ploigisi h3
bottom_neo.jpg

Στίχοι προτρεπτικοί. Επαν δε τύχης της καλης μετουσίας Των ζωοποιων μυστικων δωρημάτων,Ύμνησον ευθύς, ευχαρίστησον μέγα, Και τάδε, θερμως εκ ψυχης Θεω λέγε∙ Δόξα σοι, ο Θεός (εκ γ΄). Και ευθυς τας επομένας ευχαρηστηρίους Ευχάς.Ανωνύμου. Ευχαριστω σοι, Κύριε, ο Θεός μου, ότι ουκ απώσω με τον αμαρτωλόν, αλλα κοινωνόν με γενέσθαι των αγιασμάτων σου κατηξίωσας. Ευχαριστω σοι, ότι με τον ανάξιον μεταλαβειν των αχράντων σου και επουρανίων δωρεων κατηξίωσας. Αλλά, Δέσποτα φιλάνθρωπε, ο υπερ ημων αποθανων τε και αναστάς, και χαρισάμενος ημιν τα φρικτα ταυτα και ζωοποιά σου Μυστήρια, επ’ ευεργεσία και αγιασμω των ψυχων και των σωμάτων ημων, δος γενέσθαι ταυτα κ’αμοι εις ίασιν ψυχης τε και σώματος, εις αποτροπην παντος εναντίου, εις φωτισμον των οφθαλμων της καρδίας μου, εις ειρήνην των ψυχικων μου δυνάμεων, εις πίστιν ακαταίσχυντον, εις αγάπην ανυπόκριτον, εις πλησμονην σοφίας, εις περιποίησιν των εντολων σου, εις προσθήκην της θείας σου χάριτος, και της σης βασιλείας οικείωσιν∙ ίνα εν τω αγιασμω σου δι’ αυτων φυλαττόμενος, της σης χάριτος μνημονεύω δια παντός, και μηκέτι εμαυτω ζω, αλλα σοι τω ημετέρω Δεσπότη και ευεργέτη. Και ούτω του τηδε βίου απάρας επ’ ελπίδι ζωης αιωνίου, εις την αΐδιον καταντήσω ανάπαυσιν, ένθα ο των εορταζόντων ηχος ο ακατάπαυστος, και η απέραντος ηδονή των καθορώντων του σου προσώπου το κάλλος το άρρητον. Συ γαρ ει το όντως εφετόν, και η ανέκφραστος ευφροσύνη των αγαπώντων σε, Χριστε ο Θεος ημων, και σε υμνει πασα η κτίσις εις τους αιωνας. Αμήν. Του Μεγάλου Βασιλείου. Δέσποτα Χριστέ, ο Θεός, Βασιλευ των αιώνων και Δημιουργέ των απάντων, ευχαριστω σοι επι πασιν, οις παρέσχου μοι αγαθοις, και επι τη Μεταλήψει των αχράντων και ζωοποιων σου Μυστηρίων. Δέομαι ουν σου, αγαθε και φιλάνθρωπε∙ φύλαξόν με υπο την σκέπην σου, και εν τη των πτερύγων σου σκια∙ και δώρησαί μοι εν καθαρω συνειδότι, μέχρις εσχάτης μου αναπνοης, επαξίως μετέχειν των αγιασμάτων σου, εις άφεσιν αμαρτιων, και εις ζωην αιώνιον. Συ γαρ ει ο άρτος της ζωης, η πηγη του αγιασμου, ο δοτηρ των αγαθων∙ και σοι την δόξαν αναπέμπομεν, συν τω Πατρι και τω Αγίω Πνεύματι, νυν και αει και εις τους αιωνας των αιώνων. Αμήν. Συμεών του Μεταφραστου. Ο δους τροφήν μοι σάρκα σην εκουσίως, ο πυρ υπάρχων, και φλέγων αναξίους, μη δη καταφλέξης με, μη, πλαστουργέ μου∙μαλλον δίελθε προς μελων μου συνθέσεις, εις πάντας αρμούς, εις νεφρούς, εις καρδίαν. Φλέξον δ’ ακάνθας των όλων μου πταισμάτων∙ ψυχην κάθαρον, αγίασον τας φρένας∙ τας ιγνύας στήριξον οστέοις άμα∙ αισθήσεων φώτισον απλην πεντάδα∙ όλον με τω σω συγκαθήλωσον φόβω∙ Αει σκέπε, φρούρει τε και φύλαττέ με Εκ παντος έργου, και λόγου ψυχοφθόρου. Άγνιζε, και κάθαρε, και ρύθμιζέ με∙ κάλλυνε, συνέτιζε, και φώτιζέ με∙ δειξόν με σον σκήνωμα Πνεύματος μόνου, και μηκέτι σκήνωμα της αμαρτίας∙ ίν’ ως σον οικον, εισόδω κοινωνίας, ως πυρ με φεύγη πας κακουργος, παν πάθος. Πρέσβεις φέρω σοι πάντας ηγιασμένους, τας ταξιαρχίας τε των Ασωμάτων, τον Πρόδρομόν σου, τους σοφους Αποστόλους, προς τοις δε, σην άχραντον αγνην Μητέρα∙ ων τας λιτάς, εύσπλαχνε δέξαι, Χριστέ μου, και φωτος παιδα τον σον έργασαι λάτριν. Συ γαρ υπάρχεις αγιασμος και μόνος ημων, αγαθέ, των ψυχων και λαμπρότης∙ και σοι πρεπόντως, ως Θεω και Δεσπότη, δόξαν άπαντες πέμπομεν καθ’ ημέραν. Ανωνύμου. Το Σωμά σου το άγιον, Κύριε Ιησου Χριστε ο Θεος ημων, γένοιτό μοι εις ζωην αιώνιον, και το Αιμά σου το τίμιον, εις άφεσιν αμαρτιων. Γένοιτο δέ μοι η ευχαριστία αύτη εις χαράν, υγείαν και ευφροσύνην∙ και εν τη φοβερα και δευτέρα ελεύσει σου αξίωσόν με τον αμαρτωλον στηναι εκ δεξιων της σης δόξης, πρεσβείαις της παναχράντου σου Μητρός, και πάντων σου των Αγίων. Αμήν. Ανωνύμου εις την Υπεραγίαν Θεοτόκον. Παναγία Δέσποινα, Θεοτόκε, το φως της εσκοτισμένης μου ψυχης, η ελπίς, η σκέπη, η καταφυγή, η παραμυθία, το αγαλλίαμά μου, ευχαριστω σοι, ότι ηξίωσάς με τον ανάξιον κοινωνόν γενέσθαι του αχράντου Σώματος και του Τιμίου Αίματος του Υιου σου. Αλλ’ η τεκουσα το αληθινον φως, φώτισόν μου τους νοητους οφθαλμους της καρδίας∙ η την πηγην της αθανασίας κυήσασα, ζωοποίησόν με τον τεθανατωμένον τη αμαρτία, η του ελεήμονος Θεου φιλεύσπλαγχνος Μήτηρ, ελέησόν με, και δος κατάνυξιν και συντριβην εν τη καρδία μου, και ταπείνωσιν εν τοις διανοήμασί μου, και ανάκλησιν εν ταις αιχμαλωσίαις των λογισμων μου. Και αξίωσόν με, μέχρι τελευταίας μου αναπνοης, ακατακρίτως υποδέχεσθαι των αχράντων Μυστηρίων τον αγιασμόν, εις ίασιν ψυχης τε και σώματος∙ και παράσχου μοι δάκρυα μετανοίας και εξομολογήσεως, εις το υμνειν και δοξάζειν σε πάσας τας ημέρας της ζωης μου. Ότι ευλογημένη και δεδοξασμένη υπάρχεις εις τους αιωνας. Αμήν. ΤΡΙΣΑΓΙΟΝ… Απολυτίκιον   Ήχος πλ. δ' Αυτόμελον. Η τού στόματός σου καθάπερ πυρσός εκλάμψασα χάρις, τήν οικουμένην εφώτισεν, αφιλαργυρίας τώ κόσμω θησαυρούς εναπέθετο, τό ύψος ημίν τής ταπεινοφροσύνης υπέδειξεν, Αλλά σοίς λόγοις παιδεύων, Πάτερ Ιωάννη Χρυσόστομε, πρέσβευε τώ Λόγω Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημων. Κοντάκιον Ήχος πλ. β’ Τήν υπέρ ημών. Εκ των ουρανων εδέξω τήν θείαν χάριν, και δια των σων χειλέων, πάντας διδάσκεις, προσκυνείν εν Τριάδι τον ένα Θεόν, Ιωάννη Χρυσόστομε, παμμακάριστε Όσιε, επαξίως ευφημουμέν σε, υπάρχεις γάρ καθηγητής, ως τα θεία σαφών. Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος α'. Εἰς πᾶσαν τὴν γην ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Κοντάκιον Ἦχος δ'. Ἐπεφάνης σήμερον. Ὤφθης βάσις ἄσειστος τη Ἐκκλησία, νέμων πάσιν ἄσυλον, τὴν κυριότητα βροτοις, ἐπισφραγίζων σοις δόγμασιν, Οὐρανοφάντορ Βασίλειε Ὅσιε. Κοντάκιον τών Εγκαινίων.Ήχος δ'Επεφάνης σήμερον. Ουρανός πολύφωτος η Εκκλησία, ανεδείχθη άπαντας, φωταγωγουσα τούς πιστούς, εν ω εστωτες κραυγάζομεν, Τουτον τον οικον, στερέωσον Κύριε. Το στερέωμα των επι σοι πεποιθότων, στερέωσον, Κύριε, την Εκκλησίαν, ην εκτήσω τω τιμίω Σου Αίματι.

 

footer
  • Σάββατο 18 Νοεμβρίου

    Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 27 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ