ploigisi h3
bottom_neo.jpg

facebook2

Ἀπὸ τοῦ ὕπνου ἐξεγερθεὶς καὶ ἐξαναστὰς τῆς κλίνης, στῆθι μετ΄ εὐλαβείας καὶ φόβου Θεοῦ, καὶ εἰπέ• Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου• ἐλθέτω ἡ βασιλεία σου• γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ τὰ παρόντα Τριαδικὰ τροπάρια. Ἦχος α΄. Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν σοι, ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι, δυνατέ• Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός• διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. Δόξα... Ἦχος β΄. Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας με, Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σε, ἁγία Τριάς• Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός• διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. Καὶ νῦν... Ἦχος γ΄. Ἁθρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις γυμνωθήσονται• ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός• Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός• διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. Τὸ Κύριε ἐλέησον ιβ΄, καὶ τὰς εὐχὰς ταύτας· Εὐχὴ πρώτη. Εὐχαριστήριος μεθ΄ ἱκεσίας. Ἐκ τοῦ ὕπνου ἐξανιστάμενος εὐχαριστῶ σοι ἁγία Τριάς, ὅτι διὰ τὴν πολλήν σου ἀγαθότητα καὶ μακροθυμίαν οὐκ ὠργίσθης ἐμοὶ τῷ ῥᾳθύμῳ καὶ ἁμαρτωλῷ, οὐδὲ συναπώλεσάς με ταῖς ἀνομίαις μου, ἀλλ΄ ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κείμενον ἤγειράς με, εἰς τὸ ὀρθρίσαι καὶ δοξολογῆσαι τὸ κράτος σου. Καὶ νῦν φώτισόν μου τὰ ὄμματα τῆς διανοίας, ἄνοιξόν μου τὸ στόμα, τοῦ μελετᾶν τὰ λόγιά σου καὶ συνιέναι τὰς ἐντολάς σου καὶ ποιεῖν τὸ θέλημά σου καὶ ψάλλειν σοι ἐν ἐξομολογήσει καρδίας καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐχὴ Δευτέρα. Δόξα σοι, Βασιλεῦ, Θεὲ παντοκράτορ, ὅτι τῇ θείᾳ σου καὶ φιλανθρώπῳ προνοίᾳ ἠξίωσάς με τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν σου ἐξ ὕπνου ἀναστῆναι καὶ τυχεῖν τῆς εἰσόδου τοῦ ἁγίου σου οἴκου. Δέξαι, Κύριε, καὶ τὴν φωνὴν τῆς δεήσεώς μου, ὡς τῶν ἁγίων καὶ νοερῶν σου δυνάμεων καὶ εὐδόκησον ἐν καρδίᾳ καθαρᾷ καὶ πνεύματι ταπεινώσεως, προσενεχθῆναι σοι τὴν ἐκ τῶν ῥυπαρῶν χειλέων μου αἴνεσιν, ὅπως κἀγὼ κοινωνὸς γένωμαι τῶν φρονίμων παρθένων, ἐν φαιδρᾷ λαμπηδόνι τῆς ψυχῆς μου, καὶ δοξάζω σε, τὸν ἐν Πατρὶ καὶ Πνεύματι δοξαζόμενον Θεὸν Λόγον. Ἀμήν. Εὐχὴ Τρίτη. Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς, δὸς ἡμῖν χάριν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν καὶ πρόσδεξαι ἡμῶν τὴν κατὰ δύναμιν εὐχαριστίαν καὶ δίδαξον ἡμᾶς τὰ δικαιώματά σου, ὅτι προσεύξασθαι καθ΄ ὃ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ σύ, Κύριε, τῷ Πνεύματί σου τῷ ἁγίῳ ὁδήγησῃς ἡμᾶς. Διὸ δεόμεθά σου, εἴ τι ἡμάρτομεν μέχρι τῆς παρούσης ὥρας, ἄνες, ἄφες, συγχώρησον. Ἐὰν γὰρ ἀνομίας παρατήρησῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; Ὅτι παρά σοι ἡ ἀπολύτρωσις. Σὺ μόνος ἅγιος, βοηθός, κραταιός, ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, καὶ ἐν σοί ἡ ὕμνησις ἡμῶν διὰ παντός. Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τουΥἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐχὴ Τετάρτη. Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ ὕπνου ῥᾳθυμίαν ἀποσκεδάσας ἀφ΄ ἡμῶν, καὶ συγκαλέσας ἡμᾶς κλῄσει ἁγίᾳ, τοῦ ἐν νυκτὶ ἐπᾶραι τὰς χεῖρας ἡμῶν καὶ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, πρόσδεξαι τὰς δεήσεις ἡμῶν, τὰς ἐντεύξεις, τὰς ἐξομολογήσεις, τὰς νυκτερινὰς λατρείας. Καὶ χάρισαι ἡμῖν, ὁ Θεός, πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν, ἀγάπην ἀνυπόκριτον, εὐλόγησον εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα, λόγους, ἐνθυμήσεις. Καὶ δὸς ἡμῖν καταντῆσαι εἰς τὰς ἀρχὰς τῆς ἡμέρας αἰνοῦντας, ὑμνοῦντας, εὐλογοῦντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα. Ὅτι ηὐλόγηται τὸ πανάγιόν σου ὄνομα καὶ δεδόξασται ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐχὴ Πέμπτη. Λάμψον, Δέσποτα φιλάνθρωπε, ἐν ταῖς καρδίαις ἡμῶν τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα πάσας τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς καὶ ὁ φωτισμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐχὴ ἕκτη. Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ τὰς νοερὰς καὶ λογικὰς ὑποστησάμενος δυνάμεις τῷ σῷ θελήματι, σοῦ δεόμεθα καὶ σὲ ἱκετεύομεν, πρόσδεξαι ἡμῶν μετὰ τῶν κτισμάτων σου πάντων τὴν κατὰ δύναμιν δοξολογίαν, καὶ ταῖς πλουσίαις τῆς σῆς ἀγαθότητος ἀντάμειψαι δωρεαῖς. Ὅτι σοὶ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖ τὴν ἀκατάληπτόν σου δόξαν, μόνος γὰρ εἶ ἀληθινὸς καὶ πολυέλεος. Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐχὴ ἑβδόμη. Πρὸς τὴν παναγίαν Τριάδα. Σὲ τὸν ἀγέννητον Θεὸν καὶ Πατέρα, σὲ τὸν Υἱὸν τὸν μονογενῆ, σὲ τὸ ἅγιον Πνεῦμα τὸ παράκλητον, ὦ Τριὰς παναγία, μοναδική τε καὶ ἑνιαία καὶ ἀδιαίρετε! Σὲ καὶ νῷ καὶ καρδίᾳ καὶ στόματι ὁμολογοῦμεν καὶ εὐλογοῦμεν εἰς τοὺς αἰῶνας. Ἀμήν.

 

footer
  • Δευτέρα 22 Ιανουαρίου

    Τιμοθέου αποστόλου, Αναστασίου του Πέρσου
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 237 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ