ploigisi h3
bottom_neo.jpg
  1ος Τομος - 14 
ΜΥΣΤΑΓΩΓΙΑ
 
 
Περι του τινων συμβολα τα κατα την αγιαν Εκκλησιαν επι της συναξεως τελουμενα καθεστηκη.
 
ΠΡΟΟΙΜΙΟΝ
(≡14__038≡>
Πως σοφωτερος γινεται λαβων αφορμην ο σοφος, και δικαιος γνους προσθησει του δεχεσθαι, κατα την θειαν παροιμιαν, σαφως αυτος, παντων μοι τιμιωτατε, κατ᾽ αυτην εδειξας την πειραν, εργω διδαξας οπερ ο θειος σοφως υπαινισσεται λογος. Απαξ γαρ ακουσας μου κατ᾽ επιδρομην επιτομως, ως οιον τε ην, αφηγουμενου τα αλλω τινι μεγαλω γεροντι, και οντως τα θεια σοφω περι τε της αγιας Εκκλησιας, και της εν αυτη επιτελουμενης αγιας συναξεως καλως τε και μυστικως θεωρηθεντα, και ως ενην μαλιστα διδασκαλικως, απητεις με κατεπειγων εξ αυτης εγγραφον σοι ποιεισθαι την τουτων διηγησιν, ληθης φαρμακον και βοηθειαν μνημης εχειν το γραμμα βεβουλημενος, φυσικως τον χρονον εχουσης φασκων δαμαζοντα· και ανεπαισθητως δια ληθης των εναποκειμενων συλαν τε και αφανιζειν παντελως τους τυπους και τας εικονας δυναμενον, και δια τουτο παντως δεομενης του ανακαινιζοντος τροπου, καθ᾽ ον η του λογου δυναμις δια παντος ακμαζουσα συντηρειν πεφυκε την μνημην απαθη και αμειωτον. Οσον δε του απλως ακουειν (≡14__040≡> το και διαμονην ακαθαιρετον των ακουσθεντων επιζητειν εστι σοφωτερον, επισταται παντως πας ο και μικρον ευγενειας λογικης επιμελουμενος, και μη παντη της προς τον λογον οικειοτητος υπαρχων αλλοτριος. 
Καγω μεν ωκνουν παρα την αρχην, του λογου— ειρησεται γαρ ταληθες—την υποθεσιν παραιτουμενος· ου τω μη θελειν υμιν, ηγαπημενοι, παντι τροπω διδοναι κατα δυναμιν το καταθυμιον, αλλα τω μητε της εναγουσης προς τουτο τους αξιους μετειληφεναι χαριτος, μητε την πειραν εχειν της προς το λεγειν δυναμεως τε και τριβης, ιδιωτεια συντεθραμμενος και λογων τεχνικων παντελως αμυητος υπαρχων των εν μονη τη προσφορα την χαριν εχοντων, οις οι πολλοι μαλιστα χαιρουσι τη ακοη την ηδονην περιγραφοντες, καν ει μηδεν των τιμιων δια βαθους πολλακις εχοιεν· και τω, [ως] κυριωτερον ειπειν και αληθεστερον, δεδοικεναι μη καθυβρισειν τη ευτελεια του ημετερου λογου την εκεινου του μακαριου ανδρος περι των θειων υψηγοριαν τε και νοησιν. Ομως δ᾽ ουν υστερον τη βια της αγαπης ειξας της παντων ισχυροτερας εδεξαμην εκων το επιταγμα, γελασθαι μαλλον επ᾽ αυθαδεια τε και απαιδευσια δι᾽ ευπειθειαν παρα των μεμψιμοιρων ελομενος η υμιν δια της αναβολης εν παντι καλω μη συμπροθυμεισθαι βουλεσθαι νομισθηναι, την περι του πως ειπειν μεριμναν τω Θεω επιρριψας τω μονω θαυματουργω και διδασκοντι μεν ανθρωπον γνωσιν, τρανουντι δε γλωσσαν μογιλαλων, και τοις αποροις πορον επινοουντι (≡14__042≡> και εγειροντι μεν απο γης πτωχον, απο δε κοπριας ανυψουντι πενητα· του σαρκικου λεγω φρονηματος και της δυσωδους των παθων ιλυος· τον πτωχον τω πνευματι η τον κακιας πτωχευοντα, και της κατ᾽ αυτην πενομενον εξεως, η τουναντιον και τον ετι τω νομω της σαρκος και τοις παθεσιν ενεχομενον και δια τουτο της κατ᾽ αρετην και γνωσιν πτωχευοντα και πενομενον χαριτος. 
Αλλ᾽ επειδη τω παναγιω και οντως θεοφαντορι Διονυσιω τω Αρεοπαγιτη εν τη 'Περι της εκκλησιαστικης Ιεραρχιας' πραγματεια και τα κατα την ιεραν της αγιας συναξεως τελετην αξιως της αυτου μεγαλονοιας τεθεωρηται συμβολα, ιστεον ως ου τα αυτα νυν ο λογος διεξερχεται, ουτε δια των αυτων εκεινω προερχεται. Τολμηρον γαρ και αυθαδες και απονοιας εγγυς, εγχειρειν τοις εκεινου πειρασθαι τον μητε χωρειν αυτον η νοειν δυναμενον, και ως ιδια προκομιζειν τα ενθεως εκεινω μονω δια του Πνευματος φανερωθεντα μυστηρια, αλλ᾽ οσα και αλλοις ως ληπτα παρ᾽ αυτου φιλανθρωπως βουλησει Θεου παρελειφθη προς εκθεσιν και γυμνασιαν της αυτων εκεινων περι τα θεια κατα την εφεσιν εξεως, και δι᾽ ων συμμετρως αυτοις η παμφαης των τελουμενων ακτις κατανοουμενη καθισταται γνωριμος και προς εαυτην κατεχει τους ποθω περιληφθεντας, ινα μη παντελως οι μετ᾽ αυτον ωσιν αργοι, την πασαν του χρονου της παρουσης ζωης ημεραν, ουκ εχοντες τον προς την θειαν εκεινην αμπελουργιαν μισθουμενον λογον, τον υπερ της πνευματικης εργασιας του πνευματικου αμπελωνος, το συλωθεν κατ᾽ αρχας υπο (≡14__044≡> του πονηρου δι᾽ απατης κατα την της εντολης παραβασιν, πνευματικον της θειας και βασιλικωτατης εικονος δηναριον αποδιδοντα.
Ου παντα δε τα τω μακαριω γεροντι μυστικως θεωρηθεντα λεγειν καθεξης επαγγελλομαι· ουδ᾽ αυτα τα λεγομενα, ως ενοηθη τε παρ᾽ εκεινου και ελεχθη. Εκεινος γαρ, προς το φιλοσοφος ειναι και πασης παιδειας διδασκαλος, δι᾽ αρετης περιουσιαν και της περι τα θεια χρονιωτερας τε και επιστημονικωτερας τριβης και φιλοπονιας, των της υλης δεσμων και των κατ᾽ αυτην φαντασιων ελευθερον εαυτον καταστησας, τον τε νουν εικοτως ειχε ταις θειαις αυγαις περιλαμπομενον, και δια τουτο δυναμενον ευθεως οραν τα τοις πολλοις μη ορωμενα, και τον λογον ερμηνευτην ακριβεστατον των νοηθεντων· και εσοπτρου δικην υπ᾽ ουδεμιας κηλιδος παθων εμποδιζομενον, ακραιφνως τα αλλοις μητε νοηθηναι δυναμενα, και φερειν και λεγειν ισχυοντα, ως δυνασθαι τους ακροατας ολον μεν τω λογω τον νουν οραν εποχουμενον· ολα δε ολω τω νω καθαρως εμφαινεσθαι τα νοηθεντα και δια της του λογου μεσιτειας αυτοις διαπορθμευομενα δεξασθαι· αλλ᾽ οσα δια μνημης τε φερω, και ως νοειν αμυδρως και λεγειν αμυδροτερον δυναμαι, πλην ευσεβως χαριτι του τα εσκοτισμενα φωτιζοντος Θεου. Μηδε γαρ οιεσθαι δειν υμας υπολαμβανω, δικαιως κρινειν ειδοτας, αλλως με νοειν η λεγειν δυνασθαι η ως νοειν και λεγειν δυναμαι και η ανωθεν χαρις ενδιδωσιν, οικειως της αναλογουσης μοι προνοουμενης δυναμεως, καν ο παραδους μαλιστα και διδαξας εστιν υψηλοτατος. Επει το τα ισα ζητειν παρα των μη ισων την αρετην και την γνωσιν (≡14__046≡> ου πορρω μοι δοκει τυγχανειν των δειξειν πειρωμενων τω ηλιω κατα το ισον την σεληνην φωτιζουσαν· και τα μη παντη ταυτα συμβαινειν αλληλοις κατα παντα δυνασθαι βιαζομενων, οπερ αμηχανον και αδυνατον.
Ηγεισθω δε Θεος των λεγομενων τε και νοουμενων, ο μονος νους των νοουντων και νοουμενων, και λογος των λεγοντων και λεγομενων, και ζωη των ζωντων και ζωουμενων, και πασι παντα και ων και γινομενος, δι᾽ αυτα τα οντα και γινομενα· δι᾽ εαυτον δε ουδεν κατ᾽ ουδενα τροπον ουδαμως ουτε ων ουτε γινομενος, των α τι των οντων εστι και γινομενων, οια μηδενι το παραπαν των οντων φυσικως συντασσομενος, και δια τουτο το μη ειναι μαλλον, δια το υπερειναι, ως οικειοτερον επ᾽ αυτου λεγομενον προσιεμενος. 
Δει γαρ, ειπερ ως αληθως το γνωναι διαφοραν Θεου και κτισματων εστιν αναγκαιον ημιν, θεσιν ειναι του υπεροντος την των οντων αφαιρεσιν, και την των οντων θεσιν ειναι του υπεροντος αφαιρεσιν, και αμφω περι τον αυτον κυριως θεωρεισθαι τας προσηγοριας, και μηδεμιαν κυριως δυνασθαι· το ειναι, φημι, και [το] μη ειναι. Αμφω μεν κυριως, ως της μεν του ειναι του Θεου κατ᾽ αιτιαν των οντων θετικης, της δε καθ᾽ υπεροχην αιτιας του ειναι πασης των οντων αφαιρετικης· και μηδεμιαν κυριως παλιν, ως ουδεμιας την κατ᾽ ουσιαν αυτην και φυσιν του τι ειναι του ζητουμενου θεσιν παριστωσης. Ωι γαρ μηδεν το συνολον φυσικως κατ᾽ αιτιαν συνεζευκται, η ον η μη ον, τουτω ουδεν των οντων και λεγομενων, ουδε των μη οντων και μη λεγομενων, (≡14__048≡> εικοτως εστιν εγγυς. Απλην γαρ και αγνωστον και πασιν αβατον εχει την υπαρξιν και παντελως ανερμηνευτον, και πασης καταφασεως τε και αποφασεως ουσαν επεκεινα. Και ταυτα μεν περι τουτων· επι δε την προκειμενην του λογου υποθεσιν ελθωμεν.
 
Α. ΠΩΣ ΤΕ ΚΑΙ ΠΟΙΩ ΤΡΟΠΩ ΕΙΚΩΝ ΕΣΤΙ ΚΑΙ ΤΥΠΟΣ ΘΕΟΥ Η ΑΓΙΑ ΕΚΚΛΗΣΙΑ
(≡14__050≡>
Α. Πως τε και ποιω τροπω εικων εστι και τυπος Θεου η αγια Εκκλησια
Την τοινυν αγιαν Εκκλησιαν, κατα πρωτην θεωριας επιβολην, τυπον και εικονα Θεου φερειν ελεγεν ο μακαριος γερων εκεινος, ως την αυτην αυτω κατα μιμησιν και τυπον ενεργειαν εχουσαν.
Ωσπερ γαρ ο Θεος παντα τη απειρω δυναμει ποιησας και εις το ειναι παραγαγων συνεχει και συναγει και περιγραφει, και αλληλοις και εαυτω προνοητικως ενδιασφιγγει τα τε νοητα και τα αισθητα, και περι εαυτον ως αιτιαν και αρχην και τελος παντα περικρατων τα κατα την φυσιν αλληλων διεστηκοτα, κατα μιαν την προς αυτον ως αρχην σχεσεως δυναμιν αλληλοις συννενευκοτα ποιει, καθ᾽ ην εις ταυτοτητα κινησεως τε και υπαρξεως αδιαφθορον και ασυγχυτον αγει τα παντα προς ουδεν ουδενος των οντων προηγουμενως κατα φυσεως διαφοραν η κινησεως στασιαζοντος τε και διαιρουμενου, παντων πασι κατα την μιαν της μονης αρχης και αιτιας αδιαλυτον σχεσιν τε και φρουραν αφυρτως συμπεφυκοτων, την πασας τε και επι πασι κατα (≡14__052≡> την εκαστου των οντων φυσιν θεωρουμενας ιδικας σχεσεις καταργουσαν τε και επικαλυπτουσαν, ου τω φθειρειν αυτας και αναιρειν και μη ειναι ποιειν, αλλα τω νικαν και υπερφαινεσθαι, ωσπερ ολοτης μερων, η και αυτης αιτια της ολοτητος επιφαινομενη, καθ᾽ ην η τε ολοτης αυτη και τα της ολοτητος μερη φαινεσθαι τε και ειναι πεφυκεν, ως ολην εχοντα την αιτιαν εαυτων υπερλαμπουσαν, και ωσπερ ηλιος υπερφανεις αστερων και φυσιν και δυναμιν, ουτω την αυτων ως αιτιατων αιτιαν καλυπτουσαν υπαρξιν. Πεφυκε γαρ ωσπερ εκ της ολοτητος τα μερη, ουτω δε κακ της αιτιας τα αιτιατα και ειναι κυριως και γνωριζεσθαι, και την εαυτων σχολαζουσαν εχειν ιδιοτητα, ηνικα της προς την αιτιαν αναφορας περιληφθεντα ποιωθη δι᾽ ολου· κατα την μιαν, ως ειρεται, της προς αυτην σχεσεως δυναμιν. Παντα γαρ εν πασιν ων, ο απειροις μετροις υπερ παντα Θεος, μονωτατος τοις καθαροις την διανοιαν οραθησεται· ηνικα ο νους τους των οντων θεωρητικως αναλεγομενος λογους εις αυτον καταληξει τον Θεον, ως αιτιαν και αρχην και τελος της των ολων παραγωγης και γενεσεως και πυθμενα της παντων περιοχης αδιαστατον.
Κατα τον αυτον τροπον και η αγια του Θεου Εκκλησια τα αυτα τω Θεω περι ημας ως αρχετυπω εικων ενεργουσα δειχθησεται. Πολλων γαρ οντων και απειρων αριθμω σχεδον ανδρων τε και γυναικων και παιδων, γενει και ειδει, και εθνεσι και γλωσσαις, και βιοις και ηλικιαις, και γνωμαις και τεχναις, και (≡14__054≡> τροποις και ηθεσι και επιτηδευμασιν, επιστημαις τε αυ και αξιωμασι, και τυχαις και χαρακτηρσι και εξεσιν, αλληλων διηρημενων τε και πλειστον διαφεροντων των εις αυτην γιγνομενων και υπ᾽ αυτης αναγεννωμενων τε και αναδημιουργουμενων τω Πνευματι, μιαν πασι κατα το ισον διδωσι και χαριζεται θειαν μορφην και προσηγοριαν, το απο Χριστου και ειναι και ονομαζεσθαι· και μιαν την κατα πιστιν απλην τε και αμερη και αδιαιρετον σχεσιν, την τας πολλας και αμυθητους περι εκαστον ουσας διαφορας, ουδ᾽ οτι καν εισι συγχωρουσαν γνωριζεσθαι, δια την των παντων εις αυτην καθολικην αναφοραν και συνελευσιν, καθ᾽ ην ουδεις το παραπαν ουδεν εαυτω του κοινου διωρισμενος εστι, παντων συμπεφυκοτων αλληλοις και συνημμενων κατα την μιαν απλην τε και αδιαιρετον της πιστεως χαριν και δυναμιν. "῏Ην γαρ παντων", φησιν, "η καρδια και η ψυχη μια»· ως εκ διαφορων μελων σωμα εν και ειναι και ορασθαι και αυτου Χριστου της αληθινης ημων κεφαλης οντως αξιον·
"Εν ω", φησιν ο θειος Αποστολος, "ουκ εστιν αρρην ουδε θηλυ, ουτε Ιουδαιος ουτε Ελλην, ουτε περιτομη ουτε ακροβυστια, ουτε βαρβαρος ουτε Σκυθης, ουτε δουλος ουτε ελευθερος· αλλα παντα και εν πασιν αυτος», ο παντα κατα μιαν απλην της αγαθοτητος απειροσοφον δυναμιν εαυτω περικλειων, ωσπερ κεντρον ευθειων τινων εξημμενων αυτου, κατα μιαν απλην και ενιαιαν αιτιαν και δυναμιν τας αρχας των οντων τοις περασιν ουκ εων συναφιστασθαι, κυκλω περιγραφων αυτων τας εκτασεις και προς εαυτον αγων τους των οντων και υπ᾽ αυτου γενομενων (≡14__056≡> διορισμους· ινα μη αλληλων πανταπασιν αλλοτρια η και εχθρα τα του ενος Θεου κτισματα και ποιηματα, ουκ εχοντα περι τι και οποι το φιλον τι και ειρηνικον και ταυτον προς αλληλα δειξωσι, και κινδυνευση αυτοις και αυτο το ειναι εις το μη ον μεταπεσειν του Θεου χωριζομενον.
Εικων μεν ουν εστι του Θεου, καθως ειρηται, η αγια Εκκλησια, ως την αυτην τω Θεω περι τους πιστους ενεργουσα ενωσιν, καν διαφοροι τοις ιδιωμασι και εκ διαφορων και τοπων και τροπων οι κατ᾽ αυτην δια της πιστεως ενοποιουμενοι τυχωσιν οντες, ην περι τας ουσιας των οντων ασυγχυτως αυτος ενεργειν πεφυκεν ο Θεος, το περι αυτας διαφορον, ως δεδεικται, τη προς εαυτον ως αιτιαν και αρχην και τελος αναφορα τε και ενωσει παραμυθουμενος τε και ταυτο ποιουμενος.
 
Β. ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΚΑΙ ΤΙΝΑ ΤΡΟΠΟΝ ΕΙΚΩΝ ΕΣΤΙ ΤΟΥ ΕΞ ΟΡΑΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ ΟΥΣΙΩΝ ...
 (≡14__058≡>
Β. Περι του πως και τινα τροπον εικων εστι του εξ ορατων και αορατων ουσιων υφεστωτος κοσμου η αγια του Θεου Εκκλησια
Κατα δευτεραν δε θεωριας επιβολην, του συμπαντος κοσμου του εξ ορατων και αορατων ουσιων υφεστωτος ειναι τυπον και εικονα την αγιαν του Θεου Εκκλησιαν εφασκεν, ως την αυτην αυτω και ενωσιν και διακρισιν επιδεχομενην.
Ωσπερ γαρ αυτη κατα την οικοδομην εις οικος υπαρχουσα την κατα την θεσιν του σχηματος ποια ιδιοτητι δεξεται διαφοραν, διαιρουμενη εις τε τον μονοις ιερευσι τε και λειτουργοις αποκληρον τοπον, ον καλουμεν ιερατειον, και τον πασι τοις πιστοις λαοις προς επιβασιν ανετον, ον καλουμεν ναον, —παλιν μια εστι κατα την υποστασιν, ου συνδιαιρουμενη τοις εαυτης μερεσι, δια την εαυτων προς αλληλα των μερων διαφοραν, αλλα και αυτα τη προς το εν εαυτης αναφορα τα μερη, της εν τη κλησει διαφορας απολυουσα και ταυτον αλληλοις αμφω δεικνυουσα και θατερον θατερω κατ᾽ επαλλαγην υπαρχον οπερ εκατερον εαυτω καθεστηκεν ον αποφαινουσα, ιερατειον μεν τον ναον κατα την (≡14__060≡> δυναμιν, τη προς το περας αναφορα της μυσταγωγιας ιερουργουμενον, και εμπαλιν ναον το ιερατειον κατα την ενεργειαν της ιδιας αυτον εχον μυσταγωγιας αρχην, μια δι᾽ αμφοιν και η αυτη διαμενει. 
Ουτω και ο εκ Θεου κατα γενεσιν παρηγμενος συμπας των οντων κοσμος, διαιρουμενος εις τε τον νοητον κοσμον, τον εκ νοερων και ασωματων ουσιων συμπληρουμενον, και τον αισθητον τουτον και σωματικον και εκ πολλων μεγαλοφυως συνυφασμενον ειδων τε και φυσεων, αλλη πως υπαρχων αχειροποιητος Εκκλησια δια ταυτης της χειροποιητου σοφως υποφαινεται, και ιερατειον μεν ωσπερ εχων τον ανω κοσμον και ταις ανω προσνενεμημενον δυναμεσι, ναον δε, τον κατω και τοις δι᾽ αισθησεως ζην λαχουσι προσκεχωρημενον.
Παλιν εις εστι κοσμος τοις εαυτου μη συνδιαιρουμενος μερεσι· τουναντιον δε και αυτων των μερων την εξ ιδιοτητος φυσικης διαφοραν, τη προς το εν εαυτου και αδιαιρετον αναφορα περιγραφων, και ταυτον εαυτον τε και αλληλοις ασυγχυτως εναλλαξ οντας, και θατερω θατερον ολον ολω δεικνυς εμβεβηκοτα, και αμφω ολον αυτον ως μερη ενα συμπληρουντας, και κατ᾽ αυτον ως ολον μερη ενοειδως τε και ολικως συμπληρουμενους. Ολος γαρ ο νοητος κοσμος ολω τω αισθητω μυστικως τοις συμβολικοις ειδεσι τυπουμενος φαινεται τοις οραν δυναμενοις· (≡14__062≡> και ολος ολω τω νοητω ο αισθητος γνωστικως κατα νουν τοις λογοις απλουμενος ενυπαρχων εστιν. Εν εκεινω γαρ ουτος τοις λογοις εστι, κακεινος εν τουτω τοις τυποις· και το εργον αυτων εν, καθως αν ειη τροχος εν τω τροχω, φησιν ο θαυμαστος των μεγαλων θεατης Ιεζεκιηλ, περι των δυο κοσμων, οιμαι, λεγων. Και παλιν· "τα γαρ αορατα αυτου απο κτισεως κοσμου τοις ποιημασι νοουμενα καθοραται», φησιν ο θειος Αποστολος. Και ει καθοραται δια των φαινομενων τα μη φαινομενα, καθως γεγραπται, πολλω δη και δια των μη φαινομενων τοις θεωρια πνευματικη προσανεχουσι τα φαινομενα νοηθησεται. Των γαρ νοητων η δια των ορατων συμβολικη θεωρια, των ορομενων εστι δια των αορατων πνευματικη επιστημη και νοησις. Δει γαρ τα αλληλων οντα δηλωτικα παντως αληθεις και αριδηλους τας αλληλων εχειν εμφασεις και την επ᾽ αυταις σχεσιν αλωβητον.
 
Γ. ΟΤΙ ΚΑΙ ΜΟΝΟΥ ΤΟΥ ΑΙΣΘΗΤΟΥ ΚΟΣΜΟΥ ΕΣΤΙΝ ΕΙΚΩΝ ...
(≡14__064≡>
Γ. Οτι και μονου του αισθητου κοσμου εστιν εικων η αγια του Θεου Εκκλησια
Και αυθις μονου του αισθητου κοσμου καθ᾽ εαυτον την αγιαν του Θεου Εκκλησιαν ειναι συμβολον εφασκεν, ως ουρανον μεν το θειον ιερατειον εχουσαν, γην δε την ευπρεπειαν του ναου κεκτημενην. Ωσαυτως δε και τον κοσμον υπαρχειν Εκκλησιαν· ιερατειω μεν εοικοτα τον ουρανον εχοντα, ναω δε την κατα γην διακοσμησιν.
 
Δ. ΠΩΣ ΤΕ ΚΑΙ ΠΟΙΩ ΤΡΟΠΩ ΣΥΜΒΟΛΙΚΩΣ ΕΙΚΟΝΙΖΕΙ ΤΟΝ ΑΝΘΡΩΠΟΝ...
(≡14__066≡>
Δ. Πως τε και ποιω τροπω συμβολικως εικονιζει τον ανθρωπον η αγια του Θεου Εκκλησια, και αυτη ως ανθρωπος υπ᾽ αυτου εικονιζεται
Και παλιν κατ᾽ αλλον τροπον θεωριας, ανθρωπον ειναι την αγιαν του Θεου Εκκλησιαν ελεγε, ψυχην μεν εχουσαν το ιερατειον· και νουν το θειον θυσιαστηριον, και σωμα τον ναον, ως εικονα και ομοιωσιν υπαρχουσαν του κατ᾽ εικονα Θεου και ομοιωσιν γενομενου ανθρωπου, και δια μεν του ναου, ως δια σωματος, την ηθικην φιλοσοφιαν προβαλλομενην, δια δε του ιερατειου, ως δια ψυχης, την φυσικην θεωριαν πνευματικως εξηγουμενην και ως δια νοος του θειου θυσιαστηριου την μυστικην θεολογιαν εμβαινουσαν.
Και εμπαλιν Εκκλησιαν μυστικην τον ανθρωπον, ως δια ναου μεν του σωματος το πρακτικον της ψυχης ταις των εντολων ενεργειαις κατα την ηθικην φιλοσοφιαν εναρετως φαιδρυνοντα· ως δι᾽ ιερατειου δε της ψυχης τους κατ᾽ αισθησιν λογους καθαρως εν Πνευματι της υλης περιτμηθεντας κατα την φυσικην θεωριαν δια λογου τω Θεω προσκομιζοντα, και ως δια θυσιαστηριου του νοος, την εν αδυτοις πολυυμνητον της αφανους και αγνωστου μεγαλοφωνιας σιγην της θεοτητος δι᾽ αλλης λαλου τε και πολυφθογγου σιγης προσκαλουμενον, και ως εφικτον ανθρωπω κατα μυστικην θεολογιαν αυτη συγγινομενον, και τοιουτον γινομενον οιον εικος ειναι δει τον επιδημιας αξιωθεντα Θεου, και ταις αυτου παμφαεσιν αιγλαις ενσημανθεντα.
 
Ε. ΠΩΣ ΚΑΙ ΠΟΙΩ ΤΡΟΠΩ ΠΑΛΙΝ ΤΗΣ ΨΥΧΗΣ ΚΑΘ᾽ ΕΑΥΤΗΝ ΝΟΟΥ ΜΕΝΗΣ ΕΙΚΩΝ...
(≡14__068≡>
Ε. Πως και ποιω τροπω παλιν της ψυχης καθ᾽ εαυτην νοου μενης εικων τε και τυπος η αγια του Θεου Εκκλησια
Και ουχ ολου μεν του ανθρωπου, του εκ ψυχης και σωματος κατα συνθεσιν φημι συνεστωτος, εικονα μονον ειναι δυνασθαι την αγιαν Εκκλησιαν εδιδασκεν, αλλα και αυτης της ψυχης καθ᾽ εαυτην τω λογω θεωρουμενης.
Επειδη γαρ εκ νοερας και ζωτικης δυναμεως καθολικως συνιστασθαι την ψυχην εφασκε· και της μεν νοερας εξουσιαστικως κατα βουλησιν κινουμενης, της δε ζωτικης κατα φυσιν απροαιρετως, ως εχει, μενουσης. Και παλιν, της μεν νοερας ειναι το τε θεωρητικον, και το πρακτικον· και το μεν θεωρητικον καλεισθαι νουν ελεγε· το δε πρακτικον, λογον· και της μεν νοερας δυναμεως κινητικον ειναι τον νουν, της δε ζωτικης προνοητικον υπαρχειν τον λογον· και τον μεν ειναι τε και καλεισθαι σοφιαν, φημι δε τον νουν, οταν πανταπασιν ατρεπτους εαυτου διαφυλαττη τας προς τον Θεον κινησεις· τον δε λογον ωσαυτως φρονησιν και ειναι και καλεισθαι, οταν σωφρονως την υπ᾽ αυτου κατα προνοιαν διοικουμενην ζωτικην δυναμιν ταις ενεργειαις συναψας τω νω δειξειεν αδιαφορον· την αυτην αυτω και (≡14__070≡> ομοιαν δι᾽ αρετης εμφασιν του θειου φερουσαν, ην και επιμεριζεσθαι τω τε νω και τω λογω φυσικως ελεγεν· ως ειναι μαλλον και συνισταμενη δεικνυσθαι προηγουμενως την ψυχην εκ του νου και του λογου, ως νοεραν τε και λογικην· της ζωτικης επ᾽ αμφοιν κατα το ισον δηλονοτι, νου τε και λογου φημι, θεωρουμενης δυναμεως· ουδ᾽ οποτερον γαρ τουτων ζωης αμοιρον ειναι θεμις εννοειν και υπ᾽ αμφοιν διειλημμενης, δι᾽ ης ο μεν νους, ον και σοφιαν εφαμεν καλεισθαι, τη θεωρητικη εξει κατ᾽ απορρητον σιγην τε και γνωσιν εξαπλουμενος προς την αληθειαν δι᾽ αληστου τε και ακαταληκτου γνωσεως αγεται, ο δε λογος, ον εκαλεσαμεν φρονησιν, τη πρακτικη εξει σωματικως κατ᾽ αρετην εις το αγαθον δια πιστεως καταληγει· εξ ων αμφοτερων η αληθης των τε θειων και των ανθρωπινων επιστημη συνεστηκε πραγματων, η οντως απταιστος γνωσις και πασης της κατα Χριστιανους θειοτατης φιλοσοφιας περας.
Και, [ως] σαφεστερον περι τουτων ειπειν, της ψυχης το μεν ελεγε ειναι θεωρητικον, καθως ειρηται, το δε πρακτικον· και το μεν θεωρητικον εκαλει νουν, το δε πρακτικον, λογον, ως πρωτας δηλαδη δυναμεις της ψυχης· και παλιν τον νουν, σοφιαν, τον δε λογον, φρονησιν, ως πρωτας ενεργειας. Διεξοδικως δε παλιν την ψυχην εφασκεν ειναι, κατα μεν το νοερον, τον νουν, την σοφιαν, την θεωριαν, την γνωσιν, την αληστον γνωσιν, τουτων δε τελος ειναι την αληθειαν· κατα δε το λογικον, τον λογον, την φρονησιν, την πραξιν, την αρετην, την πιστιν, τουτων δε τελος ειναι το αγαθον.
Την αληθειαν δε και το αγαθον, τον Θεον ελεγε δηλουν, αλλα την μεν αληθειαν, οταν εκ της ουσιας το θειον σημαινεσθαι (≡14__072≡> δοκη· απλουν γαρ, και μονον, και εν, και ταυτον, και αμερες, και ατρεπτον, και απαθες πραγμα η αληθεια και αλαθητον, και παντελως αδιαστατον· το δε αγαθον, οταν εκ της ενεργειας. Ευεργετικον γαρ το αγαθον, και προνοητικον των εξ αυτου παντων, και φρουρητικον, απο του "αγαν ειναι», η "τεθεισθαι" η "θεειν», κατα την των ετυμολογουντων δοξαν, πασι τοις ουσι του ειναι και διαμενειν και κινεισθαι χαριστικον.
Τας ουν περι την ψυχην νοουμενας πεντε συζυγιας περι την μιαν την του Θεου σημαντικην συζυγιαν ελεγε καταγιγνεσθαι. Συζυγιαν δε φημι νυν τον νουν και τον λογον, την σοφιαν και την φρονησιν, την θεωριαν και την πραξιν, την γνωσιν και την αρετην, την αληστον γνωσιν και την πιστιν. Την δε του θειου σημαντικην, την αληθειαν και το αγαθον· αις κατα προοδον η ψυχη κινουμενη, τω Θεω των ολων ενουται, μιμουμενη αυτου της ουσιας και της ενεργειας το ατρεπτον και ευεργετικον, δια της εν τω καλω παγιας και αμεταθετου κατα την προαιρεσιν εξεως.
Και, ινα τουτων μικρον τι μιξω θεωρημα προσφορον, ταχα αυτη εστιν η θεια δεκας των χορδων του κατα ψυχην νοητου ψαλτηριου, η τον λογον υπηχουντα τω Πνευματι δια της αλλης των εντολων μακαριας δεκαδος εχουσα, και τους εντελεις τε και αρμονιους και εμμελεις νοητως αποτελουσα φθογγους, δι᾽ ων υμνειται ο Θεος· ιν᾽ εγω μαθω, τις ο της αδουσης και της αδομενης δεκαδος [ο] λογος, και πως δεκαδι δεκας μυστικως ενουμενη τε και συναπτομενη, Ιησουν μεν τον εμον Θεον και (≡14__074≡> Σωτηρα συμπληρωθεντα δι᾽ εμου σωζομενου, προς εαυτον επαναγει τον αει πληρεστατον και μηδεποτε εαυτου εκστηναι δυναμενον, εμε δε τον ανθρωπον θαυμαστως εαυτω αποκαθιστησι, μαλλον δε Θεω, παρ᾽ ου το ειναι λαβων εχω, και προς ον επειγομαι, πορρωθεν το ευ ειναι προσλαβειν εφιεμενος.
Οπερ ο γνωναι δυνηθεις, εκ του παθειν τα λεγομενα εισεται παντως γνωρισας ηδη κατα την πειραν εναργως το οικειον αξιωμα, πως αποδιδοται τη εικονι το κατ᾽ εικονα, πως τιμαται το αρχετυπον, τις του μυστηριου της ημων σωτηριας η δυναμις, και υπερ τινος Χριστος απεθανε· πως τε παλιν εν αυτω μειναι δυναμεθα, και αυτος εν ημιν, καθως ειπε, και πως "εστιν ευθυς ο λογος του Κυριου, και παντα τα εργα αυτου εν πιστει». Αλλ᾽ επαναγωμεν προς τον ειρμον του λογου τον λογον, τουτοις περι τουτων αρκεσθεντες.
Τον γαρ νουν δια της σοφιας εφασκε κινουμενον, εις θεωριαν ιεναι· δια δε της θεωριας, εις γνωσιν· δια δε της γνωσεως, εις αληστον γνωσιν· δια δε της αληστου γνωσεως, εις την αληθειαν· περι ην ο νους ορον της κινησεως δεχεται, περιγραφομενης αυτω της τε ουσιας και της δυναμεως και της εξεως και της ενεργειας.
Νου γαρ ελεγε δυναμιν ειναι την σοφιαν, και αυτον ειναι τον νουν δυναμει σοφιαν· την δε θεωριαν, εξιν· την δε γνωσιν, ενεργειαν· την δε αληστον γνωσιν, σοφιας τε και θεωριας και γνωσεως, ηγουν δυναμεως και εξεως και ενεργειας, την περι το (≡14__076≡> γνωστον το υπερ πασαν την γνωσιν ακαταληκτον και εκτικην αεικινησιαν, ης περας εστιν, ως αλαθητον γνωστον, η αληθεια· ο και θαυμαζειν αξιον, πως το αληστον ληγει περιγραφομενον, η δηλονοτι ως Θεω τη αληθεια περατουμενον· Θεος γαρ η αληθεια περι ον ακαταληκτως τε και αληστως κινουμενος ο νους, ληγειν ουκ εχει ποτε της κινησεως, μη ευρισκων περας ενθα μη εστι διαστημα. Το γαρ θαυμαστον μεγεθος της θειας απειριας αποσον τι εστι και αμερες και παντελως αδιαστατον, και την οιανουν προς το γνωσθηναι, ο τι ποτε εστι κατ᾽ ουσιαν, φθανουσαν αυτον ουκ εχον καταληψιν. Το δε μη εχον διαστημα η καταληψιν καθ᾽ οτιουν ουκ εστι τινι περατον.
Τον δε λογον ωσαυτως δια της φρονησεως κινουμενον εις την πραξιν ιεναι, δια δε της πραξεως εις αρετην, δια δε της αρετης, εις την πιστιν, την οντως βεβαιαν και απτωτον των θειων πληροφοριαν· ην πρωτην εχων δυναμει κατα την φρονησιν ο λογος, υστερον ενεργεια κατα την αρετην επιδεικνυται, δια την επ᾽ εργων φανερωσιν. "Η" γαρ "χωρις εργων πιστις νεκρον τι», καθως γεγραπται· παν δε νεκρον και ανενεργητον, ουκ αν ποτε τις ευ φρονων τοις καλοις ειναι θαρσησειεν ειπειν εναριθμον. Δια δε της πιστεως εις το αγαθον, περι ο δεχεται τελος, παυομενος των οικειων ενεργειων ο λογος, περιγραφομενης αυτου της τε δυναμεως και της εξεως και της ενεργειας.
Λογου γαρ εφασκεν ειναι δυναμιν την φρονησιν· και αυτον ειναι δυναμει τον λογον, φρονησιν· εξιν δε, την πραξιν· ενεργειαν δε, την αρετην· την δε πιστιν φρονησεως τε και πραξεως και (≡14__078≡> αρετης, ηγουν δυναμεως εξεως τε και ενεργειας, ενδιαθετον πηξιν και αναλλοιωτον· ης περας εσχατον εστι το αγαθον, περι ο καταληγων της κινησεως ο λογος παυεται. Θεος γαρ εστι το αγαθον, ω πεφυκε πασα και παντος λογου περατουσθαι δυναμις.
Πως δε και τινα τροπον τουτων εκαστον κατορθουται και εις ενεργειαν αγεται, και τινα τουτων εκαστω ηναντιωται η προσωκειωται και επι ποσον, διαιρειν τε και λεγειν, ου της παρουσης εστιν υποθεσεως.
Πλην του οσον γιγνωσκειν, οτι πασα ψυχη ηνικα δια της χαριτος του αγιου Πνευματος και της οικειας φιλοπονιας και σπουδης αλληλοις ταυτα συναψαι τε και ιστουργησαι δυνηθη—τον λογον φημι τω νω, και τη σοφια την φρονησιν, και τη θεωρια την πραξιν, και τη γνωσει την αρετην, και τη αληστω γνωσει την πιστιν, ουδενος ελαττουμενου προς το ετερον η πλεοναζοντος, πασης αυτοις περικοπεισης υπερβολης και ελλειψεως, και, ινα συνελων ειπω, μοναδα την εαυτης δεκαδα ποιησαι—, τηνικαυτα και αυτη τω Θεω αληθινω τε και αγαθω και ενι και μονω ενωθησεται, καλη τε και μεγαλοπρεπης, και αυτω κατα το εφικτον εμφερης γενομενη τη συμπληρωσει των τεσσαρων γενικων αρετων των δηλωτικων μεν της κατα ψυχην θειας δεκαδος, περιεκτικων δε της αλλης των εντολων μακαριας δεκαδος.
Δεκας γαρ δυναμει εστιν η τετρας, απο της μοναδος ειρμω κατα προοδον συντιθεμενη. Και παλιν μονας η αυτη, κατα συνοδον το αγαθον μοναδικως περιεχουσα, και το απλουν και αμερες της θειας ενεργειας εφ᾽ εαυτης ατμητως μεμερισμενον δεικνυουσα· (≡14__080≡> αις το μεν οικειον ευτονως απαρεγχειρητον η ψυχη διετηρησεν, το δε αλλοτριον ανδρικως ως πονηρον απερραπισεν, ως νουν ευλογον εχουσα και σοφιαν εμφρονα και θεωριαν εμπρακτον, και γνωσιν εναρετον, και την επ᾽ αυταις αληστον γνωσιν πιστοτατην ομου και αμεταπτωτον, και ως τοις αιτιοις τα αιτιατα, και ταις δυναμεσι τας ενεργειας σωφρονως συνημμενας Θεω προσκομισασα, και αντιλαβουσα τουτων την ποιητικην της απλοτητος θεωσιν.
Ενεργεια γαρ εστι και φανερωσις του μεν νου ο λογος ως αιτιας αιτιατον· και της σοφιας η φρονησις, και της θεωριας η πραξις, και της γνωσεως η αρετη, και της αληστου γνωσεως η πιστις· εξ ων η ενδιαθετος προς τε την αληθειαν και το αγαθον, φημι δε τον Θεον, σχεσις δημιουργειται, ην εφασκεν ειναι θειαν επιστημην και γνωσιν απταιστον και αγαπην και ειρηνην, εν αις και δι᾽ ων η θεωσις· την μεν επιστημην ως συμπληρωσιν πασης της εφικτης ανθρωποις περι Θεου και των θειων γνωσεως και των αρετων περιοχην απταιστον, την δε γνωσιν ως επιβασαν γνησιως τη αληθεια, και πειραν του θειου διαρκη παρεχομενην, την δε αγαπην ως ολης του Θεου κατα διαθεσιν ολην μετεχουσαν της τερπνοτητος, την δε ειρηνην ως τα αυτα τω Θεω πασχουσαν και πασχειν τους κατ᾽ αυτην αξιωθεντας γενεσθαι παρασκευαζουσαν.
Ει γαρ το θειον παντελως ακινητον, ως το διοχλουν καθ᾽ οτιουν ουκ εχον—τι γαρ και το φθανον εστι την εκεινου περιωπην; —, η δε ειρηνη σταθεροτης εστιν ακλονητος τε και ακινητος· προς δε, και ανενοχλητος ευφροσυνη· αρα τα θεια ου πασχει και πασα ψυχη, η την θειαν καταξιωθεισα κομισασθαι ειρηνην; ως (≡14__082≡> μη μονον κακιας και αγνωσιας, ψευδους τε και πονηριας, των τε αρετη και γνωσει, τη τε αληθεια και τω αγαθω αντικειμενων κακιων, αι ταις παρα φυσιν της ψυχης κινησεσι παρυφιστανται, αλλ᾽ ηδη και αρετης και γνωσεως, αληθειας τε αυ και αγαθοτητος των ημιν διεγνωσμενων τους ορους, ει θεμις ειπειν, υπερβασα, και τη υπεραληθεστατη και υπεραγαθω κοιτη του Θεου κατα την αψευδεστατην αυτου επαγγελιαν αρρητως τε και αγνωστως εαυτην κατευνασασα, ως μηδεν των διοχλειν αυτη πεφυκοτων λοιπον εχουσα φθανον αυτης την εν Θεω κρυφιοτητα· καθ᾽ ην μακαριαν και παναγιαν κοιτην το φρικτον εκεινο της υπερ νουν και λογον ενοτητος μυστηριον επιτελειται, δι᾽ ου μια σαρξ και εν πνευμα, ο τε Θεος προς [την Εκκλησιαν,] την ψυχην, και η ψυχη προς τον Θεον γενησεται· ω πως σε Χριστε, θαυμασω της αγαθοτητος, ου γαρ αμυνησαι φαναι τολμησω, ο μητε προς το θαυμαζειν αξιως αρκουσαν εχων την δυναμιν· "Εσονται γαρ οι δυο εις σαρκα μιαν· το δε μυστηριον τουτο μεγα εστιν· εγω δε λεγω εις Χριστον και την Εκκλησιαν», φησιν ο θειος Αποστολος. Και παλιν· "Ο κολλωμενος τω Κυριω, εν πνευμα εστι».
Ουτω γουν ενοειδη γενομενην ψυχην και προς εαυτην και Θεω συναχθεισαν ουκ εσται ο εις πολλα κατ᾽ επινοιαν αυτην ετι διαιρων λογος, τω πρωτω και μονω και ενι Λογω τε και Θεω κατεστεμμενην την κεφαλην· εν ω κατα μιαν απερινοητον απλοτητα παντες οι των οντων λογοι ενοειδως και εισι και υφεστηκασιν, ως δημιουργω των οντων και ποιητη· ω ενατενιζουσα (≡14__084≡> ουκ εκτος αυτης οντι, αλλ᾽ εν ολη ολω, κατα απλην προσβολην εισεται και αυτη τους των οντων λογους και τας αιτιας, δι᾽ ους τυχον πριν νυμφευθηναι τω Λογω και Θεω ταις διαιρετικαις υπηγετο μεθοδοις, σωστικως τε δι᾽ αυτων και εναρμονιως προς αυτον φερομενη, τον παντος λογου και πασης αιτιας περιεκτικον τε και ποιητην.
Επειδη ταυτα τοινυν της ψυχης εισιν, ως εφαμεν, κατα νουν μεν εχουσης δυναμει την σοφιαν, εκ δε της σοφιας την θεωριαν, εκ δε ταυτης την γνωσιν, εκ δε της γνωσεως την αληστον γνωσιν, δι᾽ ης προς την αληθειαν ως περας και τελος ουσαν των κατα νουν αγαθων αγεται· κατα δε τον λογον εχουσης την φρονησιν, εκ δε ταυτης την πραξιν, εκ δε της πραξεως την αρετην, εκ δε ταυτης την πιστιν, καθ᾽ ην εις το αγαθον ως τελος μακαριον των λογικων ενεργειων καταληγει· δι᾽ ων η των θειων επιστημη κατα συνοδον της προς αλληλα τουτων ενωσεως συλλεγεται.
Προς ταυτα παντα σαφως αρμοζεται, κατα την θεωριαν εικαζομενη τη ψυχη η αγια του Θεου Εκκλησια. Τα μεν κατα νουν παντα και εκ του νου κατα προοδον ειναι δειχθεντα δια του ιερατειου σημαινουσα, τα δε κατα τον λογον και εκ του λογου κατα διαστολην ειναι δηλωθεντα δια του ναου σαφηνιζουσα, και παντα συναγουσα προς το τελουμενον επι του θειου θυσιαστηριου μυστηριον· οπερ δια των κατα την Εκκλησιαν επιτελουμενων ο δυνηθεις εμφρονως και σοφως μυηθηναι, Εκκλησιαν οντως Θεου, και θειαν την εαυτου ψυχην κατεστησατο· δι᾽ ην ισως και ης η χειροποιητος Εκκλησια σοφως δια της εν αυτη των θειων ποικιλιας κατα συμβολον ουσα παραδειγμα προς οδηγιαν του κρειττονος ημιν παρεδοθη.
 
S. ΠΩΣ ΚΑΙ ΠΟΙΩ ΤΡΟΠΩ ΑΝΘΡΩΠΟΣ ΛΕΓΕΤΑΙ ΚΑΙ Η ΑΓΙΑ ΓΡΑΦΗ
(≡14__086≡>
S. Πως και ποιω τροπω ανθρωπος λεγεται και η αγια Γραφη
Ωσπερ δε τη κατα αναγωγην θεωρια την Εκκλησιαν ελεγεν ανθρωπον ειναι πνευματικον, μυστικην δε Εκκλησιαν τον ανθρωπον, ουτω δη και την αγιαν πασαν κατα συναιρεσιν Γραφην, ανθρωπον εφασκεν ειναι, την μεν Παλαιαν Διαθηκην εχουσαν σωμα, ψυχην δε και πνευμα και νουν την Καινην. Και παλιν ολης της αγιας Γραφης, Παλαιας τε φημι και Νεας, το καθ᾽ ιστοριαν γραμμα, σωμα· τον δε νουν των γεγραμμενων και τον σκοπον, προς ον ο νους αποτετακται, ψυχην.
Οπερ ακουσας εγω, μαλιστα της εικασιας ηγασθην το ακριβες, και τον κατ᾽ αξιαν εκαστω διανεμοντα χαρισματα δεοντως ανυμνησα κατα δυναμιν. Ως γαρ θνητος ο καθ᾽ ημας ανθρωπος κατα το φαινομενον, κατα δε το μη φαινομενον αθανατος, ουτω και η αγια Γραφη, το μεν φαινομενον γραμμα παρερχομενον εχουσα, το δε κρυπτομενον τω γραμματι πνευμα μηδεποτε του ειναι παυομενον αληθη τον λογον της θεωριας συνιστησι. Και ωσπερ ουτος ο καθ᾽ ημας ανθρωπος, φιλοσοφια κρατων της εμπαθους ορεξεως τε και ορμης μαραινει την σαρκα, ουτω και η αγια Γραφη νοουμενη πνευματικως το γραμμα (≡14__088≡> εαυτης περιτεμνει. Φησι γαρ ο θειος Αποστολος· "οσον ο εξω ημων ανθρωπος διαφθειρεται, τοσουτον ο εσω ανακαινουται ημερα και ημερα». Τουτο νοεισθω και λεγεσθω και επι της αγιας Γραφης, ανθρωπου τροπικως νοουμενης. Οσον γαρ αυτης το γραμμα υποχωρει, τοσουτον το πνευμα πλεονεκτει· και οσον αι σκιαι της προσκαιρου λατρειας παρατρεχουσι, τοσουτον η αληθεια της πιστεως η παμφαης τε και ολολαμπης και ασκιος επεισερχεται, καθ᾽ ην και δι᾽ ην προηγουμενως και εστι και γεγραπται και Γραφη λεγεται, τω νω δια χαριτος πνευματικης εγχαραττομενη, ωσπερ και ο καθ᾽ ημας ανθρωπος δια την ψυχην την λογικην τε και νοεραν προηγουμενως ανθρωπος μαλιστα και εστι και λεγεται· καθ᾽ ην και δι᾽ ην εικων τε και ομοιωσις εστι Θεου του ποιησαντος αυτον και των λοιπων ζωων φυσικως αποδιωρισται, μηδεμιαν προς αυτα σχετικης δυναμεως την οιανουν εμφασιν εχων.
 
Ζ. ΠΩΣ Ο ΚΟΣΜΟΣ ΑΝΘΡΩΠΟΣ ΛΕΓΕΤΑΙ ΚΑΙ ΠΟΙΩ ΤΡΟΠΩ ΚΑΙ Ο ΑΝΘΡΩΠΟΣ, ΚΟΣΜΟΣ
(≡14__090≡>
Ζ. Πως ο κοσμος ανθρωπος λεγεται· και ποιω τροπω και ο ανθρωπος, κοσμος
Κατα ταυτην δε παλιν ευμιμητως την εικονα και τον κοσμον ολον τον εξ ορατων και αορατων συνισταμενον, ανθρωπον υπεβαλλεν ειναι· και κοσμον αυθις τον εκ ψυχης και σωματος, ανθρωπον· ψυχης γαρ λογον επεχειν ελεγε τα νοητα, ωσπερ και η ψυχη των νοητων· και σωματος τυπον επεχειν τα αισθητα, ωσπερ και των αισθητων το σωμα. Και ψυχην μεν ειναι των αισθητων τα νοητα, σωμα δε των νοητων τα αισθητα. Και ως ψυχην ενουσαν σωματι, τω αισθητω κοσμω τον νοητον ειναι· και τω νοητω τον αισθητον, ως σωμα τη ψυχη συγκροτουμενον· και ενα εξ αμφοιν ειναι κοσμον, ωσπερ και εκ ψυχης και σωματος ανθρωπον ενα, μηδ᾽ ετερου τουτων των αλληλοις καθ᾽ ενωσιν συμπεφυκοτων θατερον αρνουμενου και αποπεμποντος, δια τον του συνδησαντος νομον, καθ᾽ ον της ενοποιου δυναμεως ο λογος ενεσπαρται μη συγχωρων την καθ᾽ υποστασιν επι τη ενωσει ταυτοτητα τουτων αγνοηθηναι, δια την φυσικην ετεροτητα, μηδ᾽ ειναι δυνατωτεραν προς διαστασιν τε και μερισμον την εκαστον τουτων εαυτω περιγραφουσαν ιδιοτητα (≡14__092≡> της μυστικως καθ᾽ ενωσιν αυτοις εντεθεισης φιλικης συγγενειας αποφανθηναι, καθ᾽ ην ο καθ᾽ ολου και εις τροπος της εν ολοις αφανους και αγνωστου παρουσιας της των οντων συνεκτικης αιτιας ποικιλως πασιν ενυπαρχων και καθ᾽ εαυτα και εν αλληλοις τα ολα συνιστησιν αφυρτα και αδιαιρετα· και αλληλων μαλλον η εαυτων κατα την ενοποιον σχεσιν οντα παριστησι, μεχρις ου λυσαι παραστη τω συνδησαντι μειζονος ενεκα και μυστικωτερας οικονομιας κατα τον καιρον της ελπιζομενης καθολικης συντελειας, καθ᾽ ην και ο κοσμος, ως ανθρωπος, των φαινομενων τεθνηξεται, και παλιν αναστησεται νεος εκ γεγηρακοτος, κατα την παραυτικα προσδοκωμενην αναστασιν· ηνικα και ο καθ᾽ ημας ανθρωπος, ως μερος τω ολω και μικρος τω μεγαλω, συναναστησεται κοσμω, την προς το μηκετι δυνασθαι φθειρεσθαι κομισαμενος δυναμιν, οταν εμφερη τη τε ψυχη το σωμα και τοις νοητοις τα αισθητα κατ᾽ ευπρεπειαν και δοξαν γενησεται, μιας ολοις κατ᾽ εναργη τε και ενεργον παρουσιαν αναλογως εκαστω θειας επιφαινομενης δυναμεως, και δι᾽ εαυτης τον της ενωσεως αλυτον εις τους απειρους αιωνας συντηρουσης δεσμον.
Ει τις ουν βουλεται και βιον και λογον θεοφιλη και θεαρεστον εχειν, των τριων τουτων ανθρωπων—του κοσμου τε φημι, και της αγιας Γραφης, και του καθ᾽ ημας—τα κρειττω περι πολλου ποιειτω και τιμιωτερα. Ψυχης μεν οση δυναμις επιμελεισθω της αθανατου και θειας και θεοποιηθησομενης εξ αρετων, (≡14__094≡> και σαρκος καταφρονειτω της υποκειμενης φθορα και θανατω και το της ψυχης αμελουμενον ρυπωσαι δυναμενης αξιωμα. "Φθαρτον γαρ σωμα, φησι, βαρυνει ψυχην, και βριθει το γεωδες σκηνος νουν πολυφροντιδα». Και παλιν· "η σαρξ επιθυμει κατα του πνευματος· το δε πνευμα κατα της σαρκος». Και αυθις· "ο σπειρων εις την σαρκα εαυτου, εκ της σαρκος θερισει φθοραν». Προς δε τας ασωματους και νοερας δυναμεις κατα νουν δια νοησεως κινησατω την αμιλλαν, αφεις τα παροντα και βλεπομενα· "τα γαρ βλεπομενα προσκαιρα, φησι, τα δε μη βλεπομενα, αιωνια»· αις δια το πληθος της κατ᾽ ειρηνην εξεως ο Θεος εναναπαυεται. Και προς το Πνευμα το αγιον δι᾽ εμφρονος μελετης της αγιας Γραφης υπερβας το γραμμα σωφρονως αναφερεσθω· εν ω το πληρωμα υπαρχει των αγαθων και "οι θησαυροι της γνωσεως και της σοφιας αποκρυφοι», ων ει τις εντος αξιος γενεσθαι φανησεται τον Θεον αυτον ευρησει ταις πλαξι της καρδιας εγγεγραμμενον δια της εν πνευματι χαριτος, "ανακεκαλυμμενω προσωπω την του Θεου δοξαν" ενοπτριζομενος τη περιαιρεσει του κατα γραμμα καλυμματος.
 
Η. ΤΙΝΩΝ ΕΙΣΙ ΣΥΜΒΟΛΑ Η ΤΕ ΠΡΩΤΗ ΤΗΣ ΑΓΙΑΣ ΣΥΝΑΞΕΩΣ ΕΙΣΟΔΟΣ...
(≡14__096≡>
Η. Τινων εισι συμβολα η τε πρωτη της αγιας συναξεως εισοδος και τα μετ᾽ αυτην τελουμενα
῞Ηκει δε λοιπον ο λογος ημιν κατα την συντομον εκθεσιν των ειρημενων περι της αγιας Εκκλησιας θεωριων παρα του μακαριου γεροντος, συντομωτεραν και την περι της αγιας της Εκκλησιας συναξεως διηγησιν, ως οιον τε, ποιησομενος. Την μεν ουν πρωτην εις την αγιαν Εκκλησιαν του αρχιερεως κατα την ιεραν συναξιν εισοδον της πρωτης του Υιου του Θεου και Σωτηρος ημων Χριστου δια σαρκος εις τον κοσμον τουτον παρουσιας τυπον και εικονα φερειν εδιδασκε, δι᾽ ης την δουλωθεισαν τη φθορα και παθουσαν υφ᾽ εαυτης τω θανατω δια της αμαρτιας και βασιλευομενην τυραννικως υπο του διαβολου των ανθρωπων φυσιν ελευθερωσας τε και λυτρωσαμενος πασαν την υπερ αυτης οφειλην ως υπευθυνος αποδους ο ανευθυνος και αναμαρτητος, παλιν προς την εξ αρχης επανηγαγε της βασιλειας χαριν, εαυτον λυτρον υπερ ημων δους και ανταλλαγμα, και των ημετερων φθοροποιων παθηματων το ζωοποιον αυτου παθος αντιδους, παιωνιον ακος και παντος του κοσμου σωτηριον, μεθ᾽ ην παρουσιαν, η εις ουρανον αυτου και τον υπερουρανιον θρονον αναβασις τε και αποκαταστασις συμβολικως τυπουται, δια της εν τω ιερατειω του αρχιερεως εισοδου και της εις τον θρονον τον ιερατικον αναβασεως.
 
Θ. ΤΙΝΟΣ ΕΧΕΙ ΔΗΛΩΣΙΝ ΚΑΙ Η ΤΟΥ ΛΑΟΥ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΤΟΥ ΘΕΟΥ ΕΚΚΛΗΣΙΑΝ ΕΙΣΟΔΟΣ
(≡14__098≡>
Θ. Τινος εχει δηλωσιν και η του λαου εις την αγιαν του Θεου Εκκλησιαν εισοδος
Την δε του λαου συν τω ιεραρχη γενομενην εις την Εκκλησιαν εισοδον, την εξ αγνοιας και πλανης εις επιγνωσιν Θεου επιστροφην των απιστων, και την απο κακιας και αγνωσιας εις αρετην και γνωσιν μεταθεσιν των πιστων σημαινειν, ο μακαριος ελεγε γερων. Ου γαρ μονον την επι τον αληθινον Θεον επιστροφην των απιστων η εις την Εκκλησιαν εισοδος παραδηλοι, αλλα και εκαστου ημων των πιστευοντων μεν, αθετουντων δε τας εντολας του Κυριου δι᾽ αγωγης ακολαστου και ασχημονος βιου, την δια μετανοιας διορθωσιν. Πας γαρ ανθρωπος, ειτε φονευς, ειτε μοιχος, ειτε κλεπτης, ειτε υπερηφανος, ειτε αλαζων, η υβριστης, η πλεονεκτης, η φιλαργυρος, η καταλαλος, η μνησικακος, η προς θυμον και οργην ευαγωγος, η λοιδορος, η συκοφαντης, η ψιθυρος, η φθονω ευχειρωτος, η μεθυσος και απλως, ινα μη παντα τα εκ κακιας ειδη απαριθμουμενος μηκυνω τον λογον, οστις υφ᾽ οιασδηποτε κακιας ενεχομενος, επον του εκουσιως κατ᾽ επιτηδευσιν ενεχεσθαι και ενεργειν κατα προθεσιν, παυσοιτο και μεταβαλοι τον βιον επι το κρειττον, της κακιας την αρετην ανθαιρουμενος, ο τοιουτος κυριως τε και αληθως Χριστω τω Θεω και αρχιερει νοεισθω τε και λεγεσθω συνεισιεναι εις την αρετην, Εκκλησιαν τροπικως νοουμενην.
 
Ι. ΤΙΝΩΝ ΕΙΣΙ ΣΥΜΒΟΛΟΝ ΤΑ ΘΕΙΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
(≡14__100≡>
Ι. Τινων εισι συμβολον τα θεια αναγνωσματα
Τας δε θειας των πανιερων βιβλων αναγνωσεις, τας θειας και μακαριας του παναγιου Θεου βουλησεις τε και βουλας υπεμφαινειν ελεγεν ο διδασκαλος, δι᾽ ων τας υποθηκας των πρακτεων αναλογως εκαστος ημων κατα την υπουσαν αυτω δυναμιν λαμβανομεν, και τους των θειων και μακαριων αγωνων νομους μανθανομεν, καθ᾽ ους νομιμως αθλουντες των αξιονικων της Χριστου βασιλειας αξιουμεθα στεφανων.
 
ΙΑ. ΤΙΝΟΣ ΕΣΤΙ ΣΥΜΒΟΛΑ ΤΑ ΘΕΙΑ ΑΣΜΑΤΑ
(≡14__102≡>
ΙΑ. Τινος εστι συμβολα τα θεια ασματα
Την δε πνευματικην των θειων ασματων τερπνοτητα, την εμφαντικην δηλουν εφασκε των θειων ηδονην αγαθων, την τας ψυχας προς μεν τον ακηρατον του Θεου και μακαριον ανακινουσαν ερωτα, προς δε το μισος της αμαρτιας πλεον εγειρουσαν.
 
ΙΒ. ΤΙ ΣΗΜΑΙΝΟΥΣΙΝ ΑΙ ΤΗΣ ΕΙΡΗΝΗΣ ΠΡΟΣΦΩΝΗΣΕΙΣ
(≡14__104≡>
ΙΒ. Τι σημαινουσιν αι της ειρηνης προσφωνησεις
Δια δε των γινομενων ενδοθεν εκ του ιερατειου κελευσει του αρχιερεως εφ᾽ εκαστω αναγνωσματι της ειρηνης υποφωνησεων τας δια των αγιων αγγελων διακομιζομενας θειας αποδοχας δηλουσθαι ο σοφος διωριζετο, δι᾽ ων ο Θεος οριζει των νομιμως υπερ της αληθειας προς τας αντικειμενας δυναμεις αθλουντων τους αγωνας, τας αορατους συμπλοκας διαλυων και ειρηνην διδους εν τη καταργησει του σωματος της αμαρτιας και των υπερ αρετης πονων της απαθειας την χαριν τοις αγιοις αντιδιδους, ινα του πολεμειν αφεμενοι, προς γεωργιαν πνευματικην, ειτουν αρετων εργασιαν, τας της ψυχης μετασκευασωσι δυναμεις, δι᾽ ων τα στιφη των πονηρων πνευματων διελυσαν, στρατηγουντος αυτοις του Θεου και Λογου, [του] και τα πικρα του διαβολου και δυσφυκτα μηχανηματα διασκεδαζοντος.
 
ΙΓ. ΤΙΝΟΣ ΙΔΙΚΩΣ ΕΠΙ ΤΟΥ ΚΑΘ᾽ ΕΚΑΣΤΟΝ ΣΥΜΒΟΛΟΝ ΕΣΤΙΝ Η ΑΝΑΓΝΩΣΙΣ ...
(≡14__106≡>
ΙΓ. Τινος ιδικως επι του καθ᾽ εκαστον συμβολον εστιν η αναγνωσις του αγιου Ευαγγελιου και τα μετ᾽ αυτην μυστικα
Οθεν ευθυς μετα ταυτας, την θειαν του αγιου Ευαγγελιου αναγνωσιν η της αγιας Εκκλησιας ιερα διαταξις ενομοθετησε γιγνεσθαι· ιδικως μεν την υπερ του Λογου τοις σπουδαιοις κακοπαθειαν εισηγουμενην, μεθ᾽ ην ο της γνωστικης θεωριας ωσπερ αρχιερευς ουρανοθεν επιδημων αυτοις Λογος της σαρκος αυτοις ωσπερ τινα κοσμον αισθητον συστελλει το φρονημα.
Τους ετι προς γην κατανευοντας λογισμους απωθουμενος και προς την των νοητων εποψιαν εντευθεν δια της των θυρων κλεισεως και της εισοδου των αγιων μυστηριων αυτους αγαγων, λογων τε και πραγματων μυσαντας ηδη τας αισθησεις και εξω σαρκος και κοσμου γεγενημενους, τα απορρητα διδασκει· συναχθεντας ηδη δια του ασπασμου προς εαυτους τε και αυτον και μονην αντεισαγοντας αυτω της περι αυτους πολλης ευεργεσιας ευγνωμονως την υπερ της εαυτων σωτηριας ευχαριστηριον (≡14__108≡> ομολογιαν, ην το θειον της πιστεως αινιττεται Συμβολον.
Ειτα τοις αγγελοις εναριθμιους αυτους καταστησας δια του Τρισαγιου και την αυτην εκεινοις επιστημην της αγιαστικης θεολογιας αυτοις χαρισαμενος τω Θεω και Πατρι προσαγει, υιοθετηθεντας τω Πνευματι δια της προσευχης, δι᾽ ης Πατερα καλειν τον Θεον ηξιωθησαν. Καντευθεν παλιν ωσπερ επιστημονως ηδη τους εν τοις ουσι παντας λογους περασαντας, προς την αγνωστον αγνωστως δια του "Εις αγιος" και των εξης αγει μοναδα, τη χαριτι ενωθεντας και κατα μεθεξιν προς αυτην ομοιωθεντας τη κατα δυναμιν αδιαιρετω ταυτοτητι.
 
ΙΔ. ΤΙΝΟΣ ΕΣΤΙ ΣΥΜΒΟΛΟΝ, ... Η ΘΕΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ΑΝΑΓΝΩΣΙΣ
(≡14__110≡>
ΙΔ. Τινος εστι συμβολον, κατα το γενικως σημαινομενον, η θεια του αγιου Ευαγγελιου αναγνωσις
Γενικως δε την του κοσμου τουτου συντελειαν υποσημαινουσαν. Μετα γαρ την θειαν του αγιου Ευαγγελιου αναγνωσιν ο τε αρχιερευς κατεισι του θρονου, και η των κατηχουμενων και η των λοιπων των αναξιων της θειας των δειχθησομενων μυστηριων θεωριας απολυσις τε και εκβολη δια των λειτουργων γιγνεται, σημαινουσα και προτυπουσα δι᾽ εαυτης την αληθειαν, ης εικων υπαρχει και τυπος, και οιον εν τουτοις βοωσα, οτι μετα «το κηρυχθηναι το Ευαγγελιον», καθως γεγραπται, «της βασιλειας εν ολη τη οικουμενη εις μαρτυριον πασι τοις εθνεσι, τοτε ηξει το τελος», παραγινομενου κατα την δευτεραν αυτου παρουσιαν, εξ ουρανων δηλαδη, «μετα δοξης πολλης του μεγαλου Θεου και Σωτηρος ημων Ιησου Χριστου· αυτος γαρ ο Κυριος εν φωνη αρχαγγελου και εν σαλπιγγι Θεου καταβησεται απ᾽ ουρανου», φησιν ο θειος Αποστολος· και ποιουντος εκδικησιν εν τοις υπεναντιοις και αφοριζοντος δια των αγιων αγγελων τους πιστους απο των απιστων, και απο δικαιων τους αδικους, και [απο] των αγιων τους εναγεις, και απλως, ινα συνελων ειπω, [απο] των Πνευματι Θεου στοιχησαντων, τους οπισω σαρκος πορευθεντας, και επ᾽ αιωσι απειροις τε και ατελευτητοις, ως η των θειων λογιων αληθεια φησι, κατ᾽ αξιαν των βεβιωμενων εκαστω δικαιαν αποδιδοντος την αμοιβην.
 
ΙΕ. ΤΙΝΟΣ ΣΥΜΒΟΛΟΝ ΕΣΤΙ Η ΚΛΕΙΣΙΣ ΤΩΝ ΘΥΡΩΝ...
(≡14__112≡>
ΙΕ. Τινος συμβολον εστι η κλεισις των θυρων της αγιας Εκκλησιας, η μετα το αγιον Ευαγγελιον γιγνομενη
Η δε μετα την ιεραν αναγνωσιν του αγιου Ευαγγελιου και την εκβολην των κατηχουμενων γινομενη κλεισις των θυρων της αγιας του Θεου Εκκλησιας, την τε των υλικων δηλοι παροδον, και την γενησομενην μετα τον φοβερον εκεινον, αφορισμον, και την φοβερωτεραν ψηφον εις τον νοητον κοσμον, ητοι τον νυμφωνα του Χριστου, των αξιων εισοδον, και την εν ταις αισθησεσι της κατα την απατην ενεργειας τελειαν αποβολην.
 
ΙS. ΤΙ ΣΗΜΑΙΝΕΙ Η ΤΩΝ ΑΓΙΩΝ ΜΥΣΤΗΡΙΩΝ ΕΙΣΟΔΟΣ
(≡14__114≡>
ΙS. Τι σημαινει η των αγιων Μυστηριων εισοδος
Η δε των αγιων και σεπτων Μυστηριων εισοδος αρχη και προοιμιον εστιν—ως ο μεγας εκεινος εφασκε γερων— της γενησομενης εν ουρανοις καινης διδασκαλιας περι της οικονομιας του Θεου της εις ημας, και αποκαλυψις του εν αδυτοις της θειας κρυφιοτητος οντος μυστηριου της ημων σωτηριας. "Ου γαρ μη πιω», φησι προς τους εαυτου μαθητας ο Θεος και Λογος, "απ᾽ αρτι εκ του γεννηματος της αμπελου, εως της ημερας εκεινης, οταν αυτο πινω μεθ᾽ υμων καινον εν τη βασιλεια του Πατρος εμου».
 
ΙΖ. ΤΙΝΟΣ ΕΣΤΙ ΣΥΜΒΟΛΟΝ Ο ΘΕΙΟΣ ΑΣΠΑΣΜΟΣ
(≡14__116≡>
ΙΖ. Τινος εστι συμβολον ο θειος ασπασμος
Ο δε πασι προσφωνουμενος πνευματικος ασπασμος την εσομενην παντων προς αλληλους εν τω καιρω της των μελλοντων αρρητων αγαθων αποκαλυψεως, κατα πιστιν τε και αγαπην, ομονοιαν τε και ομογνωμοσυνην και ταυτοτητα λογικην, δι᾽ ην την προς τον Λογον και Θεον οικειωσιν οι αξιοι δεχονται, προτυποι και προδιαγραφει. Λογου γαρ συμβολον το στομα, καθ᾽ ον μαλιστα πασιν απαντες οι λογου μετειληφοτες, ως λογικοι, και τω πρωτω και μονω Λογω και παντος αιτιω λογου συμφυονται.
 
ΙΗ. ΤΙ ΣΗΜΑΙΝΕΙ ΤΟ ΘΕΙΟΝ ΤΗΣ ΠΙΣΤΕΩΣ ΣΥΜΒΟΛΟΝ
(≡14__118≡>
ΙΗ. Τι σημαινει το θειον της πιστεως Συμβολον
Η δε του θειου Συμβολου της πιστεως γινομενη παρα παντων ομολογια την εφ᾽ οις εσωθημεν παραδοξοις λογοις τε και τροποις της πανσοφου περι ημας του Θεου προνοιας γενησομενην μυστικην ευχαριστιαν κατα τον αιωνα τον μελλοντα προσημαινει, δι᾽ ης ευγνωμονα επι τη θεια ευεργεσια εαυτους συνιστωσιν οι αξιοι, πλην ταυτης των περι αυτους απειρων θειων αγαθων αντεισαγαγειν αλλο τι καθ᾽ οτιουν ουκ εχοντες.
 
ΙΘ. ΤΙ ΣΗΜΑΙΝΕΙ Η ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ ΔΟΞΟΛΟΓΙΑ
(≡14__120≡>
ΙΘ. Τι σημαινει η του Τρισαγιου δοξολογια
Η δε γινομενη τρισση του αγιασμου της θειας υμνολογιας εκβοησις παρα παντος του πιστου λαου την προς τας ασωματους και νοερας δυναμεις κατα το μελλον φανησομενην ενωσιν τε και ισοτιμιαν παραδηλοι, καθ᾽ ην συμφωνως ταις ανω δυναμεσι δια ταυτοτητα της ατρεπτου περι Θεον αεικινησιας τρισιν αγιασμοις υμνειν τε και αγιαζειν την τρισυποστατον μιαν θεοτητα διδαχθησεται των ανθρωπων η φυσις.
 
Κ. ΤΙΝΟΣ ΕΣΤΙ ΣΥΜΒΟΛΟΝ Η ΑΓΙΑ ΠΡΟΣΕΥΧΗ ΤΟΥ «ΠΑΤΕΡ ΗΜΩΝ..».
(≡14__122≡>
Κ. Τινος εστι συμβολον η αγια προσευχη του «Πατερ ημων ο εν τοις ουρανοις ..».
Η δε παναγια τε και σεπτη του μεγαλου και μακαριου Θεου και Πατρος επικλησις της δοθησομενης ενυποστατου τε και ενυπαρκτου κατα δωρεαν και χαριν του αγιου Πνευματος υιοθεσιας εστι συμβολον, καθ᾽ ην πασης υπερνικωμενης τε και καλυπτομενης ανθρωπινης ιδιοτητος τη επιφοιτησει της χαριτος υιοι Θεου χρηματισουσι τε και εσονται παντες οι αγιοι, οσοι δι᾽ αρετων απ᾽ εντευθεν ηδη τω θειω της αγαθοτητος καλλει εαυτους λαμπρως τε και επιδοξως εφαιδρυναν.
 
ΚΑ. ΤΙ ΣΗΜΑΙΝΕΙ ΤΟ ΤΕΛΟΣ ΤΗΣ ΜΥΣΤΙΚΗΣ ΙΕΡΟΥΡΓΙΑΣ ΤΩΝ...
(≡14__124≡>
ΚΑ. Τι σημαινει το τελος της μυστικης ιερουργιας των εκφωνουμενων υμνων, τουτεστιν "Εις αγιος, εις Κυριος», και τα εξης
Η δε κατα το τελος της μυστικης ιερουργιας παρα παντος του λαου γινομενη του "Εις αγιος" και των εξης ομολογια την υπερ λογον και νουν προς το εν της θειας απλοτητος κρυφιον γενησομενην των μυστικως τε και σοφως κατα Θεον τετελεσμενων συναγωγην τε και ενωσιν δηλοι, εν τω αφθαρτω των νοητων αιωνι καθ᾽ ον της αφανους και υπεραρρητου δοξης το φως ενοπτευοντες της μακαριας μετα των ανω δυναμεων, και αυτοι δεκτικοι γιγνονται καθαροτητος· μεθ᾽ ην, ως τελος παντων, η του μυστηριου μεταδοσις γινεται μεταποιουσα προς εαυτην και ομοιους τω κατ᾽ αιτιαν αγαθω κατα χαριν και μεθεξιν αποφαινουσα τους αξιως μεταλαμβανοντας, εν μηδενι αυτου λειπομενους, κατα το εφικτον ανθρωποις και ενδεχομενον. Ωστε και αυτους δυνασθαι ειναι τε και καλεισθαι θεσει κατα την χαριν θεους, δια τον αυτους ολως πληρωσαντα ολον Θεον και μηδεν αυτων της αυτου παρουσιας κενον καταλειψαντα.
 
ΚΒ. ΠΩΣ ΚΑΙ ΤΙΝΙ ΤΡΟΠΩ ΚΑΙ Η ΤΗΣ ΨΥΧΗΣ ΚΑΘ᾽ ΕΑΥΤΗΝ...
(≡14__126≡>
ΚΒ. Πως και τινι τροπω και η της ψυχης καθ᾽ εαυτην νοουμενης επι του καθ᾽ εκαστον ιδικως εκθεωτικη και τελειοποιος δια των ειρημενων θεωρειται καταστασις
Δευρο δη ουν δια των αυτων οδω και ταξει βαινοντες παλιν τα αυτα και περι ψυχης γνωστικης θεωρησωμεν, και συναναβηναι μικρον κατα δυναμιν τω λογω μετ᾽ ευλαβειας προς υψηλοτεραν θεωριαν, σκοπησαι τε και κατανοησαι πως οι θειοι της αγιας Εκκλησιας θεσμοι την ψυχην επι την εαυτης τελειοτητα δι᾽ αληθους και ενεργους γνωσεως αγουσι, ποθουντα τον νουν και βουλομενον, Θεου χειραγωγουντος—ει δοκει—μη κωλυσωμεν.
 
ΚΓ. ΟΤΙ ΣΥΜΒΟΛΟΝ ΤΩΝ ΚΑΤΑ ΨΥΧΗΝ ΑΡΕΤΩΝ ΕΣΤΙΝ Η ΠΡΩΤΗ ΕΙΣΟΔΟΣ...
(≡14__128≡>
ΚΓ. Οτι συμβολον των κατα ψυχην αρετων εστιν η πρωτη εισοδος της αγιας συναξεως
Αθρει τοιγαρουν, οστις της μακαριας του Χριστου σοφιας γνησιος καθεστηκας εραστης, νοος οφθαλμοις κατα την πρωτην εισοδον της αγιας συναξεως απο της εξωθεν των υλικων πλανης και ταραχης, κατα το γεγραμμενον "Γυναικες ερχομεναι απο θεας», δευτε, της εν ειδει και σχηματι φημι κατα την προσοψιν των αισθητων περιπλανησεως· ου γαρ θεωριαν ειπειν αληθες, κατα τους ασοφους των παρ᾽ Ελλησι λεγομενων σοφων—μηδε γαρ σοφοι κληθειεν [αν] ποτε προς ημων οι τον Θεον γνωναι δια των αυτου ποιηματων μη δυνηθεντες η μη βουληθεντες—των αισθητων λεγω την επιφανειαν, καθ᾽ ην ο διηνεκης των αισθητων προς αλληλα συνεστηκε πολεμος, πασι την δι᾽ αλληλων φθοραν ενεργων, παντων φθειροντων αλληλα και εν αλληλοις φθειρομενων· και τουτο μονον παγιον εχοντα, το αστατειν και φθειρεσθαι και μηδεποτε συμβαινειν αλληλοις κατα διαμονην αμαχον δυνασθαι και αστασιαστον, ερχομενην τε την ψυχην και προτροπαδην φευγουσαν και ωσπερ εις Εκκλησιαν (≡14__130≡> και ασυλον ειρηνης ανακτορον την εν πνευματι φυσικην θεωριαν την αμαχον και πασης ελευθεραν ταραχης μετα Λογου τε και υπο του Λογου του μεγαλου και αληθους ημων Θεου και αρχιερεως εισερχομενην, και ως δια συμβολων των γινομενων θειων αναγνωσματων, τους των οντων διδασκομενην λογους και το θαυμαστον και μεγα της εν νομω και προφηταις δηλουμενης θειας προνοιας μυστηριον, καθ᾽ εκαστον τε δεξαμενην υπερ της εν τουτοις καλης μαθητειας θεοθεν δια των αγιων δυναμεων νοερως κατα διανοιαν αυτη διαλεγομενων τας ειρηνοδωρους σημειωσεις μετα της ρωστικης και συντηρητικης θελξεως της θειας και διαπυρου κατα Θεον εφεσεως, δια της μυστικως υπαδομενης αυτη νοητως των θειων ασματων ηδονης.
Παλιν εκ τουτων μεταβαινουσαν και συναγομενην επι την μιαν και μονην και ενιαιως τουτους συλλαμβανουσαν τους λογους κορυφην, λεγω δε το αγιον Ευαγγελιον, εν ω παντες της τε προνοιας και των οντων οι λογοι κατα μιαν περιοχης δυναμιν ενοειδως προϋφεστηκασι. Μεθ᾽ ο κατ᾽ αισθησιν θειαν αυτον οραν ενεστι παλιν θεμιτον τοις φιλοθεοις αταρβητοις νοος ομμασι παραγινομενον ουρανοθεν αυτη τον Λογον και Θεον, ως η του αρχιερεως απο του θρονου του ιερατικου σημαινει καταβασις, και τελειον αυτης διακρινοντα κατηχουμενων δικην τους ετι την αισθησιν και το κατ᾽ αυτην μεριστον φαντασιουμενους λογισμους.
Καντευθεν παλιν εξω γενομενην των αισθητων, ως η των θυρων της αγιας του Θεου Εκκλησιας νοειν υποτιθεται κλεισις, επι την δηλουμενην δια της εισοδου των αρρητων μυστηριων αϋλον και απλην και αναλλοιωτον και θεοειδη και παντος (≡14__132≡> ελευθεραν ειδους και σχηματος επιστημην των νοητων αγοντα, καθ᾽ ην συναγαγουσαν προς μεν εαυτης τας οικειας δυναμεις, προς δε τον Λογον εαυτην καταντα, δια του νοερου ασπασμου ενωσασαν τους περι εαυτην αρρητους της σωτηριας και λογους και τροπους, δια του Συμβολου της πιστεως ευχαριστως ομολογειν εκδιδασκοντα.
Επι τουτοις δε παλιν, ως ηδη λοιπον κατα δυναμιν απλην και αδιαιρετον δια μαθητειας γνωσει περιλαβουσαν τους τε των αισθητων και των νοητων λογους, επι την γνωσιν της εκφανους αυτην αγοντα θεολογιας μετα την παντων διαβασιν και την ισην τοις αγγελοις κατα το εφικτον αυτη παρεχομενον νοησιν και τοσουτον διδασκοντα σωφρονως αυτην, οσον ειδεναι Θεον ενα, μιαν ουσιαν, υποστασεις τρεις· μοναδα ουσιας τρισυποστατον και τριαδα υποστασεων ομοουσιον, μοναδα εν τριαδι και τριαδα εν μοναδι· ουκ αλλην και αλλην, ουδ᾽ αλλην παρ᾽ αλλην, ουδε δι᾽ αλλης αλλην, ου δ᾽ αλλην εν αλλη, ουδε εξ αλλης αλλην· αλλα την αυτην εν εαυτη, και καθ᾽ εαυτην εφ᾽ εαυτην, εαυτη ταυτην και μοναδα και τριαδα ασυγχυτον τε και ασυγχυτως την ενωσιν εχουσαν και την διακρισιν αδιαιρετον τε και αμεριστον· μοναδα μεν κατα τον της ουσιας, ητοι τον του ειναι λογον, αλλ᾽ ου κατα συνθεσιν η συναιρεσιν η την οιανουν συγχυσιν, τριαδα δε κατα τον του πως υπαρχειν και υφεσταναι λογον, αλλ᾽ ου κατα διαιρεσιν η αλλοτριωσιν η τον οιονουν μερισμον. Ου γαρ μεμερισται ταις υποστασεσιν η μονας, ουδε σχετικως ενεστι και επιθεωρειται αυταις, ουδε συντεθεινται εις μοναδα αι υποστασεις η συναιρεσει αυτην εκπληρουσιν, αλλα την αυτην εαυτη ταυτον, αλλως μεντοι και αλλως. Μονας γαρ εστι ασυγχυτος τη ουσια και τω κατ᾽ αυτην απλω λογω η (≡14__134≡> αγια Τριας των υποστασεων, και τριας εστι ταις υποστασεσι και τω τροπω της υπαρξεως η αγια Μονας. Την αυτην ολην τουτο κακεινο διαφορως, κατ᾽ αλλον και αλλον, ως ειρηται, λογον νοουμενην· μιαν και μονην, αδιαιρετον τε και ασυγχυτον, και απλην και αμειωτον και απαραλλακτον θεοτητα· μοναδα κατα την ουσιαν ολην υπαρχουσαν, και ολην τριαδα την αυτην ταις υποστασεσι, και μιαν ενος τρισσοφαους ακτινα φωτος μονοειδως επιλαμπουσαν.
Εφ᾽ ω και την ψυχην, ομοτιμως τοις αγιοις αγγελοις τους εκφανεις και εφικτους τη κτισει περι θεοτητος δεξαμενην λογους και συμφωνως αυτοις ασιγητως ανυμνειν μαθουσαν τριαδικως την μιαν θεοτητα, επι την κατα χαριν δι᾽ ομοιοτητος εμφερους υιοθεσιαν αχθηναι, δι᾽ ης μετ᾽ ευχας τον Θεον Πατερα μυστικον τε χαριτι και μονον εχουσα προς το εν της αυτου κρυφιοτητος κατ᾽ εκστασιν παντων συναχθησεται, και τοσουτον πεισεται μαλλον η γνωσεται τα θεια, οσον μη εαυτης ειναι βουλεσθαι, μηδε εξ εαυτης υφ᾽ εαυτης η αλλου τινος γνωσθηναι δυνασθαι, η μονου του ολην αγαθοπρεπως αυτην ανειληφοτος ολου Θεου, και ολον αυτη θεοπρεπως ολη, και απαθως εαυτον ενιεντος και ολην θεοποιησαντος· ως ειναι, καθως φησιν ο παναγιος Αρεοπαγιτης Διονυσιος, εικονα και φανερωσιν του αφανους φωτος, εσοπτρον ακραιφνες, διειδεστατον, αλωβητον, αχραντον, ακηλιδωτον, εισδεχομενον ολην, ει θεμις ειπειν, την ωραιοτητα του αγαθοτυπου, θεοειδως και αμειωτως επιλαμπον εν εαυτω, καθαπερ οιον τε εστι, την αγαθοτητα της εν αδυτοις σιγης.
 
ΚΔ. ΤΙΝΩΝ ΕΣΤΙΝ ΕΝΕΡΓΗΤΙΚΗ ΤΕ ΚΑΙ ΑΠΟΤΕΛΙΣΤΙΚΗ ΜΥΣΤΗΡΙΩΝ, ΔΙΑ...
(≡14__136≡>
ΚΔ. Τινων εστιν ενεργητικη τε και αποτελιστικη μυστηριων, δια των τελουμενων κατα την αγιαν συναξιν θεσμων εν τοις πιστοις και πιστως συναγομενοις, η παραμενουσα του αγιου Πνευματος χαρις
Τοιγαρουν ωετο δειν ο μακαριος γερων και παρακαλειν ουκ επαυετο παντα Χριστιανον τη αγια του Θεου Εκκλησια σχολαζειν και μη απολιμπανεσθαι ποτε της εν αυτη τελουμενης αγιας συναξεως, δια τε τους παραμενοντας αυτη αγιους αγγελους, και απογραφομενους εκαστοτε τους εισιοντας και εμφανιζοντας τω Θεω και τας υπερ αυτων δεησεις ποιουμενους, και δια την αορατως αει μεν παρουσαν του αγιου Πνευματος χαριν, ιδιοτροπως δε μαλιστα κατα τον καιρον της αγιας συναξεως, και εκαστον των ευρισκομενων μεταποιουσαν τε και μετασκευαζουσαν, και αληθες μεταπλαττουσαν επι το θειοτερον αναλογως εαυτω, και προς το δηλουμενον δια των τελουμενων μυστηριων αγουσαν· καν αυτος μη αισθανηται, ειπερ των ετι κατα Χριστον νηπιων εστι και εις το βαθος των γινομενων οραν αδυνατει, και την δηλουμενην δι᾽ εκαστου των τελουμενων θειων συμβολων της σωτηριας εν αυτω χαριν ενεργουσαν, καθ᾽ ειρμον και ταξιν απο των προσεχων μεχρι του παντων τελους οδευουσαν.
 (≡14__138≡> Κατα μεν πρωτην εισοδον απιστιας αποβολην, πιστεως αυξησιν, κακιας μειωσιν, αρετης επιδοσιν, αγνοιας αφανισμον, γνωσεως προσθηκην. Δια δε της ακροασεως των θειων λογιων τας των ειρημενων τουτων, πιστεως φημι και αρετης και γνωσεως, παγιας και αμεταθετους εξεις τε και διαθεσεις. Δια δε των επι τουτοις θειων ασματων την προς τας αρετας της ψυχης εκουσιον συγκαταθεσιν και την επ᾽ αυταις εγγινομενην αυτη νοεραν ηδονην και τερπνοτητα. Δια δε της ιερας αναγνωσεως του αγιου Ευαγγελιου την του χοϊκου φρονηματος, ωσπερ αισθητου κοσμου, συντελειαν. Δια δε της μετα ταυτα των θυρων κλεισεως την κατα διαθεσιν απο τουτου του φθαρτου κοσμου προς τον νοητον κοσμον μεταβασιν της ψυχης και μεταθεσιν, δι᾽ ης τας αισθησεις θυρων δικην μυσασα, των καθ᾽ αμαρτιαν ειδωλων καθαρας απεργαζεται. Δια δε της εισοδου των αγιων μυστηριων την τελειωτεραν και μυστικωτεραν και καινην περι την εις ημας οικονομιαν του Θεου διδασκαλιαν και γνωσιν. Δια δε του θειου ασπασμου την παντων προς παντας και προς εαυτον εκαστου προτερον και τον Θεον ομονοιας και ομογνωμοσυνης και αγαπης ταυτοτητα. Δια δε της του Συμβολου της πιστεως ομολογιας την επι τοις παραδοξοις τροποις της σωτηριας ημων προσφορον ευχαριστιαν. Δια δε του Τρισαγιου την προς τους αγιους αγγελους ενωσιν τε και ισοτιμιαν και την απαυστον της αγιαστικης δοξολογιας του Θεου συμφωνον ευτονιαν. Δια δε της προσευχης, δι᾽ ης Πατερα καλειν τον Θεον αξιουμεθα, την εν χαριτι του αγιου Πνευματος αληθεστατην υιοθεσιαν. Δια δε του "Εις αγιος" και των εξης την προς αυτον τον Θεον ενοποιον χαριν και οικειοτητα. Δια δε της αγιας μεταληψεως των αχραντων και ζωοποιων μυστηριων την προς αυτον κατα μεθεξιν ενδεχομενην δι᾽ ομοιοτητος κοινωνιαν τε και (≡14__140≡> ταυτοτητα, δι᾽ ης γενεσθαι θεος εξ ανθρωπου καταξιουται ο ανθρωπος.
Ων γαρ ενταυθα κατα την παρουσαν ζωην δια της εν πιστει χαριτος πιστευομεν μετειληφεναι δωρεων του αγιου Πνευματος, τουτων εν τω μελλοντι αιωνι κατα αληθειαν ανυποστατως [ενυποστατως] αυτω τω πραγματι κατα την απτωτον ελπιδα της πιστεως ημων και την του επαγγειλομενου βεβαιαν και απαραβατον υποσχεσιν, φυλαξαντες κατα δυναμιν τας εντολας πιστευομεν καταληψεσθαι, μεταβαινοντες απο της εν πιστει χαριτος εις την κατ᾽ ειδος χαριν, μεταποιουντος ημας προς εαυτον δηλαδη του Θεου και Σωτηρος ημων Ιησου Χριστου, τη περιαιρεσει των εν ημιν της φθορας γνωρισματων, και τα παραδειχθεντα δια των ενταυθα αισθητων συμβολων ημιν αρχετυπα χαριζομενου μυστηρια.
 
ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ
(≡14__142≡>
Δια δε το ευμνημονευτον, ει δοκει, την των ειρημενων δυναμιν κατ᾽ επιτομην επιδραμοντες, ουτω κεφαλαιωσωμεν. Εστι μεν ουν η αγια Εκκλησια τυπος, ως ειρηται, και εικων του μεν Θεου, οτι δι᾽ αυτης εργαζεται κατα την απειρον αυτου δυναμιν και σοφιαν περι τας διαφορους των οντων ουσιας ασυγχυτον ενωσιν, ως δημιουργος κατ᾽ ακρον εαυτω συνεχων και κατα μιαν της πιστεως και χαριν και κλησιν τους πιστους αλληλοις ενοειδως συναπτουσα, τους δε πρακτικους και εναρετους, κατα μιαν γνωμης ταυτοτητα, τους δε θεωρητικους και γνωστικους προς τουτοις και καθ᾽ ομονοιαν αρραγη και αδιαιρετον.
Του δε κοσμου, του τε νοητου και του αισθητου τυπος εστιν, ως του [μεν] νοητου κοσμου το ιερατειον συμβολον εχουσα, του αισθητου δε, τον ναον.
Ανθρωπου δε παλιν εικων εστιν, ως την ψυχην δια του ιερατειου μιμουμενη, το δε σωμα δια του ναου προβαλλομενη. Αυτης δε της ψυχης καθ᾽ εαυτην νοουμενης τυπος εστι και εικων, ως του [μεν] θεωρητικου δια του ιερατειου φερουσα το επιδοξον, του δε πρακτικου δια του ναου κοσμιον εχουσα.
Της δε τελουμενης εν αυτη αγιας συναξεως η μεν πρωτη (≡14__144≡> εισοδος γενικως μεν δηλοι την πρωτην του Θεου ημων παρουσιαν, ιδικως δε την δι᾽ αυτου και συν αυτω των εξ απιστιας εις πιστιν και απο κακιας εις αρετην και απο αγνωσιας εις γνωσιν εισαγομενων επιστροφην.
Τα δε γινομενα μετ᾽ αυτην αναγνωσματα γενικως μεν τα θεια θεληματα τε και βουληματα, καθ᾽ α χρη τους παντας παιδευεσθαι τε και πολιτευεσθαι, μηνυει· ιδικως δε την κατα την πιστιν διδασκαλιαν και προκοπην των πιστευσαντων, και των πρακτικων την κατ᾽ αρετην παγιαν διαθεσιν, καθ᾽ ην τω θειω νομω στοιχουντες των εντολων ανδρικως τε και ακλονητως ιστανται προς τας μεθοδειας του διαβολου, και τας αντικειμενας ενεργειας διαδιδρασκουσι, και των γνωστικων την κατα θεωριαν εξιν, καθ᾽ ην τους των αισθητων και της επ᾽ αυτοις προνοιας πνευματικους κατα δυναμιν συλλεγομενοι λογους, απλανως προς την αληθειαν φερονται.
Τα δε θεια των ασματων μελισματα την εγγινομενην ταις απαντων ψυχαις θειαν ηδονην και τερπνοτητα, καθ᾽ ην μυστικως ρωννυμεναι των μεν παρελθοντων της αρετης επιλανθανονται πονων, προς δε την των λειπομενων θειων και ακηρατων αγαθων νεαζουσι ευτονον εφεσιν.
Το δε αγιον Ευαγγελιον γενικως μεν συμβολον εστι της συντελειας του αιωνος τουτου, ιδικως δε των μεν πιστευσαντων δηλοι τον παντελη της αρχαιας πλανης αφανισμον, των δε πρακτικων την νεκρωσιν και συντελειαν του κατα σαρκα νομου τε και φρονηματος, των δε γνωστικων την προς τον συνεκτικωτατον λογον των πολλων και διαφορων λογων συναγωγην (≡14__146≡> τε και αναφοραν, συντελεσθεισης αυτοις και περατωθεισης της διεξοδικωτερας και ποικιλοτερας φυσικης θεωριας.
Η δε του αρχιερεως απο του θρονου καταβασις και η των κατηχουμενων εκβολη γενικως μεν σημαινει την απ᾽ ουρανου δευτεραν του μεγαλου Θεου και Σωτηρος ημων Ιησου Χριστου παρουσιαν και τον απο των αγιων αφορισμον των αμαρτωλων και την δικαιαν προς την εκαστου αξιαν αμοιβην, ιδικως δε, την τελειαν εν πιστει των πιστευσαντων πληροφοριαν, ην ποιει παραγινομενος αορατως ο Θεος και Λογος, δι᾽ ης πας ετι καθ᾽ οτιουν σκαζων κατα την πιστιν λογισμος, κατηχουμενου τροπον, αυτων απελαυνεται· των δε πρακτικων την τελειαν απαθειαν, δι᾽ ης πας εμπαθης και αφωτιστος λογισμος της ψυχης απογινεται· των δε γνωστικων την συνεκτικην επιστημην των επεγνωσμενων, δι᾽ ης πασαι των υλικων αι εικονες της ψυχης εκδιωκονται.
Η δε κλεισις των θυρων, και η των αγιων Μυστηριων εισοδος και ο θειος ασπασμος και η του Συμβολου της πιστεως εκφωνησις, γενικως μεν δηλοι την των αισθητων παροδον και την των νοητων φανερωσιν, και την καινην του περι ημας θειου μυστηριου διδαχην, και την προς παντας παντων εαυτους τε και τον Θεον γενησομενην ομονοιας και ομογνωμοσυνης και αναγκης ταυτοτητα, και την εφ᾽ οις εσωθημεν τροποις ευχαριστιαν· ιδικως δε των μεν πιστων την απο της πλανης πιστεως εις την εν δογμασι διδαχην και μυησιν και ομοφωνιαν και ευσεβειαν προκοπην. Το γαρ πρωτον η των θυρων δηλοι κλεισις, το δευτερον δε η των αγιων εισοδος, το δε τριτον ο ασπασμος, και το (≡14__148≡> τεταρτον η εκφωνησις του Συμβολου· των δε πρακτικων, την απο πραξεως εις θεωριαν μυσαντων τας αισθησεις και εξω σαρκος και κοσμου γενομενων δια της αποβολης των κατ᾽ αυτας ενεργειων μεταθεσιν, και την απο του τροπου των εντολων εις τον λογον αυτων αναβασιν, και την αυτων των εντολων κατα τους οικειους λογους συγγενη προς τας δυναμεις της ψυχης οικειοτητα τε και ενωσιν, και την προς θεολογικην ευχαριστιαν επιτηδειον εξιν· των δε γνωστικων την απο της φυσικης θεωριας εις την των νοητων απλην κατανοησιν, καθ᾽ ην ουδαμως δι᾽ αισθησεως η τινος των φαινομενων ετι τον θειον και αρρητον μεταδιωκουσι λογον, και την προς την ψυχην των αυτης δυναμεων ενωσιν, και την κατα νουν ενοειδως συλλαμβανουσαν τον της προνοιας λογον απλοτητα.
Η δε του Τρισαγιου απαυστος των αγιων αγγελων αγιαστικη δοξολογια γενικως μεν σημαινει την αμα τε και εν ταυτω γενησομενην κατα τον αιωνα τον μελλοντα των ουρανιων και επιγειων δυναμεων ισην και πολιτειαν και αγωγην και συμφωνιαν της θειας δοξολογιας, αθανατισθεντος τοις ανθρωποις του σωματος δια της αναστασεως και μηκετι βαρουντος την ψυχην τη φθορα και βαρουμενου, αλλα δια της εις αφθαρσιαν αλλαγης προς υποδοχην παρουσιας Θεου λαβοντος και δυναμιν και επιτηδειοτητα· ιδικως δε των μεν πιστων την προς αγγελους κατα την πιστιν θεολογικην αμιλλαν, των δε πρακτικων την ισαγγελον, ως εφικτον ανθρωποις, κατα τον βιον λαμπροτητα και την ευτονιαν της θεολογικης υμνολογιας, των δε γνωστικων τας ισαγγελους κατα το δυνατον ανθρωποις περι θεοτητος νοησεις τε και υμνησεις και αεικινησιας.
 (≡14__150≡> Η δε μακαρια του μεγαλου Θεου και Πατρος επικλησις και η του "Εις αγιος" και των εξης εκφωνησις και η των αγιων και ζωοποιων μυστηριων μεταληψις, την επι πασι και επι παντων των αξιων εσομενην δια την αγαθοτητα του Θεου υμων υιοθεσιαν, ενωσιν τε και οικειοτητα και ομοιοτητα θειαν και θεωσιν δηλοι· δι᾽ ης παντα εν πασιν εσται τοις σωζομενοις αυτος ο Θεος ομοιως, ως καλλος αρχετυπον κατ᾽ αιτιαν εμπρεπων τοις αυτω δι᾽ αρετης και γνωσεως κατα χαριν ομοιως συμπρεπουσι.
Πιστους δε και εναρετους και γνωστικους εκαλει τους εισαγομενους και τους προκοπτοντας και τους τελειους, ηγουν δουλους και μισθιους και υιους, τας τρεις ταξεις των σωζομενων. Δουλοι γαρ εισι πιστοι, οι φοβω των ηπειλημενων εκπληρουντες του δεσποτου τας εντολας και τοις πιστευθεισιν ευνοϊκως επεργαζομενοι· μισθιοι δε οι ποθω των επηγγελμενων αγαθων βασταζοντες μεθ᾽ υπομονης το βαρος της ημερας και τον καυσωνα, τουτεστι την εμφυτον και συνεζευγμενην τη παρουση ζωη εκ της προπατορικης καταδικης θλιψιν και τους επ᾽ αυτη υπερ της αρετης πειρασμους, και ζωης ζωην σοφως κατ᾽ αυθαιρετον γνωμην ανταλλασσοντες, της παρουσης την μελλουσαν· υιοι δε οι μητε φοβω των ηπειλημενων, μητε ποθω των επηγγελμενων, αλλα τροπω και εξει της προς το καλον κατα γνωμην της ψυχης ροπης τε και διαθεσεως μηδεποτε του Θεου χωριζομενοι κατ᾽ εκεινον τον υιον, προς ον ειρηται "τεκνον, συ παντοτε μετ᾽ εμου ει, και τα εμα παντα σα εστι», τουτο κατα την (≡14__152≡> εν χαριτι θεσιν ενδεχομενως υπαρχοντες, οπερ ο Θεος κατα την φυσιν και αιτιαν και εστι και πιστευεται.
Μη τοινυν απολειφθωμεν της αγιας του Θεου Εκκλησιας, τοσαυτα κατα την των τελουμενων θειων συμβολων αγιαν διαταξιν της σωτηριας ημων περιεχουσης μυστηρια, δι᾽ ων εκαστον ημων καλως μαλιστα πολιτευομενον αναλογως εαυτω κατα Χριστον δημιουργουσα το δοθεν δια του αγιου βαπτισματος εν Πνευματι αγιω χαρισμα της υιοθεσιας εις φανερωσιν αγει κατα Χριστον πολιτευομενον αλλα παση δυναμει τε και σπουδη παραστησωμεν εαυτους αξιους των θειων χαρισματων δι᾽ εργων αγαθων ευαρεστουντας τω Θεω μη αναστρεφομενοι "κατα τα εθνη τα μη ειδοτα Θεον εν παθει επιθυμιας», αλλα, καθως φησιν ο αγιος Αποστολος, "νεκρωσαντες τα μελη τα επι της γης, πορνειαν, ακαθαρσιαν, παθος, επιθυμιαν κακην, και την πλεονεξιαν, ητις εστιν ειδωλολατρεια, δι᾽ α ερχεται η οργη επι τους υιους της απειθειας, οργην τε πασαν και θυμον και αισχρολογιαν και ψευδος», και, [ως] συντομως ειπειν, "παντα τον παλαιον ανθρωπον, τον φθειρομενον κατα τας επιθυμιας της απατης, αποθεμενοι συν ταις πραξεσιν αυτου και ταις επιθυμιαις, αξιως του Θεου περιπατησωμεν, του καλεσαντος ημας εις την αυτου βασιλειαν και δοξαν· ενδυσαμενοι σπλαγχνα οικτιρμου, χρηστοτητα, ταπεινοφροσυνην, πραΰτητα, μακροθυμιαν· ανεχομενοι αλληλων εν αγαπη, και χαριζομενοι εαυτοις εαν τις προς τινα εχη μομφην, καθως και ο Κυριος εχαρισατο ημιν, επι πασι (≡14__154≡> τε τον συνδεσμον τελειοτητος, την αγαπην και την ειρηνην, εις ην και εκληθημεν εν ενι σωματι», και, ινα συνελων ειπω, "τον νεον ανθρωπον, τον ανακαινουμενον εις επιγνωσιν κατ᾽ εικονα του κτισαντος αυτον».
Ουτω γαρ αν βιουντες δυνηθειημεν προς το τελος ελθειν των θειων επαγγελιων μετ᾽ ελπιδος αγαθης, "πληρωθηναι τε την επιγνωσιν του θεληματος αυτου και παση σοφια και συνεσει πνευματικη καρποφορουντες και αυξανομενοι τη επιγνωσει Κυριου, εν παση δυναμει δυναμουμενοι κατα το κρατος της δοξης αυτου, εις πασαν οικοδομην και μακροθυμιαν μετα χαρας, ευχαριστουντες τω Πατρι, τω ικανωσαντι ημας εις την μεριδα του κληρου των αγιων εν τω φωτι».
Σαφης δε της χαριτος ταυτης εστιν αποδειξις η προς το συγγενες δι᾽ ευνοιας εκουσιος συνδιαθεσις, ης εργον εστιν, ως Θεον, οικειουσθαι κατα δυναμιν τον καθ᾽ οτιουν της ημων επικουριας δεομενον ανθρωπον, και μη εαν ατημελητον και απρονοητον, αλλα σπουδη τη πρεπουση κατ᾽ ενεργειαν ενδεικνυσθαι ζωσαν την εν ημιν προς τε τον Θεον και τον πλησιον διαθεσιν. Εργον γαρ αποδειξις διαθεσεως. Ουδεν γαρ ουτε προς δικαιοσυνην ουτω ραδιον εστιν, ουτε προς θεωσιν—ιν᾽ ουτως ειπω—την προς Θεον εγγυτητα καθεστηκεν επιτηδειον, ως ελεος εκ ψυχης εις τους δεομενους μεθ᾽ ηδονης και χαρας προσφερομενος. Ει γαρ Θεον ο Λογος τον ευ παθειν δεομενον εδειξεν· (≡14__156≡> "Εφ᾽ οσον γαρ εποιησατε, φησιν, ενι τουτων των ελαχιστων, εμοι εποιησατε». Θεος δε ο ειπων, πολλω μαλλον τον ευ ποιειν δυναμενον και ποιουντα, δειξει αληθως κατα χαριν και μεθεξιν οντα Θεον, ως την αυτου της ευεργεσιας ευμιμητως ανειλημμενον ενεργειαν τε και ιδιοτητα. Και ει Θεος ο πτωχος, δια την του δι᾽ ημας πτωχευσαντος Θεου συγκαταβασιν, και εις εαυτον εκαστου συμπαθως αναδεχομενου παθη και μεχρι της συντελειας του αιωνος κατα την αναλογιαν του εν εκαστω παθους αει δι᾽ αγαθοτητα πασχοντος μυστικως, πλεον δηλονοτι κατα τον εικοτα λογον εσται Θεος, ο κατα μιμησιν του Θεου δια φιλανθρωπιαν τα των παθοντων παθη δι᾽ εαυτου θεοπρεπως εξιωμενος, και την αυτην τω Θεω κατα αναλογιαν της σωστικης προνοιας κατα διαθεσιν εχων δεικνυμενος δυναμιν.
Τις ουν αρα προς αρετην ουτω βραδυς εστι και δυσκινητος, ωστε μη εφιεσθαι θεοτητος, ουτως ευωνου τε και ευποριστου και ραδιας ουσης της κτησεως; Ασφαλης δε τουτων εστι και ασυλος φυλακη, και ευμαρης προς σωτηριαν οδος· ης, οιμαι, χωρις κατ᾽ αληθειαν ουδεν εσται των αγαθων αβλαβως τω εχοντι συντηρουμενον· η αυτοπραγια, ειτουν ιδιοπραγια, δι᾽ ης τα καθ᾽ εαυτους σκοπειν τε και διασκεπτεσθαι μονους μανθανοντες του παρ᾽ αλλων διακενης βλαβην εχειν ελευθερουμεθα. Ει γαρ εαυτους μονους οραν τε και εταζειν μαθοιμεν, ουδεποτε τοις των αλλων, ως δ᾽ αν εχοντα τυχωσιν, επιθησομεθα· γινωσκοντες ενα μονον κριτην σοφον τε και δικαιον τον Θεον, τον σοφως τε και δικαιως παντα τα γινομενα κρινοντα, καθ᾽ ον γεγενηται (≡14__158≡> λογον, αλλ᾽ ου καθ᾽ ον πεφανερωται τροπον· ον ισως αν δυναιντο και ανθρωποι κρινειν, αμυδρως εις το φαινομενον βλεποντες, περι ο ου παντως εστιν η αληθεια, ουδε των γινομενων λογος. Ο δε Θεος το αφανες τε κινημα της ψυχης, και την αορατον ορμην, και τον λογον αυτον, καθ᾽ ον ωρμηται η ψυχη, και τον του λογου σκοπον, τουτεστι το παντος πραγματος προεπινοουμενον τελος βλεπων, κρινει δικαιως, ως εφην, παντα τα παρα των ανθρωπων πραττομενα οπερ ει κατορθωσαι σπουδασομεν, και εαυτοις εαυτους περιορισομεν τοις εκτος ουκ επιφυομενοι, ουτε οραν, ουτε ακουειν, ουτε λαλειν, τον οφθαλμον, η το ους, η την γλωσσαν τα των αλλων αφησομεν, ει μεν οιον τε εστι, παντελως, ει δε μηγε, συμπαθως μαλλον, αλλ᾽ ου μη εμπαθως τουτοις ενεργειν, και εις κερδος ημετερον οραν τε και ακουειν, και λαλειν επιτρεποντες και τοσουτον μονον, οσον τω ηνιοχουντι ταυτα θειω λογω δοκει. Ουδεν γαρ τουτων των οργανων προς αμαρτιαν εστιν ευολισθοτερον, μη λογω παιδαγωγουμενων· και ουδεν παλιν προς σωτηριαν αυτων ετοιμοτερον, τασσοντος αυτα του λογου και ρυθμιζοντος και εφ᾽ α δει και βουλεται αγοντος.
Μη τοινυν αμελησωμεν κατα δυναμιν του πειθεσθαι τω Θεω, καλουντι ημας εις ζωην αιωνιον και μακαριον τελος δια της εργασιας των αυτου θειων τε και σωτηριων εντολων, ινα λαβωμεν ελεος, και χαριν ευρωμεν εις ευκαιρον βοηθειαν· "η γαρ χαρις», φησιν ο θειος Αποστολος, "μετα παντων των αγαπωντων τον Κυριον ημων Ιησουν Χριστον εν αφθαρσια», τουτεστι των μετα της κατ᾽ αρετην αφθαρσιας και της κατα τον βιον καθαρας τε και ανυποκριτου σεμνοτητος αγαπωντων τον (≡14__160≡> Κυριον εν τω ποιειν αυτου τα θεληματα και μη παραφθειροντων τι των θειων αυτου προσταγματων.
Ταυτα μεν εγω περι τουτων δια τον της υπακοης μισθον, κατα δυναμιν, ως εδιδαχθην, εξεθεμην, των μυστικωτερων τε και υψηλοτερων αψασθαι μη τολμησας· απερ ει ποθει τις γνωναι των φιλομαθων, τοις περι τουτων τω αγιω Διονυσιω τω Αρεοπαγιτη ενθεως πονηθεισιν εντυχοι και ευρησει κατ᾽ αληθειαν μυστηριων αρρητων αποκαλυψιν, δια της θειας αυτου και διανοιας και γλωττης χαρισθεισαν τω των ανθρωπων γενει, "δια τους μελλοντας κληρονομειν σωτηριαν». Και ει μεν πολυ της υμων επιθυμιας ουκ αποπεπτωκε, τω Χριστω χαρις τω χορηγω των καλων, και υμιν τοις λεχθηναι ταυτα βιασαμενοις. Ει δε μακραν που και πολυ της ελπιδος απολειπεται, τι παθω η τι δρασω, περι το λεγειν ασθενησας; Συγγνωστον γαρ, ου τιμωρητον, η ασθενεια· και αποδεκτον μαλλον, αλλ᾽ ου μεμπτον το εγχωρουν και ενδεχομενον, και μαλισθ᾽ υμιν, τοις αγαπαν δια τον Θεον προθεμενοις. Και Θεω δε φιλον το κατα δυναμιν απαν γνησιως εκ ψυχης προσαγομενον, καν μικρον συγκρισει μεγαλων υπαρχον φανησεται· ος ουδε την χηραν τα δυο λεπτα προσκομισασαν απωσατο, ητις ποτε ην η χηρα αυτη και τα δυο λεπτα, ειτε ψυχη κακιας χηρευουσα, και ωσπερ ανδρα τον παλαιον μεν αποβαλομενη νομον, ουπω δε της προς τον Λογον και Θεον ακρας συναφειας αξια, προσαγουσα δε ομως αυτω αρραβωνος (≡14__162≡> λογω ωσπερ λεπτα, τον τεως συμμετρον λογον και βιον, η πιστιν και αγαθην συνειδησιν, η την περι των καλων εξιν και ενεργειαν, η την τουτοις προσφορον θεωριαν και πραξιν, η την αναλογον γνωσιν και αρετην· η τους μικρον υπερ ταυτα, φημι δε τους εν τω φυσικω και τω γραπτω νομω λογους, ους η ψυχη κεκτημενη, κατ᾽ εκστασιν τουτων και αφεσιν ως ολου βιου και ζωης μονω συναφθηναι τω Λογω και Θεω βουλομενη προσαγει, και των κατα φυσιν και νομον βιαιων τροπων τε και θεσμων και εθων, ωσπερ ανδρων χηρευειν δεχεται, ειτε τι αλλο τουτων πνευματικωτερον, και μονοις θεωρητον τοις καθαροις την διανοιαν, δια του καθ᾽ ιστοριαν πληρωθεντος γραμματος ο λογος αινιττεται. Παντα γαρ τω κατα θεολογιαν εποπτικω συγκρινομενα λογω, τα εν ανθρωποις δοκουντα κατ᾽ αρετην ειναι μεγαλα, μικρα τυγχανει. Πλην γε οτι καν μικρα, και εξ υλης ευτελους και ου πολυ τιμιας, αλλ᾽ ουν τοις εκ χρυσου νομισμασι της εν υλαις τιμιωτερας, α προσφερουσιν οι ευπορωτεροι, κατα το ισον τον βασιλικον χαρακτηρα φεροντα, κατα [και το] πλεον ισως εχοντα της προσαγουσης την εξ ολης διαθεσεως προθεσιν.
Ταυτην καγω μιμουμενος την χηραν, Θεω τε και υμιν, ηγαπημενοι, τα μικρα ταυτα και ευτελη και εξ ευτελους και πτωχης διανοιας και γλωσσης προενηνεγμενα νοηματα τε και ρηματα ωσπερ λεπτα, περι ων εκελευσατε, προσενηνοχα, παρακαλων την ευλογημενην υμων και αγιαν ψυχην· πρωτον μεν, μηδενος ετι των παρ᾽ εμου λεγομενων εγγραφον ζητησαι σημειωσιν, —δυοιν ενεκεν· ενος μεν, οτι μηδεπω τον φοβον εκτησαμην του Θεου τον αγνον και διαμενοντα, ου δ᾽ αρετης εξιν στερεμνιον και δικαιοσυνης αληθους πηξιν σταθεραν και ασαλευτον, τα μαρτυρουντα (≡14__164≡> μαλιστα τοις λογοις το βεβαιον· ετερου δε, οτι πολλω κλυδωνι παθων ετι δικην θαλασσης αγριας περιδονουμενος και πολυ του θειου απαθειας απεχων λιμενος, και αδηλον εχων του βιου το περας, ου βουλομαι προς τοις εργοις και τον εν γραμμασι λογον εχειν κατηγορον—επειτα δε της ευπειθειας χαριν, ει δεον εστιν, αποδεξαμενοι, Χριστω με δι᾽ ευχων παραθεσθε τω μεγαλω και μονω Θεω και Σωτηρι των ημετερων ψυχων.
Ωι η δοξα και το κρατος, συν τω Πατρι και τω αγιω Πνευματι, εις τους αιωνας. Αμην.
 
 
 
ΚΕΦΑΛΑΙΑ ΠΕΡΙ ΑΓΑΠΗΣ
 
(≡14__168≡>
ΠΡΟΛΟΓΟΣ ΠΡΟΣ ΕΛΠΙΔΙΟΝ
 
 Ιδου προς τω περι ασκητικου βιου λογω και τον περι αγαπης λογον πεπομφα τη ση οσιοτητι, πατερ Ελπιδιε, εν ισαριθμοις κεφαλαιων των τεσσαρων ευαγγελιων εκατονταδων· ουδεν μεν ισως αξιον της σης προσδοκιας, της δε γε ημετερας δυναμεως ουκ ελαττον. Πλην γινωσκετω η ση αγιωσυνη οτι ουδε ταυτα της ημης εισι γεωργια διανοιας· αλλα τους των αγιων πατερων διελθων λογους κακειθεν τον εις την υποθεσιν συντεινοντα νουν αναλεξαμενος και εν ολιγοις πολλα κεφαλαιωδεστερον συναγαγων, ινα ευσυνοπτα γενωνται δια το ευμνημονευτον, απεστειλα τη ση οσιοτητι, παρακαλων ευγνωμονως αναγινωσκειν και μονην θηρευειν την εν αυτοις ωφελειαν· το δε ακαλλες των λεξεων παραβλεπειν και ευχεσθαι υπερ της εμης μετριοτητος, πασης πνευματικης ωφελειας ερημου.
Παρακαλω δε και τουτο, μη εις οχλησιν ηγεισθαι τα ειρημενα. Επιταγην γαρ πεπληρωκα· λεγω δε τουτο, επειδη οι λογοις ενοχλουντες πολλοι εσμεν σημερον· οι δε εργοις παιδευοντες η παιδευομενοι πανυ εισιν ολιγοι. Αλλα μαλλον εμπονως προσεχειν εκαστω των κεφαλαιων. Ου παντα γαρ πασιν, (≡14__170≡> ως οιμαι, εισιν ευληπτα· αλλα και πολλης τα πολλα τοις πολλοις δεομενα της συνεξετασεως, ει και δοκει απλουστερον ειρησθαι. Ισως γαρ αν τι φανειη χρησιμον τη ψυχη εξ αυτων ανακαλυπτομενον. Αναφανησεται δε παντως Θεου χαριτι τω απεριεργοις εννοιαις και μετα φοβου Θεου και αγαπης αναγινωσκοντι. Τω δε μη ωφελειας χαριν πνευματικης εντυγχανοντι η τουτω τω πονηματι η και αλλω οιωδηποτε, αλλα του λεξεις θηρευειν προς το κακιζειν τον συγγραψαμενον, ινα εαυτον εκεινου δηθεν, ως οιησει, σοφωτερον παραστηση, ουδεν ωφελιμον ουδαμοθεν ουδεποτε αναφανησεται.
 
(≡14__172≡>
ΕΚΑΤΟΝΤΑΣ ΠΡΩΤΗ
 
1.1 (α’) Αγαπη μεν εστι διαθεσις ψυχης αγαθη, καθ᾽ ην ουδεν των οντων της του Θεου γνωσεως προτιμα· αδυνατον δε εις εξιν ελθειν ταυτης της αγαπης, τον προς τι των επιγειων εχοντα προσπαθειαν.
1.2 (β’) Αγαπην μεν τικτει απαθεια· απαθειαν δε, η εις Θεον ελπις· την δε ελπιδα, υπομονη και μακροθυμια· ταυτας δε, η περιεκτικη εγκρατεια· εγκρατειαν δε, ο του Θεου φοβος· τον δε φοβον, η εις τον Κυριον πιστις.
1.3 (γ’) Ο πιστευων τω Κυριω φοβειται την κολασιν· ο δε φοβουμενος την κολασιν εγκρατευεται απο των παθων· ο δε εγκρατευομενος απο των παθων υπομενει τα θλιβερα· ο δε υπομενων τα θλιβερα εξει την εις Θεον ελπιδα· η δε εις Θεον ελπις χωριζει πασης γηινης προσπαθειας· ταυτης δε ο νους χωρισθεις εξει την εις Θεον αγαπην.
1.4 (δ’) Ο αγαπων τον Θεον παντων των υπ᾽ αυτου γεγονοτων προτιμα την γνωσιν αυτου και αδιαλειπτως δια του ποθου ταυτη προσκαρτερει.
1.5 (ε’) Ει παντα τα οντα δια του Θεου και δια τον Θεον γεγονε, κρειττων δε ο Θεος των δι᾽ αυτου γεγονοτων· ο καταλιμπανων (≡14__174≡> το κρειττον και τοις χειροσιν ενασχολουμενος δεικνυσιν εαυτον προτιμωντα του Θεου τα δι᾽ αυτου γεγονοτα.
1.6 (στ‘) Ο τη εις Θεον αγαπη τον νουν εχων προσηλωμενον παντων των ορωμενων και αυτου του σωματος ως αλλοτριου καταφρονει.
1.7 (ζ’) Ει κρειττων του σωματος η ψυχη και κρειττων του κοσμου ασυγκριτως ο κτισας αυτον Θεος, ο προτιμων της ψυχης το σωμα και του Θεου τον υπ᾽ αυτου κτισθεντα κοσμον ουδεν των ειδολολατρουντων διενηνοχεν.
1.8 (η’) Ο τον νουν της εις Θεον αγαπης και προσεδρειας αποχωρισας και τινι των αισθητων προσδεδεμενον εχων, ουτος εστιν ο προτιμων της ψυχης το σωμα και του κτισαντος Θεου τα υπ᾽ αυτου γεγονοτα.
1.9 (θ’) Ει η ζωη του νου ο φωτισμος εστι της γνωσεως, τουτον δε η εις Θεον αγαπη τικτει· καλως ουδεν της θειας αγαπης ειρηται μειζον.
1.10 (ι’) Οταν τω ερωτι της αγαπης προς τον Θεον ο νους εκδημη, τοτε ουτε εαυτου ουτε τινος των οντων πανταπασιν επαισθανεται. Υπο γαρ του θειου και απειρου φωτος καταλαμπομενος, αναισθητει προς παντα τα υπ᾽ αυτου γεγονοτα, καθαπερ και ο αισθητος οφθαλμος προς τους αστερας, του ηλιου ανατελλοντος.
1.11 (ια’) Πασαι μεν αι αρεται συνεργουσι τω νω προς τον θειον ερωτα, πλεον δε παντων η καθαρα προσευχη· δια ταυτης γαρ προς τον Θεον πτερουμενος, εξω γινεται παντων των οντων.
 (≡14__176≡> 1.12 (ιβ’) Οταν δια της αγαπης υπο της θειας γνωσεως ο νους αρπαγη και εξω των οντων γενομενος της θειας επαισθανηται απειριας, τοτε κατα τον θειον Ησαιαν υπο εκπληξεως εις συναισθησιν της εαυτου ερχομενος ταπεινοτητος μετα διαθεσεως λεγει τα του προφητου ρηματα· Ω ταλας εγω, οτι κατανενυγμαι· οτι ανθρωπος ων και ακαθαρτα χειλη εχων, εν μεσω λαου ακαθαρτα χειλη εχοντος εγω κατοικω και τον βασιλεα Κυριον Σαβαωθ ειδον τοις οφθαλμοις μου.
1.13 (ιγ’) Ο αγαπων τον Θεον ου δυναται μη και παντα ανθρωπον αγαπησαι ως εαυτον, ει και προς τα παθη δυσχεραινει των μηπω κεκαθαρμενων. Διο και την επιστροφην αυτων βλεπων και την διορθωσιν, αμετρετω και ανεκλαλητω χαιρει χαρα.
1.14 (ιδ’) Ακαθαρτος εστι ψυχη εμπαθης, λογισμων επιθυμιας και μισους πεπληρωμενη.
1.15 (ιε’) Ο ιχνος μισους βλεπων εν τη εαυτου καρδια δια οιονδηποτε πταισμα προς τον οιονδηποτε ανθρωπον, αλλοτριος τυγχανει παμπαν της εις Θεον αγαπης· διοτι η εις τον Θεον αγαπη του εις ανθρωπον μισους παντελως ουκ ανεχεται.
1.16 (ιστ’) Ο αγαπων με, φησιν ο Κυριος, τας εντολας μου τηρησει· αυτη δε εστιν η εντολη η εμη, ινα αγαπατε αλληλους. Ο ουν μη αγαπων τον πλησιον την εντολην ου τηρει· ο δε την εντολην μη τηρων ουδε τον Κυριον αγαπησαι δυναται.
1.17 (ιζ’) Μακαριος ανθρωπος, ο παντα ανθρωπον εξ ισου αγαπησαι δυνηθεις.
1.18 (ιη’) Μακαριος ανθρωπος, ο μηδενι πραγματι φθαρτω η προσκαιρω προσκειμενος.
(≡14__178≡> 1.19 (ιθ’) Μακαριος ο νους, ο παντα τα οντα περασας και της θειας ωραιοτητος αδιαλειπτως κατατρυφων.
1.20 (κ’) Ο προνοιαν της σαρκος εις επιθυμιας ποιουμενος και μνησικακιαν δια προσκαιρα προς τον πλησιον εχων, ο τοιουτος λατρευει τη κτισει παρα τον κτισαντα.
1.21 (κα’) Ο ανηδονον και ανοσον το σωμα διατηρων, συνδουλον αυτο εχει προς την των κρειττονων υπηρεσιαν.
1.22 (κβ’) Ο φευγων πασας τας κοσμικας επιθυμιας, πασης κοσμικης λυπης ανωτερον εαυτον καθιστησιν.
1.23 (κγ’) Ο τον Θεον αγαπων και τον πλησιον παντως αγαπα. Ο δε τοιουτος χρηματα τηρειν ου δυναται, αλλ᾽ οικονομει θεοπρεπως, εκαστω των δεομενων παρεχων.
1.24 (κδ’) Ο κατα μιμησιν Θεου την ελεημοσυνην ποιουμενος, ουκ οιδε διαφοραν πονηρου και αγαθου η δικαιου και αδικου εν τοις του σωματος αναγκαιοις· αλλα πασιν εξ ισου κατα την χρειαν διανεμει, ει και προτιμα δια την αγαθην προαιρεσιν του φαυλου τον εναρετον.
1.25 (κε’) Ωσπερ ο Θεος φυσει ων αγαθος και απαθης παντας μεν εξ ισου αγαπα ως εργα αυτου, αλλα τον μεν εναρετον δοξαζει, ως και τη γνωμη οικειουμενον, τον δε φαυλον δι᾽ αγαθοτητα ελεει και εν τω αιωνι τουτω παιδευων επιστρεφει· ουτω και ο τη γνωμη αγαθος και απαθης παντας ανθρωπους εξ ισου αγαπα, τον μεν εναρετον δια τε την φυσιν και την αγαθην προαιρεσιν, (≡14__180≡> τον δε φαυλον δια τε την φυσιν και την συμπαθειαν, ελεων ως αφρονα και εν σκοτει διαπορευομενον.
1.26 (κστ’) Ου μονον δια μεταδοσεως χρηματων η διαθεσις της αγαπης γνωριζεται, αλλα πολλω μαλλον δια μεταδοσεως λογου Θεου και σωματικης διακονιας.
1.27 (κζ’) Ο τοις του κοσμου πραγμασι γνησιως αποταξαμενος και τω πλησιον δια της αγαπης ανυποκριτως δουλευων, παντος παθους ταχεως ελευθερουται και της θειας αγαπης και γνωσεως μετοχος καθισταται.
1.28 (κη’) Ο την θειαν αγαπην εν εαυτω κτησαμενος ου κοπια κατακολουθων οπισω Κυριου του Θεου αυτου, κατα τον θειον Ιερεμιαν· αλλα παντα πονον ονειδισμον τε και υβριν φερει γενναιως, μηδενι το συνολον κακον λογιζομενος.
1.29 (κθ’) Οταν υβριστης παρα τινος η εν τινι εξουδενωθης, τοτε προσεχε απο των λογισμων της οργης, μη σε της αγαπης δια της λυπης χωρισαντες εν τη χωρα του μισους καταστησωσιν.
1.30 (λ’) Οταν εφ᾽ υβρει η ατιμια σφοδρα πονησης, γινωσκε σεαυτον μεγαλως ωφεληθεντα, της κενοδοξιας δια της ατιμιας οικονομικως απο σου εκβληθεισης.
1.31 (λα’) Ωσπερ μνημη πυρος ου θερμαινει το σωμα, ουτω πιστις ανευ αγαπης ουκ ενεργει εις ψυχην τον της γνωσεως φωτισμον.
1.32 (λβ’) Ωσπερ το φως του ηλιου τον υγιη οφθαλμον προς εαυτον εφελκεται, ουτω και η γνωσις του Θεου τον καθαρον νουν φυσικως δια της αγαπης προς εαυτον επισπαται.
 (≡14__182≡> 1.33 (λγ’) Νους εστι καθαρος, ο αγνοιας χωρισθεις και υπο του θειου φωτος καταλαμπομενος.
1.34 (λδ’) Ψυχη εστι καθαρα, η παθων ελευθερωθεισα και υπο της θειας αγαπης αδιαλειπτως ευφραινομενη.
1.35 (λε’) Παθος εστι ψεκτον κινησις ψυχης παρα φυσιν.
1.36 (λστ’) Απαθεια εστιν ειρηνικη καταστασις ψυχης, καθ᾽ ην δυσκινητος γινεται προς κακιαν.
1.37 (λζ’) Ο τους καρπους της αγαπης δια σπουδης κτησαμενος, ου μετατιθεται ταυτης, καν μυρια πασχη κακα. Και πειθετω σε Στεφανος, ο του Χριστου μαθητης και οι κατ᾽ αυτον και αυτος υπερ των φονευτων ευχομενος και συγγνωμην παρα του Πατρος ως αγνοουσιν αιτουμενος.
1.38 (λη’) Ει της αγαπης εστι το μακροθυμειν και χρηστευεσθαι, ο θυμομαχων και πονηρευομενος αλλοτριος δηλονοτι της αγαπης καθισταται· ο δε της αγαπης αλλοτριος του Θεου εστιν αλλοτριος, ειπερ ο Θεος αγαπη εστι.
1.39 (λθ’) Μη ειπητε, φησιν ο θειος Ιερεμιας, οτι ναος Κυριου εστι. Και συ μη ειπης, οτι η ψιλη πιστις εις τον Κυριον υμων Ιησουν Χριστον δυναται με σωσαι. Αμηχανον γαρ τουτο, εαν μη και την αγαπην την εις αυτον δια των εργων κτηση. Το γαρ ψιλως πιστευειν, και τα δαιμονια πιστευουσι και φρισσουσι.
1.40 (μ’) Εργον αγαπης εστιν η εις τον πλησιον εκ διαθεσεως ευεργεσια (≡14__184≡> και μακροθυμια και υπομονη και το μετα ορθου λογου χρησασθαι πασι τοις πραγμασι.
1.41 (μα’) Ο αγαπων τον Θεον ου λυπει ουδε λυπειται προς τινα δια προσκαιρα· μιαν δε λυπην και λυπει και λυπειται σωτηριον, ην ο μακαριος Παυλος και ελυπηθη και ελυπησε τους Κορινθιους.
1.42 (μβ’) Ο αγαπων τον Θεον αγγελικον βιον επι της γης ζη, νηστευων και αγρυπνων και ψαλλων και προσευχομενος και περι παντος ανθρωπου αει καλα λογιζομενος.
1.43 (μγ’) Ει ουτινος τις επιθυμει, τουτου και τυχειν αγωνιζεται· παντων δε των αγαθων και επιθυμητων αγαθωτερον το θειον και επιθυμητοτερον ασυγκριτως· ποσην αρα σπουδην οφειλομεν ενδειξασθαι, ινα τουτου του φυσει αγαθου και επιθυμητου τυχωμεν.
1.44 (μδ’) Μη μολυνης την σαρκα σου εν αισχραις πραξεσι και μη μιανης την ψυχην σου εν πονηροις λογισμοις· και η ειρηνη του Θεου επελευσεται επι σε την αγαπην φερουσα.
1.45 (με’) Αικιζε την σαρκα σου ασιτια και αγρυπνια και σχολασον αοκνως ψαλμωδια και προσευχη· και ο αγιασμος της σωφροσυνης επελευσεται επι σε την αγαπην φερων.
1.46 (μστ’) Ο της θειας καταξιωθεις γνωσεως και τον ταυτης φωτισμον δια της αγαπης κτησαμενος, ου ριπισθησεται ποτε υπο του της κενοδοξιας πνευματος· ο δε ταυτης μηπω καταξιωθεις, ευχερως υπ᾽ αυτης περιφερεται. Εαν ουν ο τοιουτος εν πασι τοις υπ᾽ αυτου πραττομενοις προς τον Θεον αποβλεψη, ως δι᾽ αυτον παντα ποιων, ραδιως συν Θεω εκφευξεται αυτην.
1.47 (μζ’) Ο μηπω τυχων της θειας γνωσεως της δι᾽ αγαπης ενεργουμενης, (≡14__186≡> μεγα φρονει επι τοις υπ᾽ αυτου κατα Θεον πραττομενοις. Ο δε ταυτης τυχειν καταξιωθεις, μετα διαθεσεως λεγει τα του πατριαρχου Αβρααμ ρηματα, απερ ηνικα της θειας κατηξιωθη επιφανειας ειπεν· Εγω ειμι γη και σποδος.
1.48 (μη’) Ο φοβουμενος τον Κυριον, συνομιλον αει εχει την ταπεινοφροσυνην και δια των ταυτης ενθυμηματων εις την θειαν αγαπην και ευχαριστιαν ερχεται. Μνημονευει γαρ της κατα τον κοσμον προτερας διαγωγης και των ποικιλων παραπτωματων και των εκ νεοτητος συμβαντων αυτω πειρασμων, και πως παντων εκεινων ερρυσατο αυτον ο Κυριος και μετεστησεν απο της εμπαθους ζωης εις τον κατα Θεον βιον. Και συν τω φοβω προσλαμβανεται και την αγαπην, ευχαριστων αει μετα ταπεινοφροσυνης πολλης τω ευεργετη και κυβερνητη της ζωης ημων.
1.49 (μθ’) Μη ρυπωσης τον νουν σου λογισμων ανεχομενος επιθυμιας και θυμου, ινα μη της καθαρας προσευχης εκπεσων τω της ακηδιας πνευματι περιπεσης.
1.50 (ν’) Το τηνικαυτα ο νους της προς Θεον παρρησιας εκπιπτει, οπηνικα πονηροις η ρυπαροις λογισμοις συνομιλος γενηται.
1.51 (να’) Ο μεν αφρων υπο των παθων αγομενος, οτε μεν υπο του θυμου κινουμενος εκταρασσεται, φευγειν αλογιστως τους αδελφους επειγεται· οτε δε παλιν υπο της επιθυμιας εκθερμαινεται, μεταμελομενος αυθις προστρεχων απαντα. Ο δε φρονιμος επ᾽ αμφοτερων τουναντιον ποιει· επι μεν γαρ του θυμου, τας αιτιας της ταραχης εκκοψας, της προς τους αδελφους λυπης εαυτον απαλλαττει· επι δε της επιθυμιας, της αλογου ορμης και συντυχιας εγκρατευεται.
 (≡14__188≡> 1.52 (νβ’) Εν τω καιρω των πειρασμων μη καταλιπης το μοναστηριον σου, αλλα φερε γενναιως τα κυματα των λογισμων και μαλιστα των της λυπης και της ακηδιας. Ουτω γαρ οικονομικως δια των θλιψεων δοκιμασθεις, εξεις βεβαιαν την εις Θεον ελπιδα. Εαν δε καταλιμπανης, αδοκιμος και ανανδρος και αστατος ευρεθηση.
1.53 (νγ’) Εαν θελης της κατα Θεον αγαπης μη εκπεσειν, μητε τον αδελφον αφης κοιμηθηναι λυπουμενον κατα σου μητε συ κοιμηθης λυπουμενος κατ᾽ αυτου· αλλ᾽ υπαγε, διαλλαγηθι τω αδελφω σου και ελθων προσφερε Χριστω καθαρω τω συνειδοτι δι᾽ εκτενους προσευχης το δωρον της αγαπης.
1.54 (νδ’) Ει ο παντα τα χαρισματα του Πνευματος εχων, αγαπην δε μη εχων, ουδεν ωφελειται, κατα τον θειον Αποστολον· πασην οφειλομεν ενδειξασθαι σπουδην, ινα ταυτην κτησωμεθα.
1.55 (νε’) Ει η αγαπη τω πλησιον κακον ουκ εργαζεται, ο φθονων τω αδελφω και λυπουμενος τη ευδοκιμησει αυτου και σκωμμασι χραινων την υποληψιν αυτου η εν τινι κακοηθεια επιβουλευων αυτω, πως ουκ αλλοτριον εαυτον της αγαπης καθιστησι και ενοχον της αιωνιου κρισεως;
1.56 (νστ’) Ει πληρωμα νομου η αγαπη, ο μνησικακων τω αδελφω και δολους κατ᾽ αυτου σκευαζων και κατευχομενος αυτου και επιχαιρων τω πτωματι αυτου, πως ου παρανομος εστι και της αιωνιου κολασεως αξιος;
1.57 (νζ’) Ει ο καταλαλων αδελφου και κρινων αδελφον, καταλαλει (≡14__190≡> νομου και κρινει νομον· ο δε νομος του Χριστου εστιν η αγαπη· πως της αγαπης του Χριστου ο καταλαλος ουκ εκπιπτει και αιτιος εαυτω γινεται κολασεως αιωνιου;
1.58 (νη’) Μη δως την ακοην σου τη γλωσση του καταλαλου μηδε την γλωσσαν σου τη ακοη του φιλοψογου, ηδεως λαλων η ακουων κατα του πελας, ινα μη εκπεσης της θειας αγαπης και αλλοτριος ευρεθης της αιωνιου ζωης.
1.59 (νθ’) Μη καταδεχου κατα του Πατρος σου λοιδοριαν μηδε προθυμοποιησης τον ατιμαζοντα αυτον, ινα μη οργισθη Κυριος επι τοις εργοις σου και εξολοθρευση σε εκ της γης των ζωντων.
1.60 (ξ’) Επιστομιζε τον καταλαλουντα εν ακοαις σου, ινα μη διπλην αμαρτιαν συν αυτω αμαρτανης και σαυτον ολεθριω παθει εθιζων κακεινον κατα του πλησιον φλυαρειν ουκ ανακοπτων.
1.61 (ξα’) Εγω δε λεγω υμιν, φησιν ο Κυριος· Αγαπατε τους εχθρους υμων, καλως ποιειτε τοις μισουσιν υμας, προσευχεσθε υπερ των επηρεαζοντων υμας. Δια τι ταυτα προσεταξεν; Ινα σε μισους και λυπης και οργης και μνησικακιας ελευθερωση και του μεγιστου κτηματος της τελειας αγαπης καταξιωση· ην αμηχανον εχειν τον μη παντας ανθρωπους εξ ισου αγαπωντα κατα μιμησιν Θεου, του παντας ανθρωπους εξ ισου αγαπωντος και θελοντος σωθηναι και εις επιγνωσιν αληθειας ελθειν.
 (≡14__192≡> 1.62 (ξβ’) Εγω δε λεγω υμιν μη αντιστηναι τω πονηρω· αλλ᾽ οστις σε ραπισει επι την δεξιαν σιαγονα, στρεψον αυτω και την αλλην· και τω θελοντι σοι κριθηναι και τον χιτωνα σου λαβειν, αφες αυτω και το ιματιον· και τω αγγαρευοντι σε μιλιον εν, υπαγε μετ᾽ αυτου δυο. Δια τι; Ινα σε αοργητον και αλυπον διαφυλαξη κακεινον δια της σης ανεξικακιας παιδευση και αμφοτερους ως αγαθος υπο τον ζυγον της αγαπης αγαγη.
1.63 (ξγ’) Προς απερ πραγματα ποτε πεπονθαμεν, τουτων και τας φαντασιας εμπαθεις περιφερομεν. Ο ουν τας εμπαθεις νικων φαντασιας, και των πραγματων ων αι φαντασιαι παντως καταφρονει· επειδη του προς τα πραγματα πολεμου ο προς τας μνημας τοσουτον εστι χαλεπωτερος, οσον του κατ᾽ ενεργειαν αμαρτανειν το κατα διανοιαν εστιν ευκοπωτερον.
1.64 (ξδ’) Των παθων τα μεν εστι σωματικα, τα δε ψυχικα. Και τα μεν σωματικα εκ του σωματος εχει τας αφορμας· τα δε ψυχικα, εκ των εξωθεν πραγματων. Αμφοτερα δε περικοπτει αγαπη και εγκρατεια· η μεν, τα ψυχικα· η δε, τα σωματικα.
1.65 (ξε’) Τα μεν των παθων, θυμικου· τα δε του επιθυμητικου μερους της ψυχης τυγχανει. Αμφοτερα δε δια των αισθησεων κινειται· τοτε δε κινειται, οτε αγαπης η ψυχη και εγκρατειας εκτος ευρισκεται.
1.66 (ξστ’) Δυσκαταγωνιστα μαλλον τα του θυμικου μερους της ψυχης παθη παρα τα του επιθυμητικου τυγχανει· διο και μειζον το φαρμακον κατ᾽ αυτου η εντολη της αγαπης υπο του Κυριου εδοθη.
1.67 (ξζ’) Παντα τα αλλα παθη η του θυμικου μερους της ψυχης η (≡14__194≡> του επιθυμητικου μονον εφαπτεται η και του λογιστικου, ως η ληθη και η αγνοια· η δε ακηδια, πασων των της ψυχης δυναμεων επιδραττομενη, παντα σχεδον ομοθυμαδον κινει τα παθη· διο και παντων των αλλων παθων εστι βαρυτατον. Καλως ουν ο Κυριος το κατ᾽ αυτης φαρμακον δεδωκως· Εν τη υπομονη υμων, λεγει, κτησασθε τας ψυχας υμων.
1.68 (ξη’) Μη πληξης ποτε τινα των αδελφων, παραλογως μαλιστα, μηποτε μη φερων την θλιψιν αναχωρηση και ου μη εκφευξη ποτε τον ελεγχον του συνειδοτος, αει σοι λυπην εν τω καιρω της προσευχης προξενουντα και της θειας παρρησιας τον νουν απελαυνοντα.
1.69 (ξθ’) Μη ανασχη των σκανδαλα σοι φερουσων υπονοιων η και ανθρωπων κατα τινων· οι γαρ παραδεχομενοι σκανδαλα εν οιω δηποτε τροπω των κατα προαιρεσιν η παρα προαιρεσιν συμβαινοντων, ουκ ισασι την οδον της ειρηνης, την φερουσαν δια της αγαπης εις την γνωσιν του Θεου τους ταυτης εραστας.
1.70 (ο’) Ουπω εχει τελειαν την αγαπην ο ετι ταις γνωμαις των ανθρωπων συνδιατιθεμενος, οιον τον μεν αγαπων, τον δε μισων δια τοδε η τοδε· η και τον αυτον ποτε μεν αγαπων, ποτε δε μισων δια τας αυτας αιτιας.
1.71 (οα’) Η τελεια αγαπη ου συνδιασχιζει την μιαν των ανθρωπων φυσιν ταις διαφοροις αυτων γνωμαις, αλλ᾽ εις αυτην αει αποβλεπομενη παντας ανθρωπους εξ ισου αγαπα· τους μεν σπουδαιους ως φιλους, τους δε φαυλους ως εχθρους αγαπα, ευεργετουσα και μακροθυμουσα και υπομενουσα τα παρ᾽ αυτων επαγομενα· το κακον το συνολον μη λογιζομενη, αλλα και πασχουσα υπερ αυτων, ει καιρος καλεσειεν, ινα και αυτους ποιηση φιλους, ει οιον (≡14__196≡> τε· ει δε μη, της γε ιδιας διαθεσεως ουκ εκπιπτει, τους της αγαπης καρπους αει εξ ισου προς παντας ανθρωπους ενδεικνυμενη. Διο και ο Κυριος ημων και Θεος Ιησους Χριστος, την αυτου αγαπην εις ημας ενδειξαμενος, υπερ ολης της ανθρωποτητος επαθεν και πασιν εξ ισου την ελπιδα της αναστασεως εχαρισατο· ει και εκαστος εαυτον ειτε δοξης ειτε κολασεως καθιστησιν αξιον.
1.72 (οβ’) Ο μη καταφρονων δοξης και ατιμιας, πλουτου και πενιας, ηδονης τε και λυπης, τελειαν αγαπην ουπω εκτησατο· η γαρ τελεια αγαπη ου μονον τουτων καταφρονει, αλλα και αυτης της προσκαιρου ζωης και του θανατου.
1.73 (ογ’) Ακουε των καταξιωθεντων της τελειας αγαπης ποια λεγουσι· Τις ημας χωρισει απο της αγαπης του Χριστου; Θλιψις η στενοχωρια η διωγμος η λιμος η γυμνοτης η κινδυνος η μαχαιρα; Καθως γεγραπται, οτι ενεκα σου θανατουμεθα ολην την ημεραν· ελογισθημεν ως προβατα σφαγης. Αλλ᾽ εν τουτοις πασιν υπερνικωμεν δια του αγαπησαντος ημας. Πεπεισμαι γαρ οτι ουτε θανατος ουτε ζωη ουτε αγγελοι ουτε αρχαι ουτε δυναμεις ουτε ενεστωτα ουτε μελλοντα ουτε υψωμα ουτε βαθος ουτε τις κτισις ετερα δυνησεται ημας χωρισαι απο της αγαπης του Θεου της εν Χριστω Ιησου τω Κυριω ημων· και ταυτα μεν περι της εις Θεον αγαπης και λεγοντες και πραττοντες εισι παντες οι αγιοι.
1.74 (οδ’) Περι δε της εις τον πλησιον αγαπης ακουε παλιν οια λεγουσιν. Αληθειαν λεγω εν Χριστω, ου ψευδομαι, συμμαρτυρουσης μοι και της συνειδησεως μου εν Πνευματι αγιω· οτι λυπη μοι εστι πολλη και αδιαλειπτος οδυνη τη καρδια μου. Ηυχομην (≡14__198≡> γαρ αναθεμα ειναι αυτος εγω απο του Χριστου υπερ των αδελφων μου, των συγγενων μου κατα σαρκα, οιτινες εισιν Ισραηλιται· και τα εξης. Ωσαυτως και ο Μωυσης και οι λοιποι αγιοι.
1.75 (οε’) Ο μη καταφρονων δοξης και ηδονης και της των τουτων αυξητικης και δι᾽ αυτας συνισταμενης φιλαργυριας, τας του θυμου προφασεις κοπτειν ου δυναται· ο δε ταυτας μη κοπτων, της τελειας αγαπης τυχειν ου δυναται.
1.76 (οστ’) Ταπεινωσις και κακοπαθεια πασης αμαρτιας ελευθερουσι τον ανθρωπον· η μεν, τα της ψυχης· η δε, τα του σωματος περικοπτουσα παθη. Τουτο γαρ ποιων και ο μακαριος Δαβιδ φαινεται, εν οις ευχεται προς τον Θεον λεγων· Ιδε την ταπεινωσιν μου και τον κοπον μου και αφες πασας τας αμαρτιας μου.
1.77 (οζ’) Δια μεν των εντολων ο Κυριος απαθεις τους εργαζομενους αυτας αποτελει· δια δε των θειων δογματων τον φωτισμον της γνωσεως αυτοις χαριζεται.
1.78 (οη’) Παντα τα δογματα η περι Θεου εισιν η περι ορατων και αορατων η περι της εν αυτοις προνοιας και κρισεως.
1.79 (οθ’) Η μεν ελεημοσυνη το θυμικον μερος της ψυχης θεραπευει· η δε νηστεια την επιθυμιαν μαραινει· η δε προσευχη τον νουν καθαιρει και προς την των οντων θεωριαν παρασκευαζει. Προς γαρ τας δυναμεις της ψυχης και τας εντολας ο Κυριος ημιν εχαρισατο.
1.80 (π’) Μαθετε απ᾽ εμου, φησιν, οτι πραος ειμι και ταπεινος τη καρδια, και τα εξης. Η μεν πραοτης αταραχον τον θυμον διαφυλαττει· (≡14__200≡> η δε ταπεινωσις τυφου και κενοδοξιας τον νουν ελευθεροι.
1.81 (πα’) Διττος εστιν ο του Θεου φοβος· ο μεν εκ των απειλων της κολασεως ημιν εντικτομενος, δι᾽ ον η εγκρατεια και η υπομονη και η εις Θεον ελπις και η απαθεια, εξ ης η αγαπη, κατα ταξιν ημιν εγγινονται· ο δε αυτη τη αγαπη συνεζευκται, ευλαβειαν τη ψυχη αει εμποιων, ινα μη δια την της αγαπης παρρησιαν εις καταφρονησιν Θεου ελθη.
1.82 (πβ’) Τον μεν πρωτον φοβον εξω βαλλει η τελεια αγαπη της ψυχης της κεκτημενης αυτην, μηκετι την κολασιν φοβουμενην· τον δε δευτερον εαυτη εχει αει, ως ειρηται, συνεζευγμενον. Και τω μεν πρωτω φοβω αρμοζει το· Τω φοβω Κυριου εκκλινει πας απο κακου, και· Αρχη σοφιας, φοβος Κυριου. Τω δε δευτερω το· Ο φοβος Κυριου αγνος, διαμενων εις αιωνα αιωνος, και το· Ουκ εστιν υστερημα τοις φοβουμενοις αυτον.
1.83 (πγ’) Νεκρωσατε ουν τα μελη υμων τα επι της γης· πορνειαν, ακαθαρσιαν, παθος, επιθυμιαν κακην και την πλεονεζιαν, και τα εξης. Γην μεν ωνομασε το φρονημα της σαρκος· πορνειαν δε ειπε την κατ᾽ ενεργειαν αμαρτιαν· ακαθαρσιαν δε την συγκαταθεσιν εκαλεσε· παθος δε τον εμπαθη λογισμον ωνομασεν· επιθυμιαν δε κακην την ψιλην του λογισμου της επιθυμιας παραδοχην· πλεονεξιαν δε την γεννητικην τε και αυξητικην του παθους ωνομασεν υλην. Ταυτα ουν παντα ως μελη οντα του φρονηματος της σαρκος εκελευσεν ο θειος Αποστολος νεκρωσαι.
(≡14__202≡> 1.84 (πδ’) Πρωτον μεν η μνημη ψιλον τον λογισμον επι τον νουν αναφερει· και τουτου εγχρονιζοντος, κινει το παθος· τουτου δε μη αναιρουμενου, καμπτει τον νουν εις συγκαταθεσιν· ταυτης δε γενομενης, ερχεται λοιπον εις την κατ᾽ ενεργειαν αμαρτιαν. Ο ουν πανσοφος Αποστολος προς τους απο εθνων γραφων, το αποτελεσμα πρωτον κελευει αναιρειν της αμαρτιας· ειτα κατα ταξιν αναποδιζοντας, εις την αιτιαν καταληγειν. Η δε αιτια εστιν η γεννητικη, ως προειρηται, και αυξητικη του παθους πλεονεξια. Οιμαι δε ενταυθα την γαστριμαργιαν σημαινειν ως μητερα και τροφον της πορνειας υπαρχουσαν. Η γαρ πλεονεξια ου μονον επι χρηματων, αλλα και επι βρωματων κακη· ωσπερ και η εγκρατεια ου μονον επι βρωματων, αλλα και επι χρηματων καλη.
1.85 (πε’) Ωσπερ στρουθιον τον ποδα δεδεμενον αρχομενον πετεσθαι, επι την γην κατασπαται, τω σχοινιω ελκομενον· ουτω και ο νους μηπω απαθειαν κτησαμενος και επι την των ουρανιων γνωσιν πετομενος, υπο των παθων καθελκομενος επι την γην κατασπαται.
1.86 (πστ’) Οταν ο νους τελειως των παθων ελευθερωθη, τοτε επι την θεωριαν των οντων αμεταστρεπτι οδευει, επι την γνωσιν της αγιας Τριαδος την πορειαν ποιουμενος.
1.87 (πζ’) Καθαρος υπαρχων ο νους, τα νοηματα των πραγματων αναλαμβανων εις την πνευματικην θεωριαν αυτων κινειται· ακαθαρτος δε εκ ραθυμιας γεγονως, τα μεν των λοιπων πραγματων νοηματα ψιλα φανταζεται, τα δε ανθρωπινα δεχομενος εις αισχρους η πονηρους λογισμους μετατρεπεται.
1.88 (πη’) Οταν αει εν τω καιρω της προσευχης μηδεν των του κοσμου (≡14__204≡> νοηματων διενοχληση τω νω, τοτε γινωσκε σαυτον μη εξω ειναι των ορων της απαθειας.
1.89 (πθ’) Οταν η ψυχη αρχηται της ιδιας υγιειας επαισθανεσθαι, τοτε και τας εν τοις υπνοις φαντασιας ψιλας και αταραχους αρχεται βλεπειν.
1.90 (ƒ‘) Ωσπερ τον αισθητον οφθαλμον η καλλονη των ορατων, ουτω και τον καθαρον νουν η γνωσις των αορατων προς εαυτην επισπαται· αορατα δε λεγω τα ασωματα.
1.91 (ƒα’) Μεγα μεν το προς τα πραγματα μη πασχειν· μειζον δε πολλω το προς τας φαντασιας αυτων απαθη διαμειναι. Διοτι ο δια των λογισμων προς ημας των δαιμονων πολεμος του δια των πραγματων πολεμου εστι χαλεπωτερος.
1.92 (ƒβ’) Ο τας αρετας κατορθωσας και τη γνωσει πλουτησας, ως φυσικως λοιπον τα πραγματα διορων, παντα κατα τον ορθον λογον και πραττει και διαλεγεται, το συνολον μη παρατρεπομενος. Εκ γαρ του ευλογως η αλογως τοις πραγμασι χρησασθαι η εναρετοι η φαυλοι γινομεθα.
1.93 (ƒγ’) Σημειον ακρας απαθειας το ψιλα τα νοηματα των πραγματων αει αναβαινειν επι την καρδιαν και εγρηγοροτος του σωματος και κατα τους υπνους.
1.94 (ƒδ’) Δια μεν της εργασιας των εντολων τα παθη ο νους αποδυεται· δια δε της των ορατων πνευματικης θεωριας, τα εμπαθη των πραγματων νοηματα· δια δε της των αορατων γνωσεως, την των ορατων θεωριαν· ταυτην δε, δια της γνωσεως της αγιας Τριαδος.
(≡14__206≡> 1.95 (ƒε’) Ωσπερ ο ηλιος ανατελλων και τον κοσμον φωτιζων δεικνυσι τε εαυτον και τα υπ᾽ αυτου φωτιζομενα πραγματα· ουτω και ο της δικαιοσυνης ηλιος τω καθαρω νω ανατελλων και εαυτον δεικνυσι και παντων των υπ᾽ αυτου γεγονοτων και γενησομενων τους λογους.
1.96 (ƒστ‘) Ουκ εκ της ουσιας αυτου τον Θεον γινωσκομεν, αλλ᾽ εκ της μεγαλουργιας αυτου και προνοιας των οντων· δια τουτων γαρ ως δι᾽ εσοπτρων την απειρον αγαθοτητα και σοφιαν και δυναμιν κατανοουμεν.
1.97 (ƒζ’) Ο καθαρος νους η εν τοις ψιλοις νοημασι των ανθρωπινων πραγματων ευρισκεται η εν τη των ορατων φυσικη θεωρια η εν τη των αορατων η εν τω φωτι της αγιας Τριαδος.
1.98 (ƒη’) Εν μεν τη των ορατων θεωρια γενομενος ο νους η τους φυσικους αυτων λογους ερευνα η τους δι᾽ αυτων σημαινομενους η αυτην την αιτιαν ζητει.
1.99 (ƒθ’) Εν δε τη των αορατων διατριβων τους τε φυσικους αυτων λογους ζητει και την αιτιαν της γενεσεως αυτων και τα τουτοις ακολουθα και τις η περι αυτους προνοια και κρισις.
1.100 (ρ’) Εν δε Θεω γενομενος, τους περι της ουσιας αυτου πρωτον λογους ζητει μεν υπο του ποθου φλεγομενος, ουκ εκ των κατ᾽ αυτον δε παραμυθιαν ευρισκει· αμηχανον γαρ τουτο και ανενδεκτον παση γενετη φυσει εξ ισου. Εκ δε των περι αυτον παραμυθειται, λεγω δη των περι αϊδιοτητος, απειριας τε και (≡14__208≡> αοριστιας, αγαθοτητος τε και σοφιας και δυναμεως δημιουργικης τε και προνοητικης και κριτικης των οντων. Και τουτο παντη καταληπτον αυτου μονον, η απειρια· και αυτο το μηδεν γινωσκειν, υπερ νουν γινωσκειν, ως που οι θεολογοι ανδρες ειρηκασι Γρηγοριος τε και Διονυσιος. 
 
(≡14__210≡>
ΕΚΑΤΟΝΤΑΣ ΔΕΥΤΕΡΑ
 
2.1 (α’) Ο γνησιως τον Θεον αγαπων, ουτος και απερισπαστως παντως προσευχεται· και ο απερισπαστως παντως προσευχομενος, ουτος και γνησιως τον Θεον αγαπα. Ουκ ευχεται δε απερισπαστως ο τινι των επιγειων εχων τον νουν προσηλωμενον· ουκ αρα αγαπα τον Θεον ο τινι των επιγειων εχον τον νουν προσδεδεμενον.
2.2 (β’) Ο νους πραγματι χρονιζων αισθητω παθος εχει παντως προς αυτο, οιον επιθυμιας η λυπης η οργης η μνησικακιας· και ει μη του πραγματος εκεινου καταφρονει, του παθους εκεινου ελευθερουσθαι ου δυναται.
2.3 (γ’) Τα μεν παθη του νου κρατουντα συνδεσμουσιν αυτον τοις πραγμασι τοις υλικοις· και του Θεου χωρισαντα αυτοις ενασχολεισθαι ποιουσιν. Η δε του Θεου αγαπη κρατησασα λυει αυτον των δεσμων, περιφρονειν πειθουσα ου μονον των αισθητων πραγματων, αλλα και αυτης ημων της προσκαιρου ζωης.
2.4 (δ’) Εργον των εντολων, ψιλα ποιειν τα των πραγματων νοηματα· αναγνωσεως δε και θεωριας, αϋλον και ανειδεον τον νουν απεργαζεσθαι· εκ δε τουτου συμβαινει το απερισπαστως προσευχεσθαι.
 (≡14__212≡> 2.5 (ε’) Ουκ αρκει η πρακτικη μεθοδος προς το τελειως τον νουν των παθων ελευθερωθηναι, ωστε δυνηθηναι αυτον απερισπαστως προσευχεσθαι, ει μη και διαφοροι αυτον διαδεχονται πνευματικαι θεωριαι. Η μεν γαρ ακρασιας και μισους μονον τον νουν ελευθεροι, αι δε και ληθης και αγνοιας αυτον απαλλαττουσι· και ουτω δυνησεται ως δει προσευχεσθαι.
2.6 (στ‘) Της καθαρας προσευχης δυο εισιν ακροταται καταστασεις· η μεν τοις πρακτικοις, η δε τοις θεωρητικοις επισυμβαινουσα. Και η μεν εκ φοβου Θεου και ελπιδος αγαθης τη ψυχη εγγινεται· η δε, απο θειου ερωτος και ακροτατης καθαρσεως. Γνωρισματα δε του μεν πρωτου μετρου, το εντος συναγαγειν τον νουν εκ παντων των του κοσμου νοηματων και ως αυτω αυτου παρισταμενου του Θεου, ωσπερ και παρεστη, ποιεισθαι τας προσευχας απερισπαστως και ανενοχλητως· του δε δευτερου, το εν αυτη τη ορμη της προσευχης αρπαγηναι τον νουν υπο του θειου και απειρου φωτος και μητε εαυτου μητε τινος αλλου των οντων το συνολον επαισθανεσθαι, ει μη μονου του δια της αγαπης εν αυτω την τοιαυτην ελλαμψιν ενεργουντος. Τοτε δε και περι τους περι Θεου λογους κινουμενος, καθαρας και τρανας τας περι αυτου λαμβανει εμφασεις.
2.7 (ζ’) Ο τις αγαπα, τουτο και αντεχεται παντως και παντων των προς τουτο εμποδιζοντων αυτω καταφρονει, ινα μη αυτου στερηθη· και ο τον Θεον αγαπων επιμελειται καθαρας προσευχης και παν παθος προς τουτο εμποδιζον αυτω αποβαλλει εξ εαυτου.
2.8 (η’) Ο την μητερα των παθων αποβαλων φιλαυτιαν, και τα λοιπα ευχερως συν Θεω αποτιθεται, οιον οργην, λυπην, μνησικακιαν (≡14__214≡> και τα εξης· ο δε υπο του προτερου κρατουμενος, υπο των δευτερων καν μη θελη τιτρωσκεται. Φιλαυτια δε εστι το προς το σωμα παθος.
2.9 (θ’) Δια τας πεντε ταυτας αιτιας οι ανθρωποι αγαπωσιν αλληλους ειτε επαινετως ειτε ψεκτως· οιον η δια τον Θεον, ως ο εναρετος παντας και ως ο τον εναρετον καν μηπω εναρετος· η δια φυσιν, ως οι γονεις τα τεκνα και εμπαλιν· η δια κενοδοξιαν, ως ο δοξαζομενος τον δοξαζοντα· η δια φιλαργυριαν, ως ο τον πλουσιον δια ληψιν· η δια φιληδονιαν, ως ο την γαστερα θεραπευομενος και τα υπογαστρια. Και η μεν πρωτη, επαινετη· η δε δευτερα, μεση· αι δε λοιπαι, εμπαθεις.
2.10 (ι’) Εαν τινας μεν μισης, τινας δε ουδε αγαπας ουδε μισης· ετερους δε αγαπας, αλλα συμμετρως, αλλους δε σφοδρα αγαπας· εκ ταυτης της ανισοτητος γνωθι οτι μακραν ει της τελειας αγαπης, ητις υποτιθεται παντα ανθρωπον εξ ισου αγαπησαι.
2.11 (ια’) Εκκλινον απο κακου και ποιησον αγαθον. Τουτεστι· πολεμησον τους εχθρους, ινα μειωσης τα παθη· επειτα δε νηφε, ινα μη αυξησωσι. Και παλιν· πολεμησον, ινα κτηση τας αρετας, και μετεπειτα νηφε, ινα αυτας διαφυλαξης. Και τουτο αν ειη το εργαζεσθαι και φυλασσειν.
2.12 (ιβ’) Οι κατα συγχωρησιν Θεου πειραζοντες ημας η το επιθυμητικον της ψυχης εκθερμαινουσιν η το θυμικον εκταρασσουσιν (≡14__216≡> η το λογιστικον επισκοτιζουσιν η το σωμα οδυναις περιβαλλουσιν η τα σωματικα διαρπαζουσιν.
2.13 (ιγ’) ῍Η δι᾽ εαυτων ημας οι δαιμονες εκπειραζουσιν η τους μη φοβουμενους τον Κυριον καθ᾽ ημων εφοπλιζουσι· και δι᾽ εαυτων μεν, οταν εκ των ανθρωπων ιδιασωμεν, ωσπερ και τον Κυριον εν τη ερημω· δια των ανθρωπων δε, οταν μετ᾽ αυτων συνδιατριψωμεν, ωσπερ και τον Κυριον δια των Φαρισαιων. Αλλ᾽ ημεις εις τον τυπον ημων αποβλεπομενοι αμφοτερωθεν αυτους αποκρουσωμεθα.
2.14 (ιδ’) Οταν αρχηται ο νους εις την αγαπην του Θεου προκοπτειν, τοτε και ο δαιμων της βλασφημιας αρχεται εκπειραζειν αυτον και τοιουτους αυτω λογισμους υποβαλλει, οιους ανθρωπων μεν ουδεις, μονος δε ο τουτων πατηρ διαβολος εφευρισκει. Τουτο δε ποιει φθονων τω θεοφιλει, ινα εις απογνωσιν ελθων ως τοιαυτα διανοηθεις, μηκετι τολμηση δια της συνηθους προσευχης προς αυτον αναπτηναι. Ουδεν δε εντευθεν ωφελειται ο αλαστωρ προς τον ιδιον σκοπον, αλλα και μαλλον βεβαιοτερους ημας απεργαζεται. Πολεμουμενοι γαρ και αντιπολεμουντες δοκιμωτεροι και γνησιωτεροι εις την αγαπην του Θεου ευρισκομεθα· η δε ρομφαια αυτου εισελθοι εις καρδιαν αυτου και τα τοξα αυτου συντριβειη.
2.15 (ιε’) Ο νους επιβαλλων τοις ορατοις κατα φυσιν νοει τα πραγματα δια μεσης της αισθησεως και ουτε ο νους κακον ουτε το κατα φυσιν νοειν ουτε δε τα πραγματα ουτε η αισθησις· Θεου (≡14__218≡> γαρ εισι ταυτα τα εργα. Τι ουν εστι το κακον; Δηλον οτι το παθος του κατα φυσιν νοηματος, οπερ δυναται μη ειναι εν τη των νοηματων χρησει, εαν ο νους γρηγορη.
2.16 (ιστ’) Παθος εστι κινησις ψυχης παρα φυσιν η επι φιλιαν αλογον η επι μισος ακριτον η τινος η δια τι των αισθητων. Οιον επι μεν φιλιαν αλογον η βρωματων η γυναικος η χρηματων η δοξης παρερχομενης η τινος αλλου των αισθητων η δια ταυτα· επι μισος δε ακριτον, οιον η τινος των προειρημενων, ως ειρηται, η προς τινα δια ταυτα.
2.17 (ιζ’) Η παλιν κακια εστιν η εσφαλμενη χρησις των νοηματων, η επακολουθει η παραχρησις των πραγματων. Οιον ως επι της γυναικος η ορθη χρησις της συνουσιας ο σκοπος εστι της παιδοποιιας. Ο ουν εις την ηδονην αποβλεψαμενος εσφαλη περι την χρησιν, το μη καλον ως καλον ηγησαμενος· ο ουν τοιουτος παραχρηται γυναικι συνουσιαζομενος. Και επι των αλλων δε πραγματων και νοηματων ομοιως.
2.18 (ιη’) Οταν τον νουν οι δαιμονες της σωφροσυνης εκβαλοντες τοις της πορνειας λογισμοις περικυκλωσωσι, τοτε μετα δακρυων λεγε προς τον Δεσποτην· Εκβαλοντες με νυν περιεκυκλωσαν με· το αγαλλιαμα μου, λυτρωσαι με απο των κυκλωσαντων με· και σωζη.
2.19 (ιθ’) Βαρυς ο της πορνειας δαιμων και σφοδρως επιτιθεται τοις κατα του παθους αγωνιζομενοις και μαλιστα εν τη αμελεια της διαιτης και εν ταις συντυχιαις των γυναικων. Λεληθοτως γαρ τη (≡14__220≡> λειοτητι της ηδονης υποκλεπτων τον νουν, μετεπειτα επεμβαινει δια της μνημης ησυχαζοντι· το τε σωμα εμπυριζων και ποικιλας μοφρας τω νω παριστων, προς την συγκαταθεσιν της αμαρτιας αυτον εκκαλειται· ας εαν θελης μη εγχρονιζειν εν σοι, νηστειαν αναλαβου και κοπον και αγρυπνιαν και την καλην ησυχιαν μετα εκτενους προσευχης.
2.20 (κ’) Οι την ψυχην ημων αει ζητουντες δια των εμπαθων λογισμων ζητουσιν, ινα αυτην εις την κατα διανοιαν η την κατ᾽ ενεργειαν αμαρτιαν εμβαλωσιν. Οταν ουν ευρωσι τον νουν μη παραδεχομενον, τοτε αισχυνθησονται και εντραπησονται· οταν δε τη πνευματικη θεωρια ενασχολουμενον, τοτε αποστραφησονται και καταισχυνθησονται σφοδρα δια ταχους.
2.21 (κα’) Διακονου λογον επεχει ο προς τους ιερους αγωνας αλειφων τον νουν και τους εμπαθεις λογισμους απελαυνων απ᾽ αυτου· πρεσβυτερου δε, ο εις την γνωσιν των οντων φωτιζων και την ψευδωνυμον γνωσιν εξαφανιζων· επισκοπου δε, ο τω αγιω μυρω τελειων της γνωσεως της προσκυνητης και αγιας Τριαδος.
2.22 (κβ’) Ασθενουσι μεν οι δαιμονες, οταν δια των εντολων μειωνται τα παθη τα εν ημιν· απολλυνται δε, οταν εις τελος δια της απαθειας της ψυχης εξαφανιζωνται, μηκετι ευρισκοντες τα δι᾽ ων (≡14__222≡> εν αυτη ευρισκοντο και επολεμουν αυτην. Και τουτο αν ειη το· Ασθενησουσι και απολουνται απο προσωπου σου.
2.23 (κγ’) Οι μεν των ανθρωπων δια φοβον ανθρωπινον των παθων απεχονται· οι δε, δια κενοδοξιαν· αλλοι δε, δι᾽ εγκρατειαν· ετεροι δε δια θειων κριματων των παθων ελευθερουνται.
2.24 (κδ’) Παντες οι λογοι του Κυριου τα τεσσαρα ταυτα περιεχουσι· τας εντολας, τα δογματα, τας απειλας, τας επαγγελιας. Και πασαν σκληραγωγιαν δια ταυτα υπομενομεν, οιον νηστειας, αγρυπνιας, χαμευνιας, κοπους και μοχθους εν διακονιαις, υβρεις, ατιμιας, στρεβλωσεις, θανατους και τα ομοια· Δια γαρ τους λογους των χειλεων σου, φησιν, εγω εφυλαξα οδους σκληρας.
2.25 (κε’) Μισθος της εγκρατειας, η απαθεια· της δε πιστεως, η γνωσις· και η μεν απαθεια τικτει την διακρισιν· η δε γνωσις, την εις Θεον αγαπην.
2.26 (κστ’) Πρακτικην μεν ο νους κατορθων εις φρονησιν προκοπτει· θεωρητικην δε, εις γνωσιν. Της μεν γαρ εστιν εις διακρισιν αρετης και κακιας φερειν τον αγωνιζομενον· της δε, εις τους περι ασωματων και σωματων λογους αγειν τον μετοχον. Της δε θεολογικης χαριτος τοτηνικαυτα καταξιουται, οπηνικα τα προειρημενα παντα δια των της αγαπης πτερων διαπερασας και εν Θεω γενομενος, τον περι αυτου λογον δια του Πνευματος, ως ανθρωπινω νω δυνατον, διασκοπησει.
2.27 (κζ’) Θεολογειν μελλων, μη τους κατ᾽ αυτον ζητησης λογους· (ου (≡14__224≡> μη γαρ ευρη ανθρωπινος νους, αλλ᾽ ουδ᾽ αλλου τινος των μετα Θεον), αλλα τους περι αυτον, ως οιον τε, διασκοπει, οιον τους περι αιδιοτητος, απειριας τε και αοριστιας, αγαθοτητος τε και σοφιας και δυναμεως δημιουργικης τε και προνοητικης και κριτικης των οντων. Ουτος γαρ εν ανθρωποις μεγα θεολογος, ο τουτων τους λογους καν ποσως εξευρισκων.
2.28 (κη’) Δυνατος ανηρ, ο τη πραξει την γνωσιν συζευξας· τη μεν γαρ την επιθυμιαν μαραινει και τον θυμον ημεροι· τη δε τον νουν πτεροι και προς Θεον εκδημει.
2.29 (κθ’) Οταν λεγη ο Κυριος· Εγω και ο Πατηρ εν εσμεν, το ταυτον της ουσιας σημαινει. Οταν δε παλιν λεγη· Εγω εν τω Πατρι και ο Πατηρ εν εμοι, το αχωριστον δηλοι των υποστασεων. Οι ουν Τριθειται χωριζοντες του Πατρος τον Υιον εις αμφικρημνον εμπιπτουσιν. ῍Η γαρ συναιδιον λεγοντες τω Πατρι τον Υιον, χωριζοντες δε αυτον εξ αυτου, αναγκαζονται λεγειν μη εξ αυτου γεγεννησθαι και εμπεσειν εις το τρεις λεγειν θεους και τρεις αρχας· η εξ αυτου γεγεννησθαι λεγοντες, χωριζοντες δε, αναγκαζονται λεγειν μη συναιδιον ειναι τω Πατρι και ποιησαι υπο χρονον τον των χρονων δεσποτην. Χρη γαρ και τον ενα Θεον τηρειν και τας τρεις υποστασεις ομολογειν, κατα τον μεγαν Γρηγοριον, και εκαστην μετα της ιδιοτητος. Και γαρ "διαιρειται" μεν, αλλ᾽ "αδιαιρετως", κατα τον αυτον, και "συναπτεται" μεν, "διηρημενως" δε. Και δια τουτο παραδοξος και η διαιρεσις και η ενωσις· επει τι εχει το παραδοξον, ει ως ανθρωπος ανθρωπω (≡14__226≡> ηνωται τε και κεχωρισται, ουτω και ο Υιος τω Πατρι και ουδεν πλεον;
2.30 (λ’) Ο τελειος εν αγαπη και εις ακρον απαθειας ελθων ουκ επισταται διαφοραν ιδιου και αλλοτριου η ιδιας και αλλοτριας η πιστου και απιστου η δουλου και ελευθερου η ολως αρσενος και θηλειας· αλλ᾽ ανωτερος της των παθων τυραννιδος γενομενος και εις την μιαν φυσιν των ανθρωπων αποβλεπομενος, παντας εξ ισου θεωρει και προς παντας ισως διακειται. Ουκ εστι γαρ εν αυτω Ελλην και Ιουδαιος ουδε αρσεν και θηλυ ουδε δουλος και ελευθερος, αλλα τα παντα και εν πασι Χριστος.
2.31 (λα’) Εκ των υποκειμενων εν τη ψυχη παθων λαμβανουσιν οι δαιμονες τας αφορμας του κινειν εν ημιν τους εμπαθεις λογισμους· ειτα δια τουτων πολεμουντες τον νουν, εκβιαζονται αυτον εις συγκαταθεσιν ελθειν της αμαρτιας. Ηττηθεντος δε αυτου, αγουσιν εις την κατα διανοιαν αμαρτιαν· και ταυτης αποτελεσθεισης, φερουσιν αυτον λοιπον αιχμαλωτον εις την πραξιν. Μετα δε ταυτην λοιπον οι την ψυχην δια των λογισμων ερημωσαντες συν αυτοις υποχωρουσι. Μενει δε μονον εν τω νω το ειδωλον της αμαρτιας, περι ου φησιν ο Κυριος· Οταν ιδητε το βδελυγμα της ερημωσεως εστος εν τοπω αγιω, ο αναγιγνωσκων νοειτω. Τοπος αγιος και ναος Θεου ο νους υπαρχει του ανθρωπου, εν ω οι δαιμονες δια των εμπαθων λογισμων την ψυχην ερημωσαντες, το ειδωλον της αμαρτιας εστησαν. Οτι δε και ιστορικως ηδη ταυτα γεγονεν, ουδεις των τα ιωσηππεια ανεγνωκοτων, ως οιμαι, αμφιβαλλει· πλην τινες φασι και επι του Αντιχριστου ταυτα γενησεσθαι.
 (≡14__228≡> 2.32 (λβ’) Τρια εισι τα κινουντα ημας επι τα καλα· τα φυσικα σπερματα, αι αγιαι δυναμεις και η αγαθη προαιρεσις. Και τα μεν φυσικα σπερματα, ως οταν ο θελομεν ινα ποιωσιν ημιν οι ανθρωποι και ημεις ομοιως ποιωμεν αυτοις· η ως οταν ιδωμεν τινα εν στενωσει η εν αναγκη και φυσικως ελεωμεν. Αι δε αγιαι δυναμεις, οιον οταν κινουμενοι επι καλω πραγματι ευρωμεν συνεργιαν αγαθην και κατευοδωμεθα. Η δε αγαθη προαιρεσις, ως οταν διακρινοντες το καλον απο του κακου αιρωμεθα το αγαθον.
2.33 (λγ’) Τρια δε παλιν εισι τα κινουντα ημας επι τα κακα· τα παθη, οι δαιμονες και η κακη προαιρεσις. Και τα μεν παθη, ως οταν επιθυμωμεν πραγματος παρα λογον, οιον η βρωματος παρα τον καιρον η παρα την χρειαν η γυναικος παρα τον σκοπον της παιδοποιιας και της μη νομιμου· και παλιν οταν οργιζωμεθα η λυπωμεθα παρα το εικος, οιον κατα του ατιμασαντος η ζημιωσαντος. Οι δε δαιμονες, οιον οταν εν τη αμελεια ημων καιροσκοπουντες επιτιθωνται ημιν αφνω μετα πολλης σφοδροτητος, κινουντες τα προειρημενα παθη και τα ομοια. Η δε κακη προαιρεσις, οιον οταν εν γνωσει του καλου το κακον ανθαιρωμεθα.
2.34 (λδ’) Μισθοι των πονων της αρετης εισιν η απαθεια και η γνωσις· αυται γαρ προξενοι γινονται βασιλειας ουρανων, ως και τα παθη και η αγνωσια κολασεως αιωνιου. Ο ουν τουτους δια δοξαν ανθρωπων ζητων και μη δι᾽ αυτο το καλον, ακουει παρα της Γραφης· Αιτειτε και ου λαμβανετε, διοτι κακως αιτεισθε.
(≡14__230≡> 2.35 (λε’) Εισι πολλα τινα φυσει καλα υπο των ανθρωπων γινομενα, αλλ᾽ ου καλα παλιν δια τινα αιτιαν· οιον νηστεια και αγρυπνια, προσευχη και ψαλμωδια, ελεημοσυνη και ξενοδοχια φυσει καλα εργα εισιν, αλλ᾽ οταν δια κενοδοξιαν γινωνται, ουκετι καλα.
2.36 (λστ’) Παντων των πραττομενων υφ᾽ ημων τον σκοπον ζητει ο Θεος, ειτε δι᾽ αυτον πραττομεν ειτε δι᾽ αλλην αιτιαν.
2.37 (λζ’) Οταν ακουσης της Γραφης λεγουσης· οτι συ αποδωσεις εκαστω κατα τα εργα αυτου· ου τα παρα τον ορθον σκοπον πραττομενα, ει και δοκει καλα ειναι, ο Θεος καλα αποδιδωσι, αλλα τα κατα τον ορθον δηλονοτι. Ου γαρ εις τα γινομενα, αλλ᾽ εις τον σκοπον των γινομενων η κρισις του Θεου εφορα.
2.38 (λη’) Ο της υπερηφανιας δαιμων διπλην εχει την πονηριαν· η γαρ εαυτω αναπειθει τον μοναχον επιγραφειν τα κατορθωματα και ουχι τω Θεω τω και χορηγω των καλων και βοηθω προς κατορθωσιν, η τουτω μη πειθομενον τους ετι ατελεστερους των αδελφων υποβαλλει εξουθενειν. Αγνοει δε και ουτως ο ενεργουμενος οτι την του Θεου βοηθειαν αναπειθει αυτον απαρνεισθαι. Ει γαρ εκεινους ως μη δυνηθεντας κατορθωσαι εξουθενει, εαυτον δηλονοτι ως εξ ιδιας δυναμεως κατορθωσαντα εισαγει· οπερ εστι αμηχανον, του Κυριου ειποντος· Χωρις εμου ου δυνασθε ποιειν ουδεν· επειδη η ημετερα ασθενεια κινουμενη επι τα καλα ανευ του χορηγου των καλων εις τελος αγειν ου δυναται.
2.39 (λθ’) Ο εγνωκως της ανθρωπινης φυσεως την ασθενειαν, ουτος (≡14__232≡> ειληφε πειραν της θειας δυναμεως και ο τοιουτος δι᾽ αυτης τα μεν κατορθωσας, τα δε σπευδων κατορθωσαι, ουκ εξουθενει ποτε ουδενα ανθρωπων. Οιδε γαρ οτι ωσπερ αυτω εβοηθησε και πολλων παθων και χαλεπων ηλευθερωσεν, ουτω δυνατος εστι και πασι βοηθησαι οτε θελει και μαλιστα τοις δι᾽ αυτον αγωνιζομενοις· ει και κριμασι τισιν υφ᾽ εν απαντας των παθων ουκ απαλλαττει, αλλ᾽ ιδιοις καιροις, ως αγαθος και φιλανθρωπος ιατρος, εκαστον των σπευδοντων ιαται.
2.40 (μ’) Επι τη των παθων ανενεργησια η υπερηφανια επισυμβαινει, η των αιτιων αποκοπτομενων η των δαιμονων δολουργως υποχωρουντων.
2.41 (μα’) Πασα σχεδον αμαρτια δια ηδονην γινεται και η ταυτης αναιρεσις δια κακοπαθειας και λυπης η εκουσιου η ακουσιου, δια μετανοιας η οικονομικης επιφορας δια της προνοιας επαγομενης. Ει γαρ εαυτους εκρινομεν, ουκ αν εκρινομεθα· κρινομενοι δε υπο Κυριου παιδευομεθα, ινα μη συν τω κοσμω κατακριθωμεν.
2.42 (μβ’) Οταν σοι ελθη εξ απροσδοκητου πειρασμος, μη τον δι᾽ ου αιτιω, αλλα το δια τι ζητει και ευρισκεις διορθωσιν· επει ειτε δι᾽ εκεινου ειτε δι᾽ αλλου πιειν ειχες παντως των του Θεου κριματων το αψινθιον.
2.43 (μγ’) Οσον ει κακοτροπος, το κακοπαθειν μη απαναινου, ινα δι᾽ αυτου ταπεινωθεις την υπερηφανιαν εμεσης.
2.44 (μδ’) Οι μεν των πειρασμων, ηδονας· οι δε, λυπας· οι δε, οδυνας (≡14__234≡> σωματικας τοις ανθρωποις προσαγουσι. Κατα γαρ την εγκειμενην εν τη ψυχη των παθων αιτιαν και το φαρμακον ο ιατρος των ψυχων δια των αυτου κριματων επιτιθησιν.
2.45 (με’) Αι επιφοραι των πειρασμων τοις μεν προς ηδη γεγονοτων αμαρτηματων αναιρεσιν, τοις δε προς νυν ενεργουμενων, αλλοις προς μελλοντων ενεργεισθαι ανακοπην επαγονται· διχα των προς δοκιμην επισυμβαινοντων, ως επι του Ιωβ.
2.46 (μστ’) Ο μεν εχεφρων των θειων κριματων την ιατρειαν αναλογιζομενος ευχαριστως φερει τας δια τουτων επισυμβαινουσας αυτω συμφορας, μηδενα αλλον τουτων αιτιον η τας εαυτου αμαρτιας λογιζομενος. Ο δε αφρων, την του Θεου αγνοων σοφωτατην προνοιαν, αμαρτανων και παιδευομενος η τον Θεον η τους ανθρωπους των εαυτου κακων αιτιους λογιζεται.
2.47 (μζ’) Εισι τινα ιστωντα τα παθη της κινησεως και μη εωντα προβηναι εις αυξησιν, και εισιν ετερα ελαττουντα και εις μειωσιν αγοντα· οιον νηστεια και κοπος και αγρυπνια ουκ εωσιν αυξειν την επιθυμιαν· αναχωρησις δε και θεωρια και προσευχη και ερως εις Θεον ελαττουσιν αυτην και εις αφανισμον αγουσι. Και επι του θυμου δε ομοιως· οιον μακροθυμια και αμνησικακια και πραοτης ιστωσιν αυτον και ουκ εωσιν αυξειν· αγαπη δε και ελεημοσυνη και χρηστοτης και φιλανθρωπια εις μειωσιν αγουσιν.
2.48 (μη’) Ουτινος ο νους διαπαντος εστι προς τον Θεον, τουτου και η επιθυμια εις τον θειον υπερηυξησεν ερωτα και ο θυμος ολοστος εις την θειαν μετετραπη αγαπην. Τη γαρ χρονια της θειας ελλαμψεως (≡14__236≡> μετουσια ολος φωτοειδης γεγονως και το παθητικον αυτου μερος προς εαυτον συσφιγξας, εις ερωτα θειον, ως ειρηται, ακαταλεκτον και αγαπην ακαταπαυστον εστρεψεν, ολως εκ των επιγειων επι το θειον μεταγαγων.
2.49 (μθ’) Ου παντως ο μη φθονων μηδε οργιζομενος μηδε μνησικακων τω λυπησαντι ηδη και αγαπην εχει προς αυτον. Δυναται γαρ και μηπω αγαπων κακον αντι κακου μη αποδουναι δια την εντολην, ου παντως δε οτι και καλον ανταποδουναι κακου αβιαστως· το γαρ εκ διαθεσεως καλως ποιειν τοις μισουσι μονης εστι της πνευματικης τελειας αγαπης.
2.50 (ν’) Ουχ ο μη αγαπων τινα ηδη παντως και μισει αυτον, ουδε παλιν ο μη μισων ηδη παντως και αγαπα· αλλα δυναται ως μεσος ειναι προς αυτον, τουτεστι μητε αγαπαν μητε μισειν. Την γαρ αγαπητικην διαθεσιν μονοι οι εν τω ενατω κεφαλαιω ταυτης της εκατονταδος ειρημενοι πεντε τροποι εμποιειν πεφυκασιν, ο τε επαινετος και ο μεσος και οι ψεκτοι.
2.51 (να’) Οταν ιδης τον νουν σου τοις υλικοις ηδεως ενασχολουμενον και τοις τουτων νοημασιν εμφιλοχωρουντα, γινωσκε σεαυτον ταυτα μαλλον η τον Θεον αγαπωντα· Οπου γαρ εστιν ο θησαυρος σου, φησιν ο Κυριος, εκει και η καρδια σου εσται.
2.52 (νβ’) Νους Θεω συναπτομενος και αυτω εγχρωνιζων δια προσευχης και αγαπης, σοφος γινεται και αγαθος και δυνατος και φιλανθρωπος και ελεημων και μακροθυμος· και απλως ειπειν, παντα σχεδον τα θεια ιδιωματα εν εαυτω περιφερει. Τουτου δε αναχωρων και τοις υλικοις προσχωρων, η κτηνωδης γινεται (≡14__238≡> φιληδονος γεγονως η θηριωδης, δια ταυτα τοις ανθρωποις μαχομενος.
2.53 (νγ’) Κοσμον λεγει η Γραφη τα υλικα πραγματα και κοσμικοι εισιν οι τουτοις τον νουν ενασχολουντες, προς ους και λεγει εντρεπτικωτερον· Μη αγαπατε τον κοσμον μηδε τα εν τω κοσμω· η επιθυμια της σαρκος και η επιθυμια των οφθαλμων και η αλαζονεια του βιου ουκ εστιν εκ του Θεου, αλλ᾽ εκ του κοσμου εστι, και τα εξης.
2.54 (νδ’) Μοναχος εστιν ο των υλικων πραγματων τον νουν αποχωρισας και δι᾽ εγκρατειας και αγαπης και ψαλμωδιας και προσευχης προσκαρτερων τω Θεω.
2.55 (νε’) Κτηνοτροφος μεν εστιν νοητως ο πρακτικος· κτηνων γαρ λογον επεχουσι τα ηθικα κατορθωματα, διο και ελεγεν ο Ιακωβ· Ανδρες κτηνοτροφοι εισιν οι παιδες σου. Ποιμην δε προβατων, ο γνωστικος· προβατων γαρ λογον επεχουσιν οι λογισμοι, επι τα ορη των θεωρηματων υπο του νου ποιμαινομενοι, δια τουτο και· Βδελυγμα τοις Αιγυπτιοις πας ποιμην προβατων, ηγουν ταις εναντιαις δυναμεσι.
2.56 (νστ’) Ο μεν φαυλος νους, κινουμενου του σωματος δια των αισθησεων επι τας ιδιας επιθυμιας και ηδονας, εξακολουθει και συγκατιθεται ταις τουτου φαντασιαις και ορμαις· ο δε εναρετος εγκρατευεται και κατεχει αυτο απο των εμπαθων φαντασιων και ορμων και μαλλον φιλοσοφει βελτιους ποιησαι τας τοιαυτας αυτου κινησεις.
2.57 (νζ’) Των αρετων αι μεν εισι σωματικαι, αι δε ψυχικαι. Και (≡14__240≡> σωματικαι μεν εισιν, οιον νηστεια, αγρυπνια, χαμευνια, διακονια, εργοχειρον προς το μη επιβαρησαι τινα η προς μεταδοσιν και τα εξης. Ψυχικαι δε εισιν, οιον αγαπη, μακροθυμια, πραοτης, εγκρατεια, προσευχη και τα εξης. Εαν ουν εκ τινος αναγκης η περιστασεως σωματικης, οιον αρρωστιας η τινος των τοιουτων, συμβη ημιν μη δυνηθηναι εκτελεσαι τας προειρημενας σωματικας αρετας, συγγνωμην εχομεν παρα του και τας αιτιας ειδοτος. Τας δε ψυχικας μη εκτελουντες, ουδεμιαν εξομεν απολογιαν· ου γαρ εισιν υπο αναγκην.
2.58 (νη’) Η εις Θεον αγαπη πασης ηδονης παρερχομενης και παντος πονου και λυπης πειθει καταφρονειν τον μετοχον αυτης. Και πειθετωσαν σε οι αγιοι παντες, τοσαυτα πεπονθοτες δια Χριστον μετα χαρας.
2.59 (νθ’) Προσεχε σεαυτω απο της μητρος των κακων φιλαυτιας, ητις εστιν η του σωματος αλογος φιλια. Εκ ταυτης γαρ ευλογοφανως τικτονται οι πρωτοι και εμπαθεις και γενικωτατοι τρεις λογισμοι, ο της γαστριμαργιας λεγω και φιλαργυριας και κενοδοξιας, τας αφορμας εκ της αναγκαιας του σωματος δηθεν λαμβανοντες χρειας· εξ ων γενναται απας ο των κακων καταλογος. Δει ουν, ως ειρηται, προσεχειν αναγκαιως και ταυτη πολεμειν μετα πολλης νηψεως· ταυτης γαρ αναιρουμενης, συναναιρουνται παντες οι εξ αυτης.
2.60 (ε’) Το της φιλαυτιας παθος τω μεν μοναχω ελεειν υποτιθεται το σωμα και συνελθειν παρα το προσηκον εις τα βρωματα, οικονομιας δηθεν χαριν και κυβερνησεως, ινα κατα μικρον παρασυρομενος εις τον βοθρον της φιληδονιας εμπεση. Τω δε κοσμικω (≡14__242≡> εντευθεν ηδη προνοιαν αυτω ποιεισθαι εις επιθυμιαν υποβαλλει.
2.61 (ξα’) Την της προσευχης ακροτατην καταστασιν ταυτην ειναι λεγουσι· το εξω σαρκος και κοσμου γενεσθαι τον νουν και αϋλον παντη και ανειδεον εν τω προσευχεσθαι. Ο ουν ταυτην αλωβητον διατηρων την καταστασιν, ουτος οντως αδιαλειπτως προσευχεται.
2.62 (ξβ’) Ωσπερ το σωμα αποθνησκον παντων χωριζεται των του κοσμου πραγματων, ουτω και ο νους εν τω ακρως προσευχεσθαι αποθνησκων παντων χωριζεται των του κοσμου νοηματων. Εαν μη γαρ τον τοιουτον αποθανη θανατον, μετα Θεου ευρεθηναι και ζησαι ου δυναται.
2.63 (ξγ’) Μηδεις σε απατηση, μοναχε, οτι ενι σε σωθηναι ηδονη και κενοδοξια δουλευοντα.
2.64 (ξδ’) Ωσπερ το σωμα δια των πραγματων αμαρτανει και εχει προς παιδαγωγιαν τας σωματικας αρετας, ινα σωφρονη· ουτω και ο νους δια των εμπαθων νοηματων και εχει ωσαυτως προς παιδαγωγιαν τας ψυχικας αρετας, ινα καθαρως και απαθως ορων τα πραγματα σωφρονη.
2.65 (ξε’) Ωσπερ τας ημερας διαδεχονται αι νυκτες και τα θερη οι χειμωνες· ουτω κενοδοξιαν και ηδονην λυπαι και οδυναι, ειτε εν τω παροντι ειτε εν τω μελλοντι.
2.66 (ξστ’) Ουκ εστιν αμαρτησαντα εκφυγειν την μελλουσαν κρισιν ανευ εκουσιων ενταυθα πονων η ακουσιων επιφορων.
 (≡14__244≡> 2.67 (ξζ’) Δια πεντε αιτιας φασι παραχωρεισθαι ημας υπο του Θεου πολεμεισθαι υπο δαιμονων· και πρωτην μεν ειναι φασιν, ινα πολεμουμενοι και αντιπολεμουντες εις διακρισιν της αρετης και της κακιας ελθωμεν· δευτεραν δε, ινα πολεμω και πονω την αρετην κτωμενοι, βεβαιαν αυτην και αμεταπτωτον εξωμεν· τριτην δε, ινα προκοπτοντες εις την αρετην μη υψηλοφρονωμεν, αλλα μαθωμεν ταπεινοφρονειν· τεταρτην δε, ινα πειραθεντες της κακιας, τελειον μισος αυτην μισησωμεν· πεμπτην δε επι πασαις, ινα απαθεις γενομενοι μη επιλαθωμεθα της οικειας ασθενειας μητε της του βοηθησαντος δυναμεως.
2.68 (ξη’) Ωσπερ του πεινωντος ο νους αρτον φανταζεται και του διψωντος υδωρ, ουτω και του γαστριμαργου ποικιλιας εδεσματων· και του φιληδονου, μορφας γυναικων· και του κενοδοξου, τας εξ ανθρωπων τιμας· και του φιλαργυρου, τα κερδη· και του μνησικακου, την αμυναν του λυπησαντος· και του φθονερου, την κακωσιν του φθονουμενου, και επι των αλλων παθων ομοιως. Εκ γαρ των παθων οχλουμενος ο νους λαμβανει τα εμπαθη νοηματα, και εγρηγοροτος του σωματος και κατα τους υπνους.
2.69 (ξθ’) Οταν η επιθυμια αυξη, τας ποιητικας των ηδονων υλας εν τοις υπνοις ο νους φανταζεται· οταν δε ο θυμος, τα φοβων ποιητικα πραγματα βλεπει. Αυξουσι μεντοι τα παθη οι ακαθαρτοι δαιμονες, συνεργον την ημετεραν αμελειαν λαμβανοντες και ταυτα ερεθιζοντες· ελαττουσι δε οι αγιοι αγγελοι, προς την των αρετων ημας κινουντες εργασιαν.
2.70 (ο’) Το μεν επιθυμητικον της ψυχης πυκνοτερον ερεθιζομενον εξιν φιληδονιας δυσκινητον τη ψυχη εντιθησιν· ο δε θυμος συνεχως ταρασσομενος δειλον και ανανδρον τον νουν απεργαζεται. Ιωνται δε το μεν ασκησις επιτεταμενη νηστειας και αγρυπνιας (≡14__246≡> και προσευχης· τον δε, χρηστοτης και φιλανθρωπια και αγαπη και ελεος.
2.71 (οα’) ῍Η δια των πραγματων οι δαιμονες πολεμουσιν η δια των εν πραγμασιν εμπαθων νοηματων· και δια μεν των πραγματων τους εν τοις πραγμασιν οντας, δια δε των νοηματων τους των πραγματων κεχωρισμενους.
2.72 (οβ’) Οσον εστιν ευκοπωτερον το κατα διανοιαν αμαρτανειν του κατ᾽ ενεργειαν, τοσουτον εστι βαρυτερος ο δια των νοηματων πολεμος του δια των πραγματων.
2.73 (ογ’) Τα μεν πραγματα εξωθεν εισι του νου, τα δε τουτων νοηματα εσωθεν συνιστανται. Εν αυτω ουν εστι το ευ τουτοις χρησασθαι η κακως· τη γαρ εσφαλμενη των νοηματων χρησει η παραχρησις των πραγματων ακολουθει.
2.74 (οδ’) Δια των τριων τουτων λαμβανει ο νους τα εμπαθη νοηματα· δια της αισθησεως, δια της κρασεως, δια της μνημης. Και δια μεν της αισθησεως, οταν προσβαλλοντα αυτη τα πραγματα προς απερ τα παθη κεκτημεθα, κινη αυτον προς εμπαθεις λογισμους· δια δε της κρασεως, οταν εξ ακολαστου διαιτης η ενεργειας δαιμονων η νοσηματος τινος αλλοιουμενη η του σωματος κρασις, κινη αυτον παλιν προς εμπαθεις λογισμους η κατα της προνοιας· δια δε της μνημης, οταν των πραγματων προς απερ πεπονθαμεν τα νοηματα η μνημη αναφερη και κινη αυτον ομοιως προς εμπαθεις λογισμους.
2.75 (οε’) Των εις χρησιν παρα Θεου δοθεντων ημιν πραγματων τα μεν εν τη ψυχη, τα δε εν τω σωματι, τα δε περι το σωμα ευρισκεται· οιον εν μεν τη ψυχη, αι δυναμεις αυτης· εν δε τω σωματι, (≡14__248≡> τα αισθητηρια και τα λοιπα μελη· περι δε το σωμα, βρωματα, χρηματα, κτηματα και τα εξης. Το ουν ευ τουτοις χρησασθαι η κακως η τοις περι ταυτα συμβεβηκοσιν η εναρετους η φαυλους ημας αποφαινει.
2.76 (οστ’) Των εν τοις πραγμασι συμβεβηκοτων τα μεν εισι των εν τη ψυχη, τα δε των εν τω σωματι, τα δε των περι το σωμα πραγματων· και των μεν εν τη ψυχη, οιον γνωσις και αγνοια, ληθη και μνημη, αγαπη και μισος, φοβος και θαρσος, λυπη και χαρα και τα εξης· των εν τω σωματι, οιον ηδονη και πονος, αισθησις και πηρωσις, υγιεια και νοσος, ζωη και θανατος και τα τοιαυτα· των δε περι το σωμα, οιον ευτεκνια και ατεκνια, πλουτος και πενια, δοξα και αδοξια και τα εξης. Τουτων δε τα μεν καλα, τα δε κακα τοις ανθρωποις νομιζεται, ουδεν αυτων κακον ον τω ιδιω λογω· παρα δε την χρησιν ειτε κακα κυριως ειτε αγαθα ευρισκεται.
2.77 (οζ’) Καλη η γνωσις τη φυσει, ομοιως δε και η υγιεια· αλλα ταναντια τους πολλους ηπερ ταυτα ωνησεν. Τοις γαρ φαυλοις ουκ εις καλον η γνωσις συμβαινει, ει και τη φυσει, ως ειρηται, εστι καλη· ομοιως δε ουδε υγιεια ουδε πλουτος ουδε χαρα· ου γαρ συμφεροντως τουτοις κεχρηνται. Αρα ουν ταναντια τουτοις συμφερει· ουκουν ουδε εκεινα κακα τω ιδιω λογω τυγχανει, ει και δοκει κακα ειναι.
2.78 (οη’) Μη παραχρω τοις νοημασιν, ινα μη εξ αναγκης και τοις πραγμασι παραχρηση. Εαν γαρ μη τις πρωτον κατα διανοιαν αμαρτανη, ουκ αν αμαρτοι ποτε κατ᾽ ενεργειαν.
(≡14__250≡> 2.79 (οθ’) Εικων του χοϊκου αι γενικαι κακιαι υπαρχουσιν, οιον αφροσυνη, δειλια, ακολασια, αδικια· εικων δε του επουρανιου αι γενικαι αρεται, οιον φρονησις, ανδρεια, σωφροσυνη, δικαιοσυνη. Αλλα καθως εφορεσαμεν την εικονα του χοϊκου, φορεσωμεν και την εικονα του επουρανιου.
2.80 (π’) Ει θελεις ευρειν την οδον την απαγουσαν εις την ζωην, εν τη οδω αυτην ζητει, κακει αυτην ευρισκεις, τη ειπουση· Εγω ειμι η οδος και η αληθεια και η ζωη. Πλην σφοδρα εμπονως ζητει, διοτι ολιγοι εισιν οι ευρισκοντες αυτην, και μηπως των ολιγων απολειφθεις, μετα των πολλων ευρεθηση.
2.81 (πα’) Δια τα πεντε ταυτα η ψυχη απο αμαρτιων ανακοπτεται· η δια τον φοβον των ανθρωπων η δια τον φοβον της κρισεως η δια την μελλουσαν μισθαποδοσιαν η δια την αγαπην του Θεου η τελευταιον δια την συνειδησιν τυπτουσαν.
2.82 (πβ’) Τινες φασιν οτι ουκ αν ην το κακον εν τοις ουσιν, ει μητι δ᾽ αν ετερα τις ην δυναμις, η ανθελκουσα ημας επ᾽ αυτο· αυτη δε εστιν ουδε ετερον η η των κατα φυσιν του νου ενεργειων αμελεια. Διοπερ οι τουτων την επιμελειαν ποιουμενοι, τα μεν καλα αει ποιουσι, τα δε κακα ουδεποτε. Ει ουν θελεις και συ, απωσαι την αμελειαν και συναπελαυνεις την κακιαν, ητις εστιν η εσφαλμενη χρησις των νοηματων, η επακολουθει η παραχρησις των πραγματων.
2.83 (πγ’) Κατα φυσιν του εν ημιν λογικου μερους το τε υποταγηναι τω θειω λογω και το αρχειν του εν ημιν αλογου μερους· (≡14__252≡> αυτη ουν η ταξις εν πασι φυλαχθητω και ουτε το κακον εσται εν τοις ουσιν ουτε το επ᾽ αυτο ανθελκον ευρεθησεται.
2.84 (πδ’) Οι μεν των λογισμων απλοι εισιν, οι δε συνθετοι. Και απλοι μεν εισιν οι απαθεις· συνθετοι δε οι εμπαθεις, ως εκ παθους και νοηματος συγκειμενοι. Τουτων ουτως εχοντων, πολλους των απλων εστιν ιδειν επομενους τοις συνθετοις, οταν αρξωνται κινεισθαι προς το κατα διανοιαν αμαρτανειν. Οιον ως επι του χρυσιου· ανεβη επι την μνημην τινος λογισμος περι χρυσιου εμπαθης και ωρμησε τη διανοια επι το κλεπτειν και απετελεσε κατα νουν την αμαρτιαν. Συνειποντο δε τη μνημη του χρυσιου και η μνημη του βαλλαντιου και του σκευαριου και του κουβουκλειου και των εξης. Και η μεν μνημη του χρυσιου ην συνθετος· ειχε γαρ το παθος· η δε του βαλλαντιου και του σκευαριου και των εξης, απλη· ου γαρ ειχε προς αυτα παθος ο νους· και επι παντος δε λογισμου ομοιως εχει, επι τε κενοδοξιας και γυναικος και των λοιπων. Ου γαρ παντες οι συνεπομενοι τω εμπαθει λογισμοι και εμπαθεις εισιν, ως απεδειξεν ο λογος· εκ τουτων ουν δυναμεθα γνωναι ποια τα εμπαθη νοηματα και ποια τα απλα.
2.85 (πε’) Τινες μεν φασιν οτι των μοριων του σωματος καθαπτομενοι οι δαιμονες κατα τους υπνους κινουσι το παθος της πορνειας· ειτα το παθος κινουμενον αναφερει την μορφην της γυναικος δια της μνημης επι τον νουν. Τινες δε, οτι τω μεν νω εν σχηματι γυναικος παραφαινονται· των δε μοριων του σωματος καθαπτομενοι, την ορεξιν κινουσι και ουτω γινονται αι φαντασιαι. Ετεροι δε παλιν, οτι το παθος το επικρατουν εν τω πλησιαζοντι δαιμονι κινει το παθος και ουτως αναπτεται προς λογισμους η ψυχη, αναφερουσα τας μορφας δια της μνημης· και (≡14__254≡> επι των αλλων δε εμπαθων φαντασιων ομοιως οι μεν ουτως, οι δε ουτως συμβαινειν φασι. Πλην εν ουδενι των ειρημενων τροπων ισχυουσι παθος το οιονδηποτε κινησαι οι δαιμονες, παρουσης τη ψυχη αγαπης και εγκρατειας, ουτε εγρηγοροτος του σωματος ουτε κατα τους υπνους.
2.86 (πστ’) Τα μεν των του νομου εντολων και σωματικως και πνευματικως αναγκη φυλαττειν, τα δε πνευματικως μονον. Οιον το ου μοιχευσεις, ου φονευσεις, ου κλεψεις και τα ομοια, και σωματικως και πνευματικως χρη φυλαττειν· και πνευματικως δε τρισσως. Το δε περιτεμνεσθαι και φυλαττειν το Σαββατον και σφαξαι τον αμνον και εδεσθαι αζυμα επι πικριδων και τα ομοια, πνευματικως μονον.
2.87 (πζ’) Τρεις εισιν ηθικαι καταστασεις γενικωτεραι εν τοις μοναχοις· και πρωτη μεν, το μηδεν αμαρτανειν κατ᾽ ενεργειαν· δευτερα δε, το μη εγχρονιζειν εν τη ψυχη τους εμπαθεις λογισμους· τριτη δε, το τας μορφας των γυναικων και των λυπησαντων απαθως θεωρειν κατα διανοιαν.
2.88 (πη’) Ακτημων εστιν ο αποταξαμενος πασι τοις υπαρχουσιν αυτω και μηδεν το συνολον επι γης κεκτημενος πλην του σωματος· και την προς αυτο δε σχεσιν διαρρηξας, τω Θεω και τοις ευσεβεσι την εαυτου κατεπιστευσεν οικονομιαν.
2.89 (πθ’) Των κτωμενων οι μεν απαθως κτωνται, διο και στερουμενοι αυτων ου λυπουνται, ως οι την αρπαγην των υπαρχοντων αυτων μετα χαρας προσδεξαμενοι. Οι δε εμπαθως κτωνται, διο και μελλοντες στερεισθαι περιλυποι γινονται, ως ο εν τω (≡14__256≡> Ευαγγελιω πλουσιος απηλθε λυπουμενος· ει δε και στερουνται, μεχρι θανατου λυπουνται. Του ουν απαθους και του εμπαθους την διαθεσιν η στερησις ελεγχει.
2.90 (ƒ‘) Τους μεν ακρως προσευχομενους πολεμουσιν οι δαιμονες, ινα τα νοηματα των αισθητων πραγματων ψιλα μη αναλαμβανωσι· τους δε γνωστικους, ινα εγχρονιζωσιν εν αυτοις οι εμπαθεις λογισμοι· τους δε περι την πραξιν αγωνιζομενους, ινα πεισωσιν αυτους κατ᾽ ενεργειαν αμαρτανειν· παντι δε τροπω προς παντας αγωνιζονται, ινα απο του Θεου οι δειλαιοι τους ανθρωπους χωρισωσι.
2.91 (ƒα’) Οι κατα τον βιον τουτον υπο της θειας προνοιας εις ευσεβειαν εγγυμναζομενοι, δια των τριων τουτων πειρασμων δοκιμαζονται· οιον η δια της των ηδεων δοσεως, ως επι υγειας και καλλους και ευτεκνιας και χρηματων και δοξης και των ομοιων· η δια της των λυπηρων επιφορας, οιον στερησεως τεκνων και χρηματων και δοξης· η δια των οδυνην εμποιουντων τω σωματι, οιον νοσηματων και βασανων και των εξης. Και προς μεν τους πρωτους λεγει ο Κυριος· Ει τις ουκ αποτασσεται πασι τοις υπαρχουσιν αυτου, ου δυναται μου ειναι μαθητης· προς δε τους δευτερους και τους τριτους· Εν τη υπομονη υμων κτησασθε τας ψυχας υμων.
2.92 (ƒβ’) Τα τεσσαρα ταυτα φασιν αλλοιωσαι την κρασιν του σωματος και διδοναι τω νω λογισμους ειτε εμπαθεις ειτε απαθεις δι᾽ αυτης· οιον τους αγγελους, τους δαιμονας, τους αερας, την διαιταν. Και τους μεν αγγελους λογω φασιν αλλοιωσαι· τους δε δαιμονας, δι᾽ επαφης· τους δε αερας, ταις μεταβολαις· την δε (≡14__258≡> διαιταν, ταις των βρωματων και ποματων ποιοτησι και πλεονασμω και ελαττωσει· παρεξ των δια μνημης και ακοης και ορασεως συμβαινουσων αυτη αλλοιωσεων, πρωτοπαθουσης της ψυχης εκ των συμπιπτοντων αυτη λυπηρων η χαροποιων. Και εκ τουτων μεν προσπασχουσα η ψυχη αλλοιοι την κρασιν του σωματος· εκ δε των προειρημενων η κρασις αλλοιουμενη παρεχει τω νω λογισμους.
2.93 (ƒγ’) Θανατος μεν εστι κυριως ο του Θεου χωρισμος· κεντρον δε του θανατου, η αμαρτια· ο δεξαμενος ο Αδαμ ομου του της ζωης ξυλου και του παραδεισου και του Θεου εξοριστος γεγονεν· ω επεκολουθησεν εξ αναγκης και ο του σωματος θανατος. Ζωη δε κυριως εστιν ο ειπων· Εγω ειμι η ζωη· ουτος εν τω θανατω γενομενος, τον νεκρωθεντα παλιν εις την ζωην επανηγαγεν.
2.94 (ƒδ’) Ο λογος συγγραφομενος η προς την εαυτου υπομνησιν συγγραφεται η προς ωφελειαν ετερων η και αμφω η προς βλαβην τινων η προς επιδειξιν η εξ αναγκης.
2.95 (ƒε’) Τοπος χλοης εστιν η πρακτικη αρετη· υδωρ δε αναπαυσεως, η γνωσις των γεγονοτων.
2.96 (ƒστ‘) Σκια θανατου εστιν η ανθρωπινη ζωη· ει τις ουν εστι μετα του Θεου και ο Θεος μετ᾽ αυτου εστιν, ουτος δυναται ειπειν εναργως το· Εαν γαρ και πορευθω εν μεσω σκιας θανατου, ου φοβηθησομαι κακα, οτι συ μετ᾽ εμου ει.
2.97 (ƒζ’) Νους μεν καθαρος ορθα βλεπει τα πραγματα· λογος δε γεγυμνασμενος υπ᾽ οψιν αγει τα οραθεντα· ακοη δε λαμπρα υποδεχεται (≡14__260≡> αυτα. Ο δε των τριων εστερημενος τον ειρηκοτα κακιζει.
2.98 (ƒη’) Μετα του Θεου εστιν ο την αγιαν γινωσκων Τριαδα και την δημιουργιαν αυτης και την προνοιαν και το παθητικον μερος της ψυχης απαθες κεκτημενος.
2.99 (ƒθ’) Την ραβδον σημαινειν φασι την κρισιν την του Θεου· την δε βακτηριαν, την προνοιαν. Του ουν της τουτων γνωσεως μετειληφοτος εστι το λεγειν· Η ραβδος σου και η βακτηρια σου, αυται με παρεκαλεσαν.
2.100 (ρ’) Οταν ο νους παθων γυμνωθη και τη των οντων καταλαμπηται θεωρια, τοτε δυναται και εν Θεω γενεσθαι και ως δει προσευχεσθαι.
 
(≡14__262≡>
ΕΚΑΤΟΝΤΑΣ ΤΡΙΤΗ
 
3.1 (α’) Η μεν ευλογος των νοηματων και των πραγματων χρησις σωφροσυνης και αγαπης και γνωσεως εστι ποιητικη· η δε αλογος, ακολασιας και μισους και αγνωσιας.
3.2 (β’) Ητοιμασας ενωπιον μου τραπεζαν, και τα εξης. Η τραπεζα ενταυθα σημαινει την πρακτικην αρετην· αυτη γαρ εξ εναντιας των θλιβοντων ημας παρα Χριστου ητοιμασθη. Το δε ελαιον το λιπαινον τον νουν, την θεωριαν των γεγονοτων· το δε ποτηριον του Θεου, την γνωσιν την του Θεου· το δε ελεος αυτου, τον Λογον αυτου και Θεον. Ουτος γαρ δια της ενανθρωπησεως αυτου καταδιωκει πασας τας ημερας, εως ου παντας καταλαβη τους σωθησομενους, ωσπερ τον Παυλον. Ο δε οικος, την βασιλειαν, εν η αποκαθιστανται παντες οι αγιοι. Η δε μακροτης των ημερων, την αιωνιον ζωην.
3.3 (γ’) Κατα παραχρησιν αι κακιαι των της ψυχης δυναμεων ημιν επισυμβαινουσιν, οιον της τε επιθυμητικης και της θυμοειδους και της λογιστικης. Και της μεν λογιστικης δυναμεως παραχρησις εστιν αγνωσια και αφροσυνη· της δε θυμοειδους και επιθυμητικης, (≡14__264≡> μισος και ακολασια. Χρησις δε τουτων, γνωσις και φρονησις, αγαπη τε και σωφροσυνη· ει δε τουτο, ουδεν των υπο Θεου κτισθεντων και γεγονοτων εστι κακον.
3.4 (δ’) Ου τα βρωματα κακα, αλλ᾽ η γαστριμαργια· ουδε η παιδοποιια, αλλ᾽ η πορνεια· ουδε τα χρηματα, αλλ᾽ η φιλαργυρια· ουδε η δοξα, αλλ᾽ η κενοδοξια. Ει δε τουτο, ουδεν εν τοις ουσι κακον, ει μη η παραχρησις, ητις επισυμβαινει εκ της του νου αμελειας περι την φυσικην γεωργιαν.
3.5 (ε’) Το εν δαιμοσι κακον ταυτα ειναι φησιν ο μακαριος Διονυσιος· θυμον αλογον, ανουν επιθυμιαν, φαντασιαν προπετη. Αλογια δε και ανοια και προπετεια επι των λογικων στερησεις εισι λογου και νου και περισκεψεως. Αι δε στερησεις των εξεων εισι δευτεραι· αρα ουν ην οτε υπηρχεν εν αυτοις λογος και νους και περισκεψις ευλαβης. Ει δε τουτο, ουδε οι δαιμονες φυσει κακοι· αλλ᾽ εκ παραχρησεως των φυσικων δυναμεων κακοι γεγονασι.
3.6 (στ‘) Τα μεν των παθων, ακολασιας· τα δε, μισους· τα δε, και ακολασιας και μισους εισι ποιητικα.
3.7 (ζ’) Πολυφαγια και ηδυφαγια ακολασιας εισιν αιτιαι· φιλαργυρια δε και κενοδοξια, μισους προς τον πλησιον· η δε τουτων μητηρ φιλαυτια των αμφοτερων εστιν αιτια.
3.8 (η’) Φιλαυτια εστιν η προς το σωμα εμπαθης και αλογος φιλια, η αντικειται αγαπη και εγκρατεια· ο εχων αυτην εχει παντα τα παθη.
3.9 (θ’) Ουδεις, φησιν ο Αποστολος, την εαυτου σαρκα εμισησεν· (≡14__266≡> αλλ᾽ υπωπιαζει δηλονοτι και δουλαγωγει, μηδεν πλεον αυτη παρεχων πλην διατροφης και σκεπασματων και τουτων μονων των προς το ζην αναγκαιων. Ουτως ουν απαθως τις αγαπα αυτην και ως υπηρετιν των θειων εκτρεφει και θαλπει αυτην τοις την ενδειαν αυτης αποπληρουσι μονοις.
3.10 (ι’) Ον τις αγαπα, τουτον παντως και σπευδει θεραπευειν. Ει ουν τον Θεον τις αγαπα, παντως και τα αρεστα αυτω σπευδει ποιειν· ει δε την σαρκα, τα ταυτην τερποντα εκτελειν.
3.11 (ια’) Τω μεν Θεω αρεσκει αγαπη και σωφροσυνη και θεωρια και προσευχη· τη δε σαρκι, γαστριμαργια και ακολασια και τα τουτων αυξητικα. Δια τουτο οι εν σαρκι οντες Θεω αρεσαι ου δυνανται· οι δε του Χριστου την σαρκα εσταυρωσαν συν τοις παθημασι και ταις επιθυμιαις.
3.12 (ιβ’) Ο νους εαν μεν νευση προς Θεον, εχει δουλον το σωμα και πλεον ουδεν αυτω παρεχει των προς το ζην αναγκαιων· εαν δε νευση προς την σαρκα, δουλουται τοις παθεσι, προνοιαν αυτης αει εις επιθυμιας ποιουμενος.
3.13 (ιγ’) Ει θελεις των λογισμων περιγενεσθαι, επιμελου των παθων και ευχερως αυτους απο του νου εξελαυνεις. Οιον επι μεν της πορνειας, νηστευε, αγρυπνει, κοπιασον, ιδιασον· επι δε της οργης και της λυπης, καταφρονει δοξης και ατιμιας και των υλικων πραγματων· επι δε της μνησικακιας, προσευχου υπερ του λυπησαντος και απαλλαττη.
3.14 (ιδ’) Μη των ανθρωπων τοις ασθενεστεροις σεαυτον παραμετρει, αλλα τη εντολη της αγαπης μαλλον παρατεινον· τοις μεν (≡14__268≡> γαρ παραμετρων, εις τον βοθρον της οιησεως εμπιπτεις· τη δε παρατεινων, εις το υψος της τα πεινοφροσυνης προκοπτεις.
3.15 (ιε’) Ει ολως της προς τον πλησιον αγαπης την εντολην φυλαττεις, υπερ τινος της προς αυτον λυπης την πικριαν εντικτεις; ῍Η δηλον οτι ταυτης τα προσκαιρα προτιμων και αυτων αντεχομενος, τον αδελφον πολεμεις;
3.16 (ιστ’) Ου δια την χρειαν τοσουτον το χρυσιον ζηλωτον τοις ανθρωποις γεγονεν, οσον το δι᾽ αυτου τους πολλους τας ηδονας θεραπευειν.
3.17 (ιζ’) Τρια εισι τα αιτια της των χρηματων αγαπης· φιληδονια, κενοδοξια και απιστια· χαλεπωτερα δε των δυο η απιστια καθεστηκεν.
3.18 (ιη’) Ο μεν φιληδονος αγαπα αργυριον, ινα δι᾽ αυτου τρυφηση· ο δε κενοδοξος, ινα δι᾽ αυτου δοξασθη· ο δε απιστος, ινα κρυψη και φυλαξη, λιμον φοβουμενος η γηρας η νοσον η ξενιτειαν και επ᾽ αυτω μαλλον ελπιζει η επι τω Θεω τω πασης κτισεως δημιουργω και προνοητη, εως των εσχατων και μικροτατων ζωων.
3.19 (ιθ’) Τεσσαρες εισιν οι περιποιουμενοι χρηματα· οι προειρημενοι τρεις και ο οικονομικος· μονος δε ουτος δηλονοτι ορθως περιποιειται, ινα εκαστω την χρειαν παρεχων μη διαλειπη ποτε.
3.20 (κ’) Παντες οι εμπαθεις λογισμοι η το επιθυμητικον της ψυχης (≡14__270≡> ερεθιζουσιν η το θυμικον εκταρασσουσιν η το λογιστικον επισκοτιζουσι· και εκ τουτου συμβαινει τον νουν οφθαλμιασαι προς την πνευματικην θεωριαν και την της προσευχης εκδημιαν. Και τουτου χαριν οφειλει ο μοναχος, και μαλιστα ο ησυχαζων, ακριβως τοις λογισμοις προσεχειν και τας τουτων αιτιας και γνωναι και εκκοπτειν. Γινωσκειν δε ουτως· οιον ερεθιζουσι το επιθυμητικον της ψυχης αι εμπαθεις μνημαι των γυναικων· τουτων δε αιτιαι, η των βρωματων και ποματων ακρασια και η αυτων των γυναικων πυκνη και αλογος συντυχια· περικοπτει δε ταυτας πεινα και διψα και αγρυπνια και αναχωρησις. Τον δε θυμον παλιν εκταρασσουσιν αι εμπαθεις μνημαι των λυπησαντων· αιτιαι δε τουτων, φιληδονια και κενοδοξια και φιλοϋλια· δια γαρ ταυτα ο εμπαθης λυπειται η ως στερηθεις η ως μη επιτυχων· περικοπτει δε ταυτας η τουτων αυτων καταφρονησις και εξουδενωσις δια την εις Θεον αγαπην.
3.21 (κα’) Γινωσκει ο Θεος εαυτον, γινωσκει και τα υπ᾽ αυτου γεγονοτα· γινωσκουσι δε και αι αγιαι δυναμεις τον Θεον, γινωσκουσι δε και τα υπο του Θεου γεγονοτα. Αλλ᾽ ουχ ως ο Θεος γινωσκει εαυτον και τα υπ᾽ αυτου γεγονοτα, ουτω και αι αγιαι δυναμεις γινωσκουσι τον Θεον και τα υπ᾽ αυτου γεγονοτα.
3.22 (κβ’) Ο μεν Θεος εαυτον γινωσκει εκ της μακαριας ουσιας αυτου· τα δε υπ᾽ αυτου γεγονοτα εκ της σοφιας αυτου, δι᾽ ης και εν η τα παντα εποιησεν. Αι δε αγιαι δυναμεις τον μεν Θεον μετοχη (≡14__272≡> γινωσκουσι, υπερ μετοχην οντα· τα δε υπ᾽ αυτου γεγονοτα αναληψει των εν αυτοις θεωρηματων.
3.23 (κγ’) Εξω μεν του νου εισι τα γεγονοτα, ενδον δε την αυτων θεωριαν αναλαμβανει. Ουχ ουτως δε επι Θεου του αϊδιου και απειρου και αοριστου και το ειναι και ευ ειναι και αει ειναι τοις ουσι χαρισαμενου.
3.24 (κδ’) Θεου μετεχει του αγιου η λογικη και νοερα ουσια, αυτω τε τω ειναι και τη προς το ευ ειναι επιτηδειοτητι· αγαθοτητος τε φημι και σοφιας· και τη προς το αει ειναι χαριτι. Ταυτη ουν τον Θεον γινωσκει· τα δε υπ᾽ αυτου γεγονοτα, τη αναληψει, ως ειρηται, της εν τοις γεγονοσι θεωρουμενης τεχνικης σοφιας, ητις εστι ψιλη και ανυποστατος εν τω νω συνισταμενη.
3.25 (κε’) Τεσσαρα των θειων ιδιωματων συνεκτικα και φρουρητικα και διασωστικα των οντων δι᾽ ακραν αγαθοτητα εκοινοποιησεν ο Θεος, παραγαγων εις το ειναι την λογικην και νοεραν ουσιαν· το ον, το αει ον, την αγαθοτητα και την σοφιαν. Τουτων τα μεν δυο τη ουσια παρεσχε· τα δε δυο τη γνωμικη επιτηδειοτητι· και τη μεν ουσια το ον και το αει ον· τη δε γνωμικη επιτηδειοτητι την αγαθοτητα και την σοφιαν, ινα απερ εστιν αυτος κατ᾽ ουσιαν, γινηται η κτισις κατα μετουσιαν. Δια ταυτην κατ᾽ εικονα και ομοιωσιν Θεου λεγεται γεγενησθαι· και κατ᾽ εικονα μεν, ως ον, οντος· και ως αει ον, αει οντος· ει και μη αναρχως, αλλ᾽ ατελευτητως· καθ᾽ ομοιωσιν δε, ως αγαθος, αγαθου· και ως σοφος, (≡14__274≡> σοφου· του κατα φυσιν, ο κατα χαριν. Και κατ᾽ εικονα μεν πασα φυσις λογικη εστι του Θεου· καθ᾽ ομοιωσιν δε, μονοι οι αγαθοι και σοφοι.
3.26 (κστ’) Πασα η λογικη και νοερα ουσια διηρηται εις δυο, τουτεστιν εις την αγγελικην και την ανθρωπινην φυσιν. Και πασα η αγγελικη φυσις διηρηται παλιν εις δυο καθολικας γνωμας τε και αγελας, αγιας τε και εναγεις, τουτεστιν εις αγιας δυναμεις και ακαθαρτους δαιμονας. Και πασα η ανθρωπινη διηρηται εις γνωμας μονον καθολικας δυο, ευσεβεις λεγω και ασεβεις.
3.27 (κζ’) Ο μεν Θεος ως αυτοΰπαρξις ων και αυτοαγαθοτης και αυτοσοφια, μαλλον δε αληθεστερον ειπειν και υπερ ταυτα παντα, ουδεν εχει το συνολον εναντιον. Τα δε κτισματα, ως παντα μεν μεθεξει και χαριτι την υπαρξιν εχοντα, τα δε λογικα και νοερα και την αγαθοτητος και σοφιας επιτηδειοτητα, εχουσιν εναντια· τη μεν υπαρξει, το μη υπαρχειν· τη δε αγαθοτητος και σοφιας επιτηδειοτητι, κακιαν και αγνωσιαν. Και το μεν υπαρχειν αει η μη υπαρχειν ταυτα, εν τη εξουσια του πεποιηκοτος εστι· το δε μετεχειν της αγαθοτητος αυτου και της σοφιας η μη μετεχειν, εν τη βουλησει των λογικων υπαρχει.
3.28 (κη’) Οι μεν Ελληνες εξ αϊδιου λεγοντες συνυπαρχειν τω Θεω την των οντων ουσιαν, τας δε περι αυτην ποιοτητας μονον εξ αυτου εσχηκεναι, τη μεν ουσια ουδεν λεγουσιν εναντιον, εν δε ταις ποιοτησι μοναις την εναντιωσιν ειναι. Ημεις δε μονην λεγομεν την θειαν ουσιαν μη εχειν τι εναντιον, ως αιδιον τε ουσαν (≡14__276≡> και απειρον και αϊδιοτητος ταις αλλαις χαριστικην· τη δε των οντων ουσια ειναι μεν το μη ον εναντιον και εν τη εξουσια του κυριως οντος υπαρχειν το αει ειναι αυτην η μη ειναι, αμεταμελητα δε ειναι τα χαρισματα αυτου. Και δια τουτο και εστιν αει και εσται τη παντοκρατορικη δυναμει διακρατουμενη, ει και εχει το μη ον εναντιον, ως ειρηται, ως εκ μη οντων εις το ειναι εκ Θεου παραχθεισα και εν τη βουλησει αυτου εχουσα το ειναι αυτην η μη ειναι.
3.29 (κθ’) Ωσπερ το κακον στερησις εστιν αγαθου και η αγνωσια στερησις γνωσεως, ουτω και το μη ον στερησις εστι του οντος, ου του κυριως δε οντος· ουκ εχει γαρ εναντιον· αλλα του κατα μεθεξιν του κυριως οντος. Και αι μεν των προτερων στερησεις τη γνωμη των γεγονοτων επονται· η δε του δευτερου εν τη βουλησει του πεποιηκοτος υπαρχεται, του αει δι᾽ αγαθοτητα βουλομενου ειναι τα οντα και αει υπ᾽ αυτου ευεργετεισθαι.
3.30 (λ’) Παντα τα γεγονοτα, τα μεν εισι λογικα και νοερα και των εναντιων δεκτικα, οιον αρετης και κακιας και γνωσεως και αγνωσιας· τα δε σωματα διαφορα εκ των εναντιων συνεστωτα, τουτεστι γης, αερος, πυρος, υδατος. Και τα μεν εισι ασωματα παντη και αϋλα, ει και τινα τουτων συνεζευκται σωμασι· τα δε εξ υλης και ειδους μονον εχει την συστασιν.
 (≡14__278≡> 3.31 (λα’) Παντα τα σωματα κατα φυσιν εστιν ακινητα· κινειται δε υπο ψυχης· τα μεν, λογικης· τα δε, αλογου· τα δε, αναισθητου.
3.32 (λβ’) Των ψυχικων δυναμεων η μεν εστι θρεπτικη και αυξητικη· η δε φανταστικη και ορμητικη· η δε λογιστικη και νοητικη. Και της μεν πρωτης μονης μετεχουσι τα φυτα· της δε δευτερας προς ταυτη τα αλογα ζωα. της δε τριτης προς ταις δυσιν οι ανθρωποι. Και αι μεν δυο δυναμεις φθαρται· η δε τριτη αφθαρτος και αθανατος αποδεικνυται.
3.33 (λγ’) Αλληλαις μεταδιδουσαι φωτισμου αι αγιαι δυναμεις, και τη ανθρωπινη φυσει η αυτων αρετης μεταδιδοασιν η της εν αυταις γνωσεως· και αρετης μεν, οιον της θεομιμητου αγαθοτητος, καθ᾽ ην και εαυτας και αλληλας και τας υποβεβηκυιας ευεργετουσι θεοειδεις εργαζομεναι· γνωσεως δε η περι Θεου τι υψηλοτερον· συ γαρ, φησιν, υψιστος εις τον αιωνα, Κυριε· η περι σωματων βαθυτερον η περι ασωματων ακριβεστερον η περι προνοιας τρανοτερον η περι κρισεως σαφεστερον.
3.34 (λδ’) Νοος εστι ακαθαρσια πρωτον μεν το γνωσιν εχειν ψευδη· δευτερον δε το αγνοειν τι των καθολου· ως προς ανθρωπινον νουν λεγω, αγγελου γαρ εστι το μηδεν των επι μερους αγνοειν· τριτον δε το εμπαθεις εχειν λογισμους· τεταρτον δε το συγκατατιθεσθαι τη αμαρτια.
3.35 (λε’) Ψυχης εστιν ακαθαρσια το μη ενεργειν κατα φυσιν· εκ τουτου γαρ τικτονται τω νω οι εμπαθεις λογισμοι. Τοτε γαρ κατα φυσιν ενεργει, οταν αι παθητικαι αυτης δυναμεις, ο θυμος (≡14__280≡> λεγω και η επιθυμια, εν τη των πραγματων και των εν αυτοις νοηματων προσβολη απαθεις διαμενωσι.
3.36 (λστ’) Σωματος εστιν ακαθαρσια η κατ᾽ ενεργειαν αμαρτια.
3.37 (λζ’) Αγαπα ησυχιαν ο μη πασχων προς τα του κοσμου και αγαπα παντας ανθρωπους ο μηδεν αγαπων ανθρωπινον και γνωσιν εχει Θεου και των θειων ο μη σκανδαλιζομενος εις τινα ειτε δια παραπτωματα ειτε δια λογισμους εξ υπονοιας.
3.38 (λη’) Μεγα μεν το μη πασχειν προς τα πραγματα· μειζον δε τουτου πολλω το προς τα τουτων νοηματα απαθη διαμειναι.
3.39 (λθ’) Αγαπη και εγκρατεια απαθη τον νουν διατηρουσι προς τε τα πραγματα και προς τα τουτων νοηματα.
3.40 (μ’) Ου προς τα πραγματα ο νους πολεμει του θεοφιλους ουδε προς τα τουτων νοηματα, αλλα προς τα παθη τα τοις νοημασι συνεζευγμενα· οιον ου προς την γυναικα πολεμει ουδε προς τον λυπησαντα ουδε προς τας τουτων φαντασιας, αλλα προς τα παθη τα εν ταις φαντασιαις συνεζευγμενα.
3.41 (μα’) Απας ο πολεμος του μοναχου προς τους δαιμονας, ινα τα παθη των νοηματων χωριση· αλλως γαρ απαθως τα πραγματα βλεπειν ου δυναται.
3.42 (μβ’) Αλλο εστι πραγμα και αλλο νοημα και αλλο παθος· και πραγμα μεν εστιν, οιον ανηρ, γυνη, χρυσος και τα εξης· νοημα δε, οιον μνημη ψιλη τινος των προειρημενων· παθος δε, οιον φιλια αλογος η μισος ακριτον τινος των προειρημενων. Προς ουν το παθος εστι του μοναχου η μαχη.
(≡14__282≡> 3.43 (μγ’) Νοημα εστιν εμπαθες λογισμος συνθετος απο παθους και νοηματος. Χωρισωμεν το παθος απο του νοηματος και απομενει ο λογισμος ψιλος· χωριζομεν δε δι᾽ αγαπης πνευματικης και εγκρατειας, εαν θελωμεν.
3.44 (μδ’) Αι μεν αρεται των παθων τον νουν χωριζουσιν· αι δε πνευματικαι θεωριαι, των ψιλων νοηματων· η δε καθαρα προσευχη αυτω αυτον παριστησι τω Θεω.
3.45 (με’) Αι μεν αρεται, δια την γνωσιν των γεγονοτων· η δε γνωσις, δια τον γινωσκοντα· ο δε γινωσκων, δια τον αγνωστως γινωσκομενον και υπερ γνωσιν γινωσκοντα.
3.46 (μστ’) Ουχ ως προσδεομενος τινος ο υπερπληρης Θεος παρηγαγεν εις το ειναι τα γεγονοτα, αλλ᾽ ινα αυτα μεν αυτου αναλογως μετεχοντα απολαυση, αυτος δε ευφρανθη επι τοις εργοις αυτου, ορων αυτα ευφραινομενα και τον ακορεστον ακορεστως αει κορεννυμενα.
3.47 (μζ’) Πολλους εχει ο κοσμος πτωχους τω πνευματι, αλλα παρα το προσηκον· και πολλους πενθουντας, αλλα δια ζημιας χρηματων η αποβολας τεκνων· και πολλους πραεις, αλλα προς τα ακαθαρτα παθη· και πολλους πεινωντας και διψωντας, αλλα το αρπαζειν τα αλλοτρια και κερδαινειν εξ αδικιας· και πολλους ελεημονας, αλλα προς το σωμα και τα του σωματος· και καθαρους τη καρδια, αλλα δια κενοδοξιαν· και ειρηνοποιους, αλλα την ψυχην τη σαρκι υποτασσοντας· και πολλους δεδιωγμενους, αλλ᾽ ως ατακτους· και πολλους ονειδιζομενους, αλλ᾽ επι αισχροις αμαρτημασιν. Αλλ᾽ εκεινοι μονοι μακαριοι οι δια Χριστον και κατα Χριστον ταυτα και ποιουντες και πασχοντες. Δια τι; Οτι αυτων εστιν η βασιλεια των ουρανων και αυτοι τον (≡14__284≡> Θεον οψονται, και τα εξης. Ωστε ουχ οτι ποιουσι ταυτα και πασχουσι, εισι μακαριοι· και γαρ οι προειρημενοι το αυτο ποιουσιν· αλλ᾽ οτι δια Χριστον και κατα Χριστον ταυτα και ποιουσι και πασχουσι.
3.48 (μη’) Εν πασι τοις υφ᾽ ημων πραττομενοις ο σκοπος ζητειται παρα Θεω, ως πολλακις ειρηται, ειτε δι᾽ αυτον ειτε δι᾽ αλλο τι πραττομεν. Οταν ουν τι θελωμεν πραξαι αγαθον, μη την ανθρωπαρεσκειαν, αλλα τον Θεον σχωμεν σκοπον· ινα εις αυτον αει αποβλεπομενοι, δι᾽ αυτον παντα πραξωμεν· ινα μη και τον κοπον υπομεινωμεν και τον μισθον απολεσωμεν.
3.49 (μθ’) Και τα ψιλα των ανθρωπινων πραγματων νοηματα και τα παντων των γεγονοτων θεωρηματα αποβαλε του νοος εν τω καιρω της προσευχης, ινα μη τα ηττονα φανταζομενος του παντων των οντων ασυγκριτως κρειττονος εκπεσης.
3.50 (ν’) Εαν τον Θεον γνησιως αγαπησωμεν, δι᾽ αυτης της αγαπης τα παθη αποβαλλομεν. Η δε εις αυτον αγαπη εστι το προτιμαν αυτον του κοσμου και την ψυχην της σαρκος· εν τω των κοσμικων μεν περιφρονειν πραγματων, αυτω δε σχολαζειν δια παντος δια τε εγκρατειας και αγαπης και προσευχης και ψαλμωδιας και των εξης.
3.51 (να’) Εαν σχολαζοντες τω Θεω χρονω πολλω του παθητικου μερους της ψυχης επιμελωμεθα, ουκ ετι προς τας των λογισμων προσβολας εξοκειλομεν· αλλα και ακριβεστερον τας τουτων αιτιας κατανοουντες και εκκοπτοντες διορατικωτεροι γινομεθα, ωστε πληρωθηναι εις ημας το· Και επειδεν ο οφθαλμος (≡14__286≡> μου εν τοις εχθροις μου και εν τοις επανισταμενοις επ᾽ εμε πονηρευομενοις ακουσεται το ους μου.
3.52 (νβ’) Οταν βλεπης τον νουν σου ευσεβως και δικαιως αναστρεφομενον εν τοις του κοσμου νοημασι, γινωσκε και το σωμα σου καθαρον και αναμαρτητον διαμενειν· οταν δε τον νουν βλεπης κατα διανοιαν αμαρτιαις σχολαζοντα και μη ανακοπτης, γινωσκε και το σωμα σου μη πολυχρονιζειν τουτοις αυτοις περιπεσειν.
3.53 (νγ’) Ωσπερ το σωμα εχει κοσμον τα πραγματα, ουτω και ο νους εχει κοσμον τα νοηματα· και ωσπερ το σωμα πορνευει μετα του σωματος της γυναικος, ουτω και ο νους πορνευει μετα του νοηματος της γυναικος δια της φαντασιας του ιδιου σωματος· την γαρ μορφην του ιδιου σωματος βλεπει μιγνυμενην μετα της μορφης της γυναικος κατα διανοιαν. Ωσαυτως και την μορφην του λυπησαντος αμυνεται κατα διανοιαν δια της μορφης του ιδιου σωματος. Και επι των αλλων αμαρτηματων ομοιως· απερ γαρ πραττει το σωμα κατ᾽ ενεργειαν εις τον κοσμον των πραγματων, ταυτα πραττει και ο νους εις τον κοσμον των νοηματων.
3.54 (νδ’) Ουκ εστι φριξαι και εκπλαγηναι και εκστηναι τη διανοια οτι ο μεν Θεος και Πατηρ κρινει ουδενα, πασαν δε την κρισιν δεδωκε τω Υιω. Ο δε Υιος κραζει· Μη κρινετε, ινα μη κριθητε· μη καταδικαζετε, ινα μη καταδικασθητε. Ο δε Αποστολος ομοιως· Μη προ καιρου τι κρινετε, εως αν ελθη ο Κυριος, και· Εν ω κριματι κρινεις τον ετερον, σεαυτον κατακρινεις. Οι (≡14__288≡> δε ανθρωποι αφεντες το κλαιειν τας εαυτων αμαρτιας ηραν την κρισιν απο του Υιου και αυτοι ως αναμαρτητοι κρινουσι και καταδικαζουσιν αλληλους· και ο μεν ουρανος εξεστη επι τουτω, η δε γη εφριξεν, αυτοι δε ουκ αισχυνονται αναισθητουντες.
3.55 (νε’) Ο τας των αλλων αμαρτιας περιεργαζομενος η και εξ υπονοιας τον αδελφον κρινων, ουπω εβαλεν αρχην μετανοιας ουδε του ερευναν και γνωναι τας εαυτου αμαρτιας, εν αληθεια βαρυτερας ουσας μολιβδου πολυταλαντου, ουδε εγνω ποθεν γινεται ανθρωπος βαρυκαρδιος αγαπων ματαιοτητα και ζητων ψευδος. Δια τουτο ως αφρων και εν σκοτει διαπορευομενος, αφεις τας εαυτου αμαρτιας τας των αλλων φανταζεται η ουσας η νομιζομενας εξ υπονοιας.
3.56 (νστ’) Η φιλαυτια, ως πολλακις ειρηται, παντων των εμπαθων λογισμων αιτια καθισταται. Εκ γαρ ταυτης γεννωνται οι τρεις γενικωτατοι της επιθυμιας λογισμοι· ο της γαστριμαργιας και της φιλαργυριας και της κενοδοξιας. Εκ μεν της γαστριμαργιας γενναται ο της πορνειας· εκ δε της φιλαργυριας, ο της πλεονεξιας· εκ δε της κενοδοξιας, ο της υπερηφανιας. Οι δε λοιποι παντες εκαστω των τριων ακολουθουσιν· ο τε της οργης και ο της λυπης και ο της μνησικακιας και ακηδιας και φθονου και καταλαλιας και οι λοιποι. Ταυτα ουν τα παθη συνδεσμουσι τον νουν τοις υλικοις πραγμασι και κατεχουσιν αυτον εις την γην, λιθου δικην βαρυτατου αυτω επικειμενα, φυσει οντα αυτον πυρος κουφοτερον και οξυτερον.
3.57 (νζ’) Αρχη μεν παντων των παθων, η φιλαυτια· τελος δε, η υπερηφανια. (≡14__290≡> Φιλαυτια δε εστιν η προς το σωμα αλογος φιλια· ο ταυτην εκκοψας, συνεκοψε παντα τα παθη τα εξ αυτης. 3.58 (νη’) Ωσπερ οι γονεις των σωματων προσπασχουσι τοις εξ αυτων γεννωμενοις, ουτω και ο νους φυσικως τοις εαυτου προσκειται λογοις. Και ωσπερ τοις εκεινων εμπαθεστεροις, καν παντων κατα παντα ωσιν οι παιδες καταγελαστοτατοι, παντων φαινονται επιεικεστατοι και ευμορφοτατοι, ουτω και τω αφρονι νω οι αυτου λογοι, καν παντων ωσι μοχθηροτεροι, παντων φαινονται φρονιμωτεροι. Τω δε σοφω ουχ ουτως οι εαυτου λογοι· αλλ᾽ οταν δοξη πληροφορεισθαι οτι αληθεις εισι και καλοι, τοτε μαλιστα ου πιστευει τη εαυτου κρισει, αλλα αλλους σοφους των εαυτου λογων κριτας καθιστησι, μη εις κενον τρεχη η εδραμε· και εξ αυτων την βεβαιωσιν λαμβανει.
3.59 (νθ’) Οταν τινα νικησης των ατιμοτερων παθων, οιον η γαστριμαργιαν η πορνειαν η οργην η πλεονεξιαν, ευθυς εφιπταται επι σε ο της κενοδοξιας λογισμος· εαν δε τουτον νικησης, ο της υπερηφανιας διαδεχεται.
3.60 (ξ’) Παντα τα ατιμα παθη κρατουντα της ψυχης τον της κενοδοξιας εξ αυτης απελαυνουσι λογισμον· και παντων των προειρημενων ηττημενων, επ᾽ αυτην αυτον αναλυουσιν.
3.61 (ξα’) Η κενοδοξια ποτε μεν αναιρουμενη ποτε δε μενουσα τικτει την υπερηφανιαν· και αναιρουμενη μεν, οιησιν εμποιει· μενουσα δε, αλαζονειαν.
3.62 (ξβ’) Κενοδοξιαν μεν αναιρει η κρυπτη εργασια· υπερηφανιαν δε, το τω Θεω επιγραφειν τα κατορθωματα.
3.63 (ξγ’) Ο γνωσεως Θεου καταξιωθεις και της εκ ταυτης ηδονης (≡14__292≡> απολαυσας πλουσιως, ουτος καταφρονει των εκ του επιθυμητικου τικτομενων πασων ηδονων.
3.64 (ξδ’) Ο επιθυμων των επιγειων η βρωματων επιθυμει η των τα υπογαστρια θεραπευοντων η δοξης ανθρωπινης η χρηματων η τινος αλλου των τουτοις επομενων· και ει μη τι τουτων ευρη κρειττον ο νους, εφ᾽ ω την επιθυμιαν μετενεγκη, ουκ αν τουτων καταφρονειν εις τελος πεισθη. Κρειττων δε τουτων ασυγκριτως η του Θεου γνωσις και των θειων εστι.
3.65 (ξε’) Οι των ηδονων καταφρονουντες η φοβω καταφρονουσιν η ελπιδι η γνωσει και τη εις Θεον αγαπη.
3.66 (ξστ’) Η ανευ παθους των θειων γνωσις ου πειθει τον νουν εις τελος καταφρονειν των προσυλων, αλλ᾽ εοικε λογισμω ψιλω πραγματος αισθητου. Διο πολλους εστιν ευρειν των ανθρωπων γνωσιν εχοντας πολλην και εν τοις της σαρκος παθεσι δικην χοιρων εν βορβορω κυλινδουμενους. Προς ολιγον γαρ εξ επιμελειας καθαρθεντες και της γνωσεως επιτυχοντες, υστερον αμελησαντες ωμοιωθησαν τω Σαουλ, ος βασιλειας καταξιωθεις και αναξιως πολιτευσαμενος, μετ᾽ οργης φοβερας εξ αυτης απεβληθη.
3.67 (ξζ’) Ωσπερ ο ψιλος των ανθρωπινων πραγματων λογισμος ουκ αναγκαζει τον νουν καταφρονειν των θειων, ουτως ουδε η ψιλη γνωσις των θειων πειθει εις τελος καταφρονειν των ανθρωπινων· διοτι εν σκιαις νυν υπαρχει και εικασμοις η αληθεια. Και δια τουτο δειται του μακαριου παθους της αγιας αγαπης, της συνδεσμουσης τον νουν τοις πνευματικοις θεωρημασι και πειθουσης προτιμαν των υλικων τα αϋλα και των αισθητων τα νοητα και θεια.
3.68 (ξη’) Ου παντως ο τα παθη εκκοψας και ψιλους τους λογισμους (≡14__294≡> εργασαμενος ηδη αυτα και επι τα θεια ετρεψεν, αλλα δυναται μητε προς τα ανθρωπινα πασχειν μητε προς τα θεια· οπερ επισυμβαινει επι των πρακτικων μονον και μηπω γνωσεως καταξιωθεντων, οι φοβω κολασεως η ελπιδι βασιλειας των παθων απεχονται.
3.69 (ξθ’) Δια πιστεως περιπατουμεν, ου δια ειδους· και εν εσοπτροις την γνωσιν εχομεν και αινιγμασι. Και δια τουτο πολλης δεομεθα της εν αυτοις ασχολιας, ινα τη χρονια τουτων μελετη και αδολεσχια εξιν δυσαποσπαστον των θεωρηματων ποιησωμεν.
3.70 (ο’) Εαν προς ολιγον των παθων τας αιτιας εκκοψαντες τοις πνευματικοις ενασχοληθωμεν θεωρημασι, μη εν αυτοις δε αει διατριψωμεν, αυτο τουτο εχοντες εργον ευχερως παλιν επι τα της σαρκος παθη περιτρεπομεθα, μηδεν αλλο εκειθεν καρπωσαμενοι η ψιλην γνωσιν μετα οιησεως· ης το τελος η τε αυτης κατα μικρον της γνωσεως σκοτωσις και η παντελης του νου επι τα υλικα εκτροπη.
3.71 (οα’) Παθος αγαπης ψεκτον τοις υλικοις πραγμασι τον νουν ενασχολει· παθος αγαπης επαινετον και τοις θειοις αυτον συνδεσμει. Ειωθε γαρ ο νους εν οις χρονιζει πραγμασιν, εν αυτοις και πλατυνεσθαι· εν οις δε πλατυνεται, εν αυτοις και την επιθυμιαν και την αγαπην τρεψαι, ειτε εν τοις θειοις και οικειοις και νοητοις ειτε εν τοις της σαρκος πραγμασι τε και παθεσι.
3.72 (οβ’) Ο Θεος εκτισε τον αορατον κοσμον και τον ορωμενον· και την ψυχην και το σωμα δηλονοτι αυτος εποιησε. Και ει ο ορωμενος κοσμος τοιουτος εστι καλος, ποιος αρα εστιν ο αορατος; Ει δε κρειττων τουτου εκεινος, ποσον υπερ τους δυο ο τουτους κτισας (≡14__296≡> Θεος; Ει ουν κρειττων παντων των γεγονοτων ο παντων δημιουργος των καλων, τινι λογω ο νους αφεις το παντων κρειττον τοις παντων χειροσιν ενασχολειται; λεγω δε τοις της σαρκος παθεσιν· η δηλον οτι ταυτη μεν εκ γενετης συναναστραφεις και συνεθισας, του δε παντων κρειττονος και υπερ παντα ουπω τελειαν ειληφε πειραν; Εαν ουν χρονια ασκησει της των ηδονων εγκρατειας και της των θειων μελετης κατα μικρον αυτον της τοιαυτης σχεσεως απορρηξωμεν, πλατυνεται τε εν τοις θειοις κατ᾽ ολιγον προκοπτων και το οικειον γνωριζει αξιωμα και τελος ολον τον ποθον επι το θειον μεταφερει.
3.73 (ογ’) Ο απαθως λεγων αμαρτημα αδελφου κατα δυο αιτιας λεγει, η ινα αυτον διορθωσηται η ινα αλλον ωφεληση. Ει δε εκτος τουτων λεγει ειτε αυτω ειτε αλλω, ονειδιζων η διασυρων αυτον λεγει και ου μη εκφυγη την θειαν εγκαταλειψιν, αλλ᾽ η αυτω η αλλω πταισματι παντως περιπεσειται και υπο ετερων ελεγχθεις και ονειδισθεις καταισχυνθησεται.
3.74 (οδ’) Ουχ εις λογος των την αυτην αμαρτιαν κατ᾽ ενεργειαν αμαρτανοντων εστιν, αλλα διαφοροι. Οιον αλλο εστι το απο εξεως αμαρτανειν και αλλο το κατα συναρπαγην· ος ουτε προ της αμαρτιας ειχε την ενθυμησιν ουτε μετα την αμαρτιαν, αλλα και σφοδρα επι τω γεγονοτι οδυναται· ο δε απο εξεως, εκ του εναντιου· και πρωτον γαρ κατα διανοιαν ουκ επαυετο αμαρτανων και μετα το πραξαι της αυτης εστι διαθεσεως.
3.75 (οε’) Ο δια κενοδοξιαν τας αρετας μετερχομενος δηλον οτι και (≡14__298≡> την γνωσιν δια κενοδοξιαν μετερχεται. Ο δε τοιουτος ουδε προς οικοδομην δηλον οτι πραττει τι η διαλεγεται, αλλ᾽ εν πασι την παρα των βλεποντων η ακουοντων δοξαν θηρωμενος. Ελεγχεται δε το παθος, οταν τινες των προειρημενων τοις εργοις η τοις λογοις αυτου ψογον επιφερωσι και επι τουτω σφοδρα λυπηται, ου δια το εκεινους μη οικοδομεισθαι· ουδε γαρ τουτο ειχε σκοπον· αλλα δια το αυτον εξουδενωθηναι.
3.76 (οστ’) Το της φιλαργυριας παθος εντευθεν ελεγχεται· εν τω χαιροντα λαμβανειν και λυπουμενον μεταδιδοναι. Ου δυναται δε ο τοιουτος οικονομικος ειναι.
3.77 (οζ’) Δια ταυτα τις πασχων υπομενει· η δια την αγαπην του Θεου η δια την ελπιδα της μισθαποδοσιας η δια τον φοβον της κολασεως η δια τον φοβον των ανθρωπων η δια φυσιν η δια ηδονην η δια κερδος η δια κενοδοξιαν η δι᾽ αναγκην.
3.78 (οη’) Αλλο εστι λογισμων απαλλαγηναι και αλλο παθων ελευθερωθηναι. Και πολλακις τις λογισμων απαλλαττει, μη παροντων των πραγματων εκεινων προς απερ τα παθη κεκτηται· κεκρυπται δε τα παθη εν τη ψυχη και αναφανεντων των πραγματων ελεγχεται. Χρη ουν τηρειν τον νουν επι των πραγματων και γνωναι προς ποιον εχει το παθος.
3.79 (οθ’) Φιλος εκεινος εστι γνησιος ο τας εκ περιστασεως θλιψεις και αναγκας και συμφορας εν καιρω πειρασμου συνυποφερων τω πλησιον ως ιδιας αθορυβως και αταραχως.
3.80 (π’) Μη ατιμασης την συνειδησιν αριστα σοι αει συμβουλευουσαν· (≡14__300≡> γνωμην γαρ θειαν και αγγελικην σοι υποτιθεται και των κρυπτων της καρδιας μολυσματων ελευθεροι και παρρησιαν προς τον Θεον εν τη εξοδω χαριζεται.
3.81 (πα’) Ει θελεις γενεσθαι επιγνωμων και μετριος και τω παθει της οιησεως μη δουλευειν, αει ζητει εν τοις ουσι τι εστι κρυπτομενον την σην γνωσιν. Και ευρισκων παμπολλα και διαφορα πραγματα λανθανοντα σε, θαυμασεις τε επι τη ση αγνωσια και συστελεις το φρονημα και σεαυτον επιγνους συνησεις πολλα και μεγαλα και θαυμαστα πραγματα· επει το νομιζειν ειδεναι ουκ εα προκοπτειν εις το ειδεναι.
3.82 (πβ’) Ουτος ακριβως θελει σωθηναι, ο τοις ιατρικοις φαρμακοις μη ανθισταμενος· αυται δε εισιν οδυναι και λυπαι δια ποικιλων επιφορων επαγομεναι. Ο δε ανθισταμενος ουκ οιδε τι ενταυθα πραγματευεται ουδε τι εντευθεν ονησομενος απελευσεται.
3.83 (πγ’) Κενοδοξια και φιλαργυρια αλληλων εισι γεννετικα· οι μεν γαρ κενοδοξουντες πλουτουσιν, οι δε πλουτουντες κενοδοξουσιν, αλλ᾽ ως κοσμικοι· επει ο μοναχος ακτημων ων μαλλον κενοδοξει· αργυριον δε εχων κρυπτει αυτο, αισχυνομενος ως ανοικειον πραγμα του σχηματος εχων.
3.84 (πδ’) Της του μοναχου κενοδοξιας ιδιον, το επ᾽ αρετη κενοδοξειν και τοις ταυτη ακολουθουσι· της δε υπερηφανιας αυτου ιδιον, το επι κατορθωμασιν επαιρεσθαι και εξουθενειν τους αλλους και το εαυτω ταυτα και μη τω Θεω επιγραφειν. Της δε του κοσμικου (≡14__302≡> κενοδοξιας και υπερηφανιας ιδιον, το επι καλλει και πλουτω και δυναστεια και φρονησει κενοδοξειν και επαιρεσθαι.
3.85 (πε’) Τα των κοσμικων κατορθωματα πτωματα εισι των μοναχων· και τα των μοναχων κατορθωματα πτωματα εισι των κοσμικων. Οιον τα των κοσμικων κατορθωματα πλουτος εστι και δοξα και δυναστεια και τρυφη και ευσαρκια και ευτεκνια και τα τουτων ακολουθα· εις απερ ελθων ο μοναχος απολλυται. Τα δε του μοναχου κατορθωματα, ακτημοσυνη, αδοξια, αδυναμια, εγκρατεια, κακοπαθεια και τα τουτων ακολουθα· εις απερ ελθων ο φιλοκοσμος παρα προθεσιν, πτωμα ηγειται μεγα και κινδυνευει πολλακις και αγχονη χρησασθαι· τινες δε και εχρησαντο.
3.86 (πστ’) Τα βρωματα δια δυο αιτιας εκτισθη· τροφης ενεκα και θεραπειας. Οι ουν παρεξ τουτων μεταλαμβανοντες, ως παραχρωμενοι τοις εις χρησιν παρα Θεου δοθεισιν, ως τρυφηται κατακρινονται· και επι παντων δε των πραγματων η παραχρησις εστιν η αμαρτια.
3.87 (πζ’) Ταπεινοφροσυνη εστι προσευχη συνεχης μετα δακρυων και πονων· αυτη γαρ τον Θεον αει εις βοηθειαν επικαλουμενη, εις την ιδιαν δυναμιν και σοφιαν αφρονως θαρρειν ουκ εα ουδε αλλων κατεπαιρεσθαι, ατινα εισι χαλεπα νοσηματα του της υπερηφανιας παθους.
3.88 (πη’) Αλλο εστι μαχεσθαι τω ψιλω λογισμω, ινα μη κινηση το παθος· και αλλο εστι τω εμπαθει μαχεσθαι, ινα μη γενηται συγκαταθεσις. Οι αμφοτεροι δε τροποι ουκ εωσι χρονισαι τους λογισμους.
 (≡14__304≡> 3.89 (πθ’) Η λυπη τη μνησικακια συνεζευκται· οταν ουν ο νους το προσωπον του αδελφου μετα λυπης ενοπτριζεται, δηλον οτι μνησικακιαν εχει προς αυτον. Οδοι δε μνησικακων εις θανατον, διοτι πας μνησικακος, παρανομος.
3.90 (ƒ’) Εαν μεν συ μνησικακης τινι, προσευχου υπερ αυτου και ιστας το παθος της κινησεως, χωριζων την λυπην δια της προσευχης εκ της μνημης του κακου, ουπερ σοι εποιησεν· αγαπητικος δε γενομενος και φιλανθρωπος, παντελως εκ της ψυχης το παθος εξαφανιζεις. Εαν δε αλλος σοι μνησικακη, χαριστικος γενου προς αυτον και ταπεινος και καλως συναυλιζου και απαλλαττεις αυτον του παθους.
3.91 (ƒα’) Του φθονουντος την λυπην κοπω στησεις· συμφοραν γαρ ηγειται το εν σοι φθονουμενον και ου δυνατον αλλως στησαι, ει μη τι κρυψης αυτον. Ει δε πολλους μεν ωφελει, εκεινον δε λυπει, ποιου μερους περιφρονησεις; Αναγκαιον ουν της των πολλων γενεσθαι ωφελειας κακεινου δε κατα δυναμιν μη αμελειν μηδε τη του παθους πονηρια συναπαχθηναι, ως ουχι τω παθει, αλλα τω πασχοντι αμυνομενον· αλλα τη ταπεινοφροσυνη ηγεισθαι αυτον υπερεχοντα σεαυτου και εν παντι καιρω και τοπω και πραγματι προτιμαν αυτον. Τον δε σον φθονον δυνασαι στησαι, εαν εν οις χαιρει ο υπο σου φθονουμενος συγχαιρης και εν οις λυπειται και αυτος συλλυπη, πληρων το του Αποστολου, το· Χαιρειν μετα χαιροντων και κλαιειν μετα κλαιοντων.
 (≡14__306≡> 3.92 (ƒβ’) Ο νους ημων μεσος εστι δυο τινων, εκαστου τα ιδια ενεργουντος· του μεν, αρετην· του δε, κακιαν· τουτεστιν αγγελου και δαιμονος. Εξουσιαν δε εχει ο νους και δυναμιν ω θελει ειτε επεσθαι ειτε αντισθηναι.
3.93 (ƒγ’) Αι μεν αγιαι δυναμεις προτρεπονται ημας επι τα καλα· τα δε φυσικα σπερματα και η αγαθη προαιρεσις βοηθουσιν ημιν. Τας δε των δαιμονων προσβολας τα παθη και η πονηρα προαιρεσις συνιστωσι.
3.94 (ƒδ’) Τον καθαρον νουν ποτε μεν αυτος ο Θεος αυτω επιβαινων διδασκει· ποτε δε, αι αγιαι δυναμεις τα καλα υποτιθεμεναι· ποτε δε, η φυσις των πραγματων θεωρουμενη.
3.95 (ƒε’) Χρη τον καταξιωθεντα γνωσεως νουν τα τε νοηματα τηρειν απαθη των πραγματων και τα θεωρηματα ασφαλη και την της προσευχης καταστασιν αθολωτον· ου δυναται δε ταυτην αει τηρειν εκ των της σαρκος αναδοσεων, δια της των δαιμονων επιβουλης καπνιζομενος.
3.96 (ƒστ‘) Ου δι᾽ οσα λυπουμεθα, δια ταυτα και οργιζομεθα· πλεοναζει γαρ τα την λυπην εμποιουντα παρα τα την οργην. Οιον εκλασθη τοδε, απωλετο τοδε, απεθανεν ο δεινα· δια γαρ τα τοιαυτα λυπουμεθα μονον· δια δε τα λοιπα και λυπουμεθα και οργιζομεθα, αφιλοσοφως διακειμενοι.
3.97 (ƒζ’) Δεχομενος ο νους τα των πραγματων νοηματα, προς εκαστον νοημα μετασχηματιζεσθαι πεφυκε· θεωρων δε ταυτα πνευματικως, προς εκαστον θεωρημα ποικιλως μεταμορφουσθαι· εν δε Θεω γενομενος, αμορφος παντη και ασχηματιστος (≡14__308≡> γινεται· τον γαρ μονοειδη θεωρων, μονοειδης γινεται και ολος φωτοειδης.
3.98 (ƒη’) Ψυχη εστι τελεια, ης η παθητικη δυναμις νενευκεν ολοτελως προς Θεον.
3.99 (ƒθ’) Νους εστι τελειος, ο δια πιστεως αληθους τον υπεραγνωστον υπεραγνωστως υπερεγνωκως και των αυτου δημιουργηματων τα καθολου θεασαμενος και της εν αυτοις προνοιας και κρισεως την περιληπτικην γνωσιν παρα Θεου ειληφως· ως ανθρωποις δε φημι.
3.100 (ρ’) Τριχως τεμνεται ο χρονος και η μεν πιστις τοις τρισι συμπαρατεινεται τμημασι· η δε ελπις, τω ενι· η δε αγαπη, τοις δυσι. Και η μεν πιστις και ελπις μεχρι τινος, η δε αγαπη εις απειρους αιωνας τω υπεραπειρω υπερηνωμενη και αει υπεραυξουσα διαμενει· και δια τουτο μειζων παντων η αγαπη.
 
(≡14__310≡>
ΕΚΑΤΟΝΤΑΣ ΤΕΤΑΡΤΗ
 
4.1 (α’) Πρωτον μεν θαυμαζει ο νους την θειαν εννοουμενος κατα παντα απειριαν και το ανεκβατον εκεινο και πολυποθητον πελαγος. Δευτερον δε εκπληττεται πως εκ του μηδενος της των οντων εις το ειναι παρηγαγεν υπαρξιν. Αλλ᾽ ωσπερ της μεγαλωσυνης αυτου ουκ εστι περας, ουτως ουδε της φρονησεως αυτου εστιν εξευρεσις.
4.2 (β’) Πως γαρ ου θαυμαζει το απλετον εκεινο και υπερ εκπληξιν θεωρων της αγαθοτητος πελαγος; ῍Η πως ουκ εξισταται εννοουμενος πως και ποθεν η τε λογικα και νοερα γεγονεν ουσια και τα τεσσαρα στοιχεια, εξ ων τα σωματα, μηδεμιας υλης της τουτων προϋπαρξασης γενεσεως; Ποια τε η δυναμις εκεινη, η εις ενεργειαν κινηθεισα ταυτα εις το ειναι παρηγαγεν; Αλλα τουτο Ελληνων παιδες ου παραδεχονται, αγνοουντες την παντοδυναμον αγαθοτητα και την δραστηριον αυτης και υπερ νουν σοφιαν και γνωσιν.
4.3 (γ’) Εξ αϊδιου δημιουργος υπαρχων ο Θεος, οτε βουλεται δημιουργει Λογω ομοουσιω και Πνευματι δι᾽ απειρον αγαθοτητα. Και μη ειπης· τινι λογω νυν εδημιουργησεν, αει αγαθος (≡14__312≡> υπαρχων; Επει, καγω σοι λεγω, οτι η της απειρου ουσιας ανεξιχνιαστος σοφια τη ανθρωπινη ουχ υποπιπτει γνωσει.
4.4 (δ’) Την εξ αϊδιου εν εαυτω ο Δημιουργος των οντων προϋπαρχουσαν γνωσιν, οτε εβουληθη, ουσιωσε και προυβαλετο. Ατοπον δε εστιν επι Θεου του παντοδυναμου διστασαι ει δυναται τι ουσιωσαι, οτε βουλεται.
4.5 (ε’) Δι᾽ ην μεν αιτιαν ο Θεος εδημιουργησε ζητει· εστι γαρ γνωσις. Το δε πως και δια τι προσφατως μη ζητει· ουκ εστι γαρ τω σω υποπιπτουσα νω, διοτι των θειων τα μεν ληπτα, τα δε αληπτα τοις ανθρωποις. Θεωρια δε αχαλινωτος κατα κρημνον ωσειεν, ως εφη τις των αγιων.
4.6 (στ‘) Τινες φασι συνυπαρχειν εξ αϊδιου τω Θεω τα δημιουργηματα, οπερ αμηχανον. Πως γαρ τω παντη απειρω τα κατα παντα πεπερασμενα συνυπαρχειν δυναται εξ αϊδιου; ῍Η πως κυριως δημιουργηματα, ει συναιδια τω Δημιουργω; Αλλ᾽ ουτος ο λογος των Ελληνων εστιν, οιτινες ουσιας μεν ουδαμως, ποιοτητων δε μονον δημιουργον τον Θεον εισαγουσιν. Ημεις δε τον παντοδυναμον εγνωκοτες Θεον, ου ποιοτητων, αλλ᾽ ουσιων πεποιωμενων δημιουργον αυτον ειναι φαμεν. Ει δε τουτο, ουκ εξ αϊδιου συνυπαρκτα τω Θεω τα δημιουργηματα.
4.7 (ζ’) Κατα τι μεν γνωστον το θειον και τα θεια, κατα τι δε αγνωστον· και γνωστον μεν, τοις περι αυτο θεωρημασιν· αγνωστον δε, τοις κατ᾽ αυτο.
4.8 (η’) Μη εξεις και επιτηδειοτητας ζητησης επι της απλης και (≡14__314≡> απειρου ουσιας της αγιας Τριαδος, ινα μη συνθετον αυτην ποιησης ωσπερ τα κτισματα· οπερ ατοπον και αθεμιτον επι Θεου εννοησαι.
4.9 (θ’) Μονη απλη και μονοειδης και αποιος και ειρηναια και αστασιαστος η απειρος ουσια και παντοδυναμος και δημιουργικη των ολων. Πασα δε η κτισις συνθετος υπαρχει εξ ουσιας και συμβεβηκοτος και επιδεης αει της θειας προνοιας, ως τροπης ουκ ελευθερα.
4.10 (ι’) Πασα η νοερα ουσια και η αισθητικη ελαβον δυναμεις, παρα Θεου εις το ειναι παραχθεισαι, αντιληπτικας των οντων· η μεν νοερα τας νοησεις, η δε αισθητικη τας αισθησεις.
4.11 (ια’) Ο μεν Θεος μετεχεται μονον, η δε κτισις και μετεχει και μεταδιδωσι· και μετεχει μεν του ειναι και του ευ ειναι, μεταδιδωσι δε του ευ ειναι μονον· αλλ᾽ ετερως μεν η σωματικη, ετερως δε η ασωματος ουσια.
4.12 (ιβ’) Η μεν ασωματος ουσια και λεγουσα και πραττουσα και θεωρουμενη του ευ ειναι μεταδιδωσιν· η δε σωματικη, θεωρουμενη μονον.
4.13 (ιγ’) Το μεν αει ειναι η μη ειναι την λογικην και νοεραν ουσιαν εν τη βουλησει εστι του τα παντα καλα δημιουργησαντος· το δε αγαθα ταυτα ειναι κατα προαιρεσιν η φαυλα εν τω θεληματι των γεγονοτων υπαρχει.
4.14 (ιδ’) Ου περι την ουσιαν των γεγονοτων το κακον θεωρειται, αλλα περι την εσφαλμενην και αλογιστον κινησιν.
4.15 (ιε’) Ευλογως κινειται η ψυχη, οταν το μεν επιθυμητικον αυτης (≡14__316≡> τη εγκρατεια πεποιωται· το δε θυμικον της αγαπης αντεχηται, το μισος αποστρεφομενον· το δε λογιστικον προς τον Θεον διαγη δια προσευχης και θεωριας πνευματικης.
4.16 (ιστ’) Ουπω εχει τελειαν την αγαπην ουδε της θειας προνοιας κατα βαθος την γνωσιν ο εν καιρω πειρασμου μη μακροθυμων επι τοις συμβαινουσι λυπηροις, αλλ᾽ αποκοπτων εαυτον της των πνευματικων αδελφων αγαπης.
4.17 (ιζ’) Σκοπος της θειας προνοιας το τους υπο της κακιας ποικιλως διεσχισμενους δια της ορθης πιστεως και της πνευματικης αγαπης ενοποιειν, ειπερ δια τουτο πεπονθεν ο Σωτηρ, ινα τα τεκνα του Θεου τα διεσκορπισμενα συναγαγη εις εν. Ο ουν μη στεγων τα οχληρα μηδε φερων τα λυπηρα μηδε υπομενων τα επιπονα, εκτος της θειας αγαπης και του σκοπου της προνοιας περιπαθει.
4.18 (ιη’) Ει η αγαπη μακροθυμει και χρηστευεται, ο ολιγοψυχων επι τοις συμβαινουσι λυπηροις και δια τουτο πονηρευομενος επι τοις λυπησασι και της προς αυτους αγαπης εαυτον αποκοπτων, πως του σκοπου της θειας προνοιας ουκ εκπιπτει;
4.19 (ιθ’) Προσεχε σεαυτω, μηποτε η χωριζουσα σε εκ του αδελφου κακια ουκ εν τω αδελφω, αλλ᾽ εν σοι ευρισκεται· και σπευσον αυτω διαλλαγηναι, ινα μη της εντολης της αγαπης εκπεσης.
4.20 (κ’) Μη καταφρονησης της εντολης της αγαπης, οτι δι᾽ αυτης υιος Θεου εση· ην παραβαινων, υιος γεεννης ευρεθηση.
4.21 (κα’) Τα χωριζοντα της των φιλων αγαπης εισι ταυτα· το φθονειν (≡14__318≡> η φθονεισθαι, το ζημιουν η ζημιουσθαι, το ατιμαζειν η ατιμαζεσθαι και οι εξ υπονοιας λογισμοι. Μηποτε ουν εδρασας τι τουτων η πεπονθας και δια τουτο της του φιλου αγαπης χωριζη.
4.22 (κβ’) Συνεβη σοι πειρασμος εκ του αδελφου και η λυπη εις μισος σε ηγαγε· μη νικω υπο του μισους, αλλα νικα εν τη αγαπη το μισος. Νικησεις δε τροπω τοιουτω· προσευχομενος υπερ αυτου γνησιως προς τον Θεον, την απολογιαν αυτου δεχομενος η και αυτος δια ταυτης αυτον θεραπευων και σεαυτον αιτιον του πειρασμου λογιζομενος και μακροθυμων μεχρις ου παρελθη το νεφος.
4.23 (κγ’) Μακροθυμος εστιν ο το τελος εκδεχομενος του πειρασμου και το καυχημα της καρτεριας αναμενων.
4.24 (κδ’) Ανηρ μακροθυμος, πολυς εν φρονησει, οτι παντα τα συμβαινοντα επι το τελος αναφερει κακεινο περιμενων ανεχεται των λυπηρων. Το δε τελος εστι ζωη αιωνιος, κατα τον θειον Αποστολον· αυτη δε εστιν η αιωνιος ζωη, ινα γινωσκωσι σε τον μονον αληθινον Θεον και ον απεστειλας Ιησουν Χριστον.
4.25 (κε’) Μη ευκολος εσο επι αποβολη πνευματικης αγαπης, διοτι αλλη σωτηριας οδος ουχ υπολελειπται εν ανθρωποις.
4.26 (κστ’) Μη τον χθες πνευματικον αδελφον και εναρετον δια το εν σοι σημερον εξ επηρειας του πονηρου εγγινομενον μισος κρινε φαυλον και πονηρον· αλλα δια της μακροθυμουσης αγαπης τα (≡14__320≡> χθεσινα καλα λογιζομενος το σημερον μισος της ψυχης αποβαλλε.
4.27 (κζ’) Μη ον επηνεις χθες ως καλον και ενεκωμιαζες ως εναρετον, σημερον ως φαυλον και πονηρον κακολογησης, δια την σην εξ αγαπης εις μισος μεταβολην τον του αδελφου ψογον απολογιαν του εν σοι πονηρου μισους ποιουμενος· αλλα τοις αυτοις εγκωμιοις επιμεινον, καν ετι υπο της λυπης κεκρατησαι, και εις την αυτην σωτηριον αγαπην ευχερως επανερχη.
4.28 (κη’) Μη τον συνηθη του αδελφου επαινον δια την ετι εν σοι προς αυτον υπαρχουσαν κεκρυμμενην λυπην εν τη των λοιπων αδελφων συντυχια νοθευσης, συμπαραμισγων τοις λογοις λεληθοτως τον ψογον· αλλα καθαρω τω επαινω εν τη συντυχια χρησαι και γνησιως υπερ αυτου ως υπερ σαυτου προσευχου και του ολεθριου μισους ταχιστα απαλλαττη.
4.29 (κθ’) Μη ειπης· ου μισω τον αδελφον, την μνημην αυτου αποστρεφομενος· αλλα ακουσον Μωϋσεως λεγοντος· Μη μισησης τον αδελφον σου τη διανοια σου· ελεγμω ελεγξεις τον αδελφον σου και ου ληψη δι᾽ αυτον αμαρτιαν.
4.30 (λ’) Καν ο αδελφος τυχον πειραζομενος επιμεινη κακολογων σε, αλλα συ γε μη εξενεχθης της αγαπητικης καταστασεως, του αυτου πονηρου δαιμονος ανεχομενος ενοχλουντος κατα διανοιαν. Ουκ εξενεχθηση δε ταυτης, εαν λοιδορουμενος ευλογησης, εαν δυσφημουμενος ευφημησης, εαν επιβουλευομενος ευνοησης· αυτη εστιν η οδος της κατα Χριστον φιλοσοφιας και ο μη ταυτην οδευων ου συναυλιζεται αυτω.
4.31 (λα’) Μη ως ευνοουντας λογιζου τους λογους σοι φεροντας λυπην (≡14__322≡> εν σοι και μισος προς τον αδελφον εργαζομενους, καν αληθευειν δοκωσιν· αλλ᾽ ως θανατουντας οφεις τους τοιουτους αποστρεφου, ινα κακεινους του κακολογειν ανακοψης και την σεαυτου ψυχην πονηριας απαλλαξης.
4.32 (λβ’) Μη λογοις δι᾽ αινιγματων τον αδελφον κεντησης, ινα μη τα ομοια παρ᾽ αυτου αντιδεχομενος την της αγαπης διαθεσιν εξ αμφοτερων απελασης· αλλα μετα παρρησιας αγαπητικης υπαγε ελεγξον αυτον, ινα τας αιτιας της λυπης λυσας ταραχης και λυπης αμφοτερους απαλλαξης.
4.33 (λγ’) Ερευνησον την συνειδησιν μετα πασης ακριβειας, μηποτε τη ση αιτια ο αδελφος ου διηλλαγη· και μη παραλογιζου ταυτην τα κρυπτα σου γινωσκουσαν και κατηγορουσαν σου εν τω καιρω της εξοδου και εν καιρω δε προσευχης προσκομμα σοι γινομενην.
4.34 (λδ’) Μη μνημονευε εν τω καιρω της ειρηνης των εν τω καιρω της λυπης υπο του αδελφου λεχθεντων, καν τε κατα προσωπον τα λυπηρα ερρεθη καν τε προς αλλον περι σου και μετα ταυτα ηκουσας· ινα μη των λογισμων της μνησικακιας ανεχομενος εις το ολεθριον μισος του αδελφου υποστρεψης.
4.35 (λε’) Ου δυναται ψυχη λογικη προς ανθρωπον μισος τρεφουσα προς τον Θεον ειρηνευσαι, τον των εντολων δοτηρα. Εαν γαρ, φησι, μη αφητε τοις ανθρωποις τα παραπτωματα αυτων, ουδε ο Πατηρ υμων ο ουρανιος αφησει υμιν τα παραπτωματα υμων. Ει δε εκεινος ειρηνευειν ου θελει, αλλα συ γε σεαυτον (≡14__324≡> απο μισους φυλαξον, προσευχομενος υπερ αυτου γνησιως και μη κακολογων αυτον προς τινα.
4.36 (λστ’) Η των αγιων αγγελων αφραστος ειρηνη ταις δυσι ταυταις κεκρατηται διαθεσεσι· τη τε προς τον Θεον και τη προς αλληλους αγαπη· ομοιως δε και παντων των απ᾽ αιωνος αγιων. Παγκαλως ουν ειρηται υπο του Σωτηρος ημων οτι εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος και οι προφηται κρεμανται.
4.37 (λζ’) Μη εσο αυταρεσκος και ουκ εση μισαδελφος· και μη εσο φιλαυτος και εση φιλοθεος.
4.38 (λη’) Πνευματικοις αδελφοις συζησαι προηρημενος, τοις σοις θελημασιν απο θυρων αποταξαι· ου μη γαρ ετερω τροπω ειρηνευσαι δυνηση ουτε προς τον Θεον ουτε προς τους συζωντας.
4.39 (λθ’) Ο τελειαν αγαπην κτησασθαι δυνηθεις και ολον τον βιον αυτου προς ταυτην ρυθμισας, ουτος λεγει Κυριον Ιησουν εν Πνευματι αγιω· και εκ του εναντιου, τα εναντια δηλονοτι.
4.40 (μ’) Η μεν εις Θεον αγαπη εις την θειαν ομιλιαν αει φιλει πτερωσαι τον νουν· η δε εις τον πλησιον αει καλα λογιζεσθαι περι αυτου παρασκευαζει.
4.41 (μα’) Του ετι δοξαν αγαπωντος κενην η τινι των υλικων πραγματων προσκειμενου εστι το προς ανθρωπους λυπεισθαι δια προσκαιρα η μνησικακειν αυτοις η μισος εχειν προς αυτους η λογισμοις δουλευειν αισχροις· της δε φιλοθεου ψυχης παντη ταυτα αλλοτρια.
4.42 (μβ’) Οταν μηδεν ειπης μηδε πραξης αισχρον κατα διανοιαν και (≡14__326≡> οταν τω ζημιωσαντι η κακολογησαντι μη μνησικακης και οταν εν τω καιρω της προσευχης αϋλον και ανειδεον αει εχης τον νουν, τοτε γνωθι οτι εφθασας εις το μετρον της απαθειας και της τελειας αγαπης.
4.43 (μγ’) Ου μικρος αγων κενοδοξιας απαλλαγηναι· απαλλαττεται δε τις δια κρυπτης των αρετων εργασιας και συχνοτερας προσευχης. Σημειον δε της απαλλαγης, το μηκετι μνησικακειν τω κακολογησαντι η κακολογουντι.
4.44 (μδ’) Ει θελεις ειναι δικαιος, απονεμε εκαστω των εν σοι μερων τα κατ᾽ αξιαν· ψυχη λεγω και σωματι. Και τω μεν λογιστικω της ψυχης, αναγνωσματα και θεωρηματα πνευματικα και προσευχην· τω δε θυμικω, αγαπην πνευματικην την τω μισει αντικειμενην· τω δε επιθυμητικω, σωφροσυνην και εγκρατειαν· τω δε σαρκιω, διατροφην και σκεπασματα, τα μονα αναγκαιοτατα.
4.45 (με’) Κατα φυσιν ο νους ενεργει, οταν τα παθη εχη υποτεταγμενα και τους λογους των οντων θεωρη και προς τον Θεον διαγη.
4.46 (μστ’) Ωσπερ υγιεια και νοσος προς το σωμα θεωρειται του ζωου και φως και σκοτος προς τον οφθαλμον, ουτως αρετη και κακια προς την ψυχην και γνωσις και αγνωσια προς τον νουν.
4.47 (μζ’) Εν τοις τρισι τουτοις ο χριστιανος φιλοσοφει· εν ταις εντολαις, εν τοις δογμασι και εν τη πιστει. Και αι μεν εντολαι των παθων τον νουν χωριζουσι· τα δε δογματα εις την γνωσιν των οντων αυτον εισαγουσιν· η δε πιστις, εις την θεωριαν της αγιας Τριαδος.
4.48 (μη’) Οι μεν των αγωνιζομενων αποκρουονται μονον τους εμπαθεις λογισμους· οι δε και αυτα τα παθη περικοπτουσι. Και αποκρουεται μεν τις, οιον η ψαλμωδια η (≡14__328≡> προσευχη η μετεωρισμω η αλλω τινι τοπικω περισπασμω· εκκοπτει δε τα παθη των πραγματων εκεινων περιφρονων προς απερ αυτα κεκτηται.
4.49 (μθ’) Προς απερ τα παθη κεκτημεθα πραγματα εισι ταυτα, οιον γυνη, χρηματα, δοξα και τα εξης. Και της μεν γυναικος τοτε δυναται τις περιφρονειν, οτε και μετα την αναχωρησιν το σωμα ως δει δι᾽ εγκρατειας μαραινει· των δε χρηματων, οτε πειθει τον λογισμον εν παντι τη αυταρκεια στοιχησαι· της δε δοξης, οτε την κρυπτην αγαπησει των αρετων εργασιαν και Θεω μονω φαινομενην· και επι των αλλων ωσαυτως. Ο δε τουτων περιφρονων ουδε εις μισος τινος ερχεται ποτε.
4.50 (ν’) Ο μεν τοις πραγμασιν αποταξαμενος, οιον τη γυναικι και τοις χρημασι και τοις εξης, τον εξω ανθρωπον εποιησε μοναχον, ουπω δε και τον εσω. Ο δε τοις τουτων εμπαθεσι νοημασι, τον εσω ανθρωπον, ο εστιν ο νους. Και τον μεν εξω ανθρωπον ευκολως τις ποιει μοναχον, μονον εαν θεληση· ουκ ολιγος δε αγων τον εσω ανθρωπον ποιησαι μοναχον.
4.51 (να’) Τις αρα εστιν εν τη γενεα ταυτη ο πανταπασιν απαλλαγεις εμπαθων νοηματων και της καθαρας και αΰλου καταξιωθεις προσευχης, οπερ εστι σημειον του ενδον μοναχου;
4.52 (νβ’) Πολλα παθη εν ταις ψυχαις ημων κεκρυπται· τοτε δε ελεγχονται, οταν τα πραγματα αναφαινωνται.
4.53 (νγ’) Δυναται τις μη οχλεισθαι υπο των παθων εν τη των πραγματων (≡14__330≡> απουσια, μερικης τυχων απαθειας· εαν δε αναφανωσι τα πραγματα, ευθυς τα παθη τον νουν περισπωσι.
4.54 (νδ’) Μη νομιζε τελειαν εχειν απαθειαν, του πραγματος μη παροντος. Οταν δε αναφανη και μεινης ακινητος προς τε το πραγμα και την μετα ταυτα μνημην αυτου, τοτε γνωθι σεαυτον των ορων αυτης επιβεβηκεναι. Πλην μηδε ουτω καταφρονησης, διοτι αρετη μεν χρονιζουσα νεκροι τα παθη, αμελουμενη δε παλιν εγειρει αυτα.
4.55 (νε’) Ο αγαπων τον Χριστον, παντως και μιμειται αυτον κατα δυναμιν. Οιον ο Χριστος τους ανθρωπους ευεργετων ουκ επαυσατο και αχαριστουμενος και βλασφημουμενος εμακροθυμει και τυπτομενος υπ᾽ αυτων και φονευομενος υπεμενε, μηδενι το συνολον το κακον λογιζομενος. Ταυτα δε τα τρια εισι τα εργα της εις τον πλησιον αγαπης, ων χωρις ο λεγων αγαπαν τον Χριστον η της βασιλειας αυτου τυχειν εαυτον απατα· Ου γαρ ο λεγων μοι, φησι, Κυριε Κυριε, ουτος εισελευσεται εις την βασιλειαν των ουρανων, αλλ᾽ ο ποιων το θελημα του Πατρος μου· και παλιν· Ο αγαπων εμε τας εντολας μου τηρησει· και τα εξης.
4.56 (νστ’) Απας ο σκοπος των εντολων του Σωτηρος, ινα ακρασιας και μισους τον νουν ελευθερωση και εις την αυτου αγαπην και του πλησιον αγαγη, εξ ων τικτεται το φεγγος της κατ᾽ ενεργειαν αγιας γνωσεως.
4.57 (νζ’) Μερικης γνωσεως παρα του Θεου καταξιωθεις, μη αμελει αγαπης και εγκρατειας· αυται γαρ το παθητικον μερος της ψυχης (≡14__332≡> εκκαθαιρουσαι την επι την γνωσιν οδον αει σοι ευτρεπιζουσιν.
4.58 (νη’) Οδος επι την γνωσιν εστιν απαθεια και ταπεινωσις, ων χωρις ουδεις οψεται τον Κυριον.
4.59 (νθ’) Επειδη η γνωσις φυσιοι, η δε αγαπη οικοδομει, συζευξον τη γνωσει την αγαπην και εση ατυφος και πνευματικος οικοδομος και σεαυτον οικοδομων και παντας τους εγγιζοντας σοι.
4.60 (ξ’) Εντευθεν η αγαπη οικοδομει, επειδη ουδε φθονει ουδε προς τους φθονουντας πικραινεται ουδε το φθονουμενον δημοσιευει επιδεικτικως ουδε λογιζεται εαυτον ηδη κατειληφεναι και ων δε ουκ οιδεν ομολογει ανερυθριαστως την αγνοιαν· ουτως ουν τον νουν ατυφον απεργαζεται και προκοπτειν εις την γνωσιν αει παρασκευαζει.
4.61 (ξα’) Πεφυκε πως παρεπεσθαι τη γνωσει οιησις και φθονος, εν προοιμιοις μαλιστα· και η μεν οιησις, ενδοθεν μονον· ο δε φθονος, και ενδοθεν και εξωθεν· και ενδοθεν μεν, προς τους εχοντας γνωσιν· εξωθεν δε, απο των εχοντων. Η ουν αγαπη τα τρια ανατρεπει· την μεν οιησιν, επειδη ου φυσιουται· τον δε ενδοθεν φθονον, επειδη ου ζηλοι· τον δε εξωθεν, επειδη μακροθυμει και χρηστευεται. Αναγκη ουν τον εχοντα γνωσιν προσλαβεσθαι και την αγαπην, ινα ατρωτον τον νουν εν παντι διαφυλαττη.
4.62 (ξβ’) Ο του χαρισματος της γνωσεως καταξιωθεις και λυπην η μνησικακιαν η μισος προς ανθρωπον εχων, ομοιος εστι του (≡14__334≡> ακανθαις και τριβολοις τους οφθαλμους κατακεντουντος. Διο αναγκαιως δεεται η γνωσις της αγαπης.
4.63 (ξγ’) Μη ολην την σχολην σου περι την σαρκα εχε, αλλα ορισον αυτη την κατα δυναμιν ασκησιν και ολον τον νουν σου περι τα ενδον τρεψον· Η γαρ σωματικη γυμνασια προς ολιγον εστιν ωφελιμος· η δε ευσεβεια προς παντα εστιν ωφελιμος· και τα εξης.
4.64 (ξδ’) Ο αδιαλειπτως περι τα ενδον τας διατριβας ποιουμενος σωφρονει, μακροθυμει, χρηστευεται, ταπεινοφρονει· ου μονον, αλλα και θεωρει και θεολογει και προσευχεται· και τουτο εστιν ο λεγει ο Αποστολος· Πνευματι περιπατειτε, και τα εξης.
4.65 (ξε’) Ο την πνευματικην οδον οδευειν μη επισταμενος, των εμπαθων νοηματων ου ποιειται φροντιδα, αλλ᾽ ολην την σχολην περι την σαρκα εχει και η γαστριμαργει και ακολασταινει, λυπειται τε και οργιζεται και μνησικακει και εντευθεν τον νουν σκοτιζει η αμετρως τη ασκησει κεχρηται και θολοι την διανοιαν.
4.66 (ξστ’) Ουδεν των εκ Θεου εις χρησιν ημιν δοθεντων αναιρει η Γραφη, αλλα την αμετριαν κολαζει και την αλογιστιαν διορθουται. Οιον ου κωλυει εσθιειν ουδε παιδοποιειν ουδε χρηματα εχειν και ορθως διοικειν, αλλα κωλυει γαστριμαργειν, πορνευειν και τα εξης· αλλ᾽ ουδε το νοειν ταυτα κωλυει· δια τουτο γαρ και γεγονασιν· αλλα το εμπαθως νοειν.
4.67 (ξζ’) Τα μεν των υφ᾽ ημων κατα Θεον πραττομενων κατ᾽ εντολην πραττεται· τα δε ου κατ᾽ εντολην, αλλ᾽ ως αν τις ειποι, (≡14__336≡> καθ᾽ εκουσιον προσφοραν. Οιον κατ᾽ εντολην μεν, το αγαπαν τον Θεον και τον πλησιον, το αγαπαν τους εχθρους, το μη μοιχευειν, μη φονευειν και τα λοιπα· ατινα και παραβαινοντες κατακρινομεθα. Ου κατ᾽ εντολην δε, το παρθενευειν, η αγαμια, η ακτημοσυνη, η αναχωρησις και τα εξης· ταυτα δωρων λογον επεχουσι, ινα εαν τινας των εντολων κατορθωσαι εξ ασθενειας μη δυνηθωμεν, δια των δωρων τον αγαθον ημων εξιλεωσωμεθα Δεσποτην.
4.68 (ξη’) Ο την αγαμιαν τιμων η παρθενιαν αναγκαιως οφειλει εχειν την οσφυν περιεζωσμενην και τον λυχνον καιομενον· την μεν οσφυν δι᾽ εγκρατειας, τον δε λυχνον δια προσευχης και θεωριας και αγαπης πνευματικης.
4.69 (ξθ’) Τινες των αδελφων εκτος εαυτους ειναι νομιζουσι των του αγιου Πνευματος χαρισματων· ου γαρ ισασι δια την αμελειαν της των εντολων εργασιας οτι ο την εις Χριστον πιστιν ανοθευτον εχων παντα τα θεια χαρισματα συλληβδην εχει εν εαυτω. Επειδη γαρ της εις αυτον κατ᾽ ενεργειαν αγαπης δια την αργιαν μακραν εσμεν, της δεικνυουσης ημιν τους εν ημιν θειους θησαυρους, εικοτως εκτος εαυτους των θειων νομιζομεν χαρισματων.
4.70 (ο’) Ει ο Χριστος εν ταις καρδιαις ημων κατοικει δια της πιστεως, κατα τον θειον Αποστολον, παντες δε οι θησαυροι της σοφιας και της γνωσεως εν αυτω εισιν αποκρυφοι· παντες αρα οι θησαυροι της σοφιας και της γνωσεως εν ταις καρδιαις ημων εισιν αποκρυφοι· φανερουνται δε τη καρδια κατα την αναλογιαν της εκαστου δια των εντολων καθαρσεως.
 (≡14__338≡> 4.71 (οα’) Ουτος εστιν ο θησαυρος ο εν τω αγρω κεκρυμμενος της καρδιας σου, ον ουπω ευρες δια την αργιαν· ει γαρ ευρες, αρα αν πεπρακας παντα και εκτησω τον αγρον τουτον. Νυν δε τον αγρον αφεις τα περι τον αγρον περιεπεις, εν οις ουδεν αλλο ευρισκεται πλην ακανθων και τριβολων.
4.72 (οβ’) Δια τουτο λεγει ο Σωτηρ· Μακαριοι οι καθαροι τη καρδια, οτι αυτοι τον Θεον οψονται· επειδη αυτος εν τη καρδια κεκρυπται των εις αυτον πιστευοντων. Τοτε δε οψονται αυτον και τους εν αυτω θησαυρους, οτε δι᾽ αγαπης και εγκρατειας εαυτους καθαιρουσι και τοσουτω πλεον οσω την καθαρσιν επιτεινουσι.
4.73 (ογ’) Δια τουτο παλιν λεγει· Πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην και ιδου παντα υμιν καθαρα εσται· ως μηκετι τοις περι το σωμα σχολαζοντων πραγμασιν, αλλα τον νουν καθαιρειν σπευδοντων απο μισους και ακρασιας, ον καρδιαν ονομαζει ο Κυριος. Ταυτα γαρ τον νουν ρυπουντα ουκ εωσι βλεπειν τον εν αυτω κατοικουντα Κυριον δια της χαριτος του αγιου Βαπτισματος.
4.74 (οδ’) Οδους η Γραφη τας αρετας ονομαζει· μειζων δε πασων των αρετων η αγαπη καθεστηκε. Δια τουτο ελεγεν ο Αποστολος· ετι καθ᾽ υπερβολην οδον υμιν δεικνυμι· ως καταφρονειν πειθουσαν των υλικων πραγματων και μηδεν των προσκαιρων προτιμαν των αιωνιων.
4.75 (οε’) Η εις Θεον αγαπη ανθισταται τη επιθυμια· πειθει γαρ τον νουν εγκρατευεσθαι απο των ηδονων. Η δε εις τον πλησιον ανθισταται τω θυμω· ποιει γαρ καταφρονειν δοξης και χρηματων. Και ταυτα εισι τα δυο δηναρια, απερ ο Σωτηρ δεδωκε τω πανδοχει, (≡14__340≡> ινα σου επιμελειαν ποιησηται. Αλλα μη φανης αγνωμων τοις λησταις συνδυαζων, μη ποτε παλιν πληγης και ουκ ετι ημιθανης, αλλα νεκρος ευρεθηση.
4.76 (οστ’) Καθαιρε τον νουν σου απο οργης και μνησικακιας και των αισχρων λογισμων και τοτε δυνηση γνωναι την του Χριστου ενοικησιν.
4.77 (οζ’) Τις σε εφωτισεν εις την πιστιν της αγιας και προσκυνητης και ομοουσιου Τριαδος; ῍Η τις σοι εγνωρισε την ενσαρκον οικονομιαν του ενος της αγιας Τριαδος; Τις δε σε εδιδαξε τους περι ασωματων λογους η τους περι γενεσεως και συντελειας του ορωμενου κοσμου η περι της εκ νεκρων αναστασεως και της αιωνιου ζωης η περι της δοξης της βασιλειας των ουρανων και της φοβερας κρισεως; Ουχι η χαρις του Χριστου η ενοικουσα εν σοι, ητις εστιν ο αρραβων του αγιου Πνευματος; Τι μειζον ταυτης της χαριτος η τι κρειττον ταυτης της σοφιας και της γνωσεως; ῍Η τι τουτων των επαγγελιων υψηλοτερον; Ει δε εσμεν αργοι και αμελεις και μη καθαιρομεν εαυτους των μολυνοντων ημας και τον νουν ημων εκτυφλουντων παθων, ωστε δυνηθηναι τρανοτερον του ηλιου τους περι τουτων λογους οραν, εαυτους αιτιασωμεθα και μη την της χαριτος ενοικησιν αρνησωμεθα.
4.78 (οη’) Ο επαγγειλαμενος σοι Θεος τα αιωνια αγαθα και τον αρραβωνα του Πνευματος εν τη καρδια δεδοκως ενετειλατο σοι επιμελεισθαι σου του βιου, ινα ο εσω ανθρωπος των παθων ελευθερωθεις αρξηται απεντευθεν της των αγαθων απολαυσεως.
4.79 (οθ’) Των θειων και υψηλων καταξιωθεις θεωρηματων, σφοδρα (≡14__342≡> επιμελου αγαπης και εγκρατειας, ινα το παθητικον αταραχον διαφυλαττων ανεκλειπτον εξεις το της ψυχης σου φεγγος.
4.80 (π’) Το θυμικον της ψυχης αγαπη χαλινωσον και το επιθυμητικον αυτης εγκρατεια μαρανον και το λογιστικον αυτης προσευχη πτερωσον· και το φως του νου ουκ αμαυρουται ποτε.
4.81 (πα’) Τα την αγαπην λυοντα εισι ταυτα· οιον ατιμια, ζημια, συκοφαντια η εις πιστιν η εις βιον, δαρμοι, πληγαι και τα εξης· και ταυτα η αυτω συμβαινοντα η τινι των αυτου η συγγενων η φιλων. Ο ουν δια τι τουτων λυων την αγαπην ουπω εγνω τις ο σκοπος των του Χριστου εντολων.
4.82 (πβ’) Σπουδασον οσον δυνασαι παντα ανθρωπον αγαπησαι· ει δε τουτο ουπω δυνασαι, καν μηδενα μισησης. Ου δυνασαι δε ουδε τουτο ποιησαι, ει μη των του κοσμου πραγματων καταφρονησης.
4.83 (πγ’) Ο δεινα εβλασφημησε· μη μισησης εκεινον, αλλα την βλασφημιαν και τον βλασφημειν παρασκευασαντα δαιμονα. Ει δε τον βλασφημησαντα μισεις, ανθρωπον εμισησας και την εντολην παρεβης και οπερ εκεινος τω λογω εποιησε, ποιεις συ τω εργω. Ει δε την εντολην φυλαττεις, τα της αγαπης επιδειξαι και ει τι δυνασαι, βοηθησον, ινα του κακου αυτον απαλλαξης.
4.84 (πδ’) Ου θελει σε ο Χριστος μισος εχειν προς ανθρωπον η λυπην η οργην η μνησικακιαν το συνολον καθ᾽ οιονδηποτε τροπον η δι᾽ οιονδηποτε πραγμα προσκαιρον· και τουτο παντη βοωσι τα τεσσαρα Ευαγγελια.
4.85 (πε’) Πολλοι εσμεν οι λεγοντες, ολιγοι δε οι ποιουντες· αλλ᾽ ουν τον λογον του Θεου ουδεις ωφειλε νοθευειν δια την ιδιαν αμελειαν, αλλ᾽ ομολογειν μεν την εαυτου ασθενειαν, μη αποκρυπτειν (≡14__344≡> δε την του Θεου αληθειαν· ινα μη υποδικοι γενωμεθα μετα της των εντολων παραβασεως και της του Θεου παρεξηγησεως.
4.86 (πστ’) Αγαπη και εγκρατεια παθων την ψυχην ελευθερουσιν· αναγνωσις και θεωρια αγνοιας τον νουν απαλλαττουσιν· η δε της προσευχης καταστασις αυτω παριστησιν αυτον τω Θεω.
4.87 (πζ’) Οταν ιδωσιν ημας οι δαιμονες των πραγματων του κοσμου καταφρονουντας, ινα μη δι᾽ αυτα τους ανθρωπους μισησωμεν και της αγαπης εκπεσωμεν, τοτε συκοφαντιας καθ᾽ ημων εγειρουσιν, ινα την λυπην μη φεροντες τους συκοφαντησαντας μισησωμεν.
4.88 (πη’) Ουκ εστι πονος ψυχης βαρυτερος συκοφαντιας, καν τε εις πιστιν καν τε εις βιον τις συκοφαντηται· και ουδεις ταυτην καταφρονειν δυναται, ει μη μονος ο εις τον Θεον αποβλεπομενος ως η Σουσαννα, τον μονον δυναμενον και εξ αναγκων ρυσασθαι, ωσπερ κακεινην, και τους ανθρωπους πληροφορησαι, ως και περι εκεινης, και την ψυχην τη ελπιδι παραμυθησασθαι.
4.89 (πθ’) Οσον συ εκ ψυχης ευχη υπερ του συκοφαντησαντος, τοσουτον και ο Θεος πληροφορει τους σκανδαλισθεντας.
4.90 (ƒ‘) Φυσει αγαθος, μονος ο Θεος· και γνωμη αγαθος, μονος ο θεομιμητος· σκοπος γαρ αυτω εστι τω φυσει αγαθω τους πονηρους συναψαι, ινα γενωνται αγαθοι. Δια τουτο υπ᾽ αυτων λοιδορουμενος ευλογει, διωκομενος ανεχεται, βλασφημουμενος παρακαλει, (≡14__346≡> φονευομενος υπερευχεται· παντα ποιει, ινα του σκοπου της αγαπης μη εκπεση, ητις εστιν αυτος ο Θεος ημων.
4.91 (ƒα’) Αι μεν εντολαι του Κυριου διδασκουσιν ημας τοις μεσοις ευλογως χρησασθαι πραγμασιν· η δε ευλογος των μεσων χρησις την της ψυχης καθαιρει καταστασιν· η δε καθαρα καταστασις τικτει την διακρισιν· η δε διακρισις τικτει την απαθειαν, εξ ης τικτεται η τελεια αγαπη.
4.92 (ƒβ’) Ουπω εχει απαθειαν ο δια συμβασιν πειρασμου το ελαττωμα του φιλου παραβλεπειν μη δυναμενος η ον τυχον η ειναι δοκουν. Τα γαρ εγκειμενα τη ψυχη παθη εκταρασσομενα εκτυφλοι την διανοιαν και ουκ εα διαβλεψαι εις τας της αληθειας αυγας ουδε διακριναι το κρειττον απο του χειρονος. Ουκ αρα ουν ουδε την τελειαν αγαπην ο τοιουτος εκτησατο, την εξω βαλλουσαν τον φοβον της κρισεως.
4.93 (ƒγ’) Φιλου πιστου ουκ εστιν ανταλλαγμα, επειδη τας του φιλου συμφορας ιδιας λογιζεται και συνυποφερει αυτω μεχρι θανατου κακοπαθων.
4.94 (ƒδ’) Πολλοι μεν οι φιλοι, αλλ᾽ εν καιρω ευημεριας· εν δε καιρω πειρασμου, μολις καν ενα ευρησης.
4.95 (ƒε’) Παντα μεν ανθρωπον εκ ψυχης αγαπητεον· επι τω Θεω δε μονω την ελπιδα θετεον και εξ ολης ισχυος αυτον θεραπευτεον. Εφ᾽ οσον μεν γαρ αυτος ημας συντηρει, οι τε φιλοι παντες ημας περιεπουσι και οι εχθροι παντες προς ημας αδυνατουσιν· επαν δε αυτος ημας εγκαταλιπη, οι τε φιλοι παντες ημας αποστρεφονται και οι εχθροι παντες καθ᾽ ημων ισχυουσι.
 (≡14__348≡> 4.96 (ƒστ‘) Τεσσαρες εισι γενικοι εγκαταλειψεως τροποι· η μεν οικονομικη, ως επι του Κυριου, ινα δια της δοκουσης εγκαταλειψεως οι εγκαταλελειμμενοι σωθωσιν· η δε προς δοκιμην, ως επι του Ιωβ και του Ιωσηφ, ινα ο μεν ανδρειας, ο δε σωφροσυνης στηλαι αναφανωσιν· η δε προς παιδευσιν πατρικην, ως επι του Αποστολου, ινα ταπεινοφρονων την υπερβολην φυλαξη της χαριτος· η δε κατα αποστροφην, ως επι των Ιουδαιων, ινα κολαζομενοι προς μετανοιαν κατακαμφθωσι. Σωτηριοι δε οι παντες τροποι υπαρχουσι και της θειας αγαθοτητος και σοφιας αναμεστοι.
4.97 (ƒζ’) Μονοι οι ακριβεις των εντολων φυλακες και γνησιοι των θειων κριματων μυσται τους κατα συγχωρησιν Θεου πειραζομενους ουκ εγκαταλιμπανουσι φιλους. Οι δε των εντολων καταφρονηται και των θειων κριματων αμυητοι, οταν μεν ο φιλος ευημερη, συναπολαυουσιν αυτω· επαν δε πειραζομενος κακοπαθη, καταλιμπανουσιν αυτον· εστι δε οτε και μετα των εναντιων ιστανται.
4.98 (ƒη’) Οι μεν του Χριστου φιλοι παντας αγαπωσι γνησιως, ουχ υπο παντων δε αγαπωνται· Οι δε του κοσμου φιλοι ουδε παντας αγαπωσι ουδε υπο παντων αγαπωνται. Και οι μεν Χριστου μεχρι τελους την συνεχειαν της αγαπης διατηρουσιν· οι δε του κοσμου, μεχρις ου αλληλοις δια τα του κοσμου προσκρουσωσι.
4.99 (ƒθ’) Φιλος πιστος, σκεπη κραταια, επειδη και ευημερουντι τω φιλω συμβουλος εστι αγαθος και συνεργος συμψυχος· και κακοπαθουντι, αντιληπτωρ γνησιωτατος και υπερμαχος συμπαθεστατος.
4.100 (ρ’) Πολλοι μεν πολλα περι αγαπης ειρηκασιν, εν μονοις δε τοις Χριστου μαθηταις ταυτην ζητησας ευρησεις, επει και μονοι αυτην ειχον την αληθινην αγαπην της αγαπης διδασκαλον, περι ης ελεγον· Εαν εχω προφητειαν και ειδω τα μυστηρια παντα και πασαν την γνωσιν, αγαπην δε μη εχω, ουδεν ωφελουμαι. Ο ουν κτησαμενος την αγαπην, αυτον τον Θεον εκτησατο, επειδη ο Θεος αγαπη εστιν.
Αυτω η δοξα εις τους αιωνας. Αμην.
 
 
 
ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ 
 
(≡14__354≡>
κατα πευσιν και αποκρισιν.
 
1 (α'). [Ο] Αδελφος ηρωτησε [τον] Γεροντα λεγων·
"Παρακαλω σε, Πατερ, ειπειν μοι, τις ο σκοπος ην της του Κυριου ενανθρωπησεως;"
Και ο Γερων αποκριθεις ειπε·
"Θαυμαζω σε, Αδελφε, οτι καθ᾽ ημεραν του Συμβολου ακουων της πιστεως, περι τουτου με ερωτας. Πλην λεγω σοι, οτι ο σκοπος της του Κυριου ενανθρωπησεως η ημετερα ην σωτηρια».
Και ο Αδελφος ειπε·
"Πως λεγεις, Πατερ;"
Και απεκριθη ο Γερων·
"Επειδη γαρ ο ανθρωπος απ᾽ αρχης γεγονως υπο του Θεου και εν τω παραδεισω τεθεις, την εντολην παραβας, τη φθορα και θανατω υπεπεσεν· ειτα τη ποικιλη του Θεου προνοια κατα πασαν γενεαν και γενεαν κυβερνωμενος, επεμενεν επι το χειρον προκοπτων, υπο των ποικιλων της σαρκος παθηματων αγομενος τω απελπισμω της ζωης τουτου χαριν, ο μονογενης του Θεου Υιος, ο προαιωνιος Λογος ο εκ (≡14__356≡> Θεου Πατρος, ‘η πηγη της ζωης’ και της αθανασιας, επεφανεν ημιν τοις εν σκοτει και σκια θανατου καθημενοις, σαρκωθεις εκ Πνευματος αγιου και της αγιας Παρθενου, και πολιτειαν ημιν θεοειδους ‘ζωης’ επεδειξε· και εντολας αγιας δεδωκως, και βασιλειαν ουρανων επαγγειλαμενος τοις κατ᾽ αυτας πολιτευομενοις, και κολασιν αιωνιον τοις παραβαινουσιν απειλησας· και παθων το σωτηριον παθος, και εκ νεκρων αναστας, ‘την’ ελπιδα της αναστασεως και ‘της αιωνιου ζωης’ εδωρησατο ‘ημιν,’ το κατακριμα δι᾽ υπακοης λυσας της προγονικης αμαρτιας, και το κρατος του θανατου τω θανατω καταργησας· ινα, "ωσπερ εν τω Αδαμ παντες αποθνησκουσιν, ουτως εν αυτω παντες ζωοποιηθησονται»· και εις ουρανους ανελθων, και εν δεξια του Πατρος καθεσθεις, το Πνευμα το αγιον κατεπεμψεν εις αρραβωνα ‘της ζωης,’ και εις φωτισμον και αγιασμον ‘των’ ημετερων ‘ψυχων,’ και εις βοηθειαν των αγωνιζομενων υπερ της εαυτων σωτηριας φυλαξαι τας εντολας αυτου. Ουτος ην ο σκοπος της του Κυριου ενανθρωπησεως, ως εν συντομω ειπειν».
2 (β'). Και ο Αδελφος ειπε·
"Ποιας ουν εντολας οφειλω ποιησαι, Πατερ, ινα δι᾽ αυτων σωθω, ηθελον [αν] συντομως ακουσαι».
Και απεκριθη ο Γερων·
"Αυτος ο Κυριος ειπε μετα την αναστασιν τοις αποστολοις· "Πορευθεντες, μαθητευσατε παντα τα εθνη· βαπτιζοντες αυτους εις το ονομα του Πατρος και του Υιου και του αγιου Πνευματος· διδασκοντες αυτους τηρειν παντα οσα ενετειλαμην (≡14__358≡> υμιν». Ωστε ουν οσα ενετειλατο δει τηρειν, παντα ανθρωπον βαπτισθεντα εις το ονομα της ζωοποιου και θεαρχικης Τριαδος. Τουτου γαρ χαριν τη ορθη πιστει ο Κυριος την πασων των εντολων συνεζευξε τηρησιν, ως ειδως οτι αμηχανον την μιαν διαζευχθεισαν της μιας σωζειν τον ανθρωπον. Δια τουτο και ο Δαβιδ την ορθην πιστιν εχων, προς τον Θεον ελεγε· "Προς πασας τας εντολας σου κατωρθουμην· πασαν οδον αδικον εμισησα». Κατα γαρ πασης οδου αδικου, πασαι ημιν αι εντολαι υπο του Κυριου δεδωρηνται· και εαν παραλειφθη μια, την αντικειμενην αυτη οδον της κακιας αντεισαγει παντως».
3 (γ'). Και ειπεν ο Αδελφος·
"Και τις δυναται, Πατερ, πασας τας εντολας, τοσαυτας γε ουσας, ποιειν;"
Εφη ο Γερων·
"Ο τον Κυριον εκμιμουμενος, και κατ᾽ ιχνος αυτω επακολουθων».
Και ειπεν ο Αδελφος·
"Και τις δυναται τον Κυριον μιμησασθαι; ο γαρ Κυριος ην Θεος, ει και ανθρωπος γεγονεν· εγω δε ανθρωπος ειμι αμαρτωλος, και μυριοις παθεσι δεδουλωμενος· πως ουν δυναμαι τον Κυριον μιμησασθαι;"
Και απεκριθη ο Γερων·
"Των τη υλη του κοσμου δεδουλωμενων, ουδεις δυναται τον Κυριον μιμησασθαι· οι δε δυναμενοι λεγειν· "Ιδου, ημεις αφηκαμεν παντα, και ηκολουθησαμεν σοι», εκεινοι λαμβανουσι (≡14__360≡> δυναμιν του τε μιμησασθαι αυτον, και του προς πασας τας εντολας αυτου κατορθωσαι».
Και φησιν [ο] Αδελφος·
"Ποιαν δυναμιν;"
Απεκριθη ο Γερων·
"Αυτου ακουσον λεγοντος· "Ιδου δεδωκα υμιν εξουσιαν πατειν επανω οφεων και σκορπιων, και επι πασαν δυναμιν του εχθρου· και ουδεν υμας ου μη αδικησει».
4 (δ'). Ταυτην την δυναμιν και την εξουσιαν λαβων ο Παυλος ελεγε· "Μιμηται μου γινεσθε, καθως καγω Χριστου». Και παλιν· "Ουκ εστι νυν κατακριμα τοις εν Χριστω Ιησου, μη κατα σαρκα περιπατουσιν, αλλα κατα πνευμα». Και παλιν· "οι δε του Χριστου, την σαρκα εσταυρωσαν συν τοις παθημασι και ταις επιθυμιαις». Και παλιν· "Εμοι κοσμος εσταυρωται, καγω τω κοσμω».
5 (ε'). Περι ταυτης της εξουσιας και βοηθειας προφητευων ο Δαβιδ ελεγε· "Ο κατοικων εν βοηθεια του Υψιστου, εν σκεπη του Θεου του ουρανου αυλισθησεται. Ερει τω Κυριω· Αντιληπτωρ μου ει και καταφυγη μου, ο Θεος μου, και ελπιω επ᾽ αυτον». Και μετ᾽ ολιγα· "Επι ασπιδα και βασιλισκον επιβηση, και καταπατησεις λεοντα και δρακοντα· οτι τοις αγγελοις αυτου εντελειται περι σου, του διαφυλαξαι σε εν πασαις (≡14__362≡> ταις οδοις σου». Οι δε τη σαρκι προσκειμενοι και την υλην αγαπωντες του κοσμου, ακουε ποια παρ᾽ αυτου ακουουσιν· "Ο φιλων πατερα η μητερα υπερ εμε, ουκ εστι μου αξιος». Και μετ᾽ ολιγα· "Και ος ου λαμβανει τον σταυρον αυτου και ακολουθει οπισω μου, ουκ εστι μου αξιος». Και, "οστις ουκ αποτασσεται πασι τοις υπαρχουσιν αυτω, ου δυναται μου ειναι μαθητης». Ο ουν θελων γενεσθαι αυτου μαθητης, και αξιος αυτου ευρεθηναι και δυναμιν παρ᾽ αυτου λαβειν κατα των πνευματων της πονηριας, χωριζει εαυτον πασης σαρκικης σχεσεως· και γυμνοι εαυτον πασης υλικης προσπαθειας, και ουτως προς τους αορατους εχθρους υπερ των εντολων αυτου αγωνιζεται ως, αυτος ο Κυριος εαυτον τυπον ημιν παρεσχεν, εν τε τη ερημω υπο του αρχηγου αυτων πειραζομενος, και εν τη οικουμενη ελθων υπο ‘των’ υπ᾽ αυτου ενεργουμενων.
6 (στ'). Και ο Αδελφος ειπεν·
"Αλλα πολλαι εισι, Πατερ, αι του Κυριου εντολαι· και τις δυναται πασας εχειν κατα νουν, ινα υπερ πασων αγωνισηται; εγω δε μαλιστα, ολιγονους υπαρχων; συντομον λογον ηθελον [αν] ακουσαι, ινα αυτον κρατων δι᾽ αυτου εσωζομην».
Και απεκριθη ο Γερων·
"Ει και πολλαι εισιν, Αδελφε, αλλ᾽ ενι λογω ανακεφαλαιουνται, εν τω· "Αγαπησεις Κυριον τον Θεον σου εξ ολης της ισχυος σου και εξ ολης της διανοιας σου· και τον πλησιον σου ως εαυτον». Και ο αγωνιζομενος τουτον κρατειν τον λογον, (≡14__364≡> πασας ομου τας εντολας κατορθοι. Ου δυναται δε τις μη χωρισας εαυτον, ως προειρηται, της των υλικων προσπαθειας, ουτε τον Θεον, ουτε τον πλησιον αγαπησαι γνησιως· επειδη ομου τη υλη προσκεισθαι, και τον Θεον αγαπησαι, αμηχανον. Και τουτο εστιν ο λεγει ο Κυριος· "Ουδεις δυναται δυσι κυριοις δουλευειν»· Και· "ουδεις δυναται Θεω δουλευειν και μαμωνα». Οσον γαρ ο νους ημων των του κοσμου αντεχεται πραγματων, [τοσον] δεδουλωται αυτοις και καταφρονει την εντολην του Θεου παραβαινων».
7 (ζ'). Και ο Αδελφος ειπε·
"Ποιων πραγματων λεγεις, Πατερ;"
Και ο Γερων απεκριθη·
"Βρωματων, χρηματων, κτηματων, δοξης, συγγενων, και των εξης».
Και ο Αδελφος ειπεν·
"Ειπε, Πατερ, ουχι ο Θεος αυτα εκτισε, και τοις ανθρωποις εις χρησιν δεδωκε; και πως κελευει αυτων μη αντεχεσθαι;"
Και απεκριθη ο Γερων·
"Δηλον οτι ο Θεος αυτα εκτισε, και δεδωκεν εις χρησιν τοις ανθρωποις. Και καλα παντα τα υπο του Θεου γεγονοτα, ινα καλως αυτοις χρησαμενοι, τω Θεω ευαρεστησωμεν· αλλ᾽ ημεις ασθενεις οντες, και υλικοι την διανοιαν, προετιμησαμεν τα υλικα της εντολης της αγαπης, και αυτων αντεχομενοι τοις ανθρωποις μαχομεθα· δεον παντων των ορωμενων, και αυτου του σωματος, την παντος ανθρωπου προτιμησαι αγαπην· (≡14__366≡> ητις εστιν γνωρισμα της εις Θεον αγαπης, καθως αυτος ο Κυριος εν Ευαγγελιοις δεικνυσιν· "Ο αγαπων εμε, φησι, τας εντολας μου τηρησει». Και τις εστιν η εντολη ην τηρησαντες αυτον αγαπησωμεν, αυτου ακουσον λεγοντος· "Αυτη δε εστιν η εντολη η εμη, ινα αγαπατε αλληλους». Ορας οτι η αλληλων αγαπη την εις Θεον αγαπην συνιστησιν, ητις εστι πληρωμα πασης Θεου εντολης; Δια τουτο ουν κελευει αυτων μη αντεχεσθαι, αλλα και αποταξασθαι πασι τοις υπαρχουσιν αυτω, παντα τον αυτω μαθητευειν επιθυμητικως εχοντα».
8 (η'). Και ο Αδελφος ειπεν·
"Επειδη ειπες, Πατερ, οτι δεον παντων των ορωμενων, και αυτου του σωματος, την παντος ανθρωπου προτιμησαι αγαπην, πως δυναμαι τον μισουντα με και αποστρεφομενον αγαπησαι; Ει δε και φθονει μοι και λοιδοριαις κατατοξευει, και δολους κατασχευαζει και επιβουλευειν επιχειρει, πως δυναμαι αυτον αγαπησαι; Φυσει μοι, Πατερ, φαινεται τουτο αδυνατον, του παθους της λυπης φυσικως τον λυπησαντα αποστρεφεσθαι αναγκαζοντος».
Και απεκριθη ο Γερων·
"Επι μεν ερπετων και θηριων των υπο φυσεως αγομενων, τω οντι αδυνατον μη παντως αμυνασθαι οσον δυναται το καταπονουν· επι δε των κατ᾽ εικονα Θεου κτισθεντων και λογω αγομενων, και γνωσεως Θεου καταξιωθεντων και νομον παρ᾽ αυτου δεξαμενων, δυνατον τους λυπουντας (≡14__368≡> μη αποστρεφεσθαι και τους μισουντας αγαπαν. Διο και ο Κυριος, "Αγαπατε», λεγων, "τους εχθρους υμων· καλως ποιειτε τοις μισουσιν υμας" και τα εξης, ουχ ως αδυνατα εντελλεται, αλλα ως δυνατα δηλονοτι· επει ουκ αν εκολασε τον παραβαινοντα. Δηλοι δε αυτος ο Κυριος αυτοις τοις εργοις ημιν δειξας, και οι μαθηται αυτου παντες υπερ της εις τον πλησιον αγαπης μεχρι θανατου αγωνισαμενοι, και υπερ των αποκτειναντων θερμως προσευξαμενοι. Αλλ᾽ επειδη ημεις εσμεν φιλοϋλοι και φιληδονοι, και ταυτα της εντολης μαλλον προτιμωντες, δια τουτο τους μισουντας αγαπησαι ου δυναμεθα· αλλα και τους αγαπωντας δια ταυτα πολλακις αποστρεφομεθα, θηριων και ερπετων χειρον διακειμενοι· και δια τουτο τοις ιχνεσι του Θεου ακολουθησαι μη δυναμενοι, ουδε τον σκοπον αυτου γνωναι δυναμεθα, ινα λαβωμεν δυναμιν».
9 (θ'). Και ο Αδελφος ειπεν·
"Ιδου, Πατερ, κατελιπον παντα, συγγενειαν, υπαρξιν, τρυφην, και την δοξαν του κοσμου, και ουδεν κεκτημαι εν τω βιω πλην του σωματος· και τον αδελφον μισουντα με και αποστρεφομενον αγαπησαι ου δυναμαι, ει και βιαζομαι κακον αντι κακου κατ᾽ ενεργειαν μη ανταποδουναι. Ειπε ουν τι οφειλω ποιησαι, ινα δυνηθω αυτον εκ καρδιας αγαπησαι, η και τον καθοιονδηποτε τροπον θλιβοντα και επιβουλευοντα».
Και απεκριθη ο Γερων·
"Αδυνατον τινα αγαπησαι τον θλιβοντα, καν τη υλη του κοσμου εδοξεν αποταξασθαι, εαν μη τον σκοπον του Κυριου εν αληθεια γινωσκη· εαν δε του Κυριου αυτω χαριζομενου δυνηθη (≡14__370≡> γνωναι, και σπευδη κατ᾽ αυτον περιπατειν, δυναται εκ καρδιας αγαπησαι τον μισουντα και θλιβοντα, ωσπερ και οι Αποστολοι εγνωκοτες ηγαπων».
10 (ι'). Και ειπεν ο Αδελφος·
"Και τις ο σκοπος του Κυριου ην, παρακαλω γνωναι, Πατερ».
Και ειπεν ο Γερων·
"Εαν τον σκοπον του Κυριου γνωναι θελης, συνετως ακουσον. Ο ουν Κυριος ημων Ιησους Χριστος, φυσει Θεος ων, και ανθρωπος δια φιλανθρωπιαν γενεσθαι καταξιωσας, εκ γυναικος τεχθεις, υπο νομον εγενετο, κατα τον θειον Αποστολον· ινα ως ανθρωπος την εντολην φυλαξας την αρχαιαν του Αδαμ ανατρεψη καταραν. Ειδως ουν ο Κυριος οτι ολος ο νομος και οι προφηται εν ταις δυσι του νομου κρεμανται εντολαις, εν τω "Αγαπησεις Κυριον τον Θεον σου εξ ολης της καρδιας σου, και τον πλησιον ως εαυτον», ταυτα απ᾽ αρχης και μεχρι τελους φυλαξαι ανθρωποπρεπως εσπευσεν.
Ο δε απ᾽ αρχης απατησας τον ανθρωπον και δια τουτο κρατος εσχηκως του θανατου, [ο] διαβολος, ιδων αυτον επι του βαπτισματος υπο Πατρος μαρτυρουμενον και το συγγενες αγιον Πνευμα ως ανθρωπον απ᾽ ουρανων δεχομενον, και εις την ερημον προς το πειρασθηναι υπ᾽ αυτου εληλυθοτα, ολον αυτου τον πολεμον κατ᾽ αυτου συνεκροτει, ει πως ‘δυνηθη’ (≡14__372≡> και αυτον ποιησαι την του κοσμου προτιμησαι υλην της εις Θεον αγαπης. Ειδως ουν ο διαβολος οτι τα τρια ταυτα εισιν, εν οις παντα δονειται τα ανθρωπινα, βρωματα, λεγω, και χρηματα και δοξα, δι᾽ ων και εις το βαραθρον της απωλειας αει κατηγαγε τον ανθρωπον, εις ταυτα τα τρια αυτον εν τη ερημω επειρασεν· ων ο Κυριος ημων κρειττων φανεις, εις τουπισω χωρειν τω διαβολω προσεταττε.
11 (ια'). Τουτο ουν το γνωρισμα της εις Θεον αγαπης, ης την εντολην δι᾽ ων επηγγελτο πεισαι αυτον παραβηναι μη δυνηθεις, της εις τον πλησιον λοιπον αγαπης την εντολην, εις την οικουμενην ελθοντα, δια των παρανομων Ιουδαιων ενεργων, παραβαινειν αυτον δι᾽ ων εμηχανατο ηγωνιζετο. Τουτου χαριν διδασκοντα αυτον τας οδους της ζωης και εργω υποδεικνυοντα την ουρανιον πολιτειαν, και αναστασιν νεκρων καταγγελλοντα, και ‘ζωην’ αιωνιον και βασιλειαν ουρανων τοις πιστευουσιν επαγγελλομενον, τοις δε απιστοις κολασιν αιωνιον απειλουντα, και προς βεβαιωσιν των λεγομενων τας παραδοξους θεοσημιας επιδεικνυμενον, και εις πιστιν τους οχλους προσκαλουμενον, συνεκινει τους παρανομους Φαρισαιους και Γραμματεις εις τας κατ᾽ αυτου ποικιλας επιβουλας· ινα τους πειρασμους υπενεγκειν, ως ωετο, μη δυναμενος, εις μισος των επιβουλευοντων παρατραπη, και ουτως του σκοπου ο αλαστωρ επιτυχη, παραβατην της εντολης της εις τον πλησιον αγαπης [αυτον] αποφηνας.
12 (ιβ'). Ο δε Κυριος, ατε Θεος, ειδως αυτου τα ενθυμια, ου τους υπ᾽ αυτου ενεργουμενους εμισησε Φαρισαιους— πως γαρ, φυσει αγαθος ων; —αλλα δια της εις αυτους αγαπης τον ενεργουντα (≡14__374≡> ημυνετο· και τους μεν ενεργουμενους, ατε δυναμενους μη ενεργεισθαι, εκουσιως δε του ενεργουντος δια ραθυμιαν ανεχομενους, ενουθετει, ηλεγχεν, ωνειδιζεν, εταλανιζεν, ευεργετων ουκ επαυετο, βλασφημουμενος εμακροθυμει, πασχων υπεμενε, παντα τα της αγαπης εργα εις αυτους ενεδεικνυτο· τον δε ενεργουντα, τη εις τους ενεργουμενους φιλανθρωπια ημυνετο, ω παραδοξου πολεμου, αντι του μισους την αγαπην επιδεικνυμενος, και αγαθοτητι βαλλων τον της κακιας πατερα. Τουτου χαριν τα τοσαυτα κακα παρ᾽ αυτων υπομεινας, μαλλον δε [ως] αληθεστερον ειπειν, δι᾽ αυτους, μεχρι θανατου υπερ της εντολης της αγαπης ανθρωποπρεπως ηγωνισατο· και την τελειαν νικην κατα του διαβολου αραμενος, τον στεφανον της αναστασεως υπερ ημων ανεδησατο, και ουτως ο νεος Αδαμ τον παλαιον ανενεωσατο. Και τουτο εστιν ο λεγει ο θειος Αποστολος· "τουτο φρονεισθω εν υμιν, ο και εν Χριστω Ιησου», κ. τ. εξ.
13 (ιγ'). Ουτος ουν ην ο σκοπος του Κυριου, ινα τω μεν Πατρι υπακουση μεχρι θανατου ως ανθρωπος υπερ ημων, φυλαττων την εντολην της αγαπης, τον δε διαβολον αμυνηται τω πασχειν υπ᾽ αυτου, δια των υπ᾽ αυτου ενεργουμενων Γραμματεων και Φαρισαιων· και ουτως ενικησε τω νικασθαι εκουσιως τον νικαν ελπισαντα, και τον κοσμον ερρυσατο της αυτου δυναστειας. Τουτον τον τροπον ο Χριστος "εξ ασθενιας (≡14__376≡> εσταυρωθη»· δι᾽ ης ασθενειας τον θανατον ενεκρωσε και τον το κρατος εχοντα του θανατου κατηργησε. Τουτον τον τροπον και ο Παυλος εν εαυτω ησθενει και εκαυχατο "εν ταις ασθενειαις, ινα επισκηνωση" εν αυτω "η δυναμις του Χριστου».
14 (ιδ'). Ταυτης της νικης τον τροπον μαθων, ελεγεν Εφεσιοις γραφων· "Ουκ εστιν υμιν η παλη προς αιμα και σαρκα· αλλα προς τας αρχας, προς τας εξουσιας», και τα εξης. Τον τε θωρακα της δικαιοσυνης αναλαβειν φησι, και την περικεφαλαιαν ελπιδος, και τον θυρεον της πιστεως, και την μαχαιραν του πνευματος, ινα δυνηθωσι παντα τα βελη του πονηρου τα πεπυρωμενα σβεσαι, οι προς τους αορατους εχθρους τον πολεμον εχοντες· εργω δε τον τροπον της παλης επιδεικνυμενος ελεγεν· "Εγω ουν ουτως τρεχω, ως ουκ αδηλως· ουτως πυκτευω, ως ουκ αερα δαιρων· αλλ᾽ υποπιαζω μου το σωμα και δουλαγωγω, μηπως αλλοις κηρυξας αυτος αδοκιμος γενωμαι». Και παλιν· "Αχρι της αρτι ωρας και πεινωμεν και διψωμεν και γυμνητευομεν, και κολαφιζομεθα». Και παλιν· "Εν κοπω και μοχθω· εν αγρυπνιαις πολλακις, εν ψυχει και γυμνοτητι, χωρις των παρεκτος».
15 (ιε'). Και ταυτην μεν την παλην προς τους [τας] ηδονας εν τη σαρκι ενεργουντας επαλαιε δαιμονας δια της ασθενειας του ιδιου σωματος αυτους επελαυνων· προς δε τους εις μισος πολεμουντας και δια τουτο τους των ανθρωπων αμελεστερους (≡14__378≡> κατα των ευσεβων κινουντας, ινα δι᾽ αυτων πειραζομενοι αυτους μισησωσι και την εντολην της αγαπης παραβωσι, παλιν τον τροπον της νικης εργοις ημιν υποδεικνυων ελεγεν· "Λοιδορουμενοι, ευλογουμεν· διωκομενοι, ανεχομεθα· βλασφημουμενοι, παρακαλουμεν· ωσπερει καθαρματα του κοσμου εγενηθημεν, παντων περιψημα εως αρτι». Οι μεν γαρ δαιμονες δια τουτο λοιδορειν και βλασφημειν και διωκειν υπεβαλλον, ινα εις μισος του λοιδορουντος και βλασφημουντος και διωκοντος αυτον κινησωσι, τον σκοπον εις την παραβασιν της εντολης της αγαπης εχοντες.
Ο δε Αποστολος μη αγνοων τα νοηματα αυτων τους λοιδορουντας ηυλογει, και των διωκοντων ανειχετο, και τους βλασφημουντας παρεκαλει των μεν ταυτα ενεργουντων αποστηναι δαιμονων, τω δε αγαθω οικειωθηναι Θεω· τους δε ταυτα ενεργουντας δαιμονας τουτω τω τροπω της παλης ημυνετο, εν τω αγαθω αει νικων το κακον, κατα την μιμησιν του Σωτηρος, και ουτως ολον τον κοσμον των δαιμονων αποστησαντες τω Θεω ωκειωσαν, αυτος τε και οι λοιποι Αποστολοι, δια ηττης νικησαντες τους νικαν ελπισαντας. Εαν ουν και συ, Αδελφε, τουτον κρατησης τον σκοπον, δυνασαι και συ τους μισουντας αγαπαν· ει δε μη γε, αλλως αμηχανον».
16 (ιστ'). Και ο Αδελφος ειπεν·
"Επ᾽ αληθειας, Πατερ, ουτως εστι και ουκ αλλως· και δια (≡14__380≡> τουτο ο Κυριος βλασφημουμενος και κολαφιζομενος και τα αλλα πασχων, απερ επαθεν υπο των Ιουδαιων, ανειχετο, εκεινοις μεν συμπασχων ως αγνοουσι και πεπλανημενοις· διο και ελεγεν επι του σταυρου· "Πατερ, αφες αυτοις, οτι ουκ οιδασι τι ποιουσι»· του δε διαβολου και ‘των’ αρχοντων αυτου θριαμβευων την πανουργιαν και την απατην επι του σταυρου, υπερ της εντολης της αγαπης, καθως ειπας, μεχρι θανατου προς αυτους αγωνισαμενος, και την κατ᾽ αυτων νικην ημιν χαρισαμενος και του θανατου καταλυσας το κρατος, την αναστασιν αυτου εις ζωην παντι τω κοσμω εδωρησατο. Αλλ᾽ ευχου υπερ εμου, Πατερ, ινα τελειως εξισχυσω γνωναι τον σκοπον του Κυριου και των Αποστολων αυτου, και δυνηθω νηφειν εν τοις καιροις των πειρασμων, και μη αγνοειν τα νοηματα του διαβολου και των δαιμονων αυτου».
17 (ιζ'). Και ο Γερων αποκριθεις ειπεν·
"Εαν των προειρημενων εχεις αει την μελετην, δυνασαι μη αγνοειν. Αλλα και εαν συνιης οτι ωσπερ συ πειραζη ουτως και ο αδελφος σου πειραζεται, και τω μεν πειραζομενω συγγινωσκεις, τω δε πειραζοντι θελοντι σε εις μισος αγαγειν του πειραζομενου αντιστης, ‘μη’ υπακουων αυτου τω μηχανηματι. Και τουτο εστιν ο λεγει ο αδελφοθεος Ιακωβος εν ταις Καθολικαις· "Υποταγητε τω Θεω· αντιστητε δε τω διαβολω, και φευξεται αφ᾽ υμων». Εαν ουν, ως ειρηται, εχεις νηφοντως την των προειρημενων αδιαλειπτως μελετην, δυνασαι γνωναι τον σκοπον του Κυριου και των Αποστολων αυτου, (≡14__382≡> και τους μεν ανθρωπους αγαπαν και συμπασχειν αυτοις πταιουσι, τοις δε πονηροις δαιμοσιν αδιαλειπτως δια της αγαπης πολεμειν. Ει δε εσμεν χαυνοι και αμελεις και ραθυμοι και ταις σαρκικαις ηδοναις τον λογισμον εμφυρομεν, ουχι τους δαιμονας αλλ᾽ εαυτους και τους αδελφους πολεμουμεν, τους δε δαιμονας μαλλον δι᾽ αυτων θεραπευομεν, υπερ αυτων τοις ανθρωποις μαχομενοι".
18 (ιη'). Και ο Αδελφος ειπεν·
"Ουτως εχει, Πατερ· και γαρ εκ της αμελειας μου αει λαμβανουσιν αφορμας κατ᾽ εμου οι δαιμονες· αλλα παρακαλω σε, Πατερ, ειπειν μοι, πως οφειλω κτησασθαι ‘[την] νηψιν’».
Και απεκριθη ο Γερων·
"Η παντελης των γηινων αμεριμνια και η συνεχης μελετη της θειας Γραφης φερει την ‘ψυχην’ εις φοβον Θεου· και ο Θεου φοβος φερει ‘την νηψιν·’ και τοτε η ‘ψυχη’ αρχεται βλεπειν τους δια των λογισμων πολεμουντας αυτην δαιμονας και αμυνασθαι· περι ων ο Δαβιδ ελεγεν· "Και επειδεν ο οφθαλμος μου εν τοις εχθροις μου». Προς ταυτην την παλην και ο κορυφαιος των Αποστολων Πετρος διεγειρων τους μαθητας ελεγε· "Νηψατε, γρηγορησατε, οτι ο αντιδικος υμων διαβολος, ως λεων ωρυομενος περιπατει, ζητων τινα καταπιη· ω αντιστητε στερεοι τη πιστει»· Και ο Κυριος δε· "Γρηγορειτε και προσευχεσθε, ινα μη εισελθητε εις πειρασμον». Ο δε Εκκλησιαστης φησιν· "Εαν πνευμα του εξουσιαζοντος αναβη επι σε, τοπον σου μη αφης». Τοπος δε του (≡14__384≡> νου εστιν η αρετη, και η γνωσις και ο φοβος του Θεου. Ο δε θαυμαστος Αποστολος σφοδρα νηφοντως και γενναιως αγωνιζομενος ελεγεν· "Εν σαρκι γαρ περιπατουντες, ου κατα σαρκα στρατευομεθα. Τα γαρ οπλα της στρατειας ημων ου σαρκικα, αλλα δυνατα τω Θεω προς καθαιρεσιν οχυρωματων· λογισμους καθαιρουντες, και παν υψωμα επαιρομενον κατα της γνωσεως του Θεου· και αιχμαλωτιζοντες παν νοημα εις την υπακοην του Χριστου· και εν ετοιμω εχοντες εκδικησαι πασαν παρακοην». Εαν ουν και συ μιμηση τους αγιους και εμπονως σχολασης τω Θεω, εση νηφομενος».
19 (ιθ'). Και ο Αδελφος ειπε·
"Και τι ωφειλε τις ποιειν, Πατερ, ινα αδιαλειπτως δυνηθη σχολαζειν τω Θεω;"
Και απεκριθη ο Γερων·
"Αδυνατον το νουν τελειως σχολασαι τω Θεω, εαν μη τας τρεις ταυτας κτησηται αρετας· την αγαπην λεγω, και την εγκρατειαν, και την προσευχην. Η μεν γαρ αγαπη ημεροι τον θυμον, η δε εγκρατεια μαραινει την επιθυμιαν, η δε προσευχη χωριζει τον νουν παντων των νοηματων, και αυτω αυτον παριστησι γυμνον τω Θεω. Αυται ουν αι τρεις αρεται συμπεριληπτικαι εισιν πασων των αρετων· και ανευ τουτων ο νους ου δυναται σχολαζειν τω Θεω».
20 (κ'). Και ο Αδελφος ειπε·
"Παρακαλω σε, Πατερ, μαθειν πως η αγαπη ημεροι τον θυμον».
(≡14__386≡> Και απεκριθη ο Γερων·
"Επειδη εχει το ελεειν και το ευεργετειν τον πλησιον, και το μακροθυμειν επ᾽ αυτον και το υπομενειν τα υπ᾽ αυτου επαγομενα, ως πολλακις ειρηκαμεν. Ταυτα ουν εχουσα η αγαπη, ημεροι τον θυμον του κεκτημενου αυτην».
Και ο Αδελφος ειπε·
"Ου μικρα τα εργα αυτης· αλλα μακαριος ο δυναμενος κτησασθαι αυτην. Εγω δε οντως μακραν ειμι απ᾽ αυτης. Πλην παρακαλω σε, Πατερ, ειπειν μοι τι εστι το μακροθυμειν».
21 (κα'). Και απεκριθη ο Γερων·
"Το εγκαρτερειν τοις δεινοις και το υπομενειν πονηρα· και το αναμενειν το τελος του πειρασμου, και το μη εξαγειν θυμον ως ετυχε· μηδε λογον λαλειν εν αφροσυνη, μηδε υπονοειν τι η εννοειν των μη πρεποντων θεοσεβει, καθως ειπεν η Γραφη· "Εως καιρου ανθεξεται μακροθυμος, και υστερον αναδωσει αυτω ευφροσυνη· εως καιρου κρυψει τους λογους αυτου· και χειλη πολλων εκδιηγησεται συνεσιν αυτου».
22 (κβ'). Ταυτα ουν εστι τα γνωρισματα της μακροθυμιας· ου μονον δε, αλλα και [το] λογισασθαι εαυτον ειναι αιτιον του πειρασμου, της μακροθυμιας εστιν ιδιον. Ισως δε και ουτως εχει· επειδη τα πολλα των συμβαινοντων ημιν προς παιδευσιν ημων επισυμβαινει, η προς παρελθοντων αμαρτιων αναιρεσιν η προς ενεστωσης αμελειας διορθωσιν, η προς μελλοντων αμαρτηματων ανακοπην. Ο ουν λογιζομενος οτι δι᾽ εν τουτων συνεβη (≡14__388≡> ο πειρασμος, ουκ αγανακτει τυπτομενος, μαλιστα και συνειδως εαυτω αμαρτιας· ουδε αιτιαται τον, δι᾽ ου ο πειρασμος· καν γαρ δι᾽ αυτου, καν δι᾽ αλλου, παντως πιειν ειχε των θειων κριματων το ποτηριον· αλλ᾽ εις Θεον αποβλεπει, και ευχαριστει τω συγχωρησαντι, και εαυτον αιτιαται, και δεχεται την παιδειαν προθυμως, ωσπερ ο Δαβιδ επι του Σεμει, και ωσπερ ο Ιωβ επι της γυναικος. Ο δε αφρων αιτει μεν πολλακις τον Θεον ελεηθηναι ερχομενον δε το ελεος ου παραδεχεται, επειδη ουχ ως εκεινος ηθελεν ηλθεν, αλλ᾽ ως [ο] ιατρος των ‘ψυχων’ συμφερειν ηγησατο. Και δια τουτο ολιγωρει και θορυβειται και ποτε μεν τοις ανθρωποις θυμομαχει, ποτε δε εις τον Θεον βλασφημει· και μεντοι και την αγνωμοσυνην δεικνυει, και παρα ραβδον ου λαμβανει».
23 (κγ'). Και ο Αδελφος ειπε·
"Καλως ειπας, Πατερ· αλλα παρακαλω ειπειν μοι και τουτο, πως η εγκρατεια μαραινει την επιθυμιαν».
Και απεκριθη ο Γερων·
"Επειδη απεχεσθαι ποιει παντων των μη χρειαν εκπληρουντων, αλλ᾽ ηδονην εμποιουντων· και ουδενος μετεχειν ποιει, πλην προς το ζην αναγκαιων· ουδε τα ηδεα διωκειν, αλλα τα ωφελιμα· και συμμετρειν δε τη χρεια τα βρωματα και τα ποματα· και ουκ εαν [εν] τω σωματι περιττην υγροτητα· και μονην συντηρειν την ζωην του σωματος, και ανενοχλητον αυτο φυλαττειν εις ορμην συνουσιας. Ουτως ουν η εγκρατεια την επιθυμιαν μαραινει· η δε ηδονη και πλησμονη των (≡14__390≡> βρωματων και ποματων εκθερμαινει την γαστερα, και αναφλεγει την ορεξιν προς αισχραν επιθυμιαν, και ολον συνωθει το ζωον προς την ανομον μιξιν. Τοτε οφθαλμοι αναιδεις, και χειρ αχαλινωτος, γλωσσα λαλουσα θελγητρα ακοης, και ους ακοην ματαιαν παραδεχομενον, και ‘ψυχη’ κατα διανοιαν μοιχειαν εργαζομενη και το σωμα προς την αθεσμον πραξιν εκκαλουμενη».
24 (κδ'). Και ο Αδελφος ειπε·
"Επ᾽ αληθειας, Πατερ, ουτως εχει· αλλα παρακαλω [σε] μαθειν και περι της προσευχης, πως χωριζει τον νουν παντων των νοηματων».
Και απεκριθη ο Γερων·
"Τα νοηματα, των πραγματων εισι νοηματα· των δε πραγματων, τα μεν εισιν αισθητα, τα δε νοητα. Εν αυτοις ουν ο νους διατριβων, τα νοηματα αυτων περιφερει· η δε χαρις της προσευχης τω Θεω συναπτει τον νουν· τω δε Θεω συναπτουσα, χωριζει παντων των νοηματων. Τοτε ουν ο νους γυμνος αυτω προσομιλων θεοειδης γινεται. Τοιουτος δε γινομενος, τα πρεποντα παρ᾽ αυτου αιτει και της δεησεως αυτου ου διαμαρτανει ποτε. Δια τουτο ουν ο Αποστολος αδιαλειπτως κελευει προσευχεσθαι, ινα τον νουν τω Θεω συνεχως συναπτοντες κατα μικρον απορρηξωμεν της των υλικων προσπαθειας».
25 (κε'). Και ο Αδελφος ειπε·
"Και πως ο νους δυναται αδιαλειπτως προσευχεσθαι; Και γαρ ψαλλοντες και αναγινωσκοντες και συντυγχανοντες και διακονουντες, εις πολλα αυτον περισπωμεν νοηματα τε και θεωρηματα».
 (≡14__392≡> Και απεκριθη ο Γερων·
"Ουδεν των αδυνατων η θεια Γραφη προστασσει· επει και αυτος ο Αποστολος και εψαλλεν και ανεγινωσκε και διηκονει, και αδιαλειπτως προσηυχετο. Αδιαλειπτος γαρ εστι προσευχη, το τον νουν εχειν εν ευλαβεια πολλη και ποθω προσκειμενον τω Θεω, και της ελπιδος αυτου αει αποκρεμασθαι, και εις αυτον θαρρειν εν πασι, τοις τε εργοις και τοις συμβαινουσιν. Ουτως διακειμενος ο Αποστολος ελεγε· "Τις ημας χωρισει απο της αγαπης του Χριστου· θλιψις, η στενοχωρια;" και τα εξης. Και μετ᾽ ολιγα· "Πεπεισμαι γαρ, οτι ου τε θανατος, ουτε ζωη, ουτε αγγελοι». Και παλιν· "Εν παντι θλιβομενοι, και ου στενοχωρουμενοι· απορουμενοι, και ουκ εξαπορουμενοι· διωκομενοι, αλλ᾽ ου καταλιμπανομενοι· καταβαλλομενοι, αλλ᾽ ουκ απολλυμενοι. Παντοτε την νεκρωσιν του Κυριου Ιησου εν τω σωματι περιφεροντες, ινα και η ζωη του Ιησου φανερωθη εν τη θνητη σαρκι ημων».
26 (κστ'). Ουτως ουν ο Αποστολος διακειμενος, αδιαλειπτως προσηυχετο· εν πασι γαρ τοις εργοις, ως ειρηται, και τοις συμβαινουσιν αυτω της ελπιδος του Θεου απεκρεματο. Δια τουτο ταις θλιψεσιν αει εχαιρον παντες οι αγιοι, ινα εις εξιν ελθωσι της θειας αγαπης. Και δια τουτο ελεγεν ο Αποστολος· "῞Ηδιστα ουν καυχησομαι εν ταις ασθενειαις μου, ινα επισκηνωση επ᾽ εμε η δυναμις του Χριστου». Και μετ᾽ ολιγα· "οταν ασθενω, τοτε δυνατος ειμι». Αλλ᾽ ουαι ημιν τοις αθλιοις, οτι κατελιπομεν (≡14__394≡> την οδον των αγιων Πατερων, και δια τουτο ερημοι εσμεν παντος εργου πνευματικου».
27 (κζ'). Και ο Αδελφος ειπε·
"Δια τι, Πατερ, ουκ εχω κατανυξιν;"
Και απεκριθη ο Γερων·
"Επειδη ουκ εστι φοβος Θεου απεναντι των οφθαλμων ημων. Επειδη παντων των κακων γεγοναμεν καταγωγιον, και δια τουτο ως ψιλου νοηματος κατεφρονησαμεν της φοβερας του Θεου κολασεως. Επει τις ου κατανυγεται ακουων του μεν Μωϋσεως εκ προσωπου Θεου περι των αμαρτωλων λεγοντος, οτι "Πυρ εκκεκαυται εκ του θυμου μου· καυθησεται εως αδου κατωτατου. Καταφαγεται ‘γην,’ και τα γεννηματα αυτης· φλεξει θεμελια ορεων. Συναξω εις αυτους κακα, και τα βελη μου συντελεσω εις αυτους;" Και παλιν· "Παροξυνω ως αστραπην την μαχαιραν μου, και ανθεξεται κριματος η χειρ μου· και ανταποδωσω δικην τοις εχθροις και τοις μισουσι με ανταποδωσω». Του δε Ησαιου βοωντος· "τις αναγγελει υμιν οτι πυρ καιεται; τις αναγγελει υμιν τον τοπον τον αιωνιον; Πορευεσθε τω φωτι του πυρος ‘υμων,’ και τη φλογι, η εξεκαυσατε». Και παλιν· "Εξελευσονται, και οψονται τα κωλα των ανθρωπων, των παραβεβηκοτων εν εμοι. Ο γαρ σκωληξ αυτων ου τελευτησει, και το πυρ αυτων ου σβεσθησεται· και εσονται εις ορασιν παση σαρκι». Του δε Ιερεμιου λεγοντος· "Δοτε τω Κυριω Θεω υμων δοξαν προ (≡14__396≡> του σκοτασαι, και προ του προσκοψαι τους ποδας ‘υμων’ επ᾽ ορη σκοτεινα». Και παλιν· "Ακουσατε λαος μωρος και ακαρδιος· οφθαλμοι αυτοις, και ου βλεπουσιν· ωτα αυτοις, και ουκ ακουουσιν. Εμε ου φοβηθησεσθε, λεγει Κυριος; η απο του προσωπου μου ουκ ευλαβηθησεσθε; τον ποιησαντα οριον ψαμμον τη θαλασση, προσταγμα αιωνιον, και ουχ υπερβησεται;" Και παλιν· "Παιδευσει σε η αποστασια σου, και η κακια σου ελεγξει σε. Και γνωθι, και ιδε, οτι πικρον σοι εστι το καταλιπειν σε εμε, λεγει Κυριος. Εγω εφυτευσα αμπελον καρποφορον πασαν αληθινην· πως εστραφης εις πικριαν η αμπελος η αλλοτρια;" Και παλιν· "Ουκ εκαθισα μετα συνεδριου παιζοντων· αλλ᾽ ηυλαβουμην απο προσωπου χειρος σου. Καταμονας εκαθημην, οτι πικριας ενεπλησθην».
Τις δε ου φρισσει του Ιεζεκιηλ ακουων λεγοντος· "Εκχεω την οργην μου επι σε, και συντελεσω τον θυμον μου επι σοι· και κρινω σε εν ταις οδοις σου, και δωσω επι σε παντα τα βδελυγματα σου· και ου φεισεται ο οφθαλμος μου, ουδ᾽ ου μη ελεησω· και τοτε επιγνωση, οτι εγω Κυριος». Τις δε του Δανιηλ ακουων ου κατανυγεται διαγραφοντος διαρρηδην την ημεραν της φοβερας κρισεως, εν οις φησιν· "Εγω Δανιηλ εθεωρουν, εως ου θρονοι ετεθησαν. Και Παλαιος ημερων εκαθησεν. Το ενδυμα αυτου λευκον ωσει χιων· και η θριξ της κεφαλης αυτου ως εριον καθαρον. Και ο θρονος αυτου φλοξ πυρος· οι τροχοι αυτου πυρ φλεγον. Ποταμος πυρος (≡14__398≡> ειλκεν, εκπορευομενος εμπροσθεν αυτου. Χιλιαι χιλιαδες ελειτουργουν αυτω, και μυριαι μυριαδες παρειστηκεισαν εμπροσθεν αυτου. Κριτηριον εκαθισε, και βιβλοι ηνεωχθησαν [τα πεπραγμενα εκαστου δηλον οτι]». Και παλιν· "Εθεωρουν εν οραματι της νυκτος, και ιδου μετα των νεφελων του ουρανου, ως Υιος ανθρωπου ερχομενος ην· και εως του Παλαιου ημερων εφθασεν· και ενωπιον αυτου προσηνεχθη αυτω· και αυτω εδοθη η αρχη και η τιμη και η βασιλεια. Και παντες οι λαοι, φυλαι, γλωσσαι αυτω δουλευσουσι· και η εξουσια αυτου, εξουσια αιωνιος· και η βασιλεια αυτου, βασιλεια αιωνιος. Εφριξε το πνευμα μου, εγω Δανιηλ, εν τη εξει μου, και αι ορασεις της κεφαλης μου συνεταρασσον με».
28 (κη'). Τις δε του Δαβιδ ακουων ου φοβειται λεγοντος· "Απαξ ελαλησεν ο Θεος, δυο ταυτα ηκουσα, οτι το κρατος του Θεου, και σου, Κυριε, το ελεος· οτι συ αποδωσεις εκαστω κατα τα εργα αυτου». Και παλιν του Εκκλησιαστου λεγοντος· "Τελος λογου, το παν ακουε· τον Θεον φοβου, και τας εντολας αυτου φυλασσε, οτι τουτο πας ανθρωπος· οτι συμπαν το ποιημα αξει ο Θεος εν κρισει εν παντι παρεωραμενω, εαν αγαθον, και εαν πονηρον».
29 (κθ'). Τις δε τα ομοια ακουων του Αποστολου λεγοντος ου τρεμει· "Δει γαρ παντας ημας παραστηναι τω βηματι του Χριστου, ινα κομισηται εκαστος ημων τα δια του σωματος, ειτε αγαθον, ειτε κακον». Τις ουν ου θρηνησει την απιστιαν ημων, (≡14__400≡> και την τυφλωσιν της ‘ψυχης ημων,’ οτι τουτων παντων ακουοντες ου μετανοουμεν, και πικρως κλαιομεν επι τη τοσαυτη ημων αμελεια και ραθυμια; ην προθεωρων Ιερεμιας ελεγεν· "Επικαταρατος ο ποιων τα εργα Κυριου αμελως». Ει γαρ ειχομεν φροντιδα περι της σωτηριας των ‘ψυχων’ ημων, ετρεμομεν αν τον λογον του Κυριου, και εσπευδομεν κατορθωσαι τας εντολας αυτου, δι᾽ ων και εσωζομεθα. Αλλ᾽ ημεις ακουοντες του Κυριου λεγοντος· "Εισελθετε δια της στενης πυλης, της εισαγουσης εις την ζωην», προετιμησαμεν την πλατειαν και ευρυχωρον, την απαγουσαν εις την απωλειαν. Δια τουτο ακουομεν οταν εκ των ουρανων παραγινηται κριναι ζωντας και νεκρους· "Υπαγετε απ᾽ εμου, οι κατηραμενοι, εις το πυρ το αιωνιον, το ητοιμασμενον τω διαβολω και τοις αγγελοις αυτου».
30 (λ'). Και ταυτα ακουομεν, ουχ ως κακως πραξαντες, αλλ᾽ ως των καλων αμελησαντες, και τον πλησιον μη αγαπησαντες. Ει δε και κακα επραξαμεν, πως υποισομεν την ημεραν εκεινην, ουτως αμελως διακειμενοι; Πλην το "ου μοιχευσεις, ου κλεψεις, ου φονευσεις», και τα εξης, τοις αρχαιοις ερρηθη δια Μωϋσεως· ο δε Κυριος, ειδως οτι ουκ αρκει τω Χριστιανω η τουτων μονον τηρησις προς τελειωσιν, ελεγεν· ‘"Αμην λεγω υμιν’, οτι εαν μη περισσευση υμων η δικαιοσυνη πλεον των Γραμματεων και Φαρισαιων, ου μη εισελθετε εις την βασιλειαν των ουρανων». Δια τουτο ανω και κατω τον της ψυχης αγιασμον, δι᾽ ην και το σωμα αγιαζεται, και (≡14__402≡> την προς παντας ανθρωπους ειλικρινη αγαπην ενομοθετησε, δι᾽ ων και την εις αυτον αγαπην κτησασθαι δυναμεθα· και εαυτον τυπον μεχρι θανατου, και τους αυτου μαθητας ημιν παρεσχεν, ως πολλακις ειρηται.
31 (λα'). Ποιαν ουν απολογιαν εξομεν εν τη ημερα εκεινη, τοιουτον υποδειγμα εχοντες, και ουτως αμελουντες; Ημας θρηνων Ιερεμιας τους τοσαυτης χαριτος αξιωθεντας, και ουτως αμελως διακειμενους, μαλλον δε πασης κακιας πεπληρωμενους, ελεγε· "Τις δωσει τη κεφαλη μου υδωρ, και τοις οφθαλμοις μου πηγην δακρυων, και κλαυσομαι τον λαον τουτον ημερας και νυκτος;" Περι ημας εγω ακουω και του Μωϋσεως λεγοντος· "και εφαγεν Ιακωβ, και ενεπλησθη· και απελακτισεν ο ηγαπημενος· ελιπανθη, επαχυνθη, επλατυνθη, και εγκατελιπε Θεον τον ποιησαντα αυτον, και απεστη απο Θεου σωτηρος αυτου». Και του Μιχαιου θρηνουντος και λεγοντος· "Οιμοι ψυχη, οτι απολωλεν ευλαβης απο της γης, και ο κατορθων εν ανθρωποις ουχ υπαρχει. Εκαστος τον πλησιον αυτου θλιβουσιν εκθλιβη· επι το κακον τας χειρας αυτων ετοιμαζουσι». Και του Ψαλμωδου ομοιως περι ημων λεγοντος· "Σωσον με, Κυριε, οτι εκλελοιπεν οσιος· οτι ωλιγωθησαν αι αληθειαι απο των υιων των ανθρωπων», και τα λοιπα.
32 (λβ'). Προφητικως και ο Αποστολος θρηνων ημας ελεγεν· "ουκ εστι ποιων χρηστοτητα, ουκ εστιν εως ενος. Ταφος ανεωγμενος ο λαρυγξ αυτων· ταις γλωσσαις αυτων εδολιουσαν. Ιος ασπιδων υπο τα χειλη αυτων· ων το στομα αρας και πικριας (≡14__404≡> γεμει. Συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων, και οδον ειρηνης ουκ εγνωσαν· ουκ εστι φοβος Θεου απεναντι των οφθαλμων αυτων». Δια τουτο παλιν προβλεπων τα μελλοντα, περι της νυν ημων πονηρας διαγωγης προς τον Τιμοθεον γραφει· "Τουτο δε γινωσκε, οτι εν εσχαταις ημεραις ενστησονται καιροι χαλεποι· εσονται γαρ οι ανθρωποι φιλαυτοι, φιλαργυροι, αλαζονες, υπερηφανοι, βλασφημοι, γονευσιν απειθεις, αχαριστοι, ανοσιοι, αστοργοι, ασπονδοι, διαβολοι, ακρατεις, ανημεροι, αφιλαγαθοι, προδοται, προπετεις», και τα εξης. Δια τουτο ουαι ημιν, οτι εις τα εσχατα των κακων κατηντησαμεν.
Τις γαρ εξ ημων, ειπε μοι, των προειρημενων κακων εστιν αμετοχος; Ουχι επι ημων επληρωθη η προφητεια; Ου παντες εσμεν γαστριμαργοι; Ου παντες φιληδονοι; Ου παντες υλομανεις και φιλοϋλοι; Ου παντες θυμωδεις; Ου παντες μηνιασται; Ου παντες μνησικακοι; Ου παντες προδοται πασης αρετης; Ου παντες λοιδοροι; Ου παντες υπερηφανοι; Ου παντες κενοδοξοι; Ου παντες υποκριται; Ου παντες δολιοι; Ου παντες φθονεροι; Ου παντες ανυποτακτοι; Ου παντες ακηδιασται; Ου παντες περιακτοι; Ου παντες ραθυμοι; Ου παντες αμελεις των του Σωτηρος εντολων; Ου παντες πασης κακιας αναμεστοι; Ουχι γεγοναμεν αντι ναου Θεου ναος ειδωλων; Ουχι αντι Πνευματος αγιου, πνευματων πονηρων εσμεν καταγωγια; Ουχι πεπλασμενως τον Θεον Πατερα επικαλουμεθα; Ουχι αντι υιων (≡14__406≡> Θεου, υιοι γεεννης γεγοναμεν; Ουχι χειρονες των Ιουδαιων, οι νυν το μεγα Χριστου ονομα περιφερομενοι, γεγοναμεν; Και μηδεις αγανακτειτω την αληθειαν ακουων, επει κακεινοι παρανομοι οντες ελεγον· "Ημεις ενα Πατερα εχομεν, τον Θεον»· αλλ᾽ ηκουον παρα του Σωτηρος, οτι· "Υμεις εκ του Πατρος υμων του διαβολου εστε, και τας επιθυμιας του Πατρος υμων θελετε ποιειν».
33 (λγ'). Πως ουν και ημεις παραβαται οντες των εντολων αυτου, τα ομοια παρ᾽ αυτου ουκ ακουομεν; Επει και ο Αποστολος τους Πνευματι αγομενους ειπεν ειναι υιους Θεου· "Οσοι γαρ», φησι, "Πνευματι Θεου αγονται, ουτοι εισιν υιοι Θεου». Πως ουν και ημεις, εκ του θανατου αγομενοι, υιοι Θεου ακουειν δυναμεθα; "Το γαρ φρονημα της σαρκος, θανατος». Οι δε Πνευματι αγομενοι, εκ των καρπων του Πνευματος δηλοι εισιν. Ειδωμεν ουν τους καρπους του Πνευματος· "ο γαρ καρπος του Πνευματος», φησιν, "εστιν αγαπη, χαρα, ειρηνη, μακροθυμια, χρηστοτης, αγαθωσυνη, πιστις, πραΰτης, εγκρατεια». Αρα εχομεν ταυτα εν εαυτοις; Αλλ᾽ ειθε μη παντα τα εναντια. Πως ουν υιοι Θεου ακουειν δυναμεθα, και ουχι μαλλον εκ του εναντιου; Το γαρ εκ τινος γεγεννημενον, ομοιον του γεγεννηκοτος εστι. Δηλοι δε και Κυριος, λεγων· "Το γεγεννημενον εκ του Πνευματος, πνευμα εστιν». Ημεις δε γεγοναμεν σαρκες επιθυμουντες κατα του Πνευματος, και δια τουτο δικαιως ακουομεν παρ᾽ αυτου· "Ου μη εγκαταμεινη το (≡14__408≡> Πνευμα μου εν τοις ανθρωποις τουτοις, δια το ειναι αυτους σαρκας». Πως ουν δυναμεθα ακουειν Χριστιανοι, τι ποτε του Χριστου εν εαυτοις εχοντες;
34 (λδ'). Αλλ᾽ ερει τις ισως, οτι· Εχω την πιστιν, και αρκει μοι η πιστις η εις αυτον προς σωτηριαν. Αλλ᾽ αντιφθεγγεται αυτω ο Ιακωβος, λεγων οτι· "Και τα δαιμονια πιστευουσι, και φρισσουσι». Και παλιν· "Η πιστις χωρις των εργων, νεκρα εστιν καθ᾽ εαυτην· ως και τα εργα διχα πιστεως». Πως δε και πιστευομεν εις αυτον, η περι των μελλοντων αυτω πιστευομεν, οι περι των προσκαιρων και παροντων αυτω μη πιστευοντες, και δια τουτο τοις υλικοις συμφυρομενοι, και τη σαρκι ζωντες, και κατα του Πνευματος στρατευομενοι; Οι δε τω Χριστω εν αληθεια πιστευσαντες και ολον αυτον εν εαυτοις δια των εντολων εισοικισαντες, ουτως ελεγον· "Ζω δε, ουκετι εγω, ζη δε εν εμοι ο Χριστος. Ο δε νυν ζω εν σαρκι, τη πιστει ζω του Υιου του Θεου, του αγαπησαντος με, και δοντος εαυτον υπερ εμου». Δια τουτο πασχοντες υπερ αυτου δια την παντων σωτηριαν, ως ακριβεις αυτου μιμηται και των εντολων αυτου γνησιοι φυλακες, ελεγον· "Λοιδορουμενοι ευλογουμεν, διωκομενοι ανεχομεθα, βλασφημουμενοι παρακαλουμεν», επειδη ηκουον αυτου λεγοντος· "Αγαπατε τους εχθρους υμων· καλως ποιειτε τοις μισουσιν υμας· ευλογειτε τους καταρωμενους υμας· προσευχεσθε υπερ των επηρεαζοντων υμας», και τα εξης· και εκ των λογων και των εργων ο ενεργων εν αυτοις Χριστος εφανερουτο· ημεις δε, επειδη (≡14__410≡> πασαις ταις εντολαις αυτου αντιπραττομεν, δια τουτο πασης ακαθαρσιας ενεπλησθημεν. Και δια τουτο γεγοναμεν αντι ναου Θεου οικος εμποριου, και αντι οικου προσευχης σπηλαιον ληστων, αντι εθνους αγιου εθνος αμαρτωλον, και αντι λαου Θεου λαος πληρης αμαρτιων, αντι σπερματος αγιου σπερμα πονηρον, και αντι υιων Θεου υιοι ανομοι, επειδη εγκατελιπομεν τας εντολας του Κυριου, και δουλευομεν τοις πονηροις πνευμασι δια των ακαθαρτων παθων, και παρωργισαμεν τον αγιον του Ισραηλ.
35 (λε'). Δια τουτο θρηνων ημας ο μεγας Ησαιας κραζει, βοηθησαι αμα βουλομενος τη πτωσει ημων, λεγων· "Τι ετι πληγητε προστιθεντες ανομιαν; Πασα κεφαλη εις πονον, και πασα καρδια εις λυπην· απο ποδων εως κεφαλης ουκ εστιν εν αυτω ολοκληρια· ουτε τραυμα, ουτε μωλωψ, ουτε πληγη φλεγμαινουσα· ουκ εστι μαλαγμα επιθειναι, ουτε ελαιον, ουτε καταδεσμους». Ειτα τι το επι τουτοις; "Εγκαταλειφθησεται η θυγατηρ Σιων ως σκηνη εν αμπελωνι, και ως οπωροφυλακιον εν σικυηλατω, ως πολις πολιορκουμενη».
Ταυτην ημων της ‘ψυχης’ την ερημωσιν και ο Αποστολος δηλων, ελεγε· "Και καθως ουκ εδοκιμασαν τον Θεον εχειν εν επιγνωσει, παρεδωκεν αυτους ο Θεος εις αδοκιμον νουν, ποιειν τα μη καθηκοντα· πεπληρωμενους παση αδικια, κακια, πονηρια, πλεονεξια· μεστους φθονου, φονου, εριδος, δολου, κακοηθειας· ψιθυριστας, καταλαλους, θεοστυγεις, (≡14__412≡> υβριστας, υπερηφανους, αλαζονας, εφευρετας κακων, γονευσιν απειθεις, ασυνετους, ασυνθετους, αστοργους, ασπονδους, ανελεημονας· οιτινες το δικαιωμα του Θεου επιγνοντες, οτι οι τα τοιαυτα πρασσοντες αξιοι θανατου εισιν, ου μονον αυτα ποιουσιν, αλλα και συνευδοκουσι τοις πρασσουσι». Δια τουτο παρεδωκεν αυτους ο Θεος εις παθη ατιμιας, του ατιμαζεσθαι τα σωματα αυτων εν εαυτοις. Και τι το επι τουτοις; "Αποκαλυπτεται», φησιν, "οργη Θεου απ᾽ ουρανου επι πασαν ασεβειαν και αδικιαν ανθρωπων», και τα εξης.
36 (λστ'). Ταυτην της ψυχης ερημωσιν και ο Κυριος μηνυων, ελεγεν· "Ιερουσαλημ, Ιερουσαλημ, η αποκτεινουσα τους προφητας, και λιθοβολουσα τους απεσταλμενους προς αυτην· ποσακις ηθελησα επισυναγαγειν τα τεκνα σου, ως ορνις τα νοσσια αυτης υπο τας πτερυγας, και ουκ ηθελησατε; Ιδου αφιεται ο οικος υμων ερημος». Ο δε Ησαιας παλιν, ορων ημας τους δηθεν μοναχους τας σωματικας λειτουργιας επιτελουντας μονον, καταφρονουντας δε των πνευματικων, και δια τουτο τετυφωμενους, ελεγεν· "Ακουσατε λογον Κυριου, αρχοντες Σοδομων· προσεχετε νομον Θεου, λαος Γομορρας. Τι μοι πληθος των θυσιων υμων; Πληρης ειμι των ολοκαυτωματων κριων· και στεαρ αρνων, και αιμα ταυρων και τραγων ου βουλομαι. Τις γαρ εξεζητησε ταυτα εκ των χειρων υμων; Πατειν την αυλην μου ου προσθησεσθε. Εαν φερητε σεμιδαλιν, ματαιον· θυμιαμα, βδελυγμα μοι εστι. Τας νουμηνιας (≡14__414≡> υμων και τα σαββατα, και ημεραν μεγαλην ουκ ανεχομαι. Νηστειαν και αργιαν και τας εορτας υμων, μισει η ψυχη μου. Εγενηθετε μοι εις πλησμονην· ουκετι ου μη ανοισω. Οταν τας χειρας εκτεινητε προς με, αποστρεψω τους οφθαλμους μου αφ᾽ υμων. Και εαν πληθυνητε την δεησιν, ουκ εισακουσομαι υμων». Δια τι; "Αι γαρ χειρες υμων», φησιν, "αιματος πληρεις»· επειδη "ο μισων τον αδελφον αυτου, ανθρωποκτονος εστι». Δια τουτο πασα ασκησις αγαπην μη εχουσα αλλοτρια του Θεου καθισταται.
37 (λζ'). Δια τουτο και την υποκρισιν ημων ελεγχων πορρωθεν ελεγεν· "Ο λαος ουτος, τοις χειλεσι με τιμα· η δε καρδια αυτων πορρω απεχει απ᾽ εμου, ματην δε σεβονται με», και τα εξης. Και απερ δε ο Κυριος ημων ελεγε ταλανιζων τους Φαρισαιους, περι ημων εγω ακουω, των νυν υποκριτων, των τοσαυτης χαριτος αξιωθεντων, και χειρω εκεινων διακειμενων. ῍Η ουχι και ημεις δεσμουμεν "φορτια" βαρεα και "δυσβαστακτα», και επιτιθεμεν επι τους ωμους των ανθρωπων, τω δε "δακτυλω" ημων ου θελομεν κινησαι αυτα; ῍Η ουχι και ημεις παντα τα εργα ημων ποιουμεν προς το θεαθηναι τοις ανθρωποις; ῍Η ουχι και ημεις φιλουμεν "την πρωτοκλισιαν εν τοις δειπνοις και τας πρωτοκαθεδριας εν ταις συναγωγαις, και καλεισθαι υπο των ανθρωπων "Ραββι, Ραββι»· και τους ταυτα ημιν μη σφοδρα απονεμοντας εως θανατου πολεμουμεν; ῍Η ουχι και ημεις ηραμεν την κλειδα της γνωσεως, και κλειομεν (≡14__416≡> "την βασιλειαν των ουρανων εμπροσθεν των ανθρωπων», μηδε αυτοι εισερχομενοι, μηδε αυτους ποιουντες εισελθειν;
῍Η ουχι και ημεις περιαγομεν "την θαλασσαν και την ξεραν ποιησαι ενα προσηλυτον, και οταν γενηται" ποιουμεν αυτον "υιον γεεννης διπλοτερον ημων;" ῍Η ουχι και ημεις "εσμεν οδηγοι τυφλοι, τον κωνωπα διυλιζοντες, και την καμηλον καταπινοντες;" ῍Η ουχι και ημεις καθαριζομεν "το εξωθεν του ποτηριου και της παροψιδος», το δε "εσωθεν" ημων γεμει "αρπαγης και πλεονεξιας», μαλλον δε "ακρασιας;" ῍Η ουχι και ημεις αποδεκατουμεν το πηγανον και το ηδυοσμον, και παν λαχανον· και παρερχομεθα την κρισιν και την αγαπην του Θεου; ῍Η ουχι και ημεις εσμεν ως τα μνημεια τα αδηλα, "εξωθεν μεν φαινομενοι τοις ανθρωποις δικαιοι, εσωθεν δε οντες μεστοι υποκρισεως και ανομιας και πασης ακαθαρσιας;" ῍Η ουχι και ημεις οικοδομουμεν "τους ταφους" των Μαρτυρων, και κοσμουμεν τα "μνημεια" των Αποστολων, και εσμεν ομοιοι των αποκτειναντων αυτους; Τις ουν ου κλαυσει ημας ουτως διακειμενους; Τις ου θρηνησει την τηλικαυτην ημων αιχμαλωσιαν; Δια τουτο υιοι Θεου "οι τιμιοι», ελογισθημεν ως "αγγεια οστρακινα». Δια τουτο ημαυρωθη το "χρυσιον»· ηλλοιωθη το αργυριον "το αγαθον».
Δια τουτο οι Ναζωραιοι Σιων, οι "υπερ χιονα" λαμψαντες, γεγοναμεν ως Αιθιοπες· οι "υπερ γαλα" λευκανθεντες, υπερ μελαν εζοφωθησαν. Δια τουτο "εσκοτασεν υπερ ασβολην το ειδος" ημων. Οι τιθηνουμενοι "επι κοκκων», περιεβαλομεθα "κοπριας· (≡14__418≡> και εμεγαλυνθη η ανομια ημων, υπερ" ανομιων "Σοδομων». Δια τουτο "οι υιοι της ημερας και" του "φωτος, υιοι" γεγοναμεν "νυκτος και σκοτους». Δια τουτο υιοι της βασιλειας, υιοι γεεννης γεγοναμεν. Δια τουτο οι "υιοι Υψιστου, ως ανθρωποι" αποθνησκομεν, "και ως εις των αρχοντων" πιπτομεν. Δια τουτο παρεδοθημεν εις "χειρας εχθρων ανομων», των αγριων λεγω δαιμονων, "και βασιλει αδικω και πονηρωτατω παρα πασαν την γην», δηλαδη τω τουτων αρχοντι, "οτι ημαρτομεν και ηνομησαμεν», παραβαντες τας εντολας Κυριου του Θεου ημων, και καταπατησαντες τον Υιον του Θεου και το αιμα της διαθηκης κοινον ηγησαμενοι.
Αλλα "μη παραδωης ημας εις τελος δια το ονομα σου», Κυριε, "και μη διασκεδασης την διαθηκην σου· και μη αποστησης το ελεος σου αφ᾽ ημων», δια τους οικτιρμους σου, "Πατερ ημων ο εν τοις ουρανοις», και δια [τα] σπλαγχνα του μονογενους σου Υιου, και δια το ελεος του αγιου σου Πνευματος. "Μη μνησθης ημων ανομιων αρχαιων», αλλα "ταχυ προκαταλαβετωσαν ημας οι οικτιρμοι σου, οτι επτωχευσαμεν σφοδρα. Βοηθησον ημιν ο Θεος ο Σωτηρ ημων. Ενεκεν της δοξης του ονοματος σου, Κυριε, ρυσαι ημας, και ιλασθητι ταις αμαρτιαις ημων ενεκεν του ονοματος σου», Κυριε, μνησθεις της απαρχης ημων ην εξ ημων δια φιλανθρωπιαν λαβων ο μονογενης σου Υιος υπερ ημων εχει εν ουρανοις, ινα ημιν βεβαιαν την ελπιδα της σωτηριας χαρισηται· και μη δια την (≡14__420≡> απογνωσιν χειρους γενωμεθα, δια το τιμιον αυτου αιμα, ο υπερ της του κοσμου ζωης εξεχεεν· δια τους αγιους αυτου Αποστολους και Μαρτυρας, οι υπερ του ονοματος αυτου το ιδιον αιμα εξεχεον· δια τους αγιους Προφητας και Πατερας και Πατριαρχας, οιτινες ηγωνισαντο ευαρεστησαι τω αγιω σου ονοματι.
Μη παριδης την δεησιν ημων, Κυριε, μηδε εγκαταλιπης ημας εις τελος. Ου γαρ επι ταις δικαιοσυναις ημων πεποιθοτες εσμεν, αλλ᾽ επι ελεει τω σω, δι᾽ ου το γενος ημων περιποιη. Ικετευομεν και παρακαλουμεν την σην αγαθοτητα, ινα μη γενηται εις κριμα ημιν το οικονομηθεν ημιν υπο μονογενους σου Υιου προς σωτηριαν μυστηριον· και "μη απορριψης" ημας απο "του προσωπου σου». Μη βδελυξη ημων την αναξιοτητα, αλλ᾽ ελεησον ημας κατα το μεγα σου ελεος, και κατα το πληθος των οικτιρμων σου παραγαγε τα αμαρτηματα ημων, ινα ακατακριτως προσελθοντες κατενωπιον της αγιας σου δοξης αξιωθωμεν της σκεπης του μονογενους σου Υιου, και μη ως δουλοι πονηροι ταις αμαρτιαις αποδοκιμοι γενωμεθα.
Ναι, Δεσποτα παντοδυναμε Κυριε, εισακουσον της δεησεως ημων, οτι εκτος σου αλλον ουκ οιδαμεν. Το ονομα σου ονομαζομεν· συ γαρ ει "ο ενεργων τα παντα εν πασι», και την παρα σου παντες επιζητουμεν βοηθειαν. Επιβλεψον ουν εκ του ουρανου, Κυριε, "και ιδε εκ του οικου της αγιας δοξης σου. Που εστιν ο ζηλος σου και η ισχυς σου; Που εστι το (≡14__422≡> πληθος του ελεους σου και των οικτιρμων σου», οτι ηνεσχες της πτωσεως ημων; "Συ γαρ ημων ει Πατηρ, οτι Αβρααμ ουκ εγνω ημας, και Ισραηλ ουκ επεγνω ημας· αλλα συ, Κυριε, Πατηρ ημων, ρυσαι ημας», οτι απ᾽ αρχης το ονομα σου" το αγιον εφ᾽ ημας εστι, και του μονογενους σου Υιου, και του αγιου σου Πνευματος. "Τι επλανησας ημας, Κυριε, απο της οδου σου;" "Μη παιδευσης ημας τη ραβδω των κριματων σου». "Τι εσκληρυνας ημων τας καρδιας, του μη φοβεισθαι σε;" Εγκατελειψας ημας τη αυτονομια της πλανης; Επιστρεψον, Κυριε, τους δουλους σου δια την αγιαν σου Εκκλησιαν, δια παντας τους απ᾽ αιωνος αγιους σου, ινα "μικρον κληρονομησωμεν του ορους του αγιου σου. Οι υπεναντιοι ημων κατεπατησαν το αγιασμα σου· εγενομεθα ως το απ᾽ αρχης οτε ουκ ηρξας ημων, ουδε επεκληθη το ονομα σου εφ᾽ ημας».
38 (λη'). "Εαν ανοιξης τον ουρανον, τρομος ληψεται απο σου ορη, και τακησονται ως κηρος απο προσωπου του πυρος· και κατακαυσει πυρ τους υπεναντιους· και φοβερον εσται το ονομα σου τοις υπεναντιοις. Οταν ποιεις τα ενδοξα, τρομος ληψεται απο σου ορη. Απο του αιωνος ουκ ηκουσαμεν, ουδε οι οφθαλμοι ημων ειδον Θεον, πλην σου. Και τα εργα σου, α ποιησεις τοις υπομενουσιν ελεον· συναντησεται γαρ τοις ποιουσι το δικαιον, και των οδων σου μνησθησονται. Ιδου συ ωργισθης, και ημεις ημαρτομεν». Μαλλον δε, ημεις ημαρτομεν, και συ ωργισθης.
 (≡14__424≡> "Δια τουτο επλανηθημεν, και εγενηθημεν ως ακαθαρτοι παντες ημεις· ως ρακος αποκαθημενης πασα η δικαιοσυνη ημων· και ερρυημεν ως φυλλα δια τας ανομιας ημων, ουτως ανεμος οισει ημας, και ουκ εστιν ο επικαλουμενος το ονομα σου, και ο μνησθεις αντιλαβεσθαι σου. Και απεστρεψας το προσωπον σου αφ᾽ ημων, και παρεδωκας ημας δια τας αμαρτιας ημων. Και νυν, Κυριε, Πατηρ ημων ει συ· ημεις δε πηλος, εργον των χειρων σου παντες. Μη οργισθης ημας σφοδρα, και μη εν καιρω μνησθης αμαρτιων ημων. Και νυν επιβλεψον οτι λαος σου παντες ημεις· πολις του αγιου σου εγενηθη ερημος Σιων· ως ερημος εγενηθη Ιερουσαλημ. Εις καταραν ο οικος του αγιου ημων, και η δοξα ην ηυλογησαν οι πατερες ημων, εγενηθη πυρικαυστος, και παντα τα ενδοξα συνεπεσε. Και επι πασι τουτοις ηνεσχου, Κυριε, και εσιωπησας, και εταπεινωσας ημας εως σφοδρα».
39 (λθ'). Συνεβη μεν ταυτα τυπικως τω παλαιω σου λαω, νυν δε εις ημας αληθινως πεπληρωται· "και εγενηθημεν ονειδος τοις γειτοσιν ημων δαιμοσι, μυκτηρισμος και χλευασμος τοις κυκλω ημων». Αλλ᾽ επιβλεψον εξ ουρανου, και ιδε, και σωσον ημας δια το ονομα σου το αγιον· και γνωρισον ημιν τας μεθοδειας των υπεναντιων ημων· και ρυσαι ημας εκ των μηχανηματων αυτων, και μη αποστησης αφ᾽ ημων την σην βοηθειαν, οτι ημεις ουχ ικανοι εσμεν προς το νικαν τα αντιπιπτοντα· συ δε δυνατος ει εις το σωζειν εκ παντων των εναντιων. Σωσον ημας, Κυριε, εκ των δυσχερων του κοσμου (≡14__426≡> τουτου, κατα την χρηστοτητα σου, ινα εν καθαρα συνειδησει το πελαγος του βιου διαπερασαντες, αμεμπτοι και ακεραιοι τω φοβερω βηματι σου παρασταντες, αξιωθωμεν της αιωνιου ζωης».
40 (μ'). Ταυτα παντα ακουσας ο Αδελφος και σφοδρα κατανυγεις, μετα δακρυων ειπε τω Γεροντι ως· "εξ ων θεωρω, Πατερ, ουχ υπολειπεται μοι ελπις σωτηριας. Αι γαρ "ανομιαι μου υπερηραν την κεφαλην μου»· αλλα παρακαλω ειπειν μοι τι ωφειλον ποιησαι».
Και ο Γερων αποκριθεις ειπε·
"Το σωθηναι, παρα μεν ανθρωποις αδυνατον· παρα δε τω Θεω, παντα δυνατα", ως αυτος εφη ο Κυριος. "Προφθασομεν ουν το προσωπον αυτου εν εξομολογησει, προσκυνησωμεν και προσπεσωμεν, και κλαυσωμεν εναντιον Κυριου του ποιησαντος ημας, οτι αυτος εστιν ο Θεος ημων»· και ακουωμεν αυτου λεγοντος δια της Ησαιου φωνης, οτι "οταν αποστραφης και στεναξης, τοτε σωθηση». Και παλιν· "Μη ουκ ισχυει η χειρ Κυριου του σωσαι; η εβαρυνε το ους αυτου το μη εισακουσασθαι; Αλλα τα αμαρτηματα ημων διιστωσιν αναμεσον ημων και του Θεου· και δια τας αμαρτιας ημων απεστρεψε το προσωπον αυτου, του μη ελεησαι».
Διο λεγει· "Λουσασθε, καθαροι γινεσθε· αφελετε τας πονηριας απο των ψυχων υμων απεναντι των οφθαλμων μου· παυσασθε των πονηριων υμων· μαθητε καλον ποιειν, εκζητησατε (≡14__428≡> κρισιν, ρυσασθε αδικουμενον, κρινατε ορφανω και δικαιωσατε χηραν. και δευτε, και διελεγχθωμεν, λεγει Κυριος· και εαν ωσιν αι αμαρτιαι υμων ως φοινικουν, ως χιονα λευκανω· εαν δε ωσιν ως κοκκινον, ωσει εριον λευκανω». Και, "Εαν θελητε και εισακουσητε μου, τα αγαθα της γης φαγεσθε. Το γαρ στομα Κυριου ελαλησε ταυτα». Και παλιν δια Ιωηλ· "Επιστραφετε προς με εξ ολης της καρδιας υμων· [και] εν νηστεια και εν κλαυθμω και [εν] κοπετω· διαρρηξατε τας καρδιας υμων, και ου τα ιματια υμων. Ελεημων γαρ και οικτιρμων εστι Κυριος, και μετανοων επι ταις κακιαις». Προς Ιεζεκιηλ δε· "Υιε ανθρωπου, ειπον τω οικω Ισραηλ· "Ουτως ελαλησατε λεγοντες "Αι πλαναι ημων, και αι ανομιαι ημων εφ᾽ ημιν εισι· και εν αυταις τηκομεθα· και πως ζησομεθα;" Ειπον αυτοις "Ζω εγω, λεγει Κυριος, ου βουλομαι τον θανατον του ασεβους, ωστε επιστρεψαι αυτον απο της οδου αυτου, και ζην αυτον· αποστροφη αποστρεψατε απο της οδου υμων· και ινα τι αποθνησκετε, οικος Ισραηλ;"
Η δε τριτη των Βασιλειων, την υπερβολην της του Θεου χρηστοτητα φανερουσα, ουτω λεγει. Εν τω ακουσαι Αχααβ οντα αυτον εν τω αμπελωνι του Ναβουθαι, ον εκληρονομησεν εν τω αποκτειναι αυτον δια της Ιεζαβελ, τους λογους Ηλιου λεγοντος· "Ταδε λεγει Κυριος "εφονευσας και εκληρονομησας· και εν τω τοπω, εν ω ελειξαν οι κυνες το αιμα Ναβουθαι, εκει λειξουσιν οι κυνες το αιμα σου· και την Ιεζαβελ κυνες καταφαγονται εν τω προτειχισματι του Ισραηλ». Και εν τω ακουσαι Αχααβ τους λογους τουτους, διερρηξε τα (≡14__430≡> ιματια αυτου, και εθετο σακκον επι την σαρκα αυτου, και ενηστευσε, και εκοιμηθη εν τω σακκω. Και εγενετο λογος Κυριου προς Ηλιου, λεγων· "Ιδε οτι ενετραπη Αχααβ απο προσωπου μου. Ουκ επαξω κακιαν εν ταις ημεραις αυτου».
Ο δε Δαβιδ φησι· "Την ανομιαν μου εγνωρισα, και την αμαρτιαν μου ουκ εκαλυψα. Ειπα "εξαγορευσω κατ᾽ εμου την ανομιαν μου τω Κυριω, και συ αφηκας την ασεβειαν της καρδιας μου. Υπερ ταυτης προσευξεται προς σε πας οσιος εν καιρω ευθετω· και εν κατακλυσμω υδατων πολλων προς αυτον ουκ εγγιουσιν».
Εν δε τω Ευαγγελιω ο Κυριος "Μετανοειτε», φησιν, "ηγγισε γαρ η βασιλεια των ουρανων». Του δε Πετρου πυθομενου "ποσακις της ημερας, εαν αμαρτη εις εμε ο αδελφος μου, αφησω αυτω· εως επτακις;" αποκρινεται αυτω "ο φυσει αγαθος" και ανεικαστος εν χρηστοτητι· "ου λεγω σοι [εως] επτακις αλλ᾽ εως εβδομηκοντακις επτα». Τι ταυτης της αγαθοτητος ισορροπον; Τι ταυτης της φιλανθρωπιας εφαμιλλον;
41 (μα'). Εγνωκοτες ουν τον του Κυριου φοβον, την τε χρηστοτητα αυτου και την φιλανθρωπιαν εκ τε της Παλαιας και Καινης Διαθηκης, επιστρεψωμεν εξ ολης της καρδιας ημων· και ινα τι απολλυμεθα, αδελφοι; Καθαρισωμεν χειρας, οι αμαρτωλοι· αγνισωμεν τας καρδιας ημων, οι διψυχοι· ταλαιπωρησωμεν (≡14__432≡> και πενθησωμεν, και κλαυσωμεν δια τας αμαρτιας ημων. Παυσωμεθα των πονηριων ημων· πιστευσωμεν ταις ευσπλαγχνιαις του Κυριου· φοβηθωμεν τας απειλας αυτου, φυλαξωμεν τας εντολας αυτου· αγαπησω μεν αλληλους εξ ολης καρδιας. Ειπωμεν "αδελφοι ημων" και τοις μισουσιν ημας και βδελυσσομενοις, ινα το ονομα Κυριου δοξασθη και οφθη εν τη ευφροσυνη αυτου. Δωμεν συγγνωμην αλληλοις, δι᾽ αλληλων πειραζομενοι, ως παντες υπο κοινου εχθρου πολεμουμενοι. Αντιστωμεν τοις λογισμοις ημων, τον Θεον εις συμμαχιαν επικαλουμενοι· και φυγαδευωμεν εξ ημων τα πονηρα και ακαθαρτα πνευματα. Υποταξωμεν την σαρκα τω πνευματι, υπωπιαζοντες και δουλαγωγουντες δι᾽ απασης κακοπαθειας· "Καθαρισωμεν εαυτους απο παντος μολυσμου σαρκος και πνευματος». Διεγειρωμεν αλληλους εις παροξυσμον αγαπης και καλων εργων.
Μη φθονησωμεν αλληλοις, μηδε φθονουμενοι αγριωθωμεν· συμπαθησωμεν δε μαλλον αλληλοις, και δια ταπεινοφροσυνης αλληλους ιασωμεθα. Μη καταλαλωμεν αλληλων, μηδε σκωψωμεν αλληλους, "οτι εσμεν αλληλων μελη». Αποβαλλωμεν αφ᾽ ημων την αμελειαν και την ραθυμιαν· και στωμεν ανδρειως κατα των πνευματων της πονηριας αγωνιζομενοι· και "εχομεν παρακλητον Ιησουν Χριστον δικαιον προς τον Πατερα· και αυτος ιλασμος εστι περι των αμαρτιων ημων»· και δεηθωμεν αυτου εν καθαρα καρδια, εξ ολης ψυχης ημων, και αφιησιν ημιν τας αμαρτιας ημων. Οτι "εγγυς Κυριος (≡14__434≡> πασι τοις επικαλουμενοις αυτον εν αληθεια». Διο λεγει· "Θυσον τω Θεω θυσιαν αινησεως, και αποδος τω Υψιστω τας ευχας σου. Και επικαλεσαι με εν ημερα θλιψεως σου· και εξελουμαι σε, και δοξασεις με».
Και ο Ησαιας δε παλιν· "Λυε παντα συνδεσμον αδικιας, διαλυε στραγγαλιας βιαιων συναλλαγματων, αποστελλε τεθραυσμενους εν αφεσει και πασαν συγγραφην αδικον διασπα. Διαθρυπτε πεινωντι τον αρτον σου, και πτωχους αστεγους εισαγαγε εις τον οικον σου. Εαν ιδης γυμνον, περιβαλε· και απο των οικειων του σπερματος σου ου παροψει. Τοτε ραγησεται πρωϊμον το φως σου, και τα ιαματα σου ταχυ ανατελει. Και προπορευσεται εμπροσθεν σου η δικαιοσυνη σου· και δοξα Κυριου περιστελει σε». Και τι το επι τουτοις; "Τοτε βοηση, και ο Θεος εισακουσεται σου· ετι λαλουντος σου, ερει· "Ιδου παρειμι». Τοτε ανατελει εν τω σκοτει το φως σου, και το σκοτος σου ως μεσημβρια. Και εσται Θεος μετα σου διαπαντος· και εμπλησθηση καθα επιθυμει η ψυχη σου». Ορας οτι εν τω λυειν παντα συνδεσμον αδικιας εκ της καρδιας ημων, και διαλυειν πασαν στραγγαλιαν βιαιων συναλλαγματων μνησικακιας, και σπευδειν ευεργετειν τον πλησιον εξ ολης ψυχης, τω φωτι της γνωσεως περιλαμπομεθα, και των παθων της ατιμιας ελευθερουμεθα, και πασης αρετης πληρουμεθα, και υπο της δοξης του Θεου καταλαμπομεθα, (≡14__436≡> και πασης αγνοιας ελευθερουμεθα· και προσευχομενοι τα Χριστου εισακουομεθα, και τον Θεον μεθ᾽ ημων εξομεν διαπαντος, και της κατα Θεον επιθυμιας πληρουμεθα.
42 (μβ'). Αγαπησωμεν ουν αλληλους, [ινα] και αγαπωμεθα υπο Θεου. Μακροθυμησωμεν επ᾽ αλληλοις, και μακροθυμει επι ταις αμαρτιαις ημων. Μη αποδωμεν "κακον αντι κακου», και ουκ απολαμβανομεν κατα τας αμαρτιας ημων. Την γαρ συγχωρησιν των παραπτωματων ημων εν τη συγχωρησει των αδελφων ευρισκομεν. Και το ελεος του Θεου εν τη ελεημοσυνη του πλησιον εγκεκρυπται. Δια τουτο ο Κυριος ελεγεν· "αφετε, και αφεθησεται υμιν. Και εαν αφητε τοις ανθρωποις τα παραπτωματα αυτων, και ο Πατηρ υμων ο ουρανιος αφησει υμιν τα παραπτωματα υμων». Και παλιν· "Μακαριοι οι ελεημονες, οτι αυτοι ελεηθησονται». Και· "Ωι μετρω μετρειτε, αντιμετρησεται υμιν». Ιδου εχαρισατο ημιν ο Κυριος τροπον σωτηριας, και εδωκεν ημιν "εξουσιαν" αιωνιον "του γενεσθαι τεκνα Θεου»· και εν τω θεληματι ημων εστι λοιπον η σωτηρια ημων.
43 (μγ'). Δωμεν ουν εαυτους τω Κυριω εξ ολοκληρου, ινα ολοκληρον αυτον αντιλαβωμεν. Γενωμεθα θεοι δι᾽ αυτον· δια γαρ τουτο ανθρωπος γεγονε, φυσει ων Θεος και Δεσποτης. Υπακουσωμεν αυτω και αυτος ακαματως αμυνεται τους εχθρους ημων· "Ει ο λαος μου ηκουσε μου», φησιν, "Ισραηλ ταις οδοις μου ει επορευθη· εν τω μηδενι αν τους εχθρους αυτων εταπεινωσα, και επι τους θλιβοντας αυτους επεβαλον αν την (≡14__438≡> χειρα μου». Πασαν την ελπιδα ημων επ᾽ αυτον μονον θησωμεν. Και πασαν την μεριμναν ημων επ᾽ αυτον μονον ριψωμεν, και εκ πασης θλιψεως αυτος ημας ρυσεται, και παντα τον βιον αυτος ημας διατρεψει. Παντα μεν ανθρωπον εκ ψυχης αγαπησωμεν· επι μηδενι δε ανθρωπων την ελπιδα θησωμεν· οτι εφ᾽ οσον ο Κυριος συντηρει ημας, και οι φιλοι παντες ημας περιεπουσι, και οι εχθροι παντες προς ημας αδυνατουσιν. Επαν δε ο Κυριος ημας εγκαταλειπη, τοτε και οι φιλοι παντες εγκαταλειπουσι, και οι εχθροι παντες καθ᾽ ημων ισχυουσιν. Αλλα και ο εις εαυτον θαρρων, πεσειται πτωμα εξαισιον· ο δε φοβουμενος τον Κυριον υψωθησεται. Δια τουτο ο Δαβιδ ελεγεν· "Ου γαρ επι τω τοξω μου ελπιω, και η ρομφαια μου ου σωσει με. Εσωσας γαρ ημας εκ των θλιβοντων ημας, και τους μισουντας ημας κατησχυνας».
44 (μδ'). Μη ανασχωμεθα των λογισμων των σμικρυνοντων ημων τας αμαρτιας, και την αφεσιν αυτων γεγονεναι μαντευομενων. Περι αυτων γαρ ο Κυριος ασφαλιζομενος ημας ελεγε· "Προσεχετε εαυτοις απο των ψευδοπροφητων, οιτινες ελευσονται προς υμας εν ενδυμασι προβατων· εσωθεν δε, εισι λυκοι αρπαγες". Εφ᾽ οσον γαρ ο νους ημων υπο της αμαρτιας οχλειται, ουπω της συγχωρησεως αυτης ετυχομεν· ουδεπω γαρ καρπους αξιους της μετανοιας πεποιηκαμεν. Καρπος μετανοιας εστιν απαθεια ψυχης· απαθεια δε, εξαλειψις αμαρτιας. Ουπω δε εχομεν τελειαν απαθειαν, ποτε μεν οχλουμενοι υπο των παθων, ποτε δε μη οχλουμενοι. Ουκ αρα της των αμαρτιων αφεσεως τελειως ετυχομεν. Της (≡14__440≡> μεν γαρ προγονικης αμαρτιας δια του αγιου βαπτισματος ελευθερωθημεν, της δε μετα το βαπτισμα τολμηθεισης δια της μετανοιας ελευθερουμεθα.
45 (με'). Μετανοησωμεν ουν γνησιως, ινα των παθων ελευθερουμενοι της των αμαρτιων αφεσεως τυχωμεν. Περι φρονησωμεν των προσκαιρων, ινα μη δι᾽ αυτα τοις ανθρωποις μαχομενοι την εντολην της αγαπης παραβωμεν, και της του Θεου αγαπης εκπεσωμεν. "Πνευματι περιπατωμεν, και επιθυμιαν σαρκος ου μη τελεσομεν». Γρηγορησωμεν, νηψωμεν, αποβαλωμεν λοιπον τον υπνον της ραθυμιας. Ζηλωσωμεν τους αγιους αθλητας του Σωτηρος· μιμησωμεθα αυτων τους αγωνας, των [μεν] οπισθεν επιλανθανομενοι, τοις δε εμπροσθεν επεκτεινομενοι. Μιμησωμεθα τον ακαταπαυστον αυτων δρομον, την ζεουσαν προθυμιαν, της εγκρατειας την καρτεριαν, της σωφροσυνης τον αγιασμον, της υπομονης την γενναιοτητα, της μακροθυμιας την ανοχην, της συμπαθειας τον οικτον, της πραΰτητος το αταραχον, του ζηλου την θερμοτητα, της αγαπης το ανυποκριτον, της ταπεινοφροσυνης το υψος, της ακτημοσυνης το απεριττον, την ανδρειαν, την χρηστοτητα, την επιεικειαν.
Μη υπτιωθωμεν ταις ηδοναις, μη χαυνωθωμεν τοις λογισμοις, μη ρυπωσωμεν την συνειδησιν, την ειρηνην διωκωμεν μετα παντων και τον αγιασμον· ου χωρις ουδεις οψεται τον Κυριον. Και επι τουτοις φυγωμεν τον κοσμον, αδελφοι, (≡14__442≡> και τον κοσμοκρατορα. Καταλειψωμεν την σαρκα, και τα σαρκικα. Εις ουρανους αναδραμωμεν· εκει εξωμεν ημων το πολιτευμα. Τον θειον Αποστολον μιμησωμεθα, τον Αρχηγον της ζωης καταλαβωμεν, της πηγης της ζωης απολαυσωμεν. Συν αγγελοις χορευσωμεν, συν αρχαγγελοις υμνησωμεν τον Κυριον ημων Ιησουν Χριστον· ω η δοξα και το κρατος αμα τω Πατρι συν τω αγιω Πνευματι, νυν και αει, και εις τους αιωνας των αιωνων. Αμην. 
 
 
ΚΕΦΑΛΑΙΑ Σ' (200) ΠΕΡΙ ΘΕΟΛΟΓΙΑΣ
 
(≡14__446≡>
και της ενσαρκου οικονομιας του Υιου Θεου (=1084=)
 
 
ΕΚΑΤΟΝΤΑΣ Α'
 
1.1 (α΄) Εις Θεος, αναρχος, ακαταληπτος, ολην εχων του ειναι την δυναμιν διολου· την, ποτε και πως ειναι πανταπασιν απωθουμενος εννοιαν· ως πασιν αβατος, και μηδενι των οντων εκ φυσικης εμφασεως διεγνωσμενος.
1.2 (β΄) Ο Θεος, ουκ εστι δι᾿ εαυτον, ως ημας ειδεναι δυνατον· ουτε αρχη, ουτε μεσοτης, ουτε τελος, ουτε τι το συνολον ετερον των τοις μετ᾿ αυτον φυσικως ενθεωρουμενων· αοριστος γαρ εστι και ακινητος και απειρος, ως πασης ουσιας και δυναμεως και ενεργειας υπερεκεινα απειρως ων.
1.3 (γ΄) Πασα ουσια τον εαυτης ορον εαυτη συνεισαγουσα, αρχη πεφυκεν ειναι, της επιθεωρουμενης αυτη κατα δυναμιν κινησεως. Πασα δε φυσικη προς ενεργειαν κινησις, της μεν ουσιας μετεπινοουμενη· προεπινοουμενη δε της ενεργειας, μεσοτης εστιν, ως αμφοιν κατα το μεσον φυσικως διειλημμενη· και πασα ενεργεια τω κατ᾿ αυτην λογω φυσικως περιγραφομενη, τελος εστι της προ αυτης κατ᾿ επινοιαν ουσιωδους κινησεως.
 (≡14__448≡> 1.4 (δ΄) Ουκ εστιν ο Θεος ουσια, κατα την απλως η πως λεγομενην ουσιαν, ινα και αρχη· ουτε δυναμις κατα την απλως η πως λεγομενην δυναμιν, ινα και μεσοτης· ουτε ενεργεια, κατα την απλως η πως λεγομενην ενεργειαν, ινα και τελος εστι της κατα δυναμιν προεπινοουμενης ουσιωδους κινησεως· αλλ᾿ ουσιοποιος και υπερουσιος οντοτης· και δυναμοποιος και υπερδυναμος ιδρυσις· και πασης ενεργειας δραστικη και ατελευτητος εξις· και συντομως ειπειν, πασης ουσιας και δυναμεως και ενεργειας, αρχης τε και μεσοτητος και τελους ποιητικη.
(=1085=) 1.5 (ε΄) Η αρχη και η μεσοτης και το τελος, των χρονω διαιρετων εισι γνωρισματα· ειποι δ᾿ αν τις αληθευων, και των εν αιωνι συνορωμενων. Ο μεν γαρ χρονος, μετρουμενην εχων την κινησιν, αριθμω περιγραφεται· ο αιων δε συνεπινοουμενην εχων τη υπαρξει την ποτε κατηγοριαν, πασχει διαστασιν, ως αρχην του ειναι λαβων. Ει δε χρονος και αιων ουκ αναρχα, πολλω μαλλον τα εν τουτοις περιεχομενα.
1.6 (στ΄) Εις και μονος κατα φυσιν αει κυριως εστιν ο Θεος, ολον το κυριως ειναι κατα παντα τροπον εαυτω περικλειων, ως και αυτου του ειναι κυριως υπερτερος. Ει δε τουτο, ουδαμως ουδεν ουδαμου των ειναι λεγομενων το συνολον εχει το, κυριως ειναι. Ουκουν ουδεν αυτω το παραπαν εξ αϊδιου συνθεωρειται κατ᾿ ουσιαν διαφορον· ουκ αιων, ου χρονος, ουδε τι των τουτοις ενδιαιτωμενων. Ου γαρ συμβαινουσιν αλληλοις πωποτε, το κυριως ειναι και ου κυριως.
1.7 (ζ΄) Αρχη πασα και μεσοτης και τελος, εις απαν την σχετικην δι᾿ ολου κατηγοριαν ουκ ηρνηται· Θεος δε καθολου πασης σχεσεως υπαρχων απειρακις απειρως ανωτερος, ουτε αρχη ουτε μεσοτης (≡14__450≡> ουτε τελος εικοτως εστιν· ουδε τι το συνολον ετερον, των, οις ενθεωρεισθαι κατα την σχεσιν η του προς τι δυναται κατηγοριαν.
1.8 (η΄) Παντα τα οντα, νοουμενα λεγεται· των επ᾿ αυτα γνωσεων εναποδεικτους εχοντα τας αρχας· ο δε Θεος, ου νοουμενος ονομαζεται· αλλ᾿ εκ των νοουμενων μονον ειναι πιστευεται· διοπερ ουδεν των νοουμενων αυτω καθ᾿ οτιουν παραβαλλεται.
1.9 (θ΄) Αι των οντων γνωσεις, συνηρτημενους φυσικως εχουσι προς αποδειξιν τους οικειους λογους, οις περιγραφην φυσικως υπομενουσιν· ο δε Θεος, δια των εν τοις ουσι λογων ειναι μονον πιστευεται· πασης αποδειξεως βασιμωτερον, τοις ευσεβεσι την οτι κυριως εστιν ομολογιαν και πιστιν διδους. Πιστις γαρ εστι, γνωσις αληθης αναποδεικτους εχουσα τας αρχας, ως των υπερ νουν και λογον υπαρχουσα πραγματων υποστασις.
1.10 (ι΄) Αρχη των οντων και μεσοτης και τελος εστιν (=1088=) ο Θεος, ως ενεργων, αλλ᾿ ου πασχων ωσπερ και τα αλλα παντα, οις παρ᾿ ημων ονομαζεται. Αρχη γαρ εστιν ως δημιουργος· και μεσοτης, ως προνοητης· και τελος, ως περιγραφη. Εξ αυτου γαρ, φησι, και δι᾿ αυτου, και εις αυτον τα παντα.
1.11 (ια΄) Ουκ εστι ψυχη λογικη κατ᾿ ουσιαν ψυχης λογικης τιμιωτερα. Πασαν γαρ ψυχην κατ᾿ εικονα εαυτου δημιουργων, ως αγαθος ο Θεος, αυτοκινητον εις το ειναι παραγει· εκαστη δε κατα προθεσιν, η την τιμην επιλεγεται, η την ατιμιαν εκουσα δια των εργων προσιεται.
1.12 (ιβ΄) Ο Θεος, ηλιος εστι δικαιοσυνης, ως γεγραπται· πασιν απλως τας ακτινας επιλαμπων της αγαθοτητος· η δε ψυχη, η κηρος ως φιλοθεος, η πηλος ως φιλοϋλος κατα την γνωμην γινεσθαι πεφυκεν· ωσπερ ουν ο πηλος κατα φυσιν ηλιω ξηραινεται· ο δε κηρος, φυσικως (≡14__452≡> απαλυνεται· ουτω και πασα ψυχη φιλοϋλος και φιλοκοσμος απο Θεου νουθετουμενη, και ως πηλος κατα την γνωμην αντιτυπουσα, σκληρυνεται· και εαυτην ωθει κατα τον Φαραω προς απωλειαν· πασα δε φιλοθεος, ως κηρος απαλυνεται, και τους των θειων τυπους και χαρακτηρας εισδεχομενη, γινεται Θεου κατοικητηριον εν πνευματι.
1.13 (ιγ΄) Ο τον νουν ταις θειαις καταστραψας νοησεσιν, και τον λογον εθισας θειοις υμνοις απαυστως γεραιρειν τον Κτισαντα, και ταις ακηρατοις φαντασιαις καθαγιασας την αισθησιν· ουτος τω φυσικω κατ᾿ εικονα καλω, προσεθηκε το καθ᾿ ομοιωσιν γνωμικον αγαθον.
1.14 (ιδ΄) Φυλαττει τις τω Θεω την ψυχην ακηλιδωτον, ει την μεν διανοιαν περι μονου Θεου, και των αυτου αρετων διανοεισθαι βιασαιτο· τον δε λογον, ορθον ερμηνεα και εξηγητην των αυτων αρετων καταστησειε· και την αισθησιν ευσεβως τον ορατον κοσμον και τα εν αυτω παντα φανταζεσθαι διδαξειε, την των εν αυτοις λογων μεγαλειοτητα τη ψυχη διαγγελλουσαν.
1.15 (ιε΄) Ο της πικρας δουλειας των τυραννουντων δαιμονων ελευθερωσας ημας Θεος, φιλανθρωπον θεοσεβειας ημιν ζυγον εδωρησατο, την ταπεινοφροσυνην· δι᾿ ης πασα μεν διαβολικη δαμαζεται δυναμις· (=1089=) παν δε τοις ελομενοις αυτην αγαθον δημιουργειται, και αραδιουργητον διαφυλαττεται.
1.16 (ιστ΄) Ο πιστευων, φοβειται· ο δε φοβουμενος ταπεινουται· ο δε ταπεινουμενος, πραΰνεται, την των παρα φυσιν του θυμου και της επιθυμιας κινηματων ανενεργητον εξιν λαβων· ο δε πραΰς, τηρει τας εντολας· ο δε τηρων τας εντολας, καθαιρεται· ο δε καθαρθεις, ελλαμπεται· ο δε ελλαμφθεις, εν τω ταμιειω των μυστηριων αξιουται τω νυμφιω Λογω συγκοιτασθηναι.
 (≡14__454≡> 1.17 (ιζ΄) Ωσπερ γεωργος, υπερ του τι των αγριων μεταφυτευσαι δενδρων επιτηδειον σκοπων χωριον, ανελπιστω θησαυρω περιπιπτει· ουτω και πας ασκητης ταπεινοφρων και απλαστος, και λειος κατα ψυχην της υλικης δασυτητος, κατα τον μακαριωτατον Ιακωβ, υπο του Πατρος ερωτωμενος της επιστημης τον τροπον· Τι τουτο ο ταχυ ευρες, τεκνον; αποκρινεται λεγων· Ο παρεδωκε Κυριος ο Θεος εναντιον μου. Οταν γαρ ημιν ο Θεος παραδω της ιδιας σοφιας τα σοφα θεωρηματα καματου χωρις, ου προσδοκησασι, θησαυρον εξαιφνης πνευματικον ευρηκεναι νομισωμεν. Γεωργος γαρ πνευματικος εστιν ο δοκιμος ασκητης, την προς αισθησιν των ορατων θεωριαν, ως αγριον δενδρον προς την των νοητων χωραν μεταφυτευων· και θησαυρον ευρισκων, την κατα χαριν της εν τοις ουσι σοφιας φανερωσιν.
1.18 (ιη΄) Αφνω προσπεσουσα γνωσις θειων θεωρηματων τω ασκητη μη προσδοκησαντι δια την ταπεινωσιν, κατακλα τον λογισμον του προς επιδειξιν μετα καματου και πονου ταυτην ζητουντος, και μη ευρισκοντος· και γεννα τω αφρονι φθονον εικη προς τον αδελφον, και φονου μελετην, και εαυτω λυπην, δια το μη εχειν την εκ των επαινων φυσιωσιν.
1.19 (ιθ΄) Οι ζητουντες μετα πονου γνωσιν, και αποτυγχανοντες, η δια απιστιαν αποτυγχανουσι, η τυχον δια το αφυως μελλειν αυτους αντιφιλονεικουντας επαιρεσθαι κατα των γινωσκοντων, ως ο λαος παλαι κατα Μωϋσεως· προς ους ο νομος ερει δεοντως, οτι παραβιασαμενοι τινες, ανεβησαν εις το ορος, και εξηλθεν ο Αμορραιος ο οικων εν τω ορει εκεινω, και ετιτρωσκεν αυτους. Αναγκη γαρ τους επιδειξεως ενεκεν επιμορφιζομενους την αρετην, μη μονον σφαλλεσθαι (≡14__456≡> δολουντας την ευσεβειαν, αλλα και υπο του συνειδοτος τιτρωσκεσθαι.
(=1092=) 1.20 (κ΄) Ο προς επιδειξιν εφιεμενος γνωσεως, και αποτυγχανων· μητε φθονειτω τω πελας, μητε λυπεισθω· αλλ᾿ εν τινι των ομορων ποιειτω την παρασκευην, ως προστετακται· κατα την πραξιν, εν τω σωματι προτερον φιλοπονων τη ψυχη την ετοιμασιαν της γνωσεως.
1.21 (κα΄) Οι ορθως μετ᾿ ευσεβειας τοις ουσι προσβαλλοντες, και μηδενα φιλενδειξιας τροπον επινοουντες, ευρησουσι προϋπαντωσας αυτοις τας των οντων παμφαεις θεωριας, ακριβεστατην αυτοις εμποιουσας εαυτων την καταληψιν· προς ους ο νομος φησιν· Εισελθοντες κληρονομησατε πολεις μεγαλας και καλας, και οικιας πληρεις παντων αγαθων, ας ουκ οικοδομησατε· και λακκους λελατομημενους, ους ουκ ελατομησατε· και αμπελωνας και ελαιωνας, ους ουκ εφυτευσατε. Ο γαρ μη εαυτω ζων, αλλα τω Θεω, παντων γινεται πληρης των θειων χαρισματων· των τεως δια την επικειμενην των παθων οχλησιν μη φαινομενων.
1.22 (κβ΄) Ωσπερ διχως η αισθησις λεγεται· η μεν, καθ᾿ εξιν· ητις και κοιμωμενων ημων εστι, μηδενος αντιλαμβανομενη των υποκειμενων· ης ουδεν οφελος, μη προς ενεργειαν τεινομενης· η δε, κατ᾿ ενεργειαν· δι᾿ ης αντιλαμβανομεθα των αισθητων· ουτω και η γνωσις διττη· η μεν επιστημονικη, καθ᾿ εξιν μονην τους λογους αναλεγομενη των οντων· ης ουδεν οφελος μη προς την των εντολων ενεργειαν εκτεινομενης· η δε, κατ᾿ ενεργειαν πρακτικη, αυτην αληθη δια της πειρας των οντων κομιζουσα την καταληψιν.
1.23 (κγ΄) Ο υποκριτης, εως μεν δοκει λανθανειν, ηρεμει· την εκ του δοκειν δικαιος ειναι δοξαν θηρωμενος. Επειδαν δε φωραθη, θανατηφορους (≡14__458≡> προισχεται λογους, ταις κατ᾿ αλλων λοιδοριαις δοκων την οικειαν συγκαλυπτειν ασχημοσυνην· ον εχιδνης γεννηματι παρεικασας ο λογος, ως παλιμβολον, αξιους της μετανοιας προσεταξεν αυτω ποιεισθαι καρπους· τουτεστι, προς τους φαινομενους τροπους, μεταποιησαι την κρυπτομενην της καρδιας διαθεσιν.
1.24 (κδ΄) Φασι τινες θηριον ειναι, παν ο μη τω νομω των εν αερι τε και γη και θαλαττη ζωων κεκριται καθαρον, καν ημερον ειναι τω ηθει δοκη· οις εκαστον των ανθρωπων εκ του οικειου παθους ο λογος προσαγορευει.
1.25 (κε΄) Ο επι βλαβη των πελας μορφιζομενος φιλιαν, λυκος εστι κωδιω επικρυπτων την εαυτου κακουργιαν. Ος επειδαν ευρη ψιλον ηθος, η ρημα κατα Χριστον απλοϊκως (=1093=) η γινομενον η λεγομενον, ηρπασε και διεφθειρε· μυριους καταχεων μωμους, ων τοις λογοις η τοις ηθεσιν επιτιθεται· ωσπερ κατασκοπος της εν Χριστω αδελφων ελευθεριας. 
1.26 (κστ΄) Ο υποκρινομενος σιωπην κακουργιας χαριν, τω πλησιον τεκταινεται δολον· ου αποτυγχανων απεισι, τω ιδιω παθει προσθεμενος οδυνην. Ο δε σιωπων ωφελειας χαριν, ηυξησε φιλιαν, και απελευσεται χαιρων, ως λαβων φωτισμον σκοτους λυτηριον.
1.27 (κζ΄) Ο εν συνεδριω λογων ακροασιν προπετως ανακοπτων, ουκ ελαθε φιλοδοξιαν νοσων· υφ᾿ ης αλισκομενος, μυριους προβαλλεται δρομους και περιδρομους προτασεων, την ειρμον των λεγομενων διαστησαι βουλομενος.
1.28 (κη΄) Ο σοφος, και διδασκων και διδασκομενος, μονα βουλεται τα ωφελουντα διδασκεσθαι και διδασκειν· ο δε δοκησει σοφος, και ερωτων και ερωτωμενος, τα περιεργοτερα μονον προβαλλεται.
 (≡14__460≡> 1.29 (κθ΄) Ων μετεσχε τις κατα Θεου χαριν αγαθων, και αλλοις αφθονως μεταδουναι χρεωστης εστι. Δωρεαν γαρ, φησιν, ελαβετε, δωρεαν δοτε. Ο γαρ υπο γην κρυπτων την δωρεαν, ως σκληρον διαβαλλει τον Κυριον, φειδοι της σαρκος την αρετην εξομνυμενος. Ο δε πιπρασκων εχθροις την αληθειαν, υστερον αλους ως φιλοδοξος, μη φερων την αισχυνην απαγχεται.
1.30 (λ΄) Τους ετι δειλιωντας τον προς τα παθη πολεμον, και φοβουμενους την των αορατων εχθρων επιδρομην, σιωπαν δει· τουτεστι, τον υπερ αρετης αντιρρητικον μη μεταχειριζεσθαι τροπον· αλλα παραχωρειν τω Θεω δι᾿ ευχης, την υπερ εαυτων μεριμναν· προς ους εν Εξοδω λεγεται· Κυριος πολεμησει περι υμων, και υμεις σιγησεσθε. Τους δε ηδη μετα την αναιρεσιν των διωκοντων, τους των αρετων επιζητουντας τροπους προς ευγνωμονα μαθησιν, δεον εχειν μονον ηνεωγμενον της διανοιας το ους· προς ους φησιν, Ακουε Ισραηλ. Τω δε σφοδρα δια την καθαρσιν, της θειας εφιεμενω γνωσεως, αρμοδιος η ευλαβης παρρησια· προς ον ειρησεται, Τι βοας προς με; Ουκουν οτω μεν σιωπη δια φοβον προστετακται, προσφορος μονον η προς Θεον καταφυγη· οτω δε ακουειν παρακελευεται, αρμοδιος η προς υπακοην των θειων εντολων ετοιμοτης· τω δε γνωστικω, τι δι᾿ ικεσιαν απαυστως βοαν επιτηδειον, υπερ τε της των κακων αποτροπης, και ευχαριστιας της των αγαθων μετουσιας.
1.31 (λα΄) Ουδεποτε ψυχη δυναται προς γνωσιν εκταθηναι Θεου, ει μη αυτος ο Θεος συγκαταβασει χρησαμενος αψηται αυτης, και αναγαγη προς εαυτον. (=1096=) Ου γαρ αν τοσουτον ισχυσεν αναδραμειν ανθρωπινος νους, ως αντιλαβεσθαι τινος θειας ελλαμψεως, ει μη αυτος ο Θεος (≡14__462≡> ανεσπασεν αυτον, ως δυνατον ην ανθρωπινον νουν ανασπασθηναι, και ταις θειαις αυγαις κατεφωτισεν.
1.32 (λβ΄) Ο τους μαθητας του Κυριου μιμουμενος, ου παραιτειται δια τους Φαρισαιους οδον ποιειν εν Σαββατω δια των σποριμων, και σταχυας τιλλειν, αλλα μετα την πρακτικην εν τη απαθεια γενομενος, τους λογους αναλεγεται των γεγονοτων, ευσεβως την θειαν των οντων επιστημην τρεφομενος.
1.33 (λγ΄) Ο κατα το Εαγγελιον μονον πιστος, το ορος της κακιας αυτου δια πραξεως μετατιθησιν· απωθουμενος εαυτου τη αστατω περιφορα των υπο αισθησιν, την επ᾿ αυτοις προτεραν διαθεσιν. Ο δε μαθητης ειναι δυναμενος, εκ του Λογου δεχομενος χερσι των γνωστικων αρτων τα κλασματα, διατρεφει χιλιαδας· πραξει δεικνυς πληθυνομενην του λογου την δυναμιν. Ο δε και Αποστολος ισχυσας ειναι, πασαν ιατρευει νοσον και μαλακιαν, εκβαλλων δαιμονια· τουτεστι, την των παθων φυγαδευων ενεργειαν· νοσουντας ιωμενος, προς εξιν ευσεβειας τους στερηθεντας αυτης δι᾿ ελπιδος επαναγων, και τους δι᾿ οκνον μαλακισθεντας, επιστυφων τω λογω της κρισεως. Πατειν γαρ επανω οφεων και σκορπιων κελευσθεις, αρχην και τελος της αμαρτιας εξαφανιζει.
1.34 (λδ΄) Ο Αποστολος και μαθητης, παντως εστι και πιστος· ο δε μαθητης ου παντως μεν και αποστολος, παντως δε πιστος. Ο δε μονον πιστος, ουτε μαθητης ουτε αποστολος εστι· πλην δυναται δια βιου και θεωριας, και ο τριτος εις την του δευτερου, και ο δευτερος εις την του πρωτου μετενεχθηναι ταξιν και αξιαν.
1.35 (λε΄) Οσα μεν εν χρονω κατα χρονον δημιουργειται, τελειωθεντα ισταται, ληγοντα της κατα φυσιν αυξησεως. Οσα δε κατ᾿ αρετην (≡14__464≡> επιστημη Θεου κατεργαζεται, τελειωθεντα παλιν κινειται προς αυξησιν. Τα γαρ τελη αυτων, ετερων αρχαι καθεστηκασιν. Ο γαρ καταπαυσας εν εαυτω δια των αρετων κατα την πραξιν την των φθειρομενων υποστασιν, ετερων απηρξατο θειοτερων διατυπωσεων· παυεται γαρ ουδεποτε των καλων ο Θεος, ων ουδε αρχην εσχεν. Ως γαρ φωτος ιδιον το φωτιζειν, ουτως ιδιον Θεου το ευ ποιειν. Διο τω μεν νομω, την κατα χρονον των εν γενεσει και φθορα συστασιν αφηγουμενω, (=1097=) τιμαται δι᾿ αργιας το Σαββατον· τω Ευαγγελιω δε την των νοητων εισηγουμενω καταστασιν, δι᾿ ευποιιας καλων εργων τουτο φαιδρυνεται· καν αγανακτωσιν οι μηπω γνοντες οτι δια τον ανθρωπον το Σαββατον γεγονεν, αλλ᾿ ου δια το Σαββατον ο ανθρωπος· και οτι κυριος εστι και του Σαββατου ο Υιος του ανθρωπου.
1.36 (λστ΄) Εστι τω νομω και τοις προφηταις, και Σαββατον και Σαββατα, και Σαββατα Σαββατων· ωσπερ και περιτομη, και περιτομης περιτομη· και θερος, και θερους θερος, κατα το ειρημενον, Οταν θερισητε τον θερισμον υμων. Εστιν ουν το μεν πρωτον, πρακτικης και φυσικης και θεολογικης φιλοσοφιας αποπερατωσις. Το δευτερον δε, γενεσεως και των κατα γενεσιν λογων, απολυσις. Το δε τριτον, των κατ᾿ αισθησιν και νουν πνευτικωτερων λογων, εισφορα και απολαυσις. Και τουτο τρισσως εφ᾿ εκαστω δηλονοτι των ειρημενων γινομενον, ινα γνω τους λογους ο γνωστικος, καθ᾿ ους ο μεν Μωϋσης εξω της αγιας γης σαββατιζει τελευτων· ο δε του Ναυη Ιησους, περιτεμνει περασας τον Ιορδανην· οι δε την αγαθην γην κληρονομουντες, την εισφοραν του καθ᾿ υπερθεσιν διπλου θερους τω Θεω προσκομιζουσιν.
 (≡14__466≡> 1.37 (λζ΄) Σαββατον εστιν, απαθεια ψυχης λογικης· κατα την πρακτικην παντελως αποβαλομενης της αμαρτιας τα στιγματα.
1.38 (λη΄) Σαββατα εστιν, ελευθερια ψυχης λογικης· και αυτην την κατα φυσιν προς αισθησιν, δια της εν πνευματι φυσικης θεωριας, αποθεμενης ενεργειαν.
1.39 (λθ΄) Σαββατα Σαββατων εστιν, ηρεμια πνευματικη ψυχης λογικης· και απ᾿ αυτων παντων των εν τοις ουσι θειοτερων λογων τον νουν συστειλασης· και μονω τω Θεω κατ᾿ ερωτικην εκστασιν ολικως ενδησασης, και παντελως ακινητον αυτον του Θεου δια της μυστικης αποθεσιν διαθεσεως.
1.40 (μ΄) Περιτομη εστιν, η περι γενεσιν της κατα ψυχην εμπαθους αποθεσις διαθεσεως.
1.41 (μα΄) Περιτομη περιτομης εστιν, η και αυτων των κατα ψυχην περι την γενεσιν φυσικων κινηματων, παντελης αποβολη και περιαιρεσις. 
1.42 (μβ΄) Θερος εστι ψυχης λογικης, η των κατ᾿ αρετην (=1100=) και φυσιν των οντων πνευματικωτερων λογων μετ᾿ επιστημης συλλογη και επιγνωσις.
1.43 (μγ΄) Θερους θερος εστιν, η πασιν αβατος μετα την των νοητων μυστικην θεωριαν περι νουν αγνωστως συνισταμενη του Θεου κατανοησις· ην προσφερει δεοντως ο εκ των ορατων και αορατων κτισματων αξιως γεραιρων τον Κτισαντα.
1.44 (μδ΄) Εστι και αλλο πνευματικωτερον θερος, αυτου λεγομενον ειναι του Θεου· και αλλη μυστικωτερα περιτομη· και αλλο κρυφιωτερον Σαββατον, εν ω απο των ιδιων εργων σαββατιζων ο Θεος αναπαυει, κατα το, Ο μεν θερισμος, πολυς· οι δε εργαται, ολιγοι. Και, Περιτομη καρδιας εν πνευματι. Και, Ευλογησεν ο Θεος την (≡14__468≡> ημεραν την εβδομην, και ηγιασεν αυτην· οτι εν αυτη κατεπαυσεν απο παντων των εργων αυτου, ων ηρξατο ο Θεος ποιησαι.
1.45 (με΄) Θεου θερος εστιν, η εις αυτον κατα την των αιωνων αποπερατωσιν γινομενη των αξιων καθολου μονη τε και ιδρυσις.
1.46 (μστ΄) Εν πνευματι περιτομη καρδιας εστιν, η γινομενη των κατ᾿ αισθησιν και νουν περι τα αισθητα και τα νοητα φυσικων ενεργειων παντελης περιαιρεσις· δια της αμεσως το τε σωμα και την ψυχην ολικως μεταμορφουσης προς το θειοτερον, παρουσιας του Πνευματος.
1.47 (μζ΄) Θεου σαββατισμος εστιν, η εις αυτον διολου των πεποιημενων καταντησις· καθ᾿ ην καταπαυει της επ᾿ αυτοις φυσικης ενεργειας, την αυτου θειοτατην αρρητως ενεργουμενην ενεργειαν. Παυεται γαρ ο Θεος της εν εκαστω των οντων τυχον φυσικης ενεργειας, καθ᾿ ην εκαστον των οντων φυσικως κινεισθαι πεφυκεν, οποταν εκαστον της θειας αναλογως επιλαβομενον ενεργειας, την κατα φυσιν οικειαν περι αυτον οριση τον Θεον ενεργειαν.
1.48 (μη΄) Ζητητεον τοις σπουδαιοις, τινα καθηκει νοειν ειναι τα εργα ων ηρξατο της γενεσεως ο Θεος· και τινα παλιν, ων ουκ ηρξατο. Ει γαρ παντων κατεπαυσε των εργων, ων ηρξατο ποιησαι, δηλον εκεινων ου κατεπαυσεν, ων ουκ ηρξατο ποιησαι. Μηποτε ουν, εργα μεν Θεου χρονικως ηργμενα του ειναι εστι, παντα τα οντα μετεχοντα· οιον αι διαφοροι των οντων ουσιαι. Το γαρ μη ον, εχουσι αυτων του ειναι πρεσβυτερον. Ην γαρ ποτε, οτε τα οντα μετεχοντα ουκ ην. Θεου δε εργα τυχον ουκ ηργμενα του ειναι χρονικως, τα οντα μεθεκτα, ων κατα χαριν μετεχουσι τα οντα μετεχοντα· οιον, η αγαθοτης, και παν ει τι αγαθοτητος εμπεριεχεται λογω. Και απλως πασα ζωη,και αθανασια και απλοτης και ατρεψια και απειρια, και οσα περι αυτον ουσιωδως θεωρειται· ατινα και εργα Θεου εισι, και (≡14__470≡> ουκ ηργμενα χρονικως. Ου γαρ ποτε πρεσβυτερον αρετης, το ουκ ην· ουδε τινος αλλου των ειρημενων· καν τα μετεχοντα αυτων καθ᾿ αυτα, ηρκται του ειναι χρονικως. (=1101=) Αναρχος γαρ πασα αρετη, μη εχουσα τον χρονον εαυτης πρεσβυτερον· οια τον Θεον εχουσα του ειναι μονωτατον αϊδιως γεννητορα.
1.49 (μθ΄) Παντων των οντων και μετεχοντων και μεθεκτων, απειρακις απειρως ο Θεος υπεξηρηται. Παν γαρ ει τι τον του ειναι λογον εχει κατηγορουμενον, εργον Θεου τυγχανει· καν το μεν κατα γενεσιν ηρκται του ειναι χρονικως· το δε, κατα χαριν τοις γεγονοσιν εμπεφυκεν, οια τις δυναμις εμφυτος, τον εν πασι οντα Θεον διαπρυσιως κηρυττουσα. 
1.50 (ν΄) Τα αθαντα παντα, και αυτη η αθανασια· και τα ζωντα παντα, και αυτη η ζωη· και τα αγια παντα, και αυτη η αγιοτης· και τα εναρετα παντα, και αυτη η αρετη· και τα αγαθα παντα, και αυτη η αγαθοτης· και τα οντα παντα, και αυτη η οντοτης, Θεου προδηλως εργα τυγχανουσιν· αλλα, τα μεν, του ειναι χρονικως ηργμενα· ην γαρ ποτε, οτε ουκ ην· τα δε, του ειναι χρονικως ουκ ηργμενα. Ουκ ην γαρ ποτε, οτε ουκ ην αρετη και αγαθοτης και αγιοτης και αθανασια. Και τα μεν ηργμενα χρονικως, τη μετοχη των ουκ ηργμενων χρονικως εισι και λεγονται τουθ᾿ οπερ και εισι και λεγονται. Πασης γαρ ζωης και αθανασιας, αγιοτητος τε και αρετης, δημιουργος εστιν ο Θεος· υπερ ουσιαν γαρ παντων των τε νοουμενων και λεγομενων εξηρηται.
1.51 (να΄) Η εκτη κατα την Γραφην ημερα, την των υπο φυσιν οντων εισηγειται συμπληρωσιν· η δε εβδομη, της χρονικης ιδιοτητος περιγραφει την κινησιν· η δε ογδοη, της υπερ φυσιν και χρονον υποδηλοι καταστασεως τον τροπον.
1.52 (νβ΄) Ο την εκτην μονον κατα τον νομον αγων ημεραν, την κατ᾿ ενεργειαν εκθλιβουσαν την ψυχην των παθων φευγων δυναστειαν, (≡14__472≡> δια της θαλασσης αφοβως επι την ερημον διαβαινει· την των παθων αργιαν μονην σαββατιζων. Ο δε τον Ιορδανην διαβας, και αυτην απολιπων την των παθων μονον αργουσαν καταστασιν, ηλθεν εις την των αρετων κληρονομιαν.
1.53 (νγ΄) Ο την εκτην ευαγγελικως αγων ημεραν, αποκτεινας προτερον τα της αμαρτιας πρωτα κινηματα, την πασης κακιας ερημον δια των αρετων καταλαμβανει της απαθειας καταστασιν· σαββατιζων κατα νουν και αυτης ψιλης της των παθων φαντασιας. (=1104=) Ο δε Ιορδανην διαπερασας, εις την της γνωσεως μετατιθεται χωραν· καθ᾿ ην ο νους, ναος μυστικως υπο της ειρηνης οικοδομουμενος, Θεου κατοικητηριον γινεται εν Πνευματι.
1.54 (νδ΄) Ο την εκτην θεϊκως μετα των προσφορων εργων και εννοιων εαυτω συμπληρωσας ημεραν, και αυτος μετα του Θεου καλως τα εαυτου συντελεσας εργα, διεβη τη κατανοησει πασαν την των υπο φυσιν και χρονον υποστασιν, και εις την των αιωνων και των αιωνιων μετεταξατο μυστικην θεωριαν· σαββατιζων αγνωστως κατα νουν, την ολικην των οντων απολειψιν τε και υπερβασιν. Ο δε και της ογδοης αξιωθεις, εκ των νεκρων ανεστη· των μετα Θεον λεγω παντων, αισθητων τε και νοητων, και λογων και νοηματων· και εζησε την του Θεου μακαριαν ζωην, του μονον κατ᾿ αληθειαν κυριως ζωης και λεγομενου και οντος· οια και αυτος γενομενος τη θεωσει θεος.
1.55 (νε΄) Εκτη ημερα εστιν, η των πρακτικων περι αρετην των κατα φυσιν ενεργειων, παντελης αποπληρωσις· εβδομη δε εστιν, η των θεωρητικων περι την αρρητον γνωσιν πασων των φυσικων εννοιων αποπερατωσις και αποπαυσις· ογδοη δε, η προς θεωσιν των αξιων μεταταξις τε και μεταβασις. Και μηποτε ταυτην την εβδομην και την ογδοην τυχον μυστικωτερον υποφαινων ο Κυριος, προσηγορευσεν ημεραν συντελειας και ωραν, ως παντων περιγραφουσαν (≡14__474≡> τα μυστηρια και τους λογους. Ας ουδεν ουδαμως το παραπαν των επουρανιων και επιγειων Δυναμεων γνωναι προ πειρας του παθειν δυνησεται, πλην αυτης της ταυτα ποιουσης μακαριας θεοτητος.
1.56 (νστ΄) Η εκτη ημερα, τον του ειναι των οντων λογον υποδηλοι· η δε εβδομη, τον του ευ ειναι των οντων τροπον υποσημαινει· η δε ογδοη, το του αει ευ ειναι των οντων αρρητον μυστηριον υπαγορευει.
1.57 (νζ΄) Πρακτικης ενεργειας συμβολον υπαρχουσαν την εκτην ημεραν γινωσκοντες, πασαν εν αυτη των εργων της αρετης την οφειλην αποπληρωσωμεν· οπως και εφ᾿ ημων ρηθειη το, Και ειδεν ο Θεος παντα οσα εποιησε, και ιδου καλα λιαν.
1.58 (νη΄) Αποπληροι την οφειλην της επαινουμενης τω Θεω καλης εργασιας, ο δια σωματος τη ψυχη φιλοπονων την ευκοσμον ποικιλιαν των αρετων.
1.59 (νθ΄) Ο την παρασκευην των εργων της δικαιοσυνης πληρωσας, διεβη προς την αναπαυσιν της γνωστικης θεωριας· (=1105=) καθ΄ ην τους λογους των οντων περιλαβων θεοπρεπως, της κατα νουν περι αυτην κινησεως αναπαυεται.
1.60 (ξ΄) Ο της δι᾿ ημας εβδοματικη του Θεου μετεσχηκως αναπαυσεως, και της αυτου δι᾿ ημας μεθεξει κατα την θεωσιν ογδοατικης ενεργειας, ειτουν μυστικης αναστασεως· αφεις και αυτος εν τω ταφω κειμενα τα οθονια, και το επι της κεφαλης σουδαριον· απερ θεωρουντες ει τις Πετρος και Ιωαννης, πιστευουσιν εγηγερθαι τον Κυριον.
1.61 (ξα΄) Μνημειον εστιν ισως Δεσποτικον, η ο κοσμος ουτος, η η εκαστου των πιστων καρδια· τα δε οθονια, οι των αισθητων μετα των κατ᾿ αρετην τροπων υπαρχουσι λογοι· το δε σουδαριον, η των (≡14__476≡> νοητων εστι μετα της ενδεχομενης θεολογιας απλη και αποικιλος γνωσις, δι᾿ ων εγνωριζετο προτερον ο Λογος, αχωρητον ημιν εχων πανταπασιν διχα τουτων, την υπερ ταυτα καταληψιν.
1.62 (ξβ΄) Οι θαπτοντες εντιμως τον Κυριον, και ενδοξως ανασταντα θεασονται· πασιν οντα τοις μη τοιουτοις αθεατον. Ουκ ετι γαρ τοις επιβουλευουσιν εστιν αλωτος, ουκ εχων των εκτος τα προκαλυμματα, δι᾿ ων εδοκει θελων αλισκεσθαι παρα των βουλομενων, και πασχειν υπερ της παντων σωτηριας ηνειχετο. 
1.63 (ξγ΄) Ο θαπτων εντιμως τον Κυριον, πασιν εστι τοις φιλοθεοις αιδεσιμος· θριαμβου γαρ αυτον και ονειδους καθηκοντως ερρυσατο, βλασφημιας υποθεσιν ουκ αφεις τοις απιστοις, την εν τω ξυλω αυτου προσηλωσιν. Οι δε σφραγιδας επιτιθεντες τω ταφω, και στρατιωτας προκαθιστωντες, μισητοι της εγχειρησεως· οι και ανασταντα τον Λογον, ως κλαπεντα διαβαλλουσιν· αργυριω, ωσπερ τον νοθον μαθητην εις προδοσιαν· λεγω δε τον επιδεικτικον τροπον της αρετης· ουτω και τους στρατιωτας προς συκοφαντιαν του ανασταντος Σωτηρος ωνουμενοι. Γινωσκει των λεγομενων την εμφασιν, ο γνωστικος· ουκ αγνοων πως τε και ποσαχως σταυρουται ο Κυριος, και θαπτεται και ανισταται· ωσει νεκρους μεν ποιων τους υπο δαιμονων τη καρδια παρακαθημενους εμπαθεις λογισμους· τους διαμεριζομενους εν τοις πειρασμοις ωσπερ ιματια, τους τροπους της ηθικης ευπρεπειας· και υπερβαινων ωσπερ σφραγιδας τους επικειμενους τη ψυχη τυπους, των κατα προληψιν αμαρτηματων.
1.64 (ξδ΄) Πας φιλαργυρος, δι᾿ ευλαβειας την αρετην υποκρινομενος, επειδαν ευρη την ποθουμενην υλην πορισασθαι, τον τροπον εξωμνυται, καθ᾿ ον μαθητης ειναι του Λογου το πριν ενομιζετο.
 (≡14__478≡> 1.65 (ξε΄) Οταν ιδης τινας υπερηφανους μη φεροντας επαινεισθαι τους κρειττονας, ακηρυκτον τε μηχανωμενους ποιειν την λαλουμενην αληθειαν, μυριοις αυτην απειργοντας πειρασμοις, και αθεμιτοις διαβολαις· νοει μοι παλιν υπο τουτων σταυρουσθαι τον Κυριον (=1108=) και θαπτεσθαι· και στρατωταις και σφραγισι φυλαττεσθαι. Ους εαυτοις περιτρεπων ο Λογος, ανισταται· πλεον τω πολεμεισθαι, διαφαινομενος· ως προς απαθειαν δια των παθηματων στομουμενος. Παντων γαρ εστιν ισχυροτερος, ως αληθεια και ων και καλουμενος.
1.66 (ξστ΄) Το της ενσωματωσεως του Λογου μυστηριον, παντων εχει των τε κατα την Γραφην αινιγματων και τυπων την δυναμιν, και των φαινομενων και νοουμενων κτισματων την επιστημην. Και ο μεν γνους σταυρου και ταφης το μυστηριον, εγνω των προειρημενων τους λογους· ο δε της αναστασεως μυηθεις την απορρητον δυναμιν, εγνω τον εφ᾿ ω τα παντα προηγουμενως ο Θεος υπεστησατο σκοπον.
1.67 (ξζ΄) Τα φαινομενα παντα δειται σταυρου· της των επ᾿ αυτοις κατ᾿ αισθησιν ενεργουμενων επεχουσης την σχεσιν, εξεως· τα δε νοουμενα παντα, χρηζει ταφης· της των επ᾿ αυτοις κατα νουν ενεργουμενων ολικης ακινησιας. Τη γαρ σχεσει συναναιρουμενης της περι παντα φυσικης ενεργειας τε και κινησεως, ο λογος μονος εφ᾿ εαυτον υπαρχων, ωσπερ εκ νεκρων εγηγερμενος αναφαινεται, παντα κατα περιγραφην εχων τα εξ αυτου, μηδενος φυσικη σχεσει την προς αυτον οικειοτητα το συνολον εχοντος. Κατα χαριν γαρ, αλλ᾿ ου κατα φυσιν εστιν η των σωζομενων σωτηρια.
1.68 (ξη΄) Των προς τι, και οι αιωνες εισι, και οι χρονοι, και οι τοποι· ων ανευ ουδεν των συνεπινοουμενων τουτοις εστιν. Ο δε Θεος, ου των προς τι εστιν· ου γαρ εχει τι καθολου συνεπινοουμενον. Ειπερ ουν αρα κληρονομια των αξιων αυτος εστιν ο Θεος, υπερ παντας (≡14__480≡> αιωνας και χρονους και τοπους ο ταυτης αξιουμενος της χαριτος εσται, τοπον εχων αυτον τον Θεον, κατα το γεγραμμενον· Γενου μοι εις Θεος υπερασπιστην, και εις τοπον οχυρον, του σωσαι με.
1.69 (ξθ΄) Το τελος ουδεν το παραπαν εμφερες εχει μεσοτητα· επει ουδε τελος. Μεσοτης δε εστι, παντα τα μετα την αρχην κατοπιν οντα του τελους. Ει τοινυν παντες οι αιωνες και οι χρονοι και οι τοποι μετα των συνεπινοουμενων αυτοις απαντων, μετα τον Θεον εισιν, αρχην αναρχον οντα· και ως απειρου τελους αυτου πολυ κατοπιν υπαρχουσι, μεσοτητος ουδεν διαφερουσι· τελος δε των σωζομενων εστιν ο Θεος, ουδεν εσται μεσοτητος κατα το ακροτατον τελος γενομενοις τοις σωζομενοις συνθεωρουμενον.
(=1109=) 1.70 (ο΄) Ο πας κοσμος ιδιοις περιοριζομενος λογοις, και τοπος λεγεται και αιων, των εν αυτω διαιτωμενων· τροπους θεωρηματων εχων κατα φυσιν τους εν αυτω προσφυεις, μερικην κατανοησιν αυτοις εμποιησαι της επι παντα σοφιας του Θεου δυναμενους· οις εως χρωνται προς κατανοησιν, ου δυνανται διχα μεσοτητος ειναι και μερικης καταληψεως. Επειδη δε το εκ μερους του τελειου φανεντος καταργειται, και τα εσοπτρα παντα και τα αινιγματα παρερχονται, της προσωπον προς προσωπον παραγινομενης αληθειας, υπερ παντας εσται κοσμους και αιωνας και τοπους, οις τεως ως νηπιος επαιδαγωγειτο, τελειωθεις κατα Θεον ο σωζομενος.
1.71 (οα΄) Ο Πιλατος, του κατα φυσιν τυπος εστι· του δε γραπτου νομου, το πληθος των Ιουδαιων. Ο τοινυν κατα πιστιν υπερ τους δυο μη γενομενος νομους, ου δυναται δεξασθαι την υπερ φυσιν και λογον αληθειαν· αλλα σταυροι παντως τον Λογον· η ως Ιουδαιος, σκανδαλον· η ως Ελλην, μωριαν ηγουμενος το Ευαγγελιον.
 (≡14__482≡> 1.72 (οβ΄) Οταν ιδης Ηρωδην και Πιλατον αλληλοις φικιαζοντας επι τη αναιρεσει του Ιησου, τοτε νοει την εις αυτο συνδρομην· του τε της πορνειας και της κενοδοξιας δαιμονος, επι τω θανατωσαι τον λογον της αρετης και της γνωσεως, αλληλοις συμφωνουντων. Ο μεν γαρ κενοδοξος δαιμων, πνευματικην γνωσιν υποκρινομενος, παραπεμπει τω δαιμονι της κενοδοξιας. Διο, Λαμπραν περιθεις εσθητα, φησιν, ο Ηρωδης, ανεπεμψε Πιλατω τον Ιησουν.
1.73 (ογ΄) Καλον μη συγχωρειν σαρκι και παθεσι προσανεχειν τον νουν. Ου γαρ συλλεγουσι, φησιν, εξ ακανθων συκα· τουτεστιν, εκ παθων, αρετην· ουτε εκ βατου σταφυλην· τουτεστιν, εκ της σαρκος, την ευφραινουσαν γνωσιν.
1.74 (οδ΄) Δια της υπομονης των πειρασμων δοκιμαζομενος ο ασκητης, και δια της σωματικης παιδαγωγιας καθαιρομενος, και δια της επιμελειας των υψηλων θεωρηματων τελειουμενος, αξιουται της θειας παρακλησεως. Κυριος γαρ, φησιν ο Μωϋσης, εκ Σινα ηκει· τουτεστιν, εκ των πειρασμων· και επεφανη (=1112=) ημιν εκ Σηειρ· τουτεστιν, εκ των σωματικων πονων· και κατεπαυσεν εξ ορους Φαραν συν μυριασι Καδης· τουτεστιν, εξ ορους της πιστεως συν μυριασιν αγιων γνωσεων. 
1.75 (οε΄) Ο Ηρωδης, φρονηματος λογον επεχει σαρκος· ο δε Πιλατος, αισθησεως· ο δε Καισαρ των αισθητων· οι δε Ιουδαιοι, των ψυχικων λογισμων. Επειδαν ουν εξ αγνοιας η ψυχη τοις αισθητοις προστεθη, προδιδωσι τη αισθησει τον Λογον εις θανατον, καθ᾿ εαυτης κυρουσα δι᾿ ομολογιας, την των φθαρτων βασιλειαν. Φασι γαρ οι Ιουδαιοι, Ουκ εχομεν βασιλεα ει μη Καισαρα.
 (≡14__484≡> 1.76 (οστ΄) Ο Ηρωδης, ενεργειας τοπον επεχει παθων· ο δε Πιλατος, της επ᾿ αυτοις ηπατημενης εξεως· ο δε Καισαρ, του σκοτεινου κοσμοκρατορος· οι δε Ιουδαιοι, ψυχης. Οπηνικα γουν υποκλιθεισα ψυχη τοις παθεσι, την αρετην παραδω τη εξει της κακιας υποχειριον, την μεν του Θεου προδηλως αρνειται βασιλειαν· προς δε την του διαβολου μετερχεται φθοροποιον τυραννιδα.
1.77 (οζ΄) Ουκ αρκει τη ψυχη προς ευφροσυνην πνευματικην η υποταγη των παθων, ει μη τας αρετας κτησηται τη πληρωσει των εντολων. Μη χαιρετε γαρ, φησιν, οτι τα δαιμονια υμιν υποτασσεται· τουτεστι, τα ενεργηματα των παθων· αλλ᾿ οτι τα ονοματα υμων εγραφη εν ουρανω· τη δι᾿ αρετων της υιοθεσιας χαριτι, προς τον τοπον της απαθειας μεταγραφεντα. 
1.78 (οη΄) Αναγκαιος τω γνωστικω παντως εστιν, ο δια πραξεως πλουτος των αρετων. Ο εχων γαρ, φησι, βαλαντιον· τουτεστι, γνωσιν πνευματικην· αρατω ομοιως και πηραν· τουτεστι, την δαψιλως την ψυχην διατρεφουσαν των αρετων αφθονιαν. Ο δε μη εχων, βαλαντιον δηλονοτι και πηραν· τουτεστι, γνωσιν και αρετην, πωλησατω το ιματιον αυτου, και αγορασατω μαχαιραν. Εκδοτω, φησι, προθυμως την εαυτου σαρκα τοις πονοις των αρετων, και μεταχειρισασθω σοφως υπερ της ειρηνης του Θεου, τον προς τα παθη και τους δαιμονας πολεμον· ηγουν την εν ρηματι Θεου διακρινουσαν εξιν το χειρον του κρειττονος.
1.79 (οθ΄) Τριακοντουτης ων ο Κυριος αναφαινεται· τους διορατικους τω αριθμω τουτω, τα περι εαυτου κρυφιως μυστηρια διδασκων. Ο γαρ τριακοντα αριθμος μυστικως κατανοουμενος, χρονου τε και φυσεως, και των υπερ την ορατην φυσιν νοητων, δημιουργον και προνοητην εισαγει τον Κυριον. Χρονου μεν, δια του επτα· εβδοματικος (≡14__486≡> γαρ ο χρονος· φυσεως δε, δια του πεντε· πενταδικη γαρ η φυσις, δια την αισθησιν πενταχως διαιρουμενην· νοητων δε, δια του οκτω· (=1113=) υπερ γαρ την μετρουμενην του χρονου περιοδον, η των νοητων εστι γενεσις· προνοητην δε, δια του δεκα· δια τε την των εντολων αγιαν δεκαδα, την προς το ευ τους ανθρωπους εναγουσαν, και δια το τουτου του γραμματος μυστικως απηρχθαι της προσηγοριας τον Κυριον, ηνικα γεγονεν ανθρωπος. Συναψας ουν τον πεντε, και τον επτα, και τον οκτω, και τον δεκα, τον τριακοντα πληροις αριθμον. Ο τοινυν ως αρχηγω τω Κυριω καλως επεσθαι γινωσκων, ουκ αγνοησει τον λογον, καθ᾿ ον και αυτος τριακοντουτης αναφανησεται, κηρυττειν δυναμενος το Ευαγγελιον της βασιλειας. Οτε γαρ αμεμπτως, ωσπερ τινα φυσιν ορατην, τον κατα πραξιν των αρετων δημιουργησει κοσμον, την επ᾿ αυτης της ψυχης, ωσπερ τινα χρονον δια των εναντιων συμβαινουσαν μη αλλοιωσας περιοδον, και δια θεωριας την των νοητων απταιστως δρεψεται γνωσιν, και την αυτην και αλλοις εξιν προνοητικως ενθειναι δεδυνηται· τοτε και αυτος, ως δ᾿ αν εχη σωματικης ηλικιας, τριακοντουτης εστι τω πνευματι, συνεμφαινων των οικειων αγαθων την εν αλλοις ενεργειαν.
1.80 (π΄) Ο ταις ηδοναις παρειμενος του σωματος, ουτε προς αρετην εστιν ενεργος, ουτε προς γνωσιν ευκινητος. Οθεν ουδε ανθρωπον εχει· τουτεστιν, εμφρονα λογισμον· ινα οταν ταραχθη το υδωρ, βαλη αυτον εις την κολυμβηθραν· τουτεστιν, εις την δεκτικην της γνωσεως αρετην, την ιατρευουσαν πασαν νοσον, ει μη που δια ραθυμιαν ο νοσων αναβαλλομενος, υπ᾿ αλλου προληφθη του κωλυοντος αυτω παραβενεσθαι την ιασιν. Διο και τριακοντα και οκτω ετη τη νοσω συγκατακλινεται. Ο γαρ μη προς δοξαν Θεου την ορατην θεωμενος κτισιν, και προς την νοητην φυσιν ευσεβως (≡14__488≡> αναβιβαζων την εννοιαν, εικοτως νοσων διαμενει τον ειρημενον των ετων αριθμον. Ο γαρ τριακοντα φυσικως λαμβανομενος αριθμος, την αισθητην σημαινει φυσιν· ωσπερ και πρακτικως σκοπουμενος, την πρακτικην αρετην. Ο δε οκτω φυσικως κατανοουμενος, την νοητην των ασωματων παραδηλοι φυσιν· ωσπερ και γνωστικως θεωρουμενος, την πανσοφον θεολογιαν· αις ο μη κινουμενος προς Θεον, παρετος μενει, μεχρις αν ελθων ο Λογος, διδαξη αυτον τον συντομον της ιασεως τροπον, φασκων· Εγειραι· αρον τον κραββατον σου, και περιπατει· διαναστηναι τον νουν της κατεχουσης φιληδονιας, και αραι το σωμα τοις ωμοις των αρετων, και απελθειν εις τον οικον· δηλαδη τον ουρανον, εγκελευομενος. (=1116=) Καλον γαρ υπο του κρειττονος τοις ωμοις της πραξεως, το χειρον αιρεσθαι προς αρετην, η το κρειττον δια θρυψεως προς φιληδονιαν υπο του χειρονος φερεσθαι.
1.81 (πα΄) Εως της ημων τε και παντων των μετα Θεον ουσιας κατα διανοιαν καθαρως ουκ εκβεβηκαμεν, ουπω την της κατ᾿ αρετην ατρεψιας εξιν ελαβομεν. Οπηνικα δε τουτο δι᾿ αγαπης ημιν κατορθωθη το αξιωμα, τοτε γνωσομεθα της θειας επαγγελιας την δυναμιν. Εκει γαρ ειναι χρη πιστευειν καθ᾿ ιδρυσιν αμεταθετον τους αξιους, ενθα προλαβων ο νους δι᾿ αγαπης την σφετεραν ενερριζωσε δυναμιν. Ο γαρ μη εκβας εαυτου, και παντων των οπωσουν νοεισθαι δυναμενων, και εις την υπερ νοησιν σιγην καταστας, ου δυναται τροπης ειναι παμπαν ελευθερος.
1.82 (πβ΄) Πασα νοησις, πληθους· η τουλαχιστον, δυαδος παντως εμφασιν εχει. Μεση γαρ εστι τινων ακροτητων σχεσις, αλληλοις συναπτουσα, το τε νοουν και το νοουμενον. Ουδετερον δε διολου την απλοτητα πεφυκε σωζειν. Το τε γαρ νοουν, υποκειμενον τι εστι, παντως συνεπινοουμενην αυτω την του νοειν εχον δυναμιν. Και το νοουμενον υποκειμενον τι παντως εστιν, η εν υποκειμενω· συνεπινοουμενην (≡14__490≡> αυτω την του νοεισθαι δυναμιν εχον· η προϋποκειμενην την, ου εστι δυναμις, ουσιαν. Ου γαρ τι των οντων το συνολον αυτο καθ᾿ αυτο απλη τις ουσια η νοησις εστιν, ινα και μονας αδιαιρετος. Τον δε Θεον, ειτε ουσιαν ειπωμεν, ουκ εχει φυσικως συνεπινοουμενην αυτω την του νοεισθαι δυναμιν, ινα μη συνθετος· ειτε νοησιν, ουκ εχει φυσικως δεκτικην της νοησεως υποκειμενην ουσιαν· αλλ᾿ αυτος κατ᾿ ουσιαν νοησις εστιν ο Θεος· και ολος νοησις, και μονον· (=1117=) και αυτος κατα την νοησιν ουσια, και ολος ουσια και μονον· και υπερ ουσιαν ολος, και υπερ νοησιν ολος, διοτι και μονας αδιαιρετος και αμερης και απλη. Ο τοινυν καθ᾿ οτιουν νοησιν εχων, ουπω της δυαδος εξηλθεν· ο δε ταυτην παμπαν απολιπων, γεγονε ποσως εν τη μοναδι, την του νοειν υπεροχικως αποθεμενος δυναμιν.
1.83 (πγ΄) Εν μεν τοις πολλοις, ετεροτης και ανομοιοτης εστι και διαφορα· εν δε τω Θεω, κυριως ενι και μονω τυγχανοντι, ταυτοτης και απλοτης μονον εστι, και ομοιοτης. Ουκ ασφαλες ουν πριν εξω γενεσθαι των πολλων, επιβαλλειν ταις περι Θεου θεωριαις· και δηλοι τουτο Μωϋσης, εξω της παρεμβολης πηγνυμενος την σκηνην της διανοιας, και τοτε προσομιλων τω Θεω. Το γαρ μετα λογου του κατα προφοραν πειρασθαι φαναι τον αρρητον, επικινδυνον· οτι δυας, και πλεον εστιν ο κατα προφοραν λογος. Το δε ανευ φωνης μονη τη ψυχη το ον θεωρειν, ισχυροτατον· οτι κατα την αδιαιρετον ισταται μοναδα, και ουκ εν τοις πολλοις. Ο γαρ αρχιερευς, απαξ του ενιαυτου εις τα Αγια των αγιων εισω του καταπετασματος εισιεναι μολις προστεταγμενος, διδασκει μονον δειν εκεινον, τον την αυτην και τα αγια διαβαντα, και εις τα Αγια των αγιων εισω γενομενον· τουτεστι, την απασαν των αισθητων τε και νοητων παρελθοντα φυσιν, και πασης της κατα γενεσιν ιδιοτητος γενομενον (≡14__492≡> καθαρον, ανειμονι και γυμνη τη διανοια προσβαλλειν ταις περι Θεου φαντασιαις.
1.84 (πδ΄) Μωϋσης ο μεγας, εξω της παρεμβολης πηξαμενος εαυτου την σκηνην· τουτεστι, την γνωμην και την διανοιαν ιδρυσαμενος εξω των ορωμενων, προσκυνειν τον Θεον αρχεται· και εις τον γνοφον εισελθων, τον αειδη και αϋλον της γνωσεως τοπον, εκει μενει τας ιερωτατας τελουμενος τελετας.
 (=1120=) 1.85 (πε΄) Ο γνοφος εστιν, η αειδης και αϋλος και ασωματος καταστασις, η την παραδειγματικην των οντων εχουσα γνωσιν· εν η ο γενομενος εντος, καθαπερ τις αλλος Μωϋσης, φυσει θνητη κατανοει τα αθεατα· δι᾿ ης των θειων αρετων εν εαυτω ζωγραφησας το καλλος, ωσπερ γραφην ευμιμητως εχουσαν του αρχετυπου καλλους το απεικονισμα, κατεισιν· εαυτον προβαλλομενος τοις βουλομενοις μιμεισθαι την αρετην, και εν τουτω δεικνυς, ης μετειληφει χαριτος, το φιλανθρωπον τε και αφθονον.
1.86 (πστ΄) Οι ασπιλως την κατα Θεον μετερχομενοι φιλοσοφιαν, μεγιστον εκ της κατ᾿ αυτην επιστημης κερδος ευρισκουσι· το, μηκετι την γνωμην τοις πραγμασι συμμεταβαλλεσθαι· αλλα μετ᾿ ευσταθους βεβαιοτητος πασιν εγχειρειν προθυμως τοις αρμοζουσι τω λογω της αρετης.
1.87 (πζ΄) Την κατα σαρκα πρωτην εν Χριστω δια Πνευματος βαπτισθεντες αφθαρσιαν, την εσχατην κατ᾿ αυτον εν Πνευματι· δι᾿ επιδοσεως εργων αγαθων δηλονοτι, και του κατα προθεσιν θανατου, την προτεραν φυλαξαντες ακηλιδωτον, εκδεχομεθα· καθ᾿ ην των εχοντων, ουδεις αποβολην δεδοικε των κτηθεντων αγαθων.
1.88 (πη΄) Τοις επι γης, της θειας αρετης απ᾿ ουρανου δι᾿ ελεον τον προς ημας την χαριν καταπεμψαι βουληθεις ο Θεος, συμβολικως την ιεραν (≡14__494≡> σκηνην και τα εν αυτη παντα κατεσκευασε· σοφιας ουσαν απεικονισμα και τυπον και μιμημα.
1.89 (πθ΄) Η χαρις της Νεας Διαθηκης, μυστικως τω της Παλαιας κεκρυπται γραμματι· διο φησιν ο Αποστολος, οτι ο νομος πνευματικως εστιν. Ο ουν νομος, τω μεν γραμματι, παλαιουται και γηρασκει καταργουμενος· τω δε πνευματι, νεαζει διαπαντος ενεργουμενος. Η γαρ χαρις παντελως απαλαιωτος.
 1.90 (ƒ΄) Ο μεν νομος, σκιαν εχει του Ευαγγελιου· το δε Ευαγγελιον, εικων εστι των μελλοντων αγαθων. Ο μεν γαρ κωλυει τας των κακων ενεργειας· το δε, τας πραξεις των αγαθων παρατιθεται.
1.91 (ƒα΄) Την αγιαν ολην Γραφην, σαρκι διαιρεισθαι λεγομεν και πνευματι· καθαπερ τινα πνευματικον ανθρωπον ουσαν. Ο γαρ το ρητον της Γραφης ειπων ειναι σαρκα· (=1121=) τον δε νουν, πνευμα, ηγουν ψυχην, της αληθειας ουν αμαρτησεται. Σοφος δε προδηλως, ο το μεν φθειρομενον αφεις· ολος δε του αφθαρτου γενομενος.
1.92 (ƒβ΄) Ο μεν νομος, σαρξ εστι του κατα την αγιαν Γραφην πνευματικου ανθρωπου· αισθησις δε, οι προφηται· το δε Ευαγγελιον, ψυχη νοερα· δια σαρκος του νομου, και δι᾿ αισθησεως των προφητων ενεργουσα· και την εαυτης δυναμιν ταις ενεργειαις εμφαινουσα.
1.93 (ƒγ΄) Σκιαν μεν ειχεν ο νομος, εικονα δε οι προφηται των εν τω Ευαγγελιω θειων και πνευματικων αγαθων. Αυτο δε το Ευαγγελιον, αυτην παρουσαν ημιν δια των γραμματων εδειξε την αληθειαν· την τω νομω προσκιασθεισαν, και τοις προφηταις προεικονισθεισαν.
1.94 (ƒδ΄) Ο τον νομον δια βιου και πολιτειας επιτελων, μονων των της κακιας αργει συμπερασματων, καταθυων τω Θεω των αλογων παθων την ενεργειαν· και τουτω προς σωτηριαν αρκειται τω τροπω, δια την εν αυτω πνευματικην νηπιοτητα.
 (≡14__496≡> 1.95 (ƒε΄) Ο τω προφητικω λογω παιδαγωγουμενος, προς τη αποβολη της των παθων ενεργειας, και τας κατα ψυχην συνισταμενας αυτων εκτιθεται συγκαταθεσεις· ινα μη τω χειρονι, φημι δη τη σαρκι, δοκων κακιας απεχεσθαι· τω κρειττονι, λεγω δε τη ψυχη, λαθη ταυτην δαψιλως ενεργουμενος.
1.96 (ƒστ΄) Ο την ευαγγελικην ζωην γνησιως ασπαζομενος, και αρχην και τελος εαυτου της κακιας εξετεμε· και πασαν αρετην εργω τε και λογω μετερχεται· θυων θυσιαν αινεσεως και εξομολογησεως, πασης της κατ᾿ ενεργειαν των παθων απηλλαγμενος οχλησεως, και της κατα νουν προς αυτα μαχης υπαρχων ελευθερος· και μονην εχων την επ᾿ ελπιδι των μελλοντων αγαθων την ψυχην διατρεφουσαν, ακορεστον ηδονην.
1.97 (ƒζ΄) Τοις σπουδαιοτεροις των θειων Γραφων επιμεληταις, δυο εχων αναφαινεται μορφας ο κατα Κυριον Λογος· την μεν κοινην και δημωδεστεραν και ουκ ολιγοις θεατην, καθ᾿ ην λεγεται το, Ειδομεν αυτον, και ουκ ειχεν ειδος ουδε καλλος· την δε κρυφιωτεραν και ολιγοις εφικτην, τοις ηδη κατα Πετρον και Ιακωβον και Ιωαννην, τους αγιους αποστολους γεγονοσιν, εφ᾿ ων ο Κυριος μετεμορφωθη προς δοξαν νικωσαν την αισθησιν· καθ᾿ ην εστιν ωραιος καλλει παρα τους υιους των ανθρωπων. (=1124=) Τουτων δε των δυο μορφων, η μεν προτερα, τοις εισαγομενοις αρμοδιος· η δευτερα δε, τοις κατα την γνωσιν ως εφικτον τελειωθεισιν αναλογος. Και η μεν, της πρωτης του Κυριου παρουσιας εστιν εικων, εφ᾿ ης το ρητον του Ευαγγελιου θετεον της δια παθηματων καθαιρουσης τους πρακτικους· η δε, της δευτερας και ενδοξου παρουσιας εστι προδιατυπωσις, εφ᾿ ης το πνευμα νοειται· της δια σοφιας τους γνωστικους μεταμορφουσης προς θεωσιν· εκ της εν αυτοις του λογου μεταμορφωσεως, ανακεκαλυμμενω προσωπω την δοξαν Κυριου κατοπτριζομενους.
1.98 (ƒη΄) Ο μεν ακατασειστως υπερ αρετης εγκαρτερων τοις δεινοις, (≡14__498≡> ενεργουμενην εφ᾿ εαυτον εχει την πρωτην του Λογου παρουσιαν, πασης αυτον κηλιδος καθαιρουσαν· ο δε τον νουν προς την των αγγελων δια θεωριας μεταβιβασας καταστασιν, της δευτερας εχει παρουσιας την δυναμιν, ενεργουσαν αυτω το απαθες και αναλωτον.
1.99 (ƒθ΄) Αισθησις μεν επεται τω πρακτικω, δια πονον κατορθουντι τας αρετας· αναισθησια δε τω γνωστικω, τον νουν απο της σαρκος και του κοσμου συστειλαντι προς Θεον. Ο μεν γαρ λυσαι την ψυχην των κατα φυσιν της σχεσεως προς την σαρκα δεσμων δια της πρακτικης αγωνιζομενος, εχει την γνωμην τοις πονοις συνεχως εποκλαζουσαν· ο δε, ταυτης της σχεσεως ανασπασας δια της θεωριας τους ηλους, ουδενι το συνολον εστι καθεκτος· καθαρος ηδη του πασχειν τε και κρατεισθαι πεφυκοτος παρα των ελειν βουλομενων, γενομενος.
1.100 (ρ΄) Το μαννα δοθεν τω Ισραηλ κατα την ερημον, ο του Θεου λογος εστι, προς πασαν ηδονην πνευματικην αρμων τοις εσθιουσιν αυτον, και προς πασαν γευσιν κατα την διαφοραν της των εσθιοντων επιθυμιας, μετακιρνωμενος. Πασης γαρ εχει πνευματικης βρωσεως ποιοτητα. Διο τοις μεν ανωθεν εκ σπορου αφθαρτου δια πνευματος γεννηθεισι, λογικον αδολον γινεται γαλα· τοις δε ασθενουσι, λαχανον, την παθουσαν της ψυχης παραμυθουμενος δυναμιν· τοις δε δια την εξιν τα αισθητηρια της ψυχης γεγυμνασμενα εχουσι προς διακρισιν καλου τε και κακου, στερεαν εαυτον διδωσι τροφην. Εχει δε και αλλας απειρους δυναμεις ο του Θεου λογος, ενταυθα μη χωρουμενας· αναλυσας δε τις, και αξιος γενομενος επι πολλων, η επι παντων κατασταθηναι, ληψεται κακεινας ολας, η τινας του λογου τας δυναμεις, δια το εν ελαχιστω αυτον ενταυθα πιστον γεγονεναι. Πασα γαρ των ενταυθα διδομενων θειων χαρισματων ακροτης, συγκρισει των μελλοντων, ελαχιστον τι και μετριον εστιν.
 
 
(≡14__500≡>
 
ΓΝΩΣΤΙΚΑ ΚΕΦΑΛΑΙΑ
 
ΕΚΑΤΟΝΤΑΣ Β'
 
2.1 (α΄) Εις Θεος, οτι μια θεοτης· μονας αναρχος και απλη και υπερουσιος· (=1125=) και αμερης και αδιαιρετος· η αυτη μονας και Τριας· ολη μονας η αυτη, και ολη Τριας η αυτη· μονας ολη κατα την ουσιαν η αυτη, και Τριας ολη κατα τας υποστασεις η αυτη. Πατηρ γαρ, και Υιος, και Πνευμα αγιον η θεοτης, και εν Πατρι, και Υιω, και αγιω Πνευματι η θεοτης. Ολη εν ολω τω Πατρι η αυτη· και ολος εν ολη τη αυτη ο Πατηρ· και ολη εν ολω τω Υιω η αυτη· και ολος εν ολη τη αυτη ο Υιος. Και ολη εν ολω τω Πνευματι τω αγιω η αυτη· και ολον εν ολη τη αυτη το Πνευμα το αγιον. Ολη Πατηρ, και εν ολω τω Πατρι· και ολος εν ολη ο Πατηρ· και ολη ολος ο Πατηρ. Και ολη ολος ο Υιος η αυτη· και ολη εν ολω τω Υιω η αυτη· και ολος ολη, και εν ολη τη αυτη οΥιος. Και ολη Πνευμα αγιον η αυτη, και εν ολω τω Πνευματι τω αγιω· και το Πνευμα το αγιον ολον ολη, και ολον εν ολη τη αυτη το Πνευμα το αγιον. Ου γαρ εκ μερους η θεοτης εν τω Πατρι, η εκ μερους Θεος ο Πατηρ· ουτε εκ μερους εν τω Υιω η θεοτης, η εκ μερους Θεος ο Υιος· ουτε εκ μερους εν τω αγιω Πνευματι η θεοτης, η εκ μερους Θεος το Πνευμα το αγιον. Ουτε γαρ μεριστη η θεοτης· ουτε ατελης ο Θεος ο Πατηρ, η ο Υιος, η το Πνευμα το αγιον· αλλ᾿ ολη εστιν η αυτη τελεια τελειως εν τελειω τω Πατρι· και ολη τελεια τελειως εν τελειω τω Υιω η αυτη· (≡14__502≡> και ολη τελεια τελειως η αυτη εν τελειω τω αγιω Πνευματι. Ολος γαρ εν ολω τω Υιω και τω Πνευματι τελειως εστιν ο Πατηρ· και ολος εν ολω τω Πατρι και τω Πνευματι τελειως εστιν οΥιος· και ολον εν ολω τω Πατρι και τω Υιω τελειως εστι το Πνευμα το αγιον. Διο και εις Θεος ο Πατηρ και ο Υιος και το Πνευμα το αγιον. Μια γαρ και η αυτη ουσια και δυναμις και ενεργεια Πατρος και Υιου και αγιου Πνευματος· ουκ οντος ουδενος του ετερου χωρις η νοουμενου.
2.2 (β΄) Πασα νοησις, των νοουντων και νοουμενων εστιν· ο δε Θεος, ουτε των νοουντων εστιν, ουτε των νοουμενων· υπερ ταυτα γαρ· επει περιγραφεται, της του νοουμενου σχεσεως, ως νοων, προσδεομενος· η τω νοουντι φυσικως υποπιπτων, δια την σχεσιν νοουμενος. Λειπεται γουν, μητε νοειν, μητε νοεισθαι τον Θεον υπολαμβανειν· αλλ᾿ υπερ το νοειν ειναι και νοεισθαι. Των γαρ μετ᾿ αυτον, φυσικως εστι το νοειν και το νοεισθαι.
2.3 (γ΄) Πασα νοησις ωσπερ εν ουσια παντως εχει την θεσιν ως ποιοτης, ουτω και περι ουσιαν πεποιωμενην εχει την κινησιν. Ου γαρ αφετον τι καθολου και απλουν καθ᾿ εαυτο υφεστως δυνατον εστιν αυτην υποδεξασθαι, οτι μη αφετος εστι και απλη. Ο δε Θεος, κατ᾿ αμφω παμπαν υπαρχων απλους, και ουσια του εν υποκειμενω χωρις, και νοησις μη εχουσα τι καθαπαξ υποκειμενον· ουκ εστι των νοουντων και νοουμενων, ως υπερ ουσιαν υπαρχων δηλονοτι και νοησιν.
2.4 (δ΄) Ωσπερ εν τω κεντρω των εξ αυτου κατ᾿ ευθειαν εκτεταμενων γραμμων αδιαιρετος θεωρειται (=1128=) παντελως η θεσις· ουτως ο αξιωθεις εν τω Θεω γενεσθαι, παντας εισεται τους εν αυτω των γεγονοτων προϋφεστωτας λογους, καθ᾿ απλην τινα αδιαιρετον γνωσιν.
2.5 (ε΄) Μορφουμενη τοις νοουμενοις νοησις, πολλαι νοησεις η μια (≡14__504≡> καθισταται νοησις, κατ᾿ ειδος εκαστον μορφουμενη των νοουμενων. Οπηνικα δε των μορφουντων αυτην αισθητων τε και νοητων το πληθος περασασα, γενηται παμπαν ανειδεος, τηνικαυτα προσφυως αυτην ο υπερ νοησιν οικειουται Λογος, καταπαυων των αλλοιουν αυτην ταις των νοηματων μορφαις πεφυκοτων· οπερ ο παθων, και αυτος κατεπαυσεν απο των εργων αυτου, ωσπερ απο των ιδιων ο Θεος.
2.6 (στ΄) Ο την εφικτην ανθρωποις ενταυθα τελειοτητα φθασας, καρποφορει τω Θεω αγαπην, χαραν, ειρηνην, μακροθυμιαν· προς δε το μελλον, αφθαρσιαν και αϊδιοτητα, και τα τουτοις ομοια· και μηποτε τα μεν πρωτα προσηκει τω την πρακτικην τελειωσαντι· τα δευτερα δε, τω δια γνωσεως αληθους εκσταντι των πεποιημενων.
2.7 (ζ΄) Ωσπερ ιδιον παρακοης εργον εστιν η αμαρτια, ουτως ιδιον υπακοης εργον εστιν η αρετη· και ωσπερ τη μεν παρακοη παρακολουθει παραβασις εντολων, και του εντειλαμενου διαιρεσις, ουτω τη υπακοη εφεπεται συντηρησις εντολων, και η προς τον εντειλαμενον ενωσις. Ο γουν συντηρησας δι᾿ υπακοης εντολην, και δικαιοσυνην ειργασατο, και προς τον εντειλαμενον, ενωσιν δια της αγαπης ετηρησεν αδιαιρετον· ο δε παραβας δια παρακοης εντολην, και την αμαρτιαν ειργασατο, και της κατ᾿ αγαπην εαυτον προς τον εντειλαμενον διειλεν ενωσεως.
2.8 (η΄) Ο εκ της κατα την παραβασιν διαιρεσεως συναγομενος, πρωτον χωριζεται των παθων· επειτα των εμπαθων λογισμων· ειτα φυσεως και των περι φυσιν λογων· ειτα νοηματων, και των περι αυτα γνωσεων· και τελευταιον, των περι Προνοιας λογων διαδρας το ποικιλον, εις αυτον αγνωστως καταντα τον περι μοναδος λογον· καθ᾿ ον μονον θεωρησας εαυτου ατρεψιαν ο νους, χαιρει την ανεκλαλητον χαραν· ως την ειρηνην ειληφως του Θεου, την (≡14__506≡> υπερεχουσαν παντα νουν· και φρουρουσαν διηνεκως απτωτον τον αυτης αξιουμενον.
2.9 (θ΄) Ο της γεεννης φοβος, κακιαν φευεγειν παρασκευαζει τους εισαγομενους· ο δε ποθος της των αγαθων αντιδοσεως, τοις προκοπτουσι την επ᾿ ενεργεια των αρετων χαριζεται προθυμιαν· το δε της αγαπης μυστηριον, παντων υπεραιρει των γεγονοτων τον νουν, (=1129=) προς παντα τα μετα Θεον τυφλον απεργαζομενον. Μονους γαρ τους τυφλους προς παντα τα μετα Θεον γεγενημενους ο Κυριος σοφιζει, δεικνυς τα θειοτερα.
2.10 (ι΄) Ο του Θεου λογος, κοκκω σιναπεως εοικως, προ της γεωργιας πανυ ειναι δοκει μικρος· επειδαν δε γεωργηθη δεοντως, τοσουτον διαδεικνυται μεγας, ωστε τους των αισθητων και των νοητων κτισματων μεγαλοφυεις λογους πτηνων δικην αυτω επαναπαυεσθαι. Παντων γαρ οι λογοι καθεστηκασιν αυτω χωρητοι· αυτος δε, των οντων εστιν ουδενι χωρητος. Διο τον εχοντα πιστιν ως κοκκον σιναπεως, δυνασθαι μεταθειναι λογω το ορος ο Κυριος εφη· τουτεστι, το καθ᾿ ημων του διαβολου κρατος αποδιωκειν, και μετατιθεναι της βασεως.
2.11 (ια΄) Κοκκος του σιναπεως εστιν ο Κυριος, κατα πιστιν εν Πνευματι σπειρομενος εν ταις καρδιαις των δεχομενων· ον ο επιμελως δια των αρετων γεωργησας, το μεν ορος του χοϊκου φρονηματος μετατιθησι, την δυσκινητον εξιν εαυτου της κακιας κατ᾿ εξουσιαν απωθουμενος· τους δε λογους εαυτω των εντολων και τους τροπους, η και τας θειας δυναμεις, ωσπερ πετεινα ουρανου επαναπαυει.
2.12 (ιβ΄) Τω Κυριω καθαπερ τινι θεμελιω πιστεως, το υψος εποικοδομουντες των αγαθων, χρυσιον, αργυριον, λιθους τιμιους επιθωμεθα· τουτεστι, θεολογιαν καθαραν και ακιβδηλον, και βιον διαφανη και λαμπρον, και θειους λογισμους τα μαργαρωδη νοηματα· αλλα (≡14__508≡> μη ξυλα, μη χορτον μητε καλαμην· τουτεστι, μητε ειδωλολατρειαν· ηγουν την περι τα αισθητα πτοησιν· μητε βιον αλογιστον, μητε λογισμους εμπαθεις, και της κατα σοφιαν συνεσεως ωσπερ ασταχυων εστερημενους.
2.13 (ιγ΄) Ο γνωσεως εφιεμενος, αμετακινητους τας βασεις της ψυχης ερεισατω παρα τω Κυριω, καθα φησιν ο Θεος τω Μωϋση· Συ δε αυτου στηθι μετ᾿ εμου. Ιστεον δε, οτι και εν αυτοις τοις ισταμενοις παρα τω Κυριω εστι διαφορα· ειπερ εκεινο μη παρεργως αναγινωσκεται τοις φιλομαθεσι, το, Εισι τινες των ωδε εστωτων, οιτινες ου μη γευσωνται θανατου, εως αν ιδωσι την βασιλειαν του Θεου εληλυθυιαν εν δυναμει. Ου γαρ πασιν αει μετα δοξης ο Κυριος επιφαινεται τοις παρ᾿ αυτω ισταμενοις, αλλα τοις μεν εισαγομενοις, εν δουλου μορφη παραγινεται· τοις δε δυναμενοις ακολουθησαι αυτω επι το υψηλον αναβαινοντι της αυτου μεταμορφωσεως ορος, εν μορφη Θεου επιφαινεται· εν η υπηρχε, (=1132=) προ του τον κοσμον ειναι. Δυνατον ουν εστι, μη κατα το αυτο τον αυτον πασι τοις παρ᾿ αυτω τυγχανουσιν επιφαινεσθαι Κυριον· αλλα τοις μεν ουτως, τοις δε ετερως, κατα το μετρον της εν εκαστω πιστεως δηλονοτι ποικιλλων την θεωριαν.
2.14 (ιδ΄) Οταν περιφανης και λαμπρος εν ημιν ο του Θεου γενηται λογος, και το προσωπον αυτου λαμψοι καθαπερ ηλιος, τοτε και τα ιματια αυτου φαινεται λευκα· τουτεστι, τα ρηματα της αγιας των Ευαγγελιων Γραφης, τρανα και σαφη, και μηδεν εχοντα κεκαλυμμενον. Αλλα και Μωϋσης και Ηλιας μετ᾿ αυτου παραγινονται· τουτεστιν, οι του νομου και των προφητων πνευματικωτεροι λογοι.
2.15 (ιε΄) Ωσπερ ερχεται ο Υιος του ανθρωπου, ως γεγραπται, μετα των αγγελων αυτου εν τη δοξη του Πατρος, ουτως καθ᾿ εκαστην προκοπην αρετης μεταμορφουται τοις αξιοις ο του Θεου λογος, ερχομενος μετα των αγγελων αυτου εν τη δοξη του Πατρος. Οι γαρ (≡14__510≡> εν νομω και προφηταις πνευματικωτεροι λογοι, ους Μωϋσης και Ηλιας δι᾿ εαυτων προτυπουσι, μετα του Κυριου φαινομενοι, κατα την μεταμορφωσιν του Κυριου , την αναλογιαν σωζουσι της εν αυτοις δοξης, την τεως χωρητην τοις αξιοις αποκαλυπτοντες δυναμιν.
2.16 (ιστ΄) Ο τον περι μοναδος ποσως μυηθεις λογον, παντως και τους περι προνοιας και κρισεως επεγνω λογους, συνοντας αυτω. Διο και τρεις γενεσθαι σκηνας παρ᾿ εαυτω κατα τον αγιον Πετρον, τοις οραθεισι καλον ειναι ψηφιζεται· τουτεστι, τας τρεις εξεις της σωτηριας· την της αρετης λεγω, και την της γνωσεως, και την της θεολογιας. Η μεν γαρ δειται της κατα πραξιν ανδρειας και σωφροσυνης, ης ο μακαριος τυπος υπηρχεν Ηλιας· η δε, της κατα την φυσικην θεωριαν δικαιοσυνης, ην ο μεγας εμηνυε δι᾿ εαυτου Μωϋσης· η δε, της κατα την φρονησιν ακραιφνους τελειοτητος, ην ο Κυριος εδηλου. Σκηναι δε προσηγορευθησαν, δια το αλλας ειναι τουτων κρειττους και περιφανεστερας, τας τους αξιους κατα το μελλον διαδεξομενας ληξεις.
2.17 (ιζ΄) Ο μεν πρακτικος, εν σαρκι λεγεται παροικειν· ως της ψυχης την προς την σαρκα σχεσιν δια των αρετων εκτεμνων, και των υλικων εαυτου περιελομενος την απατην. Ο δε γνωστικος, και εν αυτη τη αρετη λεγεται παροικειν· ως εν εσοπτροις (=1133=) ετι και αινιγμασι θεωρων την αληθειαν. Ουπω γαρ αυτω τα των αγαθων αυθυποστατα ειδη καθως εισιν εθεασθησαν, δια της προσωπον προς προσωπον απολαυσεως. Εν εικονι γαρ των αγαθων, ως προς το μελλον, πας αγιος διαπορευεται, βοων· Παροικος ειμι και παρεπιδημος καθως παντες οι πατερες μου.
2.18 (ιη΄) Τον ευχομενον ου δει στηναι ποτε της επι Θεον αγουσης υψηλης αναβασεως. Ως γαρ αναβασεις χρη νοεισθαι κατα την εκ δυναμεως (≡14__512≡> εις δυναμιν, την εν τη πρακτικη των αρετων προκοπην· και την απο δοξης εις δοξαν, των πνευματικων της θεωριας γνωσεων επαναβασιν· και την απο του ρητου της αγιας και θειας Γραφης, επι το πνευμα μεταβασιν· ουτω και εν τω περι ευχων τοπω γινομενον χρη ποιειν· επαιρειν τον νουν απο των ανθρωπινων· και το φρονημα της ψυχης, επι τα θειοτερα· ινα και δυνηθη ο νους ακολουθησαι τω διεληλυθοτι τους ουρανους, Ιησου τω Υιω του Θεου, πανταχου οντι, και παντα διερχομενω δι᾿ ημας οικονομικως, ινα και ημεις ακολουθουντες αυτω, παντα διελθωμεν τα μετ᾿ αυτον· και γενωμεθα προς αυτον, εαν γε νοωμεν αυτον, ου κατα την σμικροτητα της οικονομικης συγκαταβασεως, αλλα κατα την μεγαλειοτητα της φυσικης αοριστιας.
2.19 (ιθ΄) Καλον αει σχολαζειν και ζητειν τον Θεον, ως προσεταγημεν. Καν γαρ κατα την παρουσαν ζωην ζητουντες επι το περας ελθειν του βαθους του Θεου ου δυναμεθα· αλλ᾿ ισως και επ᾿ ολιγον του βαθους αυτου φθανοντες, θεωρουμεν αγιων αγιωτερα, και πνευματικων πνευματικωτερα. Και δηλοι τυπικως ο αρχιερευς, απο των αγιων των της αυλης αγιωτερων, επι τα αγια των Αγιων, αγιωτερα των αγιων εισιων.
2.20 (κ΄) Πας του Θεου λογος, ουτε πολυλογος, ουτε πολυλογια εστιν· αλλ᾿ εις, συνεστως εκ διαφορων θεωρηματων· ων εκαστον μερος εστι του λογου. Ωστε ο λεγων υπερ αληθειας, καν ουτως ειπειν δυνηθη ως μηδεν εις το ζητουμενον παραλιπειν, ενα λογον ειρηκε του Θεου.
2.21 (κα΄) Εν μεν τω Χριστω, Θεω οντι και Λογου του Πατρος, ολον κατ᾿ ουσιαν οικει το πληρωμα της θεοτητος σωματικως· εν ημιν δε κατα χαριν οικει το πληρωμα της θεοτητος, ηνικα πασαν εν εαυτοις αθροισωμεν αρετην και σοφιαν, μηδενι τροπω κατα το δυνατον (≡14__514≡> ανθρωπω λειπομενην της προς το αρχετυπον αληθους εκμιμησεως. Ου γαρ απεικος κατα τον θεσει λογον, και εν ημιν οικησαι το πληρωμα της θεοτητος, το εκ διαφορων συνεστηκος πνευματικων θεωρηματων.
2.22 (κβ΄) Ωσπερ ο παρ᾿ ημιν λογος, εκ του νου κατα φυσιν προερχομενος, (=1136=) αγγελος των κρυπτομενων του νου κινηματων εστιν· ουτως ο Θεου Λογος, κατ᾿ ουσιαν εγνωκως τον Πατερα, καθαπερ Λογος τον γεννησαντα Νουν, ουδενος των γεννητων προσβαλλειν αυτω χωρις αυτου δυναμενου, αποκαλυπτει ον εγνω Πατερα, ως κατα φυσιν Λογος, καθο και Μεγαλης βουλης αγγελος λεγεται.
2.23 (κγ΄) Μεγαλη βουλη του Θεου και Πατρος εστι, το σεσιγημενον και αγνωστον της οικονομιας μυστηριον· οπερ πληρωσας δια της σαρκωσεως ο μονογενης Υιος, απεκαλυψεν, αγγελος γενομενος της μεγαλης του Θεου και Πατρος και προαιωνιου βουλης. Γινεται δε της μεγαλης του Θεου βουλης αγγελος, ο γνους του μυστηριου τον λογον, και τοσουτον εργω τε και λογω δια παντων ακαταληκτως υψουμενος, μεχρις αν φθαση τον προς αυτον τοσουτον κατελθοντα.
2.24 (κδ΄) Ει δι᾿ ημας ο του Θεου Λογος οικονομικως κατηλθεν εις τα κατωτερα μερη της γης, και ανηλθεν υπερανων παντων των ουρανων, ο παντη κατα φυσιν ακινητος· εν εαυτω κατ᾿ οικονομιαν ως ανθρωπω, προενεργων τα εσομενα· σκοπειτω χαιρων μυστικως, ο την φιλιαν στεργων της γνωσεως, οποιον εστι το κατ᾿ επαγγελιαν τελος των αγαπωντων τον Κυριον.
2.25 (κε΄) Ει δια τουτο γεγονεν υιος ανθρωπου και ανθρωπος ο του Θεου και Πατρος Υιος Θεος Λογος, ινα ποιηση θεους και υιους Θεου τους ανθρωπους· εκει γενησεσθαι πιστευσωμεν, ενθα νυν αυτος εστιν ο Χριστος ως κεφαλη του ολου σωματος, και υπερ ημων γενομενος (≡14__516≡> προδρομος προς τον Πατερα, το καθ᾿ ημας. Εν γαρ συναγωγη θεων, των σωζομενων, εσται Θεος μεσος ισταμενος, διανεμων τας αξιας της εκειθεν μακαριοτητος· τοπικην ουκ εχων απο των αξιων διαστασιν.
2.26 (κστ΄) Ο τας εμπαθεις της σαρκος ορεξεις ετι πληρων, ως ειδωλολατρης και ειδωλοποιος την γην οικει των Χαλδαιων. Επαν δε μικρον τα πραγματα διακρινας, αισθησιν λαβη των καθηκοντων της φυσεως τροπων, την γην των Χαλδαιων αφεις, ερχεται εις Χαρραν της Μεσοποταμιας· την μεταιχμιον αρετης και κακιας λεγω καταστασιν, την μηπω της κατ᾿ αισθησιν πλανης καθαραν γενομενην. Τουτο γαρ η Χαρραν. Ει δε και την δι᾿ αισθησεως γενομενην συμμετρον του καλου συνεσιν υπερκυψη, προς την γην επειξεται την αγαθην· τουτ᾿ εστιν, εις την πασης κακιας και αγνωσιας ελευθεραν καταστασιν· (=1137=) ην ο αψευδης Θεος δεικνυσι και επαγγελλεται δωσειν ωσπερ επαθλον αρετης, τοις αγαπωσιν αυτον.
2.27 (κζ΄) Ει εσταυρωθη δι᾿ ημας εξ ασθενειας ο του Θεου Λογος, και ηγερθη εκ δυναμεως Θεου, δηλον οτι πνευματικως δι᾿ ημας αει τουτο και ποιει και πασχει· ως πασι παντα γινομενος, ινα σωση τους παντας. Ουκουν καλως ο θειος Αποστολος εν τοις Κορινθιοις ασθενουσιν, ουδεν εκρινεν ειδεναι, ει μη Ιησουν Χριστον, και τουτον εσταυρωμενον. Εφεσιοις δε γραφει, τελειοις ουσι, το, Συνηγειρε και συνεκαθισεν ημας ο Θεος εν τοις επουρανιοις εν Χριστω Ιησου· κατα την αναλογουσαν εκαστω δυναμιν, τον του Θεου Λογον γινεσθαι φασκων. Σταυρουται τοινυν τοις ετι προς ευσεβειαν πρακτικως εισαγομενοις, τας εμπαθεις αυτων τω θειω φοβω προσηλων ενεργειας. Ανισταται δε και ανεισιν εις ουρανους, τοις ολον τον παλαιον απεκδυσαμενοις ανθρωπον, τον φθειρομενον κατα τας επιθυμιας της απατης· και ολον τον νεον ενδυσαμενοις, τον δια του (≡14__518≡> Πνευματος κατ᾿ εικονα Θεου κτιζομενον, και προς τον Πατερα της εν αυτοις χαριτος γενομενοις· Υπερανω πασης Αρχης και Εξουσιας και Δυναμεως και Κυριοτητος, και παντος ονοματος ονομαζομενου, ειτε εν τω αιωνι τουτω, ειτε εν τω μελλοντι. Παντα γαρ τα μετα Θεον, και πραγματα και ονοματα και αξιωματα, υπο τον εν τω Θεω δια της χαριτος γενησομενον εσται.
2.28 (κη΄) Ωσπερ προ της εμφανους και κατα σαρκα παρουσιας, νοητως ο του Θεου Λογος τοις πατριαρχαις και προφηταις ενεδημει, προτυπων τα μυστηρια της αυτου παρουσιας· ουτω και μετα ταυτην την ενδημιαν, ου μονον εν τοις ετι νηπιοις παραγινεται, διατρεφων πνευματικως και αγων προς ηλικιαν της κατα Θεον τελειοτητος· αλλα και εν τοις τελειοις, προδιαγραφων αυτοις κρυφιως της μελλουσης αυτου παρουσιας ως εν εικονι τους χαρακτηρας.
2.29 (κθ΄) Ωσπερ οι του νομου και των προφητων λογοι, προδρομοι τυγχανοντες της κατα σαρκα του Λογου παρουσιας, τας ψυχας εις Χριστον επαιδαγωγουν· ουτω και αυτος ο δεδοξασμενος του Θεου Λογος σαρκωθεις, προδρομος της πνευματικης αυτου παρουσιας γεγενηται· παιδαγωγων τας ψυχας δια των οικειων λογων, προς υποδοχην της εμφανους αυτου θεϊκης παρουσιας· ην αει μεν ποιειται, μεταβαλλων απο της σαρκος προς το πνευμα δια των αρετων τους αξιους· ποιησει δε και επι τελει του αιωνος, εμφανως αποκαλυπτων τα τεως πασιν απορρητα.
2.30 (λ΄) Οσον εγω ειμι ατελης και ανυποτακτος, μη υπακουων του Θεου δια της εργασιας των εντολων· μητε γινομενος κατα την γνωσιν τελειος ταις φρεσιν· ατελης και ανυποκτατος το κατ᾿ εμε και Χριστος νομιζεται δι᾿ εμε· μειω γαρ αυτον και (=1140=) κολοβω, μη συναυξανων αυτω κατα πνευμα, ως σωμα Χριστου τυγχανων και μελη εκ μερους.
2.31 (λα΄) Ανατελλει ο ηλιος, και δυνει ο ηλιος, φησιν η Γραφη. Ουκουν (≡14__520≡> και ο Λογος, ποτε μεν νομιζεται ανω, ποτε δε κατω, κατα την αξιαν δηλονοτι, και αυτον τον λογον η τον τροπον, των μετερχομενων την αρετην, και περι την θειαν κινουμενων γνωσιν. Μακαριος δε, ο κρατων αδυτον εν εαυτω, κατα τον του Ναυη Ιησουν, τον της δικαιοσυνης ηλιον· ολον το μετρον της κατα την παρουσαν ζωην ημερας, κακιας εσπερα και αγνωσιας μη περιγραφομενον, ινα δυνηθη νομιμως τροπωσασθαι τους επανισταμενους αυτου πνηρους δαιμονας.
2.32 (λβ΄) Υψουμενος εν ημιν ο του Θεου Λογος δια πραξεως και θεωριας, παντας ελκει προς εαυτον· τους τε περι σαρκα και ψυχην και φυσιν των οντων ημετερους λογισμους τε και λογους, και αυτα τα μελη του σωματος και τας αισθησεις κατ᾿ αρετην και γνωσιν αγιαζων, και υπο τον αυτου ζυγον ποιουμενος. Ο τοινυν θεατης των θειων αναβαινετω κατα σπουδην, ακολουθων τω Λογω· μεχρις ου φθαση τον τοπον, ου εστιν. Εκει γαρ ελκει, καθως φησιν ο Εκκλησιαστης, Και εις τοπον αυτου ελκει· δηλονοτι τους ακολουθουντας αυτω, ως μεγαλω Αρχιερει, και εισαγοντι εις τα Αγια των αγιων· ενθα το καθ᾿ ημας αυτος υπερ ημων προδρομος εισηλθεν.
2.33 (λγ΄) Ο την κατ᾿ ευσεβειαν μετιων φιλοσοφιαν, και προς τας αορατους παρατασσομενος δυναμεις· ευχεσθω, την τε φυσικην διακρισιν αυτω παραμειναι (φως εχουσαν συμμετρον), και την φωτιστικην του Πνευματος χαριν. Η μεν γαρ, παιδαγωγει την σαρκα προς αρετην δια πραξεως· η δε, φωταγωγει τον νουν, την της σοφιας παντων προκριναι συμβιωσιν· καθ᾿ ην, των τε της κακιας οχυρωματων και παντος υψωματος επαιρομενου κατα την γνωσεως του Θεου, ποιειται την καθαιρεσιν. Και δηλοι δι᾿ ευχης αιτων ο του Ναυη Ιησους, στηναι τον ηλιον κατα Γαβαω· τουτεστιν, (≡14__522≡> αδυτον αυτω το φως της γνωσεως του Θεου, κατα το ορος της κατα νουν θεωριας φυλαχθηναι· και την σεληνην κατα φαραγγα· τουτεστι, την φυσικην διακρισιν επι της σαρκικης ασθενειας κειμενην, απο της αρετης αναλλοιωτον διαμειναι.
(=1141=) 2.34 (λδ΄) Η Γαβαω εστιν, ο υψηλος νους· η δε φαραγξ εστιν η τω θανατω ταπεινωθεισα σαρξ. Και ο μεν ηλιος εστιν, ο φωτιζων τον νουν Λογος, και χορηγων αυτω θεωρηματων δυναμιν· και πασης αγνοιας αυτον απαλλασσων· η δε σεληνη, ο κατα φυσιν νομος εστιν, ο πειθων την σαρκα νομιμως υποταγηναι τω Πνευματι, προς το δεξασθαι των εντολων την ζυγον. Φυσεως δε συμβολον η σεληνη, δια το τρεπτον· αλλ᾿ εν τοις αγιοις ατρεπτος διαμενει, δια την αναλλοιωτον εξιν της αρετης.
2.35 (λε΄) Ουκ εξω των ζητουντων χρη ζητεισθαι τον Κυριον· αλλ᾿ εν εαυτοις, δια την εν εργοις πιστεως αυτον χρη ζητειν τους ζητουντας. Εγγυς γαρ σου, φησι, το ρημα εστιν εν τω στοματι σου και εν τη καρδια σου· τουτεστι το ρημα της πιστεως· ως αυτου οντος του Χριστου και ρηματος του ζητουμενου.
2.36 (λστ΄) Μητε το υψος της θεϊκης απειριας εννοησαντες, απελπισωμεν την του Θεου φιλανθρωπιαν, ως ου φθανουσαν δια το υψος μεχρις ημων· μητε απειρον βαθος της ημων δια την αμαρτιαν πτωσεως ενθυμηθεντες, αναστασιν γινεσθαι της εν ημιν νεκρωθεισης αρετης απιστησωμεν. Αμφοτερα γαρ δυνατα τω Θεω· και το κατελθειν και φωτισαι τον νουν ημων δια γνωσεως· και το αναστησαι παλιν την αρετην εν ημιν, και εαυτω συνυψωσαι δια των εργων της δικαιοσυνης. Μη γαρ ειπης, φησιν, εν τη καρδια σου· Τις αναβησεται εις τον ουρανον; τουτεστι Χριστον καταγαγειν· η, Τις καταβησεται εις την αβυσσον; τουτεστι Χριστον εκ νεκρων αναγαγειν. Τυχον δε κατ᾿ αλλην εκδοχην, αβυσσος εστι, παντα τα μετα Θεον· εν οις ολος ολοις κατα προνοιαν ο του Θεου γινεται Λογος, ως ζωη (≡14__524≡> νεκροις επιφοιτωσα τοις ουσι. Νεκρα γαρ παντα τα ζωντα μεθεξει ζωης. Ουρανον δε, την φυσικην του Θεου κρυφιοτητα, καθ᾿ ην πασιν εστιν ακαταληπτος. Ει δε τις εκλαβοι παλιν, ουρανον μεν ειναι τον της θεολογιας λογον· αβυσσον δε, το της οικονομιας μυστηριον ουκ απεικοτως ερει κατα τον εμον λογον. Αμφοτερα γαρ δυσεπιβατα τοις αποδεικτικως ζητειν επιχειρουσι· μαλλον δε παντελως αβατα, διχα πιστεως ερευνωμενα.
2.37 (λζ΄) Εν μεν πρακτικω, τοις των αρετων τροποις παχυνομενος ο λογος, γινεται σαρξ· εν δε τω θεωρητικω, τοις πνευματικοις νοημασι λεπτυνομενος, γινεται ωσπερ ην εν αρχη, Θεος Λογος. 
2.38 (λη΄) Ποιει σαρκα τον λογον, ο παραδειγμασι και ρημασι παχυτεροις δια την αναλογον των ακουοντων δυναμιν, ηθικην του λογου την διδασκαλιαν ποιουμενος· και παλιν ποιει πνευμα τον λογον, ο τοις υψηλοις θεωρημασι την μυστικην εκτιθεμενος θεολογιαν.
2.39 (λθ΄) Ο μεν εκ των θεσεων καταφατικως θεολογων, σαρκα ποιει τον λογον· ουκ εχων αλλοθεν, η εκ των ορωμενων και ψηλαφωμενων τον Θεον γινωσκειν ως αιτιον· (=1144=) ο δε αποφατικως εκ των αφαιρεσεων θεολογων, πνευμα ποιει τον λογον, ως εν αρχη Θεον οντα, και προς Θεον οντα, εξ ουδενος το παραπαν των γνωσθηναι δυναμενων, καλως γινωσκων τον υπεραγνωστον.
2.40 (μ΄) Ο μαθων ορρυσειν κατα τους πατριαρχας δια πραξεως και θεωριας τα εν αυτω της αρετης και της γνωσεως φρεατα, τον Χριστον ενδον ευρησει την πηγην της ζωης· αφ᾿ ης πινειν ημας η σοφια παρακελευεται, λεγουσα· Πινε υδατα απο σων αγγειων, και απο σων φρεατων πηγης· οπερ ποιουντες, ευρησομεν ενδον ημων οντας τους αυτης θησαυρους.
2.41 (μα΄) Οι κτηνωδως προς μονην την αισθησιν ζωντες, επισφαλως (≡14__526≡> εαυτοις σαρκα ποιουσι τον λογον· εις υπηρεσιαν μεν παθων, τοις του Θεου καταχρωμενοι κτισμασι· τον δε της σοφιας της πασιν εμφαινομενης, ου κατανοουντες λογον, προς το γνωναι και δοξασαι τον Θεον εκ των αυτου ποιηματων· και συνιεναι ποθεν, και τι, και επι τινι, και που φερεσθαι δια των ορωμενων γεγοναμεν· αλλ᾿ εν σκοτει τον αιωνα τουτον διαπορευομενοι, μονην την περι Θεον αμφοιν ταιν χεροιν ψηλαφωσιν αγνωσιαν.
2.42 (μβ΄) Οι μονω τω ρητω της αγιας Γραφης παρακαθημενοι, και τη σωματικη του νομου λατρεια δεσμουντες της ψυχης το αξιωμα, ψεκτως ποιουσιν εαυτοις σαρκα τον λογον· αλογων ζωων θυσιαις ευαρεστεισθαι νομιζοντες τον Θεον· οις πολυ το σωμα πεφροντισται, τοις εκτος καθαρσιοις· της δε ψυχης παρημεληται το καλλος, ταις των παθων κηλισι στιζομενον· υπερ ης, η πασα των ορωμενων προβεβληται δυναμις, και πας λογος θειος και νομος εκδεδοται.
2.43 (μγ΄) Εις πτωσιν και αναστασιν πολλων κεισθαι τον Κυριον λεγει το αγιον Ευαγγελιον. Ουκουν σκοπησωμεν, μηπως εις πτωσιν μεν, των τε προς μονην την αισθησιν την ορωμενην θεωρουντων κτισιν, και των μονω τω ρητω στοιχουντων της αγιας Γραφης· ως μη δυναμενων προς το καινον πνευμα διαβηναι της χαριτος δια την ανοιαν· αναστασιν δε, των πνευματικως τα τε κτισματα του Θεου και τα ρηματα θεωρουντων τε και ακουοντων, και τοις καθηκουσι τροποις μονης της κατα ψυχην θειας εικονος επιμελουμενων.
2.44 (μδ΄) Το, κεισθαι τον Κυριον εις πτωσιν πολλων και αναστασιν εν τω Ισραηλ, επαινετως μονον νοουμενον, εις πτωσιν μεν νοειται, των εν εκαστω των πιστευοντων των παθων τε και πονηρων λογισμων· αναστασιν δε, των αρετων και παντος θεοφιλους λογισμου
(=1145=) 2.45 (με΄) Ο μονον των εν γενεσει και φθορα δημιουργον νομιζων τον (≡14__528≡> Κυριον, εις κηπουρον αυτον παραγνωριζει, κατα την Μαγδαληνην Μαριαν. Διο προς ωφελειαν φευγει του τοιουτου την αφην ο Δεσποτης, μηπω παρ᾿ αυτω δυνηθεις αναβηναι προς τον Πατερα, λεγων· Μη μου απτου. Γινωσκει γαρ βλαπτεσθαι, τον μετα τοιαυτης αυτω προσερχομενον ταπεινοτερας προληψεως.
2.46 (μστ΄) Οι δια τον φοβον των Ιουδαιων κατα την Γαλιλαιαν εν τω υπερωω κλεισαντες τας θυρας καθημενοι· τουτεστι, οι δια τον φοβον των πνευματων της πονηριας, κατα την χωραν των αποκαλυψεων, εν τω υψει των θειων θεωρηματων ασφαλως βεβηκοτες, θυρων δικην μυσαντες τας αισθησεις, παραγινομενον αγνωστως δεχονται τον του Θεου Λογον, ανευ της κατ᾿ αισθησιν ενεργειας αυτοις επιφαινομενον· απαθειαν τε δια της εμπνευσεως δωρουμενον· και την κατα πνευματων πονηρων εξουσιαν παρεχοντα, και δεικνυοντα των αυτου μυστηριων τα συμβολα.
2.47 (μζ΄) Τοις μεν κατα σαρκα τον περι του Θεου λογον ερευνωσιν, ο Κυριος ουκ αναβαινει προς τον Πατερα· τοις δε κατα πνευμα δια των υψηλων θεωρηματων εκζητουσιν αυτον, αναβαινει προς τον Πατερα. Μη τοινυν δια παντος κρατωμεν κατω, τον υπερ ημων κατω δια φιλανθρωπιαν γενομενον, αλλ' ανω προς τον Πατερα συν αυτω γενωμεθα, την γην αφεντες και τα περι την γην, ινα μη και ημιν ειπη το ρηθεν τοις Ιουδαιοις αδιορθωτοις μεινασιν, "υπαγω οπου υμεις ου δυνασθε ελθειν". Χωρις γαρ του Λογου, προς τον Πατερα του Λογου γενεσθαι, αμηχανον.
2.48 (μη΄) Η γη των Χαλδαιων εστιν, ο εμπαθης βιος· εν ω των αμαρτηματων δημιουργειται και προσκυνειται τα ειδωλα. Η δε Μεση των ποταμων εστιν, ο επαμφοτεριζων τοις εναντιοις τροπος. Η δε γη της επαγγελιας εστιν, η παντος αγαθου πεπληρωμενη καταστασις. Πας ουν ο ταυτης κατα τον παλαιον Ισραηλ αμελων της εξεως, (≡14__530≡> προς δουλειαν παλιν κατασυρεται παθων, της δοθεισης ελευθεριας στερουμενος. 
2.49 (μθ΄) Σημειωτεον, ως ουδεις των αγιων εκουσιως φαινεται κατελθων εις την Βαβυλωνιαν. Ου γαρ θεμις, ουτε συνεσεως εστι λογικης, των αγαθων ανθαιρεισθαι τα χειρονα, τους τον Θεον αγαπωντας. Ει δε τινες αυτων κατα βιαν εκει τω λαω συναπηχθησαν, νοουμεν δια τουτων τους μη προηγουμενως, αλλα κατα περιστασιν, σωτηριας ενεκεν των χρηζοντων (=1148=) χειραγωγιας, αφεντας τον υψηλοτερον της γνωσεως λογον, και την περι παθων μετερχομενους διδασκαλιαν· καθ᾿ ην και ο μεγας Αποστολος εν σαρκι λυσιτελεστερον εκρινεν ειναι· τουτεστι, τη ηθικη διδασκαλια, δια τους μαθητας· ολον εχων τον ποθον αναλυσαι της ηθικης διδασκαλιας, και συν Χριστω γενεσθαι, δια της κατα νουν υπερκοσμιου και απλης θεωριας.
2.50 (ν΄) Ωσπερ πνιγομενον τω πονηρω πνευματι τον Σαουλ, ψαλλων μετα της κιννυρας ανεπαυεν ο μακαριος Δαβιδ· ουτω και πας λογος πνευματικος, γνωστικοις ηδυνομενος θεωρημασιν, αναπαυει τον επιληπτευομενον νουν, της πνιγουσης αυτον πονηρας ελευθερων συνειδησεως.
2.51 (να΄) Πυρρακης μετα καλλους οφθαλμων εστι κατα τον μεγα Δαβιδ, ο τω φαιδρω του κατα Θεον βιου, τον της γνωσεως λογον εχων συνεπιλαμποντα· καθ᾿ ους η πραξις τε και η θεωρια συνεστηκασιν· η μεν, αρετων λαμπρυνομενη τροποις· η δε, θειοις φωτιζομενη νοημασιν.
2.52 (νβ΄) Η μεν του Σαουλ βασιλεια, της σωματικης του νομου λατρειας εστιν εικων· ην ο Κυριος κατηργησεν, ως μηδεν τελειωσασαν. Ουδεν γαρ, φησιν, ετελειωσεν ο νομος. Η δε του μεγαλου Δαβιδ βασιλεια, της ευαγγελικης εστι λατρειας προδιατυπωσις· παντα γαρ τα εν καρδια του Θεου θεληματα τελειως περιεχει.
 (≡14__532≡> 2.53 (νγ΄) Ο Σαουλ, ο φυσικος εστι νομος· ο κατ᾿ αρχας κυριευειν της φυσεως παρα του Κυριου λαχων. Ος επειδη παρεβη την εντολην δια παρακοης, φεισαμενος του Αγαγ βασιλεως Αμαληκ· τουτεστι του σωματος· και προς τα παθη κατωλισθεν· εξωθειται της βασιλειας, ινα παραλαβη τον Ισραηλ ο Δαβιδ· τουτεστιν ο νομος του Πνευματος, ο γεννων την ειρηνην την οικοδομουσαν περιφανως τω Θεω τον της θεωριας ναον.
2.54 (νδ΄) Σαμουηλ υπακοη Θεου ερμηνευεται. Ουκουν εως αν καθ᾿ υπακοην ο λογος εν ημιν ιερατευη, καν φεισηται του Αγαγ ο Σαουλ· τουτεστι, του χοϊκου φρονηματος· αλλ᾿ ουν αποκτενει τουτον ζηλωσας ο ιερευς Λογος, και πληττει καταισχυνων τον φιλαμαρτημονα νουν, ως παραβατην των θειων δικαιωματων.
2.55 (νε΄) Επαν ο νους υψηλοφρονησας, τον κατα παθων αυτον χρισαντα της διδασκαλιας λογον, δια της (=1149=) προσηκουσης ερευνης επερωτων περι των ποιητεων και ου ποιητεων παυσαιτο, τοις παθεσι παντως εξ αγνοιας αλισκεται· δι᾿ ων κατα μερος του Θεου χωριζομενος, εν ταις ακουσιοις περιστασεσι προσχωρει τοις δαιμοσι, την κοιλιαν θεοποιων· εκειθεν ευρεσθαι θελων των πιεζοντων παρακλησιν. Και πειθετω σε Σαουλ, εν πασι συμβουλον μη λαμβανων τον Σαμουηλ, εξ αναγκης προς ειδωλολατριαν μεταστρεφομενος, και την Εγγαστριμυθον ως δη τινα Θεον επερωταν ανεχομενος.
2.56 (νστ΄) Ο τον αρτον ευχομενος λαβειν τον επιουσιον, ου παντως ολον δεχεται καθως αυτος ο αρτος εστιν· αλλα καθως αυτος ο δεχομενος δυναται. Πασι μεν γαρ εαυτον διδωσι τοις αιτουσι ο της ζωης αρτος ως φιλανθρωπος, ου κατα το αυτο δε πασιν· αλλα τοις μεν μεγαλα δικαιοσυνης εργα πεποιηκοσι, πλειονως τοις δε τουτων ηττοσιν, ηττονως· εκαστω καθως η κατα νουν αξια δεξασθαι δυναται.
 (≡14__534≡> 2.57 (νζ΄) Ο Κυριος ποτε μεν αποδημει, ποτε δε ενδημει. Αποδημει, κατα την προσωπον προς προσωπον θεωριαν· ενδημει, κατα την εν εσοπτρω και αινιγμασι θεωριαν.
2.58 (νη΄) Τω μεν πρακτικω, ενδημει δια των αρετων ο Κυριος· του δε μηδενα λογον ποιουμενου της αρετης, αποδημει. Και παλιν, τω μεν θεωρητικω, δια γνωσεως των οντων αληθους ενδημει· του δε ταυτης κατα τι παρασφαλεντος, αποδημει.
2.59 (νθ΄) Αποδημει σαρκος, ο προς την γνωστικην εξιν μεταβας απο της πρακτικης· αρπαζομενος ως εν νεφελαις, τοις υψηλοτεροις νοημασιν, εις τον διαφανη της μυστικης θεωριας αερα· καθ᾿ ον συν Κυριω ειναι δυνησεται παντοτε. Εκδημει δε απο του Κυριου, ο μηπω διχα των κατ᾿ αισθησιν ενεργειων καθαρω νοι θεωρησαι κατα το εφικτον τα νοηματα δυναμενος, και τον περι του Κυριου λογον απλουν χωρις αινιγματων μη χωρων.
2.60 (ξ΄) Ο του Θεου Λογος, ου μονον καθοτι σεσαρκωται λεγεται σαρξ· αλλα καθοτι Θεος Λογος απλως νοουμενος εν αρχη προς τον Θεον και Πατερα, και σαφεις και γυμνους τους της αληθειας περι των ολων εχων τυπους, ου περιεχει παραβολας και αινιγματα· ουδε ιστοριας δεομενας αλληγοριας· επαν δε ανθρωποις επιδημηση μη δυναμενοις γυμνω τω νοι γυμνοις προσβαλλειν νοητοις· απο των αυτοις συνηθων διαλεγομενος, δια της των ιστοριων και αινιγματων και παραβολων και σκοτεινων λογων ποικιλιας (=1152=) συντιθεμενος, γινεται σαρξ. Κατα γαρ την πρωτην προσβολην, ου γυμνω προσβαλλει Λογω ο ημετερος νους· αλλα Λογω σεσαρκωμενω· δηλαδη τη ποικιλια των λεξεων· Λογω μεν οντι, τη φυσει· σαρκι δε τη οψει· ωστε τους πολλους, σαρκα και ου Λογον οραν δοκειν καν ει κατα αληθειαν εστι Λογος. Ου γαρ οπερ δοκει τοις πολλοις, τουτο (≡14__536≡> της Γραφης εστιν ο νους, αλλ᾿ ετερον παρα το δοκουν. Ο γαρ Λογος, δι᾿ εκαστου των αναγεγραμμενων ρηματων γινεται σαρξ.
2.61 (ξα΄) Η απαρχη της προς ευσεβειαν μαθητειας των ανθρωπων, ως προς σαρκα γινεσθαι πεφυκε. Γραμματι γαρ, αλλ᾿ ου πνευματι κατα την πρωτην εις θεοσεβειαν προσβολην ομιλουμεν. Κατα μερος δε προσβαινοντες τω πνευματι κατα το παχυ των ρηματων τοις λεπτοτεροις θεωρημασιν αποξεοντες, εν καθαρω καθαρως τω Χριστω γινομεθα κατα το δυνατον ανθρωποις· εις το δυνασθαι λεγειν κατα τον Αποστολον· Ει και εγνωκαμεν κατα σαρκα Χριστον, αλλα νυν ουκετι γινωσκομεν· δια την απλην δηλονοτι προς τον Λογον χωρις των επ᾿ αυτω καλυμματων του νοος προσβολην· απο του σαρκα τον Λογον γινωσκειν, εις την, ως Μονογενους παρα Πατρος αυτου δοξαν προκοψαντες.
2.62 (ξβ΄) Ο την εν Χριστω ζησας ζωην, την τε του νομου και της φυσεως υπερεβη δικαιοσυνην· οπερ ο θειος ενδεικνυμενος Αποστολος φησιν· Εν γαρ Χριστω Ιησου, ουτε περιτομη εστιν, ουτε ακροβυστια. Δια μεν της περιτομης, την νομικην δικαιοσυνην δηλωσας· δια δε της ακροβυστιας, την φυσικην ισονομιαν αινιξαμενος.
2.63 (ξγ΄) Οι μεν, δι᾿ υδατος αναγεννωνται και Πνευματος· οι δε, εν Πνευματι αγιω και πυρι το βαπτισμα δεχονται. Τα τεσσαρα δε ταυτα, το υδωρ τε φημι, και το πνευμα, και το πυρ, και το Πνευμα αγιον,το εν και το αυτο Πνευμα νοω του Θεου. Τοις μεν γαρ υδωρ εστι το Πνευμα το αγιον, ως ρυπτικον των εκτος περι το σωμα μολυσμων· τοις δε πνευμα μονον, ως ενεργητικον των κατ᾿ αρετην αγαθων· τοις δε πυρ, ως καθαρτικον των εντος κατα το βαθος περι ψυχην κηλιδων· τοις δε κατα τον μεγαν Δανιηλ, Πνευμα αγιον, ως σοφιας και γνωσεως χορηγον. Εκ γαρ της διαφορου περι το υποκειμενον ενεργειας, διαφορους λαμβανει το εν και αυτο Πνευμα τας προσηγοριας.
 (≡14__538≡> 2.64 (ξδ΄) Ο νομος το Σαββατον δεδωκεν, Ινα, φησιν, αναπαυσηται το υποζυγιον σου και ο παις σου. Αμφοτερα δε ταυτα δι᾿ αινιγματων το σωμα δηλουσι. Του γαρ πρακτικου νοος υποζυγιον εστι το σωμα, αχθοφορειν βια τοις τροποις των αρετων κατα την πραξιν αναγκαζομενον. Του δε θεωρητικου παις, ως ηδη λογισθεν θεωρημασι, και λογικως ταις γνωστικαις επιταγαις του νοος υπηρετουμενον. (=1153=) Αμφοτεροις δε Σαββατον εστι, των αυτοις ενεργουμενων κατα τε πραξιν και θεωριαν καλων, το περας, την προσφορον εκαστω παρεχον αναπαυσιν.
2.65 (ξε΄) Ο την αρετην μετα της πρεπουσης γνωσεως εξανυων, υποζυγιον εχει το σωμα, λογω ελαυνων προς την των καθηκοντων ενεργειαν· παιδα δε, τον επ᾿ αρετη κατα την πραξιν τροπον· ηγουν αυτον τον καθ᾿ ον η αρετη πεφυκε γινεσθαι τροπον· ωσπερ αργυριω τοις διακριτικοις ωνηθεντα λογισμοις. Σαββατον δε, η κατ᾿ αρετην απαθης και ειρηναια της τε ψυχης και του σωματος καταστασις, ηγουν αναλλοιωτος εξις.
2.66 (ξστ΄) Ο του Θεου λογος, τοις μεν ετι περι τα σωματικα της αρετης ειδη το πλεον εχουσι της φροντιδος, αχυρον γινεται και χορτος· διατρεφων αυτων το παθητικον της ψυχης μερος, προς την των αρετων υπηρεσιαν· τοις ανηγμενοις δε τη θεωρια της αληθους των θειων κατανοησεως, εστιν αρτος διατρεφων αυτων της ψυχης το νοερον προς θεοειδη τελειοτητα. Διο τους πατριαρχας ευρισκομεν επισιτιζομενους εν τη οδω, και εαυτοις αρτους, και τοις ονοις αυτων χορτασματα. Και ο εν τοις Κριταις δε Λευιτης, τω εν Γαβαα ξεναγησαντι αυτον πρεσβυτη φησιν· Εισι και ημιν αρτοι, και τοις ονοις ημων αχυρα· και ουκ εστιν υστερημα τοις παισι σου, παντος τινος.
2.67 (ξζ΄) Ο του Θεου Λογος και δροσος λεγεται και εστιν· και υδωρ και πηγη και ποταμος, ως γεγραπται· κατα την υποκειμενικην δηλονοτι (≡14__540≡> των δεχομενων δυναμιν, ταυτα και ων και γινομενος. Τοις μεν γαρ εστι δροσος, ως της εξωθεν επικειμενης αυτοις περι το σωμα των παθων πυρωσεως τε και ενεργειας, σβεστικος. Τοις δε το βαθος τω ιω της κακιας φρυσσομενοις εστιν υδωρ· ου μονον ως δι᾿ αντιπαθειας του αντικειμενου φθαρτικος, αλλα και ως μεταδοτικος ζωτικης προς το ευ ειναι δυναμεως. Πηγη δε, αενναως εχουσιν αναβλυζουσαν την εξιν της θεωριας, ως σοφιας χορηγος. Ποταμος δε, τοις την ευσεβη και (=1156=) ορθην και σωτηριον ποταμηδον προχεουσι διδασκαλιαν ως ανθρωπους, και κτηνη και θηρια και φυτα δαψιλως ποτιζων· ινα και ανθρωποι θεωθωσι, τοις των λεγομενων υψωθεντες νοημασι· και οι κτηνωθεντες τοις παθεσι, δια της ακριβους των κατ᾿ αρετην τροπων αποδειξεως ανθρωπισθεντες, την φυσικην επαναλαβωσι λογιοτητα· και οι θηριωθεντες ταις πονηραις εξεσι και κακοπραγιαις, δια της προσηνους τε και ευαφους παραινεσεως τιθασσευθεντες, προς την της φυσεως επανελθωσιν ημεροτητα· και οι φυτων δικην αναισθητουντες των αγαθων, δια της εις βαθος του λογου διαβασεως απαλυθεντες, λαβωσιν αισθησιν προς καρπογονιαν, και δυναμιν την αυτους διατρεφουσαν, του λογου ποιοτητα. 
2.68 (ξη΄) Οδος εστιν ο του Θεου Λογος, τοις καλως κατα την πρακτικην,και ευτονως το της αρετης τρεχουσι σταδιον· και μητε δεξια δια κενοδοξιας, μητε αριστερα δια της προς τα παθη ροπης εκκλινουσιν, ευθυνων κατα Θεον τα διαβηματα· οπερ εις τελος μη φυλαξας Ασα ο βασιλευες Ιουδα, λεγεται περι το γηρας αυτου πεπονηκεναι τους ποδας· ως περι τον δρομον του κατα Θεον βιου ασθενησας.
2.69 (ξθ΄) Θυρα λεγεται του Θεου Λογος, ως τους καλως πασαν διηνυκοτας την οδον των αρετων κατα τον αμεπτον δρομον της πραξεως, προς γνωσιν εισαγων· και ως φως, δεικνυς τους πολυφαεις της (≡14__542≡> σοφιας θησαυρους. Ο αυτος γαρ και οδος εστι και θυρα και κλεις και βασιλεια· οδος μεν, ως οδηγος· κλεις δε, ως ανοιγων τοις αξιοις των θειων και ανοιγομενος· θυρα δε, ως εισαγωγευς· βασιλεια δε, ως κληρονομουμενος, και κατα μεθεξιν εν πασι γινομενος.
2.70 (ο΄) Φως ο Κυριος λεγεται, και ζωη και αναστασις και αληθεια. Φως μεν και ως λαμπροτης, ψυχων, και ως αγνοιας σκοτους διωκτης· και ως φωτιζων τον νουν προς κατανοησιν των απορρητων· και δεικνυς, τα μονοις θεατα τοις καθαροις μυστηρια· ζωη δε, ως την πρεπουσαν ψυχαις αγαπωσαις τον Κυριον εν τοις θειοις παρεχομενος κινησιν· αναστασις δε, ως της νεκρας των υλικων προσπαθειας εγειρων τον νουν, φθορας παντοιας καθαρον και νεκροτητος· αληθεια δε, ως εξιν των αγαθων τοις αξιοις δωρουμενος ατρεπτον.
2.71 (οα΄) Ο μεν του Θεου, και Πατρος Θεος Λογος, εκαστη μυστικως ενυπαρχει των οικειων εντολων· ο δε Θεος και Πατηρ, ολος εστιν αχωριστος εν ολω τω οικειω Λογω φυσικως. Ο τοινυν δεχομενος θειαν εντολην και ποιων αυτην, τον εν αυτη του Θεου δεχεται Λογον. Ο δε τον Λογον δια των εντολων δεξαμενος, δι᾿ αυτου τον εν αυτω φυσικως οντα συνεδεξατο Πατερα, και το εν αυτω φυσικως ον συνεδεξατο Πνευμα. (=1157=) Αμην γαρ, φησι, λεγω υμιν, ο λαμβανων ον τινα πεμψω, εμε λαμβανει· ο δε εμε λαμβανων, λαμβανει τον πεμψαντα με. Ο γουν εντολην δεξαμενος και ποιησας αυτην, λαβων εχει μυστικως την αγιαν Τριαδα.
2.72 (οβ΄) Δοξαζει τον Θεον εν εαυτω, ουχ ο λογοις μονον γεραιρων τον Θεον, αλλ᾿ ο δια τον Θεον υπερ αρετης τα των πονων υπομενων παθηματα· και αντιδοξαζεται παρα Θεου, την εν τω Θεω δοξαν, οιον αρετης επαθλον κατα μεθεξιν την της απαθειας κομιζομενος χαριν. Πας γαρ ο δοξαζων τον Θεον εν εαυτω δια των κατα την (≡14__544≡> πρακτικην υπερ αρετης παθηματων, και αυτος εν τω Θεω δοξαζεται, δια της κατα την θεωριαν απαθους των θειων ελλαμψεως. Φησι γαρ ο Κυριος επι το παθος ερχομενος· Νυν εδοξασθη ο Υιος του ανθρωπου, και ο Θεος εδοξασθη εν αυτω. Ει ο Θεος εδοξασθη εν αυτω, και ο Θεος δοξασει αυτον εν εαυτω· και ευθυς δοξασει αυτον. Ως εντευθεν ειναι δηλον, οτι τοις υπερ αρετης παθημασιν, επακολουθουσι τα θεια χαρισματα.
2.73 (ογ΄) Εως τον εν τω ρητω της αγιας Γραφης ποικιλως δια των αινιγματων σεσωματωμενον ορωμεν τον του Θεου Λογον, ουπω τον ασωματον και απλουν και ενιαιον και μονον, ως εν ασωματω και απλω και ενιαιω και μονω Υιω νοητως τεθεαμεθα Πατερα, κατα το, Ο εωρακως εμε εωρακε τον Πατερα. Και· Εγω εν τω Πατρι, και ο Πατηρ εν εμοι. Πολλης ουν χρεια της επιστημης, ωστε διαδυντας προτερον τα περι τον Λογον των ρηματων καλυμματα, ουτω γυμνω τω νοι καθαρον αυτον εφ᾿ εαυτον εστωτα θεασασθαι τον Λογον, τον εν εαυτω σαφως ως εφικτον ανθρωποις τον Πατερα δεικνυντα. Διοπερ αναγκη τον ευσεβως τον Θεον επιζητουντα, μηδενι κρατεισθαι ρητω, ινα μη αντι Θεου, τα περι Θεον λαθη λαβων· τουτεστιν, αντι του Λογου τα ρητα στεργων επισφαλως της Γραφης, του Λογου διαφυγοντος τον νουν εκ των περιβληματων κρατειν δοκουντα τον ασωματον Λογον· κατα γε την Αιγυπτιαν, την μη του Ιωσηφ, αλλα των αυτου επιλαβομενην ιματιων· και τους παλαιους ανθρωπους, οι μονη τη ευπρεπεια των ορωμενων εναπομειναντες, ελαθον τη κτισει λατρευοντες παρα τον κτισαντα.
2.74 (οδ΄) Ο της αγιας Γραφης λογος, κατα μερος τοις (=1160=) υψηλοτεροις νοημασι την των επ᾿ αυτω σωματικως διαπεπλασμενων ρητων εκδυσαμενος συνθεσιν, ως εν φωνη αυρας λεπτης υπαρχων δεικνυται τω διορατικωτερω, νοι· τω δια την ακραν απολειψιν των κατα φυσιν ενεργειων, αισθησιν μονου δυνηθεντι λαβειν, της τον Λογον ποσως (≡14__546≡> μηνυουσης απλοτητος, κατα τον μεγα Ηλιαν τον εν τω σπηλαιω Χωρηβ ταυτης αξιωθεντα της οψεως. Χωρηβ γαρ ερμηνευεται νεωμα οπερ εστιν η εν τω καινω Πνευματι της χαριτος εξις των αρετων. Το δε σπηλαιον, η της σοφιας εστι κατα νουν κρυφιοτης· εν η ο γενομενος, της υπερ αισθησιν μυστικως αισθησεται γνωσεως, εν η λεγεται τυγχανειν ο Θεος. Πας ουν κατα τον μεγαν Ηλιαν ζητων αληθως τον Θεον, ου μονον εν Χωρηβ γενησεται· τουτεστιν, ως πρακτικος εν τη εξει των αρετων· αλλα και εν τω σπηλαιω τω εν Χωρηβ· τουτεστιν, ως θεωρητικος εν τη κρυφιοτητι της σοφιας τη εν μονη τυγχανουση τη εξει των αρετων.
2.75 (οε΄) Οταν ο νους τας επικειμενας αυτω πολλας περι των οντων εκτιναξηται δοξας, τοτε σαφης αυτω της αληθειας ο λογος αναφαινεται, διδους αυτω της οντως γνωσεως τας υποθηκας, και τας πρωην επ᾿ αυτω προληψεις ωσει λεπιδας των οπτικων δυναμεων απωθουμενος, κατα τον θεσπεσιον και μεγαν Αποστολον Παυλον. Λεπιδες γαρ εισιν, ως αληθως, επικειμεναι τω διορατικω της ψυχης, και απειργουσαι την προς τον ακραιφνη της αληθειας λογον, διαβασιν, αι τε προς το ρητον μονον της Γραφης υποληψεις, και των ορωμενων αι κατ᾿ αισθησιν προσπαθεις θεωριαι.
2.76 (οστ΄) Ο μεν θειος Αποστολος Παυλος, την του Λογου γνωσιν, εκ μερους εφη γινωσκειν. Ο δε μεγας ευαγγελιστης Ιωαννης τεθεασθαι λεγει την αυτου δοξαν. Εθεασαμεθα γαρ, φησιν, την δοξαν αυτου, δοξαν ως Μονογενους παρα Πατρος, πληρης χαριτος και αληθειας. Και μηποτε ο μεν αγιος Παυλος την ως Θεου Λογου γνωσιν εκ μερους εφη γινωσκειν. Εκ γαρ των ενεργειων, ποσως μονον γινωσκεται. Η γαρ επ᾿ αυτω κατ᾿ ουσιαν τε και υποστασιν γνωσις, ομοιως πασιν αγγελοις τε και ανθρωποις, καθεστηκεν αβατος, κατ᾿ ουδεν ουδενι γινωσκομενη· Ο δε αγιος Ιωαννης, τελειον ως εν ανθρωποις, τον της ενανθρωπησεως του Λογου μυηθεις (≡14__548≡> λογον, την ως σαρκα Λογον δοξαν εφη τεθεασθαι· τουτεστι, τον λογον, ηγουν τον σκοπον, καθ᾿ ον ο Θεος γεγονεν ανθρωπος, πληρη χαριτος εθεασατο, και αληθειας. Ου γαρ καθ᾿ ο κατ᾿ ουσιαν Θεος, και τω Θεω Πατρι ομοουσιος ο Μονογενης κεχαριτωται, αλλα καθ᾿ ο φυσει κατ᾿ οικονομιαν γεγονεν, ανθρωπος και ημιν ομοουσιος, δι᾿ ημας κεχαριτωται τους χρηζοντας χαριτος· και εκ του πληρωματος αυτου διαπαντος κατα πασαν ημων προκοπην την αναλογουσαν δεχομενους χαριν. Ωστε ο τον λογον (=1161=) τελειον εν εαυτω φυλαξας, αβεβηλον του δι᾿ ημας σαρκωθεντος Θεου Λογου, την πληρη χαριτος και αληθειας κομισεται δοξαν, του δι᾿ ημας εαυτον καθ᾿ ημας δοξασαντος τε και αγιασαντος κατα την αυτου παρουσιαν. Οταν γαρ, φησιν, εκεινος φανερωθη, ομοιοι αυτω εσομεθα.
2.77 (οζ΄) Εως η ψυχη, την απο δυναμεως εις δυναμιν, και απο δοξης εις δοξαν ποιειται μεταβασιν· τουτεστι, την απο αρετης εις αρετην μειζονα προκοπην, και την απο γνωσεως εις γνωσιν υψηλοτεραν αναβασιν, ουκ επαυσατο παροικουσα, κατα το ειρημενον. Πολλα παρωκησεν η ψυχη μου. Πολυ γαρ εστι το διαστημα, και το πληθος των οφειλουσων παρ᾿ αυτης διαβαθηναι γνωσεων, μεχρις ου διελευσεται εν τοπω σκηνης θαυμαστης, εως του οικου του Θεου· εν φωνη αγαλλιασεως και εξομολογησεως, ηχου εορταζοντος· αει φωναις, φωνην, νοεραις, νοεραν προστιθεισα τη προκοπη των θειων θεωρηματων, μετα της κατα νουν επι τοις θεωρηθεισιν αγαλλιασεως, ηγουν χαρας, και της αναλογουσης ευχαριστιας. Τοιαυτας γαρ εορταζουσι παντες, οι το Πνευμα της χαριτος ειληφοτες, εν ταις καρδιαις αυτων κραζων· Αββα, ο Πατηρ.
2.78 (οη΄) Ο της θαυμαστης σκηνης τοπος, και απαθης εστι και απημων εξις των αρετων· καθ᾿ ην ο του Θεου γινομενος Λογος, διαφοροις αρετων καλλεσι κατακοσμει καθαπερ σκηνην την ψυχην. Ο δε οικος του Θεου, η εκ πολλων και διαφορων συγκειμενη θεωρηματων γνωσις εστι· καθ᾿ ην ενδημων τη ψυχη ο Θεος, του της σοφιας (≡14__550≡> κρατηρος εμπιμπλησιν. Η δε φωνη της αγαλλιασεως εστι, το επι τω πλουτω των αρετων της ψυχης σκιρτημα. Η δε της εξομολογησεως, η επι τη δοξη της κατα την σοφιαν ευωχιας εστιν ευχαριστια. Ο δε ηχος, η εξ αμφοιν, αγαλλιασεως φημι και εξομολογησεως, κατα συγκρασιν γινομενη διηνεκης μυστικη δοξολογια.
2.79 (οθ΄) Ο γενναιως καταπαλαισας τα παθη του σωματος, και τοις ακαθαρτοις πνευμασιν ικανως πολεμησας, και της εαυτου κατα ψυχην χωρας εξελασας αυτων τα νοηματα· καρδιαν ευχεσθω καθαραν αυτω δοθηναι, και πνευμα ευθες εν τοις εγκατοις εγκαινισθηναι· τουτεστι, τελειως των μεν φαυλων κενωθηναι λογισμων, των δε θειων εννοιων πληρωθηναι δια της χαριτος· ινα γενηται κοσμος Θεου νοητως λαμπρος τε και μεγας, εξ ηθικων και φυσικων και θεολογικων συνεστως θεωρηματων.
2.80 (π΄) Ο την καρδιαν καθαραν εργασαμενος, ου μονον των υποβεβηκοτων και μετα Θεον γνωσεται τους λογους, αλλα και αυτω ποσως μετα την των ολων διαβασιν, ενορα· οπερ εστιν ακροτατον τελος των αγαθων· εν η γενομενος ο Θεος, αξιοι τα ιδια γραμματα δια του πνευματος εγχαραττειν, καθαπερ τισι (=1164=) πλαξι Μωσαϊκαις· τοσουτον, οσον εαυτην δια πραξεως επιδεδωκε και θεωριας, κατα την το, Αυξανου, μυστικως κελευουσαν εντολην.
2.81 (πα΄) Καρδια καθαρα ταχα εκεινη λεγεται, η μηδεμιαν εχουσα φυσικην καθ᾿ οιονδηποτε τροπον, προς οτιουν κινησιν· εν η καθαπερ πτυχιω καλως λειανθεντι δια την ακραν απλοτητα γινομενος ο Θεος, τους ιδιους νομους εγγραφει.
2.82 (πβ΄) Καρδια εστι καθαρα, η πανταπασιν ανειδεον τω Θεω και αμορφωτον παραστησασα την μνημην· και μονοις τοις αυτου ετοιμον ενσημανθηναι τυποις, δι᾿ ων εμφανης πεφυκε γινεσθαι.
 (≡14__552≡> 2.83 (πγ΄) Ο του Χριστου νους, ον λαμβανουσιν οι αγιοι, κατα τον φαμενον· Ημεις δε νουν Χριστου εχομεν, ου κατα στερησιν της εν ημιν νοερας δυναμεως επιγινεται· ουδε ως συμπληρωτικος του ημετερου νοος, ουδ᾿ ως μεταβαινων ουσιωδως καθ᾿ υποστασιν εις τον ημετερον νουν· αλλ᾿ ως τη οικεια ποιοτητι την του ημετερου νοος λαμπρυνων δυναμιν, και προς την αυτην αυτω φερων ενεργειαν. Νουν γαρ εχειν Χριστου εγωγε φημι, τον κατ᾿ αυτον νοουντα, και δια παντων αυτον νοουντα.
2.84 (πδ΄) Σωμα Χριστου ειναι λεγομεθα, κατα το, Ημεις δε σωμα Χριστου εσμεν, και μελη εκ μερους· ου κατα στερησιν των ημετερων σωματων, εκεινου το σωμα γινομενοι· ουδ᾿ αυ παλιν εκεινου καθ᾿ υποστασιν εις ημας μεταβαινοντος, η μεληδον διατεμνομενου· αλλα τω καθ᾿ ομοιοτητα της του Κυριου σαρκος, την φθοραν αποσειεσθαι της αμαρτιας. Ως γαρ ο Χριστος κατα φυσιν σαρκι τε και ψυχη καθ᾿ ο νοειται ανθρωπος αναμαρτητος ην, ουτω και ημεις οι πεπιστευκοτες αυτω, και δια Πνευματος αυτον ενδυσαμενοι, κατα προαιρεσιν εν αυτω χωρις αμαρτιας ειναι δυναμεθα.
2.85 (πε΄) Εισι παρα τη Γραφη και χρονικοι αιωνες και αλλων αιωνων συντελειαν περιεχοντες, κατα το, Νυνι δε απαξ επι συντελεια των αιωνων, και τα εξης. Και ετεροι παλιν χρονικης ελευθεροι φυσεως αιωνες, μετα τον ενεστωτα τουτον χρονον, αιωνα, τον επι συντελεια των αιωνων, κατα το, Ινα ενδειξηται εν τοις αιωσι τοις επερχομενοις τον υπερβαλλοντα πλουτον, και τα εξης. Ευρισκομεν δε παρα τη Γραφη και πληθος αιωνων, παρελθοντων τε και ενεστωτων και μελλοντων· και αιωνας αιωνων ειναι τινας αιωνας, και αιωνος αιωνα, και χρονους αιωνιους, και γενεας συνημμενας αιωσι. Και ινα μη νυν, τι μεν δια των χρονικων αιωνων, τι δε δια των αιωνιων χρονων και (=1165=) γενεων βουλεται δηλουν ο λογος, λεγοντες· (≡14__554≡> τινες δε παλιν απλως οι αιωνες των αιωνων, τις τε ο απλους αιων, και ο αιων του αιωνος, πολυν παρα την υποθεσιν εκτεινωμεν λογον, τα περι τουτων τοις φιλομαθεσι σκοπειν εασαντες, προς τον σκοπον δι᾿ ον ταυτα προηγαγομεν, επανελθωμεν.
2.86 (πστ΄) Οιδαμεν τι κατα την Γραφην υπεραιωνιον· οπερ οτι μεν εστιν, εσημανε· τι δε τουτο εστιν, ουκ ωνομασε, κατα το, Κυριος βασιλευων τον αιωνα, και επ᾿ αιωνα και ετι. Ουκουν εστι τι πραγμα υπερ αιωνας, η ακραιφνης του Θεου βασιλεια. Ου γαρ δη θεμις ειπειν ηρχθαι, η φθανεσθαι υπο αιωνων η χρονων την του Θεου βασιλειαν. Ταυτην δε πιστευομεν ειναι των σωζομενων κληρονομιαν, και μονην, και τοπον, καθως ο αληθης παραδιδωσι λογος· ως τελος των δι' εφεσεως προς το εσχατον ορεκτον κινουμενων· εν ω γινομενοι, πασης της οποιασουν δεχονται παυλαν κινησεως· ως μηκετι χρονου τινος οντος αυτων η αιωνος του διαβαθηναι οφειλοντος, οια δη μετα παντα καταντησασιν εις τον Θεον· τον προ παντων οντα των αιωνων, και ον φθανειν αιωνων φυσις ου πεφυκεν.
2.87 (πζ΄) Εφ᾿ οσον χρονον τις εστιν εν τη ζωη ταυτη, καν τελειος εστι κατα την ενθαδε καταστασιν, και πραξει και θεωρια, την εκ μερους εχει και γνωσιν και προφητειαν και αρραβωνα Πνευματος αγιου· αλλ᾿ ουκ αυτο το πληρωμα· ελευσομενος ποτε μετα την των αιωνων περαιωσιν εις την τελειαν ληξιν, την προσωπον προς προσωπον τοις αξιοις δεικνυσαν αυτην εφ᾿ εαυτης εστωσαν την αληθειαν· ως μηκετι εκ του πληρωματος μερος εχειν, αλλ᾿ αυτο το πληρωμα της χαριτος κατα μεθεξιν ολον κομιζεσθαι. Καταντησεσθαι γαρ, φησιν ο Αποστολος, παντας (δηλονοτι τους σωζομενους) εις ανδρα τελειον, εις μετρον ηλικιας του πληρωματος του Χριστου· εν ω εισιν οι θησαυροι της σοφιας και της γνωσεως αποκρυφοι· ης φαινομενης, το εκ μερους καταργηθησεται.
 (≡14__556≡> 2.88 (πη΄) Ζητουσι τινες, πως εσται των αξιουμενων της εν τη βασιλεια του Θεου τελειοτητος η καταστασιν· ποτερον κατα προκοπην και μεταβασιν, η κατα την εν στασει ταυτοτητα· πως τε τα σωματα και τας ψυχας ειναι χρεων υπολαμβανειν. Προς δη τουτο στοχαστικως ερει τις, οτι καθαπερ επι της σωματικης ζωης διττος εστιν ο της τροφης λογος· ο μεν προς αυξησιν, ο δε προς συντηρησιν των τρεφομενων· μεχρις ου φθασωμεν το τελειον της σωματικης ηλικιας, τρεφομεθα προς αυξησιν· επειδαν δε το σωμα στη της εις μεγεθος επιδοσεως, ουκετι τρεφεται προς αυξησιν, αλλα προς συντηρησιν. Ουτως και επι της ψυχης διττος ο της τροφης λογος. Τρεφεται γαρ προκοπτουσα ταις αρεταις και (=1168=) τοις θεωρημασι, μεχρις ου διαβασα τα οντα παντα φθαση το μετρον της ηλικιας του πληρωματος του Χριστου· εν ω γινομενη, πασης της προς επιδοσιν τε και αυξησιν δια των μεσων ισταται προκοπης· αμεσως τρεφομενη το υπερ νοησιν· και δια τουτο τυχον υπερ αυξησιν· της αφθαρτου τροφης ειδος, προς συντηρησιν της δοθεισης αυτη θεοειδους τελειοτητος, και εκφανσιν των της τροφης εκεινης απειρων αγλαϊων, καθ᾿ ην το αει ευ ωσαυτως ειναι ενδημησαν αυτη δεχομενη, γινεται θεος τη μεθεξει της θεϊκης χαριτος, πασων των κατα νουν και αισθησιν ενεργειων, αυτη τε παυσαμενη, και εαυτη τας του σωματος συναπαυσασα φυσικας ενεργειας, συνθεωθεντος αυτη κατα την αναλογουσαν αυτω μεθεξιν της θεωσεως. Ωστε μονον τον Θεον δια τε της ψυχης και του σωματος φαινεσθαι, νικηθεντων αυτων τη υπερβολη της δοξης, των φυσικων γνωρισματων.
2.89 (πθ΄). Ζητουσι τινες των φιλομαθων, κατα ποιον εσται τροπον η των αιωνιων μονων τε και επαγγελιων διαφορα· ποτερον καθ᾿ υποστασιν τοπικην, η κατ᾿ επινοιαν της ιδιαζουσης καθ᾿ εκαστην μορφην πνευματικης ποιοτητος τε και ποσοτητος. Και τοις μεν δοκει το (≡14__558≡> πρωτον· τοις δε, το δευτερον· ο δε γνους, τι το, Η βασιλεια του Θεου εντος υμων εστι, και τι το, Πολλαι μοναι παρα τω Πατρι, του δευτερου μαλλον γενησεται.
2.90 (ƒ΄) Ζητουσι τινες, ποιαν διαφοραν εχει προς την του Θεου βασιλειαν η των ουρανων βασιλεια· ποτερον καθ᾿ υποστασιν διαφερουσιν αλληλων, η κατ᾿ επινοιαν. Προς ους ρητεον, οτι διαφερουσι μεν· ου καθ᾿ υποστασιν δε. Μια γαρ καθ᾿ υποστασιν αμφω· αλλα κατ᾿ επινοιαν· η μεν γαρ βασιλεια των ουρανων, της των οντων ακραιφνους κατα τους εαυτων λογους εν τω Θεω προαιωνιου γνωσεως εστι καταληψις· η δε του Θεου βασιλεια, των προσοντων τω Θεω φυσικως αγαθων κατα χαριν εστι μεταδοσις· και η μεν κατα το τελος των οντων, η δε κατ᾿ επινοιαν μετα το τελος των οντων εστι.
2.91 (ƒα΄) Το, Ηγγικεν η βασιλεια των ουρανων, ουκ εστιν, ως οιμαι, χρονικης συστολης· Ου γαρ ερχεται μετα παρατηρησεως· ουτε ερουσιν· Ιδου ωδε, ιδου εκει· αλλα της προς αυτων των αξιων (=1169=) αυτης κατα διαθεσιν σχεσεως εστιν· Η γαρ βασιλεια του Θεου, φησιν, εντος υμων εστιν.
2.92 (ƒβ΄) Η του Θεου και Πατρος βασιλεια, δυναμει μεν εν πασι εστιν τοις πιστευουσιν· ενεργεια δε εν τοις αποθεμενοις διολου διαθεσεως πασαν την κατα φυσιν ψυχης τε και σωματος ζωην, και μονην κτησαμενοις την του πνευματος, και δυναμενοις λεγειν· Ζω δε, ουκετι εγω, ζη δε εν εμοι Χριστος.
2.93 (ƒγ΄) Την βασιλειαν των ουρανων ειναι τινες λεγουσι, την εν ουρανοις των αξιων διαγωγην· ετεροι δε, την ομοιαν τοις αγγελοις των σωζομενων καταστασιν· αλλοι δε, το ειδος αυτο της θεϊκης ωραιοτητος των φορεσαντων την εικονα του Επουρανιου. Συναδουσι δε (≡14__560≡> τη αληθεια, κατα το εμοι δοκουν, και αι τρεις περι τουτου δοξαι. Πασι γαρ κατα την αναλογιαν της εν αυτοις κατα ποιον τε και ποσον δικαιοσυνης, η μελλουσα διδοται χαρις.
2.94 (ƒδ΄) Εως οτου κατα την πρακτικην φιλοσοφιαν, ανδρικως τους θειους διεξερχεται τις αγωνας· τον δια των εντολων εξελθοντα παρα του Πατρος εις τον κοσμον, παρ᾿ εαυτω κατεχει Λογον. Επειδαν δε των κατα την πραξιν προς τα παθη παλαισματων αφιεμενος, ως νικητης παθων και δαιμονων αποφανθεις, προς την δια θεωριας γνωστικην μετελθη φιλοσοφιαν, συγχωρει τω Λογω μυστικως αφειναι παλιν τον κοσμον, και πορευθηναι προς τον Πατερα. Διο φησιν ο Κυριος τοις μαθηταις, οτι Υμεις εμε πεφιληκατε, και πεπιστευκατε οτι εγω παρα του Θεου εξηλθον. Εξηλθον παρα του Πατρος, και εληλυθα εις τον κοσμον· παλιν αφιημι τον κοσμον, και πορευομαι προς τον Πατερα· κοσμον ειπων τυχον, την κατα την πραξιν των αρετων επιπονον εργασιαν· Πατερα δε, την κατα νουν υπερκοσμιον και παντος ελευθεραν υλικου φρονηματος καταστασιν· καθ᾿ ην εν ημιν ο του Θεου γινεται Λογος, της προς τα παθη και τους δαιμονας μαχης παυομενος.
2.95 (ƒε΄) Ο δυνηθεις νεκρωσαι δια πραξεως τα μελη τα επι της γης, και νικησαι δια του Λογου των εντολων τον εν αυτω των παθων κοσμον, ουδεμιαν εξει λοιπον θλιψιν· τον κοσμον εασας ηδη, και εν Χριστω γεγενημενος, τω τον κοσμον νικησαντι των παθων, και πασης ειρηνης χορηγω. Ο γαρ την προσπαθειαν των υλικων μη αφεις, δια παντος θλιψιν εξει· τοις κατα φυσιν αλλοιουμενοις την γνωμην συναλλοιουμενος. Ο δε γενομενος εν Χριστω, κατ᾿ ουδενα λογον αισθησεται της οιασουν υλικης μεταπτωσεως. Διο φησιν ο Κυριος· Ταυτα λελαληκα υμιν, ινα εν εμοι ειρηνην εχητε. Εν τω κοσμω θλιψιν εξετε· αλλα θαρσειτε, εγω νενικηκα τον κοσμον. Τουτεστιν, Εν εμοι τω Λογω της αρετης, ειρηνην εχετε· απηλλαγμενοι (≡14__562≡> της των υλικων παθων τε και πραγματων στροβωσεως τε και ταραχης· εν δε τω κοσμω, τουτεστι εν τη προσπαθεια των υλικων, θλιψιν, δια την αυτων αλλεπαληλον μεταπτωσιν. (=1172=) Θλιψιν γαρ εχουσι αμφοτεροι, και ο πραττων την αρετην, δια τον αυτη συνημμενον πονον· και ο τον κοσμον αγαπων, δια την των υλικων αποτυχιαν· αλλ᾿ ο μεν, θλιψιν σωτηριον· ο δε, φθαρτικην και ολεθριον. Αμφοτερων δε εστιν ο Κυριος ανεσις· του μεν, καταπαυων εν εαυτω κατα την θεωριαν δι᾿ απαθειας τους πονους των αρετων· του δε, την προς τα φθειρομενα σχετικην προσπαθειαν δια της μετανοιας αφαιρουμενος.
2.96 (ƒστ΄) Η εν τω τιτλω προγραφη της του Σωτηρος αιτιας, πρακτικης και φυσικης και θεολογικης φιλοσοφιας οντα Βασιλεα τον σταυρωθεντα σαφως και Κυριον εδειξε. Ρωμαϊστι γαρ, και Ελληνιστι, και Εβραϊστι φησιν αναγεγραφθαι το λογιον. Νοω δε, δια μεν του Ρωμαϊστι, την πρακτικην· ως της Ρωμαιων βασιλειας κατα τον Δανιηλ ορισθεισης ειναι πασων ανδρικωτερας των επι γης βασιλειων· πρακτικης δε ιδιον, ειπερ τι αλλο, η ανδρεια. Δια δε του Ελληνιστι, την φυσικην θεωριαν· ως μαλλον του Ελληλων εθνους παρα τους λοιπους ανθρωπους, τη φυσικη σχολασαντος φιλοσοφια. Δια δε του Εβραϊστι, την θεολογικην μυσταγωγιαν· ως του εθνους τουτου προδηλως ανεκαθεν τω Θεω τους πατερας ανατεθεντος.
2.97 (ƒζ΄) Δει μη μονον ημας ειναι παθων σωματικων φονευτας, αλλα και των κατα ψυχην εμπαθων λογισμων ολετηρας, κατα τον λεγοντα αγιον· Εις τας πρωιας απεκτενον παντας τους αμαρτωλους της γης· του εξολοθρευσαι εκ πολεως Κυριου παντας τους εργαζομενους την ανομιαν· τουτεστι, τα του σωματος παθη, και της ψυχης τους ανομουντας λογισμους.
 (≡14__564≡> 2.98 (ƒη΄) Ο την οδον των αρετων χωρις της εφ᾿ εκατερα ροπης μετ᾿ ευσεβους και ορθης γνωσεως συντηρησας αλωβητον, εισεται την γινομενην προς αυτον του Θεου δια της απαθειας παρουσιαν. Ψαλω γαρ, και συνησω εν οδω αμωμω, ποτε ηξεις προς με. Ο γαρ ψαλμος την εναρετον πραξιν δηλοι· η δε συνεσις, την επ᾿ αρετη γνωστικην επιστημην· καθ᾿ ην της θειας αισθανεται παρουσιας, ο δι᾿ αγρυπνιας των αρετων προσδεχομενος τον Κυριον αυτου.
2.99 (ƒθ΄) Ου δει τον εισαγομενον εις ευσεβειαν, δια μονης αγεσθαι χρηστοτητος προς την πραξιν των εντολων, αλλα μην και τη μνημη των θειων δικαιωματων, δι᾿ αποτομιας συχνοτερον αυτον αγωνισασθαι· εφ᾿ ω μη μονον ποθω των θειων εραν, αλλα και φοβω της κακιας απεχεσθαι· Ελεον γαρ και κρισιν ασομαι σοι, Κυριε· ινα και αυδη τω Θεω κατα ποθον τερπομενος, και ευτονη προς το ασμα, τω φοβω στομουμενος.
2.100 (ρ΄) Ο δι᾿ αρετης και γνωσεως αρμοσαμενος το σωμα προς την ψυχην, γεγονε κιθαρα Θεου και αυλος και ναος. Κιθαρα μεν, ως καλως φυλαξας την των αρετων αρμονιαν· αυλος δε, ως δια των θειων θεωρηματων εισδεχομενος την του Πνευματος εμπνευσιν· ναος δε, ως δια την κατα νουν καθαροτητα, του Λογου γεγονως κατοικητηριον.
 
footer
  • Σάββατο 18 Νοεμβρίου

    Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 85 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ