ploigisi h3
bottom_neo.jpg

facebook2

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου,· ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
 

Το Σύμβολο της Πίστεως με αναφορές στην Καινή Διαθήκη
Πιστεύω εις ένα Θεόν [ Α΄Κορ η:6 - Εφεσ δ:6 - Α΄Τιμ β:5 ], Πατέρα Παντοκράτορα [ Γεν ιζ:1,λε:11 - Β΄Κορ ς:18 - Αποκ ις:7 ], Ποιητήν ουρανού και γής [ Γεν α:1 - Πραξ δ:24 ], ορατών τε πάντων και αοράτων [ Α΄Κορ η:6 - Κολ α:16 ].
Και εις ένα Κύριον Ιησούν Χριστόν [ Α΄Κορ η:6 ], τον Υιό του Θεού, τον μονογενή [ Ματθ ις:16 - Ιωαν α:14,18 - Ιωαν γ:16 ], τον εκ του Πατρός γεννηθέντα [ Α' Ιωαν ε:1 ως 5 ] προ πάντων των αιώνων [ Ιωαν ιζ:5 - Κολ α:17 - Εβρα:1,2 - Εβρ ζ:3 ], φως εκ φωτός [ Ιωαν α:9,η:12 - Α΄Ιωαν α:5 - Α΄Τιμ ς:16 ], Θεόν αληθινόν εκ Θεού αληθινού [ Α΄Ιωαν ε:20 - Ιωαν α:1 ], γεννηθέντα [ Κολ α:15 ] ού ποιηθέντα, ομοούσιον τω Πατρί [ Φιλιπ β:5,7 - Εβρ α:3 ], διού τα πάντα εγένετο [ Κολ α:16 - Α΄Κορ η:6 - Εφεσ γ:9 - Εβρ β:10 ].
Τον δι ημάς τους ανθρώπους και δια την ημετέραν σωτηρία [ Ιωαν γ:14,17 - Πραξ δ:12 ] κατελθόντα εκ των ουρανών [ Ιωαν γ:13 - Εφεσ δ:9 ] και σαρκωθέντα [ Ιωαν α:14 - Α΄Κορ η:6 - Εφεσ γ:9 - Εβρ β:10 ] εκ Πνεύματος Αγίου και Μαρίας της Παρθένου [ Λουκ α: ως 26,35 - Ματθ α:18 ] και ενανθρωπήσαντα [ Ιωαν α:14 - Φιλιπ β:7,8 ].
Σταυρωθέντα τε [ Λουκ κγ:33 - Ιωαν ιθ:16,18 ] υπέρ ημών [ Ιωαν ια:49,52 - Β΄Κορ ε:14,15 ] επί Ποντίου Πιλάτου [ Ματθ κζ:2,24 ] και παθόντα [ Ματθ κζ:33 - Ιωαν ιθ:16,18 ] και ταφέντα [ Ιωαν ιθ: 38,42 - Α΄Κορ ιε:4 ] .
Και αναστάντα τη τρίτη ημέρα, κατά τας Γραφάς [ Α΄Κορ ιε:4 - Πραξ ι:40 ].
Και ανελθόντα εις τους ουρανούς [ Μαρκ ις:19 - Λουκ κδ:51 - Πραξ α:9 - Α΄Τιμ γ:16 ] , και καθεζόμενον εκ δεξιών του Πατρός [ Ματθ κς:14 - Κολ γ:1 - Εβρ α:3 - Α΄Πετρ ξ:22] .
Και πάλιν ερχόμενον μετά δόξης [ Ματθ κδ:30,ις:27 - Μαρκ ιγ:16 ] κρίναι ζώντας και νεκρούς [ Πραξ ι:42 - Β΄Τιμ δ:1 ] , ού της Βασιλείας ούκ έσται τέλος [ Λουκ α:33 - Αποκ κβ:5 ].
Και είς το Πνεύμα το Άγιον, το Κύριον, το Ζωοποιόν [ Ρωμ η:11 - Ιωαν ς:63 ] , το εκ του Πατρός εκπορευόμενον [ Ιωαν ιε:26 ], το συν Πατρί και Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον [ Ματθ κη:19 - Β΄Κορ ιγ:13 ], το λαλήσαν δια των προφητών [ Β΄Πετρ α:21 ].
Είς Μίαν, Αγίαν [ Α΄Κορ α:2 - Β΄Κορ α:1 ],  Καθολικήν [ Εφ β:17,18 - Ιωαν ι:16 ], και Αποστολικήν Εκκλησίαν [ Πραξ β:42,47 ].
Ομολογώ εν βάπτισμα [ Εφεσ δ:5 ] εις άφεσιν αμαρτιών [ Πραξ β:38 - Κολ β:12,14 ].
Προσδοκώ ανάστασιν νεκρών [ Ιωαν ε:25,29 ς:39,40,44,54 ια:24 - Α΄Κορ ιε:50,53 - Β΄Κορ δ,14 - Α΄Θεσ δ:13,17 ].
Και ζωήν του μέλλοντος αιώνος [ Ματθ κε:46 - Ιωαν ε:29 - Ιωαν ε:29 - Ρωμ β:7 - Αποκ κα & κβ ]  Αμήν.

 

footer
  • Κυριακή 22 Απριλίου

    Κυριακή των Μυροφόρων,
    Θεοδώρου Συκεώτου, Νεάρχου μάρτυρος, Ναθαναήλ αποστόλου
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 101 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ