ploigisi h3
bottom_neo.jpg

Ἑωθινὸν Α΄. Ἦχος α΄.

Εἰς τὸ ὅρος τοῖς Μαθηταῖς ἐπειροοομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος, καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ΄ οὐρανὸν ἐξαπεστέλλοντο, κηρύξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν, καὶ τὴν εἰς Οὐρανοὺς ἀποκατάστασιν, οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἑωθινὸν Β΄. Ἦχος β΄.

Μετὰ μύρων προσελθοῦσαις, ταῖς περὶ Μαριὰμ Γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφέτου, ὠράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος Νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς, Ἠγέρθη γάρ φησιν, Ἰησοῦς ὁ Κύριος, διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον.

Ἑωθινὸν Γ΄. Ἦχος γ΄.

Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν, ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο, καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι, Διὸ οἱ φωτισθέντες δι΄ αὐτῶν δοξάζομεν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.

Ἑωθινὸν Δ΄. Ἦχος δ΄.

Ὄρθρος ἣν βαθύς, καὶ αἱ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου Χριστέ, ἀλλὰ τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς, διὸ ἀπορουμέναις, οἱ ταῖς ἀστραπτοῦσαις ἐσθήσεσιν ἐπιστάντες, Τὶ τὸν ζῶντα μετὰ τῶν νεκρῶν ζητεῖτε; ἔλεγον, Ἠγέρθη ὡς προεῖπε, τὶ ἀμνημονεῖτε τῶν ῥημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον, ἀλλ΄ ἐδόκει λῆρος τὰ εὐαγγέλια, οὕτως ἦσαν ἔτι νωθεὶς οἱ Μαθηταί, ἀλλ΄ ὁ Πέτρος ἔδραμε, καὶ Ἱδὼν ἐδόξασε σου, πρὸς ἑαυτὸν τὰ θαυμάσια.

Ἑωθινὸν Ε΄. Ἦχος πλ. α΄.

Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαι σοῦ τὴν Ἀνάστασιν, Λουκᾶ δὲ καὶ Κλεόπα, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς, Ἀλλ΄ ὁ πάντα πρὸς τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσιν σου ἀνεφλέγοντο, οἱ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττον σου τὴν Ἀνάστασιν, δι΄ ἧς ἐλέησον ἡμᾶς.

Ἑωθινὸν Ϛ΄. Ἦχος πλ. β΄.

Ἡ ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν Ἔγερσιν Μαθηταῖς, ἐμφόβους ἔδειξας αὐτούς, δόξαντας πνεῦμα ὁρᾶν, ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου, πλὴν ἀπιστούντων ἔτι, τῇ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀναμνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς, οἷς καὶ τὴν Πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος, καὶ εὐλόγησας αὐτούς, διέστης πρὸς οὐρανόν. Δίο σὺν αὐτοῖς προσκυνοῦμεν σε, Κύριε δόξα σοι.

Ἑωθινὸν Ζ΄. Ἦχος βαρύς.

Ἰδοὺ σκοτία καὶ πρωΐ, καὶ τὶ πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ΄ οὗ που τέθειται ζητεὶς ὁ Ἰησοῦς. Ἀλλ΄ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίω, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ΄ ὧν, καὶ δι΄ ὧν καὶ ἡμείς, πιστεύσαντες, ἀνυμνοῦμεν σε τὸν ζωοδότην Χριστόν.

Ἑωθινὸν Η΄. Ἦχος πλ. δ΄.

Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χείνται θερμῶς, Ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὢ Ἰησοῦ, ἀλλ΄ ἔτι πρόσγεια φρονεῖ, οἵα γυνὴ ἀσθενῇς, διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαι σοι Χριστέ. Ἀλλ΄ ὅμως κῆρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν Πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ΄ ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφάνειας σου, Δεσπότα Κύριε.

Ἑωθινὸν Θ΄. Ἦχος πλ. α΄.

Ὡς ἐπ΄ ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ἀλλ΄ ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν θωμὰν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε.

Ἑωθινὸν Ι΄. Ἦχος πλ. β΄.

Μετὰ τὴν εἰς Ἄδου κάθοδον, καὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ἀθυμοῦντες ὡς εἰκός, ἐπὶ τῷ χωρισμῷ σου Χριστὲ οἱ Μαθηταί, πρὸς ἐργασίαν ἐτράπησαν, καὶ πάλιν πλοῖα καὶ δίκτυα, καὶ ἄγρα οὐδαμοῦ. Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς, ὡς δεσπότης πάντων, δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν, καὶ ἣν ὁ λόγος ἔργον εὐθύς, καὶ πλῆθος τῶν ἰχθύων πολύ, καὶ δεῖπνον ξένον ἕτοιμον ἐν γῆ, οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν, καὶ ἡμᾶς νῦν νοητῶς καταξίωσον, ἐντρυφῆσαι φιλάνθρωπε Κύριε.

Ἑωθινὸν ΙΑ΄. Ἦχος πλ. δ΄.

Φανερῶν ἑαυτόν, τοῖς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν. Διὸ καὶ ἔλεγε, εἶ φιλεὶς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.

 

footer
  • Παρασκευή 24 Νοεμβρίου

    Κλήμεντος Ρώμης, Πέτρου Αλεξανδρείας, Ερμογένους, Χρυσογόνου και Φιλουμένου μαρτ.
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 286 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ