ploigisi h3
bottom_neo.jpg

facebook2

Χριστὸς ἀνέστη ἐκ νεκρῶν,
θανάτω θάνατον πατήσας,
καὶ τοις ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν
τὸν μόνον ἀναμάρτητον.
Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν,
καὶ τὴν ἁγίαν σου Ἀνάστασιν
ὑμνοῦμεν καὶ δοξάζομεν.
Σὺ γὰρ εἶ Θεὸς ἡμῶν,
ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν,
τὸ ὄνομά σου ὀνομάζομεν.
Δεῦτε πάντες οἱ πιστοί,
προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν,
ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ,
χαρὰ ἐν ὅλω τῶ κόσμω.
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ.
Σταυρὸν γὰρ ὑπομεῖνας δι' ἡμᾶς,
θανάτω θάνατον ὤλεσεν.

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου
καθὼς προεῖπεν,
ἔδωκεν ἡμῖν
τὴν αἰώνιον ζωὴν
καὶ μέγα ἔλεος.

 

footer
  • Δευτέρα 22 Ιανουαρίου

    Τιμοθέου αποστόλου, Αναστασίου του Πέρσου
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 233 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ