εξαλειψαι πλημμελήματα.

Θεράπευσον της ψυχης μου τα τραύματα, Κύριε, και όλον αγίασον, και καταξίωσον Δέσποτα, όπως κοινωνήσω Σου, του μυστικου θείου Δείπνου ο ταλαίπωρος.

Ιλέωσαι, και εμοι των εκ σπλάγχνων Σου Δέσποινα, και τήρει με άρρυπον, τον Σον ικέτην και άμεμπτον, όπως εισδεχόμενος τον νοητόν μαργαρίτην αγιάζωμαι.

Καθως προέφης Χριστέ, γενέσθω δη τω ευτελει δούλω Σου∙ και εν εμοι μεινον, ως υπέσχου ιδου γαρ το Σωμα τρώγω Σου το θειον και πίνω το Αιμα Σου.

Λόγε Θεου και Θεέ, ο άνθραξ γένοιτο του Σου Σώματος εις φωτισμον τω εσκοτισμένω εμοι και καθαρισμόν, της βεβηλωθείσης ψυχης μου το Αιμα Σου.

Μαρία Μήτηρ Θεου, της ευωδίας το σεπτον σκήνωμα, ταις Σαις ευχαις, σκευος εκλογης με απέργασαι, όπως των αγιασμάτων μετέχω του τόκου Σου.

Νουν ψυχην και καρδίαν αγίασον, Σωτερ και το σωμα μου, και καταξίωσον, ακατακρίτως Δέσποτα, τοις φρικτοις Μηστηρίοις προσέρχεσθαι.

Ξενωθείην παθων και της χάριτος, σχοίην τε προσθήκην, ζωης και ασφάλειαν, δια της μεταλήψεως των αγίων, Χριστε Μυστηρίων Σου.

Ο Θεου Θεος Λόγος ο Άγιος, όλον με αγίασον, νυν προσερχόμενον, τοις θείοις Μυστηρίοις Σου, της αγίας Μητρός σου δεήσεσιν.

Δόξα Πατρί και Υιω και αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων.

Τον Άρτον Χριστέ, λαβειν μη υπερίδης με, το Σωμα το σόν, και το θειον νυν Αιμά Σου, των αχράντων Δέσποτα, και φρικτων Μυστηρίων Σου, μετασχειν τω αθλίω, μη εις κριμα μοι γένοιτο, γένοιτο δε μοι εις ζωην αιώνιον και αθάνατον.

Ψυχή μου, ψυχή μου, ανάστα, τί καθεύδεις; Τό τέλος εγγίζει, καί μέλλεις θορυβείσθαι. Ανάνηψον ούν, ίνα φείσηταί σου Χριστός ο Θεός, ο πανταχού παρών, καί τα πάντα πληρών.

(ο ιερεύς…)

Πηγη αγαθων, η μετάληψις Χριστέ, των αθανάτων Σου νυν Μυστηρίων γενηθήτω μοι, φως και ζωη και απάθεια, και προς αρετης θειοτέρας προκοπην και επίδοσιν, πρόξενος μόνε Αγαθέ, όπως δοξάζω Σε.

Ρυσθείην παθων, και εχθρων και αναγκων και πάσης θλίψεως, τρόμω και πόθω προσιων τανυν, μετ’ ευλαβείας φιλάνθρωπε, Σου τοις αθανάτοις, και θείοις Μυστηρίοις, και ψάλλειν Σοι∙ Ευλογητος ει ο Θεός, ο των Πατέρων ημων.

Σωτηρα Χριστόν, η τεκουσα υπερ νουν, Θεοχαρίτωτε, εκδυσωπω Σε νυν ο δουλος Σου, την καθαραν ο ακάθαρτος∙ μέλλοντά με νυν τοις αχράντοις μυστηρίοις προσέρχεσθαι, κάθαρον όλον μολυσμου σαρκος και πνεύματος.

Των ουρανίων και φρικτων, και αγίων Σου, Χριστέ, νυν Μυστηρίων, και του θείου σου Δείπνου και μυστικου κοινωνόν, γενέσθαι καμέ, καταξίωσον, τον απεγνωσμένον, ο Θεος ο Σωτήρ μου.

Υπο την σην καταφυγών, ευσπλαγχνίαν, Αγαθέ, κράζω Σοι φόβω∙ Εν εμοι μεινον, Σωτερ, καγω ως έφης, εν Σοί∙ ιδου γάρ, θαρρων τω ελέει Σου, τρώγω Σου το Σωμα, και πίνω Σου το Αιμα.

Φρίττω δεχόμενος το πυρ, μη φλεχθω ωσει κηρος και ωσει χόρτος∙ ώ φρικτου Μυστηρίου! ώ ευσπλαχνίας Θεου! Πως θείου Σώματος και Αίματος, ο πηλος μετέχω, και αφθαρτοποιουμαι;

Χριστός εστι γεύσασθε, και ίδετε ο Κύριος∙ δι’ ημας καθ’ ημας γαρ πάλαι γενόμενος, άπαξ εαυτόν τε προσάξας, ως προσφοράν, Πατρι τω ιδίω, αει σφαγιάζεται, αγιάζων τους μετέχοντας.

Ψυχην συν τω σώματι, αγιασθείην Δέσποτα, φωτισθείην, σωθείην, γενοίμην οικός σου, τη των Μυστηρίων μεθέξει των ιερων, ένοικόν Σε έχων, συν Πατρι και Πνεύματι, ευεργέτα Πολυέλεε.

Ως πυρ γενηθήτω μοι, και ωσει φως το Σωμά Σου, και το Αιμα, Σωτήρ μου, το τιμιώτατον, φλέγον αμαρτίας την ύλην, και εμπιπρων παθων τας ακάνθας, και όλον φωτίζον με, προσκυνειν σου την θεότητα.

Θεος σεσωμάτωται, εκ των αγνων αιμάτων Σου∙ όθεν πασα υμνει σε γενεα Δέσποινα∙ Νόων τε τα πλήθη δοξάζει, ως δια σου σαφως κατιδόντα, τον πάντων δεσπόζοντα, ουσιωθέντα το ανθρώπινον.

Προ των θυρων του ναου σου παρέστηκα, και των δεινων λογισμων ουκ αφίσταμαι, αλλα συ Χριστε ο Θεός, ο Τελώνην δικαιώσας, και Χαναναίαν ελεήσας, και τω Ληστη Παραδείσου πύλας ανοίξας, άνοιξόν μοι τα σπλάγχνα της φιλανθρωπίας σου, και δέξαι με προσερχόμενον και απτόμενόν σου, ως την πόρνην, και την αιμόρρουν∙ η μεν γαρ, του κρασπέδου σου αψαμένη, ευχερως την ίασιν έλαβεν, η δε, τους σους αχράντους πόδας κρατήσασα, την λύσιν των αμαρτημάτων εκομίσατο. Εγω δε ο ελεηνός, όλον Σου το Σωμα τολμων δέξασθαι, μη καταφλεχθείην∙ αλλα δέξαι με, ώσπερ εκείνας και φώτισόν μου τα της ψυχης αισθητήρια, καταφλέγων μου τα της αμαρτίας εγκλήματα, πρεσβείαις της ασπόρως τεκούσης σε, και των επουρανίων δυνάμεων. Ότι ευλογητος ει, εις τους αιωνας των αιώνων. Αμην.

Μακάριοι οι πτωχοι τω πνεύματι, ότι αυτων εστιν η Βασιλεία των Ουρανων.

Πιστεύω, Κύριε, και ομολογω, ότι συ ει αληθως ο Χριστός, ο Υιος του Θεου του ζωντος, ο ελθων εις τον κόσμον αμρτωλους σωσαι, ων πρωτος ειμι εγώ. Έτι πιστεύω, ότι τουτο αυτό εστι το άχραντον Σωμά σου και τουτο αυτό εστι το τίμιον Αιμά σου. Δέομαι ουν σου∙ ελέησόν με, και συγχώρησόν μοι, τα παραπτώματά μου, τα εκούσια και τα ακούσια, τα εν λόγω τα εν έργω, τα εν γνώσει και αγνοία∙ και αξίωσόν με ακατακρίτως μετασχειν των αχράντων σου Μυστηρίων, εις άφεσιν αμαρτιων, και εις ζωην αιώνιον.

Εν ταις λαμπρότησι των Αγίων σου, πως εισελεύσομαι ο ανάξιος; Εάν γαρ τολμήσω συνεισελθειν εις τον νυμφωνα, ο χιτών με ελέγχει, ότι ουκ έστι του γάμου, και δέσμιος εκβαλουμαι υπο των Αγγέλων. Καθάρισον, Κύριε, τον ρυπον της ψυχης μου, και σωσόν με, ως φιλάνθρωπος.

Θεουργον Αιμα φρίξον, άνθρωπε, βλέπων∙ άνθραξ γαρ εστι τους αναξίους φλέγων. Θεου το σωμα και θεοί με και τρέφει∙ θεοι το πνευμα, τον δε νουν τρέφει ξένως.

Του Δείπνου σου του μυστικου, σήμερον, Υιε Θεου, κοινωνόν με παράλαβε∙ ου μη γαρ τοις εχθροις σου το Μυστήριον είπω∙ ου φίλημά σοι δώσω, καθάπερ ο Ιούδας∙ αλλ’ ως ο ληστης ομολογω σοι∙ Μνήσθητί μου, Κύριε, εν τη βασιλεία σου.

Κύριε Ιησου Χριστέ, ο Θεός μου, άνες άφες, ιλάσθητι, και συγχώρησόν μοι τω αμαρτωλω και αχρείω, και αναξίω δούλω σου τα πταίσματα και πλημμελήματα και παραπτώματά μου, όσα σοι εκ νεότητός μου μέχρι της παρούσης ημέρας και ώρας ήμαρτον, είτε εν γνώσει και αγνοία, είτε εν λόγοις, ή έργοις ή ενθυμήμασιν, ή διανοήμασι και επιτηδεύμασι, και πάσαις μου ταις αισθήσεσι. Και τη πρεσβεία της ασπόρως κυησάσης σε παναχράντου και αειπαρθένου Μαρίας της Μητρός σου, της μόνης ακαταισχύντου ελπίδος και προστασίας, και σωτηρίας μου, καταξίωσόν με ακατακρίτως μεταλαβειν των αχράντων και αθανάτων και ζωοποιων και φρικτων Μυστηρίων σου, εις άφεσιν αμαρτιων και εις ζωην αιώνιον∙ εις αγιασμόν, και φωτισμόν, και ρώμην και ίασιν, και υγείαν ψυχης τε και σώματος∙ και εις εξάλειψιν και παντελη αφανισμον των πονηρων μου λογισμων και ενθυμήσεων και προλήψεων και νυκτερινων φαντασιων των σκοτεινων και πονηρων πνευμάτων. Ότι σου εστιν η βασιλεία και η δύναμις, και η δόξα, και η τιμή, και η προσκύνησις συν τω Πατρι και τω αγιω Πνεύματι, νυν και αει και εις τους αιωνας των αιώνων. Αμήν.

 

footer
  • Σάββατο 18 Νοεμβρίου

    Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 45 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ