ploigisi h3
bottom_neo.jpg
ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *
 
   5ος Τομος - 14 Δ
 
ΠΕΡΙ ΔΙΑΦΟΡΩΝ ΑΠΟΡΙΩΝ 
ΤΩΝ ΑΓΙΩΝ ΔΙΟΝΥΣΙΟΥ ΚΑΙ ΓΡΗΓΟΡΙΟΥ
 
ΠΡΟΣ ΘΩΜΑΝ ΤΟΝ ΗΓΙΑΣΜΕΝΟΝ 
ΠΡΟΛΟΓΟΣ 
 
 (≡14Δ_012≡> (=1032=)
Τω ηγιασμενω δουλω του Θεου, Πατρι πνευματικω και διδασκαλω κυριω Θωμα, Μαξιμος ταπεινος και αμαρτωλος, αναξιος δουλος και μαθητης. 
 
Απλανους θεωριας εξ εμμελους περι τα θεια σπουδης εξιν λαβων αναλλοιωτον, ουχ απλως σοφιας, αλλα του καλλους αυτης, Θεω λιαν ηγαπημενε, γεγονας εραστης σωφρονεστατος. Σοφιας δε καλλος εστι γνωσις εμπρακτος, η πραξις ενσοφος, ων εστι χαρακτηρ ως δι᾿ αμφοιν συμπληρουμενος, ο της θειας προνοιας και κρισεως λογος. Καθ᾿ ον αισθησει τον νουν συμπλεξας δια του Πνευματος, εδειξας ως αληθως πως ο Θεος κατ᾿ εικονα Θεου ποιειν πεφυκε τον ανθρωπον, τον τε πλουτον της αγαθοτητος κατεστησας γνωριμον, πολυτελως τη καλη μιξει των εναντιων εν σεαυτω δεικνυς τον Θεον ταις αρεταις σωματουμενον, ου τω υψει συμμετρησας μιμησει την κενωσιν εως εμου κατελθειν ουκ απηξιωσας, εκεινα ζητων ων πεπονθως εχει την ειδησιν. Εισι δε Διονυσιου και Γρηγοριου κεφαλαια των αγιων εκεινων υπερευφημων τε (=1033=) και μακαριων ανδρων, της οντως εκλογης των ανεκαθεν κατα προθεσιν των αιωνων τω Θεω προσθεμενων, των πασαν ως αληθως την εφικτην τοις αγιοις χυσιν της σοφιας εισδεξαμενων, και τη (≡14Δ_014≡> αποθεσει της κατα φυσιν ζωης ψυχης ουσιαν πεποιημενων, και δια τουτο ζωντα μονωτατον τον Χριστον εσχηκοτων, και το δη μειζον ειπειν, ψυχην αυτοις της ψυχης γεγενημενον και δια παντων εργων τε και λογων και νοηματων πασιν εμφανιζομενον ως εντευθεν εκεινων μεν ουκ ειναι πεπεισθαι τα προτεθεντα, Χριστου δε κατα χαριν αυτοις εαυτον υπαλλαξαντος. 
Αλλα πως ειπω Κυριον Ιησουν, μηπω Πνευμα λαβων αγιοτητος; Πως λαλησω τας δυναστειας του Κυριου, ο μογιλαλος, και τον νουν τη σχεσει προσηλωσας των φθειρομενων; Πως ακουστας ποιησω καν τινας αινεσεις αυτου, ο κωφος, και το της ψυχης ακουστικον δια την προς τα παθη φιλιαν εχων παντελως απεστραμμενον του Λογου την μακαριαν φωνην; Πως εμφανης ο Λογος γενησεται μοι, τω ηττημενω τω κοσμω, νικαν τον κοσμον, αλλ' ουκ εμφανιζεσθαι τω κοσμω πεφυκως, ειπερ φιλυλω διαθεσει κατα φυσιν εστιν ανεπιγνωστος; Πως ου τολμηρον, τοις αγιοις τον εναγη, και τοις καθαροις εγχειρειν τον ακαθαρτον; Διο παρητησαμην αν την επι τοις κεκελευσμενοις εγχειρησιν, τον της προπετειας ψογον φοβουμενος, ει μη πλεον εδεδοικειν της απειθειας τον κινδυνον. Δυοιν ουν τουτων μεσος ληφθεις της προπετειας αιρουμαι μαλλον ψογον ως ανεκτοτερον, φευγων ως ασυγγνωστον της απειθειας τον κινδυνον. Και τη μεσιτεια των αγιων και βοηθεια των υμετερων ευχων, Χριστου του μεγαλου Θεου και Σωτηρος ημων χορηγουντος το νοειν ευσεβως και λεγειν δεοντως, περι εκαστου κεφαλαιου την αποκρισιν ως οιον τε ποιησομαι συντομον [προς διδασκαλον ο λογος μικροις ποριζεσθαι μεγαλα δυναμενον], αρχομενος απο Γρηγοριου του θεοφρονος, ως μαλλον ημιν οντος τω χρονω προσεχεστερου.
 
Α' ΤΟΥ ΑΓ. ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛ., ΕΚ ΤΟΥ ΠΕΡΙ ΥΙΟΥ, "ΔΙΑ ΤΟΥΤΟ ΜΟΝΑΣ ..».
(≡14Δ_016≡> Του αγιου Γρηγοριου του Θεολογου, εκ του περι Υιου πρωτου λογου εις το· «Δια τουτο μονας απ᾿ αρχης εις δυαδα κινηθεισα μεχρι Τριαδος εστη». Και παλιν του αυτου εκ του δευτερου (=1036=) Ειρηνικου εις το· «Μοναδος μεν κινηθεισης, δια το πλουσιον, δυαδος δε υπερβαθεισης· υπερ γαρ την υλην και το ειδος, εξ ων τα σωματα, Τριαδος δε ορισθεισης, δια το τελειον».
 
Ει μεν την δοκουσαν ειναι διαφωνιαν, δουλε Θεου, σκοπησας την αληθη συμφωνιαν ηπορησας, ουκ εστι κατ᾿ εννοιαν τουτων των φωνων ενικωτεραν ευρειν. Ταυτον γαρ εστιν υπερβαθηναι δυαδα και μη στηναι μεχρι δυαδος, και παλιν ορισθηναι Τριαδα και μεχρι Τριαδος στηναι της μοναδος την κινησιν, ειπερ μοναρχιαν πρεσβευομεν ουκ αφιλοτιμον, ως ενι προσωπω περιγεγραμμενην, η παλιν ατακτον, ως εις απειρον χεομενην, αλλ᾿ ην ομοτιμος φυσει Τριας Πατηρ και Υιος και Πνευμα συνιστησιν αγιον, ων πλουτος η συμφυια και το εν εξαλμα της λαμπροτητος, ουτε υπερ ταυτα της θεοτητος χεομενης, ινα μη δημον θεων εισαγαγωμεν, ουτε εντος τουτων οριζομενης, ινα μη πενιαν θεοτητος κατακριθωμεν. Ουκ εστιν ουν αιτιολογια τουτο της υπερουσιου των οντων αιτιας, αλλ᾿ ευσεβους περι αυτης δοξης αποδειξις, ειπερ μονας, αλλ᾿ ου δυας, και Τριας, αλλ᾿ ου πληθος, η θεοτης, ως αναρχος, ασωματος τε και αστασιαστος.
Μονας γαρ αληθως η μονας· ου γαρ εστιν αρχη των μετ᾿ αυτην, κατα διαστολης συστολην, ινα χεθη φυσικως εις πληθος οδευουσα, αλλ᾿ ενυποστατος οντοτης ομοουσιου Τριαδος. Και Τριας αληθως η Τριας, ουκ αριθμω λυομενω συμπληρουμενη (ου γαρ εστι μοναδων συνθεσις, ινα παθη διαιρεσιν) , αλλ᾿ ενουσιος υπαρξις τρισυποστατου μοναδος. Μονας γαρ αληθως η (≡14Δ_018≡> Τριας, οτι ουτως εστι, και Τριας αληθως η μονας, οτι ουτως υφεστηκεν· επειδη και μια θεοτης ουσα τε μοναδικως, και υφισταμενη τριαδικως. Ει δε κινησιν ακουσας εθαυμασας πως υπεραπειρος κινειται θεοτης, ημων, ουκ εκεινης το παθος, πρωτον τον του ειναι λογον αυτης ελλαμπομενων, και ουτω τον του πως αυτην υφεσταναι τροπον φωτιζομενων, ειπερ το ειναι του πως ειναι παντως προεπινοειται. Κινησις ουν θεοτητος η δι᾿ εκφανσεως γινομενη περι τε του ειναι αυτην και του πως αυτην υφεσταναι τοις αυτης δεκτικοις καθεστηκε γνωσις.
 
Β' ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΟΥ ΠΡΩΤΟΥ ΛΟΓΟΥ, "ΤΑ ΜΕΝ ΥΨΗΛΟΤΕΡΑ ΠΡΟΣΑΓΕ ΤΗ ΘΕΟΤΗΤΙ ..».
Του αυτου εκ του αυτου πρωτου λογου εις το· «Ενι δε κεφαλαιω, τα μεν υψηλοτερα προσαγε τη θεοτητι και τη κρειττονι φυσει (=1037=) παθων και σωματος, τα δε ταπεινοτερα τω συνθετω και δια σε κενωθεντι και σαρκωθεντι, ουδεν δε χειρον ειπειν και ανθρωπισθεντι».
 
Ο του Θεου Λογος ολος ουσια πληρης υπαρχων, Θεος γαρ, και υποστασις ολος ανελλιπης, Υιος γαρ, κενωθεις μεν σπορα γεγονε της οικειας σαρκος, αρρητω δε συλληψει συντεθεις αυτης υποστασις γεγονε της προσληφθεισης σαρκος. Και τουτω τω καινω μυστηριω κατ᾿ αληθειαν ατρεπτως ολος γενομενος ανθρωπος, δυο φυσεων ακτιστου τε και κτιστης, απαθους τε και παθητης, ο αυτος υποστασις ην, παντας ανελλιπως τους φυσικους, ων υποστασις, ην λογους επιδεχομενος. Ει δε παντας ουσιωδως ων υποστασις ην τους φυσικους επεδεχετο λογους, αυτω συνθετω γενομενω τη προσληψει της σαρκος κατα την υποστασιν πανυ σοφως ο διδασκαλος, ινα μη ψιλα νομισθη, τα της οικειας σαρκος παθη προσενειμεν, αυτου τε της (≡14Δ_020≡> σαρκος υπαρχουσης και κατ᾿ αυτην αληθως οντι Θεω παθητω κατα της αμαρτιας.
Ουσιας τοινυν, καθ᾿ ην και σαρκωθεις απλους ο Λογος μεμενηκε, και υποστασεως, καθ᾿ ην προσληψει σαρκος γεγονε συνθετος, και Θεος παθητος οικονομικως εχρηματισε, δεικνυς την διαφοραν ο διδασκαλος ταυτα φησιν· " Ινα μη τα της υποστασεως κατηγορουντες εξ αγνοιας της φυσεως λαθωμεν κατα τους Αρειανους Θεω φυσει παθητω προσκυνουντες». - " Ουδεν δε χειρον ειπειν και ανθρωπισθεντι», προσεθηκεν, ου μονον δια τους Αρειανους αντι ψυχης την θεοτητα, και τους Απολιναριστας ανουν την ψυχη δογματιζοντας, και τουτω τω τροπω το τελειον της καθ᾿ ημας του Λογου περιτεμνοντας φυσεως, και φυσει θεοτητος παθητον αυτον ποιουμενου, αλλ᾿ ινα και δειχθη τελειος ημιν γεγονως κατα αληθειαν ανθρωπος ο μονογενης Θεος, ως δι᾿ ενεργους φυσει σαρκος νοερως τε και λογικως εψυχωμενης, αυτουργων την ημων σωτηριαν, ειπερ κατα παντα χωρις μονης αμαρτιας, ης ουδεις τη φυσει παντελως ενεσπαρται λογος, αλλ᾿ ου χωρις φυσικης ενεργειας, αληθως γεγονεν ανθρωπος, ης ο λογος, ορος της ουσιας εστι, παντας χαρακτηριζων φυσικως οις κατ᾿ ουσιαν εμπεφυκε. Το γαρ κοινως τε και γενικως τινων κατηγορουμενον ορος της αυτων ουσιας εστιν, ου παντως η στερησις φθοραν εργαζεται φυσεως, ειπερ ουδεν των οντων του φυσει πεφυκοτος στερουμενον οπερ ην μενει σωζομενον.
 
Γ' ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΥ, "ΟΥΤΟΣ ΓΑΡ Ο ΝΥΝ ΣΟΙ ΚΑΤΑΦΡΟΝΟΥΜΕΝΟΣ ..».
Του αυτου εκ του αυτου λογου εις το· " Ουτος γαρ ο νυν σοι καταφρονουμενος ην οτε και υπερ σε ην· ο νυν ανθρωπος και ασυνθετος ην· (=1040=) ο μεν ην, διεμεινεν, ο δε ουκ ην, προσελαβεν· εν αρχη ην αναιτιως (τις γαρ αιτια Θεου;)· αλλα και (≡14Δ_022≡> υστερον γεγονε δι᾿ αιτιαν· η δε ην το σε σωθηναι τον υβριστην, ος δια τουτο περιφρονεις θεοτητα οτι την σην παχυτητα κατεδεξατο, δια μεσου νοος ομιλησας σαρκι και γενομενος ανθρωπος ο κατω Θεος, επειδη συνακεκραθη Θεω και γεγονεν εις, του κρειττονος εκνικησαντος, ινα γενωμαι τοσουτον Θεος οσον εκεινος ανθρωπος. " 
 
Ουτος γαρ ο νυν σοι καταφρονουμενος, φησιν, ην οτε και υπερ σε ην, παντος αιωνος δηλονοτι και πασης δι᾿ εαυτον υπαρχων επεκεινα φυσεως, καν υπ᾿ αμφω νυν δια σε γεγενηται θελων. Ο νυν ανθρωπος και ασυνθετος ην, την τε φυσιν απλους και την υποστασιν, ατε δη μονον Θεος, γυμνος σωματος και των οσα σωματος, καν νυν προσληψει σαρκος ψυχην εχουσης νοεραν, οπερ ουκ ην γεγονε, την υποστασιν συνθετος, διαμεινας οπερ ην, την φυσιν απλους, ινα σε σωση τον ανθρωπον. Ταυτην γαρ της σαρκικης αυτου μονην αιτιαν εσχε γεννησεως, την σωτηριαν της φυσεως, ης υπελθων, καθαπερ τι παχος, το παθητον δια μεσου νοος ωμιλησε σαρκι, γενομενος ανθρωπος ο κατω Θεος, παντα υπερ παντων γενομενος οσα ημεις, πλην της αμαρτιας, σωμα, ψυχη, νους, δι᾿ οσων ο θανατος, το κοινον εκ τουτων, ανθρωπος, Θεος ορωμενος δια το νοουμενον.
Αυτος ουν διχα τροπης κυριως προς το καθ᾿ ημας φυσει παθητον κενωθεις ο Λογος, και υπο την φυσικην αληθως δια σαρκωσεως γενομενος αισθησιν, Θεος ορατος και κατω Θεος προσηγορευθη, δια σαρκος φυσει παθητης την υπεραπειρον εμφανη ποιησαμενος δυναμιν, επειδη συνανεκραθη Θεω προδηλως η σαρξ και γεγονεν εις, του κρειττονος εκνικησαντος, υποστατικη ταυτοτητι κυριως αυτην του προσλαβοντος Λογου θεωσαντος. Εις δε γεγονεν, αλλ᾿ ουχ εν, ο διδασκαλος ειπεν, δεικνυς (≡14Δ_024≡> οτι καν τη ταυτοτητι της μιας υποστασεως μεμενηκεν η φυσικη των ηνωμενων ετεροτης ασυγχυτος· ειπερ το μεν υποστασεως, το δε φυσεως υπαρχει δηλωτικον. Το γαρ, " Ινα γενωμαι τοσουτον θεος οσον εκεινος ανθρωπος», ουκ εμον λεγειν, του ρυπωθεντος τη αμαρτια και τελειως της οντως ουσης ανορεκτουντος ζωης, αλλ᾿ υμων, των αποληψει τελεια της φυσεως εκ μονης γνωριζομενων της χαριτος, και μελλοντων εκ της κατ᾿ αυτην τοσουτον διαδειχθηναι δυναμεως οσον ο φυσει Θεος της ημων σαρκωθεις ασθενειας μετειληφεν, αντιμετρουμενης, ως οιδεν αυτος, τη αυτου κενωσει, της των χαριτι σωζομενων θεωσεως, ολων θεοειδων και ολου Θεου χωρητικων, και μονου γενησομενων. Τουτο γαρ η τελειωσις προς ην σπευδουσιν οι ταυτην αληθως εσεσθαι την επαγγελιαν πιστευσαντες.
 
Δ' ΤΟΥ ΑΥΤΟΥ ... "ΩΣ ΜΕΝ ΓΑΡ ΛΟΓΟΣ, ΟΥΤΕ ΥΠΗΚΟΟΣ ΗΝ ..».
(=1041=) Του αυτου εκ του δευτερου περι Υιου Λογου, εις το· " Ως μεν γαρ Λογος, ουτε υπηκοος ην, ουτε ανηκοος· των γαρ υπο χειρα ταυτα και των δευτερων· το μεν των ευγνωμονεστερων, το δε των αξιων κολασεως. Ως δε δουλου μορφη, συγκαταβαινει τοις ομοδουλοις και δουλοις, και μορφουται το αλλοτριον, ολον εν εαυτω φερων μετα των εμων, ινα εν εαυτω δαπανηση το χειρον, ως κηρον πυρ, η ως ατμιδα γης ηλιος, καγω μεταλαβω των εκεινου δια την συγκρασιν. Δια τουτο εργω τιμα την υπακοην και πειραται ταυτης εκ του παθειν. Ου γαρ ικανον η διαθεσις, ωσπερ ουδε ημιν, ει μη και δια των πραγματων χωρησαιμεν. Εργον γαρ αποδειξις διαθεσεως. Ου χειρον δε ισως κακεινο υπολαβειν, οτι δοκιμαζει την ημετεραν υπακοην, και παντα μετρει τοις εαυτου παθεσι τα ημετερα, τεχνη φιλανθρωπιας, ωστε εχειν ειδεναι (≡14Δ_026≡> τοις εαυτου τα ημετερα, και ποσον μεν απαιτουμεθα, ποσον δε συγχωρουμεθα, λογιζομενης μετα του πασχειν και της ασθενειας».
 
Ως μεν γαρ φυσει Θεος Λογος, υπακοης, φησι, και παρακοης παντως ελευθερος, οτι και φυσει πασης εντολης ως Κυριος υπαρχει δοτηρ, ης η μεν υπακοη τηρησις εστιν, η δε παρακοη παραβασις. Των γαρ φυσει κινουμενων ο κατ᾿ εντολην νομος και η κατ᾿ αυτον πληρωσις εστι και παραβασις, ουχι ου φυσει το ειναι στασις εστιν.
Ως δε δουλου μορφη, τουτεστιν ανθρωπος φυσει γενομενος, συγκατεβη τοις ομοδουλοις και δουλοις, μορφωθεις το αλλοτριον, αμα τη φυσει και το καθ᾿ ημας της φυσεως υποδυς παθητον. Αλλοτριον γαρ του κατα φυσιν αναμαρτητου το του αμαρτησαντος επιτιμιον, οπερ εστι το δια την παραβασιν κατακριθεν της ολης φυσεως παθητον. 
Ει δε κενωθεις μεν δουλου μορφη, τουτεστιν ανθρωπος συγκαταβας δε μορφουται το αλλοτριον, τουτεστιν ανθρωπος φυσει γινεται παθητος, κενωσις αρα περι αυτον ως αγαθον ομου και φιλανθρωπον θεωρειται και συγκαταβασις, η μεν ανθρωπον αληθως, η δε φυσει παθητον ανθρωπον αληθως οντα δεικνυσα γεγενημενον. Διο φησιν ο διδασκαλος· (=1044=) " Ολον εν εαυτω εμε φερων μετα των εμων, " τουτεστι την ανθρωπειαν φυσιν ολοκληρον, ενωσει τη καθ᾿ υποστασιν μετα των αυτης αδιαβλητων παθων. Οις ημων δαπανησας το χειρον, διο τη φυσει το παθητον επεισεκριθη, λεγω δε τον εκ της παρακοης νομον της αμαρτιας, ου κρατος εστιν η παρα φυσιν της ημετερας (≡14Δ_028≡> γνωμης διαθεσις, εμπαθειαν τω παθητω της φυσεως επεισαγουσα κατ᾿ ανεσιν και επιτασιν, ου μονον σεσωκεν υπο της αμαρτιας κατεχομενους, αλλα και θειας δυναμεως μεταδεδωκεν εν εαυτω λυσας ημων το επιτιμιον, ψυχης ατρεψιαν και σωματος αφθαρσιαν εργαζομενης εν τη περι το φυσει καλον της γνωμης ταυτοτητι, τοις εργω τιμαν την χαριν σπουδαζουσιν. Οπερ οιμαι διδασκων ο αγιος φησιν· " Ινα εν εαυτω δαπανηση το χειρον, ως κηρον πυρ, η ως ατμιδα γης ηλιος, καγω μεταλαβω των εκεινου δια την συγκρασιν»· καθαρος δηλαδη τη χαριτι παθους ισως εκεινω γενομενος.
Οιδα δε και λογον ετερον περι του, "Μορφουται το αλλοτριον», παρα τινος αγιου σοφου και λογον και βιον μαθων. Ελεγε γαρ ερωτηθεις εκεινος αλλοτριον ειναι του Λογου φυσει την υπακοην, ωσπερ και την υποταγην, ην υπερ ημων παραβαντων την εντολην εκτισας ολην ειργασατο του γενους την σωτηριαν, εαυτου ποιουμενος το ημετερον. Δια τουτο εργω τιμα την υπακοην, νεος Αδαμ υπερ του παλαιου φυσει γενομενος, και πειραται ταυτης εκ του παθειν, δια των αυτων εκουσιως ημιν ενεχθεις παθηματων. Ειπερ κατα τουτον αληθως τον μεγαν διδασκαλον, " Εκοπιασε, και επεινασε, και εδιψησε, και ηγωνιασε, και εδακρυσε " νομω σωματος, ο δη σαφης ενεργους εστιν αποδειξις διαθεσεως, και της προς τους ομοδουλους τε και δουλους τεκμηριον συγκαταβασεως. Δεσποτης γαρ φυσει μεμενηκε, και δουλος δ᾿ εμε τον φυσει δουλον γενομενος, ινα ποιηση δεσποτην του δι᾿ απατης τυραννικως κυριευσαντος, δια τουτο τα μεν δουλικα δεσποτικως ενεργων, τουτεστι τα σαρκικα θεϊκως, την απαθη και φυσει δεσποζουσαν εν τοις σαρκικοις (≡14Δ_030≡> επεδεικνυτο δυναμιν, δια παθους, την φθοραν αφανιζουσαν, και δια θανατου ζωην δημιουργουσαν ανωλεθρον, τα δεσποτικα δε πραττων δουλικως, τουτεστι τα θεια σαρκικως, την αφατον ενεδεικνυτο κενωσιν, δια σαρκος παθητης το γενος απαν τη φθορα γεωθεν θεουργουσαν.
Τη γαρ τουτων επαλλαγη σαφως επιστουτο τας τε φυσεις ων αυτος υποστασις ην, και τας αυτων ουσιωδεις ενεργειας, ηγουν κινησεις, ων αυτος ενωσις ην ασυγχυτος, μη δεχομενη διαιρεσιν κατ᾿ αμφω τας φυσεις ων αυτος υποστασις ην, ειπερ εαυτω προσφυως μοναδικως, τουτεστιν ενοειδως ενεργων, και δι᾿ εκαστου των υπ' αυτου γινομενων τη δυναμει της εαυτου θεοτητος αχωριστως συνεκφαινων της οικειας σαρκος την ενεργειαν. Αυτου γαρ ενος οντος ουδεν ενικωτερον, (=1045=) ουδ᾿ αυτου παλιν των εαυτου παντελως ενικωτερον η σωστικωτερον. Δια τουτο και πασχων Θεος ην αληθως, και θαυματουργων ανθρωπος ην ο αυτος αληθως, οτι και φυσεων αληθων καθ᾿ ενωσιν αρρητον υποστασις ην αληθης. Αις καταλληλως τε και προσφυως ενεργων εδεικνυτο σωζων αυτας αληθως ασυγχυτους σωζομενος· ειπερ απαθης μεμενηκε φυσει και παθητος, αθανατος και θνητος, ορατος και νοουμενος, ως φυσει Θεος και φυσει ανθρωπος ο αυτος.
Ουτω μεν ουν, κατ᾿ εμε φαναι, τιμα την υπακοην ο φυσει Δεσποτης, και πειραται ταυτης εκ του παθειν, ουχ ινα σωση μονον τοις εαυτου την απασαν φυσιν αποκαθαρας του χειρονος, αλλ᾿ ινα και την ημετεραν υπακοην δοκιμαση μανθανων τη πειρα των ημετερων τα καθ᾿ ημας, ο πασαν γνωσιν τη φυσει περιγραφων, ποσον μεν απαιτουμεθα, ποσον δε συγχωρουμεθα προς την τελειαν υποταγην, δι᾿ ης προσαγειν πεφυκε τω Πατρι τους σωζομενους, κατ᾿ αυτον φανεντας τη δυναμει της χαριτος. Ως μεγα και φρικτον οντως το της ημων σωτηριας μυστηριον. (≡14Δ_032≡> Απαιτουμεθα γαρ οσον εκεινος φυσει το καθ᾿ ημας, συγχωρουμεθα δε οσον αυτος υπερ ημας ενωσει το καθ᾿ ημας. Ει μηπου γνωμης φιλαμαρτημονος εξις ποιειται κακιας υλην της φυσεως την ασθενειαν. Και δηλος εστι ταυτης υπαρχων της εννοιας ο πολυς ουτος διδασκαλος, τοις εξης αυτην βεβαιων. Φησι γαρ· " Ει γαρ το φως εδιωχθη δια το προβλημα, φαινον εν τη σκοτια, τω βιω τουτω, υπο της αλλης σκοτιας, του πονηρου λεγω και του πειραστου, το σκοτος ποσον, ως ασθενεστερον; Και τι θαυμαστον, ει εκεινου διαφυγοντος πανταπασιν ημεις ποσως καταληφθειημεν; Μειζον γαρ εκεινω το διωχθηναι, ηπερ ημιν το καταληφθηναι, παρα τοις ορθως ταυτα λογιζομενοις». 
 
Ε' ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΪΟΝ ... ΤΟΥ ΔΙΟΝΥΣΙΟΥ ... "ΠΩΣ, ΦΗΣ, ΙΗΣΟΥΣ Ο ΠΑΝΤΩΝ ΕΠΕΚΕΙΝΑ ..».
Εις την προς Γαϊον τον θεραπευτην επιστολην του Διονυσιου του Αρεοπαγιτου, επισκοπου Αθηνων· " Πως, φης, Ιησους, ο παντων επεκεινα, πασιν ανθρωποις εστιν ουσιωδως συντεταγμενος; Ουδε γαρ ως αιτιος ανθρωπων ενθαδε λεγεται ανθρωπος, αλλ᾿ ως αυτος κατ᾿ ουσιαν ολην αληθως ανθρωπος ων». 
 
Επειδη κατα την απλην εκδοχην της αγιας Γραφης, ως παντων αιτιος ο Θεος πασι σημαινεται τοις (=1048=) των εξ αυτου παρηγμενων ονομασιν, οιομενον, τυχον, και μετα την σαρκωσιν τουτω μονω τω τροπω παλιν ανθρωπον τον Θεον ονομαζεσθαι τουτοις τον θεραπευτην Γαϊον επανορθουται τοις ρημασιν ο πολυς Διονυσιος, διδασκων ως ουχ απλως ο των ολων Θεος σαρκωθεις λεγεται ανθρωπος αλλ᾿ ως αυτο κατ᾿ ουσιαν ολην αληθως ανθρωπος ων. Ης μονη τε και αληθης εστιν αποδειξις η κατα φυσιν αυτης συστατικη δυναμις, ην ουκ αν τις αμαρτοι (≡14Δ_034≡> της αληθειας φυσικην φησας ενεργειαν, κυριως τε και πρωτως χαρακτηριστικην αυτης, ως ειδοποιον υπαρχουσαν κινησιν, γενικωτατην πασης της φυσικως αυτη προσουσης περιεκτικης ιδιοτητος, ης χωρις μονον εστι το μη ον, ως μονου του μηδαμως οντος, κατα τουτον τον μεγαν διδασκαλον, ουτε κινησιν ουτε υπαρξιν εχοντος.
Τρανοτατα γουν διδασκει μηδεν ηρνησθαι πανταπασι των ημετερων τον Θεον σαρκωθεντα, πλην της αμαρτιας, επει μηδε της φυσεως ην, ουχ απλως ανθρωπον, αλλ᾿ αυτο κατ᾿ ουσιαν ολην αληθως ανθρωπον οντα διαρρηδην αποφηναμενος. Ου κυριως ειναι δια των επαγομενων και την κλησιν ανθρωπικως ουσιωθεντος διατεινομενος φησιν· " Ημεις δε τον Ιησουν ουκ ανθρωπικως αφοριζομεν». Επει μη ψιλον ανθρωπον αυτον δογματιζομεν, τεμνοντες την υπερ εννοιαν ενωσιν. Ουσιωδως γαρ, αλλ᾿ ουχ ως ανθρωπων αιτιου επ᾿ αυτου του φυσει Θεου καθ᾿ ημας αληθως ουσιωθεντος το ανθρωπος ονομα λεγομεν. Ουδε γαρ ανθρωπος μονον, οτι και Θεος ο αυτος, ειπερ μη ψιλος ανθρωπος μητε γυμνος υπαρχει Θεος, "αλλ᾿ ανθρωπος αληθως ο διαφεροντως φιλανθρωπος». Απειρω γαρ ποθω τω προς ανθρωπους οπερ εστιν αληθως αυτο φυσει το ποθουμενον γεγονε, μητε τι πεπονθως εις την ιδιαν ουσιαν προς της αφθεγκτου κενωσεως, μητε τι της ανθρωπινης δια την απορρητον προσληψιν αμειψας, η μειωσας το συνολον φυσεως, ων ο λογος κυριως αυτης καθεστηκε συστασις.
" Υπερ ανθρωπους», οτι θεϊκως ανδρος χωρις "και κατα ανθρωπους», ανθρωπικως οτι νομω κυησεως. " Εκ της ανθρωπων ουσιας ο υπερουσιος ουσιωμενος· " ου γαρ ψιλην μονην εφαντασεν ημιν εν εαυτω την εν ειδει σαρκος διαμορφωσιν, κατα τους των Μανιχαιων ληρους, η σαρκα συνουσιωμενην (≡14Δ_036≡> ουρανοθεν εαυτω συγκατηγαγε, κατα τους Απολιναριου μυθους, αλλ᾿ αυτο κατ᾿ ουσιαν ολην αληθως ανθρωπος γεγονως, προσληψει δηλονοτι σαρκος νοερως εψυχωμενης, ενωθεισης αυτω καθ᾿ υποστασιν.
" Εστι δε ουδεν ηττον υπερουσιοτητος υπερπληρης ο αει υπερουσιος». Ου γαρ υπεζευχθη τη φυσει γενομενος ανθρωπος, τουναντιον δε μαλλον (=1049=) συνεπηρεν εαυτω την φυσιν, ετερον αυτην ποιησας μυστηριον, αυτος δε μεινας πανταπασιν αληπτος, και την οικειαν σαρκωσιν λαχουσαν γενεσιν υπερουσιον μυστηριου παντος δειξας αληπτοτεραν, τοσουτον καταληπτος δι᾿ αυτην γεγονως οσον πλεον εγνωσθη δι' αυτης αληπτοτερος. " Κρυφιος γαρ εστι και μετα την εκφανσιν», φησιν ο διδασκαλος, " η, ινα το θειοτερον ειπω, και εν τη εκφανσει. Και τουτο γαρ Ιησου κεκρυπται, και ουδενι λογω, ουδε νω το κατ᾿ αυτον εξηκται μυστηριον, αλλα και λεγομενον αρρητον μενει, και νοουμενον, αγνωστον». Τι τουτου προς αποδειξιν θειας υπερουσιοτητος γενοιτ᾿ αν αποδεικτικωτερον, εκφανσει το κρυφιον και λογω την αφασιαν και νω δηλουσης την καθ᾿ υπεροχην αγνωσιαν, και το δη μειζον ειπειν, ουσιωσει το υπερουσιον; "Αμελει τη ταυτης περιουσια και εις ουσιαν αληθως ελθων υπερ ουσιαν ουσιωθη»· τους νομους δηλαδη καινοτομησας της κατα φυσιν γενεσεως, και διχα της εξ ανδρος εν ειδει σπορας αληθως γενομενος ανθρωπος. Και δηλοι Παρθενος αυτον υπερφυως κυουσα τον υπερουσιον Λογον χωρις ανδρος εκ των αυτης παρθενικων αιματων ανθρωπικως, ξενω παρα την φυσιν θεσμω, διαπλαττομενον.
" Και υπερ ανθρωπον ενηργει τα ανθρωπου»· την των στοιχειων απαθως καινοτομησας φυσιν ταις βασεσι. Και δηλοι σαφως υδωρ αστατον, υλικων και γεηρων ποδων ανεχον βαρος και μη υπεικον, αλλ᾿ υπερφυει δυναμει προς το αδιαχυτον (≡14Δ_038≡> συνισταμενον· ειπερ αληθως αβροχοις ποσι, σωματικον ογκον εχουσι, και υλης βαρος, την υγραν και αστατον ουσιαν μεταβατικως επεπορευτο, περιπατων επι θαλασσης ως επ᾿ εδαφους, και τη δυναμει της εαυτου θεοτητος αχωριστως δια της μεταβασεως συνεκφαινων της οικειας σαρκος την κατα φυσιν ενεργειαν· ειπερ φυσει ταυτης η μεταβατικη καθεστηκε κινησις, αλλ᾿ ου της ηνωμενης αυτη καθ᾿ υποστασιν υπεραπειρου και υπερουσιου θεοτητος. Απαξ γαρ ανθρωπικως ουσιωθεις ο υπερουσιος Λογος μετα της ανθρωπινης ουσιας αμειωτον ειχεν, ως ιδιαν αυτου, και την γενικως αυτον ως ανθρωπον χαρακτηριζουσαν της ουσιας κινησιν πασιν οις ως ανθρωπος ενηργει φυσικως ειδοποιουμενην· ειπερ αληθως γεγονεν ανθρωπος, αναπνεων, λαλων, βαδιζων, χειρας κινων, προσφυως ταις αισθησεσι χρωμενος εις αντιληψιν των αισθητων, πεινων, διψων, εσθιων, υπνων, κοπιων, δακρυων, αγωνιων, καιτοι δυναμις ων αυθυποστατος, και τα λοιπα παντα οις αυτουργικως ψυχης δικην φυσικως το συμφυες σωμα κινουσης, την προσληφθεισαν φυσιν κινων ως αυτου και γενομενην αληθως και λεγομενην, η κυριως ειπειν, αυτος διχα τροπης τουθ᾿ οπερ εστι πραγματικως η φυσις γενομενος αφανταστως την υπερ ημων οικονομιαν πεπληρωκεν.
Ουκ ανειλεν ουν την συστατικην (=1049=) της προσληφθεισης ουσιας ενεργειαν, ωσπερ ουδ᾿ αυτην την ουσιαν ο διδασκαλος, ειπων· " Υπερ ουσιαν ουσιωθη, και υπερ ανθρωπον ενηργει τα ανθρωπου· " αλλ᾿ εδειξεν επ᾿ αμφοιν την καινοτητα των τροπων εν τη μονιμοτητι των φυσικων σωζομενην λογων, ων χωρις ουδεν των οντων εστιν οπερ εστιν. Ει δε φωμεν, ως της μεν προσληφθεισης ουσιας θεσις, της δε συστατικης αυτης ενεργειας αφαιρεσις, η καθ᾿ υπεροχην εστιν αποφασις, τινι λογω την αυτην επ᾿ αμφοιν ισως τεθεισαν, της μεν υπαρξιν, της (≡14Δ_040≡> δε παντως αναιρεσιν σημαινουσαν δειξομεν; Η παλιν επειπερ ουκ αυτοκινητος η προσληφθεισα φυσις εστιν, υπο της ηνωμενης αυτη καθ᾿ υποστασιν αληθως κινουμενη θεοτητος, και την συστατικην αυτης αφαιρουμεθα κινησιν, μηδ᾿ αυτην την ουσιαν ομολογησομεν, ουκ αυθυποστατον φανεισαν, τουτεστι καθ᾿ εαυτην, αλλ᾿ εν αυτω τω κατ᾿ αληθειαν αυτην ουσιωθεντι Θεω Λογω το ειναι λαβουσαν, ισην επ᾿ αμφοιν την αιτιαν εχοντες της παραιτησεως, η και την κινησιν τη φυσει συνομολογησομεν, ης χωρις ουδε φυσις εστι, γινωσκοντες ως ετερος μεν ο του ειναι λογος εστιν, ετερος δε ο του πως ειναι τροπος, ο μεν την φυσιν, ο δε την οικονομιαν πιστουμενος. Ων η συνοδος το μεγα της υπερφυους Ιησου φυσιολογιας ποιησαμενη μυστηριον σωζομενην εδειξεν εν ταυτω την διαφοραν των ενεργειων και την ενωσιν, την μεν αδιαιρετως εν τω φυσικω θεωρουμενην λογω των ηνωμενων, την δε ασυγχυτως εν τω μοναδικω γνωριζομενην τροπω των γινομενων.
Τι γαρ και τις, που τε και πως φυσις εσται συστατικης ερημος γενομενη δυναμεως; Το γαρ καθολου μηδε μιαν εχον δυναμιν ουτε εστιν, ουτε τι εστιν, ουτε εστι τις αυτου παντελως θεσις, φησιν ο πολυς ουτος διδασκαλος. Ει δε τουτων λογος ουδεις, ευσεβως ομολογεισθαι χρη τας τε του Χριστου φυσεις ων αυτος υποστασις ην, και τας αυτου φυσικας ενεργειας, ων αυτος ενωσις ην αληθης, κατ᾿ αμφω τας φυσεις· ειπερ εαυτω προσφυως, μοναδικως, ηγουν ενοειδως, ενεργων, και δια παντων αχωριστως τη θεϊκη δυναμει συνεκφαινων της οικειας σαρκος την ενεργειαν. Πως γαρ εσται φυσει Θεος, και φυσει παλιν ανθρωπος ο αυτος, ουκ εχων ανελλιπως το φυσει κατ᾿ αμφω πεφυκος; Τι τε και τις υπαρχων γνωσθησεται, μη πιστουμενος οις ενηργει φυσικως οπερ εστι μη τρεπομενον; πως (≡14Δ_042≡> δε πιστωσεται καθ᾿ εν των εξ ων , εν οις τε και απερ εστιν ακινητος μενων και ανενεργητος;
Υπερ ουσιαν ουν ουσιωθη, γενεσεως αρχην και γεννησεως ετεραν τη φυσει δημιουργησας, συλληφθεις μεν σπορα της οικειας σαρκος, τεχθεις δε σφραγις της παρθενιας τη τεκουση γενομενος, και των αμικτων επ᾿ αυτης την αντιφασιν δειξας συναληθευουσαν. Η γαρ αυτη και παρθενος και μητηρ, καινοτομουσα την φυσιν τη συνοδω των (=1053=) αντικειμενων, ειπερ των αντικειμενων παρθενια και γεννησις, ων εκ φυσεως ουκ αν τις επινοηθησεται συμβασις. Διο και Θεοτοκος αληθως η Παρθενος, υπερφυως δικην σπορας συλλαβουσα τε και τεκουσα τον υπερουσιον Λογον· επειπερ του σπαρεντος τε και συλληφθεντος κυριως η τικτουσα μητηρ.
Και υπερ ανθρωπον ενηργει τα ανθρωπου, κατ᾿ ακραν ενωσιν διχα τροπης συμφυεισαν δεικνυς τη θεϊκη δυναμει την ανθρωπινην ενεργειαν· επειδη και η φυσις ασυγχυτως ενωθεισα τη φυσει δι᾿ ολου περικεχωρηκε, μηδεν απολυτον πανταπασιν εχουσα, και της ηνωμενης αυτη καθ᾿ υποστασιν κεχωρισμενον θεοτητος. Υπερ ημας γαρ αληθως την ημων ουσιαν ουσιωθεις ο υπερουσιος Λογος συνηψε τη καταφασει της φυσεως και των αυτης φυσικων καθ᾿ υπεροχην την αποφασιν, και γεγονεν ανθρωπος, τον υπερ φυσιν του πως ειναι τροπον εχον συνημμενον τω του ειναι λογω της φυσεως, ινα και την φυσιν πιστωσηται τη των τροπων καινοτητι, μη δεχομενην κατα τον λογον αλλοιωσιν, και δειξη την υπεραπειρον δυναμιν ωσαυτως καν τη των εναντιων γενεσει γνωριζομενην· αμελει εξουσια γνωμης εργα πεποιηκως τα παθη της φυσεως, αλλ᾿ ουχ ως ημεις αναγκης αποτελεσματα φυσικης, εμπαλιν η εφ' ημων εχει, το καθ᾿ ημας φυσει παθητον διεξηλθεν, εξουσια γνωμη κινητον (≡14Δ_044≡> δειξας εφ᾿ εαυτου το πεφυκος εφ᾿ ημων ειναι γνωμης κινητικον.
Οπερ τοις εξης σαφηνιζων φησιν ο διδασκαλος· "Τι αν τις τα λοιπα παμπολλα οντα διελθοι; δι᾿ ων ο θειως ορων υπερ νουν γνωσεται και τα επι τη φιλανθρωπια του Ιησου καταφασκομενα, δυναμιν υπεροχικης αποφασεως εχοντα». Τα γαρ της φυσεως παντα μετα της φυσεως κατα συλληψιν αρρητον υποδυς ο υπερουσιος Λογος ουδεν ειχεν ανθρωπινον φυσικω λογω καταφασκομενον, ο μη και θειον ην, τροπω τω υπερ φυσιν αποφασκομενον. Ων υπερ νουν ως αναποδεικτος υπηρχεν η γνωσις, μονην καταληψιν εχουσα την πιστιν των γνωσιως το του Χριστου σεβαζομενων μυστηριον. Ουτινος ωσπερ συνοπτικον τον λογον αποδιδους φησι· " Και γαρ, ινα συνελοντες ειπωμεν, ουδε ανθρωπος ην», οτι φυσει της κατα φυσιν αναγκης ανετος ην, τω καθ᾿ ημας ουχ υπαχθεις θεσμω γενεσεως. "Ουχ ως μη ανθρωπος», οτι κατ᾿ ουσιαν ολην αληθως ανθρωπος ην, φυσει των καθ᾿ ημας φυσικων ανεχομενος, "αλλ᾿ ως εξ ανθρωπων»· επειπερ ημιν ομοουσιος ην, οπερ ημεις κατα φυσιν ανθρωπος ων, "ανθρωπων επεκεινα», (=1056=) καινοτητι τροπων, οπερ ουχ ημεις, την φυσιν περιγραφων.
" Και υπερ ανθρωπον αληθως ανθρωπος γεγονως», τους υπερ φυσιν τροπους και τους κατα φυσιν λογους αλυμαντως εχων αλληλοις συνημμενους, ων αμηχανος η συμβασις ην, αυτος ω μηδεν εστιν αμηχανον αληθης γενομενος ενωσις μηδετερω το παραπαν ων υποστασις ην θατερου κεχωρισμενως ενεργων, δι᾿ εκατερου δε μαλλον πιστουμενος θατερον· ειπερ αμφω κατ᾿ αληθειαν ων ως μεν Θεος της ιδιας ην κινητικος ανθρωποτητος, ως ανθρωπος δε της οικειας εκφαντικος υπηρχε θεοτητος. Θεϊκως μεν, ιν᾿ ουτως ειπω, το πασχειν εχων, (≡14Δ_046≡> εκουσιον γαρ, επει μη ψιλος ανθρωπος ην, ανθρωπικως δε το θαυματουργειν, δια σαρκος γαρ, επει μη γυμνος υπηρχε Θεος. Ως ειναι τα μεν παθη θαυμαστα τη κατα φυσιν θεϊκη δυναμει του πασχοντος καινιζομενα, τα δε θαυματα παθητα, τη κατα φυσιν του αυτα θαυματουργουντος παθητικη δυναμει συμπληρουμενα της σαρκος. Οπερ ειδως ο διδασκαλος φησι· " Και το λοιπον ου κατα Θεον τα θεια δρασας», οτι μη μονον θεϊκως κεχωρισμενα σαρκος, ου γαρ υπερουσιος μονον, ουτε τα ανθρωπινα κατα ανθρωπον, οτι μη μονον σαρκικως κεχωρισμενα θεοτητος, ου γαρ ανθρωπος μονον, "αλλ᾿ ανδρωθεντος Θεου καινην τινα την " θεανδρικην" ενεργειαν ημιν πεπολιτευμενος». Και γαρ προσληψει σαρκος νοερως εψυχωμενης αληθως ανθρωπος γεγονως, ο διαφεροντως φιλανθρωπος, την δε θεϊκην ενεργειαν καθ᾿ ενωσιν αρρητος τη συμφυια της σαρκικης εσχηκως ανδρωθεισαν, την υπερ ημων οικονομιαν πεπληρωκε θεανδρικως, ηγουν θεϊκως αμα και ανδρικως τα τε θεια και τα ανθρωπινα δρασας, η σαφεστερον ειπειν, θεϊκην εν ταυτω και ανδρικην ενεργειαν πεπολιτευμενος. 
Ουκουν αποφασει της των θειων και ανθρωπινων προς αλληλα διαιρεσεως την της ενωσεως καταφασιν ο σοφος ποιησαμενος την φυσικην των ηνωμενων διαφοραν ουκ ηγνοησεν· η γαρ ενωσις την διαιρεσιν απωσαμενη την διαφοραν ουκ ελωβησεν. Ει δε της διαφορας τον λογον ο της ενωσεως τροπος εχει σωζομενον, αρα περιφρασις εστιν η του αγιου φωνη, καταλληλω κλησει του διττου την φυσιν Χριστου την διττην παραδηλουντος ενεργειαν· ειπερ φυσει τε και ποιοτητι κατ᾿ ουδενα τροπον εκ της ενωσεως ο των ηνωμενων ουσιωδης μεμειωται λογος. Αλλ᾿ ουχ ως τινι, αποφασει των ακρων τινος μεσου ποιουμενου καταφασιν. Ουκ εστι γαρ τι μεσον επι Χριστου, τη των ακρων αποφασει καταφασκομενον. " Καινην μεν», ως κοινου μυστηριου χαρακτηριστικην, ου λογος εστιν ο απορρητος (≡14Δ_048≡> τροπος (=1057=) της συμφυιας. Τις γαρ εγνω πως σαρκουται Θεος, και μενει Θεος; πως μενων Θεος αληθης, ανθρωπος εστιν αληθης; αμφω δεικνυς εαυτον αληθως υπαρξει φυσικη, και δι' εκατερου θατερον, και μηδετερω τρεπομενος. Ταυτα μονη πιστις χωρει, σιγη τιμωσα τον Λογον, ουτινος τη φυσει των οντων εμπεφυκε λογος ουδεις. "Θεανδρικην" δε, ουχ ως απλην, ουδε πραγμα τι συνθετον, και η μονης γυμνης κατα φυσιν θεοτητος, η μονης ψιλης υπαρχουσαν ανθρωποτητος, η συνθετω φυσει τινων ακρων μεταιχμιω προσηκουσαν, αλλ᾿ ανδρωθεντι Θεω, τουτεστι τελειως ενανθρωπησαντι, προσφυεστατην. Ουδ᾿ αυ παλιν μιαν, ως ουκ αν αλλως νοηθηναι "της καινης" καθα τισιν εδοξεν, η "μιας δυναμενης»· ποιοτητος γαρ, αλλ᾿ ου ποσοτητος η "καινοτης»· επει και φυσιν εξ αναγκης εαυτη συνεισαξει τοιαυτην· ειπερ πασης φυσεως ορος ο της ουσιωδους αυτης ενεργειας καθεστηκε λογος, ην ου διπλην ειποι ποτ᾿ αν τραγελαφων μυθοις φιλοτιμουμενος. 
Πως δε και τουτου δοθεντος ο τουτο πεφυκως μιαν εχων ενεργειαν, και ταυτην φυσικην, επιτελεσει τη αυτη τα θαυματα και τα παθη, λογω φυσεως αλληλων διαφεροντα, διχα στερησεως επισυμβαινουσης τη απογενεσει της εξεως; Ουδεν γαρ των οντων μια και τη αυτη ενεργεια ταναντια πεφυκε δραν, ορω τε και λογω συνεχομενον φυσεως. Διο μιαν απλως η φυσικην επι Χριστου θεοτητος και σαρκος ενεργειαν λεγειν ου θεμις, ειπερ μη ταυτον ποιοτητι φυσικη θεοτης και σαρξ, επι και φυσιν, και γενησεται τετρας η τριας. Ουτε γαρ κατα φυσιν, ουτε κατα δυναμιν, ουτε κατ᾿ ενεργειαν, γεγονε ταυτον, φησι, τη σαρκι. Ουδενι γαρ ω πεφυκεν ειναι δια την μιαν ουσιαν Πατρι και Πνευματι ταυτον ο Υιος, γεγονε ταυτον τη σαρκι δια την ενωσιν, καν πεποιηκεν αυτην ζωοποιον ενωσει τη προς αυτον, (≡14Δ_050≡> εχουσαν το φυσει θνητον. Επει και τρεπτης υπαρχων δειχθησεται φυσεως, και την ουσιαν της σαρκος εις οπερ ουκ ην αλλοιωσας, και ταυτον πεποιηκως τη φυσει την ενωσιν.
Την γαρ θεανδρικην ενεργειαν, ως απεδοθη νοησωμεν· ην ημιν ουχ εαυτω πολιτευσαμενος την φυσιν τοις υπερ φυσιν εκαινισε. Πολιτεια γαρ εστι βιος κατα νομον φυσεως διεξαγομενος. Διπλους δε ων την φυσιν ο Κυριος, εικοτως βιον εχων εφανη καταλληλον, νομω τε θειω και ανθρωπινω, κατα ταυτον ασυγχυτως συγκεκροτημενον· καινον και αυτον, ουχ ως μονον ξενον τοις επι γης και παραδοξον, και ουτω τη φυσει των οντων διεγνωσμενον, αλλα και χαρακτηρα καινης του καινως βιωσαντος ενεργειας. Ην θεανδρικην τυχον προσηγορευσεν ο τω μυστηριω τουτω κλησιν επινοησας αρμοδιον, ινα δειξη τον κατα την απορρητον ενωσιν της αντιδοσεως τροπον, κατ᾿ επαλλαγην τα φυσικως εκατερω μερει του Χριστου προσοντα θατερω πεποιημενον, χωρις της εκατερου μερους προς θατερον κατα τον φυσει (=1060=) λογον μεταβολης και συμφυρσεως.
Ωσπερ γαρ του πυρακτωθεντος ξιφους το τμητικον γεγονε καυστικον, και το καυστικον τμητικον (ηνωθη γαρ ωσπερ σιδηρω το πυρ), ουτω και τω του σιδηρου τμητικω το του πυρος καυστικον, και γεγονε μεν καυστικος ο σιδηρος ενωσει τη προς το πυρ, και τμητικον το πυρ ενωσει τη προς τον σιδηρον· ουδετερον δε τροπον τη καθ᾿ ενωσιν αντιδοσει προς θατερον πεπονθεν, αλλ᾿ εκατερον καν τη του συγκειμενου καθ᾿ ενωσιν ιδιοτητι μεμενηκε της κατα φυσιν οικειας ανεκπτωτον· ουτω καν τω μυστηριω της θειας σαρκωσεως θεοτης και ανθρωποτης ηνωθη καθ᾿ υποστασιν, μηδετερας της φυσικης εκστασης ενεργειας δια την ενωσιν, μητε μην ασχετον αυτην κεκτημενης μετα την ενωσιν, και της συγκειμενης και συνυφεστωσης διακεκριμμενην. Ολη γαρ τη δραστικη δυναμει της οικειας θεοτητος ο σαρκωθεις Λογος ολην εσχηκως συμφυεισαν καθ᾿ ενωσιν (≡14Δ_052≡> αλυτον την παθητικην της ιδιας ανθρωποτητος δυναμιν ανθρωπινως Θεος ων ενηργει τα θαυματα, δια σαρκος φυσει παθητης συμπληρουμενα, και θεϊκως ανθρωπος ων διεξηει τα παθη της φυσεως, κατ᾿ εξουσιαν επιτελουμενα θεϊκην· αμφω δε μαλλον θεανδρικως, ως Θεος ομου και ανθρωπος ων τοις μεν ημας εαυτοις αποδιδους, φανεντας οπερ γεγοναμεν, τοις δε διδους ημας εαυτω, γενομενους οπερ παρεδειξε, και δι᾿ αμφοτερων πιστουμενος την των εξ ων, εν οις τε και απερ υπηρχεν αληθειαν, ως μονος αληθης και πιστος, και οπερ εστι παρ᾿ ημων ομολογεισθαι βουλομενος.
Ον εχοντες, ηγιασμενοι λογω τε και βιω, μορφουμενον μιμησασθε την μακροθυμιαν, και την παρουσαν δεχομενοι γραφην, φανητε μοι των εμφερομενων φιλανθρωποι κριται νικωντες συμπαθεια τα του παιδος υμων ολισθηματα, μονην ταυτην εκδεχομενω της ευπειθειας αντιδοσιν, και γενεσθε μοι μεσιται της προς αυτον καταλλαγης ειρηνην δημιουργουντες την παντα νουν υπερεχουσαν, ης αυτος αρχων εστιν ο Σωτηρ, εξει πρακτικη της των παθων ταραχης ελευθερων τους φοβουμενους αυτον, και Πατηρ του μελλοντος αιωνος, Πνευματι γεννων δι᾿ αγαπης και γνωσεως τους τον ανω κοσμον πληρωσαντας.
Αυτω δοξα, μεγαλωσυνη, κρατος, συν τω Πατρι και τω αγιω Πνευματι εις τους αιωνας. Αμην.
 
 
ΠΡΟΣ ΙΩΑΝΝΗΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΥΖΙΚΟΥ 
ΜΑΞΙΜΟΣ ΕΝ ΚΥΡΙΩ ΧΑΙΡΕΙΝ
 
ΠΡΟΛΟΓΟΣ 
(≡14Δ_054≡> (=1061=)
Επαινουνται μεν, και τυχον δικαιως, παρα παντων της φιλομαθειας ενεκεν οι προθυμοτεροι των καλων ερασται και της επ᾿ αυτοις επιστημης επιμεληται σπουδαιοτεροι τοις κρειττοσι και των κρειττονων διδασκαλοις προσιοντες, οτι δι᾿ ερωτησεως την γνωσιν των ηγνοημενων και την επιστημην ανεπαισχυντως λαμβανοντες σφας αυτους αγνοιας (=1064=) και απειριας και του κατ᾿ αυτας ονειδους ελευθερουσιν. Υμας δε τις αν αξιως επαινεσειε λογος; η τις ανθρωπων καν διανοια περιλαβειν υμων το της αρετης μεγεθος ικανος ευρεθησεται; Οτι δοκιμοι λογικων προβατων ποιμενες υπαρχοντες, και προς την ανω μανδραν φωναις συριγγος πνευματικης αναγειν τε και απαγειν ειδοτες, οια δη της ανεφικτου τοις αλλοις των θειων μυστικης γνωσεως την εξιν προειληφοτες· καθ᾿ ην της Χριστου Εκκλησιας αξιως πεπιστωμενοι τους οιακας νηος τροπον επιστημονως ιθυνετε, μετα του φορτου της πιστεως και της του κατα Θεον βιου ευπρεπειας, προς τον λιμενα του θειου θεληματος, μηδεν των κατα την θαλασσαν του βιου πειρασμων παραβλαβεισαν. Περι των εγνωσμενων υμιν, ων και εξηγητας υμας κατεστησεν ο Θεος, ου μονον τους σοφωτερους, ειπερ τις υμων εστιν ολως κατα την γνωσιν ανωτερος, αλλα και τους μηδενος αξιους και παντελως παντος απειρους μαθηματος, πιστει του ευρειν τι, καθως ειωθατε, και παρα τοις ασημοις επισημον ερωταν ουχ ηγεισθε αναξιον.
 (≡14Δ_056≡> Διο καγω δεξαμενος την τιμιαν υμων επιστολην τον περι εκαστου των απορηθεντων υμιν κεφαλαιων εν τοις του αγιου Γρηγοριου του Θεολογου λογοις, περι ων εφιλοπονουμεν ηνικα συν αλληλοις ημεν, αποδοθεντα το τηνικαυτα λογου γραφη καταθεμενω στειλαι υμιν κελευουσαν, υμας μεν εικοτως της αρετης εθαυμασα και της κατ᾿ αυτην χριστοπρεπους υμων πτωχειας το παμφαες και υψηλον ανυμνησα, μαλλον δε τον κατα παντα τροπον δι᾿ υμων τε και εν υμιν δοξαζομενον Κυριον, τον και ποιησαντα υμας και την προς το αξιους αυτου γενεσθαι χαρισθεισαν υμιν δυναμιν τοις εαυτου ιδιωμασι δι᾿ αυτων των εργων και της αληθειας αριδηλως ωραϊσμενην εκφαινοντα, μεχρις εμου του μικρου και μηδενος αξιου και αμαθους και πασης γυμνου πανταπασιν αρετης και γνωσεως. Περι τουτου ταπεινωθεντας θεωμενος εμαυτον δε καταδεξασθαι υμων το επιταγμα κατα δυναμιν εβιασαμην, μηδενα του προπετης νομισθηναι τοις πολλοις υμων χαριν ποιησαμενος λογον· αλλα και υμεις τον προσφιλη και ερασμιον της ευπειθειας μισθον αντιλαβειν εκδεχομενω τας υμετερας εκτενεις ευχας συνηθως χαρισασθε, οπως Χριστος ο Θεος, η ετοιμη των φοβουμενων αυτον βοηθεια, ελθοι μοι τω λογω συμμαχος, μαλλον δε τον του λεγειν ολον ευσεβως ως Λογος χορηγησοι λογον.
Αξιω δε υμας εντυγχανοντας, μη την κεκομψευμενην επιζητειν προς εμου λεξιν, τους περικομπουντας την ακοην λογους ουκ εχοντος, και ταις περιεργοις τομαις εμπεριηχητους ποιειν αγνοουντος. Ατριβης γαρ ων των τοιουτων μαθηματων, και της επ᾿ αυτοις μελετης απειρος τυγχανων, αγαπητον ηγουμαι και (=1065=) επευκτον, ει της διανοιας του αγιου τουτου και μεγαλου διδασκαλου, καν εν χυδαια φρασει, και τουτο ποσως, καταστοχασαιμι, μητι δε τω πολυστιχω των εξηγησεων επισκηπτειν. Ο Θεολογος γαρ ουτος ανηρ, ως ιστε, βραχυλογος υπαρχων και πολυνους αναγκην διδωσι τω εξαπλουν βουλομενω τον αυτου σκοπον, καν ο ρητορικωτατος η και φιλοσοφωτατος, δια πολλων ιεναι, και μαλιστα εμοι τω ιδιωτη· ει δ᾿ υμας συνηθως ο (≡14Δ_058≡> θεοφιλης ανακινησοι ζηλος προς το συντομον αμα και ευφραδες τα γραφομενα μετακομισαι, η και τον νουν ολον διορθωσασθαι προς το υψηλοτερον, μισθον αυτοτελη ληψεσθε, τας του θεοφορου προς τον Δεσποτην των ολων ευχας, ατε μη συγχωρησαντες αυτου τα θεια και υπερφυη νοηματα ταις αποτευκτοις και χαμαιπετεσιν επιβολαις παρασυρεσθαι. Ακολουθως δε τη υμετερα επιστολη την περι εκαστου κεφαλαιου ποιησαμενος ζητησιν κατεθεμην τω γραμματι, χρηστους και φιλανθρωπους υμας των λεγομενων κριτας γενεσθαι παρακαλων.
 
Α (1). «...ΚΑΤΑΣΠΩΣΑΙΣ Η ΚΑΤΕΧΟΥΣΑΙΣ ..».
Εκ του περι φιλοπτωχιας λογου, εις το, "Φειδομαι ως συνεργου, και ουκ εχω πως φυγω την επαναστασιν, η πως μη απο Θεου πεσω βαρηθεις ταις πεδαις κατασπωσαις η κατεχουσαις εις εδαφος».
 
Ου ταυτον τω κατασπασθαι το κατεχεσθαι νενοηται τω μακαριω τουτω ανδρι, μη ουτω νομισης, δοκιμωτατε, ειπερ τι σοι νοειν της αυτου μεγαλονοιας αξιον διεσπουδασται· επει περιττος ουτω τοις λογοις και τον νουν τω λογω μη εφισταμενον εχων αναφανησεται, ειπερ μη παση συλλαβη σχεδον την πρεπουσαν ενθεμενος εννοιαν προς τα καλλιστα τε και χρησιμα τους οπαδους οδηγειν παντι τροπω διεγνωκεναι υποληφθη. Ουχ ουτω δε ταυτ᾿ εχει, ποθεν; αλλα και νω λογον σοφω συνιστησι, και λογω υψηλω νουν εφιστησιν υψηλοτερον, ιν᾿ υψηλος υψηλω διαγγελληται, και της αληθειας ποσως δι᾿ αμφοιν το τεως τοις πολλοις η και πασιν ανεπιβατον μεγεθος διαδειχθη. Ινα δε φανερον απαν ημιν γενηται των λεγομενων το αινιγμα, αυτα ως εχει του μακαριου σκοπησωμεν τα ρητα.
Φειδομαι, φησιν, ως συνεργου, και ουκ εχω πως φυγω (≡14Δ_060≡> την επαναστασιν, η πως μη απο Θεου πεσω βαρηθεις ταις πεδαις, κατασπωσαις η κατεχουσαις εις εδαφος. Ταυτ᾿ ειπων ουχ εαυτω παντως, αλλα δι᾿ εαυτου τω κοινω της ανθρωποτητος διαλεγεται, ειδως οτι πας τις ο σωτηριας ερων η πραξει η θεωρια παντως προσανεχει. Αρετης γαρ και γνωσεως χωρις ουδαμως ουδεις πωποτε τυχειν σωτηριας δεδυνηται. Ειπερ ουν των δια θεωριας, φησι, Θεω προσεδρευοντων και του μακαριου καλλους κατατρυφωντων καθεστηκα εις, ειρηνην εχων πανταπασι και αγιασμον, (=1068=) ως εμαυτον απλωσας Θεω, αδιαιρετω κατα την γνωμην ταυτοτητι, τω τας αλογους δυναμεις της ψυχης λογισαι τε πρεποντως και νω δια λογου προσαγαγειν και οικειωσασθαι, θυμον λεγω και επιθυμιαν, τον μεν εις αγαπην, την δε εις χαραν μεταβαλων, ειπερ χαρας ιδιον το σκιρταν θεοπρεπως και αγαλλεσθαι κατα τον εκ μητρας προσκιρτησαντα Ιωαννην, τον μεγαν της αληθειας προδρομον τε και κηρυκα, η τον επι τη καταπαυσει της κιβωτου του Ισραηλ βασιλεα Δαβιδ.
Εν μητρα γαρ (καν ει τραχυς ο λογος ως ατριβης τοις πολλοις, αλλ᾿ ουν αληθης) και ημεις και ο Θεος Λογος εσμεν ο του παντος Ποιητης και Δεσποτης, εν τη παρουση της ζωης καταστασει, ο μεν αμυδρως ως εν μητρα, και μογις τω αισθητω τουτω κοσμω διαφαινομενος, και τουτο τοις κατα Ιωαννην τω Πνευματι, οι δ᾿ ανθρωποι, ως εκ μητρας της υλικης περιστασεως, καν ποσως τον εν τοις ουσιν εγκρυπτομενον διαβλεποντες λογον. Και τουτ᾿ ανπερ ωσι ταις Ιωαννου αυχουντες χαρισι. Προς γαρ την αφατον του μελλοντος αιωνος δοξαν τε και λαμπροτητα και την της κατ᾿ αυτον ζωης ιδιοτητα μητρας ουδεν διαφερει ζοφω περικεχυμενης συγκρινομενη η παρουσα ζωη, εν (≡14Δ_062≡> η δι᾿ ημας τους νηπιασαντας ταις φρεσι και ο Θεος Λογος τελειος ων και υπερτελης, ως φιλανθρωπος, ενηπιασεν.
Ειπερ ουν, ως ειρηται, τοιουτος τις υπαρχω, και της εφικτης ανθρωποις κατα την παρουσαν ζωην επεβην θειας ακροτητος, αμελησω δε της θεοειδους εξεως, εμαυτον προς την του σωματος εκουσιως επικλινας στοργην, κατεσπασθην βαρηθεις ταις πεδαις, ητοι ταις φροντισι, και απο Θεου επεσον, ως την περι μονης της βασιλειας των ουρανων μεριμναν τε και ζητησιν ω μη θεμις ην, τη γηινη λεγω ζωη, προσνειμας, και ταις αισθησεσι συμφερεσθαι μαλλον, η προς Θεον φερεσθαι την διανοιαν ανασχομενος. Ει δε των ετι δια της πρακτικης πολεμικως κατα των παθων ωπλισμενος ειμι, μηπω των δι᾿ αυτων ελειν βουλομενων εχθρων καθαρως υπαλυξας τους δολους, και στερξω αδιακριτως το σωμα, κατεσχεθην υπ᾿ αυτου δηλον, ως την προς αυτο σχεσιν του δι᾿ αρετης χωρισμου προελομενος. Κατασπαται ουν αρα ο θεωρητικος ασχετος ηδη κατα την εξιν γινομενος τω σωματι, των θειων αμελων θεαματων. Κατεχεται δε ο πρακτικος ο τω σωματι μαχομενος, ενδιδους τη προς αυτο παλη, και του πονειν υπερ αρετης, ητις εστι ψυχης ελευθερια, το δουλον ειναι παθων επιλεγομενος.
 
Β (2). «...ΜΟΙΡΑΝ ΗΜΑΣ ΟΝΤΑΣ ΘΕΟΥ, ΚΑΙ ΑΝΩΘΕΝ ΡΕΥΣΑΝΤΑΣ..».
Εκ του αυτου λογου, εις το, "Τις η περι εμε σοφια, και τι το μεγα τουτο μυστηριον; η βουλεται μοιραν ημας οντας Θεου, και ανωθεν ρευσαντας, ινα μη δια την αξιαν επαιρομενοι και μετεωριζομενοι καταφρονωμεν του Κτισαντος, εν τη προς το σωμα παλη και μαχη προς αυτον αει βλεπειν, και την συνεζευγμενην ασθενειαν παιδαγωγιαν ειναι του αξιωματος; "
 
(=1069=) Τουτοις τινες εντυγχανοντες τοις λογοις, μηδενα, ως εοικεν, (≡14Δ_064≡> υπερ του πονειν της ζητησεως ενεκεν του αληθους μισθον εκδεχομενοι, προς το ευκολον και πολλας εχον ηδη εκ των Ελληνικων δογματων τας αφορμας καταφευγουσι, φασκοντες την τε ποτε ουσαν κατα το δοξαν αυτοις των λογικων εναδα καθ᾿ ην συμφυεις οντες Θεω την εν αυτω μονην εχομεν και ιδρυσιν, προσετι γε και την γενομενην κινησιν, εξ ης σκεδασθεντα διαφορως τα λογικα προς γενεσιν του σωματικου τουτου κοσμου τον Θεον ιδειν παρεσκευασαν, χαριν του ενδησαι αυτα σωμασιν επι τιμωρια των προημαρτημενων, δια τουτων αινιττεσθαι των λογων νομιζοντες τον διδασκαλον. Αλλ᾿ ηγνοησαν ως αδυνατα υποτιθενται και των αμηχανων καταστοχαζονται, καθως προϊων μετα του εικοτος ο αληθης αποδειξει λογος.
Ει γαρ το θειον ακινητον, ως παντων πληρωτικον, παν δε το εκ μη οντων το ειναι λαβον και κινητον, ως προς τινα παντως φερομενον αιτιαν, ουπω δε ουδεν κινουμενον εστη, ως της κατ᾿ εφεσιν κινησεως την δυναμιν μηπω τω εσχατω προσαναπαυσαν ορεκτω (ουδεν γαρ ισταν αλλο το φερομενον κατα φυσιν πεφυκεν η εκεινο δεικνυμενον), ουδεν αρα κινουμενον εστη, ως του εσχατου μηπω τυχον ορεκτου· επει μηδ᾿ εκεινο πω φανεν των περι αυτο φερομενων την κινησιν εστησεν. Ει δε τουτο ποτε γεγενησθαι εξ επιταγματος κελευουσι, και της εν εσχατω και μονω ορεκτω ιδρυσεως τε και μονης παρακινηθεντα τα λογικα τον σκεδασμον ελαβεν, ινα μη λεγων ερεσχελω, τις η αποδειξις, τας αυτας επι τοις αυτοις επ᾿ απειρον εξειν τα λογικα μετεμπτωσεις εξ αναγκης εικοτως υποθησονται. Ουτινος γαρ δια της πειρας καταφρονειν απαξ δεδυνηνται, και εις (≡14Δ_066≡> αει δυνησεσθαι ουδεις ο κωλυσων εστι λογος. Του δε ουτω φερεσθαι τα λογικα και μηδεμιαν εχειν η ελπιζειν βασιν αμεταθετον της εν τω καλω παγιοτητος, τι αλλο γενοιτ' αν ελεινοτερον;
Ει δε δυνασθαι μεν φαιεν, μη βουλεσθαι δε, δια την γενομενην πειραν του εναντιου, και ουτως ου δι᾿ εαυτο, ως καλον, αλλα δια το εναντιον το καλον αυτοις εσται εξ αναγκης στεργομενον, ως ου φυσει η κυριων ον εραστον. Παν γαρ ο μη δι᾿ εαυτο αγαθον εστι και εραστον και πασης ελκτικον κινησεως ου κυριως καλον. Και δια τουτο ουδε καθεκτικον εικοτως της των επ᾿ αυτω ηδομενων εφεσεως, αλλα και χαριν λοιπον ομολογησαιεν αν τω κακω (=1072=) οι τουτο περιεποντες το φρονημα, ως δι᾿ αυτου το δεον διδαχθεντες και την εν τω καλω πηξιν πως εχειν μεταμαθοντες και γενεσιν αυτο αναγκαιως ειποιεν αν, ειπερ εαυτοις στοιχειν διεγνωσαν, και της φυσεως αυτης χρησιμωτεραν, ως του συμφεροντος κατ᾿ αυτους ουσαν διδακτικην, και του παντων τιμιωτερου κτηματος, της αγαπης λεγω, γεννητικην, καθ᾿ ην πεφυκε παντα τα εκ Θεου γινομενα εις Θεον συναγεσθαι μονιμως τε και απαρατρεπτως. 
Και παλιν, των εκ Θεου γενομενων νοητων τε και αισθητων η γενεσις της κινησεως προεπινοειται. Ου γαρ οιον τε προ γενεσεως ειναι κινησιν. Των γαρ γενομενων η κινησις, ητε νοητων, νοητη, η τε αισθητων, αισθητη. Ουδεν γαρ των γενομενων εστι το παραπαν τω καθ᾿ αυτο λογω ακινητον, ουδ᾿αυτων των αψυχων και αισθητων, ως τοις επιμελεστεροις των οντων θεαμοσιν εδοξε. Κινεισθαι γαρ παντα εφασαν, η κατ᾿ ευθειαν, η κατα κυκλον, η ελικοειδως. Πασα γαρ κινησις τω απλω και τω συνθετω περιεχεται τροπω. Ει τοινυν προεπονοειται των ων εστι κινησεως η γενεσις, επιθεωρειται δη της ων (≡14Δ_068≡> εστι γενεσεως η κινησις, ως μετ᾿ αυτην κατεπινοιαν ουσα. Ταυτην δε την κινησιν δυναμιν καλουσιν φυσικην, προς το κατ᾿ αυτην τελος επειγομενην, η παθος, ητοι κινησιν, εξ ετερου προς ετερον γινομενην, τελος εχουσαν το απαθες, η ενεργειαν δραστικην, τελος εχουσαν το αυτοτελες. Ουδεν δε των γενητων εαυτου τελος εστιν, επειδη ουτε αυταιτιον, επει και αγενητον και αναρχον και ακινητον, ως προς μηδεν πως εχον κινηθηναι. Εκβαινει γαρ των οντων την φυσιν, ως ουδενος ενεκεν ον, ειπερ αληθης ο περι αυτου ορισμος, καν αλλοτριος η ο λεγων. Τελος εστιν ου ενεκεν τα παντα, αυτο δε ουδενος ενεκεν. Ουδε αυτοτελες, επει και ανενεργητον, ως πληρες, και ωσαυτως και μηδαμοθεν το ειναι εχον. Το αυτοτελες γαρ πως και αναιτιον. Ουδ᾿ απαθες, επει και μονον και απειρον και επεριγραφον. Ου γαρ πασχειν πεφυκε καθολου το απαθες, τω μητ᾿ εραν αλλου, η κινεισθαι προς αλλο τι κατ᾿ εφεσιν.
Ουδεν αρα των γενητων κινουμενον εστη, ως της πρωτης και μονης αιτιας, εξ ης το ειναι τους ουσι περιεστι, μηπω τυχον, η του εσχατου εντος γενομενον ορεκτου, ιν' εκ προγεγενημενης εναδος ο των λογικων σκεδασμος εαυτω την των σωματων γενεσιν ακολουθως συνεισκομισας νομισθη. Και μαρτυρουσι Μωϋσης και Δαβιδ και Παυλος οι αγιοι, και ο τουτων Δεσποτης Χριστος, ο μεν, Μη γευσασθαι του ξυλου της ζωης τον προπατορα ιστορησας, και αλλοθι ειπων Ου γαρ ηκατε εως του νυν εις την καταπαυσιν και εις την κληρονομιαν, ην Κυριος ο Θεος ημων διδωσιν υμιν. Ο δε, (=1073=) Χορτασθησομαι βοων εν τω οφθηναι μοι την δοξαν σου· και, Εδιψησεν η ψυχη μου προς τον Θεον τον ισχυρον τον ζωντα, ποτε ηξω και οφθησομαι τω προσωπω τον Θεον. Ο δε Φιλιππησιοις μεν γραφων, Ει πως καταντησω εις την εξαναστασιν των νεκρων, ουχ οτι ηδη (≡14Δ_070≡> ελαβον η τετελειωμαι, διωκω δε ει γε καταλαβω, εφ᾿ ω και κατεληφθην υπο Ιησου Χριστου. Εβραιοις δε, Ο γαρ εισελθων εις την καταπαυσιν αυτου και αυτος κατεπαυσεν απο των εργων αυτου, ωσπερ απο των ιδιων, ο Θεος· Και παλιν εν τη αυτη Επιστολη μηδενα κομισασθαι τας επαγγελιας διαβεβαιουμενος. Ο δε, Δευτε προς με, παντες οι κοπιωντες και πεφορτισμενοι, καγω αναπαυσω υμας.
Ουπω ουν ουδαμως ουδεν των γενητων την φυσικην δυναμιν προς το κατ᾿ αυτην τελος κινουμενην εστησεν, ουδε της ενεργειας επαυσατο τω κατ᾿ αυτην τελει προσερεισαν αυτην, ουδε του κατα κινησιν παθους τον καρπον εδρεψατο, το απαθες, φημι, και ακινητον. Μονου γαρ Θεου το τελος ειναι και το τελειον και το απαθες, ως ακινητου και πληρους και απαθους, των γενητων δε το προς τελος αναρχον κινηθηναι και αποσω τελει παυσαι την ενεργειαν, και παθειν, αλλ᾿ ουκ ειναι η γενεσθαι κατ᾿ ουσιαν το αποιον· παν γαρ γενητον και κτιστον ουκ ασχετον δηλονοτι. Ευγνωμονως δε του παθους ακουστεον· ου γαρ το κατα τροπην η φθοραν δυναμεως ενταυθα δηλουται παθος, αλλα το φυσει συνυπαρχον τοις ουσι. Παντα γαρ οσα γεγονε πασχει τι κινεισθαι, ως μη οντα αυτοκινησις η αυτοδυναμις.
Ει τοινυν γενητα υπαρχει τα λογικα και κινειται παντως, ως εξ αρχης κατα φυσιν δια το ειναι προς τελος κατα γνωμην δια το ευ ειναι κινουμενα. Τελος γαρ της των κινουμενων κινησεως αυτο το εν τω αει ευ ειναι εστιν, ωσπερ και αρχη αυτο το ειναι οπερ εστιν ο Θεος, ο και του ειναι δοτηρ και του ευ ειναι χαριστικος, ως αρχη και τελος· εξ αυτου γαρ και το απλως κινεισθαι ημας, ως αρχης, και το πως κινεισθαι προς αυτον ως τελος εστιν. Ει δε κινειται αναλογως εαυτω νοερως το νοερον, (≡14Δ_072≡> και νοει παντως· ει δε νοει, και ερα παντως του νοηθεντος· ει δ᾿ ερα, και πασχει παντως την προς αυτο ως εραστον εκστασιν· ει δε πασχει, δηλονοτι και επειγεται· ει δε επειγεται, και επιτεινει παντως το σφοδρον της κινησεως· ει δε επιτεινει σφοδρως την κινησιν, ουχ ισταται μεχρις αν γενηται ολον εν τω εραστω ολω και υφ᾿ ολου περιληφθη, εκουσιως ολον κατα προαιρεσιν την σωτηριον περιγραφην δεχομενον, ιν᾿ ολον ολω ποιωθη τω περιγραφοντι, ως μηδ' ολως λοιπον βουλεσθαι εξ (=1076=) εαυτου αυτο εκεινο ολον γνωριζεσθαι δυνασθαι το περιγραφομενον, αλλ᾿ εκ του περιγραφοντος· ως αηρ δι᾿ ολου πεφωτισμενος φωτι, και πυρι σιδηρος, ολος ολω πεπυρακτωμενος, η ει τι αλλο των τοιουτων εστιν.
Εξ ων στοχαστικως την εσομενην, αλλ᾿ ου την γεγενημενην και παραφθαρεισαν, τοις αξιοις της αγαθοτητος μετουσιαν κατ᾿ εικασιαν μονον λαμβανομεν, επειδη και υπερ ταυτα παντα τα ελπιζομενα εστιν, ως οψεως οντα κατα το γεγραμμενον, και ακοης και διανοιας επεκεινα. Και τουτο εστιν ισως η υποταγη ην ο θειος Αποστολος φησι τω Πατρι τον Υιον υποτασσειν, τους εκουσιως δεχομενους το υποτασσεσθαι, μεθ᾿ ην, ο εσχατος εχθρος καταργειται ο θανατος, ως του εφ᾿ ημιν, ηγουν του αυτεξουσιου, δι᾿ου προς ημας ποιουμενος την εισοδον επεκυρου καθ᾿ ημων το της φθορας κρατος, εκουσιως καθ᾿ ολου εκχωρηθεντος Θεω και καλως βασιλευοντος το βασιλευεσθαι, τω αργειν του τι εθελειν παρ᾿ ο θελει Θεος· ωσπερ φησιν αυτον εν εαυτω τυπων το ημετερον ο Σωτηρ προς τον Πατερα· Πλην ουχ ως εγω θελω, αλλ᾿ ως συ. Και μετ᾿ αυτον ο θεσπεσιος Παυλος, ωσπερ εαυτον αρνησαμενος και ιδιαν εχειν ετι ζωην μη ειδως· Ζω γαρ ουκ ετι εγω· ζη γαρ εν εμοι Χριστος.
Μη ταραττετω δε υμας το λεγομενον. Ου γαρ αναιρεσιν του αυτεξουσιου γενεσθαι φημι, αλλα θεσιν μαλλον την κατα (≡14Δ_074≡> φυσιν παγιαν τε και αμεταθετον, ηγουν εκχωρησιν γνωμικην, ιν᾿ οθεν ημιν υπαρχει το ειναι και το κινεισθαι λαβειν ποθησωμεν, ως της εικονος ενελθουσης προς το αρχετυπον, και σφραγιδος δικην εκτυπωματι καλως ηρμοσμενης τω αρχετυπω, και αλλοθι φερεσθαι μητ᾿ εχουσης λοιπον μητε δυναμενης, η σαφεστερον ειπειν και αληθεστερον, μητε βουλεσθαι δυναμενης, ως της θειας επειλημμενης ενεργειας, μαλλον δε Θεος τη θεωσει γεγενημενης, και πλεον ηδομενης τη εκστασει των φυσικως επ᾿ αυτης και οντων και νοουμενων, δια την εκνικησασαν αυτην χαριν του Πνευματος, και μονον εχουσαν ενεργουντα τον Θεον δειξασαν, ωστε ειναι μιαν και μονην δια παντων ενεργειαν, του Θεου και των αξιων Θεου, μαλλον δε μονου Θεου, ως ολον ολοις τοις αξιοις αγαθοπρεπως περιχωρησαντος. Αναγκη γαρ πασα της κατ᾿ εφεσιν τα παντα περι τι αλλο παυσασθαι εξουσιαστικης κινησεως, του εσχατου φανεντος ορεκτου και μετεχομενου, και αναλογως τη των μετεχοντων δυναμει αχωρητως, ιν᾿ ουτως ειπω, χωρουμενου· προς ο πασα σπευδει πολιτεια του υψηλου και διανοια, "και εις ο πασα εφεσις ισταται, και υπερ ο ουδαμως φερεται· ουτε γαρ εχει, και προς ο τεινει πασα σπουδαιου κινησις, και ου γενομενοις πασης θεωριας αναπαυσις», φησιν ο μακαριος ουτος διδασκαλος. (=1077=) Ουτε γαρ εστι τι εκτος Θεου τοτε δεικνυμενον, η Θεω αντισηκουσθαι δοκουν, ινα τινος εφεσιν προς αυτο ρεψαι δελεαση, παντων περιληφθεντων αυτω νοητων τε και αισθητων κατα την αφραστον αυτου εκφανσιν και παρουσιαν, ως ουδ᾿ εν ημερα τα αστρωα φωτα και αυτα καλυπτομενα, και ουδ᾿ οτι εισιν οσον αισθησει γνωριζομενα.
Επι Θεου δε και πλεον, οσον ακτιστου και κτιστων απειρον το μεσον εστι και διαφορον. Τοτε γαρ και την κατ᾿ ουσιαν υπαρξιν των οντων κατα το τι και πως και επι τινι ειναι, ως οιμαι, (≡14Δ_076≡> μανθανοντες προς τι εφετως εστι κατα γνωσιν ου κινηθησομεθα, της εκαστου και εφ᾿ εκαστου των μετα Θεον γνωσεως ημιν περατωθεισης, και της απειρου και θειας και απεριληπτου απολαυστικως ημιν αναλογως υποκειμενης τε μονης και μετεχομενης. Και τουτο εστι το πανυ φιλοσοφουμενον κατα τουτον τον θεοφορον διδασκαλον, "επιγνωσεσθαι ημας ποτε οσον εγνωσμεθα, επειδαν το θεοειδες τουτο και θειον φασκοντος τον ημετερον νουν τε και λογον τω οικειω προσμιξωμεν, και η εικων ανελθη προς το αρχετυπον, ου νυν εχει την εφεσιν». Περι μεν ουν του μη ειναι την θρυλουμενην εναδα, και του πως κατ᾿ εμφασιν εκ των νυν ημιν εφικτων της Γραφης νοηματων τε και λογισμων εσται η των μελλοντων καταστασις, ειρησθω ταυτα. Περι δε του πως μοιρα οντες Θεου απερρυημεν Θεου ηγουμενου εντευθεν τον λογον ποιησομαι. 
Τις γαρ λογω ειδως και σοφια τα οντα εκ του μη οντος παρα Θεου εις το ειναι παρηχθαι, ει τη φυσικων των οντων απειρω διαφορα τε και ποικιλια εμφρονως το της ψυχης θεωρητικον προσαγαγοι, και τω εξεταστικω συνδιακρινοι λογω κατ᾿ επινοιαν τον καθ᾿ ον εκτισθησαν λογον, τη των γεγονοτων αδιαιρετω συνδιακρινομενον διαφορα, δια την αυτων προς αλληλα τε και εαυτα ασυγχυτον ιδιοτητα; Και παλιν ενα τους πολλους, τη προς αυτον των παντων αναφορα δι᾿ εαυτον ασυγχυτως υπαρχοντα, ενουσιον τε και ενυποστατον του Θεου και Πατρος Θεον Λογον, ως αρχην και αιτιαν των ολων, εν ω εκτισθη τα παντα τα εν τοις ουρανοις και τα επι της γης, ειτε ορατα, ειτε αορατα, ειτε θρονοι, ειτε κυριοτητες, ειτε αρχαι, (=1080=) ειτε εξουσιαι, παντα εξ αυτου και δι᾿ αυτου και εις αυτον εκτισται.
Τους γαρ λογους των γεγονοτων εχων προ των αιωνων (≡14Δ_078≡> υφεστωτας βουλησει αγαθη κατ᾿ αυτους την τε ορατην και αορατον εκ του μη οντος υπεστησατο κτισιν, λογω και σοφια τα παντα κατα τον δεοντα χρονον ποιησας τε και ποιων, τα καθολου τε και τα καθ᾿ εκαστον. Λογον γαρ αγγελων δημιουργιας προκαθηγεισθαι πιστευομεν, λογον εκαστης των συμπληρουσων τον ανω κοσμον ουσιων και δυναμεων, λογον ανθρωπων, λογον παντος των εκ Θεου το ειναι λαβοντων, ινα μη τα καθ᾿ εκαστον λεγω, τον αυτον μεν απειρω δι᾿ εαυτον υπεροχη αφραστον οντα και ακατανοητον, και πασης επεκεινα κτισεως, και της κατ᾿ αυτην ουσης και νοουμενης διαφορας και διακρισεως, και τον αυτον εν πασι τοις εξ αυτου κατα την εκαστου αναλογιαν αγαθοπρεπως δεικνυμενον τε και πληθυνομενον, και εις εαυτον τα παντα ανακεφαλαιουμενον, καθ᾿ ον το τε ειναι και το διαμενειν, και εξ ου τα γεγονοτα ως γεγονε, και εφ᾿ ω γεγονε, και μενοντα και κινουμενα μετεχει Θεου. Παντα γαρ μετεχει δια το εκ Θεου γεγενησθαι, αναλογως Θεου, η κατα νουν, η λογον, η αισθησιν, η κινησιν ζωτικην, η ουσιωδη και εκτικην επιτηδειοτητα, ως τω μεγαλω και θεοφαντορι Διονυσιω δοκει τω Αρεοπαγιτη. 
Εκαστον ουν των νοερων τε και λογικων αγγελων τε και ανθρωπων αυτω τω καθ᾿ ον εκτισθη λογω τω εν τω Θεω οντι, και προς τον Θεον οντι, μοιρα και λεγεται και εστι Θεου, δια τον αυτου προοντα εν τω Θεω , καθως ειρηται, λογον. Αμελει τοι, και ει κατ᾿ αυτον κινηθειη, εν τω Θεω γενησεται, εν ω ο του ειναι αυτου λογος προενεστιν, ως αρχη και αιτια, καν μηδενος αλλου προ της ιδιας αρχης κατα ποθον επιλαβεσθαι θελησοι, ουκ απορρεει Θεου, αλλα μαλλον τη προς αυτον ανατασει (≡14Δ_080≡> Θεος γινεται και μοιρα Θεου λεγεται τω μετεχειν προσηκοντως Θεου, ως κατα φυσιν σοφως τε και λελογισμενως δι᾿ ευπρεπους κινησεως της οικειας επιλαβομενος αρχης και αιτιας, ουκ εχων λοιπον αλλοθι ποι μετα την ιδιαν αρχην και την προς τον καθ᾿ ον εκτισθη λογον ανοδον τε και αποκαταστασιν κινηθηναι, η πως κινηθηναι, της επι τω θειω δηλονοτι σκοπω κινησεως αυτου αυτον περας λαβουσης τον θειον σκοπον.
Ως δηλοι και ο αγιος Βασιλειος, εν τη εις τον αγιον προφητην Ησαιαν ερμηνεια, λεγων ουτως· "Σαββατα δε αληθη η αποκειμενη αναπαυσις τω λαω του Θεου, απερ δια το αληθη ειναι ανεχεται ο Θεος και φθανει γε επ᾿ εκεινα τα Σαββατα της αναπαυσεως, παρ᾿ ω ο κοσμος εσταυρωται, αποστας δηλονοτι των κοσμικων, και επι τον ιδιον τοπον της πνευματικης αναπαυσεως καταντησας, εν ω ο γενομενος ουκ ετι κινηθησεται απο του ιδιου τοπου, ησυχιας και αταραξιας (=1081=) περι την καταστασιν εκεινην υπαρχουσης· παντων ουν τοπος των αξιουμενων της τοιαυτης μακαριοτητος εστιν ο Θεος κατα το γεγραμμενον· Γενου μοι εις Θεον υπερασπιστην και εις τοπον οχυρον του σωσαι με». Παρ᾿ ω βεβαιως παντων οι λογοι πεπηγασι καθ᾿ ους και γινωσκειν τα παντα πριν γενεσεως αυτων λεγεται, ως εν αυτω και παρ᾿ αυτω οντων, αυτη τη αληθεια των παντων. Καν ει αυτα τα παντα, τα τε οντα και τα εσομενα, ουχ αμα τοις εαυτων λογοις, η τω γνωσθηναι υπο Θεου, εις το ειναι παρηχθησαν, αλλ᾿ εκαστα τω επιτηδειω καιρω κατα την του Δημιουργου σοφιαν πρεποντως κατα τους εαυτων λογους δημιουργουμενα και καθ᾿ εαυτα ειναι τη ενεργεια λαμβανη. Επειδη ο μεν αει κατ᾿ ενεργειαν εστι Δημιουργος, τα δε δυναμει μεν εστιν, ενεργεια δε ουκ ετι· οτι μηδε οιον τε των αμα ειναι το απειρον και τα πεπερασμενα, ουδε τις δειξαι λογος αναφανησεται των αμα (≡14Δ_082≡> ειναι δυνασθαι την ουσιαν και το υπερουσιον, και εις ταυτον αγαγειν τω εν μετρω το αμετρον, και τω εν σχεσει το ασχετον, και το μηδεν εχον επ᾿ αυτου κατηγοριας ειδος καταφασκομενον τω δια παντων τουτων συνισταμενω.
Παντα γαρ τα κτιστα κατ᾿ ουσιαν τε και γενεσιν πανταπασι καταφασκεται τοις ιδιοις και τοις περι αυτα ουσι των εκτος λογοις περιεχομενα. Υπεξηρημενης ουν της ακρας και αποφατικης του Λογου θεολογιας, καθ᾿ ην ουτε λεγεται, ουτε νοειται, ουτε εστι το συνολον τι των αλλω συνεγνωσμενων, ως υπερουσιος, ουδε υπο τινος ουδαμως καθ᾿ οτιουν μετεχεται, πολλοι λογοι ο εις λογος εστι, και εις οι πολλοι· κατα μεν την αγαθοπρεπη εις τα οντα του ενος ποιητικην τε και συνεκτικην προοδον πολλοι ο εις, κατα δε την εις τον ενα των πολλων επιστρεπτικην τε και χειραγωγικην αναφοραν τε και προνοιαν, ωσπερ εις αρχην παντοκρατορικην η κεντρον των εξ αυτου ευθειων τας αρχας προειληφος και ως παντων συναγωγος, εις οι πολλοι. Μοιρα ουν εσμεν και λεγομεθα Θεου δια το τους του ειναι ημων λογους εν τω Θεω προϋφεσταναι· ρευσαντες δε ανωθεν παλιν λεγομεθα διοτι μη καθ᾿ ον γεγενημεθα λογον τον εν τω Θεω προοντα κεκινημεθα. Και καθ᾿ ετερον δε τροπον εστιν ευμαρες τω ευσεβως επιβαλλειν τοις των οντων λογοις δεδιδαγμενω τον περι τουτου λογον διεξελθειν.
Ει γαρ ουσια της εν εκαστω αρετης ο εις υπαρχειν Λογος του Θεου μη αμφιβεβληται- ουσια γαρ παντων των αρετων αυτος εστιν ο Κυριος ημων Ιησους Χριστος, ως γεγραπται· Ος εγενηθη ημιν απο Θεου σοφια, δικαιοσυνη τε και αγιασμος και απολυτρωσις, απολυτως ταυτα δηλαδη επ' αυτου λεγομενα εχων, ως αυτοσοφια και δικαιοσυνη και αγιοτης ων, και ουχ ως εφ᾿ ημων προσδιωρισμενως, οιον ως σοφος ανθρωπος, η δικαιος ανθρωπος, - πας δηλονοτι ανθρωπος αρετης καθ᾿ εξιν (≡14Δ_084≡> παγιαν μετεχων αναμφηριστως Θεου μετεχει της ουσιας των αρετων, ως την κατα (=1084=) φυσιν σποραν του αγαθου γνησιως κατα προαιρεσιν γεωργησας και ταυτον δειξας τη αρχη το τελος, και την αρχην τω τελει, μαλλον δε ταυτον αρχην ουσαν και τελος, ως ανοθευτος Θεου τυγχανων συνηγορος, ειπερ παντος πραγματος αρχη και τελος ο επ᾿ αυτω σκοπος υπαρχειν πεπιστευται, την μεν ως εκειθεν ειληφως προς τω ειναι και το κατα μεθεξιν φυσει αγαθον, το δε ως κατ᾿ αυτην γνωμη τε και προαιρεσει τον επαινετον και προς αυτην απλανως αγοντα εξανυσας δρομον δια σπουδης, καθ᾿ ον γινεται Θεος, εκ του Θεου το Θεος ειναι λαμβανων, ως τω κατ᾿ εικονα φυσει καλω και προαιρεσει την δι᾿ αρετων προσθεις εξομοιωσιν, δια της εμφυτου προς την ιδιαν αρχην αναβασεως τε και οικειοτητος. Και πληρουται λοιπον και επ᾿ αυτω το αποστολικον ρητον το φασκον· Εν αυτω γαρ ζωμεν και κινουμεθα και εσμεν. Γινεται γαρ εν τω Θεω δια προσοχης, τον εν τω Θεω προοντα του ειναι λογον μη παραφθειρας, και κινειται εν τω Θεω κατα τον προοντα εν τω Θεω του ευ ειναι λογον, δια των αρετων ενεργουμενος, και ζη εν τω Θεω κατα τον προοντα εν τω Θεω του αει ειναι λογον.
Εντευθεν μεν ηδη κατα την απαθεστατην εξιν ταυτον εαυτω και ακινητος ων, εν δε τω μελλοντι αιωνι κατα την δοθησομενην θεωσιν τους ειρημενους και εν τω Θεω προοντας λογους, μαλλον δε τον Θεον, εν ω οι λογοι των καλων πεπηγασιν, αγαπητικως στεργων και ασπαζομενος· και εστι μοιρα Θεου, ως ων, δια τον εν τω Θεω του ειναι αυτου λογον, και ως αγαθος, δια τον εν τω Θεω του αει ειναι αυτου λογον, και ως Θεος, δια τον εν τω Θεω του αει ειναι αυτου λογον, ως τουτους (≡14Δ_086≡> τιμησας και κατ᾿ αυτους ενεργησας, και δι᾿ αυτων εαυτον μεν τω Θεω μονω δι᾿ ολου ενθεμενος, τον δε Θεον μονον εαυτω δι᾿ ολου εντυπωσας τε και μορφωσας, ωστε και αυτον ειναι τε χαριτι και καλεισθαι Θεον, και τον Θεον ειναι συγκαταβασει και καλεισθαι δι᾿ αυτον ανθρωπον, και της αντιδιδομενης επι τουτω διαθεσεως δειχθηναι την δυναμιν, την και τον ανθρωπον τω Θεω θεουσαν δια το φιλοθεον, και τον Θεον τω ανθρωπω δια το φιλανθρωπον ανθρωπιζουσαν και ποιουσαν κατα την καλην αντιστροφην, τον μεν Θεον ανθρωπον, δια την του ανθρωπου θεωσιν, τον δε ανθρωπον Θεον, δια την του Θεου ανθρωπησιν. Βουλεται γαρ αει και εν πασιν ο του Θεου Λογος και Θεος της αυτου ενσωματωσεως ενεργεισθαι το μυστηριον.
Οστις δε της ιδιας αφεμενος αρχης μοιρα τυγχανων Θεου δια τον εν αυτω της αρετης οντα λογον κατα την αποδοθεισαν αιτιαν προς το μη ον παραλογως φερεται, εικοτως ανωθεν ρευσαι λεγεται, μη προς την ιδιαν αρχην τε και αιτιαν καθ᾿ ην και εφ᾿ η και δι᾿ ην γεγενηται κινηθεις, και εστιν εν αστατω περιφορα και αταξια δεινη ψυχης τε και σωματος, της απλανους και ωσαυτως εχουσης αιτιας τη προς το χειρον (=1085=) εκουσιω ροπη την αποτυχιαν εαυτου καταπραξαμενος. Εφ᾿ ου και το ρευσαι κυριως λεχθειη αν οτι επ᾿ αυτω κειμενης της προς Θεον αδηριτως τας της ψυχης βασεις ποιεισθαι δυναμενης εξουσιας, το χειρον και μη του κρειττονος και οντος εκων αντηλλαξατο.
Τουτους δε ους εφην τους λογους ο μεν Αρεοπαγιτης αγιος Διονυσιος προορισμους και θεια θεληματα καλεισθαι υπο της Γραφης ημας εκδιδασκει. Ομοιως δε και οι περι Πανταινον τον γενομενον καθηγητην του Στρωματεως μεγαλου Κλημενος θεια θεληματα τη Γραφη φιλον καλεισθαι φασι. Οθεν ερωτηθεντες (≡14Δ_088≡> υπο τινων των εξω παιδευσιν γαυρων, πως γινωσκειν τα οντα τον Θεον δοξαζουσιν οι Χριστιανοι, υπειληφοτων εκεινων, νοερως τα νοητα, και αισθητικως τα αισθητα, γινωσκειν αυτον τα οντα απεκριναντο, μητε αισθητικως τα αισθητα, μητε νοερως τα νοητα. Ου γαρ ειναι δυνατον τον υπερ τα οντα κατα τα οντα των οντων αντιλαμβανεσθαι· αλλ᾿ ως ιδια θεληματα γινωσκειν αυτον τα οντα φαμεν, προσθεντες και του λογου το ευλογον. Ει γαρ θεληματι τα παντα πεποιηκε, και ουδεις αντερει λογος, γινωσκειν δε το ιδιον θελημα τον Θεον ευσεβες τε λεγειν αει και δικαιον εστιν, εκαστον δε των γεγονοτων θελων πεποιηκεν, αρα ως ιδια θεληματα ο Θεος τα οντα γινωσκει, επειδη και θελων τα οντα πεποιηκεν. Εντευθεν δε ορμωμενος εγωγε οιμαι κατα τουτους ειρησθαι τη Γραφη τους λογους, το, Εγνων σε παρα παντας, προς Μωϋσην, και περι τινων το, Εγνω Κυριος τους οντας αυτου, "και παλιν προς τινας το, Ουκ οιδα υμας· ως εκαστον δηλονοτι η κατα το θελημα και τον λογον, η παρα το θελημα και τον λογον του Θεου προαιρετικη κινησις της θειας ακουσαι φωνης παρεσκευασε.
Ταυτα και τα τοιαυτα τον θεοφορον τουτον ανδρα οιμαι νοησαντα ειπειν, "επειδαν το θεοειδες τουτο και θειον, τον ημετερον νουν τε και λογον, τω οικειω προσμιξωμεν, και η εικων ανελθη προς το αρχετυπον, ου νυν εχει την εφεσιν»· ομου τε και κατα ταυτον δια των μικρων τουτων ρηματων του ποτε τουτο τι των οντων εφθακεναι το μετρον οιεσθαι διδασκαλικως απαγοντα τους νομιζοντας, και τον του πως μοιρα εσμεν Θεου λογον παραδηλουντα, και την μελλουσαν της μακαριας ληξεως ιδιοτητα αινιττομενον, και προς την ασειστον αυτης και ακλονητον και ουδαμου μεταπιπτουσαν απολαυσιν παρορμωντα τους επι τουτω δι᾿ ελπιδος καθαιρομενους και σπευδοντας. Ηδει (≡14Δ_090≡> γαρ, ωσει προς ο εχομεν ουσια τε και λογω τας εμφασεις κατα λογον και φυσιν ευθυπορησαιμεν (=1088=) απλη προσβολη, και ημεις, πασης της οιασουν ζητησεως χωρις, περι ην μονην εστι το πταιειν και σφαλλεσθαι, θεοειδως κατα το εφικτον τα παντα εισομεθα, μηκετι δι᾿ αγνοιαν της περι αυτα κινησεως αντεχομενοι, ως νοι τω μεγαλω και λογω και πνευματι τον ημετερον νουν τε και λογον και πνευμα, μαλλον δε ολω Θεω ολους εαυτους ως αρχετυπω εικονι προσχωρησαντες.
Καθως και εν τω περι χαλαζης λογω διεξεισιν, ουτωσι φασκων· φυσικη θεωρια Και τους μεν το αφραστον φως διαδεξεται, και η της αγιας και βασιλικης θεωριας Τριαδος ελλαμπουσης τρανοτερον τε και καθαρωτερον, και ολης ολω νοι μιγνυμενης, ην δη και μονην βασιλειαν ουρανων εγω τιθημι», ηνικα ηδονη ηδεται και αγαλλεται, ινα τοις αυτου τολμησας συναψω τα εμαυτου, πασα κτισις λογικη αγγελων τε και ανθρωπων, οσοι μηδενα των προς το τελος κατα την κινησιν φυσικως συνηρμοσμενων αυτοις θειων λογων παρα του Δημιουργου εξ απροσεξιας παρεφθειραν, διεσωσαντο δε μαλλον σωφρονως εαυτους ολους και απαρατρεπτους, ως θειας οργανα φυσεως, και οντας και γενησομενους ειδοτες, ους δι᾿ ολου ολος περιφυς ο Θεος τροπον ψυχης, ωσπερ μελη σωματος αρτια και ευχρηστα τω Δεσποτη γενησομενους, προς το δοκουν μεταχειριζεται, και της οικειας πληροι δοξης τε και μακαριοτητος, ζωην διδους και χαριζομενος την αιδιον τε και ανεκλαλητον, και πανταπασι παντος ελευθεραν γνωρισματος συστατικης ιδιοτητος της παρουσης και δια φθορας συνισταμενης ζωης, ην ουκ αηρ εισπνεομενος, ουδ᾿ αιματος οχετοι του ηπατος απορρεοντες συνιστωσιν, αλλα Θεος ολος ολοις μετεχομενος, και ψυχης τροπον προς σωμα τη ψυχη, και δια μεσης ψυχης προς σωμα γινομενος, ως οιδεν αυτος, ιν᾿ (≡14Δ_092≡> η μεν ατρεψιαν δεξηται, το δε αθανασιαν, και ολος ανθρωπος θεωθη τη του ενανθρωπησαντος Θεου χαριτι θεουργουμενος, ολος μεν ανθρωπος μενων κατα ψυχην και σωμα δια την φυσιν, και ολος γενομενος Θεος κατα ψυχην και σωμα δια την χαριν και την εμπρεπουσαν αυτω διολου θειαν της μακαριας δοξης λαμπροτητα, μεθ᾿ ην ουκ εστι τι επινοησαι λαμπροτερον η υψηλοτερον.
Τι γαρ θεωσεως τοις αξιοις ερασμιωτερον, καθ᾿ ην ο Θεος θεοις γενομενοις ενουμενος το παν εαυτου ποιειται δι᾿ αγαθοτητα; Διο και ηδονην και πεισιν και χαραν καλως ωνομασαν την τοιαυτην καταστασιν, την τη θεια κατανοησει και τη επομενη αυτη της ευφροσυνης απολαυσει, ηδονην μεν, ως τελος ουσαν των κατα φυσιν ενεργειων (ουτω γαρ την ηδονην οριζονται), πεισιν δε ως εκστατικην δυναμιν, προς το ποιουν το πασχον εναγουσαν, κατα την αποδοθεισαν του αερος προς το φως και του πυρος προς τον σιδηρον παραδειγματικην αιτιαν, και πειθουσαν φυσικως και αληθως μη αλλο τι ειναι (=1089=) παρα τουτο των οντων κεφαλαιον, η το απαθες δεοντως ακολουθει, χαραν δε ως μηδεν εχουσαν αντικειμενον μητε παρελθον μητε μελλον. Την χαραν γαρ φασι μητε λυπην επιστασθαι παρελθουσαν, μητε τον εκ φοβου κορον επιδεχεσθαι προσδοκωμενον, ωσπερ η ηδονη.
Οθεν και ως ενδεικτικην προσηγοριαν της μελλουσης αληθειας υπαρχουσαν την χαραν εκυρωσαν πανταχου οι τε θεοπνευστοι λογοι και οι εξ αυτων τα θεια σοφισθεντες μυστηρια Πατερες ημων. Ει τοινυν ως εν επιδρομη, κατ᾿ εμε φαναι τον μικρον, φυσικως τε και Γραφικως και Πατρικως δεδεικται, ως ουδεν των γενητων πωποτε κινουμενον εστη, ουδε της επ᾿ αυτο κατα τον θειον σκοπον επελαβετο ληξεως, προς δε τουτοις και ως αμηχανον της εν τω Θεω μονιμοτητος των αξιουμενων παρεγκλιθηναι το βασιμον. Πως γαρ εστι δυνατον, ινα τοις ειρημενοις μικραν τινα προς βεβαιωσιν την εκ λογισμων δωμεν (≡14Δ_094≡> βοηθειαν, τους απαξ εν τω Θεω υπαρκτικως γενομενους τον υβριστην κατα την εφεσιν υποδεξασθαι κορον, παντος κορου κατα τον ιδιον λογον τε και ορον ορεξεως τυγχανοντος σβεστικου, και κατα δυο συνισταμενου τροπους. Η γαρ τα υποκειμενα ως μικρα περιγραφουσα η ορεξις σβεννυται, η ατιμαζουσα ως αισχρα τε και ειδεχθη βδελυσσεται, υφ᾿ ων ο κορος γινεσθαι πεφυκεν. Ο δε Θεος φυσει υπαρχων απειρος τε και τιμιος επιτεινειν μαλλον των απαλαυοντων αυτου δια της μετοχης προς το αοριστον την ορεξιν πεφυκεν.
Ει δε τουτ᾿ αληθες, ωσπερ ουν και εστιν, ουκ ην αρα η λεγομενη ενας των λογικων, ητις κορον λαβουσα της εν τω Θεω μονιμοτητος εμερισθη, και τω οικειω σκεδασμω την του κοσμου τουτου γενεσιν συνεισηγαγεν, ινα μη το αγαθον εμπεριγραπτον ποιωμεθα και ατιμον, ως κορω τινι περιοριζομενον και στασεως αιτιον γινομενον εκεινοις, ων την εφεσιν ακινητον κρατειν ου δεδυνηται. Και ματην λοιπον τινες ταυτην θεσπιζουσιν, ως εμοιγε δοκει, τα μη οντα πλαττομενοι, και το δη τουτου βαρυτερον, και του μακαριου τουτου πατρος ως ταυτα φρονουντος καταψευδομενοι, εφ᾿ ω μη μονον αυτους εκ προτερου ειδους ζωης τας ψυχας εις σωματα ελθειν επι τιμωρια των προγεγονοτων κακων φρονειν επ᾿ αδειας δυνασθαι, αλλα και αλλους απαταν ουτως εχειν ευλογως επιχειρειν δια της των προσωπων αξιοπιστιας, ου καλως ουδ᾿ οσιως πραττοντας, αλλ᾿ εκεινους εχοντας αφεντες ως εχουσιν αυτοι ευσεβως ημεις τον νουν του διδασκαλου προς τοις ειρημενοις και κατ᾿ αλλον σκοπησομεν τροπον. 
Ουκ οιμαι της ανθρωπινης αυτον γενεσεως ενταυθα, (=1092=) αλλα της επιγενομενης αυτη ταλαιπωριας την αιτιαν αφηγεισθαι βουλεσθαι. Θρηνησας γαρ του σωματος ημων την ελεεινοτητα δια του ειπειν, " Ω της συζυγιας και της αλλοτριωσεως! ο φοβουμαι, περιεπω, και ο στεργω, δεδοικα», και τα εξης, και οιον (≡14Δ_096≡> προς εαυτον διαπορησας περι της αιτιας των οις ενισχημεθα κακων και της κατ᾿ αυτην σοφωτατης προνοιας δια του φαναι. " Τις η περι εμε σοφια, και τι το μεγα τουτο μυστηριον; " επαγει την λυσιν τρανως ποιουμενος ουτως· " Η βουλεται μοιραν ημας οντας Θεου και ανωθεν ρευσαντας, ινα μη δια την αξιαν επαιρομενοι και μετεωριζομενοι καταφρονωμεν του Κτισαντος, εν τη προς το σωμα παλη και μαχη προς αυτον αει βλεπειν, και την συνεζευγμενην ασθενειαν παιδαγωγιαν ειναι του αξιωματος».
Ωσανει ελεγεν, επειδηπερ εκ ψυχης και σωματος δι᾿ αγαθοτητα ο ανθρωπος γεγονε παρα του Θεου, εφ᾿ ω την δοθεισαν αυτω λογικην τε και νοεραν ψυχην, ατε δη κατ᾿ εικονα του ποιησαντος αυτην υπαρχουσαν, κατα μεν την εφεσιν και την εξ ολης δυναμεως ολικην αγαπην απριξ Θεου γνωστικως εχομενην, και το καθ᾿ ομοιωσιν προσλαβουσαν θεωθηναι, κατα δε την επιστημονικην προς το υφειμενον προνοιαν, και την περι το αγαπαν τον πλησιον ως εαυτον κελευουσαν εντολην, εμφρονως του σωματος αντεχομενην, λογισαι τε δι᾿ αρετων αυτο και οικειωσαι Θεω ως ομοδουλον δι᾿ εαυτης μεσιτευουσης τον ποιητην ενοικον, και της δοθεισης αθανασιας αλυτον δεσμον αυτον ποιησομενην αυτω τον συνδησαντα, ιν᾿ οπερ εστι Θεος ψυχη, τουτο ψυχη σωματι γενηται, και εις αποδειχθη των ολων Δημιουργος, αναλογως δια της ανθρωποτητος πασιν επιβατευων τοις ουσι, και εις εν ελθη τα πολλα αλληλων κατα την φυσιν διεστηκοτα περι την μιαν του ανθρωπου φυσιν αλληλοις συννευοντα, και γενηται τα παντα εν πασιν αυτος ο Θεος, παντα παραλαβων και ενυποστησας εαυτω, δια του μηδεν ετι των οντων κεκτησθαι την κινησιν, και της αυτου αμοιρον παρουσιας, καθ᾿ ην και θεοι και τεκνα και σωμα (≡14Δ_098≡> και μελη και μοιρα Θεου και τα τοιαυτα εσμεν και λεγομεθα τη προς το τελος αναφορα του θειου σκοπου. 
Επειδη τοινυν τουτο και επι τουτω ο ανθρωπος γεγονεν, εν δε τω προπατορι τω ετοιμω προς εξουσιαν επι χειρον εχρησατο, μετενεγκων εκ του επιτετραμμενου προς το κεκωλυμενον την ορεξιν (και γαρ ην αυτεξουσιος, και του κολληθηναι τω Κυριω και εν πνευμα γεγεσθαι, και του κολληθηναι τη πορνη και εν σωμα γενεσθαι, απατηθεις προειλετο, και του θειου και μακαριου σκοπου εκων εαυτον απεξενωσε, του Θεος ειναι, χαριτι το χους γενεσθαι καθ᾿ αιρεσιν προτιμησας) , σοφως αμα και φιλανθρωπως (=1093=) και τη αυτου πρεποντως αγαθοτητι ο την ημετεραν σωτηριαν οικονομων Θεος τη παραλογω κινησει της εν ημιν νοερας δυναμεως παρεπομενην δεοντως την τιμωριαν παρεπηξεν, αυτο εκεινο τυχον κατα τον εικοτα λογον κολασας θανατω, περι ο την κατα νουν μονω Θεω χρεωστουμενην της αγαπης δυναμιν κατερρηξαμεν, ινα του μηδενος ερωντες δια του πασχειν ποτε μαθοντες προς το ον παλιν ταυτην επαναγειν διδαχθωμεν την δυναμιν. Οπερ προϊων εμφανεστερον ποιειται λεγων, " Αλλ᾿ εμοι μεν και δια τουτο δοκει μηδεν των ενταυθα αγαθων ειναι πιστον τοις ανθρωποις, μηδε πολυχρονιον, αλλ᾿ ειπερ τι αλλο, και τουτο καλως τω τεχνιτη λογω και τη παντα νουν υπερεχουση σοφια μεμηχανησθαι, παιζεσθαι ημας εν τοις ορωμενοις, αλλοτε αλλως μεταβαλλομενοις και μεταβαλλουσι, και ανω και κατω φερομενοις τε και περιτρεπομενοις, και πριν ληφθηναι απιουσι και φευγουσιν, ινα το εν τουτοις αστατον και ανωμαλον θεωρησαντες προς το μελλον μεθορμισωμεθα. Τι γαρ αν εποιησαμεν εστωτος του ευ πραττειν ημιν, οποτε ου μενοντος τοσουτον αυτω προσδεδεμεθα, και ουτως ημας η περι τουτο ηδονη και απατη εχει δουλωσασα, ωστε μηδεν κρειττον μηδε υψηλοτερον των παροντων (≡14Δ_100≡> διανοεισθαι δυνασθαι, και ταυτα κατ᾿ εικονα Θεου γεγονεναι, και ακουοντας και πιστευοντας την ανω τε ουσαν και προς εαυτην ελκουσαν; "
Και παλιν εν τω προς τους πολετευομενους λογω φασκων, " Ιν᾿ ειδωμεν το μηδεν οντες προς την αληθινην σοφιαν και πρωτην, αλλα προς αυτον αει νευωμεν μονον, και ζητωμεν ταις εκειθεν αυταις εναστραπτεσθαι, ειτε δια της ανωμαλιας των ορωμενων και περιτρεπομενων, μεταγοντος ημας επι τα εστωτα και μενοντα. Ου τοινυν, ως οιμαι, της κατα την γενεσιν της ανθρωποτητος αιτιας εν τουτοις, ως ειρηται, ο διδασκαλος ποιειται την δηλωσιν, αλλα της κατα την γενεσιν επεισαχθεισης τη ημετερα ζωη δια την παραβασιν ταλαιπωριας, ως τοις σπουδαιοτερως και εμμελεστερως τοις θειοις αυτου γραμμασιν εμμελετωσιν εστι καταφανες. Ταυτης μεν γαρ την οθεν, και δι᾿ ο, και εφ᾿ ω, και ου ενεκεν αιτιαν, δια τουτων ημιν παρατιθεται των λογων δι᾿ αυτης την οικονομουμενην ημων σοφως παρα του Θεου σωτηριαν δηλων· εκεινης δε την εφ᾿ ω γεγενηται μυστηριω υπεμφαινων δυναμιν ετερω λογων κεχρηται τροπω, ολον αυτου περι τουτου τον ευσεβη σκοπον φανερον ποιουμενος, ως εν τω Εις τα γενεθλια λογω δεικνυται λεγων·
" Νους μεν ουν ηδη και αισθησις ουτως απ᾿ αλληλων διακριθεντα των ιδιων ορων εντος ειστηκεισαν, και το του Δημιουργου Λογου μεγαλειον εν εαυτοις εφερον, σιγωντες επαινεται της μεγαλουργιας και διαπρυσιοι κηρυκες· ουπω δε ην κραμα εξ αμφοτερων, ουδε τις μιξις των εναντιων, σοφιας μειζονος γνωρισμα και της περι τας φυσεις πολυτελειας, ουδε ο πας πλουτος της αγαθοτητος γνωριμος. Τουτο δη βουληθεις ο τεχνιτης επιδειξασθαι Λογος, και ζωον εν εξ αμφοτερων, (=1096=) αορατου λεγω και ορατης φυσεως, δημιουργει τον ανθρωπον, και παρα μεν της υλης λαβων το σωμα ηδη προϋποστασης, παρ᾿ εαυτου δε ζωην ενθεις (ο δη νοεραν ψυχην και εικονα Θεου οιδεν ο λογος), οιον τινα κοσμον δευτερον εν μικρω μεγαν επι της (≡14Δ_102≡> γης ιστησιν, αγγελον αλλον, προσκυνητην μικτον», και τα εξης. Εν δε τω Εις τα Φωτα λογω· " Επει δε ουτω ταυτα η τουτο· εδει δε μη τοις ανω μονον την προσκυνησιν περιγραφεσθαι, αλλ᾿ ειναι τινας και κατω προσκυνητας, ινα πληρωθη τα παντα δοξης Θεου, επει και Θεου· και δια τουτο κτιζεται ανθρωπος χειρι Θεου τιμηθεις και εικονι». Αρκειν μεν και ταυτα υπολαμβανω, καν ει μικρα τυγχανοι, τω μη παντη φιλονεικως διακειμενω, και μονον το μαχεσθαι επιδοξον κρινοντι, προς το ενδειξασθαι την ολην του διδασκαλου περι των ειρημενων διανοιαν. Ει δε ετι περι του πως Θεου μοιραν ο διδασκαλος ημας εκαλεσεν απομαχεται, πολλαχως μεν ηδη ανωτερω ο περι τουτου αποδεδοται λογος.
Ινα δε πιστοτερος γενηται τοις του Πνευματος ερειδομενος λογοις, ο αγιος και μακαριος αποστολος Παυλος, ο την αποκεκρυμμενην εν τω Θεω προ των αιωνων κομισαμενος σοφιαν, και παντα τον αφεγγη των ανθρωπων βιον καταφωτισας, και της αγνοιας τον ζοφον των ψυχων απελασας, αρκεσει περι τουτου Εφεσιοις διεξιων ταδε, Ινα ο Θεος του Κυριου ημων Ιησου Χριστου ο Πατηρ της δοξης δωη υμιν Πνευμα σοφιας και αποκαλυψεως εν επιγνωσει αυτου, πεφωτισμενους τους οφθαλμους της καρδιας υμων, εις το ειδεναι υμας τις εστιν η ελπις της κλησεως αυτου, και τις ο πλουτος της δοξης της κληρονομιας αυτου εν τοις αγιοις, και τι το υπερβαλλον μεγεθος της δυναμεως αυτου εις ημας τους πιστευοντας, κατα την ενεργειαν του κρατους της ισχυος αυτου, ην ενηργησεν εν Χριστω, εγειρας αυτον εκ νεκρων, και καθισας αυτον εν δεξια αυτου εν τοις ουρανοις, υπερανω πασης αρχης και εξουσιας και δυναμεως και κυριοτητος, και παντος ονοματος ονομαζομενου, ου μονον εν τω αιωνι τουτω, αλλα και εν τω μελλοντι, και παντα εδωκεν υπο τους ποδας αυτου, και αυτον εδωκε κεφαλην υπερ παντα τη Εκκλησια, ητις εστι το σωμα αυτου, το πληρωμα του τα παντα εν πασι πληρουμενου. Και μεθ᾿ ετερα παλιν· Και αυτος εδωκε τους μεν αποστολους, τους δε προφητας, τους δε (≡14Δ_104≡> ευαγγελιστας, τους δε ποιμενας και διδασκαλους, προς τον καταρτισμον των αγιων εις εργον διακονιας, εις οικοδομην του σωματος του Χριστου, μεχρι καταντησομεν οι παντες εις την ενοτητα της πιστεως και της επιγνωσεως του Υιου του Θεου, εις ανδρα τελειον, εις μετρον ηλικιας του πληρωματος του Χριστου, ινα μηκετι ωμεν νηπιοι κλυδωνιζομενοι και περιφερομενοι παντι ανεμω της διδασκαλιας, εν τη κυβεια των ανθρωπων, (=1097=) εν πανουργια, προς την μεθοδειαν της πλανης, αληθευοντες δε εν αγαπη αυξησωμεν εις αυτον τα παντα, ος εστιν η κεφαλη ο Χριστος, εξ ου παν το σωμα συναρμολογουμενον και συμβιβαζομενον δια πασης αφης της επιχορηγιας κατ᾿ ενεργειαν ενος εκαστου μελους την αυξησιν του σωματος ποιειται εις οικοδομην εαυτου εν αγαπη.
Ουκ οιμαι λοιπον αλλης επιδεισθαι μαρτυριας τον ευσεβειν εγνωκοτα προς φανερωσιν της κατα Χριστιανους αληθως πεπιστευμενης αληθειας, σαφως μαθοντες δι᾿ αυτης Οτι και μελη και σωμα και πληρωμα εσμεν του τα παντα εν πασι πληρουμενου Χριστου του Θεου, κατα τον προ των αιωνων εν τω Θεω και Πατρι αποκεκρυμμενον σκοπον ανακεφαλαιουμενοι εις αυτον δια του Υιου αυτου και Κυριου Ιησου Χριστου του Θεου ημων.Το γαρ μυστηριον το αποκεκρυμμενον μεν απο των αιωνων και απο των γενεων, νυν δε φανερωθεν δια της του Υιου και Θεου αληθινης και τελειας ενανθρωπησεως, του ενωσαντος εαυτω καθ' υποστασιν αδιαιρετως τε και ασυγχυτως την ημετεραν φυσιν, και ημας δια της εξ ημων και ημετερας νοερως τε και λογικως εψυχωμενης αγιας αυτου σαρκος, ωσπερ δι᾿ απαρχης εαυτω συμπηξαμενου, και εν και ταυτον εαυτω ειναι κατα την αυτου ανθρωποτητα καταξιωσαντος, καθως προωρισθημεν προ των αιωνων εν αυτω ειναι μελη του σωματος αυτου, ψυχης τροπον προς σωμα εν πνευματι συναρμολογουντος εαυτω και συμβιβαζοντος, και εις μετρον αγοντος ηλικιας πνευματικης του κατ᾿ αυτον πληρωματος, εδειξε (≡14Δ_106≡> και ημας επι τουτω γεγενησθαι, και τον προ των αιωνων περι ημας πανταγαθον του Θεου σκοπον, μη δεξαμενον καθοτιουν καινισμον κατα τον ιδιον λογον, εις πληρωσιν δε ελθοντα δι᾿ αλλου δηλαδη επεισαχθεντος καινοτερου τροπου.
Εδει γαρ του μεν Θεου εαυτω ομοιους ημας ποιησαντος (τω εχειν της αυτου αγαθοτητος μεθεκτως ακριβη γνωρισματα, και εν αυτω ειναι προ των αιωνων σκοπησαντος, και τον εις τουτο το παμμακαριστον αγοντα τελος, δοντος ημιν τροπον δια της των φυσικων δυναμεων ευχρηστιας, του δε ανθρωπου εκουσιως τουτον παρωσαμενου τον τροπον τη παραχρησει των φυσικων δυναμεων) ινα μη πορρω του Θεου γενηται ξενωθεις ο ανθρωπος, αλλον αντεισαχθηναι του προτερου παραδοξοτερον τε και θεοπρεπεστερον, οσον του κατα φυσιν εστι το υπερ φυσιν ανωτερον. Και τουτο εστι της προς ανθρωπους του Θεου μυστικωτατης επιδημιας, ως παντες πιστευομεν, το μυστηριον. Ει γαρ, φυσιν ο θειος Αποστολος, η πρωτη διαθηκη εμεινεν αμεμπτος, ουκ αν δευτερας εζητειτο τοπος. Και γαρ πασι καταδηλον εστιν, ως το εν Χριστω γενομενον επι τελει του αιωνος μυστηριον αναμφιβολως του εν αρχη του αιωνος εν τω προπατορι παρεθεντος αποδειξις και αποπληρωσις εστιν.
Αρ᾿ ουν χρησιμως ειρηται τω διδασκαλω η της μοιρας φωνη, κατα τους αποδοθεντας τροπους, και πας ευγενης και ψυχην και τροπον δεξαιτο αν ουτω λεγομενην (=1100=) την φωνην, μηδεμιαν εαυτω κυβειαν λογισμων παραγεννων, ειδως ταυτον ειναι τω μελει την μοιραν εν τοις τοιουτοις. Ει γαρ μερος του σωματος υπαρχει το μελος, το δε μελος ταυτον εστι τη μοιρα, ταυτον αρα το μελος τη μοιρα εσται. Ει δε ταυτον τω μελει εστιν η μοιρα, μελων δε αθροισμος και συνθεσις σωμα ποιει οργανικον, σωμα δε οργανικον ψυχη ενωθεν νοερα ανθρωπον τελειον δεικνυσιν, αρα μερος ανθρωπου ο λεγων ειναι ψυχην η το σωμα η μελος αυτου της αληθειας ουχ αμαρτησεται. Ει δε της νοερας ψυχης ως ανθρωπου υπαρχει το σωμα οργανον, (≡14Δ_108≡> δι᾿ ολου δε του σωματος ολη χωρουσα η ψυχη το ζην αυτω κινεισθαι διδωσιν, ως απλη την φυσιν και ασωματος, μη συνδιατεμνομενη η συναποκλειομενη αυτω, αλλ᾿ ολω και εκαστω των αυτου μελων, ως πεφυκεν αυτην υποδεχεσθαι κατα την φυσικως υποκειμενην αυτω δεκτικην της ενεργειας αυτης δυναμιν, ολη παρουσα τα διαφορως αυτης δεκτικα μελη αναλογως προς την του εν ειναι σωμα συντηρησιν επισφιγγει, οδηγεισθω επι το μεγα και αρρητον της των Χριστανων μακαριας ελπιδος μυστηριον, εκ των μικρων και καθ᾿ ημας των μεγαλων και υπερ ημας ουκ αγεννη λαβων τα εικασματα, οστις απαγη και ευκραδαντον περι τουτων ετι την διανοιαν κεκτηται. Και την περι του προϋπαρχειν των σωματων τας ψυχας ουκ ευλογον δοξαν αφεις μεθ᾿ ημων πιστευσει τω Κυριω λεγοντι περι των εις την αναστασιν εγειρομενων μη δυνασθαι αποθνησκειν, δια την αυτου δηλαδη καθαρωτεραν εσχατου ορεκτου φανερωσιν τε και μετουσιαν. Και παλιν, Πας ο ζων και πιστευων εις εμε, ου μη αποθανη εις τον αιωνα. Οπερ ει προεγεγονει ποτε, αδυνατον ην, ως προαποδεδεικται, τον κατα τροπην τινα οιον δηποτε δεξασθαι θανατον.
Και των φυσικων εξω μη βαινετω λογισμων διακενης την ουκ ουσαν περι ψυχης δοξαν θεσπιζων. Ει γαρ ανθρωπου μερη, καθως προαποδεδοται το σωμα και η ψυχη τυγχανουσι, τα δε μερη την εις το προς τι εξ αναγκης αναφοραν δεχεται (ολον γαρ εχει παντως κατηγορουμενον) , τα δε ουτω λεγομενα προς τι των αμα παντη τε και παντως κατα την γενεσιν εστιν, ως μερη ειδος ολον τη συνοδω αποτελουντα, επινοια μονη τη προς διαγνωσιν του τι κατ᾿ ουσιαν εκαστον αλληλων διαιρουμενα, - ψυχην αρα και σωμα, ως μερη ανθρωπου, αλληλων προϋπαρχειν χρονικως η μεθυπαρχειν αμηχανον, επει ο του προς τι ουτω λεγομενος λυθησεται λογος. Και παλιν· Ει γαρ καθ᾿ αυτο ειδος προ του σωματος εστιν η ψυχη η το σωμα, ειδος (≡14Δ_110≡> δε αλλο τουτων εκατερον κατα την ψυχης προς το σωμα συνθεσιν, η σωματος προς ψυχην, αποτελει, η πασχοντα παντως τουτο ποιει, η πεφυκοτα. Και ει μεν πασχοντα, πεπονθασιν εις οπερ ουκ ην εξισταμενα, και φθειρεται, ει δε πεφυκοτα, αει τουτο δια το πεφυκος εργασεται δηλονοτι, και ουδεποτε παυσεται η ψυχη του μετενσωματουσθαι, ουδε του μετεμψυχουσθαι το σωμα. Αλλ᾿ ουκ εστιν, (=1101=) ως οιμαι, του παθους η της των μερων φυσικης δυναμεως κατα την προς θατερον θατερου συνοδον η του ολου κατ᾿ ειδος εκπληρωσις, αλλα της επ᾿ αυτοις αμα κατ᾿ ειδος ολον γενεσεως. Ουκ εστιν ουν δυνατον ανευ φθορας εξ ειδους εις ειδος μεταβαλλειν το οιονουν ειδος.
Ει δε οτι μετα τον θανατον και την λυσιν του σωματος εστιν η ψυχη και υφεστηκε φησουσι και προ του σωματος ειναι αυτην δυνασθαι και υφεσταναι, ουκ εστοχασμενως, εμοιγε δοκει, ο λογος αυτοις προερχεται. Ουχ ο αυτος γαρ γενεσεως και ουσιας λογος. Ο μεν γαρ του ποτε και που ειναι και προς τι εστιν, ο δε του ειναι και τι και πως ειναι εστι δηλωτικος. Ει δε τουτο, εστι μεν αει μετα το γενεσθαι δια την ουσιαν η ψυχη, ουκ αφετος δε δια την γενεσιν, αλλα μετα της σχεσεως του ποτε και που και προς τι . Ουχ απλως γαρ λεγεται ψυχη μετα τον του σωματος θανατον η ψυχη, αλλα ανθρωπου ψυχη, και του τινος ανθρωπου ψυχη. Εχει γαρ και μετα το σωμα ως ειδος αυτης το ολον κατα την σχεσιν ως μερους κατηγορουμενον το ανθρωπινον. Ωσαυτως δε και το σωμα, θνητον μεν δια την φυσιν, ουκ αφετον δε δια την γενεσιν. Ου γαρ απλως λεγεται σωμα μετα τον χωρισμον της ψυχης το σωμα, αλλ᾿ ανθρωπου σωμα, και του τινος ανθρωπου σωμα, καν ει φθειρεται και εις τα εξ ων εστιν αναλυεσθαι στοιχεια πεφυκεν. Εχει γαρ και ουτως ως ειδος το ολον αυτου κατα την σχεσιν ως μερους κατηγορουμενον το ανθρωπινον. Επ᾿ αμφοιν τοιγαρουν η σχεσις, ψυχης λεγω και σωματος, ως και ολου ειδους ανθρωπινου μερων (≡14Δ_112≡> αναφαιρετως νουμενη, παριστησι και την αμα τουτων γενεσιν, και την κατ᾿ ουσιαν προς αλληλα διαφοραν αποδεικνυσιν, ουδεν καθ᾿ οιον δηποτε τροπον τους κατ' ουσιαν αυτοις εμπεφυκοτας παραβλαπτουσα λογους. Ουκ εστιν ουν ολως σωμα δυνατον η ψυχην ευρειν η λεγειν ασχετον. Θατερω γαρ αμα συνεισαγεται το τινος ειναι θατερον· ωστε ει προϋπαρχει θατερου θατερον, τινος προσυπακουστεον. Η γαρ σχεσις ακινητος.
Και ταυτα μεν περι τουτων. Και ει μεν της αληθειας ο λογος ουκ αποπεπτωκε, τω Θεω χαρις, τω δια των υμετερων ευχων προς το καλως νοειν οδηγησαντι. Ει δε που τι της αληθειας ελλελοιπεν, υμεις αν ειδειητε του λογου το ακριβες, ως εκ Θεου την των τοιουτων εμπνεομενοι γνωσιν.
 
Γ (3). «...ΠΑΡ' ΕΑΥΤΗΣ Η ΥΛΗ ΦΕΡΗ ΤΟ ΑΤΑΚΤΟΝ ΩΣΠΕΡ ΕΝ ΡΕΥΜΑΤΙ»
Εκ του αυτου λογου, εις το, " Εως αν και παρ᾿ εαυτης η υλη φερη το ατακτον ωσπερ εν ρευματι".
 
Οιμαι και τον παροντα του λογου σκοπον της του προτερου διανοιας εχεσθαι κεφαλαιου. Διεξελθων γαρ οτι πλειστα προς τους φιλυλους τε και φιλοσωματους ταυτα επαγει, ως εντευθεν δυνασθαι (=1104=) τον ευσεβως τον σκοπον του αγιου διερευνωμενον επιβαλλειν ουτως. Επειδη τω της αφθαρσιας τε και αθανασιας καλλει παρα Θεου κατηγλαϊσμενος ο ανθρωπος γεγονε, το δε της περι αυτον υλικης φυσεως αισχος του νοερου καλλους προτιμησας ληθην του κατα ψυχην εκπρεπους αξιωματος, μαλλον δε Θεου του και την ψυχην θεοειδως καλλωπισαντος παμπαν επεποιητο, της γνωμης αξιον κατα θειαν ψηφον την σοφως την ημων σωτηριαν οικονομουσαν εδρεψατο καρπον, ου μονον του σωματος την φθοραν και το θανατον, και την προς παν παθος ευεμπτωτον κινησιν τε και επιτηδειοτητα, αλλα και της εκτος και περι αυτον υλικης ουσιας το αστατον και ανωμαλον, και προς το αλλοιουσθαι ευφορον τε και ευχερες, ειτε τοτε αυτην (≡14Δ_114≡> του Θεου δια την παραβασιν τω ημετερω σωματι συμμετακερασαντος, και την προς το αλλοιουσθαι και αυτη, ωσπερ τω σωματι, την προς το πασχειν τε και φθειρεσθαι και ολως λυεσθαι· ως δηλοι η των νεκρων σωματων περιβολη, ενθεμενου δυναμιν κατα το γεγραμμενον, οτι Και αυτη η κτισις υπεταγη τη φθορα ουχ εκουσα, αλλα δια τον υποταξαντα επ᾿ ελπιδι, ει τε εξ αρχης κατα προγνωσιν ουτως αυτην δημιουργησαντος δια την προοραθεισαν παραβασιν· ωστε τω πασχειν και κακουσθαι δι᾿ αυτης, εις συναισθησιν εαυτου και του οικειου αξιωματος ελθειν, και ασπασιως καταδεξασθαι την προς το σωμα και αυτην αποδιαθεσιν.
Συγχωρει γαρ ο πανσοφος της ημετερας ζωης προνοητης φυσικως χρησθαι πολλακις τα πραγματα ταις οικειαις ορμαις προς σωφρονισμον ημων, εσθ᾿ οπη των εμμανως αυτα μεταχειριζομενων δια της περι αυτα και εξ αυτων συγχυσεως τε και ταραχης, προς το κατα φυσιν εραστον επαναγων τον τεως αλογιστον ημων προς τα παροντα ερωτα. Τριων γαρ οντων καθολικων τροπων, καθ᾿ ους φασι παιδευτικως τα ημετερα εξιασθαι παθη, δι᾿ εκαστου τροπου σοφως το της υλης ατακτον ευτακτως κατα τον υπερ ημας και κρειττονα λογον προς το εγνωσμενον τω Θεω αγαθοπρεπες αποτελεσμα κυβερνωμενης της κακης των παθων αχθηδονος ιαμα τιθεται. Η γαρ των προγεγονοτων αμαρτηματων ποινην απαιτουμενοι, ων ισως ουδ᾿ ιχνος τη μνημη παρακατεχομεν δια την αγνοιαν, τυχον δε και μνημονευοντες την δεουσαν τοις πλημμεληθεισιν αντισηκωσαι διορθωσιν ουκ ανεχομεθα, η μη θελοντες, η μη ισχυοντες, δια την εγγενομενην εξιν της κακιας, η την ασθενειαν καθαιρομεθα, η παρουσαν τε και νεμομενην κακιαν αποβαλλομεθα, και προς αναστολην της μελλουσης ιδειν προδιδασκομεθα, η καρτεριας αριστης και ευσεβους ανδρειας υποδειγμα θαυμαστον τοις αλλοις ανθρωποις αλλος προτιθεται ανθρωπος, ανπερ υψηλης η (≡14Δ_116≡> την διανοιαν και την (=1105=) αρετην επιδοξος, και ικανος δι᾿ εαυτου τη ακλονητω προς τα δεινα συμπλοκη φανερωσαι την τεως κεκρυμμενην αληθειαν.
Παραινει ουν τοις μηδεν υπερ την παρουσαν ζωην διανοεισθαι δυναμενοις, μη θαρρουσι τη του σωματος υγεια, και τω κατα ρουν φερομενω των πραγματων δρομω κατα των τουτων εστερημενων επαιρεσθαι, εως η παρουσα ενεστηκε ζωη, και την φθοραν περικεινται ταυτην, περι ην η τροπη και η αλλοιωσις, αδηλου οντος του τι εκ της του σωματος και των εκτος πραγματων ανωμαλιας τε και ταραχης και αυτοις συμβησεται. Τουτο γαρ οιμαι λεγειν αυτον δια του, " Εως αν και παρ᾿ εαυτης η υλη φερη το ατακτον», αντι του, Εως αν υπο φθοραν και αλλοιωσιν εστι τουτο το παν, και το σωμα της ταπεινωσεως περικειμεθα, και ισως τοις εξ αυτου δια την εμφυτον ασθενειαν πολυτροποις κακοις υποκειμεθα· μη κατ᾿ αλληλων επαιρωμεθα δια την περι ημας ανισοτητα, αλλα μαλλον σωφρονι λογισμω την της ομοτιμου φυσεως ανωμαλιαν εξομαλισωμεν, τας των αλλων ελλειψεις ταις ημων αυτων αναπληρουντες υπερβολαις. Διο τυχον και η παρουσα συνεχωρηθη πολιτευεσθαι ανωμαλια, ινα δειχθη η του εν ημιν λογου δυναμις προτιμωσα παντων την αρετην. Παντων γαρ ανθρωπων η αυτη εστι του τε σωματος και των εκτος τροπη και αλλοιωσις, φερουσα τε και φερομενη, και μονον τουτο κεκτημενη σταθερον τε και βασιμον, το αστατον και φερομενον.
 
Δ (4). «...ΟΥ ΓΑΡ ΕΧΕΙ ΤΙ ΥΨΗΛΟΤΕΡΟΝ Η ΟΛΩΣ ΕΞΕΙ»
Του αυτου εκ του εις τον αγιον Αθανασιον λογου, εις το, "Ου γαρ εχει τι υψηλοτερον η ολως εξει».
 
Δοκει μοι δια τουτων απολυσαι πασης συγκριτικης τε και διακριτικης και αλλως πως λεγομενης σχεσεως τον διδασκομενον ο θεοφρων ουτος διδασκαλος. Ασχετον γαρ το τοιουτον (≡14Δ_118≡> ειδος του λογου φασιν οι περι ταυτα δεινοι, και ταυτον δυνασθαι τω ασυγκριτως υπερ παντα ειναι λεγειν, ως δυναμιν εχον υπεροχικης αποφασεως.
 
Ε (5). «...ΔΙΑ ΛΟΓΟΥ ΚΑΙ ΘΕΩΡΙΑΣ..».
Εκ του αυτου λογου, εις το, " Ωτινι μεν ουν εξεγενετο δια λογου και θεωριας διασχοντι την υλην και το σαρκικον τουτο, ειτε νεφος χρη λεγειν, ειτε προκαλυμμα, Θεω συγγενεσθαι, και τω ακραιφνεστατω φωτι κραθηναι, καθ᾿ οσον εφικτον ανθρωπινη φυσει μακαριος ουτος της εντευθεν αναβασεως και της εκεισε θεωσεως, ην το γνησιως φιλοσοφησαι χαριζεσθαι, και το υπερ την υλικην δυαδα γενεσθαι δια την εν Τριαδι νοουμενην ενοτητα».
 
Εγω μεν ουκ οιμαι ελλιπως εχειν τον (=1108=) αποδοθεντα περι της αρετης των αγιων του διδασκαλου λογον, καν τινες, ως γεγραφατε, τουτο νομιζωσι, δια του λογω και θεωρια μονον πρακτικης διχα την κατα Θεον των μετελθοντων αυτην φιλοσοφιαν ειπειν, τουναντιον δε διηρημενην τη πραξει την αληθη περι τα οντα κρισιν αυτων και ενεργειαν, ην δη φιλοσοφιαν οντως πληρεστατην εγωγε τολμησας μονην οριζομαι, μαλα σαφως εισηγεισθαι αυτον υπολαμβανω, λογω και θεωρια κατορθουσθαι αυτην αποφηναμενον, ως τω λογω συνημμενης παντως της πραξεως, και της επ᾿ αυτη κρισεως τη θεωρια περιεχομενης, ειπερ λογου μεν το τασσειν την του σωματος κινησιν, οιον χαλινω τινι τω ορθω λογισμω της προς ατοπιαν φορας επιστημονων αναχαιτιζοντος, θεωριας δε το τα καλως νοηθεντα τε και κριθεντα εμφρονως αιρεισθαι ψηφιζεσθαι, οιονει φως παμφαεστατον (≡14Δ_120≡> δι᾿ αληθους γνωσεως την αληθειαν αυτην δεικνυουσης· οις αμφοτεροις μαλιστα και δημιουργειται πασα φιλοσοφος αρετη και φυλαττεται, υφ᾿ ων και εκφαινεται δια σωματος ουχ ολη.
Ου γαρ χωρειται σωματι, χαρακτηρ υπαρχουσα θειας δυναμεως, αλλα τινα των αυτης σκιασματα, και τουτο ου δι᾿ εαυτην, δια δε το τους γυμνους της κατ' αυτην χαριτος εις μιμησιν ελθειν της θεοειδους των φιλοθεων ανδρων αναστροφης, εφ' ω τη μετοχη του καλου και αυτους το της κακιας αισχος αποθεμενους της των αξιων Θεου γενεσθαι μοιρας, η τους δεομενους επικουριας τινος υπο των δυναμενων τυχειν, εφ᾿ ω την κρυπτομενην τω βαθει της ψυχης των εναρετων διαθεσιν δια του σωματος κατα την πραξιν φανεισαν αποδεξαμενους, την πασι παντα γινομενην και δια παντων πασι παρουσαν του Θεου προνοιαν, και αυτους ανυμνησαι. Ως ειγε μηδεις ην ο ευ παθειν δεομενος, η ο προς αρετην παραδειγματι τυπωθηναι οφειλων, αυτον εκαστον αρκειν εαυτω παντως, ταις κατα ψυχην των αρετων χαρισιν αβρυνομενον. Και διχα της τουτων δια του σωματος προς το εμφανες αποδειξεως λεγειν ουκ ατοπον.
Ο τοινυν ευσεβως δια θεωριας κατανοησας ως εχει τα οντα, και δια βουλης λογικης εστοχασμενως τε και ορθως τον περι αυτων ορισαμενος λογον, και φυλαττων εαυτω την κρισιν, μαλλον δε εαυτον τη κρισει απαρεγκλιτον, πασαν ομου συλλαβων εχει την αρετην, προς ουδεν αλλο μετα την εγνωσμενην αληθειαν ετι κινουμενος, και παντα παρηλθε δια σπουδης, ουδενος το παραπαν λογον ποιουμενος των οσα σαρκος και κοσμου εστι και λεγεται, ενδιαθετως εχων ηδη τω λογω περιεχομενην αμαχως την πραξιν, οια του εφ' ημιν παντας εαυτω του διανοητικου τους κρατιστους απαθεις επικομιζομενους λογους, καθ᾿ ους πασα αρετη και γνωσις εστι και υφεστηκεν, ως δυναμεις (≡14Δ_122≡> οντας ψυχης λογικης, προς μεν το ειναι σωματος ουδ᾿ ολως χρηζοντας, προς δε το φανηναι (=1109=) δια τας ειρημενας αιτιας κατα καιρον αυτω χρησθαι ουκ αναινομενους. Φασι γαρ του διανοητικου ειναι, ιδικως μεν τας νοησεις των νοητων, τας αρετας, τας επιστημας τους των τεχνων λογους, το προαιρετικον, το βουλευτικον, γενικως δε τας κρισεις, τας συγκαταθεσεις, τας αποφυγας, τας ορμας, και τας μεν ειναι μονης της κατα νουν θεωριας, τας δε της κατα τον λογον επιστημονικης δυναμεως. Ει δε τουτοις φρουρουμενην οι αγιοι την οικειαν ζωην συνετηρησαν, αρα περιληπτικως δια του λογου και της θεωριας ο μακαριος ουτος ανηρ παντας τους κατ᾿ αρετην και γνωσιν εισηγησατο λογους τοις αγιοις συνηνειλημμενους, δι᾿ ων τη κατανοησει του Θεου κατα θεωριαν γνωστικως προσανεχοντες εμφρονως κατα λογον δια των αρετων την θειαν εαυτοις μορφην εντυπωσαντο, παντως ουκ ειναι αναγκαιον οιηθεις την δια του σωματος ονομασαι πραξιν, γινωσκων μη αρετης αυτην ειναι ποιητικην, αλλ᾿ εκφαντικην, και μονων των θειων νοηματων τε και λογισμων υπουργον.
Ως αν δε και δι᾿ ετερου τροπου φανερον γενηται το λεγομενον, φασιν οι των καθ᾿ ημας πραγματων δι᾿ ακριβειας μετελθοντες τους λογους του λογικου το μεν ειναι θεωρητικον, το δε πρακτικον· και θεωρητικον μεν το κατα νουν, ως εχει τα οντα, πρακτικον δε το βουλευτικον, το οριζον τοις πρακτικοις τον ορθον λογον. Και καλουσι το μεν θεωρητικον νουν, το δε πρακτικον λογον, και το μεν σοφιαν, το δε φρονησιν. Ει δε τουτο αληθες, εκ της αιτιας αρα την πραξιν κατα το εικος, αλλ᾿ ουκ εκ της υλης ωνομασεν ο διδασκαλος λογον, την μηδεν εχουσαν αντικειμενον εξιν προσαγορευσας. Λογικως γαρ και γνωστικως, αλλ᾿ ου πολεμικως και αγωνιστικως εμμεναι τοις αληθεσιν ο θεωρητικος, και πλην αυτων αλλο τι οραν δια την προς αυτα ηδονην ουκ ανεχεται.
Ει δε χρη και αλλως σαφεστερον τουτο ποιησαθαι, παλιν οι της κατ᾿ αρετην τελειοτητος τους λογους γυμνασαντες φασι (≡14Δ_124≡> τους μηπω της προς την υλην κατα την σχεσιν κοινωνιας καθαρους γεγονοτας περι τα πρακτικα καταγινεσθαι, μικτης ουσης αυτοις ετι της περι τα οντα κρισεως, και εισι τρεπτοι, μηπω την περι τα τρεπτα σχεσιν αποθεμενοι· τους δε δι᾿ ακροτητα τω Θεω κατα σχεσιν πλησιαζοντας, και τη τουτου κατανοησει το μακαριον καρπουμενους, προς εαυτους μονον και τον Θεον εστραμμενους τω ρηξαι γνησιως της υλικης σχεσεως τα δεσμα των μεν πρακτικων και της υλης παντελως ηλλοτριωσθαι, τη δε θεωρια και τω Θεω προσωκειωσθαι. Διο, φασι, και μενουσιν ατρεπτοι, μη εχοντες ετι την προς την υλην σχεσιν, καθ᾿ ην τη υλη φυσικως αλλοιουμενη παρα φυσιν συνεξαλλοιουσθαι εξ αναγκης πεφυκεν ο τη υλη κατα την σχεσιν κεκρατημενος, και μεγιστης ειδως δεισθαι δυναμεως (=1112=) προς αποθεσιν της υλικης προσπαθειας τον αυτης ελευθερωθηναι βουλομενον φησιν ο διδασκαλος, " Ω τινι μεν ουν εξεγενετο δια λογου και θεωριας διασχοντι την υλην και το σαρκικον τουτο, ειτε νεφος χρη λεγειν ειτε προκαλυμμα, Θεω συγγενεσθαι, και τα εξης».
 
S (6). ΠΩΣ ΕΣΤΙ ΝΕΦΟΣ ΚΑΙ ΠΡΟΚΑΛΥΜΜΑ Η ΣΑΡΞ
Πως εστι νεφος και προκαλυμμα η σαρξ.
 
Δια τι δε νεφος ειναι και προκαλυμμα την σαρκα φησιν ο διδασκαλος; ως ειδως οτι πας ανθρωπινος νους πλανωμενος, και της κατα φυσιν απονευων κινησεως, περι παθος και αισθησιν και αισθητα ποιειται την κινησιν, ουκ εχων αλλοθι ποι κινηθηναι, της προς Θεον φυσικως φερουσης κινησεως διαμαρτησας, και διειλε την σαρκα εις παθος και αισθησιν, σαρκος γαρ εμψυχου αμφοτερα δια του νεφους και του προκαλυμματος ταυτα δηλωσας. Νεφος γαρ εστι τω ηγεμονικω της ψυχης επισκοτουν το σαρκικον παθος, και προκαλυμμα εστιν η κατ᾿ αισθησιν απατη, ταις επιφανειαις των αισθητων αυτην επερειδουσα και της προς τα νοητα διαβασεως αποτειχιζουσα, δι᾿ ων (≡14Δ_126≡> ληθην των φυσικων αγαθων λαμβανουσα περι τα αισθητα την ολην αυτης ενεργειαν καταστρεφει, θυμους και επιθυμιας και ηδονας δια των ειρημενων απρεπεις εφευρισκουσα.
 
Ζ (7). ΠΩΣ ΗΔΟΝΗ ΓΙΝΕΤΑΙ
Πως ηδονη γινεται.
 
Πασα γαρ ηδονη των απηγορευμενων εκ παθους δια μεσης αισθησεως προς τι παντως γινεσθαι πεφυκεν αισθητον. Ουδε γαρ αλλο τι εστι ηδονη η ειδος αισθησεως εν τω αισθητικω δια τινος αισθητου μορφουμενης, η τροπος αισθητικης ενεργειας κατ᾿ επιθυμιαν αλογον συνισταμενος. Επιθυμια γαρ αισθησει προστεθεισα εις ηδονην μεταπιπτει, ειδος αυτη επαγουσα, και αισθησις κατ᾿ επιθυμιαν κινηθεισα ηδονην απεργαζεται το αισθητον προσλαβουσα. Γνοντες ουν οι αγιοι, οτι δια μεσης σαρκος προς την υλην η ψυχη παρα φυσιν κινουμενη την χοϊκην μορφην υποδυεται, δια μεσης μαλλον ψυχης κατα φυσιν αυτοι προς τον Θεον κινουμενης και την σαρκα τω Θεω πρεποντως οικειωσαι διενοηθησαν, δι᾿ ασκησεως αρετων ενδεχομενως αυτην ταις θειαις εμφασεσι καλλωπισαντες.
 
Η (8). ΠΩΣ ΚΑΙ ΠΟΣΑΙ ΚΙΝΗΣΕΙΣ ΕΙΣΙ ΨΥΧΗΣ
Πως και ποσαι κινησεις εισι ψυχης.
 
Τρεις γαρ καθολικας κινησεις εχουσαν την ψυχην εις μιαν συναγομενας, υπο της χαριτος φωτισθεντες, την κατα νουν, την κατα λογον, την κατα αισθησιν, και την μην απλην και ανερμηνευτον, καθ᾿ ην αγνωστως περι Θεον κινουμενη κατ᾿ ουδενα τροπον (=1113=) εξ ουδενος των οντων αυτον δια την υπεροχην επιγινωσκει, την δε κατ᾿ αιτιαν οριστικην του αγνωστου καθ᾿ ην φυσικως κινουμενη τους επ᾿ αυτη φυσικους παντας λογους του κατ᾿ αιτιαν μονον εγνωσμενου μορφωτικους οντας εαυτη δι᾿ ενεργειας (≡14Δ_128≡> κατ᾿ επιστημην επιτιθεται, την δε συνθετον, καθ᾿ ην των εκτος εφαπτομενη ως εκ τινων συμβολων των ορατων τους λογους προς εαυτην αναμμασσεται, μεγαλοφυως δια τουτων κατα τον αληθη και απταιστον της κατα φυσιν κινησεως τροπον τον παροντα των σκαμματων αιωνα διεβησαν, την μεν αισθησιν, απλους δια μεσου του λογου προς τον νουν τους των αισθητων πνευματικους λογους εχουσαν μονους αναβιβασαντες, τον δε λογον ενοειδως κατα μιαν απλην τε και αδιαιρετον φρονησιν προς τον νουν τους των οντων εχοντα λογους ενωσαντες, τον δε νουν της περι τα οντα παντα κινησεως καθαρως απολυθεντα και αυτης της καθ᾿ αυτον φυσικης ενεργειας ηρεμουντα τω Θεω προσκομισαντες, καθ᾿ ον ολικως προς Θεον συναχθεντες, ολοι ολω Θεω εγκραθηναι δια του Πνευματος ηξιωθησαν, ολην του επουρανιου κατα το δυνατον ανθρωποις την εικονα φορεσαντες, και τοσουτο ελξαντες της θειας εμφασεως, ει θεμις τουτο ειπειν, οσον ελχθεντες αυτοι τω Θεω συνετεθησαν. Φασι γαρ αλληλων ειναι παραδειγματα τον Θεον και τον ανθρωπον, και τοσουτον τω ανθρωπω τον Θεον δια φιλανθρωπιαν ανθρωπιζεσθαι, οσον ο ανθρωπος εαυτον τω Θεω δι᾿ αγαπης δυνηθεις απεθεωσε, και τοσουτον υπο Θεου τον ανθρωπον κατα νουν αρπαζεσθαι προς το γνωστον, οσον ο ανθρωπος τον αορατον φυσει Θεον δια των αρετων εφανερωσεν.
Υπο ταυτης τοινυν της κατα λογον και θεωριαν συνισταμενης φιλοσοφιας, καθ᾿ ην και η του σωματος εξ αναγκης ευγενιζεται φυσις, απλανως προς τον του Θεου ποθον τρωθεντες οι αγιοι δια των ενουσων αυτοις προς τα θεια φυσικων εμφασεων αξιοπρεπως προς τον Θεον παρεγενοντο, σωμα και κοσμον αθλητικως διασχοντες, αλληλοις ταυτα περιεχομενα θεωμενοι, τον μεν φυσει, το δε αισθησει, και θατερω θατερον υποπιπτον, τη κατ᾿ επαλλαγην θατερου προς το ετερον ποια ιδιοτητι, και μηδεν τουτων τω καθ᾿ εαυτον λογω περιγραφης υπαρχον ελευθερον, (≡14Δ_130≡> και αισχρον ηγησαμενοι τοις θνητοις και περιγραπτοις εμφθειρεσθαι τε και περιγραφεσθαι της ψυχης εαν το αθανατον και αεικινητον μονω Θεω τω αθανατω και πασης απειριας ανωτερω αλυτως εαυτους ανεδησαν, ουδαμως ταις κοσμου και σαρκος ανθολκαις ενδιδοντες, οπερ εστι πασης αρετης τε και γνωσεως πληρωσις, οιμαι δε οτι και τελος.
Αλλα καν ειποτε περι τα των οντων θεαματα κεκινηνται οι αγιοι, ουκ επι τω αυτα εκεινα προηγουμενως θεασασθαι τε και γνωναι καθ' ημας υλικως κεκινηνται, αλλ᾿ ινα τον δια (=1116=) παντων και εν πασιν οντα τε και φαινομενον Θεον πολυτροπως υμνησωσι και πολλην εαυτοις συναγειρωσι θαυματος δυναμιν και δοξολογιας υποθεσιν. Ψυχην γαρ ειληφοτες παρα Θεου νουν και λογον και αισθησιν εχουσαν προς τη νοητη και ταυτην την αισθητην, ωσπερ και λογον προς τω ενδιαθετω τον κατα προφοραν και νουν προς τω νοητω τον παθητικον (ον και φαντασιαν καλουσι του ζωου, καθ᾿ ον και τα λοιπα ζωα και αλληλα και ημας και τους τοπους ους διωδευσαν επιγινωσκουσι, περι ην συνιστασθαι την αισθησιν φασιν οι σοφοι τα τοιαυτα, οργανον αυτης ουσαν αντιληπτικον των αυτη φαντασθεντων), δειν ωηθησαν τουτων τας ενεργειας, εικοτως ουχ εαυτοις, αλλα τω δεδωκοτι Θεω, δι᾿ ον και εξ ου παντα, προσενεγκαι. Τρεις γαρ οντας καθολικους τροπους, ως ανθρωποις εστιν εφικτον, εκ της περι τα οντα ακριβους κατανοησεως παιδευθεντες, εφ᾿ οις Ο Θεος τα παντα πεποιηκεν (εφ᾿ ω τε γαρ ειναι, και ευ ειναι, και αει ειναι, ουσιωσας ημας υπεστησατο), και τους μεν δυο ακρους οντας, και μονου Θεου εχομενους, ως αιτιου, τον δε ετερον μεσον, και της ημετερας ηρτημενον γνωμης τε και κινησεως, και δι᾿ εαυτου τοις ακροις το κυριως λεγεσθαι παρεχοντα, και ου μη παροντος αχρηστος αυτοις η προσηγορια (≡14Δ_132≡> καθισταται, το ευ συνημμενον ουκ εχουσιν, ουκ αλλως δυνασθαι και προσγενεσθαι αυτοις και φυλαχθηναι την εν τοις ακροις αληθειαν, ην ποιειν πεφυκεν το ευ ειναι κατα το μεσον τοις ακροις επικιρνωμενον, η τη προς Θεον αεικινησια διενοηθησαν·
Και λοιπον τω κατα φυσιν εντευθεν το οπτικον της ψυχης συνεπιτειναντες λογω, και τροπον τινα μη δειν αντιστροφως χρησθαι ταις φυσικαις ενεργειαις, δια την εξ αναγκης επισημαινουσαν ταις φυσικαις δυναμεσιν εκ του κατα παραχρησιν τροπου φθοραν, αυτου βοωντος του Λογου διαρρηδην ακουσαντες, ομαλως κατα τον πρεποντα λογον της φυσεως προς τον αυτης αιτιον φερεσθαι εδιδαχθησαν, ιν᾿ οθεν απλως αυτοις εστι το ειναι, και το οντως ειναι ποτε προστεθεν υποδεξωνται. Τι γαρ αν και εσται τη μη εαυτου κατα το ειναι αιτιω προς εαυτους ισως λογισαμενοι ειπον, προς εαυτον η αλλο τι παρα τον Θεον κινουμενω το κερδος, οποτε εις τον του ειναι λογον ουδεν εαυτω αφ᾿ εαυτου, η αλλου τινος παρα τον Θεον περιποιησαι δυνησεται; Δια τουτο τον μεν νουν περι μονου Θεου και των αυτου αρετων διανοεισθαι, και τη αρρητω δοξη της αυτου μακαριοτητος, αγνωστως επιβαλλειν, τον δε λογον ερμηνευτην των νοηθενων γινεσθαι και υμνωδον, και τους προς αυτα ενοποιους ορθως διαλεγεσθαι τροπους, την δε αισθησιν κατα λογον ευγενισθεισαν τας εν τω παντι διαφορους δυναμεις τε και ενεργειας φαντασιουμενην τους εν τοις ουσιν ως εφικτον τη ψυχη διαγγελλειν λογους διδαξαντες, και δια του νου και του λογου, ωσπερ ναυν, την ψυχην σοφως οιακισαντες, την υγραν ταυτην και αστατον και αλλοτε αλλως φερομενην και διωδευσαν ιχνεσιν.
 
Θ (9). ΘΕΩΡΙΑ ΤΗΣ ΔΙΑ ΤΗΣ ΘΑΛΑΣΣΗΣ ΔΙΑΒΑΣΕΩΣ ΔΙΑ ΜΩΣΕΩΣ
(=1117=) Θεωρια της δια της θαλασσης διαβασεως δια Μωσεως.
 
Ουτω ταχα και Μωϋσης εκεινος ο μεγας τη πληγη του (≡14Δ_134≡> παντοδυναμου Λογου, ου συμβολον ην ισως η ραβδος, θαλασσης τροπον των αισθητων διελων την απατην, η περιελων ειπειν οικειοτερον, στερραν και ασαλευτον, τω προς τας θειας επαγγελιας επειγομενω λαω την υπιχνιον παρεσχετο γην, την υπο αισθησιν, φημι, φυσιν ορθω λογω ειναι θεατην και ευπεριγραπτον και βιω αρεταις ηγλαϊσμενω βατην δειξας και ευπαροδευτον, και μηδενα κινδυνον εκ της εκατερωθεν παφλαζουσης των διακριθενων υδατων, οις τεως κεκαλυπτο, ορμης τοις ουτως αυτην διαπερωσιν επαγουσαν· ειπερ τω κατ᾿ αναγωγην λογω διακρισις υδατων νοητης θαλαττης εστιν η των κατ᾿ ελλειψιν και πλεονασμον αντικειμενων ταις αρεταις κακιων της προς αλληλας συνεχειας διαστασις, ην πεφυκε λογος ποιειν, καρδιως αυτων καθαψαμενος, και τοις επι Θεον προτροπαδην επειγομενοις ουδαμως αλληλαις αυτας συναφθηναι συγχωρων.
 
Ι (10). ΘΕΩΡΙΑ ΤΗΣ ΕΙΣ ΤΟ ΟΡΟΣ ΑΝΑΒΑΣΕΩΣ ΤΟΥ ΜΩΣΕΩΣ
Θεωρια της εις το ορος αναβασεως του Μωσεως.
 
Ουτω παλιν τω καλουντι επομενος Θεω, υπερσχων παντα τα τηδε, εις τον γνοφον εισηλθεν, ου ην ο Θεος, τουτεστιν, εις την αειδη και αορατον και ασωματον διατριβην, νω πασης ελευθερω της προς οτιουν παρεξ Θεου σχεσεως, εν η γενομενος, ως ενην μαλιστα ανθρωπινην αξιωθηναι φυσιν, οιον επαθλον της μακαριας εκεινης αναβασεως αξιον την χρονου και φυσεως την γενεσιν περιγραφουσαν κομιζεται γνωσιν, και τυπον και παραδειγμα των αρετων αυτον ποιησαμενος τον Θεον, προς ον καθαπερ γραφην ευφυως του αρχετυπου την μιμησιν σωζουσαν εαυτον αποτυπωσας κατεισι του ορους, ης μετειληφε δοξης κατα το προσωπον επισημαινων την χαριν και τοις αλλοις (≡14Δ_136≡> ανθρωποις, ωσπερ θεοειδους τυπου τυπον εαυτον γενομενον αφθονως διδους και προτιθεμενος, και δηλοι τουτο ποιων περι ων ειδε τε και ηκουσε τω λαω εξηγουμενος, και γραφη τοις μετ᾿ αυτον οιον τινα κληρον θεοσδοτον παραδιδους του Θεου τα μυστηρια.
 
ΙΑ (11). ΘΕΩΡΙΑ ΤΗΣ ΙΗΣΟΥ ΗΓΕΜΟΝΙΑΣ ...
Θεωρια της Ιησου ηγεμονιας, και της διαβασεως του Ιορδανου, και της δευτερας δι᾿ αυτου περιτομης τοις εκ πετρας ξιφεσιν.
 
Ουτως Ιησους ο Μωσεως διαδοχος, ινα τα πολλα των περι αυτου ιστορουμενων παραδραμω δια το πληθος, παραλαβων τον λαον πολλοις προτερον προς ευσεβειαν παιδευθεντα κατα την ερημον τροποις, μετα την εν τω ορει Μωϋσεως τελευτην, και ξενω περιτομης ειδει καθαγνισας αυτον ταις εκ πετρας μαχαιραις, και τον Ιορδανην ξηραθεντα τη προπομπη της θειας κιβωτου τους του λαου παντας (=1120=) ατεγγεις διαβιβασας, τον δι᾿ αυτου τυπικως μηνυομενον Σωτηρα Λογον παρεδηλου, μετα την τελευτην του γραμματος των νομικων διαταξεων την εν τω υψει των νοηματων γινομενην του αληθινου Ισραηλ και ορωντος Θεον ηγεμονιαν παραλαβοντα, και παντος μεν ψυχης και σωματος μολυσμου τω τομωτατω λογω της εις αυτον πιστεως περιτεμνοντα, παντος δε ονειδισμου των προς αμαρτιαν ερεθιζοντων ελευθερουντα, και την ρεουσαν του χρονου φυσιν και των κινουμενων διαβιβαζοντα προς την των ασωματων καταστασιν, τοις ωμοις αρετων επαιωρουμενην εχοντα την δεικτικην των θειων μυστηριων γνωσιν.
 
ΙΒ (12). ΘΕΩΡΙΑ ΤΗΣ ΙΕΡΙΧΟΥΣ ...
Θεωρια της Ιεριχους και των επτα περιοδων, και της κιβωτου και των σαλπιγγων και του αναθεματος.
 (≡14Δ_138≡>
Ουτω παλιν περιοδοις επτα και σαλπιγξι τοσαυταις συν αλαλαγμω μυστικω την δυσαλωτον η και αναλωτον ειναι δοξασαν πολιν Ιεριχω κατασεισας τον αυτον του Θεου Λογον μυστικως ενεφαινεν ως νικητην του κοσμου και συντελεστην του αιωνος, νω και λογω, ητοι γνωσει και αρετη. Ων η κιβωτος και αι σαλπιγγες τυπος υπηρχον, τοις επομενοις αυτω τον αισθητον αιωνα ευαλωτον δεικνυοντα και ευκαθαιρετον, και μηδεν των εν αυτω προς απολαυσιν επιτηδειον τοις των θειων ερασταις αγαθων, ως θανατω και φθορα συνημμενον και θειας αγανακτησεως αιτιον. Και δηλοι Αχαρ ο του Χαρμι, οπερ εστιν ο ταραχωδης και φιλοϋλος λογισμος υπερ του εισοικισασθαι τι των αισθητων, τον οικτιστον εκεινον κατα θειαν ψηφον απενεγκαμενος θανατον, ον εργαζεται λογος τω βαθει της πονηρας συνειδησεως εναποπνιγων τον ουτω τιμωρηθηναι αξιον.
 
ΙΓ (13). ΘΕΩΡΙΑ ΤΥΡΟΥ ...
Θεωρια Τυρου και του αυτης βασιλεως, και της αλωσεως αυτης.
 
Ουτω παλιν καθως γεγραπται, Εν τω καιρω εκεινω καταλαβομενος την Ασσωρ, και τον βασιλεα αυτης αποκτεινας εν ρομφαια, και παν εμπνεον εξολοθρευσας εν αυτη, ητις ην προτερον αρχουσα πασων των χωρων, εδιδασκετο, ων μυστηριων τυπος προβεβλητο τους λογους, οτι ο αληθινος Σωτηρ ημων Ιησους Χριστος, ο Υιος του Θεου, ο των πονηρων καθαιρετης δυναμεων, και κληροδοτης των αξιων της χαριτος, κατα τον καιρον της αυτου ενανθρωπησεως δια σταυρου καταλαβομενος την αμαρτιαν και τον βασιλεα αυτης τον διαβολον (ηρχε γαρ παντων ποτε βασιλευουσα η αμαρτια) απεκτεινε τω ρηματι της δυναμεως αυτου, και εξωλοθρευσεν αυτης παν εμπνεον, (≡14Δ_140≡> τουτεστι τα παθη τα εν ημιν, και τα επ᾿ αυτοις αισχρα και πονηρα ενθυμηματα, ινα μηδε το οπωσουν εν τοις του Χριστου και κατα Χριστον ζωσιν εμπνεοντος δικην καθ᾿ οτιουν εχη λοιπον το κινεισθαι και ζην η αμαρτια.
 
ΙΔ (14). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ, «ΟΙ ΟΥΡΑΝΟΙ ΔΙΗΓΟΥΝΤΑΙ ΔΟΞΑΝ ΘΕΟΥ»
(=1121=) Θεωρια εις το, "Οι ουρανοι διηγουνται δοξαν Θεου».
 
Ουτω Δαβιδ ο μετ᾿ εκεινους μεν τω χρονω, κατ᾿ εκεινους δε τω πνευματι, ινα τους Κριτας παραδραμω πολλα εχοντας εν τω βιω μυστηρια, την δοξαν του Θεου διηγουμενων των ουρανων ακουων, και την ποιησιν των χειρων αυτου αναγγελλοντος του στερεωματος (το θαυμασιον, οις ψυχην ο Δημιουργος ουκ ενεθηκε), τους περι θεολογιας νοος ακοαις παρα των αψυχων υποδεχετο λογους, και τους της προνοιας και κρισεως εξ αποτελεσματος, κατα το ανθρωποις εφικτον, εδιδασκετο τροπους, των, οις δηλονοτι κατα μερος ποικιλλεται η του παντος διεξαγωγη, ουκ εφικνουμενος λογων.
 
ΙΕ (15). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ, " Ο ΠΑΤΗΡ ΜΟΥ ΚΑΙ Η ΜΗΤΗΡ ΜΟΥ ΕΓΚΑΤΕΛΙΠΟΝ ΜΕ. "
Θεωρια εις το, " Ο πατηρ μου και η μητηρ μου εγκατελιπον με. "
 
Ουτω παλιν· Ο πατηρ μου και η μητηρ μου εγκατελιπον με, ο δε Κυριος προσελαβετο με, φασκων την του κατα φυσιν της σαρκος περι γενεσιν και φθοραν νομου, καθ᾿ ον παντες δια την παραβασιν και γεννωμεθα και συνισταμεθα, και της τιθηνουσης ημας μητρος δικην αισθησεως απολειψιν τε και αποφυγην (≡14Δ_142≡> αναγκαιαν ειναι τοις των αφθαρτων επιθυμηταις επικεκρυμμενως, οιμαι, διηγορευε· δι᾿ ων ο μεν ορωμενος κοσμος αφιεται και αφιησιν, ο δε Κυριος προσλαμβανεται, και τω πνευματικω υιοθετων νομω τους αξιους, και τοις αξιοις πατροθετουμενος, δι᾿ αρετης και γνωσεως, ολον εαυτον ολοις αυτοις καθ᾿ ομοιωσιν, ως αγαθος, ενδιδωσιν. Η ταχα δια του πατρος και της μητρος τον γραπτον νομον και την κατ᾿ αυτον σωματικην λατρειαν αινιττεται, ων τη υποχωρησει το φως του πνευματικου νομου ταις καρδιαις των αξιων ανατελλειν πεφυκε, και της κατα σαρκα δουλειας ελευθεριαν χαριζεσθαι.
 
ΙS (16). ΘΕΩΡΙΑ ΕΙΣ ΤΗΝ ΟΠΤΑΣΙΑΝ ΗΛΙΟΥ ΤΗΝ ΕΝ ΤΩ ΣΠΗΛΑΙΩ ΧΩΡΗΒ.
Θεωρια εις την οπτασιαν Ηλιου την εν τω σπηλαιω Χωρηβ.
 
Ουτως Ηλιας ο περινοητος μετα το πυρ εκεινο, μετα τον συσσεισμον, μετα το μεγα και κραταιον πνευμα το διαλυον ορη, α δη ζηλον και διακρισιν ειναι και την εν πληροφορια προθυμον πιστιν υπολαμβανω (η μεν γαρ διακρισις, ωσπερ σεισμος τα συνεχη, την μοχθηρια πυκνωθεισαν εξιν δια της αρετης επισειουσα της κακιας εξιστησιν, ο δε ζηλος πυρος δικην αναπτων τους εχοντας τη ζεσει του πνευματος παιδευειν πειθει τους ασεβεις, η δε πιστις, πνευματος βιαιου τροπον, δοξης ενεκεν Θεου προς καθαιρεσιν οχυρωματων δι᾿ επιδειξεως θαυματων ωθουσα τους απαθεις υδατος γνωστικου και πυρος θεοποιου χορηγον τον οντως πιστον ανθρωπον καθιστησι, και τω μεν τον δι᾿ αγνοιας λιμον (=1124=) θεραπευουσα, τω δε τοις θυουσι δι᾿ οικειοτητος τον Θεον ευμενιζουσα, και τους της κακιας διδασκαλους λογισμους τε και δαιμονας λογοσοφιας κτιννυσα της των παθων δουλειας τους κεκρατημενους ελευθεροι) μετα ταυτα παντα φωνης της εν η ο Θεος υπηρχε λεπτης αυρας αισθομενος (≡14Δ_144≡> την προφορα λογου και τροποις βιου και ηθεσι θειαν και αταραχον και ειρηνικην και παντελως αϋλον και απλην και παντος ειδους ελευθεραν και σχηματος καταστασιν, λεχθηναι η δειχθηναι μη δυναμενην, μυστικως εδιδασκετο.
Ης καταπλαγεις τε την δοξαν και τω καλλει τρωθεις, του ζηλωτης ειναι το προς αυτην ειναι μαλλον ποθησας, τουτεστι του υπερ αληθειας μαχεσθαι το μετα της αληθειας δι᾿ ολου γενεσθαι, και μηδεν αντικειμενον οραν η γινωσκειν τω μονον τον Θεον ολον δι᾿ ολου εν πασιν οντα επιστασθαι πολλω τιμιωτερον κρινας, ετι ων εν σαρκι προς αυτην υπαρχων φυλαττεται, θειω αρετων αρματι την υλην διαπερασας, ως προκαταλυμμα της καθαρας του νου προς τα νοητα διαβασεως, και της σαρκος το νεφος το επισκοτουν τω ηγεμονικω της ψυχης δια των αυτης παθηματων, ινα και αυτος ων εποθησεν αρρητων αγαθων μετοχος γενηται, ως εφικτον τω ετι μετα σαρκος της υπο φθοραν, και ημιν ταχα των επηγγελμενων βεβαια γενηται πιστωσις. Τουτο γαρ αυτω και ο Θεος υπετιθετο δια των ουτω μυστικως δεδραματουργημενων αλαλητως βοων, οτι παντος αλλου αγαθου το μετα Θεου μονου δια της ειρηνης ειναι λυσιτελεστερον.
 
ΙΖ (17). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΕΛΙΣΣΑΙΟΝ, ΤΟΝ ΑΥΤΟΥ ΜΑΘΗΤΗΝ
Θεωρια εις τον Ελισσαιον, τον αυτου μαθητην.
 
Ουτως ο τουτου μαθητης και κληρονομος του Πνευματος Ελισσαιος μηκετι ταις υλικαις φαντασιαις εχομενην εχων δι᾿ ενεργειας την αισθησιν, ατε διαβαθεισαν ηδη ταις κατα νουν του Πνευματος χαρισι, τας ταις πονηραις αντιθετους θειας δυναμεις περι αυτον ουσας δι᾿ αλλης ομματων ενεργειας αυτος τε ορων και τω φοιτητη το οραν χαριζομενος ισχυροτεραν της ασθενειας την δυναμιν, λεγω δη της σαρκος, περι ην της πονηριας τα πνευματα τον διορατικον νουν ενδρευουσι, πλεον εχειν την ψυχην, περι ην των αγγελων αι φαλαγγες παρεμβαλλουσιν, (≡14Δ_146≡> οιον βασιλικην εικονα περιϊσταμενοι, και εδιδασκετο και εδιδασκεν.
 
ΙΗ (18). ΘΕΩΡΙΑ ΕΙΣ ΤΗΝ ΑΝΝΑΝ ΚΑΙ ΤΟΝ ΣΑΜΟΥΗΛ
Θεωρια εις την Ανναν και τον Σαμουηλ.
 
Ουτω και η μακαρια Αννα η του μεγαλου μητηρ Σαμουηλ, στειρα ουσα και ατεκνος, παρα του Θεου καρπον αιτησαμενη κοιλιας, και αντιδωσειν και αντιχαριζεσθαι το δοθησομενον τω διδοντι και χαριζομενω Θεω δια της εν τω ναω προσεδρειας θερμως υποσχομενη, εδιδασκε μυστικως το δειν πασαν ψυχην ηδονων σαρκικων στειρευουσαν, δια της του Θεου, των αρετων τα σπερματα, ινα το βλεπειν τα εμπροσθεν γνωστικως δυναμενον κατα διανοιαν συλλαβουσα υπηκοον του Θεου λογον και τεκουσα (=1125=) προσενεγκαι δυνηθη, δια της κατα την θεωριαν ευσεβους προσεδρειας, ως μεγα χρεος και τιμιον, μηδεν ιδιον εχειν κρινουσα, ωστε δειξαι τον Θεον μονον διδοντα τε και δεχομενον· καθα που φησιν ο νομος, Τα δωρα μου, δοματα μου, καρπωματα μου, διατηρησετε προσφερειν μοι, ως εξ αυτου τε και εις αυτον παντος αγαθου και αρχομενου και ληγοντος. Πεφηκε γαρ ο του Θεου Λογος οις αν εγγενηται της τε σαρκος αθετειν τα κινηματα και της προς αυτα την ψυχην αναστελλειν ροπης, και πασης πληρουν αληθους διαγνωσεως.
 
ΙΘ (19). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΑΦΟΡΙΖΟΝΤΑ ΤΗΝ ΑΚΑΘΑΡΤΟΝ ΟΙΚΙΑΝ
Θεωρια εις τον αφοριζοντα την ακαθαρτον οικιαν.
 
Και γαρ τον ιερεα κατα την νομικην διαταγην εισιοντα εις την καθ᾿ οντιναουν τροπον ακαθαρτον οικιαν, και αφοριζοντα αυτην, και τα προς καθαρσιν διαστελλοντα τοις κεκτημενοις ακουων τον αρχιερεα Λογον δι᾿ αυτου παραδηλουσθαι νοω, (≡14Δ_148≡> φωτος δικην καθαρωτατου εισιοντα εις την ψυχην, και τα εναγη βουλευματα και διανοηματα μετα των υπαιτιων πραξεων εκκαλυπτοντα, και τους της επιστροφης και καθαρσεως τροπους σοφως υποτιθεμενον. Οπερ, οιμαι, σαφεστερον η τον μεγαν προφητην Ηλιαν υποδεξαμενη παραδηλουσα ελεγεν, Ανθρωπε του Θεου, εισηλθες προς εμε του αναμνησαι με τας αδικιας μου.
 
Κ (20). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΗΛΙΑΝ, ΚΑΙ ΕΙΣ ΤΗΝ ΣΑΡΑΦΘΙΑΝ ΧΗΡΑΝ
Θεωρια εις τον αγιον Ηλιαν, και εις την Σαραφθιαν χηραν.
 
Πασα γαρ ψυχη χηρευουσα τε καλων και αρετης ερημος και γνωσεως Θεου επειδαν τον θειον και διαγνωστικον υποδεξηται λογον, εις μνημην ερχομενη των αυτης αμαρτηματων διδασκεται πως αρετων αρτοις τον διατρεφοντα τρεφειν Λογον, και ποτιζειν αληθειας δογμασι την πηγην της ζωης, και αυτης της φυσεως την εις αυτην προκρινειν θεραπειαν, δι᾿ ης τε υδρια σαρξ την επι ταις αρεταις πρακτικην συντομιαν χορηγησει, και ο καμψακης νους την το φως συντηρουσαν της γνωσεως θεωριαν διηνεκως πηγασεις, και ο εμφυτος λογισμος, ωσπερ εκει της χηρας ο υιος, την εμπαθη προτεραν αποθεμενος ζωην της παρα του Λογου διδομενης θειας και αληθους γενεσθαι μετοχος αξιωθησεται ζωης.
 
ΚΑ (21). ΘΕΩΡΙΑ ΕΙΣ ΤΗΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ
Θεωρια εις την μεταμορφωσιν του Κυριου.
 
Ουτω και των Χριστου μαθητων προς τοις ειρημενοις τινες, οις συναναβηναι τε και συνεπαρθηναι αυτω προς το ορος της αυτου φανερωσεως δι᾿ αρετης επιμελειαν εξεγενετο μεταμορφωθεντα (≡14Δ_150≡> θεασαμενοι, τω τε φωτι του προσωπου απροσιτον, και τη των αισθηματων λαμπροτητι καταπληκτοι, και τη των εκατερωθεν συνοντων τιμη Μωσεως και Ηλιου γεγενημενον αιδεσιμωτερον επεγνωκοτες, (=1128=) απο της σαρκος εις το πνευμα μετεβησαν, πριν την δια σαρκος αποθεσθαι ζωην, τη εναλλαγη των κατ᾿ αισθησιν ενεργειων ην αυτους το Πνευμα ενηργησε, περιελον της εν αυτοις νοερας δυναμεως των παθων τα καλυμματα, δι᾿ ου καθαρθεντες τα της ψυχης και σωματος αισθητηρια των παραδειχθεντων αυτοις μυστηριων τους πνευματικους εκπαιδευονται λογους. Την μεν ακτινοφανως εκλαμπουσαν του προσωπου πανολβιον αιγλην, ως πασαν οφθαλμων νικωσαν ενεργειαν, της υπερ νουν και αισθησιν και ουσιαν και γνωσιν θεοτητος αυτου συμβολον ειναι μυστικως εδιδασκοντο, απο του μη εχειν αυτου ειδος μητε καλλος και του σαρκα τον Λογον γεγενημενον γινωσκειν επι τον ωραιον καλλει παρα τους υιους των ανθρωπων και την εν αρχη αυτον ειναι και προς τον Θεον ειναι και Θεον ειναι, εννοιαν χειραγωγουμενοι, και προς την ως Μονογενους παρα Πατρος πληρη χαριτος και αληθειας δοξαν δια της παντελως πασιν αχωρητον αυτον ανυμνουσης θεολογικης αποφασεως γνωστικως αναγομενοι· τα δε λευκανθεντα ιματια των ρηματων της αγιας Γραφης φερειν συμβολον, ως τηνικαυτα λαμπρων και τρανων και σαφων αυτοις γενομενων, και παντος γριφωδους αινιγματος και συμβολικου σκιασματος χωρις νοουμενων, και τον εν αυτοις οντα τε και καλυπτομενον παραδηλουντων λογον, οπηνικα την τε λειαν και ορθην περι Θεου γνωσιν ελαυνον, και της προς τον κοσμον και την σαρκα προσπαθειας ηλευθερωθησαν·
Η της κτισεως αυτης κατα περιαιρεσιν της δοκουσης τεως εμφαινεσθαι αυτη των ηπατημενων και μονη αισθησει προσδεδεμενων ρυπαρας υποληψεως, δια της των αυτην συμπληρουντων διαφορων ειδων σοφης ποικιλιας, αναλογως ιματιου τροπον την αξιαν του φορουντος την του γενεσιουργου Λογου (≡14Δ_152≡> δυναμιν μηνυουσης. Αμφω γαρ επι του λογου αρμοσει τα λεγομενα, επει και αμφοιν δι᾿ ασαφειας κεκαλυπται δι᾿ ημας εικοτως, προς το μη τολμαν τοις αχωρητοις αναξιως προσβαλλειν, τω μεν ρητω της αγιας Γραφης, ως Λογος, τη δε κτισει, ως κτιστης και ποιητης και τεχνιτης. Οθεν αναγκαιως αμφοτερων επιδεισθαι φημι τον προς Θεον αμεπτως ευθυπορειν βουλομενον, της τε γραφικης εν πνευματι γνωσεως, και της των οντων κατα πνευμα φυσικης θεωριας· ωστε ισοτιμους και τα αυτα αλληλοις παιδευοντας τους δυο νομους, τον τε φυσικον και τον γραπτον, και μηδετερον θατερου εχοντα πλεον η ελαττον, δυνασθαι δειξαι, ως εικος, τον τελειας εραστην γενεσθαι της σοφιας τελειον επιθυμουντα.
 
ΚΒ (22). ΘΕΩΡΙΑ ΤΟΥ ΤΕ ΦΥΣΙΚΟΥ ΚΑΙ ΤΟΥ ΓΡΑΠΤΟΥ ΝΟΜΟΥ, ΚΑΙ ΤΗΣ ΑΥΤΩΝ ...
Θεωρια του τε φυσικου και του γραπτου νομου, και της αυτων κατ᾿ επαλλαγην εις αλληλους συνδρομης.
 
Νοω τον μεν ομαλως οτι μαλιστα κατα λογον διευθυνομενον δια των εν αυτω συμφυων θεαματων βιβλου τροπον το εναρμονιον του παντος υφασμα (=1129=) εχοντα, γραμματα μεν και συλλαβας εχουσης, τα προς ημας πρωτα, προσεχη τε και μερικα, και πολλαις παχυνομενα κατα συνοδον ποιοτησι σωματα, ρηματα δε, τα τουτων καθολικωτερα, πορρω τε οντα και λεπτοτερα, εξ ων σοφως ο διαχαραξας και αρρητως αυτοις εγκεχαραγμενος λογος εναγινωσκομενος απαρτιζεται, την οτι μονον εστιν, ουχ οτι ποτε δε εστιν οιανουν παρεχομενος εννοιαν, και δια της ευσεβους των διαφορων φαντασιων συλλογης εις μιαν του αληθους εικασιαν εναγων, αναλογως εαυτον δια των ορατων ως γενεσιουργος ενορασθαι, διδους· τον δε μαθησει κατορθουμενον, δια των αυτω σοφως υπηγορευμενων ωσπερ κοσμον αλλον εξ ουρανου και γης και των εν μεσω, της ηθικης φημι και φυσικης και θεολογικης φιλοσοφιας συνισταμενον, (≡14Δ_154≡> την αφατον καταμηνυειν του υπαγορευσαντος δυναμιν, και ταυτον αλληλοις κατ᾿ επαλλαγην οντας δεικνυοντα τον μεν γραπτον τω φυσικω κατα την δυναμιν, τον δε φυσικον εμπαλιν τω γραπτω κατα την εξιν, και τον αυτον μηνυοντας και καλυπτοντας λογον, τον μεν τη λεξει και τω φαινομενω, το δε τη νοησει και τω κρυπτομενω. Ως γαρ της αγιας Γραφης τα μεν ρηματα ιματια λεγοντες, τα δε νοηματα σαρκας του Λογου νοουντες, τοις μεν καλυπτομεν, τοις δε αποκαλυπτομεν, ουτω και των γεγονοτων τα προς το ορασθαι προβεβλημενα ειδη τε και σχηματα ιματια λεγοντες, τους δε καθ᾿ ους εκτισται ταυτα λογους σαρκας νοουντας, ωσαυτως τοις μεν καλυπτομεν, τοις δε αποκαλυπτομεν. Κρυπτεται γαρ φαινομενος ο του παντος δημιουργος και νομοθετης Λογος, κατα φυσιν υπαρχων αορατος, και εκφαινεται κρυπτομενος, μη λεπτος ειναι φυσει τοις σοφοις πιστευομενος.
Ειη δε ημιν τουτο δι᾿ αποφασεως εκφαινειν κρυπτομενον, και πασαν σχηματων τε και αινιγματων το αληθες εικονιζουσαν δυναμιν παρελθειν μαλλον και προς αυτον τον Λογον απο του γραμματος και των φαινομενων κατα την του Πνευματος δυναμιν αρρητως αναβιβαζεσθαι, η τουτο φαινομενον κρυπτειν δια της θεσεως γινεσθαι ινα μη και ημεις φονευται του Λογου γενομενοι ελληνικως τη κτισει λατρευσωμεν παρα τον κτισαντα, μηδεν ανωτερον των ορωμενων ειναι πιστευοντες και των αισθητων μεγαλοπρεπεστερον, η μεχρι μονου του γραμματος διαβλεποντες το σωμα μονον Ιουδαϊκως περι πολλου ποιησωμεθα, την κοιλιαν θεοποιησαντες, και την αισχυνην ηγησαμενοι δοξαν, τον αυτον τοις θεοκτονοις κληρον απενεγκωμεθα, ως τον καθ᾿ ημας δι᾿ ημας προς ημας γενομενον δια σωματος και συλλαβαις και γραμμασι παχυθεντα δια την αισθησιν, ολην του εν ημιν νοερου την δυναμιν προς εαυτην επικλινασαν, ου διαγινωσκοντες (≡14Δ_156≡> Λογον. Φησι γαρ ο θειος Αποστολος, Το γραμμα αποκτεινει, το δε πνευμα ζωοποιει. Και γαρ καθ᾿ αυτο μονον το γραμμα στεργομενον τον εν αυτω αποκτεινειν λογον τοις στεργουσιν ειωθεν, ωσπερ και το καλλος των κτισματων μη προς δοξαν του πεποιηκοτος (=1132=) ορωμενον της κατα λογον ευσεβειας αποστερειν τους θεωμενους πεφυκε.
Και παλιν το Ευαγγελιον, Ει μη εκολοβωθησαν αι ημεραι εκειναι, δηλαδη της κακιας, ουκ αν εσωθη πασα σαρξ, τουτεστι πασα περι Θεου ευσεβης εννοια. Κολοβουνται γαρ κακιας ημεραι, της κατ᾿ αισθησιν δημιουργουσης αυτας εσφαλμενης κρισεως τω λογω περιγραφεισης, και του κατ᾿ αυτον ευσεβους δικαιωματος κατοπιν γεγενημενης. Αντιχριστου γαρ ουδεν διενηνοχεν ο της σαρκος νομος, αει παλαιων τω Πνευματι και τω αυτου θειω νομω αντιτασσομενος, εως η παρουσα ζωη τοις ηττημενοις αυτη προσφιλης εστι και ερασμιος, και ουπω φανεις ο Λογος τω ρηματι της δυναμεως ανειλε, διακρινας του αθανατου το θνητον, και της ελευθεριας την διοχλουσαν εξω ποιησαμενος δουλειαν, και την αληθειαν αυτην καθ᾿ εαυτην ψευδους καθαραν αποδειξας, και των θειων και αιωνιων τα υλικα και προσκαιρα αποδιορισας, προς α πεφυκεν ο νους δια της κατ᾿ αισθησιν προς αυτα οικειοτητος πλανωμενος επικλινεσθαι και τη αλογω θανατουσθαι στοργη· προς ον μαλιστα προηγουμενως θεοπρεπης του Λογου καταβασις γινεται, του θανατου της αγνοιας αυτον ανεγειρουσα, και της προς τα υλικα εμπαθους διαθεσεως αναστελλουσα και προς το κατα φυσιν εραστον την εφεσιν αυτου επαναγουσα. Διο αναγκαιως οιμαι δειν του υπερ τα ενδυματα μακρω κρεισσονος σωματος, τουτεστι των θειων και υψηλων νοηματων, της τε αγιας Γραφης και των κατα την κτισιν θεαματων, φροντιζειν λογικους οντας, και δια λογου προς Λογον σπευδοντας (καθως φησιν ο Λογος αυτος, Ουχι πλεον εστιν η ψυχη της τροφης, και το σωμα του ενδυματος;) (≡14Δ_158≡> μηπως εν καιρω διαλεγχθωμεν μηδεν εχοντες τουτων επειλημμενοι, του υφεστωτος και υφιστωντος τα παντα Λογου ου περιδραξαμενοι, κατα την Αιγυπτιαν εκεινην, ητις μονων των ιματιων του Ιωσηφ επιλαβομενη της του εραστου παντελως διημαρτεν ομιλιας.
Ουτω γαρ αν τα τε ενδυματα του Λογου, φημι δη τα ρηματα της Γραφης, και τα φαινομενα κτισματα, λαμπρα τε και επιδοξα τη εναλλαγη των περι αυτον δογματων, και τω θειω λογω εμπρεποντα δια της υψηλης θεωριας, και ημεις επι το ορος αναβαντες της θειας Μεταμορφωσεως θεασομεθα, ουδαμως πληκτικως ειργομενοι της μακαριας του Λογου αφης κατα την Μαγδαληνην Μαριαν, κηπουρον ειναι δοξασαν τον Κυριον Ιησου, και μονων των υπο γενεσιν και φθοραν δημιουργον ουτω μηδεν υπερ την αισθησιν ειναι νομιζουσαν, αλλα και οψομεθα και προσκυνησομεν ζωντα εκ νεκρων προς ημας των θυρων κεκλεισμενων, γενομενον, της κατ᾿ αισθησιν παντελως εν ημιν ενεργειας αποσβεσθεισης, τον τε Λογον αυτον και Θεον παντα εν πασιν οντα, και παντα εαυτου δι᾿ αγαθοτητα τα μεν νοητα σωμα, τα δε αισθητα ιματιον πεποιηκοτα γνωσομεθα. Περι ων ειρησθαι δοκειν ουκ απεικος το, (=1123=) Παντες ως ιματιον παλαιωθησονται, δια την επικρατουσαν νου των ορωμενων φθοραν, και ωσει περιβολαιον ελιξεις αυτους, και αλλαγησονται, δια την προσδοκωμενην της αφθαρσιας χαριν.
 
ΚΓ (23). ΠΕΡΙ ΤΩΝ ΠΕΝΤΕ ΤΡΟΠΩΝ ΤΗΣ ΦΥΣΙΚΗΣ ΘΕΩΡΙΑΣ ΣΥΝΤΟΜΟΣ ΕΞΗΓΗΣΙΣ
Περι των πεντε τροπων της φυσικης θεωριας συντομος εξηγησις.
 
Προς τουτοις δε και τους λογους εισομεθα, τους τελευταιους δηλαδη και ημιν εφικτους, ων προβεβληται η κτισις διδασκαλος, και τους αυτοις συνημμενους πεντε της θεωριας τροπους, (≡14Δ_160≡> οις διαιρουντες την κτισιν οι αγιοι τους επ' αυτη μυστικους μετ᾿ ευσεβειας συνελεξαντο λογους, εις ουσιαν, και κινησιν, και διαφοραν, κρασιν τε και θεσιν, αυτην επιμερισαντες. Ων τρεις μεν εφασαν ειναι τε προς επιγνωσιν του Θεου προηγουμενως και προβεβλησθαι χειραγωγικους, τον κατ᾿ ουσιαν, τον κατα κινησιν, τον κατα διαφοραν, δι᾿ ων ο Θεος γνωστος τοις ανθρωποις γινεται εν των οντων τας περι αυτου εμφασεις συλλεγομενοις ως δημιουργου και προνοητου και κριτου· δυο δε παιδαγωγικους προς αρετην και την προς Θεον οικειωσιν, τον κατα κρασιν και τον κατα θεσιν, δι᾿ ων τυπουμενος, ο ανθρωπος Θεος γινηται, το Θεος ειναι παθων εκ των οντων, ολην του Θεου την κατ᾿ αγαθοτητα εμφασιν κατα νουν ωσπερ ορων, και εαυτω κατα λογον ταυτην ειλικρινεστατην μορφουμενος. Ο γαρ δι᾿ ευσεβους γνωσεως, φασιν, ο καθαρος οραν πεφυκε νους, τουτο και παθειν δυναται, αυτο εκεινο κατα την εξιν δι᾿ αρετης γινομενος.
Οιον, την μεν ουσιαν θεολογιας ειναι διδασκαλον, δι᾿ ης των οντων το αιτιον επιζητουντες δι᾿ αυτων οτι εστι διδασκομεθα, το τιποτε ειναι τουτο κατ᾿ ουσιαν γνωναι μη επιχειρουντες, οτι μηδε εστιν εμφασεως εν τοις ουσι τουτου προβολη, δι᾿ ης καν ποσως ως δι᾿ αιτιατου προς το αιτιον ανανευσωμεν· την δε κινησιν της των οντων προνοιας ειναι εμφαντικην, δι᾿ ης των γεγονοτων την κατ᾿ ουσιαν εκαστου κατ᾿ ειδος απαραλλακτον ταυτοτητα και ωσαυτως απαραγχειρητον διεξαγωγην θεωρουντες, τον συνεχοντα και φυλαττοντα καθ᾿ ενωσιν αρρητον αλληλων ευκρινως αφωρισμενα τα παντα καθ᾿ ους υπεστησαν εκαστα λογους εννοουμεν· την διαφοραν δε της κρισεως ειναι μηνυτικην, καθ᾿ ην διανομεα σοφον εκ της εν εκαστω των οντων συμμετρου τω υποκειμενω της ουσιας φυσικης δυναμεως των καθ᾿ εκαστα λογων ειναι τον Θεον παιδευομεθα· προνοιαν δε φημι νου, ου την επιστρεπτικην, και οιον οικονομικην της (≡14Δ_162≡> των προνοουμενων αφ᾿ ων ου δει εφ᾿ α δει επαναγωγης, αλλα την συνεκτικην του παντος, και καθ᾿ ους το παν προηγουμενως υπεστη λογους συντηρητικην· και κρισιν, ου την παιδευτικην και οιον κολαστικην των αμαρτανοντων, αλλα την σωστικην και αφοριστικην των οντων διανομην, καθ᾿ ην των γεγονοτων εκαστα τοις καθ᾿ ους γεγενηται συνημμενα λογοις απαραβατον εχει (=1136=) την εν τη φυσικη ταυτοτητι αναλλοιωτον νομιμοτητα, καθως εξ αρχης ο δημιουργος περι του ειναι και τι ειναι και πως και οποιον εκαστον εκρινε τε και υπεστησατο· επει τοιγε η αλλως λεγομενη προνοια και κρισις ταις ημων προαιρετικαις ορμαις παραπεπηγασι, των μεν φαυλων πολυτροπως απειργουσαι, προς δε τα καλα σοφως επιστρεφουσαι, και τω διευθυνειν τα ουκ εφ᾿ ημιν εναντιως τοις εφ᾿ ημιν και παρουσαν και μελλουσαν και παρελθουσαν κακιαν εκτεμνουσαι.
Ουκ αλλην δε και αλλην προνοιαν δια τουτων ειναι λεγω και κρισιν. Μιαν γαρ και την αυτην οιδα κατα την δυναμιν, διαφορον δε ως προς ημας και πολυτροπον την ενεργειαν εχουσαν. Την δε κρασιν των οντων ητοι συνθεσιν της ημετερας γνωμης ειναι συμβολον. Κραθεισα γαρ αυτη ταις αρεταις, και εαυτη ταυτας κερασασα, τον κατα διανοιαν θεοπρεπεστατον και αυτην συνιστησι κοσμον. Την δε θεσιν του κατα γνωμην ηθους ειναι διδασκαλον, ως παγιως εχειν περι το ευ δοξαν τω ρυθμιζειν αντιλογω οφειλοντος, ηκιστα τοις συμπιπτουσιν εκ της κατα λογον βασεως αλλοιωσιν την οιανουν δεχομενου. Συναψαντες δε παλιν τη κινησει την θεσιν, και την κρασιν τη διαφορα, εις ουσιαν και διαφοραν και κινησιν την του παντος αδιαιρετως διεκριναν υποστασιν, και τω κατ᾿ επινοιαν λογω τεχνικως ενθεωρεισθαι τοις αιτιατοις διαφορως το αιτιον κατανοησαντες (≡14Δ_164≡> και ειναι και σοφον ειναι και ζων ειναι ευσεβως τουτο κατελαβον. Και τον περι Πατρος και Υιου και αγιου Πνευματος θεοτελη και σωτηριον εντευθεν εδιδαχθησαν λογον, καθ᾿ ον ου τον του ειναι μονον απλως του αιτιου λογον μυστικως εφωτισθησαν, αλλα και τον της υπαρξεως τροπον ευσεβως εμυηθησαν. Και παλιν κατα μονην την θεσιν πασαν την κτισιν περιαθρησαντες τους ειρημενους πεντε εις τρεις συνεστειλαν θεωριας τροπους, εξ ουρανου και γης και των εν μεσω ηθικης και φυσικης και θεολογικης φιλοσοφιας διδασκαλον την κτισιν ειναι τω καθ᾿ εαυτην λογω επεγνωκοτες.
Παλιν δε εκ μονης της διαφορας την κτισιν θεωρησαντες, τουτεστιν εν των περιεχοντων και περιεχομενων, λεγω δε του ουρανου και των εντος εις δυο τους τρεις συνηγαγον τροπους, σοφιαν φημι και φιλοσοφιαν, την μεν ως περιεκτικην και παντας θεοπρεπως τους ευσεβεις επ᾿ αυτης λεγομενους επιδεχομενην τροπους, και τους περι των αλλων εντος εαυτης μυστικους τε και φυσικους περικλειουσαν λογους, την δε ως ηθους και γνωμης, πραξεως τε και θεωριας, και αρετης και γνωσεως συνεκτικην, και οικειοτητι σχετικη προς την σοφιαν ως αιτιαν αναφερομενην. Και παλιν κατα μονην την κρασιν ητοι την εναρμονιον του παντος συνθεσιν, την κτισιν κατανοησαντες, και δια παντων των αλληλοις αρρητως εις ενος συμπληρωσιν κοσμου συνδεδεμενων μονον τον συνδεοντα και επισφιγγοντα τω ολω τα μερη και αλληλοις δημιουργον (=1137=) εννοησαντες λογον τους δυο εις ενα θεωριας συνεκλεισαν τροπον, καθ᾿ ον απλη προσβολη δια των εν τοις ουσι λογων προς το αιτιον νουν διαπορθευσαντες, και μονω αυτω ως συναγωγω των εξ αυτου παντων και ελκτικω προδησαντες, τοις καθ᾿ εκαστα των ολων τω υπερβαθηναι ουκετι διαχεομενοι λογοις, δια του πεπεισθαι σαφως μονον τον Θεον κυριως ειναι λοιπον εκ της προς τα οντα ακριβους ενατενισεως, και ουσιαν των οντων και κινησιν και των διαφεροντων ευκρινειαν, και συνοχην αδιαλυτον των (≡14Δ_166≡> κεκραμμενων, και ιδρυσιν αμεταθετον των τεθειμενων, και πασης απλως της οπωσουν νοουμενης ουσιας, και κινησεως και διαφορας, κρασεως τε και θεσεως αιτιον, σοφως δι᾿ εμφερους ομοιοτητος την κατα τον αισθητον αιωνα μυστικην θεωριαν επι τον κατα διανοιαν εν Πνευματι δια των αρετων συμπληρουμενον κοσμον μετηνεγκαν·
Καθ᾿ ην τους ειρημενους τροπους εις ενα συναγαγοντες τον διαφοροις αρετων ειδεσι την του κατα διανοιαν γνωμικου κοσμου ουσιαν εκπληρουντα δι᾿ ολου λογον μονιοτατον εαυτοις, ως εφικτον εναπωμορξαντο, παντας δηλαδη περασαντες τους των οντων και αυτους τους των αρετων λογους, μαλλον δε μετα τουτων προς τον υπερ τουτους, και εις ον ουτοι και εξ ου το ειναι τουτοις εστιν υπερουσιον και υπεραγαθον Λογον αγνωστως αναδραμοντες· και ολοι ολω κατα το εφικτον της ενουσης αυτοις φυσικης δυναμεως ενωθεντες τοσουτον ενδεχομενως υπ᾿ αυτου εποιωθησαν, ωστε και απο μονου γνωριζεσθαι, οιον εσοπτρα διειδεστατα, ολου του ενορωντος Θεου Λογου το ειδος απαραλειπτως δια των θειων αυτου γνωρισματων φαινομενον εχοντες, τω ελλειφθηναι μηδενα των παλαιων χαρακτηρων, οις μηνυεσθαι πεφυκε το ανθρωπινον, παντων ειξαντων τοις αμεινοσιν, οιον αηρ αφεγγης φωτι δι᾿ ολου μετεγκραθεις.
 
ΚΔ (24). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΜΕΛΧΙΣΕΔΕΚ
Θεωρια εις τον Μελχισεδεκ.
 
Οπερ, οιμαι, γνους και παθων ο θαυμαστος εκεινος και μεγας Μελχισεδεκ, περι ον τα μεγαλα και θαυμαστα παρα τη Γραφη ο θειος διεξερχεται λογος, χρονου και φυσεως υπερανω γενεσθαι, και ομοιωθηναι τω Υιω του Θεου κατηξιωθη, τοιουτος εξει δηλαδη κατα την χαριν ως εφικτον γενομενος, οιος αυτος ο δοτηρ της χαριτος κατα την ουσιαν υπαρχων πιστευεται. (≡14Δ_168≡> Το γαρ Απατωρ και αμητωρ και αγενεαλογητος περι αυτου λεγομενον, ουκ αλλο μηνυειν υπονοω η την εγγενομενην αυτω εκ της κατ᾿ αρετην ακροτατης χαριτος τελειαν των φυσικων γνωρισματων αποθεσιν· το δε μητε αρχην ημερων, μητε ζωης τελος εχειν, την χρονου παντος και αιωνος ιδιοτητα περιγραφουσα γνωσιν, (=1140=) και πασης υλικης και αΰλου ουσιας την υπαρξιν υπερβαινουσαν θεωριαν μαρτυρει· το δε Αφωμοιωμενος τω Υιω του Θεου μενει εις το διηνηκες ιερευς, ταχα μεχρι τελους καθ᾿ εξιν ατρεπτον της θεοειδεστατης αρετης και της θειας και προς τον Θεον ενατενισεως το νοερον ομμα ανεπιμυστον δυνηθηναι φυλαξαι παραδηλοι. Τη φυσει γαρ η αρετη μαχεσθαι πεφυκε, και χρονω και αιωνι η αληθης θεωρια, ινα η μεν αδουλωτος μενοι τοις αλλοις οσα μετα Θεον ειναι πιστευεται, και ακρατητος, ως Θεον μονον ειδυια γεννητορα, η δε απεριγραφος, ουδενι των αρχην η τελος εχοντων εναπομενουσα, ως Θεον δι᾿ εαυτης εικονιζουσα, τον πασης αρχης και τελους οριστικον, και πασαν νοησιν των νοουντων κατ᾿ εκστασιν αρρητον προς εαυτον ελκοντα.
Εξ ων η θεια ομοιωσις δεικνυται, γνωσεως τε φημι και αρετης, και δι' ων η εις μονον τον Θεον ακλονητος αγαπη τοις αξιοις φυλαττεται, καθ᾿ ην το της υιοθεσιας αξιωμα θεοπρεπως διδομενον διηνεκως εντυγχανειν Θεω και παρεσταναι χαριζεται, προς δυσωπησιν αυτην του εντυγχανοντος την θειαν ομοιωσιν παρεχομενον. Οθεν εικοτως υπολαμβανω μη δια χρονου και φυσεως, υφ᾿ α φυσικως ετελει ο μεγας Μελχισεδεκ, βιω και λογω υπερβαθεντων ηδη και παντελως καταλελειμμενων προσαγορευθηναι δειν, Ο θειος αυτον εδικαιωσε λογος, αλλ᾿ εξ ων και δι᾿ ων εαυτον μετεποιησε γνωμικως, αρετης· λεγω και γνωσεως, ονομασθηναι. Εφ᾿ ων γαρ η γνωμη γενναιως (≡14Δ_170≡> δια των αρετων τον δυσμαχωτατον της φυσεως κατηγωνισατο νομον, και την χρονου και αιωνος ιδιοτητα δια γνωσως αχραντως η του νου υπεριπταται κινησις, τουτοις ουκ εστιν επιφημισαι δικαιον των απολειφθεντων ως γνωρισμα την ιδιοτητα, αλλα μαλλον την των προσληφθεντων μεγαλοπρεπειαν, εξ ων και εν οις μονον εισι λοιπον και επιγινωσκονται. Επει και ημεις φυσικως τοις ορατοις επιβαλλοντες εκ των χρωματων τα σωματα και γνωριζομεν και ονομαζομεν, οιον ως φως τον πεφωτισμενον αερα, και πυρ την οιανουν πυρος εξημμενην υλην, και λευκον το λευκασμενον σωμα, και οσα αλλα τοιουτοτροπα.
Ει τοινυν γνωμικως την αρετην της φυσεως και των κατ᾿ αυτην απαντων προετιμησε, δια την καλην του εφ᾿ ημιν αξιωματος αιρεσιν, και παντα χρονον και αιωνα κατα την γνωσιν υπερηκοντισε, παντα οσα μετα Θεον κατοπιν εαυτου γνωστικως κατα την θεωριαν ποιησαμενος, ουδενι των οντων εμμεινας ω επιθεωρειται το οιανουν περας ο θειος Μελχισεδεκ, προς δε τας θειας και αναρχους και αθανατους [ουσιας] του Θεου δια του Λογου κατα χαριν εν Πνευματι γεγεννηται, και σωαν και αληθη εν εαυτω φερει του γεννησαντος Θεου την ομοιωσιν (επει και πασα γεννησις ταυτον τω γεννωντι πεφυκεν αποτελειν το γεννωμενον· Το γαρ γεγεννημενον, φησιν, εκ της σαρκος, σαρξ εστι, το δε γεγεννημενον εκ του Πνευματος πνευμα εστιν), εικοτως (=1141=) ουκ εκ των φυσικων και χρονικων ιδιωματων, οις πατηρ τε και μητηρ και γενεαλογια, αρχη τε και τελος ημερων περιεχεται, απερ φθασας εαυτου παντελως επελυσατο, αλλ᾿ εκ των θειων και μακαριων γνωρισματων, οις το ειδος εαυτω μετεποιησεν, ωνομασθη, ων ουκ εφικνειται ου χρονος, ου φυσις, ου λογος, ου νους, ουδ᾿ αλλο τι κατα περιγραφην φαναι των οντων ουδεν. Απατωρ ουν και αμητωρ και ανενεαλογητος, μητε αρχην ημερων, μητε τελος ζωης εχων, αναγεγραπται ο μεγας Μελχισεδεκ, ως ο αληθης των θεοφορων ανδρων (≡14Δ_172≡> τα περι αυτου διεσαφησε λογος, ου δια την φυσιν την κτιστην και εξ ουκ οντων, καθ᾿ ην του ειναι ηρξατο τε και εληξεν, αλλα δια την χαριν την θειαν και ακτιστον, και αει ουσαν υπερ πασαν φυσιν και παντα χρονον, εκ του αει οντος Θεου, καθ᾿ ην δι᾿ ολου μονην ολος γνωμικως γεννηθεις επιγινωσκεται.
Μονος δε τουτο ων τη Γραφη τετηρηται, ως πρωτος ισως υπερ την υλην και το ειδος κατα την αρετην γενομενος, απερ δια του απατωρ και αμητωρ και αγενεαλογητος δηλουσθαι δυναται, και ως παντα τα υπο χρονον και αιωνα κατα την γνωσιν παρελθων, ων το ειναι χρονικως της γενεσεως ηρξατο το ποτε ειναι ουκ ηρνημενης, ουδ᾿ οτιουν τω κατα διανοιαν θειω δρομω ενσκασας οπερ σημαινει τυχον το μητε αρχην ημερων μητε τελος ζωης εχειν· και ως εξηρημενως, κρυφιως τε και σεσιγημενως, και συνελοντα ειπειν, αγνωστως, μετα πασαν των οντων παντων αφαιρεσιν κατα νουν εις αυτον εισδυς τον Θεον, και ολος ολω ποιωθεις τε και μεταποιωθεις, οπερ το, Αφωμοιωμενος δε τω Υιω του Θεου μενει ιερευς εις το διηνεκες υπεμφαινειν δυναται. Πας γαρ τις των αγιων, ουτινος κατ᾿ εξαιρετον απηρξατο καλου, κατ᾿ αυτο και τυπος ειναι του δοτηρος Θεου ανηγορευται. Καθ᾿ ο σημαινομενον και ουτος ο μεγας Μελχισεδεκ δια την εμποιηθεισαν αυτω θειαν αρετην εικων ειναι κατηξιωται Χριστου του Θεου, και των απορρητων αυτου μυστηριων, εις ον παντες μεν οι αγιοι συναγονται ως αρχετυπον και της εν εκαστω αυτων του καλου εμφασεως αιτιον, μαλιστα δε ουτος, ως των αλλων απαντων πλειους εν εαυτω φερων του Χριστου τας υποτυπωσεις.
 
ΚΕ (25). ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ, ΠΕΡΙ ΤΩΝ ΛΕΓΟΜΕΝΩΝ ΕΙΣ ΤΟΝ ΜΕΛΧΙΣΕΔΕΚ
Εξηγησις εις τον Κυριον, περι των λεγομενων εις τον Μελχισεδεκ.
 
Μονωτατος γαρ ο Κυριος ημων και Θεος Ιησους Χριστος (≡14Δ_174≡> φυσει και αληθεια απατωρ εστι και αμητωρ και αγενεαλογητος, και μητε αρχην ημερων μητε ζωης τελος εχων· αμητωρ μεν δια το αυλον και ασωματον και παντελως αγνωστον της ανω εκ του Πατρος προαιωνιου γεννησεως· απατωρ δε κατα την κατω και χρονικην εκ της μητρος και ενσωματον γεννησιν, ης κατα την συλληψιν το δια σπορας ειδος ου κατεστησατο· αγενεαλογητος δε ως (=1144=) αμφοιν αυτου των γεννησεων τον τροπον εχων καθολου τοις πασιν αβατον και ακαταληπτον. Το δε μητε αρχην ημερων μητε ζωης τελος εχων, ως αναρχος και ατελευτητος και παντελως απειρος, οια φυσει Θεος· μενει δε ιερευς εις τον αιωνα, ως μηδενι θανατω κακιας η φυσεως του ειναι παυομενος, οτι Θεος και πασης της κατα φυσιν και αρετην ζωης χορηγος. Μη νομιζε δε ταυτης τινα αμοιρειν της χαριτος, επειδη περι μονου του μεγαλου Μελχισεδεκ ο λογος αυτην διωρισατο. Πασι γαρ ισως ο Θεος την προς σωτηριαν φυσικως ενεθηκε δυναμιν, ινα εκαστος βουλομενος της θειας μεταποιεισθαι χαριτος δυνηται· και θελων Μελχισεδεκ γενεσθαι, και Αβρααμ, και Μωϋσης, και απλως παντας μεταφερειν εις εαυτον τους αγιους, μη κωλυηται, ουκ ονοματα και τοπους αμειβων, αλλα τροπους και πολιτειαν μιμουμενος.
 
ΚS (26). ΘΕΩΡΙΑ ΑΛΛΗ ΕΙΣ ΤΟΝ ΜΕΛΧΙΣΕΔΕΚ
Θεωρια αλλη εις τον Μελχισεδεκ.
 
Πας τοιγαρουν τα μελη νεκρωσας τα επι της γης, και ολον εαυτου της σαρκος αποσβεσας το φρονημα, και την προς αυτην δι᾿ ολου σχεσιν αποσεισαμενος, δι᾿ ης η τω Θεω μονω χρεωστουμενη παρ᾿ ημων αγαπη μεριζεται, και αρνησαμενος παντα (≡14Δ_176≡> τα της σαρκος και του κοσμου γνωρισματα, της θειας ενεκεν χαριτος, ωστε και λεγειν δυνασθαι μετα του μακαριου Παυλου του αποστολου, Τις ημας χωρισει απο της αγαπης του Χριστου; και τα εξης, ο τοιουτος απατωρ και αμητωρ και αγενεαλογητος κατα τον μεγα Μελχισεδεκ γεγονεν, ουκ εχων οπως υπο σαρκος κρατηθη και φυσεως, δια την γεγενημενην προς το Πνευμα συναφειαν.
 
ΚΖ (27). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ ΜΗΤΕ ΑΡΧΗΝ ΗΜΕΡΩΝ ΕΧΕΙΝ, ΜΗΤΕ ΤΕΛΟΣ ΖΩΗΣ
Θεωρια εις το μητε αρχην ημερων εχειν, μητε τελος ζωης.
 
Ει δε και εαυτον προς τουτοις ηρνησατο, την ιδιαν απολεσας την ψυχην αυτου ενεκεν εμου, ευρησει αυτην, τουτεστι την παρουσαν ζωην μετα των αυτης θεληματων της κρειττονος ενεκεν προϊεμενος ζωντα τε ενεργουντα μονωτατον τον του Θεου Λογον κεκτηται, διϊκνουμενον κατ᾿ αρετην και γνωσιν αχρι μερισμου ψυχης και πνευματος, και μηδεν το παραπαν της αυτου παρουσιας αμοιρον εχει, γεγονε και αναρχος και ατελευτητος, την χρονικην μηκετι φερων εν εαυτω κινουμενην ζωην, την αρχην και τελος εχουσαν, και πολλοις δονουμενην παθημασι, μονην δε την θειαν του ενοικησαντος Λογου και αιδιον και μηδενι θανατω περατουμενην.
 
ΚΗ (28). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ, «ΜΕΝΕΙ ΙΕΡΕΥΣ ΕΙΣ ΤΟΝ ΑΙΩΝΑ»
Θεωρια εις το, " Μενει ιερευς εις τον αιωνα. " 
 
Ει δε και προσοχη πολλη τω ιδιω επαγρυπνειν οιδε χαρισματι, δια πραξεως και θεωριας των υπερ φυσιν και χρονον επιμελομενος αγαθων, γεγονε και (=1145=) ιερευς διηνεκης και αιωνιος, νοερως αει της θειας απολαυων ομιλιας, και δια το μιμεισθαι τη περι το καλον κατα την γνωμην ατρεψια το κατα φυσιν (≡14Δ_178≡> ατρεπτον μη κωλυομενος ιουδαϊκως αμαρτιας θανατω εις το διηνεκες παραμενειν, και θυσιαν προσφερειν αινεσεως και εξομολογησεως, ενδοξως θεολογων ως δημιουργον των απαντων, και ευγνωμονως ευχαριστων ως προνοητη και κριτη των ολων δικαιω, εν τω κατα διανοιαν θειω θυσιαστηριω, εξ ου φαγειν ουκ εχουσιν εξουσιαν οι τη σκηνη λατρευοντες. Ου γαρ οιον τε μυστικων θειας γνωσεως αρτων και κρατηρος ζωτικου σοφιας μεταλαχειν τους μονοστοιχουντας τω γραμματι, και αλογων θυσιαις παθων προς σωτηριαν αρκουμενους, και τον μεν θανατον του Ιησου, δια της καθ᾿ αμαρτιαν αργιας καταγγελοντας, την δε αναστασιν αυτου, υπερ ης και δι᾿ ην ο θανατος γεγονε, δια της κατα νουν θεωριας, της εν δικαιοσυνη εργων αγαθων πεφωτισμενης, ουχ ομολογουντας, και το μεν θανατωθηναι σαρκι ευ μαλα προθυμως ολομενους, το δε ζωοποιηθηναι και πνευματι ουδ᾿ οπωσουν ανασχομενους, ετι της κατ᾿ αυτους σκηνης εχουσης στασιν δια το μηπω πεφανερωσθαι αυτοις την δια λογου και γνωσεως των αγιων οδον, ητις εστιν ο Λογος του Θεου ο ειπων, Εγω ειμι η οδος, και απο του σαρκα Λογον ειδεναι δια πρακτικης τον Κυριον επι την ως μονογενους παρα Πατρος δοξαν, την πληρη χαριτος και αληθειας, δια θεωριας ελθειν ουκ εφιεμενους.
 
ΚΘ (29). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΑΒΡΑΑΜ
Θεωρια εις τον Αβρααμ.
 
Αβρααμ παλιν πνευματικος γινεται της γης και της συγγενειας και του οικου του πατρος εξερχομενος και εις την υπο Θεου δεικνυμενην ερχομενος γην, ο της σαρκος κατα διαθεσιν απορρηξας, και εκτος αυτης γενομενος τω χωρισμω των παθων, και τας αισθησεις απολιπων, και μηδεμιαν δι᾿ αυτων (≡14Δ_180≡> αμαρτιας ετι παραδεχομενος πλανην, και τα αισθητα παντα παρελθων, εξ ων τη ψυχη δια των αισθησεων το απατασθαι και πταιειν προσγινεται, και μονω τω νω παντος υλικου ελευθερω δεσμου εις την θειαν και μακαριαν της γνωσεως ερχομενος γην, και εις μηκος και πλατος αυτην μυστικως διοδευων, εν η τον Κυριον ημων ευρησει και Θεον Ιησουν Χριστον, την αγαθην των φοβουμενων αυτον κληρονομιαν, εις μηκος μεν ανεικαστον δι᾿ εαυτον υπο των αξιων κατα το εφικτον ανθρωποις θεολογουμενον, δι᾿ ημας δε εις πλατος δοξολογουμενον, δια της συνεκτικης του παντος σοφωτατης αυτου προνοιας, και της υπερ ημων μαλιστα θαυμαστης και υπεραρρητου οικονομιας, και μετοχος των οις γεραιρειν τον Κυριον εξεπαιδευθη τροπων κατα πραξιν τεως και θεωριαν γενομενος, δι᾿ ων η προς Θεος βεβαιως κυρουσθαι πεφυκε φιλια τε και αφομοιωσις. Και συντομως περι τουτων ειπειν, ο σαρκα και αισθησιν και κοσμον, περι α του νου η προς τα νοητα κατα (=1148=) την σχεσιν διαλυσις γινεται, πρακτικως καταπαλαισας, και μονη διανοια δι᾿ αγαπης Θεω γνωστικως προσχωρησας, ο τοιουτος αλλος Αβρααμ υπαρχει, δια της ισης χαριτος τον αυτον τω πατριαρχη της αρετης και της γνωσεως εχων χαρακτηρα δεικνυμενος.
 
Λ (30). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΜΩΫΣΗΝ
Θεωρια εις τον Μωϋσην.
 
Και Μωϋσης παλιν αλλος εκφαινεται, ο εν τω καιρω της των παθων δυναστειας, οπηνικα του διαβολου του νοητου Φαραω τυραννουντος το χειρον επικρατειν του αμεινονος, και του πνευματικου το σαρκικον επανιστασθαι, και πας ευσεβης αναιρεισθαι πεφυκε λογισμος, κατα Θεον γνωμικως γεννωμενος, και θηκη ασκησεως αληθους εμβληθεις, ηθικοις εξωθεν κατα σαρκα τροποις και εσωθεν κατα ψυχης θειοις ησφαλισμενος νοημασι, και μεχρι νομου της αναληψεως των φυσικων θεωρηματων ανεχομενος ειναι υπο την αισθησιν, την του νοητου (≡14Δ_182≡> Φαραω θυγατερα, ζηλω δε γνησιω των θειων αγαθων το αιγυπτιαζον της σαρκος αποκτεινας φρονημα, και υπο την ψαμμον, την των κακων αγονον εξιν φημι, καταθεμενος, εν η καν υπο του εχθρου σπαρη το της κακιας ζιζανιον, ου πεφυκε φυεσθαι δια την ενουσαν ενδιαθετως πτωχειαν του πνευματος, την το απαθες γεννωσαν τε και φυλαττουσαν και θειω προσταγματι την αγριουμενην τοις πνευμασι της πονηριας και τοις αλλεπαλληλοις των πειρασμων κυμασι δενδρουμενην, της πικρας και οντως αλμωδους κακιας οριζουσαν θαλασσαν, καθως γεγραπται, Ο τιθεις αμμον οριον τη θαλασση, και λεγων αυτη, Μεχρι τουτου διελευση, και ουχ υπερβηση, και εν σοι συντριβησονται σου τα κυματα· τους δε εις γην ετι κατανευνοντας λογισμους και την εξ αυτης επιζητουντας απολαυσιν, υπερ ης το θυμικον διαμαχεσθαι και τον διαγνωστικον τυραννειν και απωθεισθαι πεφυκε λογον, προβατων δικην δια της ερημου παθων και υλων εστερημενης και ηδονων καταστασεως αγων ως επιστημων ποιμην προς το ορος της γνωσεως του Θεου το εν τω υψει της διανοιας ορωμενον.
Ω φιλοπονως ενδιατριβων δια των προσφυων κατα πνευμα θεωρηματων μετα την απολειψιν της κατα νουν προς τα αισθητα σχεσεως (τουτο γαρ οιμαι δηλουν την του τεσσαρακονταετους χρονου παροδον,) και του αρρητου και υπερφυους ωσπερ θαμνω τη ουσια των οντων ενυπαρχοντος θειου πυρος κατ᾿ εννοιαν θεατης γενεσθαι και ακροατης αξιωθησεται, του εκ της βατου της αγιας Παρθενου φημι επ᾿ εσχατων των χρονων εκλαμψαντος και δια σαρκος ημιν ομιλησαντος Θεου Λογου, γυμνον το της διανοιας ιχνος τω τοιουτω μυστηριω προσαγων, και λογισμων ανθρωπινων ως νεκρων υποδηματων παντελως ελευθερον, και προς μεν ζητησιν, ωσπερ προσωπον, το της διανοιας οπτικον αποστρεφων, πιστει δε μονη προς υποδοχην (≡14Δ_184≡> του μυστηριου, ακοης τροπον, το της ψυχης ευπειθες διανοιγων, παρ᾿ ου την ισχυραν και αηττητον κατα των πονηρων δυναμεων (=1149=) κομισαντος δυναμιν των παρα φυσιν τα κατα φυσιν, και των σαρκικων τα ψυχικα, και των υλικων τε και αισθητων τα νοητα και αϋλα κατα πολλην αφοριζει εξουσιαν, της δουλον ποιειν το ελευθερον πειρωμενης πολυ υπερεχων δυναμεως.
 
ΛΑ (31). ΑΛΛΗ ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΣΥΝΤΟΜΟΣ
Αλλη θεωρια εις τον αυτον συντομος.
 
Και ινα συνελων ειπω, ο μη υπελθων τον της αμαρτιας ζυγον, μητε τω θολερω των παθων ρευματι δια της κακης επιθυμιας εαυτον εμπνιξας, και αισθησει τρεφεσθαι τη πηγη των ηδονων ανασχομενος, αποκτεινας δε μαλλον το φρονημα της σαρκος, το τυραννουν της ψυχης την ευγενειαν, και παντων των φθειρομενων υπερανων γενομενος τον πλανον τουτον κοσμον ωσπερ Αιγυπτον τινα φυγων, τον εκθλιβοντα ταις σωματικαις φροντισι τον διορατικωτατον νουν, και καθ᾿ ησυχιαν εαυτω συγγενομενος και φιλοπονω σχολη της διεπουσης θειως το παν θειας προνοιας την σοφην οικονομιαν δια της επιστημονικης των οντων θεωριας αρρητως διδαχθεις, καντευθεν δια μυστικης θεολογιας, ην κατ᾿ εκστασιν αρρητον νους καθαρος δια προσευχης πιστευεται μονος, ως εν γνοφω τη αγνωσια αφθεγκτως Θεω συγγενομενος, και εαυτον εσωθεν κατα νουν ευσεβειας δογμασι και εξωθεν, ως τας πλακας ο Μωϋσης, αρετων χαρισι δακτυλω Θεου τω αγιω Πνευματι εγχαραξας, η γραφικως ειπειν, ο ελομενος συγκακουχεισθαι τω λαω του Θεου μαλλον η προσκαιρον εχειν αμαρτιας απολαυσιν, και των εν Αιγυπτω θησαυρων τον ονειδισμον του Χριστου τιμιωτερον κρινας, τουτεστι πλουτου και δοξης, των προσκαιρων και φθειρομενων, (≡14Δ_186≡> τους υπερ αρετης εκουσιως ανθαιρουμενος πονους, ουτος Μωϋσης πνευματικος γεγονεν, ουχ ορατω διαλεγομενος Φαραω, αλλα αορατω τυραννω ψυχων φονευτη και κακιας αρχηγω τω διαβολω και ταις αμφ᾿ αυτον πονηραις δυναμεσι μεθ᾿ ης δια χειρος επιφερεται ραβδου, της κατα το πρακτικον φημι του λογου δυναμεως, νοητως παρατασσομενος.
 
ΛΒ (32). ΘΕΩΡΙΑ ΠΕΡΙ ΤΟΥ, ΠΩΣ ΤΟΥΣ ΠΡΟ ΝΟΜΟΥ ΚΑΙ ΜΕΤΑ ΝΟΜΟΝ ΑΓΙΟΥΣ...
Θεωρια περι του, Πως τους προ νομου και μετα νομον αγιους τις μιμησασθαι δυναται, και τις η του φυσικου νομου και του γραπτου κατα την εις αλληλους μεταχωρησιν ταυτοτης.
 
Ωσαυτως δε και παντας τους αγιους εκαστος ημων θελων εις εαυτον μεταθειναι δυναται, προς εκαστον πνευματικως εκ των περι αυτου καθ᾿ ιστοριαν τυπικως γεγραμμενων μορφουμενος (Συνεβαινε γαρ εκεινοις τυπικως, φησιν ο θειος Αποστολος, εγραφη δε προς νουθεσιαν ημων, εις ους τα τελη των αιωνων κατηντησε), προς μεν τους παλαι προ νομου αγιους, απο μεν κτισεως κοσμου την περι Θεου γνωσιν ευσεβως ποριζομενος, απο δε της το παν σοφως διοικουσης Προνοιας τας αρετας κατορθουν διδασκομενος, κατ᾿ αυτους εκεινους τους προ του νομου αγιους, οι δια παντων φυσικως εν εαυτοις τον γραπτον εν πνευματι προχαραξαντες νομον (=1152=) ευσεβειας και αρετης τοις κατα νομον εικοτως προεβληθησαν εξεμπλαριον (Εμβλεψατε γαρ, φησι, προς Αβρααμ τον πατερα υμων, και Σαρραν την ωδινουσαν υμας) προς δε τους κατα νομον δια των εντολων εις επιγνωσιν του εν αυταις υπηγορευμενου Θεου δι᾿ ευσεβους εννοιας αναγομενος, και τοις καθηκουσι των αρετων τροποις δι᾿ ευγενους πραξεως καλλωπιζομενος, και ταυτον τω γραπτω νομω τον φυσικον οντα παιδευομενος, οταν σοφως δια συμβολων κατα την πραξιν ποικιλληται, και εμπαλιν τω (≡14Δ_188≡> φυσικω τον γραπτον, οταν ενοειδης και απλους και συμβολων εν τοις αξιοις κατ᾿ αρετην τε και γνωσιν δια λογου και θεωριας ελευθερος γενηται, κατ᾿ αυτους εκεινους τους εν νομω αγιους, οι το γραμμα ωσπερ καλυμμα περιελοντος του Πνευματος τον φυσικον νομον εχοντος πνευματικως διεδειχθησαν.
 
ΛΓ (33). ΟΤΙ ΚΑΙ ΟΙ ΚΑΤΑ ΝΟΜΟΝ ΑΓΙΟΙ ΠΝΕΥΜΑΤΙΚΩΣ ΤΟΝ ΝΟΜΟΝ ΕΚΔΕΧΟΜΕΝΟΙ...
Οτι και οι κατα νομον αγιοι πνευματικως τον νομον εκδεχομενοι την δι᾿ αυτου μηνυομενην χαριν προεβλεπον.
 
Παντες γαρ διαρρηδην ετεραν παρα την νομικην εσεσθαι λατρειαν προθεωρησαντες το κατ᾿ αυτην φανησομενον της θεοπρεπεστατης ζωης τελειον προεκηρυξαν, και τη φυσει προσφορον τε και οικειοτατον, ως μηδενος των εκτος προς τελειωσιν επιδεομενοι, καθως πασι δηλον καθεστηκε τοις μη αγνοουσι τα δια του νομου και των προφητων θεια θεσπισματα. Οπερ μαλιστα Δαβιδ και Εζεκιας και τω καθ᾿ εαυτον προς τοις αλλοις εκατερος δραματι παρηνιττετο, ο μεν υπερ της αμαρτιας νομικως τον Θεον εξιλεουμενος, ο δε προσθηκη ζωης ετερω παρα τον νομον θεσμω παρα του Θεου σεμνυνομενος.
 
ΛΔ (34). ΟΤΙ ΚΑΙ ΥΠΕΡ ΤΟΝ ΓΡΑΠΤΟΝ ΚΑΙ ΥΠΕΡ ΤΟΝ ΦΥΣΙΚΟΝ ΝΟΜΟΝ ΓΙΝΕΤΑΙ Ο ΤΩ ΧΡΙΣΤΩ...
Οτι και υπερ τον γραπτον και υπερ τον φυσικον νομον γινεται ο τω Χριστω γνησιως δια των αρετων κατα διαθεσιν ακολουθων.
 
Ουδεν δε το κωλυον, ως οιμαι, εστι τον εν τουτοις προπαιδευθεντα τοις νομοις, τω φυσικω τε φημι και τω γραπτω, θεοφιλως, ηπερ τουτοις γενεσθαι θεοπρεπως, και τουτων χωρις δι᾿ ειλικρινους πιστεως μονω τω επι το ακροτατον αγαθον (≡14Δ_190≡> αγοντι λογω γνησιως ακολουθησαντα, και μηδενος κατ᾿ εννοιαν το παραπαν απτομενον πραγματος η λογισμου η νοηματος οις η οπωσουν ουσα παντος του οπωσουν νοουμενου τε και οντος φυσις τε και γνωσις υποπιπτει και εμφαινεται, ωσπερ εικος τον επεσθαι γνησιως προθεμενον τω διεληλυθοτι τους ουρανους Ιησου, και τη παραδειξει του θειου φωτος δυνηθηναι την αληθη των οντων, ως εστιν ανθρωπω δυνατον, συνεκδοχικως υποδεξασθαι γνωσιν.
 
ΛΕ (35). ΘΕΩΡΙΑ ΤΟΥ ΤΡΟΠΟΥ ΚΑΘ’ ΟΝ ΥΠΕΡ ΤΟΝ ΦΥΣΙΚΟΝ ΚΑΙ ΤΟΝ ΓΡΑΠΤΟΝ ΝΟΜΟΝ ΓΙΝΕΤΑΙ…
(=1153=) Θεωρια του τροπου καθ᾿ ον υπερ τον φυσικον και τον γραπτον νομον γινεται ο δια παντων τω Θεω γενομενος ευπειθης.
 
Ει γαρ πασα η των οντων φυσις εις τα νοητα και τα αισθητα διηρηται, και τα μεν λεγεται και εστιν αιωνια, ως εν αιωνι του ειναι λαβοντων αρχην, τα δε χρονικα, ως εν χρονω πεποιημενα, και τα μεν υποπιπτει νοησει, τα δε αισθησει, δια την ταυτα αλληλοις επισφιγγουσαν του κατα φυσιν σχετικου ιδιωματος αλυτον δυναμιν (πολλη γαρ η προς τα νοουμενα των νοουντων και προς τα αισθητα των αισθανομενων η σχεσις, ο δε ανθρωπος εκ ψυχης και σωματος τυγχανων αισθητικου δια της κατ᾿ επαλλαγην προς εκατερα τα της κτισεως τμηματα φυσικης σχεσεως τε και ιδιοτητος και περιγραφεται και περιγραφει, το μεν τη ουσια, το δε τη δυναμει, ως τοις εαυτου προς ταυτα διαιρουμενος μερεσι, και ταυτα δια των οικειων μερων εαυτω καθ᾿ ενωσιν επισπωμενος· περιγραφεσθαι γαρ τοις νοητοις και αισθητοις, ως ψυχη τυγχανων και σωμα, και περιγραφειν ταυτα κατα δυναμιν πεφυκεν, ως νοων και αισθανομενος·
Ο δε Θεος απλως και αοριστως υπερ παντα τα οντα εστι, τα περιεχοντα τε και περιεχομενα και την, ων ουκ ανευ ταυτα, χρονου φημι και αιωνος και τοπου φυσιν, οις το παν περικλειεται, (≡14Δ_192≡> ως πασι παντελως ασχετος ων), αρα σωφρονως ο διαγνους πως εραν του Θεου δει, του υπερ λογον και γνωσιν και πασης απλως της οιασδηποτε πανταπασι σχεσεως, εξηρημενου και φυσεως, παντα τα αισθητα και νοητα και παντα χρονον και αιωνα και τοπον ασχετως παρελευσεται, και πασης τελευταιον ολης της κατ᾿ αισθησιν και λογον και νουν ενεργειας εαυτον υπερφυως απογυμνωσας αρρητως τε και αγνωστως της υπερ λογον και νουν θειας τερπνοτητος επιτευξεται, καθ᾿ ον οιδε τροπον τε και λογον ο την τοιαυτην δωρουμενος χαριν Θεος και οι ταυτην παρα Θεου λαβειν αξιωθεντες, ουκετι ουδεν φυσικον η γραπτον εαυτω συνεπικομιζομενος, παντων αυτω των λεχθηναι η γνωσθηναι δυναμενων παντελως υπερβαθενων και κατασιγασθεντων.
 
ΛS (36). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΤΟΥ ΕΜΠΕΣΟΝΤΟΣ ΕΙΣ ΤΟΥΣ ΛΗΣΤΑΣ ΡΗΤΟΝ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Θεωρια εις το περι του εμπεσοντος εις τους ληστας ρητον του Ευαγγελιου.
 
Και ταχα τουτο εστι το τοις δοθεισιν επι θεραπεια του λησταις περιπεσοντος δυσι δηναριοις εν τω πανδοχειω παρα του Κυριου τω επιμελεισθαι κελευομενω προσδαπανωμενον, οπερ και φιλοτιμως επανερχομενος ο Κυριος δωσειν υπεσχετο, η δια πιστεως γινομενη παντελης των οντων εν τοις τελειοις αφαιρεσις (φησι γαρ ο Κυριος Οστις ουκ αποτασσεται πασι τοις υπαρχουσιν αυτου, ου δυναται μου ειναι μαθητης) , καθ᾿ ην πανθ᾿ εαυτου η εαυτον παντων αφαιρουμενος ειπειν οικειοτερον, ο της σοφιας εαυτον εραστην (=1156=) καταστησας μονω Θεω συνειναι καταξιουται, την ευαγγελικως υποδειχθεισαν υιοθεσιαν δεξαμενος, κατα τους αγιους και μακαριους αποστολους, οι το παν εαυτων ολοσχερως περιελομενοι και μονω δι᾿ ολου (≡14Δ_194≡> τω Θεω και Λογω προσφυντες, Ιδου παντα, εφασαν, αφηκαμεν και ηκολουθησαμεν σοι, τω και της φυσεως Ποιητη και δοτηρι της κατα νομον βοηθειας, και ον, Κυριον δηλονοτι, ωσπερ αληθειας φως μονωτατον κτησαμενοι αντι νομου και φυσεως παντων εικοτως των μετα Θεον απταιστον την γνωσιν παρελαβον. Αυτω γαρ πεφυκε συνεκφαινεσθαι κυριως η των υπ᾿ αυτου γεγενημενων γνωσις.
Ως γαρ τω αισθητω ηλιω ανατελλοντι παντα καθαρως συνεκφαινονται τα σωματα, ουτω και Θεος ο νοητος της δικαιοσυνης ηλιος ανατελλων τω νω, καθως χωρεισθαι υπο της κτισεως οιδεν αυτος, παντων εαυτω νοητων τε και αισθητων τους αληθεις βουλεται συνεκφανιζεσθαι λογους. Και δηλοι τουτο της επι του ορους Μεταμορφωσεως του Κυριου η λαμπρα των εσθηματων τω φωτι του προσωπου αυτου γενομενη συνενδειξις, τω Θεω την των μετ᾿ αυτον, ως οιμαι, και περι αυτον συναγουσα γνωσιν. Ουτε γαρ διχα φωτος των αισθητων οφθαλμος αντιλαμβανεσθαι δυναται, ουτε νους χωρις γνωσεως Θεου θεωριαν δεξασθαι πνευματικην. Εκει τε γαρ τη οψει το φως των ορατων την αντιληψιν διδωσι, και ενταυθα τω νω την γνωσιν των νοητων η του Θεου επιστημη χαριζεται.
 
ΛΖ (37). ΘΕΩΡΙΑ ΤΟΥ ΤΡΟΠΟΥ ΚΑΘ' ΟΝ ΓΕΓΟΝΕΝ ΤΟΥ ΑΔΑΜ ΠΑΡΑΒΑΣΙΣ
Θεωρια του τροπου καθ᾿ ον γεγονεν του Αδαμ παραβασις.
 
Αμελει τουτω μη επερεισας τω Θεω φωτι τον της ψυχης οφθαλμον ο προπατωρ Αδαμ τυφλου δικην εικοτως εν σκοτει της αγνωσιας αμφω τω χειρε τον της υλης φορυτον εκουσιως αφασσων μονη αισθησει εαυτον ολον επικλινας εκδεδωκε, δι᾿ ης του πικροτατου θηρος τον φθαρτικον ιον εισδεξαμενος ουδ᾿ αυτης, ως ηβουληθη, απηλαυσε της αισθησεως, διχα Θεου, και προ Θεου, και ου κατα Θεον, ως ουκ εδει, οπερ αμηχανον ην, τα του Θεου εχειν επιτηδευσας. Την γαρ συμβουλον παραδεξαμενην (≡14Δ_196≡> τον οφιν Θεου πλεον παραδεξαμενος αισθησιν και του απηγορευμενου ξυλου, ω και θανατον συνειναι προεδιδαχθην τον καρπον ορεγουσαν, βρωσεως απαρχην ποιησαμενος προσφορον τω καρπω την ζωην μετηλλαξατο, ζωντα τον θανατον εαυτω κατα παντα τον χρονον του παροντος καιρου δημιουργησας.
Ει γαρ φθορα γενεσεως υπαρχει ο θανατος, αει δε το δι᾿ επιρροης τροφων γινομενον φυσικως φθειρεται σωμα τη ροη διαπνεομενον, αει αρα δι᾿ ων ειναι την ζωην επιστευσεν ακμαζοντα εαυτω τε και ημιν τον θανατον ο Αδαμ συνετηρησεν. Ως ειγε τω Θεω μαλλον η τη συνοικω πεισθεις τω ξυλω της ζωης διετραφη, ουκ αν την δοθεισαν απεθετο αθανασιαν αει συντηρουμενην τη μετοχη της ζωης, (=1157=) επειδη πασα ζωη οικεια τε και καταλληλω πεφυκε συντηρεισθαι τροφη. Τροφη δε της μακαριας εκεινης ζωης εστιν ο αρτος ο εκ του ουρανου καταβας και ζωην διδους τω κοσμω, καθως αυτος περι εαυτου εν τοις Ευαγγελιοις ο αψευδης απεφηνατο Λογος, ω διατραφηναι μη βουληθεις ο πρωτος ανθρωπος της μεν θειας εικοτως απεγενετο ζωης, αλλης δε θανατου γεννητορος επελαβετο, καθ᾿ ην την μεν αλογον εαυτω μορφην επιθεμενος, της θειας δε το αμηχανον αμαυρωσας καλλος, βοραν τω θανατω την απασαν φυσιν παρεδωκε. Δι᾿ ης ο μεν θανατος ζη δι᾿ ολου του χρονικου τουτου διαστηματος, ημας βρωσιν ποιουμενος, ημεις δε ζωμεν ουδεποτε, αει δια φθορας υπ᾿ αυτου κατεσθιομενοι.
 
ΛΗ (38). ΟΤΙ ΕΚ ΤΗΣ ΑΣΤΑΤΟΥ ΠΕΡΙΦΟΡΑΣ ΤΗΣ ΠΑΡΟΥΣΗΣ ΖΩΗΣ ΑΛΛΗΝ ΕΙΝΑΙ ΤΗΝ ΑΛΗΘΗ...
Οτι εκ της αστατου περιφορας της παρουσης ζωης αλλην ειναι την αληθη και θειαν και ωσαυτως εχουσαν ζωην επαιδευθησαν οι αγιοι.
 
Ης το αδρανες και αλλεπαλληλον σοφως κατανοησαντες (≡14Δ_198≡> οι αγιοι την ανθρωποις προηγουμενως εκ Θεου δεδωρημενην ταυτην μη ειναι την ζωην, ως εικος, επαιδευθησαν, αλλην δε θειαν και ωσαυτως εχουσαν, ην μαλιστα δειν υπελαβον εαυτω πρεποντως αγαθον οντα τον Θεον προηγουμενως δημιουργησαι, μυστικως εδιδαχθησαν, προς ην δια σοφιας κατα την χαριν του Πνευματος, ως εφικτον ανθρωποις τοις υπο θανατον, το ομμα της ψυχης ανανευσαντες, και ενδιαθετως τον αυτης θεων υποδεξαμενοι ποθον, αποθεσθαι δειν ταυτην την παρουσαν ζωην εικοτως ωηθησαν, ει μελλοιεν καθαρως εκεινης κατα τον δεοντα λογον επιληψεσθαι. Και επειδη ζωης αποθεσις θανατου χωρις ου γινεται, θανατον αυτης επενοησαν την αποβολην της κατα σαρκα στοργης, δι᾿ ης εις τον βιον η του θανατου γεγονεν εισοδος, ινα θανατω θανατον επινοησαντες του ζην τω θανατω παυσωνται, τον τιμιον εναντιον Κυριου θανατον αποθανοντες, τον οντως θανατου θανατον, τον την φθοραν μεν φθειρειν δυναμενον, τη δε μακαρια ζωη και αφθαρσια παρεχομενον εν τοις αξιοις εισοδον.
Το γαρ περας της παρουσης ταυτης ζωης ουδε θανατον οιμαι δικαιον ονομαζειν, αλλα θανατου απαλλαγην, και φθορας χωρισμον, και δουλειας ελευθεριαν, και ταραχης παυλαν, και πολεμων αναιρεσειν, και συγχυσεως παροδον, και σκοτους υποχωρησιν, και πονων ανεσιν, και βομβησεως ασημου σιγην, και βρασματος ηρεμιαν, και αισχυνης συγκαλυμμα, και παθων αποφυγην, και αμαρτιας αφανισμον, και παντων, ινα συνελων ειπω, των κακων περιγραφην· απερ δι᾿ εκουσιου νεκρωσεως οι αγιοι κατορθωσαντες ξενους εαυτους του βιου και παρεπιδημους παρεστησαν. Κοσμω τε γαρ και σωματι και ταις εξ αυτων επαναστασεσι γενναιως μαχομενοι, και την εξ αμφοιν κατα την των αισθησεων προς τα αισθητα συμπλοκην παραγεγομενην απατην αποπνιξαντες, αδουλωτον εαυτοις εφυλαξαν της ψυχης το αξιωμα· μαλα γε εικοτως, εννομον κριναντες ειναι και δικαιον το ηττον αγεσθαι (=1160=) μαλλον τω κρειττονι, η (≡14Δ_200≡> το κρειττον τω χειρονι συμποδιζεσθαι. Οσπερ δη νομος θειος και τοις προαιρουμενοις την λογικοις προηγουμενως πρεπουσαν ασπαζεσθαι ζωην εμπεφυκως, την εμφερως δι' ολιγαρκειας το απροσδεες των αγγελων μιμουμενην και ανετον.
 
ΛΘ (39). ΟΤΙ ΜΗ ΚΑΘ' ΗΜΑΣ Η ΤΗΝ ΦΥΣΙΚΗΝ ΘΕΩΡΙΑΝ, Η ΤΗΝ ΓΡΑΦΙΚΗΝ ΜΥΣΤΑΓΩΓΙΑΝ...
Οτι μη καθ᾿ ημας η την φυσικην θεωριαν, η την γραφικην μυσταγωγιαν εποιουν οι αγιοι.
 
Αλλ᾿ επανελθοντες καθ᾿ ειρμον τα λειποντα της Μεταμορφωσεως τοις προθεωρηθεισι κατα δυναμιν διασκοπησαντες προσαρμοσωμεν, ινα θεωρηθη των αγιων η εν πασιν ακροτης και η γνησια προς την σαρκα και την υλην αποδιαθεσις, και οτι μη καθ᾿ ημας και αυτοι η την κτισιν η την αγιαν Γραφην υλικως τε και χαμερπως εθεωρουν, αισθησει μονον και επιφανειαις και σχημασι προς αναληψιν της μακαριας γνωσεως του Θεου, γραμμασι τε και συλλαβαις χρωμενοι, εξ ων το πταιειν εστι περι την κρισιν της αληθειας και σφαλλεσθαι, αλλα νω μονω καθαρωτατω και πασης υλικης απηλλαγμενω αχλυος. Ειπερ ουν ευσεβως κρινειν βουλομεθα τους των αισθητων νοητως διασκοπουντες λογους, εις την περι Θεου και των θειων αυτους απταιστον γνωσιν ορθως δι' ευθειας τριβου βαινοντας κατιδοιμεν.
 
Μ (40). ΘΕΩΡΙΑ ΕΙΣ ΤΗΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ ΠΛΑΤΥΤΕΡΑ
Θεωρια εις την Μεταμορφωσιν πλατυτερα.
 
Ειρηται τοινυν ανωτερω οτι δια μεν της γενομενης επι του ορους του προσωπου του Κυριου φωτοειδους λαμπροτητος προς την πασι καθολου τοις ουσιν αληπτον του Θεου μυστικως οι τρισμακαριοι αποστολοι κατα το αρρητον τε και αγνωστον (≡14Δ_202≡> εχειραγωγουντο δυναμιν τε και δοξαν, της αφανους κρυφιοτητος το φανεν αυτοις προς την αισθησιν φως συμβολον ειναι μανθανοντες. Ως γαρ ενταυθα του γενομενου φωτος την των οφθαλμων νικα ενεργειαν η ακτις, αχωρητος αυτοις διαμενουσα, ουτω κακει Θεος πασαν νοος δυναμιν υπερβαινει και ενεργειαν, ουδ᾿ ολως εν τω νοεισθαι τω νοειν πειρωμενω τον οιονουν τυπον αφεις. Δια δε των λευκων ιματιων την τε εν τοις κτισμασιν αναλογως τοις καθ᾿ ους γεγενηνται λογοις μεγαλουργιαν και την εν τοις ρημασι της αγιας Γραφης κατα το νοουμενον μυσταγωγιαν εν ταυτω και αμα θεοπρεπως εδιδασκοντο, οια τη επιγνωσει του Θεου συναναφαινομενης της τε γραφικης κατα το πνευμα δυναμεως και της εν τοις κτισμασι κατ᾿ αυτο σοφιας και γνωσεως, δι᾿ ων παλιν αυτος αναλογως εκφαινεται. Δια δε Μωϋσεως και Ηλιου των εκατερωθεν αυτω συνοντων (τουτο γαρ εις την εξετασιν της θεωριας λειπεται), πολλους κατα πολλας επινοιας, ων τυποι προεβεβληντο μυστηριων δι᾿ αληθους θεωριας γνωστικους υπεδεχοντο τροπους.
 
ΜΑ (41). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΜΩΫΣΗΝ ΚΑΙ ΤΟΝ ΗΛΙΑΝ
(=1161=) Θεωρια εις τον Μωϋσην και τον Ηλιαν.
 
Α´. Και πρωτον μεν την περι του δειν παντως συνειναι τω Λογω και Θεω τον τε νομικον και τον προφητικον λογον δια Μωϋσεως και Ηλιου ευσεβεστατην ελαμβανον εννοιαν, ως εξ αυτου και περι αυτου και οντας και απαγγελοντας, και περι αυτον ιδρυμενους.
Β´. Ειτα σοφιαν και χρηστοτητα συνουσαν αυτω δια των αυτων επαιδευοντο, την μεν οτι κατ᾿ αυτην διαγορευτικος εστι των ποιητεων ο λογος, και απαγορευτικος των ου ποιητεων, ης τυπος υπηρχε Μωϋσης (σοφιας γαρ την της νομοθεσιας ειναι πιστευομεν χαριν), την δε οτι κατ᾿ αυτην προτρεπτικος εστι και επιστρεπτικος προς την θειαν ζωην των αυτης απολισθησαντων, (≡14Δ_204≡> ης τυπος υπηρχεν Ηλιας, δι᾿ εαυτου ολον το προφητικον δηλων χαρισμα. Χρηστοτητος γαρ θειας ιδιον γνωρισμα, των πεπλανημενων η μετα φιλανθρωπιας επιστροφη, ης κηρυκας τους προφητας γινωσκομεν. 
Γ´. Η γνωσιν και παιδειαν, την μεν οτι καλου τε και κακου της ειδησεως τοις ανθρωποις υπαρχει παρεκτικος. Δεδωκα γαρ, φησι, προ προσωπου σου την ζωην και τον θανατον, εφ᾿ ω την μεν ελειν αιρεισθαι, τον δε φυγειν, και μη ως καλω περιπεσειν εξ αγνοιας τω χειρονι, οπερ Μωϋσης πεπραχως ανηγορευται, προτυπων εν εαυτω της αληθειας τα συμβολα· την δε οτι των τοις εναντιοις ανεδην χρωμενων κατα τον Ισραηλ, ου παιδευτην Ηλιας ο μεγας εγενετο, και μιγνυντων αδιακριτως τα αμικτα, της αδιαφοριας εστι κολαστικος, και των παντελως τω κακω προστεθειμενων την ανοιαν και την πωρωσιν εις εννοιαν αγων, ως λογος, και αισθησιν.
Δ´. Η πραξιν και θεωριαν, την μεν ως κακιας αναιρετικην, και κοσμου δι᾿ επιδειξεως αρετων τους δι᾿ αυτης αγομενους παντελως κατα διαθεσιν τεμνουσαν, ως Μωϋσης της Αιγυπτου τον Ισραηλ, και θειοις νομοις του Πνευματος ευπειθως παιδευουσαν αγεσθαι· την δε ως υλης και ειδους αρπαζουσαν, ως τον Ηλιαν το εκ πυρος αρμα, και Θεω δια γνωσεως προσαγουσαν τε και συναπτουσαν υπο σαρκος μηδ᾿ οτιουν βαρουμενους, δια την του κατ᾿ αυτην νομου αθετησιν, η επαρσει καθ᾿ οτιουν επι τοις κατορθωμασι φλεγομενους, δια την συνημμενην ταις οντως αρεταις δροσον της πτωχειας του πνευματος. 
Ε´. Η παλιν τα κατα τον γαμον και την αγαμιαν μυστηρια παρα τω Λογω ειναι μανθανοντες δια Μωϋσεως, του δια τον γαμον της θειας εραστου γενεσθαι δοξης μη κωλυθεντος, και δια (≡14Δ_206≡> Ηλιου, του παντελως γαμικης συναφειας καθαρου διαμειναντος, οια του Λογου και Θεου τους λογω ταυτα ιθυνοντας, κατα τους θειωδως περι αυτων κειμενους νομους, εαυτω μυστικως εισποιεισθαι κηρυττοντος. 
S´. Η ζωης και θανατου δια των αυτων κυριον πιστως οντα τον Λογον πληροφορουμενοι. 
(=1164=) Ζ´. Η και το παντας ζην τω Θεω και μηδενα παντελως παρ᾿ αυτω νεκρον ειναι δια των αυτων μανθανοντες, πλην του εαυτον τη αμαρτια νεκρωσαντος, και τη εκουσιω προς τα παθη ροπη του Λογου εαυτον αποκοψαντος. 
Η´. Η παλιν τον Λογον ως αληθειαν οντα κατ᾿ αναφοραν ειναι τε και υπαρχειν τους τυπους των μυστηριων, και εις αυτον συναγεσθαι, της τε νομικης και της προφητικης πραγματειας ως αρχην και τελος, εφωταγωγουντο.
Θ´. Η τα μετα Θεον παντα και εκ Θεου γεγονοτα, τουτεστι την φυσιν των οντων και τον χρονον, παρα τω Θεω οντα συνεκφαινεσθαι αληθως φαινομενω, κατα το εφικτον, ως αιτιω και ποιητη. Ων του μεν χρονου τυπος αν ειη Μωϋσης, ου μονον ως χρονου και του κατ᾿ αυτον αριθμου διασκαλος (ουτος γαρ πρωτος τον κατα την γενεσιν του κοσμου χρονον ηριθμησε), και ως χρονικης γενομενος λατρειας καθηγητης, αλλα και ως μη συνεισερχομενος εκεινοις σωματικως εις την καταπαυσιν ων προς της θειας καθηγησατο ευαγγελιας· τοιουτον γαρ εχει ο χρονος, ου φθανων η συνερχομενος κατα την κινησιν εκεινοις ους προς την θειαν του μελλοντος αιωνος ζωην πεφυκε παραπεμπειν. Ιησουν γαρ εχει τον παντος οντα και χρονου και αιωνος διαδοχον· καν ει αλλως οι λογοι του χρονου εν τω Θεω διαμενωσιν, ως δηλοι μυστικως η του εν ερημω δοθεντος νομου δια Μωϋσεως τοις την γης λαβουσι της κατασχεσεως συνεισοδος.
 (≡14Δ_208≡> Αιων γαρ εστιν ο χρονος, οταν στη της κινησεως, και χρονος εστιν ο αιων, οταν μετρηται κινησει φερομενος, ως ειναι τον μεν αιωνα, ινα ως εν ορω περιλαβων ειπω, χρονον εστερημενου κινησεως, τον δε χρονον αιωνα κινησει μετρουμενον. Της δε φυσεως Ηλιας, ου μονον ως τους καθ᾿ εαυτον αλωβητους φυλαξας λογους, και το επ᾿ αυτοις κατα γνωμην φρονημα τροπης της εκ παθους ελευθερον, αλλα και ως εν κρισει παιδευων, οιον τις φυσικος νομος, τους παρα φυσιν τη φυσει χρωμενους. Τοιουτον γαρ και η φυσις, τους αυτην παραφθειρειν επιχειρουντας τοσουτον κολαζουσα, οσον του παρα φυσιν ζην επιτηδευουσι, τω μη ολην αυτης φυσικως ετι κεκτησθαι της φυσεως την δυναμιν, μειωθεντας ηδη της κατ᾿ αυτην αρτιοτητος και δια τουτο κολαζομενους, ως εαυτοις αβουλως τε και αφρονως δια της προς το μη ον νευσεως του ειναι παρεχομενους την ελλειψιν. 
Ι´. Ισως δε και την νοητην και την αισθητην κτισιν εχεσθαι του Δημιουργου Λογου τις ειπων δια του Μωϋσεως και Ηλιου, της αληθειας ου διαμαρτανει. Ων της μεν αισθητης Μωϋσης λογον επεχει, ως υπο γενεσιν και φθοραν γενομενος, καθως η περι αυτου ιστορια δηλοι, την γενεσιν και τον θανατον αυτου καταγγελλουσα. Τοιουτον γαρ και αισθητη κτισις, αρχην εγνωσμενην γενεσεως εχουσα (=1165=) και διαφθορας ωρισμενον τελος ελπιζουσα. Της δε νοητης Ηλιας, ως ουτε γενεσιν αυτου της περι αυτου μηνυουσης ιστοριας, καν ει γεγεννηται, ουτε μην την δια θανατου φθοραν ελπιζεσθαι οριζομενης, καν ει τεθνηξεται. Τοιουτον γαρ και η νοητη κτισις, ουτε αρχην γενεσεως ανθρωποις καταδηλον εχουσα, καν ει γεγενηται και ηρκται και εκ του μη οντος εις το ειναι παρηκται, ουτε τελος του ειναι δια φθορας ωρισμενον εκδεχεται. Το γαρ ανωλεθρον φυσικως εχει λαβουσα παρα Θεου, του ουτως αυτην δημιουργησαι θελησαντος.
 
ΜΒ (42). ΑΛΛΗ ΣΥΝΕΚΤΙΚΗ ΘΕΩΡΙΑ ΕΙΣ ΤΗΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ
(≡14Δ_210≡>
Αλλη συνεκτικη θεωρια εις την Μεταμορφωσιν.
 
Ει δε τω μη περιεργοτερος του δεοντος ειναι δοκω, και ετερον μεγα τε και θειον, ως οιμαι, εκ της θειας Μεταμορφωσεως μυστηριον ημιν αναφαινεται, και των ειρημενων λαμπροτερον. Οιμαι γαρ τους καθολου δυο της θεολογιας τροπους μυστικως υφηγεισθαι τα επι του ορους κατα την Μεταμορφωσιν, θεοπρεπη δραματουργηματα, τον τε προηγουμενον φημι και και απλουν και αναιτιον, και δια μονης και παντελους αποφασεως το θειον ως αληθως καταφασκοντα, και την υπεροχην αυτου δι᾿ αφασιας δεοντως σεμνυνοντα, και τον επομενον τουτω και συνθετον, δια καταφασεως μεγαλοπρεπως εκ των αιτιατων υπογραφοντα· οις, κατα το δυνατον ανθρωπους ειδεναι, η περι Θεου τε και των θειων επαιωρουμενη γνωσις δια των προσφυων ημιν συμβολων προς αμφοτερους ημας αγει τους τροπους, δι᾿ ευσεβους των οντων κατανοησεως αμφοτερων ημιν εφιστωσα τους λογους, και του μεν προτερου παν το υπερ αισθησιν συμβολον ειναι διδασκουσα, του δε δευτερου τα κατ᾿ αισθησιν αθροιστικα ειναι παιδευοντα μεγαλουργηματα. Εκ γαρ των υπερ αισθησιν συμβολων την υπερ λογον και νουν αληθειαν ειναι μονον πιστευομεν, περι του τι και πως και οποιαν ειναι και που και ποτε μηδ᾿ ολως τολμωντες σκοπειν η εννοειν ενεχομενοι, της εγχειρησεως το ασεβες παραιτουμενοι· εκ δε των κατ᾿ αισθησιν, ως ημιν εστι δυνατον, κατ᾿ εννοιαν μονον ισχνως της περι Θεου γνωσεως τας εικασιας λαμβανοντες παντα αυτον ειναι φαμεν οσα εκ των αυτου ποιηματων ως αιτιον εγνωρισαμεν.
 
ΜΓ (43). ΟΤΙ ΚΑΙ ΕΑΥΤΟΥ ΤΥΠΟΣ Ο ΚΥΡΙΟΣ ΓΕΓΟΝΕΝ...
Οτι και εαυτου τυπος ο Κυριος γεγονεν κατα την εαυτου δια σαρκος οικονομιαν.
 
Σκοπησωμεν δε ει μη καλως εκαστω των ειρημενων (≡14Δ_212≡> τροπων κατα την θειαν εκεινην του Κυριου Μεταμορφωσιν και σοφως ενυπαρχει το συμβολον. Ειδει γαρ αυτον καθ᾿ ημας ατρεπτως κτισθηναι δι᾿ αμετρον φιλανθρωπιαν καταδεξαμενον εαυτου γενεσθαι τυπον και συμβολον, και παραδειξαι εξ εαυτου συμβολικως εαυτον, και δι᾿ εαυτου φαινομενου προς εαυτον αφανως παντη κρυπτομενον χειραγωγησαι την απασαν κτισιν και της αφανους και παντων επεκεινα κρυφιομυστου και υπ᾿ ουδενος των οντων ουδενι το συνολον τροπω νοηθηναι η λεχθηναι (=1168=) δυναμενης απειριας τας εκφανεις δια σαρκος θεουργιας ανθρωποις παρεχειν φιλανθρωπως μηνυματα.
 
ΜΔ (44). ΘΕΩΡΙΑ ΤΟΥ ΑΣΤΡΑΨΑΝΤΟΣ ΠΡΟΣΩΠΟΥ ΤΟΥ ΚΥΡΙΟΥ
Θεωρια του αστραψαντος προσωπου του Κυριου.
 
Το τοινυν φως του προσωπου του Κυριου το νικησαν της ανθρωπινης μακαριας αποστολοις της κατ᾿ αποφασιν μυστικης θεολογιας, καθ᾿ ο η μακαρια και αγια θεοτης κατ᾿ ουσιαν εστιν υπεραρρητος και υπεραγνωστος και πασης απειριας απειρακις εξηρημενη, ουδ᾿ ιχνος ολως καταληψεως καν ψιλον τοις μετ᾿ αυτην καταλειψασα, ουδε την πως καν ποσως η αυτη και μονας εστι και τριας εννοιαν εφιεισα τινι των οντων , επειδη μηδε χωρεισθαι κτισει το ακτιστον πεφυκε, μηδε περινοεισθαι τοις πεπερασμενοις το απειρον.
 
ΜΕ (45). ΘΕΩΡΙΑ ΕΙΣ ΤΑ ΦΑΝΑ ΤΟΥ ΚΥΡΙΟΥ ΕΝΔΥΜΑΤΑ
Θεωρια εις τα φανα του Κυριου ενδυματα.
 
Τον δε καταφατικον τροπον εις τε τον κατ᾿ ενεργειαν προνοιαν τε και κρισιν διαιρουμενον· τον μεν κατ᾿ ενεργειαν, τον εκ καλλονης και μεγεθους των κτισματων την περι (≡14Δ_214≡> του δημιουργον ειναι των ολων τον Θεον εισηγουμενον δηλωσιν, δια των λαμπρων εσθηματων του Κυριου δηλουσθαι, απερ εις τα φαινομενα κτισματα προεκλαβων ο Λογος απεδειξεν.
 
ΜS (46). ΘΕΩΡΙΑ ΑΛΛΗ ΕΙΣ ΤΟΝ ΜΩΫΣΗΝ
Θεωρια αλλη εις τον Μωϋσην.
 
Τον δε κατα προνοιαν τροπον δια του Μωϋσεως σημαινεσθαι, ως πλανης φιλανθρωπως εξαιρουμενην τους κακια συνειλημμενους, και τους τροπους σοφως τοις ανθρωποις διαποικιλλουσαν της προς τα θεια και αϋλα και ασωματα απο των υλικων και φθαρτων και σωματικων εκδημιας, και τοις θειοις νομοις επιστημονως ερειδουσα.
 
ΜΖ (47). ΘΕΩΡΙΑ ΑΛΛΗ ΕΙΣ ΤΟΝ ΗΛΙΑΝ
Θεωρια αλλη εις τον Ηλιαν.
 
Τον δε της κρισεως τροπον δια του Ηλιου μηνυεσθαι, ως λογω τε και εργω τους μεν κατ᾿ αξιαν τιμωρουμενης, τους δε περιεπουσης δια του κατα την υποκειμενην υλην τε και ποιοτητα της αρετης η της κακιας εκαστω προσφορως αυτην αρμοζεσθαι. Ταυτα γαρ παντα τα προθεωρηθεντα κατα τον παροντα της αγιας Γραφης τοπον Μωϋσης τε και Ηλιας, ως ενην μαλιστα τους τα θεια τυπικως δι᾿ εαυτων υπογραφοντας πραγματα, εν τοις καθ᾿ εαυτον εκατερος χρονοις καθ᾿ ιστοριαν ειργασαντο, εμφερως εχοντα προς τα ειρημενα κατα τον της θεωριας τροπον.
 
ΜΗ (48). ΘΕΩΡΙΑ ΠΕΡΙ ΤΗΣ ΠΡΟΣ ΤΟΝ ΚΥΡΙΟΝ ΚΑΤΑ ΤΗΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ ΔΙΑΛΕΞΕΩΣ...
Θεωρια περι της προς τον Κυριον κατα την Μεταμορφωσιν διαλεξεως Μωϋσεως και Ηλιου.
 
Εκ δε του συλλαλειν αυτους τω Κυριω, και την (=1169=) εξοδον λεγειν ην εμελλε πληρουν εν Ιερουσαλημ, ου μονον την επ᾿ (≡14Δ_216≡> αυτω δια νομου και προφητων προκεκηρυγμενην των μυστηριων εκβασιν εδιδασκοντο, αλλ᾿ ισως και το μη ληπτον ειναι μηδενι καθολου των οντων το περας της αρρητου περι το παν βουλης του Θεου και των επ᾿ αυτη θειων οικονομιων, πλην της μεγαλης αυτου προνοιας και κρισεως, δι᾿ ων εις το μονω τω Θεω προεγνωσμενον τελος το παν ευτακτως επειγεται, οπερ παντες μεν ομοιως ηγνοησαν κατα το τι ποτε ειναι και πως και ποιον και ποτε, μονοι δε αληθως μονον επεγνωσαν εσεσθαι οι την ψυχην αρεταις εκκαθαραντες αγιοι, και προς τα θεια την ροπην αυτης ολην την νοεραν ολικως μετεγκλιναντες, αυτης, ως ειπειν, της καθολου των ορατων φυσεως, δι᾿ ων συνιστασθαι πεφυκε τροπων, το τελος της παρουσης αυτης ευκοσμιας, μονονουχι διαρρηδην βοωσης, ακουσαντες.
 
ΜΘ (49). ΘΕΩΡΙΑ ΦΥΣΙΚΗ ΠΕΡΙ ΤΟΥ ΤΕΛΟΣ ΕΞ ΑΝΑΓΚΗΣ ΕΧΕΙΝ ΤΟΝ ΚΟΣΜΟΝ
Θεωρια φυσικη περι του τελος εξ αναγκης εχειν τον κοσμον.
 
Περιαθρησαντες γαρ, ως ενην μαλιστα, επιστημονως τον παροντα κοσμον, και των εν αυτω ποικιλως αλληλοις συνηρμοσμενων σωματων, τον συνεπτυγμενον κατ᾿ εννοιαν σοφως εξαπλωσαντες λογον ευρον τα μεν αυτων αισθητα και αντιληπτικα και καθολικα, παντα δε πασι περιεχομενα τε και περιτρεπομενα τη επαλλαγη της περι εκαστον ποιας ιδιοτητος. Τοις μεν γαρ αισθητοις περιεχεται κατα φυσιν τα αισθητικα, τα δε αισθητα τοις αισθητικοις κατ᾿ αισθησιν, ως αντιληπτα. Και παλιν τα μεν καθολου τοις μερικοις κατα αλλοιωσιν, τα δε μερικα τοις καθολου κατα αναλυσιν περιτρεπομενα φθειρεται. Και των μεν δια της των αλλων γενεσεως η φθορα επιγινεται. Των γαρ καθολου η προς αλληλα συνοδος των μερικων ποιουμενη την γενεσιν αλληλων τη αλλοιωσει εστι φθορα, και των αυ μερικων η κατα διαλυσιν (≡14Δ_218≡> της συνδεσεως προς τα καθολου αναλυσις την φθοραν επεισαγουσα των καθολου εστι διαμονη και γενεσις. Και ταυτην ειναι μαθοντες του αισθητου κοσμου την συστασιν, την εις αλληλα των εν αυτω σωματων εξ ων και εν οις υφεστηκε δι᾿ αλληλων φθοραν και αλλοιωσιν, ακολουθως δια της κατα φυσιν αστατου και αλλοιωτης και αλλοτε αλλως φερομενης τε και περιτρεπομενης καθολου των εξ ων συνεστηκε σωματων ιδιοτητος την εξ αναγκης καθ᾿ ειρμον γενησομενην αυτου συντελειαν επαιδευθησαν ουκ ειναι δυνατον, ουτε μην λογικης συνεσεως αιδιον φαναι το μη ωσαυτως εχον αει, διχα τροπης και της οιασουν αλλοιωσεως, αλλα μυριοις σκεδαννυμενον τροποις και περιτρεπομενον, ορθως λογισαμενοι.
 
Ν (50). ΘΕΩΡΙΑ ΣΥΝΤΟΜΟΣ ΠΕΡΙ ΤΟΥ ΜΕΛΛΟΝΤΟΣ, ΑΙΩΝΟΣ, ΚΑΙ ΤΙ ΤΟ ΧΑΣΜΑ...
Θεωρια συντομος περι του μελλοντος, αιωνος, και τι το χασμα εστι το μεταξυ Θεου και ανθρωπων, και τι ο Λαζαρος και ο κολπος του πατριαρχου.
 
Εντευθεν των ορωμενων υπερανω γενομενοι (=1172=) μεγαλοφυως του παντως εσομενου των ολων κατεστοχασαντο περατος, εν ω τι των οντων ουκετι φερον εστι και φερομενον, ουδε τις ουδενος το συνολον κινησις παγιοτητος αρρητου, την των φερομενων τε και κινουμενων φοραν τε ορισαμενης και κινησιν. Προς ο γενεσθαι κατα νουν επιθυμησαντες, ετι την υπο φθοραν περικειμενοι σαρκα εμφρονως το μεταξυ Θεου και ανθρωπων χασμα διεβησαν, σαρκος και κοσμου κατα την σχεσιν εκουσιως απογενομενοι. Χασμα γαρ ως αληθως φοβερον τε και μεγα μεταξυ Θεου και ανθρωπων εστιν η προς το σωμα και τον κοσμον τουτον στοργη και διαθεσις. Ων γενναιως την στερησιν χαιρων στερξας ο Λαζαρος (ως δηλοι η τε νοσος και η πενια, η μεν την προς τον κοσμον, η δε την προς το σωμα ποιουμενη αυτω αλλοτριωσιν) (≡14Δ_220≡> την εν κολποις Αβρααμ κατηξιωθη λαβειν αναπαυσιν, τον τουτοις προστετηκοτα πλουσιον εξω αφεις της ανεσεως, μηδεν αλλο της δια σαρκος ωφεληθεντα ζωης, πλην του επ᾿ αυτη απεραντως κολαζεσθαι, ως ουτε την παρουσαν ζωην εχοντα, ην ποθησας μονην ησπαζετο, ακρατητον φυσει κατα την ρευσιν υπαρχουσαν, ουτε της μελλουσης μεταλαχειν δυναμενον, προς ην αργος πανταπασι διεμεινε και ανεραστος, μονοις εκεινοις συμφυεσθαι τοις αυτην ολοσχερως αγαπησασι πεφυκυιας, και του προς αυτην εινεκα ποθου παντα τα αλγεινα προθυμως μεθ᾿ ηδονης υπομεινασι.
Κολπους δε Αβρααμ ακουοντας τον εκ σπερματος Αβρααμ τον κατα σαρκα ημιν επιφανεντα νοησομεν Θεον, τον οντως παντων χορηγικον και πασι τοις αξιοις της χαριτος αναλογως τη κατ᾿ αρετην εκαστου ποιοτητι τε και ποσοτητι, οιον τινας διαφορως νομας αμερως εαυτον επιμεριζοντα και τοις μετεχουσιν ουδ᾿ οπωσουν συνδιατεμνομενον, δια την κατα φυσιν ατμητον οντοτητα της ενοτητος, καμπαλιν δια την διαφορον αξιαν των μετεχοντων ταις μετοχαις παραδοξως καθ᾿ ενωσιν αρρητον αφοριστικως επιφαινομενον (οιδεν ο λογος) , προς ον ουδεις διαβηναι δυνησεται θρυψει χαιρων σαρκος, και της αυτου μακαριας δοξης τη του κοσμου απατη πλεον ηδομενος, ουδε στησεται μετα του τον κοσμον νικησαντος ο τω κοσμω ηττηθεις και επ᾿ αυτω κακως ειδως αγαλλομενος. Ουκ ειναι γαρ αξιον εκρινεν η θεια δικαιοσυνη, τους τη ζωη ταυτη τα κατα τον ανθρωπον περιγραφοντας, και πλουτω και υγεια σωματος και τοις αλλοις αξιωμασιν αβρυνομενους, και τουτο μονον μακαριον κρινοντας, τα δε της ψυχης αγαθα παρ᾿ ουδεν τιθεμενους, των θειων και αιωνιων μεταλαχειν αγαθων, ων ουδ᾿ ολως εφροντισαν, δια την πολλην περι τα υλικα σπουδην αγνοησαντας (≡14Δ_222≡> οσον πλουτου και υγειας και των αλλων προσκαιρων αγαθων αι αρεται υπερεχουσιν.
 
ΝΑ (51). ΘΕΩΡΙΑ ΠΕΡΙ ΑΡΕΤΩΝ
Θεωρια περι αρετων.
 
Μοναι γαρ και συν τοις αλλοις αι αρεται μακαριον ποιουσιν τον ανθρωπον. Μετα μεν των αλλων, κατα πλατος, ως τις εφη των τα θεια σοφων, μοναι δε και καθ' εαυτας, κατα περιγραφην νοειται, ως διπηχυ, τα δε κατα πλατος, ως σωρος. Σωρου γαρ καν δυο μεδιμνους αφελης, το λειπομενον μενει σωρος· και της δε κατα πλατος μακαριοτητος αν αφελης τα του σωματος και των εκτος αγαθα, καταλιπης δε μονας τας αρετας, μενει και ουτως ανελλιπες το μακαριον. Αυταρκης γαρ καθ᾿ εαυτην τω εχοντι προς ευδαιμονιαν η αρετη. Πας ουν κακος αθλιος, καν παντα συληβδην εχη τα λεγομενα της γης αγαθα, των αρετων εστερημενος· και πας αγαθος μακαριος, καν παντων εστερηται των επι γης αγαθων, εχων της αρετης την λαμπροτητα, μεθ᾿ ης Λαζαρος την εν κολποις Αβρααμ αναπαυσιν εχων αγαλλεται.
 
ΝΒ (52). ΑΛΛΗ ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ, «ΕΑΝ ΣΤΑΥΡΩΘΗΣ ΩΣ ΛΗΣΤΗΣ»
Αλλη θεωρια εις το, "Εαν σταυρωθης ως ληστης».
 
Καν αυθις ληστης εστιν ευγνωμων ο καταξιωθεις συσταυρωθηναι Χριστω δια της παντελους και ολοκληρου των παθων εκκρουσεως, και δεξιως αυτω συσταυρουμενος, τουτεστι μετα λογου και γνωσεως πασαν διεξιων αρετην, και απροσκοπον πασιν ανθρωποις τον βιον διατηρων, και μηδεμιαν εχων το παραπαν της του λογου πραοτητος απαδουσαν δι᾿αυστηροτητα κινησιν, αγνωμων δε ληστης εστιν ο δοξης ενεκεν η λημματων (≡14Δ_224≡> αδροτερων τοις φαινομενοις τροποις υπουλως τον κατ' αρετην βιον υποκρινομενος, και ενα και μονον προς τους εξω τον κολακα λογον αντι πασης αρετης τε και γνωσεως μετερχομενος, προς δε τους συνηθεις σκολιος τις την γνωμην των πανταπασιν ων και δυσαντητος, ον δει μαλα γε την οδον του Θεου βλασφημουντα μετα συνεσεως επιστομιζειν. Ισως γαρ παυσεται του διαβαλλειν δια της οικειας αναστροφης τον λογον, τη παραινεσει του επιπλησσοντος, ωσπερ επι του σταυρου πεπονθεν ο την βλασφημιαν αδεως προσενεγκας ληστης. Το γαρ μη αντιφθεγξασθαι τω επιπληξαντι σημειον εχει της του ρηθεντος αποδοχης λογου την σιωπην. Καθ᾿ ηντινα γουν των ειρημενων τω Χριστω συσταυρουμεθα, σπουδασωμεν, ως εσμεν ενταυθα, τον συσταυρουμενον ημιν ιλεωσασθαι Λογον, και την αψευδη δεξασθαι κατα συνειδησιν καταρθεισαν των πλησσοντων αυτην νοηματων της αναπαυσεως επαγγελιαν, ειπερ η σημερον την ενεστωσαν τουτου του αιωνος ημεραν ενδεικνυται (Σημερον γαρ, φησιν, εση μετ᾿ εμου εν τω παραδεισω), η δε αυριον την του μελλοντος, καθ᾿ ην ουδεμιαν μεν αφεσιν αμαρτηματων εκδεχεσθαι χρη μονην δε της εκαστω πρεπουσης κατ᾿ αξιαν αμοιβης των βεβιωμενων αντιδοσιν.
 
ΝΓ (53). ΑΛΛΗ ΘΕΩΡΙΑ ΠΡΟΣ ΤΟΥΣ ΑΠΟΡΟΥΝΤΑΣ ΠΕΡΙ ΤΟΥ ... «ΥΨΗΛΗΣ ΥΨΗΛΟΤΕΡΑ, ΚΑΙ ..».
(=1176=) Αλλη θεωρια προς τους απορουντας περι του ρητου του εν τω λογω των Εγκαινιων του λεγοντος, «Υψηλης υψηλοτερα, και θαυμασιας θαυμασιωτερα».
 
Και αυθις την μεν πρωτην Κυριακην της μελλουσης φυσικης αναστασεως και αφθαρσιας ειναι συμβολον, την δε δευτεραν της κατα χαριν μελλουσης θεωσεως φερειν εικονα. Ει τοινυν (≡14Δ_226≡> της μεν καθαρευουσης κακων εξεως η των αγαθων απολαυσις εστι τιμιωτερα, της δε κατ᾿ αρετην υγιους προαιρεσεως η εξις της κατα την αληθη γνωσιν τελειοτητος, και της φυσικης αφθαρσιας η εν χαριτι προς τον Θεον κατα την θεωσιν μεταποιησις, ων η μεν πρωτη Κυρικαη φερει τυπον, η δε δευτερα τυγχανει συμβολον, εικοτως υψηλης υψηλοτεραν αγομενος Πνευματι την καινην ο διδασκαλος εφη Κυριακην.
 
ΝΔ (54). ΘΕΩΡΙΑ ΦΥΣΙΚΗ, ΔΙ' ΗΣ ΤΟΝ ΘΕΟΝ ΕΚ ΤΩΝ ΚΤΙΣΜΑΤΩΝ ΟΙ ΑΓΙΟΙ ΕΔΙΔΑΣΚΟΝΤΟ
Θεωρια φυσικη, δι᾿ ης τον Θεον εκ των κτισματων οι αγιοι εδιδασκοντο.
 
Ουτω μεν ουν την κτισιν κατανοησαντες θεωρια οι αγιοι, και την ευκοσμιαν αυτης και την αναλογιαν και την χρειαν, ην εκαστον παρεχεται τω παντι, και ως τελεια παντα σοφως τε και προνοητικως καθ᾿ ον δεδημιουργηνται λογον δεδημιουργημενα, και ως ουχ οιοντε αλλως γε καλως εχειν τα γενομενα παρ᾿ ο νυν εχει, προσθηκης η αφαιρεσεως προς το καλως αλλως εχειν μη δεομενα τον Δημιουργον εκ των αυτου ποιηματων εδιδαχθησαν· ουτω δε την διαμονην, την τε ταξιν και την θεσιν των γεγονοτων, και την διεξαγωγην, καθ᾿ ην παντα κατα το οικειον εκαστα ειδος εστηκεν ασυγχυτα και παντος ελευθερα φυρμου, την τε των αστρων φοραν κατα τον αυτον τροπον γινομενην, μηδεν μηδεποτε διαλλαττουσαν, και τον κυκλον του ενιαυτου κατα την των αυτων απο του αυτου εις τον αυτον τοπον αποκαταστασιν ευτακτως γινομενον, των τε νυκτων και των ημερων την κατ᾿ ετος ισοτητα, παρα μερος εκατερας αυξανομενης τε και μειουμενης, ουτε πλειονι ουτε ελαττονι μετρω της αυξησεως αυταις η της μειωσεως επιγινομενης, προνοητην ηπιστησαν ειναι των οντων, ον και Θεον και Δημιουργον των ολων επεγνωσαν.
 
ΝΕ (55). ΘΕΩΡΙΑ ΦΥΣΙΚΗ ΠΕΡΙ ΤΟΥ ΑΡΧΗΝ ΕΧΕΙΝ ΤΟΝ ΚΟΣΜΟΝ ΚΑΙ ΓΕΝΕΣΙΝ...
(≡14Δ_228≡>
Θεωρια φυσικη περι του αρχην εχειν τον κοσμον και γενεσιν, και παν αλλο μετα Θεον.
 
Τις γαρ το καλλος και το μεγεθος των του Θεου κτισματων θεωμενος ουκ ευθυς αυτον γενεσιουργον εννοησει, ως αρχην και αιτιαν των οντων και Ποιητην, και προς αυτον μονον αναδραμειται τη διανοια, ταυτα αφεις κατω, οτι μηδε πεφυκε της διανοιας χωρειν τον ολην διαβασιν, λαβειν παθων αμεσως ον δια μεσων των εργων εγνωρισε, και την περι του αναρχον ειναι τον κοσμον εαυτου πλανην (=1177=) ετοιμως απωσεται, λογιζομενος αληθως οτι παν κινουμενον παντως και ηρξατο της κινησεως. Πασα δε κινησις ουκ αναρχος, επειδη ουδε αναιτιος. Αρχην γαρ εχει το κινουν, και αιτιαν εχει το καλουν τε και ελκον προς ο και κινειται τελος. Ει δε πασης κινησεως παντος κινουμενου το κινουν εστιν αρχη, και τελος η προς ην φερεται το κινουμενον αιτια (ουδεν γαρ αναιτιως κινειται), ουδεν δε των οντων ακινητον, ει μη το πρωτως κινουν (το γαρ πρωτως κινουν παντως ακινητον, οτι και αναρχον), ουδεν αρα των οντων εστιν αναρχον, οτι μη και ακινητον. Παντα γαρ κινειται τα οπωσουν οντα, διχα της μονης και ακινητου και υπερ παντα αιτιας, τα μεν νοερα τε και λογικα, γνωστικως τε και επιστημονικως, οτι μη αυτογνωσις η αυτοεπιστημη εστιν. Ουτε γαρ ουσια αυτων η γνωσις αυτων εστι και η επιστημη, αλλ᾿ εξεις τη αυτων ουσια επιθεωρουμεναι, εκ της κατα νουν και λογον (τας συστατικας αυτων λεγω δυναμεις) ορθης κρισεως επιγενομεναι.
 
ΝS (56). ΘΕΩΡΙΑ ΠΕΡΙ ΣΥΣΤΟΛΗΣ ΚΑΙ ΔΙΑΣΤΟΛΗΣ ΟΥΣΙΑΣ, ΠΟΙΟΤΗΤΟΣ ΤΕ ΚΑΙ ΠΟΣΟΤΗΤΟΣ...
Θεωρια περι συστολης και διαστολης ουσιας, ποιοτητος (≡14Δ_230≡> τε και ποσοτητος, καθ᾿ ην αναρχοι ειναι ου δυνανται.
 
Αλλα και αυτη η απλως λεγομενη ουσια ου μονον η των εν γενεσει και φθορα κατα γενεσιν κινειται και φθοραν, αλλα και η των οντων απαντων και κεκινηται και κινειται τω κατα διαστολην και συστολην λογω τε και τροπω. Κινειται γαρ απο του γενικωτατου γενους δια των γενικωτερων γενων εις τα ειδη δι᾿ ων και εις α διαιρεισθαι πεφυκε, προϊουσα μεχρι των ειδικωτατων ειδων οις περατουται η κατ᾿ αυτην διαστολη, το ειναι αυτης προς τα κατω περιγραφουσα, και συναγεται παλιν απο των ειδικωτατων ειδων δια των γενικωτερων αναποδιζουσα μεχρι του γενικωτατου γενους, ω περατουται η κατ᾿ αυτην συστολη, προς το ανω το ειναι αυτης οριζουσα, και λοιπον διχοθεν περιγραφομενη, ανωθεν τε λεγω και κατωθεν, αρχην και τελος εχουσα δεικνυται, τον της απειριας ουδ᾿ ολως επιδεξασθαι δυναμενη λογον.
Ωσαυτως δε και η ποσοτης, ου μονον η των εν γενεσει και φθορα παντι τροπω ω πεφυκε θεωρεισθαι κατ᾿ αυξησιν κινειται και μειωσιν, αλλα και η πασα και παντων τω κατ' ανεσιν και επιτασιν λογω κινουμενη και ταις κατα μερος διαφοραις κατα διαστολην ειδοποιουμενη περιγραφεται, το απειρον χεισθαι ουκ εχουσα, και συναγεται παλιν αναποδιζουσα, το κατ' αυτας, αλλ᾿ ου το συμφυες ειδος απολυουσα. Ομοιως δε και η ποιοτης, ου μονον η των εν γενεσει και φθορα κινειται κατ᾿ αλλοιωσιν, αλλα και η πασα και παντων, τω τρεπτω τε και σκεδαστω της κατ᾿ αυτην διαφορας κινουμενη, διαστολην και συστολην επιδεχεται. Ουδεις δε (=1180=) το πεφυκος σκεδαννυσθαι τε και συναγεσθαι λογω η ενεργεια ειποι αν ευφρονων ακινητον ειναι πανταπασιν. Ει δε μη ακινητον, ουδε αναρχον· ει δε μη αναρχον, ουδε αγενητον δηλονοτι, αλλ᾿ ωσπερ οιδεν ηργμενον κινησεως το κινουμενον, ουτως και της προς το ειναι γενεσεως (≡14Δ_232≡> ηρχθαι το γεγενημενον επισταται, και εκ του μονου και ενος αγενητου τε και ακινητου το ειναι τε και το κινεισθαι λαβον. Το δε κατα την του ειναι γενεσιν ηργμενον ουδαμως αναρχον ειναι δυναται.
 
ΝΖ (57). ΑΠΟΔΕΙΞΙΣ ΤΟΥ, «ΠΑΝ ΟΤΙΟΥΝ ΑΝΕΥ ΘΕΟΥ ΠΑΝΤΩΣ ΕΝ ΤΟΠΩ, ΚΑΙ ΔΙΑ ΤΟΥΤΟ..».
Αποδειξις του, Παν οτιουν ανευ Θεου παντως εν τοπω, και δια τουτο εξ αναγκης και εν χρονω, και οτι το εν τοπω παντως κατα χρονον και ηρκται του ειναι.
 
Ινα δε εασω λεγειν οτι και αυτο το ειναι των οντων, το πως ειναι εχον, αλλ᾿ ουχ απλως, οπερ εστι πρωτον ειδος περιγραφης, ισχυρον τε και μεγα προς αποδειξιν του ηρχθαι κατ᾿ ουσιαν και γενεσιν τα οντα, τις αγνοει οτι παντος του οπωσουν οντος, πλην του θειου και μονου, του και υπερ αυτο το ειναι κυριως υπαρχοντος, προεπινοειται το που, ω παντη τε και παντως εξ αναγκης συνεπινοειται το ποτε. Ου γαρ του ποτε διωρισμενον κατα στερησιν δυνατον εστιν επινοησαι το που (των γαρ αμα ταυτα εστιν, επειδη και των ουκ ανευ τυγχανουσιν) η δε του που το ποτε, ω συνεπινοεισθαι πεφυκεν, ουδαμως διωρισται κατα στερησιν. Υπο το που δε παντα, ως εν τοπω οντα, δεικνυται. Ου γαρ υπερ το παν αυτο το παν του παντος (τουτο γαρ πως και αλογον και αδυνατον αυτο το παν υπερ το εαυτου παν θεσπιζειν), αλλ᾿ υφ᾿ εαυτου εν εαυτω την περιγραφην εχον, μετα την παντα περιγραφουσαν του παναιτιου απειρον δυναμιν, αυτο το περας εαυτου το εξωτερον. Οπερ και τοπος εστι του παντος, καθως και οριζονται τινες τον τοπον λεγοντες, Τοπος εστιν η εξω του παντος περιφερεια, η η εξω του παντος (≡14Δ_234≡> θεσις, η το περας του περιεχοντος εν ω περιεχεται το περιεχομενον.
Και υπο το ποτε, ως εν χρονω παντως οντα, συναποδειχθησεται, επειδη μη απλως, αλλα πως το ειναι εχουσι, παντα οσα μετα Θεον το ειναι εχει. Και δια τουτο ουκ αναρχα. Παν γαρ οπερ καθ᾿ οτιουν τον του πως επιδεχεται λογον, καν ει εστιν, αλλ᾿ ουκ ην. Οθεν το Θειον ειναι λεγοντες ου το πως ειναι λεγομεν· και δια τουτο και το " Εστι" και το " Ην" απλως και αοριστως και απολελυμενως επ᾿ αυτου λεγομεν. Ανεπιδεκτον γαρ παντος λογου και νοηματος το Θειον εστι, καθ᾿ ο ουτε κατηγορουντες αυτου το ειναι λεγομεν αυτο ειναι. Εξ αυτου γαρ το ειναι, αλλ᾿ ουκ αυτο το ειναι. Υπερ γαρ εστι και αυτου του ειναι, του τε πως και απλως λεγομενου τε και νοουμενου. Ει δε πως, αλλ᾿ ουχ απλως, εχει τα οντα το ειναι, ωσπερ υπο του που ειναι δια την θεσιν και το περας (=1181=) των επ᾿ αυτοις κατα φυσιν λογων, και υπο το ποτε παντως ειναι δια την αρχην επιδεξεται.
 
ΝΗ (58). ΑΠΟΔΕΙΞΙΣ ΤΟΥ ΜΗ ΔΥΝΑΣΘΑΙ ΑΠΕΙΡΟΝ ΕΙΝΑΙ, ΚΑΙ ΔΙΑ ΤΟΥΤΟ ΟΥΤΕ ΑΝΑΡΧΟΝ ΠΑΝ...
Αποδειξις του μη δυνασθαι απειρον ειναι, και δια τουτο ουτε αναρχον παν, ει τι κατα την εν πληθει ποσοτητα εχει το ειναι.
 
Και παλιν ει η παντων ουσια πολλων οντων των παντως απειρος ειναι ου δυναται (περας γαρ εχει αυτων των πολλων οντων την εν πληθει ποσοτητα, περιγραφουσαν αυτης τον τε του ειναι και του πως ειναι λογον, ου γαρ αφετος η παντων ουσια), ουδε η του καθ᾿ εκαστον δηλον υποστασις εσται διχα περιγραφης, (≡14Δ_236≡> αλληλαις τω αριθμω και τη ουσια κατα λογον περιγεγραμμεναι. Ει δε περιγραφης ουδεν των οντων ελευθερον, παντα τα οντα δηλονοτι αναλογως εαυτοις και το ποτε ειναι και το "που ειναι" ειληφε. Τουτων γαρ ανευ το παραπαν ουδεν ειναι δυνησεται, ουκ ουσια, ου ποσοτης, ου ποιοτης, ου σχεσις, ου ποιησις, ου παθος, ου κινησις, ουχ εξις, ουχ ετερον τι των οις το παν περικλειουσιν οι περι ταυτα δεινοι. Ουδεν ουν των οντων αναρχον, ω τι ετερον προεπινοεισθαι, ουδε απεριγραφον ω τι ετερον συνεπινοεισθαι δυναται. Ει δε των οντων ουδεν αναρχον η απεριγραφον, ως εδειξε ακολουθως τη φυσει των οντων επομενος ο λογος, ην παντως ποτε οτε τι των οντων ουκ ην· ει δε ουκ ην, παντως γεγονεν, ειπερ ουκ ην. Ου γαρ αμφω ενδεχεται και ειναι και γινεσθαι χωρις τροπης και αλλοιωσεως. Ει γαρ ην και γεγονεν, ετραπη, εις οπερ ουκ ην μεταχωρησαν κατα την γενεσιν, η ηλλοιωθη, προσθηκην ου εστερητο καλλους επιδεξαμενον. Παν δε τρεπομενον, η αλλοιουμενον, η ελλιπες ειδους, αυτοτελες ειναι ου δυναται. Το δε μη ον αυτοτελες, ετερου παντως προσδεηθησεται, του παρεχοντος αυτω την τελειοτητα, και εστι τελειον μεν το τοιουτον, αλλ᾿ ουκ αυτοτελες, δια το μη φυσει, μεθεξει δε το τελειον εχειν. Το δε ετερου προσδεομενον προς τελειωσιν και προς αυτο το ειναι πολλω μαλλον προσδεηθησεται.
Ει γαρ ειδους κρειττων, ως φασιν, η ουσια καθεστηκε, ταυτην δε εαυτω παρασχειν η απλως εχειν δεδυνηται εκεινο το ον, οπερ αυτοι φαναι βουλονται, πως προς το εχειν απλως η παρασχειν εαυτω το ηττον, φημι δε το ειδος, ουκ επηρκεσε; Ει δε προς το παρασχειν εαυτω το ηττον, η απλως εχειν εκεινο το ον, οπερ ει τε ουσιαν, ει τε υλην καλειν βουλονται οι το αναρχον τοις μετα Θεον και εκ Θεου προσαπτειν τολμωντες (ου γαρ περι τουτου διαφερομεθα ) ουκ επηρκεσε, πως το κρειττον, αυτο το ειναι (≡14Δ_238≡> φημι, η απλως η παρ᾿ εαυτου εχειν δεδυνηται, το προς το εχειν το ηττον αδυνατησαν; Ει δε παρ᾿ εαυτης η απλως εχειν το ηττον ουδαμως η υλη δεδυνηται, πολλω μαλλον (=1184=) αυτο το ειναι απλως, η πως παρ᾿ εαυτης εχειν ου δυνηθησεται. Αρ᾿ ουν η προς το εχειν, ως δεδεικται, το ηττον, λεγω δε το ειδος, ατονησασα ουδε το κρειττον, αυτο το ειναι φημι, καν οπωσουν εχειν δυνηθειη ποτε. Ει δε τουτο, παντως εκ Θεου το ειναι τοις ουσι και το ειδος δεδωρηται, επειπερ εισιν· ει δε εκ Θεου πασα ουσια, και υλη και ειδος απαν εστιν, ουδεις αν μη παντη σωφρονος λογισμου εστερημενος ειπειν ανασχοιτο αναρχον η αγενητον την υλην, Θεον ειδως των οντων ποιητην και δημιουργον.
 
ΝΘ (59). ΑΠΟΔΕΙΞΙΣ ΟΤΙ ΠΑΝ ΚΙΝΟΥΜΕΝΟΝ ... ΑΠΕΙΡΟΝ ΕΙΝΑΙ ΟΥ ΔΥΝΑΤΑΙ...
Αποδειξις οτι παν κινουμενον, η αλλω διαφορω κατα την ουσιαν εξ αϊδιου συνθεωρουμενον, απειρον ειναι ου δυναται, και οτι η δυας ουτε αρχη εστιν, ουτε αναρχος, και οτι η μονας μονη κυριως αρχη και αναρχος.
 
Και παλιν, ει ην, ως τινες φασιν, η υλη, ου γεγονε δηλονοτι, ει δε μη γεγονεν, ουδε κινειται, ει δε μη κινειται, ουτε του ειναι ηρξατο, ει δε του ειναι μη ηρξατο, παντως αναρχον, ει δε αναρχον, και απειρον, ει δε απειρον, παντως και ακινητον (ακινητον γαρ παντως το απειρον, ου γαρ εχει που κινηθηναι το μη οριζομενον), ει δε τουτο, δυο παντως τα απειρα και αναρχα και ακινητα, Θεος και υλη, οπερ ειναι αμηχανον. Δυας γαρ ουτε απειρος, ουτε αναρχος, ουτε ακινητος, ουτε μη αρχη καθολου τινος ειναι δυνησεται, καθ᾿ ενωσιν τε και διαιρεσιν περιγραφομενη, καθ᾿ ενωσιν μεν ως υπαρξιν εχουσα των μοναδων την συνθεσιν, υφ᾿ ων ως μερων περιεχεται και εις ας ως μερη τεμνεσθαι (≡14Δ_240≡> δυναται (ουδεν δε διαιρετον η διαιρουμενον, η συνθετον η συντιθεμενον, κατα φυσιν η θεσιν η αλλον τινα επινοηθηναι δυναμενον τροπον, αλλ᾿ ουδε αυτη η απλως λεγομενη διαιρεσις η συνθεσις, απειρον ειναι δυνησεται, οτι μη και απλουν και μονον, και μη αριθμητον η αριθμουμενον η συναριθμουμενον, η πασης απλως ελευθερον της οιασδηποτε σχεσεως· παντα γαρ ταυτα εν σχεσει θεωρειται, το δε απειρον ασχετον, ου γαρ εχει τι κατα σχεσιν συνημμενον πανταπασι), κατα διαιρεσιν δε ως αριθμω κινουμενη, εξ ουπερ ηρξατο τε και υφ᾿ ου περιεχεται, επειπερ ου φυσει το ειναι και ασχετον εχει. Αριθμω γαρ πασα δυας και πασα μονας εις μερος αυτης συντελουσα ειναι καθεστηκε, καθ᾿ ον αλληλων αι κατ᾿ αυτην μοναδες, αφαιρουνται το απεριγραφον.
Ουδεις δε μεμοιραμενος και οπωσουν του λογιζεσθαι ειποι αν απειρον ειναι ω εξ αϊδιου συνθεωρειται τι η συνεπιθεωρειται κατ᾿ ουσιαν διαφορον, ειδως διαπεσεισθαι παντως αυτω τον περι του απειρου λογον ουτω φρονουντι. Το γαρ απειρον κατα παντα και λογον και τροπον εστιν απειρον, κατ᾿ ουσιαν, κατα δυναμιν, κατ᾿ ενεργειαν, κατ᾿ αμφω τα περατα, το ανω τε λεγω και το κατω, τουτεστι κατα την αρχην και το τελος. Αχωρητον γαρ κατα την ουσιαν, και απερινοητον κατα την δυναμιν, και κατα την (=1185=) ενεργειαν απεριγραφον, και αναρχον ανωθεν, και ατελευτητον κατωθεν εστι το απειρον, και απλως ειπειν αληθεστερον, και παντα αοριστον, ως ουδενος το παραπαν καθ᾿ ενα των απηριθμημενων τροπων συνεπινοηθηναι αυτω δυναμενου. Καθ᾿ ον γαρ αν ειποιμεν λογον η τροπον δυνασθαι τι ετερον αυτω κατ᾿ ουσιαν διαφορον παραβαλλεσθαι, τον ολον της ολης απειριας αυτω συναφαιρουμεθα λογον. Ει δε απειρον τι ειναι ου δυναται ω εξ αϊδιου συνυπαρχει ετερον τι κατ᾿ ουσιαν διαφορον, απειρον ειναι ουδαμως ενδεχεται δυαδα. Αι γαρ κατ᾿ αυτην μοναδες αλληλαις κατα παραθεσιν συνυπαρχουσαι (≡14Δ_242≡> αλληλας οριζουσιν, ουδετερας την ετεραν αοριστως ορασθαι συγχωρουσης, παρακειμενην, αλλ᾿ ουχ υπερβαινουσαν εχουσης, και τον της απειριας εικοτως αλληλων συναφαιρουνται λογον.
Ει δε απειρον, ως δεδεικται, μη ενδεχεται ειναι δυαδα, ουτε αναρχον δηλονοτι, αρχη γαρ πασης δυαδος μονας· ει δε μη αναρχον ουδε ακινητον, κινειται γαρ τω αριθμω εκ μοναδων κατ᾿ ενωσιν, και εις αυτα κατα διαιρεσιν το ειναι λαμβανουσα· ει δε μη ακινητον, ουδε αλλου τινος αρχην ειναι. Το γαρ κινουμενον ουκ αρχη, αλλ᾿ εξ αρχης, δηλαδη του κινουντος. Μονας δε μονη κυριως ακινητος, οτι μητε αριθμος εστι, μητε αριθμητον η αριθμουμενον (ουτε γαρ μερος η ολον η σχεσις εστιν η μονας), και κυριως αναρχος, οτι μηδετερον εαυτης εχει πρεσβυτερον, εξ ου κινουμενη δεχεται το ειναι μονας, και απειρον κυριως, οτι μηδεν εχει συνυπαρχον η συναριθμουμενον, και αρχη κυριως, οτι παντος και αριθμου και αριθμουμενου και αριθμητου αιτια τυγχανει, ως πασης σχεσεως και παντος μερους και ολου εξηρημενη, και κυριως και αληθως, πρωτως δε και μονως και απλως, αλλ᾿ ουπως, πρωτη τε μονας υπαρχουσα και μονη. Και τουτο λεγοντες ουκ αυτην ως εστι σημαινομεν την μακαριαν θεοτητα, απειρως κατα παντα και λογον και τροπον και νω και λογω παντι και ονοματι απροσιτον ουσαν παντελως και απροσπελαστον, αλλ᾿ εαυτοις ορον της εις αυτην πιστεως παρεχομεν βασιμον και ημιν εφικτον τε και προσφορον.
Ου γαρ ως παραστατικον παντως τουτο, φημι δε το της μοναδος ονομα, της θειας και μακαριας ουσιας ο θειος διαγορευει λογος, αλλ᾿ ως ενδεικτικον της παντελους αυτης απλοτητος της επεκεινα πασης ποσοτητος τε και ποιοτητος, και της οιασδηποτε σχεσεως, ινα γνωμεν οτι μη ολον τι εστιν ως εκ μερων τινων, μηδε τι μερος εστιν εξ ολου τινος. Υπερανω γαρ πασης διαιρεσεως τε και συνθεσεως και μερους και ολου η θεοτης, (≡14Δ_244≡> οτι αποσον, και πασης της κατα θεσιν υπαρξεως και της πως ειναι αυτην οριζομενης εννοιας απωκισμενη, οτι αποιον, και της προς αλλο παν πασης συναφειας τε και οικειοτητος ελευθερα και αφετος, ασχετον γαρ το προ αυτης η μετ᾿ αυτης η μετ᾿ αυτην ουκ εχουσα, ως παντων επεκεινα, και μηδενι των οντων (=1188=) κατ᾿ ουδενα λογον η τροπον συντεταγμενη.
Και τουτο τυχον εννοησας ο μεγας και θειος Διονυσιος φησι· "Διο και μονας υμνουμενη και τριας, η υπερ παντα θεοτης, ουκ εστιν ουτε μονας, ουτε τριας, η προς ημων η αλλου τινος διεγνωσμενη, αλλ᾿ ινα και το υπερηνωμενον αυτης και το θεογονον αληθως υμνησωμεν, τη τριαδικη και ενιαια θεονυμια την υπερωνυμον ωνομασαμεν, και τοις ουσι την υπερουσιον. " Ουδαμως ουν τις δυαδα η πληθος αναρχον, η αρχην το συνολον τινος ειναι λεγειν δυνησεται, ζην ευσεβως δι᾿ αληθειας βεβουλημενος. Εις γαρ δια πασης της κατα λογον και νουν θεωρητικης δυναμεως και επιστημης αυτω Θεος αναφανησεται, πασης απειριας υπαρχων επεκεινα, και μηδενι καθολου των οντων καθ᾿ οτιουν, πλην του δια πιστεως μονον γινωσκεσθαι, και τουτο εκ των αυτου ποιηματων οτι εστιν, ουχ οτι ποτε εστι διεγνωσμενος, και παντος αιωνος και χρονου και παντων των εν αιωνι και χρονω ποιητης τε και δημιουργος, ουδεν το παραπαν εξ αϊδιου καθ᾿ οντιναουν τροπον αυτω συνεπινοων, ειδως οτι μηδετερον των αμα κατα την υπαρξιν αλληλοις εξ αϊδιου συνοντων ειναι δυναται του ετερου ποιητικον. Ασυλλογιστον γαρ τουτο πανταπασι και ανενδεκτον, και τοις νουν εχουσι καταγελαστον επι των εχοντων αμα το ειναι ποιεισθαι αλλο αλλου ποιητικον. Αλλ᾿ εκ Θεου του αει οντος τα παντα εκ του μη οντος γενεσθαι παντελως τε και ολικως, αλλ᾿ ου μερικως τε και ατελως, ως εξ αιτιας απειρογνωστου και απειροδυναμου σοφως (≡14Δ_246≡> παρηγμενα, δεξηται, και εν αυτω συνεστηκεναι τα παντα, ως εν παντοκρατορικω πυθμενι φρουρουμενα τε και διακρατουμενα, και εις αυτον τα παντα επιστρεφεσθαι, καθαπερ εις οικειον εκαστα περας, ως που φησιν ο μεγας Αρεοπαγιτης Διονυσιος.
 
Ξ (60). ΘΕΩΡΙΑ ΑΠΟΔΕΙΚΤΙΚΗ ΤΟΥ ΕΙΝΑΙ ΚΑΤΑ ΦΥΣΙΝ ΕΠΙ ΠΑΝΤΩΝ ΤΗΝ ΤΟΥ ΘΕΟΥ ΠΡΟΝΟΙΑΝ
Θεωρια αποδεικτικη του ειναι κατα φυσιν επι παντων την του Θεου προνοιαν.
 
Και προνοητην αυτον ειναι πεισθησεται των οντων, δι᾿ ων οτι και Θεος εστιν εδιδαχθη, δικαιον ειναι κρινων και ευλογον, μη αλλον ειναι φυλακα και επιμελητην των οντων η μονον τον των οντων δημιουργον. Αυτη γαρ η των οντων διαμονη και η ταξις και η θεσις και η κινησις, και η εν αλληλοις των ακρων δια των μεσων συνοχη, μηδεν κατα την εναντιοτητα λυμαινομενων αλληλοις, η τε των μερων προς τα ολα συννευσις, και των ολων προς τα μερη δι᾿ ολου ενωσις, και αυτων προς αλληλα των μερων (=1189=) η αμικτος διακρισις κατα την ιδιαζουσαν εκαστου διαφοραν, και ασυγχυτος ενωσις κατα την απαραλλακτον εν ολοις ταυτοτητα, και η παντων προς παντα, ινα μη τα καθ᾿ εκαστον λεγω, συγκρισις τε και διακρισις, και η παντων και εκαστου κατ᾿ ειδος διαδοχη αει φυλαττομενη, μηδενος το παραπαν του οικειου της φυσεως λογου παραφθειρομενου και προς αλλο συγχεομενου τε και συγχεοντος, δεικνυσι σαφως τα παντα τη προνοια συνεχεσθαι του πεποιηκοτος Θεου. Ου γαρ οιον τε εστιν αγαθον οντα τον Θεον μη και ευεργετικον παντως ειναι, μηδε ευεργετικον οντα μη και προνοητικον παντως ειναι, και δια τουτο των οντων θεοπρεπως επιμελουμενον σοφως αυτοις ωσπερ το ειναι και την κηδεμονιαν χαριζεσθαι. Προνοια γαρ εστι κατα τους θεοφορους Πατερας η εκ Θεου εις τα οντα γινομενη επιμελεια. Οριζονται δε αυτην και ουτως, Προνοια εστι βουλησις Θεου δι᾿ ην παντα τα οντα την προσφορον διεξαγωγην (≡14Δ_248≡> λαμβανει. Ει δε Θεου βουλησις εστιν, ινα αυτοις των διδασκαλων χρησωμαι τοις λογοις, πασα αναγκη κατα τον ορθον λογον γινεσθαι τα γινομενα, την κρειττω μη επιδεχομεα ταξιν, αυτον ουν ειναι προνοητην εκ παντος τροπου ειπειν εναχθησεται ο την αληθειαν οδηγον εχειν ελομενος, ον και ποιητην εγνω των οντων αληθως, η του πεποιηκοτος τα οντα, ειπερ καν τοις ζωοις, οταν ταις κατα λογον εφοδοις τοις ουσιν εμβαλοντες ημων το νοερον ευρισκομεν εμφασιν, ουκ αγενως τα υπερ λογον εικαζουσαν.
Εκεινα τε γαρ ορωντες κατα γενος των εξ αυτων φυσικως επιμελουμενα, θαρρουντες και ημεις τον περι του προνοητην μονωτατον ειναι τον Θεον παντων των οντων μετ᾿ ευσεβους παρρησιας ευσεβως εαυτοις λογον διοριζομεθα, και ου των μεν, των δε ου, καθαπερ τινες των τα εξω φιλοσοφησαντων, αλλα παντων ομου, κατα μιαν της αγαθοτητος και απαραλλακτον βουλησιν, των τε καθολου και των καθ᾿ εκαστον, ειδοτες ως των κατα μερος παντων τω μη προνοιας τυγχανειν και φυλακης της πρεπουσης διαφθειρομενων και τα καθολου συνδιαφθαρησεται (εκ γαρ των κατα μερος τα καθολου συνιστασθαι πεφυκε), την περι τουτου λογικην αποδειξιν, δια της ευλογου αντιστροφης προς την αληθειαν ορθως ποδηγουσαν, εαυτοις προβαλλομενοι. Ει γαρ τα καθολου εν τοις κατα μερος υφεστηκεν, ουδαμως το παραπαν τον του καθ᾿ αυτα ειναι τε και υφεσταναι λογον επιδεχομενα των κατα μερος διαφθειρομενων παντι που δηλον εστιν ως ουδε τα καθολου στησεται. Τα μερη γαρ εν ταις ολογησι, και αι ολοτητες εν τοις μερεσι και εισι και υφεστηκασι. Και ουδεις αντερει λογος· πλην οτι υπο της αληθειας ωσπερ δεσμουμενοι ακοντες και αυτοι της προνοιας την δυναμιν εξαγγελλουσι και δια παντων διηκειν κατασκευαζουσι δι᾿ ων αυτοις κατεσπουδασαν. Λεγοντες γαρ υπο της προνοιας αγεσθαι μονα τα καθολου, λεληθασιν εαυτους και των κατα μερος ειναι προνοιαν λεγοντες, εξ αναγκης προς την αληθειαν, ην φευγειν σπουδαζουσιν, υπαγομενοι. Ει γαρ χαριν (=1192=) διαμονης τα καθολου (≡14Δ_250≡> προνοιας αξιουσθαι φασι, ταυτης πολλω προτερον αξιουσθαι τα κατα μερος εισαγουσιν, εν οις η των καθολου διαμονη και υποστασις. Συνεισαγεται γαρ αλληλοις ταυτα δια την κατα φυσιν αδιαλυτον προς αλληλα σχεσιν, και θατερου προς διαμονην συντητουμενου, μηδε το ετερον ταυτης ειναι της φυλακης αλλοτριον, και ενος παλιν της προς διαμονην φυλακης διαπιπτοντες μηδε το αλλο ταυτης τυγχανειν λεγει ακολουθον.
Αλλως τε δε κατα τρεις τροπους το μη παντων των οντων προνοειν τον Θεον λεγεται. Η γαρ αγνοειν αυτον λεγουσι της προνοιας την μεθοδον, η μη βουλεσθαι, η μη δυνασθαι. Αλλα μην κατα τας κοινας παντων εννοιας αγαθος ων και υπεραγαθος ο Θεος αει παντως τα καλα βουλεται και πασι, και σοφος υπαρχων και υπερσοφος, μαλλον δε πασης σοφιας πηγη, γινωσκει παντως τα συμφεροντα, και δυνατος ων, μαλλον δε απειροδυναμος, ενεργει παντως θεοπρεπως εν πασι τα εγνωσμενα αυτω και βεβουλημενα καλως και συμφεροντα, ως αγαθος και σοφος και δυνατος, δεικνουμενος δια παντων των τε ορατων και των αορατων, και των καθολου και των μερικων, και των μικρων και των μεγαλων, και παντων των κατα πασαν την οιανουν ουσιαν το ειναι εχοντων, μηδεν υφιεις της κατα την αγαθοτητα και την σοφιαν και την δυναμιν απειριας, και παντα κατα τον εκαστων του ειναι λογον προς τε εαυτα και αλληλα κατα την αδιαλυτον παντων σχετικην αρμονιαν τε και διαμονην συντηρων.
Τι δε, αυτην καθ᾿ εαυτην ου κατανοουμεν την φυσιν περι του ειναι την επι παντα του Θεου προνοιαν σαφως ουσαν διδασκαλον; Τεκμηριον γαρ ου μικρον του φυσικως ημιν ενεσπαρθαι την της προνοιας γνωσιν η φυσις αυτη διδωσιν, οπηνικα αν ημας αδιδακτως ωσπερ ωθουσα προς τον Θεον δια των ευχων εν ταις εξαιφνης περιστασεσιν εκειθεν ζητειν την σωτηριαν παρασκευαζει. Υπ᾿ αναγκης γαρ αφνω συλληφθεντες απροαιρετως, πρις τινα και σκεψασθαι, τον Θεον επιβοωμεθα, ως αν (≡14Δ_252≡> της προνοιας αυτης προς εαυτην και λογισμων χωρις ελκουσης ημας, και το ταχος της εν ημιν νοερας νικωσης δυναμεως, και παντων ισχυροτεραν την θειαν προδεικνυουσης βοηθειαν. Ουκ αν δε ημας ηγεν απροαιρετως η φυσις επι το μη φυσιν εχον γινεσθαι. Παν δε το οτωουν φυσικως επομενον, ως πασιν αδηλον, ισχυραν εχει και ακαταμαχητον κατα την αποδειξιν της αληθειας την δυναμιν. Ει δε οτι ακαταληπτος ημιν της των κατα μερος προνοιας ο λογος, ωσπερ ουν και εστι κατα το, Ω ανεξερευνητα τα κριματα αυτου και ανεξιχνιαστοι αι οδοι αυτου, δια τουτο φαιεν μηδε προνοιαν ειναι, ουκ ορθως ερουσι κατα τον εμον λογον.
Ει γαρ πολλη τις εστιν η διαφορα και ακαταληπτος των ανθρωπων εκαστου προς εκαστον και η προς εαυτον εκαστου εναλλαγη, εν τε βιοις και ηθεσι και γνωμαις και προαιρεσεσι και επιθυμιαις, επιστημαις τε και (=1193=) χρειαις και επιτηδευμασι και αυτοις τοις κατα ψυχην λογισμοις απειροις ουσι σχεδον, και πασι τοις καθ᾿ εκαστην ημεραν και ωραν επισυμβαινουσι συμμεταβαλλομενου (αγχιστροφον γαρ τουτο το ζωον ο ανθρωπος, οξεως τοις καιροις και ταις χρειαις συμμεταβαλλομενον), αναγκη πασα και την προνοιαν, προγνωστικως παντα συνειληφυιαν κατα περιγραφην τα καθ᾿ εκαστα, διαφορον τε και ποικιλην φαινεσθαι και πολυσχιδη, και τη των πεπληθυσμενων ακαταληψια συνεκτεινομενην εκαστω προσφορως καθ᾿ εκαστον και πραγμα και νοημα, μεχρι και των ψιλων κινηματων των κατα ψυχην και σωμα συνισταμενων, αρμοζεσθαι.
Ει ουν των κατα μερος ακαταληπτος εστιν η διαφορα, και της αρμοζουσης αυτοις εικοτως προνοιας απειρος ο λογος, αλλ᾿ ουκ, επειδη απειρος τε και αγνωστος ημιν της των κατα μερος προνοιας ο λογος τυγχανει, την ιδιαν αγνοιαν αναιρεσιν ποιεισθαι της πανσοφου των οντων κηδημονιας οφειλομεν, παντα δε και ανεξεταστως, θεοπρεπως τε και συμφεροντως, τα (≡14Δ_254≡> της προνοιας εφυμνειν εργα και αποδεχεσθαι, και καλως γινεσθαι τα γινομενα πιστευειν, καν ημιν ο λογος εστιν ανεφικτος. Παντα δε λεγων τα της προνοιας φημι, ου γαρ τα κακως υφ᾿ ημων κατα τον του εφ᾿ ημιν λογον γινομενα· ταυτα γαρ του κατα την προνοιαν λογου παντελως αλλοτρια. Τον μεν ουν σημαινομενον τροπον περι της των αγιων κατα τον λογον και την θεωριαν δυναμεως τε και χαριτος υπο του μεγαλου τουτου διδασκαλου κατα το δυνατον στοχαστικως, αλλ᾿ ουκ αποφαντικως (πολλω γαρ απολειπεται τω μετρω της κατ᾿ αυτον αληθειας ο ημετερος νους), δια των ειρημενων υποδραμων τω λογω, και ωσπερ ιχνηλατησας, τοιονδε καθ᾿ υπονοιαν μονον φημι.
 
ΞΑ (61). ΘΕΩΡΙΑ ΔΙΑΦΟΡΟΣ ΤΗΣ ΔΙΑΒΑΘΕΙΣΗΣ ΥΠΟ ΤΩΝ ΑΓΙΩΝ ΥΛΙΚΗΣ ΔΥΑΔΟΣ...
Θεωρια διαφορος της διαβαθεισης υπο των αγιων υλικης δυαδος, και τις η εν τη Τριαδι νοουμενη ενοτης.
 
Δια δε του υπερ την υλικην δυαδα γενεσθαι, δια την εν τη Τριαδι νοουμενην ενοτητα, το υπερ την υλην γενεσθαι και το ειδος, εξ ων τα σωματα, τους αγιους λεγειν υπονοω αυτον, η την σαρκα και την υλην, ασπερ διασχοντας εφη Θεω συγγενεσθαι και τω ακραιφνεστατω κραθηναι φωτι καταξιωθηναι, τουτεστι την προς την σαρκα της ψυχης σχεσιν, και δια της σαρκος προς την υλην, η καθολου ειπειν, πασης της αισθητικης ουσιας προς την αισθητην αποθεμενους φυσικην οικειοτητα, της δε θειας μονης γνησιως επιλαβομενους εφεσεως, δια την, ως εφην, νοουμενην εν Τριαδι ενοτητα. Μεσην γαρ κειμενην Θεου και υλης την ψυχην εγνωκοτες, και τας προς αμφω ενοποιους δυναμεις εχουσαν, τον νουν λεγω προς τον Θεον και προς την υλην αισθησιν, την μεν αισθησιν μετα των αισθητων παντελως απετιναξαντο, κατα την εν διαθεσει σχετικην ενεργειαν, κατα δε τον νουν μονωτατον αρρητως (=1196=) αυτην τω Θεω προσωκειωσαν, (≡14Δ_256≡> προς ον ολον αγνωστως ενωθεισαν ολην ως αρχετυπου εικονα κατα νουν και λογον και πνευμα, ως εφικτον καθ᾿ ομοιωσιν εχουσαν το εμφερες θεασαμενοι, την εν τη Τριαδι νοουμενην ενοτητα μυστικως εδιδαχθησαν.
Τυχον δε και τον θυμον και την επιθυμιαν υλικην δυαδα προσηγορευσεν ο διδασκαλος, δια το προσυλους και του παθητικου της ψυχης μερους αυτας ειναι δυναμεις, και προς τον λογον στασιαζουσας, και εις πολλα σκεδασαι τον νουν δυναμενας, ει μη εξ αρχης επιστημονως αγχων εαυτω υποζευξειεν. Ων ει τις κρατησειε και εφ᾿ α δει πρεποντως φερεσθαι πεισειε, δουλικως υποζευγμενας τη δυναστεια του λογου, η και παντελως αυτας απολιπων απολιποι, και μονος της αρρεπους κατ᾿ αγαπην γνωστικης δια λογου και θεωριας εχεται θελξεως, και προς μιαν και μονην εκ των πολλων καθαραν τε και απλην και αδιαιρετον της κατ᾿ εφεσιν αρρενωτατης δυναμεως κινησιν συνεσταλη, καθ᾿ ην περι Θεον ακαταληκτως εν ταυτοτητι της κατ᾿ εφεσιν αεικινησιας εαυτω φιλοσοφως επηξατο την μονιμοτητα, μακαριος οντως εστι της αληθους τε και μακαριας τυχων ου μονον ενωσεως της προς την αγιαν Τριαδα, αλλα και ενοτητος της εν τη αγια Τριαδι νοουμενης, ως απλους και αδιαιρετος και μονοειδης κατα την δυναμιν προς την απλην και αδιαιρετον κατα την ουσιαν γεγενημενος, και κατα την εξιν των αρετων την ωσαυτως εχουσαν αγαθοτητα κατα το εφικτον εκμιμουμενος, και την ιδιοτητα των κατα φυσιν μεριστων δυναμεων δια την του ενωθεντος Θεου χαριν αποθεμενος.
 
ΞΒ (62). ΕΞΗΓΗΣΙΣ ΠΕΡΙ ΤΟΥ ΠΑΘΗΤΙΚΟΥ ΤΗΣ ΨΥΧΗΣ, ΚΑΙ ΤΩΝ ΑΥΤΟΥ ΚΑΘΟΛΙΚΩΝ ΔΙΑΙΡΕΣΕΩΝ...
Εξηγησις περι του παθητικου της ψυχης, και των αυτου καθολικων διαιρεσεων τε και υποδιαιρεσεων.
 
Διαιρειται γαρ, ως φασι, το παθητικον της ψυχης εις τε το επιπειθες λογω, και το μη πειθομενον λογω. Και το μεν λογω (≡14Δ_258≡> μη πειθομενον διαιρουσιν εις το θρεπτικον, ο καλουσι φυσικον, και εις το φυσικον, ο καλουσι ζωτικον, ων ουδετερον λογω πειθομενον αγεται· ουκ επιπειθες δε λογω καλειται, επειδη μη πεφυκεν αγεσθαι λογω. Το γαρ αυξανειν, η υγιαινειν, η ζην, ουκ εστιν εν ημιν. Το δε επιπειθες λογω διαιρειται εις δυο, το τε επιθυμητικον και το θυμικον. Επιπειθες δε λογω καλουσιν αυτο, διοτι λογω πεφυκεν εν τοις σπουδαιοις αγεσθαι τε και υποτασσεσθαι. Παλιν δε το επιθυμητικον διαιρουσιν εις ηδονην και λυπην. Επιτυγχανουσα γαρ επιθυμια ηδονην εργαζεται, αποτυγχανουσα δε λυπην. Και παλιν καθ᾿ ετερον τροπον φασι την επιθυμιαν διαιρουμενην τεσσαρα συν εαυτη τα παντα ειδη ποιειν, επιθυμιαν, ηδονην, φοβον, και λυπην. Και επειδη των οντων τα μεν εστιν αγαθα, τα δε φαυλα, ταυτα δε η παροντα η μελλοντα εστι, προσδοκωμενον μεν αγαθον επιθυμιαν εκαλεσε, παρον δε ηδονην, και παλιν προσδοκωμενον κακον φοβον, παρον δε λυπην· ως ειναι τε και θεωρεισθαι (=1197=) περι μεν τα καλα, ειτε τα οντως οντα, ειτε τα νομιζομενα, την ηδονην και την επιθυμιαν, περι δε τα φαυλα την λυπην και το φοβον.
Παλιν δε την λυπην διαιρουσιν εις τεσσαρα, εις αχος, εις αχθος, εις φθονον, εις ελεον. Και το μεν αχος ειναι φασι λυπην αφωνιαν εμποιουσαν οις αν εγγενηται, δια την εις βαθος παροδον του λογιστικου· το δε αχθος λυπην βαρουσαν τε και διοχλουσαν επ᾿ αβουλητοις συμβασεσι· τον δε φθονον λυπην επ᾿ αλλοτριοις αγαθοις· το δε ελεος λυπην επ' αλλοτριοις κακοις. Κακον δε πασαν λυπην εφασαν τη εαυτης φυσει. Καν γαρ ο σπουδαιος επ᾿ αλλοτριοις λυπηται κακοις, ως ελεημων, αλλ᾿ ου προηγουμενως κατα προθεσιν, αλλ᾿ εφεπομενως κατα περιστασιν. Ο δε θεωρητικος καν τουτοις απαθης διαμενει, συναψας εαυτον τω Θεω, και των τηδε παροντων αλλοτριωσας.
Τον δε φοβον παλιν διαιρουσιν εις εξ, εις οκνον, εις αιδω, εις αισχυνην, εις καταπληξιν, εις εκπληξιν, εις αγωνιαν. Και (≡14Δ_260≡> τον μεν οκνον ειναι φασι, φοβον μελλουσης ενεργειας, την αιδω δε φοβον επι προσδοκια ψογου, την δε αισχυνην φοβον επ᾿ αισχρω πεπραγμενω, την δε καταπληξιν, φοβον μεγαλης φαντασιας, την δε εκπληξιν φοβον εκ μεγαλων ακουσματων την αισθησιν αφαιρουμενον, την αγωνιαν δε φοβον διαπτωσεως, τουτεστιν αποτυχιας. Φοβουμενοι γαρ αποτυχειν αγωνιωμεν. Καλουσι δε τινες αυτην και δειλιαν.
Τον δε θυμον παλιν ειναι λεγουσι ζεσιν του περικαρδιου αιματος δι᾿ ορεξιν αντιλυπησεως. Διαιρουσι δε και τουτον εις τρια, εις οργην, ην τινες εκαλεσαν χολην και χολον, και εις μηνιν, και εις κοτον. Και την μεν οργην ειναι φασι θυμον προς ενεργειαν αρχην και κινησιν εχοντα, η θυμον ενεργουμενον· την δε χολην την δι᾿ αλλου αμυναν του λυπησαντος· το δε χολον την δι᾿ εαυτου του λυπηθεντος επεξελευσιν εις τον λυπησαντα· την δε μηνιν θυμον εις παλαιωσιν (ειρηται δε παρα το μενειν και τη μνημη παρακατεχεσθαι), τον δε κοτον θυμον επιτηρουντα καιρον εις τιμωριαν· ειρηται δε παρα το κεισθαι και ουτος. Διαιρουσι δε και τουτων εκαστον εις αλλα πολλα. Απερ ει βουληθειη τις δι᾿ ακριβους εξετασεως παραδουναι γραφη, πολυν αθροισει λογον και χρονον δαπανησει, ως μηδε ανεκτον ειναι τοις εντυγχανουσι δια το πληθος.
Μεγα ουν και θαυμαστον οντως εστι και πολλης δεομενον προσοχης τε και σπουδης, και προ τουτων της θειας επικουριας, το δυνηθηναι πρωτον μεν της υλικης δυαδος των εμφυτων κρατησαι δυναμεων, θυμου λεγω και επιθυμιας, και του κατ᾿ αυτας μερισμου, και μακαριος ος αγειν ετοιμως ταυτας οποι τω λογω δοκει δεδυνηται, μεχρις αν τοις πρακτικοις δια της ηθικης φιλοσοφιας των προτερων καθαιρηται λογισμων.
 
ΞΓ (63) ... ΠΕΡΙ ΤΟΥ ΜΗ ΔΕΙΝ ... ΤΩ ΤΗΣ ΦΥΣΕΩΣ ΝΟΜΩ ΤΟΝ ΤΗΣ ΣΟΦΙΑΣ ΛΟΓΟΝ ΣΥΝΑΠΤΕΙΝ...
(≡14Δ_262≡>
Θεωρια εκ της Γραφης περι του μη δειν τον γνωστικον τω της φυσεως νομω τον της σοφιας λογον συναπτειν, και τις η προσθηκη του αλφα στοιχειου εις το ονομα του Αβρααμ.
 
Επειτα δε και υπερ αυτας γενεσθαι και παντελως απωσασθαι, ως την Αγαρ και τον Ισμαηλ, ο Αβρααμ εκεινος ο μεγας, του λογιστικου ηδη περι τα θεια κατα τον Ισαακ εκεινον γυμνασθηναι δυναμενου θεαματα, υπο της κατα την γνωσιν φερομενης θειας φωνης διδασκομενος, μη δυνασθαι το κατα νουν θειον της ελευθερας κατα πνευμα γνωσεως γεννημα, τω δουλικω της σαρκος επισυνημμενον σπερματι, της μακαριας τυχειν επαγγελιας, ητις εστιν η κατ᾿ ελπιδας προκειμενη τοις αγαπωσι τον Κυριον της θεωσεως χαρις, ην ηδη τυπικως υπηρχε προειληφως, τω περι μοναδος λογω δια πιστεως μυστικως συναφθεις, καθ᾿ ον ενοειδης γενομενος, μαλλον δε εκ πολλων εις, μονος προς μονον δ᾿ ολου τον Θεον μεγαλοπρεπως συνηχθη, μηδενα το παραπαν της οιασουν περι τι αλλο των σκεδαστων γνωσεως τυπον εαυτω συνεπιφερομενος, οπερ οιμαι δηλουν την του δοθεντος εις προσθηκην του ονοματος αλφα γραμματος δυναμιν. Διο και πατηρ των δια πιστεως προσαγομενων Θεω κατα στερησιν παντων των μετα Θεον εχρηματισεν, ως τους αυτους κατα πιστιν εν πνευματι τυπους τω πατρι των τεκνων εμφερως εχειν δυναμενων.
 
ΞΔ (64). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΜΩΫΣΗΝ ΠΕΡΙ ΤΩΝ ΑΦΑΙΡΟΥΜΕΝΩΝ ΥΠΟΔΗΜΑΤΩΝ
Θεωρια εις τον Μωϋσην περι των αφαιρουμενων υποδηματων.
 
Τουτο τυχον εν αρχη της γνωστικης αγωγης και ο μεγας Μωϋσης εκεινος διδασκομενος υπο της θειας φωνης επαιδευετο, ηνικα προσηγεν ιδειν το εν τη βατω μυστικως φανταζομενον (≡14Δ_264≡> φως φασκουσης, Λυσον τα υποδηματα απο των ποδων σου, ο γαρ τοπος εν ω εστηκας γη αγια εστι, το δεινως, οιμαι, των σωματικων απαντων απολελυσθαι κατα διαθεσιν την ψυχην, μελλουσαν την δια θεωριας προς την των υπερκοσμιων νοησιν γνωστικην ποιεισθαι πορειαν και τελειαν του εν σχεσι σαρκος προτερου βιου αλλοτριωσιν δια της των υποδηματων εχειν αποθεσεως.
 
ΞΕ (65). ΘΕΩΡΙΑ ΕΙΣ ΜΕΡΗ ΤΩΝ ΘΥΣΙΩΝ
Θεωρια εις μερη των θυσιων.
 
Τουτο παλιν ισως ο αυτος θειοτατος Μωϋσης εν ταις των θυσιων διαταξεσι παρεδηλου των ιερειων αφαιρειν το στεαρ, και τους νεφρους, και το στηθυνιον, και τον λοβον του ηπατος, επιτασσων, το δειν αυτας τε τας γενικας των εν ημιν παθων δυναμεις, τον θυμον λεγω και την επιθυμιαν, την οντως υλικην δυαδα, και τας ενεργειας αυτων αφαιρειν, και τω θειω πυρι της κατα γνωσιν μυστικης εκτηξαι δυναμεως, της μεν επιθυμιας δια των νεφρων, της δε ενεργειας αυτης, τουτεστι της ηδονης, δια του λιπους, ητοι του στεατος δηλουμενης, και του θυμου (=1201=) δια του στηθυνιου, της δε κατ᾿ αυτον ενεργειας, δια του λοβου του ηπατος, εν ω η πικρα και δριμυτατη πεπηγε χολη, σημαινομενων.
 
ΞS (66). ΘΕΩΡΙΑ ΣΥΝΤΟΜΟΣ ΕΙΣ ΤΗΝ ΚΑΤΑ ΝΟΜΟΝ ΔΙΑΦΟΡΟΝ ΛΕΠΡΑΝ
Θεωρια συντομος εις την κατα νομον διαφορον λεπραν.
 
Τουτο παλιν καν τω περι λεπρας τοπω σοφως οιμαι παρεμφαινειν δι᾿ αινιγματων συμβολικων, την αφην της λεπρας εις τεσσαρα γενη μερισαντα, εις λευκον και χλωρον και ξανθον και αμαυρον, δι᾿ ων το τε θυμικον και το επιθυμητικον εις τα (≡14Δ_266≡> υπ᾿ αυτα ειδη διαιρουμενα δεικνυται, της μεν επιθυμιας δια του λευκου και χλωρου, εις ηδονην και λυπην μεριζεσθαι δηλουμενης, του δε θυμου δια του ξανθου και του αμαυρου εις οργην και μηνιν και την κεκρυμμενην κακουργιαν της υποκρισεως τεμνομενου. Ταυτα γαρ πρωτα γενη των υπ᾿ αυτα παθων, ως φασι, και παντων αρχηγικωτερα των του θυμου και της επιθυμιας γεννηματα, οις την νοσηλευομενην ψυχην ουχ οιον τε, εως υπο τουτων κατεστικται, τοις της θειας ηξιωμενοις παρεμβολης εναριθμιον ειναι.
 
ΞΖ (67). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΦΙΝΕΕΣ ΚΑΙ ΤΟΥ ΑΝΑΙΡΕΘΕΝΤΑΣ ΥΠ' ΑΥΤΟΥ
Θεωρια εις τον Φινεες και του αναιρεθεντας υπ᾿ αυτου.
 
Τουτο και τον θαυμαστον οιμαι Φινεες εκεινον τω καθ᾿ εαυτον ζηλω παραινιττεσθαι. Την γαρ Μαδιανιτην τω Ισραηλιτη συγκαταιχμασας, μυστικως δια του δορατος την υλην τω ειδει, και τω θυμω την επιθυμιαν, και την αλλοφυλον ηδονην τω εμπαθει λογισμω δια της του αρχιερεως λογου δυναμεως συναπωθεισθαι χρην πανταπασι της ψυχης ενεφαινεν. Ειδος γαρ προς υλην τροπον επεχει, ο τε θυμος προς την επιθυμιαν, τω προσεγγισμω διδους αυτη κινησιν, καθ᾿ εαυτην ουσαν ακινητον, ο τε λογισμος προς την ηδονην, ειδοποιειν αυτην πεφυκως, ανειδεον και αμορφον κατα τον ιδιον λογον υπαρχουσαν. Δηλοι δε τουτο και αυτη των ονοματων η δυναμις. Χασβη γαρ η Μαδιανιτις ονομαζεται, οπερ εστι Γαργαλισμος μου, και Ζαμβρι ο Ισραηλιτης, οπερ εστιν Ασμα μου, τουτεστι μετεωρισμος μου. Επειδαν ουν της θειας απονευσαν μελετης τε και ενατενισεως το λογιστικον της ψυχης και μετεωρισθεν τω υλικω της σαρκος γαργαλισμω συμπλακη κατα την καμινον της αμαρτιας, του ζηλωτου παντως δειται αρχιερεως λογου, προς αναιρεσιν μεν των ουτω κακως αλληλοις συμπεπλεγμενων, αποστροφην δε της φερομενης θειας αναγακτησεως.
 
ΞΗ (68). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ, «ΜΗ ΔΩΤΕ ΤΑ ΑΓΙΑ ΤΟΙΣ ΚΥΣΙ, ΚΑΙ ΕΙΣ ΤΟ, ΜΗΤΕ ΡΑΒΔΟΝ..».
(≡14Δ_268≡>
Θεωρια εις το, "Μη δωτε τα αγια τοις κυσι, και εις το, μητε ραβδον μητε πηραν μητε υποδηματα χρηναι τους αποστολους βασταζειν».
 
Τουτο και ο Κυριος αυτος, ως εμοιγε δοκει, τυχον παρεδηλου, τουτο μεν εν οις φησι, Μη δωτε (=1204=) το αγιον τοις κυσι, μηδε βαλλετε τους μαργαριτας εμπροσθεν των χοιρων, αγιον ισως καλων το εν ημιν νοερον, ως θειας απεικονισμα δοξης, οπερ μη κακως εαν υπο των θυμικων κινηματων καθυλακτουμενον εκταρασσεσθαι παρηγγυησε, μαργαριτας δε τα θεια και λαμπρα τουτου νοηματα, οις τιμιον απαν κοσμεισθαι πεφυκεν, απερ διαφυλαττειν αμολυντα και των ακαθαρτων της υλικης επιθυμιας παθων ελευθερα δειν παρεκελευσατο· τουτο δε εν οις προς τους αγιους αυτου μαθητας αποστελλομενους επι το κηρυγμα περι του πως ευσταλεις αυτους ειναι και απεριττους διατυπων και τουτο προς τοις αλλοις φησι, Μη δε πηραν αιρετε εις την οδον, μητε ραβδον, μητε υποδηματα εις τους ποδας υμων, ως δεον τον της υψηλης κατα την γνωσιν πορειας επειλημμενον παντος μεν υλικου βαρους ελευθερον ειναι, πασης δε της κατ᾿ επιθυμιαν και θυμον εμπαθους διαθεσεως καθαρον, ως δηλοι η τε πηρα και η ραβδος, η μεν την επιθυμιαν, η δε το θυμον επισημαινουσα, μαλιστα δε της καθ᾿ υποκρισιν γυμνον κακουργιας, της οιον υποδηματος δικην του βιου το ιχνος επικαλυπτουσης, και το εμπαθες της ψυχης επικρυπτουσης επιεικειας πλασματι· ην υποδησαμενοι αφρονως οι Φαρισαιοι, μορφωσιν ευσεβειας, αλλ᾿ ουκ ευσεβειαν εχοντες, και ει λαθειν ενομιζον, υπο του Λογου ελεγχθεντες εδιδαχθησαν.
 
ΞΘ (69). ΘΕΩΡΙΑ ΠΕΡΙ ΤΟΥ ΣΕΛΗΝΙΑΖΟΜΕΝΟΥ
(≡14Δ_270≡>
Θεωρια περι του σεληνιαζομενου.
 
Ταυτης της υλικης δυαδος, της κατα θυμον λεγω και επιθυμιαν, παλιν ο Κυριος ελευθερωσεν, ως οιμαι, τον σεληνιαζομενον, μαλλον δε του πυρι τω θυμω και υδατι τη επιθυμια αυτον βουληθεντος απολεσαι πονηρου δαιμονος, επεσχε τε και κατηργησε την μανιωδη λυσσαν (σεληνης γαρ ουδεν διενηνοχεν η προς τα γινομενα και απογινομενα σχεσις των ηττημενων τοις υλικοις ανθρωπων)· ης επιλαβομενος ο τα παθη διεγειρων δαιμων ωσπερ υδατι και πυρι τη επιθυμια και τω θυμω εμβαλλων τον νουν και εναποπνιγων ου παυεται, εως του Θεου Λογος παραγενομενος το μεν υλικον και πονηρον απελασει πνευμα (δι᾿ ου ο παλαιος τε και χοϊκος χαρακτηριζεται ανθρωπος), τον δε ενεργουμενον της πονηρας ελευθερωσει τυραννιδος, την φυσικην αυτω σωφροσυνην αποδους και χαρισαμενος, δι᾿ ης ο νεος και κατα Θεον κτιζομενος ανθρωπος διαδεικνυται.
Ουτω μεν ουν παντες οι αγιοι του θειου και απλανους Λογου γνησιως επειλημμενοι τον αιωνα τουτον διεβησαν, ουδενι των εν αυτω τερπνων το της ψυχης ιχνος εναπερεισαντες. Προς γαρ τους ακρους των ανθρωποις εφικτων περι Θεου λογους, της αγαθοτητος τε φημι και της αγαπης, μαλα γε εικοτως ενατενισαντες, οις κινηθεντα τον Θεον το ειναι τε δουναι τοις ουσι και το ευ ειναι χαρισασθαι επαιδευθησαν (ειπερ κινησιν επι Θεου του μονον ακινητου (=1205=) θεμις ειπειν, αλλα μη μαλλον βουλησιν, την παντα κινουσαν τε και εις το ειναι και παραγουσαν και συνεχουσαν, κινουμενην δε ουδαμως ουδεποτε), τουτοις και αυτοι σοφως εαυτους απετυπωσαν, του αφανους και αορατου καλλους της θειας μεγαλοπρεπειας ευμιμητως φεροντες φαινομενην δια των αρετων την ιδιοτητα. Δια τουτο αγαθοι και φιλοθεοι και φιλανθρωποι, ευσπλαγχνοι τε και οικτιρμονες (≡14Δ_272≡> γεγονασι, και μιαν προς απαν το γενος διαθεσιν εχοντες αγαπης εδειχθησαν, υφ᾿ ης το παντων εξαιρετον ειδος των αρετων, την ταπεινωσιν λεγω, δια πασης αυτων της ζωης βεβαιαν κατασχοντες την φυλακτικην μεν των αγαθων, φθαρτικην δε των εναντιων, ουδενι το παραπαν αλωσιμοι των διοχλουντων γεγονασι πειρασμων, των τε εκουσιων και του εφ᾿ ημιν λογου, και των ακουσιων και ουκ εφ᾿ ημων, τω τοις μεν δι᾿ εγκρατειας απομαραινειν τας επαναστασεις, των δε δι᾿ υπομονης τας προσβολας αποσειεσθαι.
Διχοθεν γαρ βαλλομενοι, υπο τε δοξης και ατιμιας, διεμενον ασειστοι, προς αμφω ακινητως εχοντες, μητε υβρεσι τιτρωσκομενοι δια την εκουσιαν υφεσιν, μητε δοξαν προσιεμενοι, δι᾿ υπερβαλλουσαν πτωχειας οικειωσιν, οθεν ου θυμος, ου φθονος, ουκ ερις, ουχ υποκρισις, ου δολος, ουκ ειρωνευτικη τις και επικλοπος τω φαινομενω πλασματι δι᾿ απατης υποσυρουσα προς αλλο στοργη, το παντων παθων ολεθριωτατον, ουκ επιθυμια των κατα τον βιον δοκουντων ειναι λαμπρων, ουτε τι ετερον της πονηρας των παθων πληθυος, ουκ απειλαι παρ᾿ εχθρων επανατεινομεναι, ουδε τις θανατου τροπος αυτων εκυριευσε. Διο και μακαριοι δικαιως παρα τε Θεω και ανθρωποις εκριθησαν, οτι της φανησομενης αρρητου και περιφανους δοξης κατα την χαριν του μεγαλου δωρου Θεου εμφανεις εικονας εαυτους κατεστησαν, ινα χαιροντες ως γνωριμοις τοις λογοις των αρετων, μαλλον δε Θεω, υπερ ου και καθ᾿ εκαστην ημεραν αποθνησκοντες διεκαρτερησαν, ενωθωσιν, εν ω παντων οι λογοι των αγαθων, ωσπερ πηγη αειβλυστω, προϋφεστηκασι τε κατα μιαν, απλην και ενιαιαν των παντων περιοχην, και προς ον ελκουσι παντας τους καλως και κατα φυσιν ταις επι τουτω δοθεισαις χρωμενους δυναμεσι.
 
Ο (70). ΕΚ ΤΟΥ ΜΒ' ΛΟΓΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΠΕΡΙ ΩΝ ΕΜΝΗΣΘΗ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΩΒ...
(≡14Δ_274≡>
Εκ του μβ´ λογου του Θεολογου περι ων εμνησθη του μακαριου Ιωβ, εις το,· "Τα δε εξης μικρα, και μικρων ενεκεν οικονομηθεντα. "
 
Τη γενομενη παρα του Θεου τω Ιωβ αναρρησει, ως οιμαι, συγκρινων τα μετα τους αγωνας των πειρασμων δοθεντα σωματικα μικρα προσηγορευσεν, ως κατ᾿ ουδενα τροπον ταις αιωνιοις δυναμενα παραβαλλεσθαι. Μικρων δε ενεκεν οικονομηθεντα φησι, των περι διανοιαν γνωστικην δηλονοτι μικρων των ευχερως εν τοις περι προνοιας και κρισεως λογοις σκανδαλιζομενων, και περι αυτην την (=1208=) ευσεβειαν σαλευομενων. Περι ων οιμαι τον Κυριον εν τοις Ευαγγελιοις φαναι, Ο σκανδαλιζων ενα των μικρων τουτων· οι οταν ιδωσι δικαιον ασθενουντα, η πτωχευοντα, η αλλως κακουχουμενον (και σχεδον οιγε ασθενεστεροι αδειαν του παντος κατακρινουσι, ποσω μαλλον εν τη αθροα μεταβολη του Ιωβ, ωμολογημενως δικαιον πασιν υπειλημμενου;) ειχον τουτο παθειν, ει μη προς το αρχαιον αυτω σωματικως κατα το διπλασιον επανηλθε το περιφανες και επιδοξον. Περι τουτων ουν ειρηται τω διδασκαλω, Μικρων ενεκεν οικονομηθεντα.
 
ΟΑ (71). ΕΚ ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΥ, ΕΙΣ ΤΟ, «ΚΑΘΑΙΡΕΙ ΜΕΝ ΤΟ ΙΕΡΟΝ ΤΩΝ ΘΕΟΚΑΠΗΛΩΝ..».
Εκ του αυτου λογου, εις το, «Καθαιρει μεν το ιερον των θεοκαπηλων και χριστεμπορων, πλην οσον ου φραγελλιω πλεκτω, λογω δε πιθανω τουτο εργαζεται».
 
Ουτε στυπτικωτερον εν τουτοις, ως τινες υπειληφασι, του μακαριου πατρος Αθανασιου τον Κυριον ημων και Θεον αποδεικνυσιν ο αοιδιμος ουτος διδασκαλος, μη γενοιτο, ουτε μην καταχαριζεται τω αγιω Αθανασιω τω τον μεν φραγελλιω, τον δε λογω χρησαμενον, καθαιρειν το ιερον των θεοκαπηλων ειπειν. (≡14Δ_276≡> Ως αναγκην εκ τουτων ειναι, κατα τους λεγοντας, δυοιν θατερον υποληφθηναι, η τον Κυριον ημων και Θεον την προσηνεστεραν ηγνοηκεναι μεθοδον της ιατρειας, η τον αγιον Αθανασιον μη γινωσκοντα της πνευματικης επιμελειας τους τροπους φιλανθρωπιαν ακαιρον μετιεναι. Αλλ᾿ επειδη ο διαγνωστικος λογος ων πεπραχαμεν εν ημιν ανακινουμενος, οιον ιερω τινι εμψυχω τε και ζωντι, αναλογουσαν τοις πλημμεληθεισι μεταμελειαν εργαζεται, δι᾿ ης Χριστος ο Θεος και Λογος αει τυπτει ημας αμαρτανοντας, πλεκτον ωσπερ εχων φραγελλιον, αυτην ημων την εξ ατοπων εννοιων συμπεπλεγμενην και εργων συνειδησιν, ο δε αγιος Αθανασιος ηπιως τους πταιοντας ενηγε προς διορθωσιν, ως και αυτος ασθενειας σαρκα περικειμενος, τουτου χαριν τω τροπω τουτω τω λογω χρησθαι τον θεοφρονα τουτον οιμαι διδασκαλον.
 
ΟΒ (72). ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΟΥ ΣΧΕΔΙΑΣΘΕΝΤΟΣ ΠΡΟΣ ΕΥΝΟΜΙΑΝΟΥΣ ΛΟΓΟΥ...
Του αυτου εκ του σχεδιασθεντος προς Ευνομιανους λογου, εις το, «Εισι τινες οι την ακοην κνηθομενοι και την γλωτταν».
 
Φασιν οι περι λογους εσχολακοτες και τας αυτων ακριβεις σημασιας γινωσκειν, κλεος ου το τυχον ποιησαμενοι, και εκαστω πραγματι φωνην προσφορον δειν απονεμεσθαι, παραστατικην της προς οτιουν αλλου του σημαινομενου, καθ᾿ οντινα τροπον τυχοι λεγομενον, αμιγους ιδιοτητος, καλως εχειν αποφηναμενοι, κνηθομενους δε την ακοην και την γλωσσαν ειναι τους καινοτερον τι μανθανειν η λεγειν εθελοντας, και αει ταις καινοτομιαις χαιροντας, και ορια μετατιθεμενους, γραφικως ειπειν, α εθεντο οι πατερες αυτων και τοις προσφατοις και ξενοις ηδομενους, και των συνηθων (=1209=) και παλαι γνωριμων και ωσαυτως εχοντων ως εωλων και πεπατημενων και μηδενος αξιων, κατεξανισταμενους, και μαλλον τα νεαρωτερα προσδεχομενους (≡14Δ_278≡> ασπασιως, καν ψευδη τυχοιεν οντα, και μηδεμιαν εις ψυχην διαβαινουσαν ωφελειαν εχοντα. Υπερ ης μαλιστα πας ευσεβης λογος και πονος σωτηριος αδεται τε και γραφεται και επιτηδευεται, ο μεν κατα της αγνωσιας, ο δε κατα της ηδονης οπλιζομενος, ο μεν ινα της αγνοιας εκτεμων τα πηρωματα της ψυχης οικειωση Θεω δια γνωσεως την αληθειαν εχοντας, τους δια τουτο τοις μαθημασι χαιροντας, και των ορωμενων τε και νοουμενων υπερανω τον νουν παραπεμψας θελξη τω αρρητω της θειας καλλονης ερωτι, και προσηλωση τω ποθω μηδαμου φερεσθαι δυναμενον, μαλλον δε δυνηθηναι μη ανεχομενον· ο δε ινα της καθ᾿ ηδονην σχεσεως τους ηλους εκκρουσηται οις ο περι Θεον της ψυχης ποθος τε και τονος εκ της αρχαιας παρακοης προς την υλην ενεπαγη και τα φθειρομενα, και απαλλαξη κακιας τους ενεσχημενους, και αρετης ποιησειε φοιτητας γνησιους, και ασειστον προς παντα τα κωλυειν δοκουντα της ψυχης την προς το καλον οικειωσιν απεργασηται, διδαξας προς μεν αποστροφην ηδονης, δια των εφ᾿ ημιν ατοπων απατηλως σαινουσης και μαλασσουσης το στερρον της γνωμης, και πειθουσης προαιρεισθαι τα παροντα των μελλοντων, και τα ορωμενα των νοουμενων, εγκρατειαν, προς δε φοβου και δειλιας αποθεσιν, δι᾿ αυτων ουκ εφ᾿ ημιν τα ανηκεστα και ανθρωπινης ειναι δοκουντα κρειττονα δυναμεως υποτιθεμενων, και βια κραττειν δια της των φοβερων επαγωγης του σωφρονος λογισμου μηχανωμενων, υπομονην και την εκ τουτων συμπληρουμενην ανδρειαν, την προς πασαν ηδονην των εφ᾿ ημιν και οδυνην των ουκ εφ᾿ ημιν ανενδοτον και αηττητον εξιν.
Κνηθομενους δε την ακοην και την γλωσσαν εκαλεσεν ο διδασκαλος τους περι ων ο λογος, επειδη πας λογος δια γλωσσης καλεισθαι τε και προφερεσθαι και δι᾿ ακοης ακουεσθαι (≡14Δ_280≡> τε και μανθανεσθαι πεφυκεν. Ει δε και κατ᾿ αλλην επιβολην εκδεχεσθαι θελησομεν το λεγομενον, Κνηθομενοι την ακοην και την γλωσσαν, τυχον οι μονον προς ψογον και της κατ᾿ αλλων διαβολης η λοιδοριας ακουειν τε και καλειν προθυμουμενοι, και το κατα παντος αμαθως επαιρεσθαι λογου τε και ανδρος σεμνολογημα κρινοντες, και προ του τι φαναι τον υποπτον αυτοις και φθονουμενον σφαδαζοντες τω πνευματι και οιον την ψυχην προωθουντες και την ακοην ετοιμαζοντες και την γλωσσαν προς θηραν τινος συλλαβης η λεξεως, ουχ ινα ευθυμωσιν, αλλ᾿ ινα κακισωσι και υλην εχωσι της κατ᾿ αυτου γλωσσαλγιας.
Οπερ εποιουντο τω αγιω τουτω ανδρι οι κατ᾿ εκεινο καιρου της αληθειας εχθροι, προπηδωντες, και προεξανισταμενοι, και πριν λεχθηναι, των λεγομενων· καθαπερ των ιππων τους πολεμιστηριους τε και αμιλλητηριους, οι και προ των αγωνων και της σαλπιγγος ευθυτενη τα ωτα (=1212=) ποιουσι, και τους ποδας τη γη προσαρασσουσι, και προσκνηθονται ταυτην ταις οπλαις, και προς δρομον εαυτους διεγειρουσι, και την ωθουσαν πολλακις προλαμβανοντες μαστιγα· πλην οτι των ιππων ουδεις απτεται ψογος υπο της φυσικης αλογιας, μη αναμενοντων τους ευθετους των αγωνων καιρους, ους διασημαινει η τε φωνη της σαλπιγγος και η της μαστιγος πληγη, τοις δε τοιουτοις ανδρασιν ουδεις εστιν ο προς αξιαν των αυτων κακιας επινοηθηναι δυναμενος ψογος. Εργον εχουσι και σπουδασμα την μελετην του ψευδους, και την κατα της αληθειας ενστασιν. Εικοτως οι τοιουτοι κνηθομενοι την ακοην και την γλωτταν λεγεσθωσαν, διοτι καθαπερ τις χυμος δριμυτατος τε και παχυτατος, τω βαθει του σωματος εμφωλευων, πολλακις δια του κνηθεσθαι προς την επιφανειαν ερεθιζομενος εκδιδοται, ουτως και τους επηρεστας των καλως λεγομενων ερεθιζει λαβομενους αφορμης μαλιστα δημοσιευειν την κατα ψυχην κακουργιαν η κεκρυμμενη διαθεσις, ητις τοσουτον το βαθος κατεχειν πεφυκε μαλλον, οσον κενουσθαι (≡14Δ_282≡> τη προοδω κατα το εικος εδοξεν. Ου γαρ εξισταται του βαθους προφερομενη δια των εργων η των μοχθηρων ανθρωπων διαθεσις, αλλα και τα εκτος παντα μανικως επινεμεται, και της κατα ψυχην ουδαμως εξισταται χωρας.
 
ΟΓ (73). ..»....ΑΩΡΟΝ, ... ΓΥΝΑΙΞΙ ΚΟΣΜΟΣ ΑΝΔΡΕΙΟΣ Η ΑΝΔΡΑΣΙ ΓΥΝΑΙΚΕΙΟΣ...ΠΕΝΘΕΙ ΓΕΩΜΕΤΡΙΑ»
Εκ του αυτου λογου, εις το, «Ωσπερ ανθος εν χειμωνι παντελως αωρον, και γυναιξι κοσμος ανδρειος η ανδρασι γυναικειος, η πενθει γεωμετρια».
 
Την επι παντος λογου τε και πραγματος ευταξιαν, καθ᾿ ην της εκαστου και παντων ευπρεπειας ο λογος αναφαινεσθαι πεφυκεν ακραιφνης, δια της των απεμφαινοντων απαριθμησεως εισηγουμενος, ταυτα φησιν ο διδασκαλος, ινα δια τουτων ευτακτους ειναι και ευλαβεις τους θρασεις και ατακτους και μηδεμιαν ταξιν ειδοτας, ουδενος μεν, μαλιστα δε της περι Θεου διαλεξεως, αλλα παντα τολμηρως αλληλοις παμμιγως τα διεστωτα φυροντας τε και συγχεοντας διδαξειεν. Ει γαρ των ουκ εχοντων φυσιν εστι, και δια τουτο ουδε ταξιν, το τε ανθος εν χειμωνι ορωμενον, και γυναιξι κοσμος ανδρειος επιβεβλημενος, και ανδρασι γυναικειος, και πενθει συνημμενην γεωμετριαν λεγειν (το μεν γαρ καινοτομει τον χρονον και της ιδιας εξισταται θεσεως, ο δε παραχαραττειν την φυσιν εναλλαξ, ανδρι τε και γυναικι επιφαινομενος, και την αυτοις προσουσαν εκ φυσεως ταξιν εξιστησιν, η δε τα μηδεπω συνυπαρχειν αλληλοις δυναμενα, χαραν τε φημι και πενθος, εις εν αγαγειν βιαζομενη φυρει παντως και αφανιζει) , ου πολλω μαλλον ο περι Θεου λογος, ως ετυχε και υπο του τυχοντος, και ηνικα και ου μη καθηκον ετι προφερομενος, αειδης εσται και απρεπης, και ουδ᾿ ολως ακουσθηναι περι Θεου αξιος, εφ᾿ ου μαλλον τοσουτον τιθεναι δειν οιμαι το ευκαιρον (≡14Δ_284≡> τους νουν εχοντας, οσον παντων ασυγκριτως προβεβλημενων,
Πενθει δε γεωμετριαν αναρμοστον φησιν (=1213=) ο διδασκαλος. Ο δε μαλλον απορειν υμας πεποιηκεν, ως οιμαι, κατα τοιουσδε τροπους, η οτιπερ οι χωρας τινος δια στρατιωτικης κρατησαντες χειρος γεωμετρια ταυτην καταδιαιρουνται, ηνικα βασιλειας νομω κρατειν εθελωσι, χαρας δε και χρημα μεγιστον, χαρας, τοις μονα τα παροντα μεταδιωξουσιν αγαθα, και το νικητας αυτους γενεσθαι, και πλουτον αθροον κτησασθαι, οις το οιονουν πενθος συνειναι αμηχανον· η επειδη φασιν οι περι ταυτα δεινοι τους αναγκαστικους ιδιως συλλογισμους ανηφθαι τη γεωμετρια, φορτικος τις εικοτως οφθησεται, και το καθηκον μη συνορων, τον πενθουντα συλλογιζομενος και αλογως αυτον πενθουντα δειξαι πειρωμενος· η τυχον και αυτω τω πενθουντι φαιη τις αναρμοστον ειναι το συλλογιζεσθαι, πιθανοτητι λογων εαυτον μηχανωμενος πειθειν ως ου πεπονθε την εργω και πραγματι συμβασαν αυτω συμφοραν, η και αυτω τω πενθει, ητοι τη τουτου φυσει, παντελως εναντιον. Εκκρουεται γαρ ωσπερ το πενθος ο πενθων συλλογιζομενος, ουτω και το πενθος του ειναι πενθος εκπιπτει, προς συλλογισμον μετατιθεμενος. Απολαβων γαρ τις τον εις ον τας ελπιδας ειχε της διαδοχης, περιττα λοιπον ηγειται τα τηδε παντα. Και κατα τουτον ισως τον τροπον ουκ εξω λογου φαιη τις ειναι τα θεωρηθεντα, γνους μη δυνασθαι συμβαινειν αλληλοις κατα το αυτο την χαραν και το πενθος, της εκατερου ποιητικης αιτιας ουκ εκ των αυτων αρχων εχουσης δηλονοτι τας αφορμας.
Και τουτων μαρτυς εχεγγυος ο αγιος και θεοφρων Διονυσιος ο Αρεοπαγιτης, ουτωσι διεξιων περι της αγγελικης εικονογραφιας· "Τα δε γεωμετρικα και τεκτονικα σκευη, το θεμελιωτικον και οικοδομικον και τελειωτικον, και οσα αλλα της αναγωγου και επιστρεπτικης εστι των δευτερων προνοιας». Ταυτα δε παντα φαιδραν ενδεικνυται διαγωγην, ητινι παντως (≡14Δ_286≡> το πενθος εναντιον, και δια τουτο αναρμοστον. Ει δε και αλλως εστιν εκλαβειν τον τοπον, ουκ ακαιρον ειναι νομιζω, και το του Σιραχ Ιησου προσθειναι τοις ειρημενοις. Εστι δε τουτο· Μουσικα εν πενθει, ακαιρος διηγησις. Ως ουν της μουσικης πασας περιεχουσης τας παιδευσεις, ων μιαν φασι την γεωμετριαν οι περι ταυτα την σπουδην εσχηκοτες, τουτου χαριν, ως οιμαι, συμφερομενος τω την προρρηθεισαν εκθεμενω ρησιν ο διδασκαλος αναρμοστον εφη τω πενθει την γεωμετριαν. Ει δε τις φαιη. Τι δηποτε τας λοιπας παρεις παιδευσεις ταυτην μονην ως αναρμοστον τω πενθει παρειληφε; φαμεν οτι ταυτην εσκοπησε καταλληλον ειναι πασαις ταις προλεχθεισαις επιβολαις. Επειτα δε και δια ταυτης της μιας και αι λοιπαι συνεκδοχικως συμπαρεληφθησαν.
Ταυτα μεν, κατ᾿ εμε φαναι, λελεχθω. Ει δε τις το κρειττον εξευροι, ομολογησω χαριν των ηγνοημενων παρ᾿ αυτου την γνωσιν λαβων.
 
ΟΔ (74). ΤΟΥ ΑΥΤΟΥ, ΕΚ ΤΟΥ ΜΕΓΑΛΟΥ ΘΕΟΛΟΓΙΚΟΥ, ΕΙΣ ΤΟ, «ΤΟΥ ΜΕΝ ΓΑΡ ΕΙΝΑΙ ΘΕΟΝ ΚΑΙ..».
(=1216=) Του αυτου, εκ του μεγαλου θεολογικου, εις το, «του μεν γαρ ειναι Θεον και των παντων ποιητικην τε και συνεκτικην αιτιαν, και οψις διδασκαλος και ο φυσικος νομος, η μεν τοις ορωμενοις προσβαλλουσα και πεπηγοσι καλως και οδευουσι, και ακινητως, ιν᾿ ουτως ειπω, κινουμενοις τε και φερομενοις, ο δε δια των ορωμενων και τεταγμενων τον αρχηγον τουτων συλλογιζομενος».
 
Ο το μεγεθος των ορωμενων ως εχει καλλους και φυσεως, συν λογω κατα την αισθησιν επελθων, μη συγχωρων αυτη παντελως καθ᾿ εαυτην γενομενην ενεργειν του ηνιοχουντος αυτην λογου εχωρισμενην ουδεν, μηδε τον λογον αυτον της του νου απλοτητος αφετον, καθ᾿ ον της μεν αισθησεως τα τε ειδη (≡14Δ_288≡> και τα σχηματα δια μεσης της κατα τον λογον δυναμεως εις λογους παντοδαπους αγεσθαι πεφυκε, της δε του λογου δυναμεως η κατα την διαφοραν ποικιλια των εν τοις ουσι παντοδαπων λογων εις ενοειδη και απλην και αδιαφορον συναγεσθαι νοησιν, καθ᾿ ην η αμερης λεγομενη και αποσος και ενιαια γνωσις συνεστηκεν, ουτος αληθως δια των ορωμενων και της εν αυτοις ευταξιας τον ποιητην τουτων και συνοχεα και αρχηγον, ως ανθρωπω δυνατον, ανετυπωσατο, και εγνω Θεον, ου κατα το τι ποτε την ουσιαν ειναι και την υποστασιν (τουτο γαρ αμηχανον και ανεπιχειρητον), αλλα κατ᾿ αυτο το μονον ειναι μαθων.
Και ταυτα μετα πασαν την κατ᾿ αισθησιν εν σχηματι θεσεως τε και μορφης και τυπωσεως και φαντασιας διαβασιν, και ει μη τω περιττος ειναι δοκω, και αυτης εξω παντελως της εν τοις λογοις των οντων διαφορας γενομενος, και οιον μεθοριον εαυτον παρενθεις Θεου τε και παντων των μετα Θεον, τον μεν ως υπερεχοντος και αψαυστου δι᾿ ολου μενοντος και μηδεμιαν φθανουσαν αυτον εχοντος νοησιν, των δε καταλελειμμενων και τη περιουσια της κατα νουν γνωσεως διαβαθεντων και κατωτερων εννοιας φανεντων τω τι ποτε ειναι βεβαιως υπερ αυτα και αληθως εννοησαι, ταυτα μοι δοκει δια της οψεως και του φυσικου νομου κατα την αποδοθεισαν αιτιαν ο διδασκαλος παραινιττεσθαι, αλλ᾿ ου ταυτον τιθεσθαι, καθως τινες ωηθησαν, την οψιν τε και τον φυσικον νομον. Αμφω γαρ περι τα αυτα την ενεργειαν εχοντα την απ᾿ αλληλων δυναται κατ᾿ επινοιαν δεχεσθαι διακρισιν, τω την μεν αλογως τη προσψαυσει των ορατων μονον στηριζεσθαι περαιτερω βαινειν ουκ εχουσαν, τον δε τω τε συνημμενω λογω ταυτα πολυπραγμονειν και τω νω καλως τε και σοφως υπερβαινειν, καθ᾿ ο μαλιστα την περι του ειναι Θεον εννοιαν τε και πιστιν ο φυσικος δια της οψεως εισαγηοχε νομος.
Οψιν ουν εκαλεσε την απλως, αλλ᾿ ου την πως, προς τα (≡14Δ_290≡> αισθητα της αισθησεως προσβολην (ου γαρ αισθησεως απλως το εκ τινος ετερον τι συλλογιζεσθαι καθεστηκεν ιδιον) , νομον δε φυσικον την δια της αισθησεως γινομενην κατα νουν και λογον φυσικην ενεργειαν, (=1217=) καθ᾿ ην η προς το κρειττον μετ᾿ εμμελους εξετασεως καθ᾿ οδον απο των ηττονων αναβασις γινεται. Ακινητως δε κινεισθαι τε και φερεσθαι τα ορωμενα ειρηται τω διδασκαλω τω μεν λογω, ω γεγονε ταυτα, κατα τε φυσιν και δυναμιν και ενεργειαν, ταξιν τε και διαμονην αμεταστατως εχειν, και μη εξιστασθαι καθ᾿ οτιουν της φυσικης ιδιοτητος και μεταβαλλειν εις αλλο και φυρεσθαι, κινεισθαι δε παλιν τω κατα ροην και απορροην λογω, αυξησει τε τη περι το ποσον και μειωσει και τη περι το ποιον αλλοιωσει, και κυριως ειπειν, τη εξ αλληλων διαδοχη, υπεξισταμενων αει τοις επιγνομενοις των προειληφοτων. Και απλως ινα συνελων ειπω, παντα τα οντα καθ᾿ ον μεν υπεστησαν τε και εισι λογον, στασιμα τε παντελως εισι και ακινητα, τω δε των περι αυτα θεωρουμενων λογω, καθ᾿ ον η του παντος τουτου σαφως οικονομια συνεστηκε τε και διεξαγεται, παντα κινειται δηλονοτι και αστατει.
Ου ταυτον δε φασιν ειναι τη φορα την κινησιν. Την μεν γαρ κινησιν μαλλον ειναι φασι των υπο γενεσιν και φθοραν, ως επιδεχομενων τοις περι αυτα θεωρουμενοις το μαλλον και το ηττον (καν επι παντων ομου των γενητων κυριως λεγεσθαι δυνατον), την δε φοραν της κατα κυκλον κινουμενης ουσιας και ακαματως την περιδινησιν. Ουκ οιδα ποτερον θαρρησαντι περι το παν φυσικως ενεργουσης λεγειν εστιν ασφαλες η ενεργουμενης, πλην οτι κυριως ειπειν εστιν ενεργουμενης το φερεσθαι. Ουδεν γαρ των οντων παντελως εστιν αυτενεργητον, οτι μηδε αναιτιον, το δε μη αναιτιον, κινειται παντως δι᾿ αιτιαν, ενεργουμενον (≡14Δ_292≡> δηλονοτι το κινεισθαι φυσικως υπο της αιτιας, δι᾿ ην και προς ην ποιειται την κινησιν. Αναιτιως γαρ ουδαμως κινειται καθ᾿ οιονδητινα τροπον των κινουμενων ουδεν.
Αρχη δε πασης κινησεως φυσικης εστιν η των κινουμενων γενεσις, αρχη δε της των κινουμενων γενεσεως ο Θεος, ως γενεσιουργος. Της δε των γεγενημενων φυσικης γενεσεως τελος η στασις εστιν, ην ποιει παντως μετα την διαβασιν των πεπερασμενων η απειρια, εν η δια το μη ειναι διαστημα πασα ποιειται κινησις των φυσικων κινουμενων, ουκ εχουσα λοιπον οποι τε και πως και προς τι κινηθηναι, ως τον οριζοντα και αυτην την πασης οριστικην κινησεως απειριαν Θεον τελος ως αιτιον εχουσα. Πασης ουν γενεσεως τε και κινησεως των οντων, αρχη και τελος εστιν ο Θεος, ως εξ αυτου γεγενημενων και δι᾿ αυτου κινουμενων, και εις αυτον την στασιν ποιησομενων. Πασης δε φυσικης των οντων κινησεως προεπινοειται η γενεσις, πασης δε στασεως προεπινοειται κατα φυσιν η κινησις. Ει ουν κινησεως προεπινοειται κατα φυσιν η γενεσις, κινησεως δε μετεπινοειται κατα φυσιν η στασις, γενεσις δηλονοτι και στασις ειναι των αμα κατα την υπαρξιν αμηχανον, αλληλων αυτας φυσικως διειργουσαν εχουσαι κατα το μεσον την κινησιν. Ου γαρ φυσικη ενεργεια της γενεσεως των κινουμενων η στασις εστιν, αλλα τελος της κατ᾿ αυτην δυναμεως η ενεργειας, η οπως αν τις εθελει τουτο λεγειν. (=1220=) Επ᾿ ενεργεια γαρ τα γενομενα γεγονε, πασα δε ενεργεια προς τι τελος εστιν, ινα μη ατελης. Το γαρ τελος μη εχον των κατα φυσιν ενεργειων ουδε τελειον εστι, τελος δε των κατα φυσιν ενεργειων, η της προς το αιτιον των γεγενημενων κινησεως στασις.
Οιον ινα εξ ενος τον επι παντων των οντων κατανοησωμεν της κινησεως τροπον, η ψυχη, ουσια νοερα τε και λογικη υπαρχουσα, και νοει και λογιζεται, δυναμιν εχουσα τον νουν, κινησιν δε την νοησιν, ενεργειαν δε το νοημα. Περας γαρ τουτο της τε του νοουντος και του νουμενου νοησεως εστιν, ως περιοριστικον (≡14Δ_294≡> της προς αλληλα των ακρων υπαρχον σχεσεως. Νοουσα γαρ η ψυχη ισταται του νοειν εκεινο το νοηθεν μετα την αυτου νοησιν. Το γαρ νοηθεν κυριως απαξ, ουκ ετι την προς το νοηθηναι παλιν εκκαλειται της ψυχης δυναμιν, και καθ᾿ εκαστον νοημα ουτω στασιν δεχεται της ποιας επι τω νοηματι του νοηθεντος νοησεως. Ηνικα ουν παντα τα νοηματα των νοουμενων παντων αισθητων τε και νοητων κατα την νοησιν παρελθη, παυεται, ωσπερ των νοουμενων απαντων, ουτω και της ολης νοησεως τε και σχεσεως προς τα σχετα παντα και νοητα, ουκ εχουσα λοιπον τι νοησαι το παραπαν, μετα την των νοηθηναι φυσικως δυναμενων νοησιν, μεθ᾿ ην υπερ νουν και λογον και γνωσιν ανοητως, αγνωστως τε και αφραστως κατα απλην προσβολην ενωθησεται τω Θεω, ου νοουσα πανταπασιν, ουτε μην τον Θεον λογιζομενη.
Ου γαρ εστι τι των νοουμενων, ινα κατα τινα σχεσιν η ψυχη την αυτου δυνηται νοησιν εχειν, αλλα κατα την απλην, ως ασχετον, και υπερ νοησιν ενωσιν, και τινα λογον αρρητον τε και ανερμηνευτον, ον μονος οιδεν ο την αφατον ταυτην χαριν τοις αξιοις δωρουμενος Θεος, και οι ταυτην υστερον πεισεσθαι μελλοντες, ηνικα παντα τροπης ελευθερα και αλλοιωσεως εσται πασης, της καθ᾿ οτιουν περι τι κινησεως των οντων παντελως περας λαβουσης την περι Θεον απειριαν, εν η τα κινουμενα παντα δεχεται στασιν. Περι Θεον γαρ, αλλ᾿ ου Θεος, η απειρια, οστις και ταυτης ασυγκριτως υπερκειται. Δικαιως γουν, οιμαι, μεμψεως αξιος πλειστης ο την προΰπαρξιν των ψυχων δογματιζων εστι, και την ακινητον καθολου των λογικων εναδα θεσπιζων, φυρων ελληνικως τα μη φυρομενα, και λεγων αμα κατα την υπαρξιν ειναι τη γενεσει των λογικων την στασιν. Ου γαρ συμβαινει τω αληθει λογω την γενεσιν προεπινοεισθαι της στασεως, ακινητον φυσει κατ᾿ αυτον υπαρχουσαν, ουτε μετεπινοεισθαι στασιν ακινητου γενεσεως, ουτε μην συνεπινοεισθαι τη γενεσει την στασιν. Ου γαρ δυναμις της γενεσεως (≡14Δ_296≡> η στασις εστιν, ινα συνεπινοηθη τη γενεσει των γεγενημενων, αλλα της κατα δυναμιν ενεργειας της των γεγενημενων γενεσεως τελος υπαρχει, και απλως, ινα συνελων ειπω, των προς τι ουσα η στασις, ου προς γενεσιν, αλλα προς κινησιν λεγεται, προς ην και αντιδιαστολην επιδεχεται, ουδαμως την προς γενεσιν αναφοραν εχουσα, προς ην διαστολην ουκ επιδεχεται. Εως δ᾿ αν ουν στασιν ακουω, παυλαν μονον μανθανω κινησεως.
Ει δε των αμα κατα την υπαρξιν ουκ εστι (=1221=)γενεσις και στασις, αρα παραχαραττει, σαφως τον της αληθειας λογον ο τουτο θεσπιζων, και την ακινητον αμα τη γενεσει προϋπαρχουσαν εναδα των λογικων δογματιζων. Ει δε τις λεγοι, Και πως επι Θεου λεγεται στασις, μη εχουσα προεπινοουμενην κινησιν; φημι πρωτον μεν, Ου ταυτον Κτιστης και κτισις, ιν᾿ οπερ ενι δυνατον προσειναι, κατ᾿ αναγκην τω ετερω ωσαυτως επιθεωρηθηναι δυνηται, επει ουτωγε ουδαμως το κατα φυσιν διαφορον τουτων εσται καταφανες· επειτα κυριως ειπειν, ο Θεος ουτε κινειται παντελως ουτε ισταται (τουτο γαρ των κατα φυσιν πεπερασμενων και αρχην του ειναι εχοντων εστιν ιδιον), ουτε μην τι ποιει πανταπασιν, ουτε πασχει των οσα επ᾿ αυτου δι᾿ ημας και νοειται και λεγεται, δια το κατα φυσιν υπερ πασαν ειναι κινησιν τε και στασιν, και μηδενι λογω τοις καθ᾿ ημας υποβαλλεσθαι τροποις.
Ταυτα παρεκβατικως ειρησθω περι του μηδεν χρηναι λεγειν των οντων κατα φυσιν απολελυμενως ενεργειν, ινα μη αναιτιον τι των μετα Θεον αφρονως εισαγωμεν, ενεργεισθαι δε φυσικως το ενεργειν τουθ᾿ οπερ ενεργουμενον πεφυκεν ενεργειν.
 
ΟΕ (75). ..»....ΑΛΛ’ ΕΙ ΑΣΩΜΑΤΟΝ, ΟΥΠΩ ΜΕΝ ΟΥΔΕ ΤΟΥΤΟ ΤΗΣ ΟΥΣΙΑΣ ΠΑΡΑΣΤΑΤΙΚΟΝ, ..».
Του αυτου λογου εις το, «Αλλ’ ει ασωματον, ουπω μεν ουδε τουτο της ουσιας παραστατικον, ωσπερ ουδε το αγεννητον, (≡14Δ_298≡> και το αναρχον, και το αναλλοιωτον, και αφθαρτον, και οσα περι Θεου η περι Θεον ειναι λεγεται».
 
Προς τους ανομοιον μαλιστα τω Πατρι τον Υιον κακουργως εισαγοντας, δια του νομιζειν ουσιαν ειναι του Πατρος το αγεννητον, ως οιμαι, τον λογον ποιουμενος, και εκ των ομοιων το δεον αυτους επιγνωναι διδασκων, ταυτα φησιν ο διδασκαλος, ιν’ υπο της αληθειας προς την ευσεβειαν συνελαυνομενοι ευπειθως συν ημιν το μη εχειν γενεσιν τον Πατερα μονον δηλουν το αγεννητον ομολογησωσι, συνειδοτες ως ειπερ ουσιαν Θεου το αγεννητον ειναι βιασαιντο, ουσιαν Θεου και το ασωματον εξ αναγκης, και το αναρχον, και το αθανατον, και το αναλλοιωτον, και το αφθαρτον, και οσα δια της στερητικης αναιρεσεως δια την υπεροχην ο Θεος ειναι λεγεται, λεγειν εικοτως, εαυτοις γουν στοιχουντες, εκβιασθησονται, και ουτω πολλας ουσιας Θεου, και ου μιαν, μαλλον δε, κυριωτερον ειπειν και αληθεστερον, πολυθειαν ελληνικην νοσουντες ελεγχθησονται, οπερ ως ασεβες ειπειν αισχυνομενοι της απονοιας παντως αφεξονται και μη βουλομενοι. Τα γαρ στερητικα η αναιρετικα περι τι θεωρουμενα ουκ αυτο εκεινο τυγχανει οντα το περι ο θεωρουνται, επει παντως εσονται των σημαινοντων το τι εστιν, ως εκεινο αυτο οντα, αλλ᾿ ου το τι ουκ εστιν αυτο εκεινο σημαινοντα· ει δε τουτο, ορος εκεινου του (=1224=) περι ο λεγονται ειναι ταυτα δειχθησεται, οπερ ατοπον και αδυνατον. Ου γαρ εκ των ων ουκ εστι των πραγματων οι οροι συναγονται, αλλ᾿ εκ των ων α εστιν, εξαπλουντα την συντομον των πραγματων περιληψιν, ητις ονομασια τουτων υπαρχει. Ουδεν ουν το συνολον των περι Θεου η περι Θεον ειναι λεγομενων ουσια ειναι Θεου πωποτε δυναται, οτι μηδε θεσιν, μονην και μονω Θεω αρμοζουσαν, ασχετον, και της περι τι πανταπασιν ενεργειας αφετον αυτο εκεινο κατα το τι ποτε ειναι εμφηναι δυναται.
 
ΟS (76). ..».... ΩΣ ΓΑΡ ΟΥΚ ΑΡΚΕΙ ΤΟ ΣΩΜΑ ΕΙΠΕΙΝ, ... ΠΡΟΣ ΤΟ ΚΑΙ ΠΕΡΙ Ο ΤΑΥΤΑ ΠΑΡΑΣΤΗΣΑΙ ΤΕ ..».
(≡14Δ_300≡>
Εκ του αυτου λογου, εις το, «Ως γαρ ουκ αρκει το σωμα ειπειν, η το γεγεννησθαι, προς το και περι ο ταυτα παραστησαι τε και δηλωσαι, αλλα δει και το υποκειμενον τουτοις ειπειν, ει μελλοι τελειως και αποχρωντως το νοουμενον παραστησασθαι· η γαρ ανθρωπος η βους η ιππος τουτο το εν σωματι και φθειρομενον».
 
Επειπερ εωρα τους αιρετικους ο αγιος ενα μονον εχοντας αγωνα, την υπερουσιον εαυτοις ανοητως συγκαταβαλλειν φυσιν, και τεχνικαις μεθοδοις περιληψει της κατ᾿ αυτους γνωσεως κρατειν επιχειρουντας, ως ωοντο, την ακρατητον δυναμιν, και παση τη κτισει κατα το ισον αχωρητον, δι᾿ ολου του λογου τας στερησεις τε και τας αποφασεις προυτιμησεν επι Θεου λεγειν, μηδεμιας παντελως ανασχομενος θεσεως η καταφασεως, ινα μη ταυτης λαβομενοι ως αναιδεις κυνες δηγματι τους ιοβολους οδοντας μανικως τω λογω της αληθειας εμβαλλωσιν, αφορμην του οπωσουν προτεινειν και παραλογιζεσθαι, και το οικειον εις περας αγαγειν δυνηθηναι σπουδασμα, την οποιανουν περι Θεου δοθεισαν αυτοις του λογου θεσιν ποιουμενοι. Δια τουτο ουτε σωμα, ουτε αϋλον σωμα, ουτε ασωματον παντελως, ουτε εν τω παντι, ουτε εν τινι του παντος, ουτε υπερ το παν, και απλως ειπειν, ουδεν το παραπαν και εν ουδενι καθ᾿ οιονδηποτε τροπον, ως εστιν αληθες, των ορομενων η χωρουμενων η λεγομενων η νοουμενων η γνωσθειναι καθ᾿ οτιουν δυναμενων, ειναι τον Θεον αποφαινεται, πασης αυτους της περι Θεου καταληπτικης κατα το τι ποτε ειναι την ουσιαν εννοιας απορραπιζων.
Επειτα δυσωπητικωτερον αυτους εναγων προς ευσεβειαν, και εκ της περι τα δευτερα και μακραν ασυγκριτως απο Θεου ερευνης το καθολου περι Θεου τολμηρως μηδε εννοειν, μητιγε λεγειν, ειναι τινι θεμιτον δειξαι βουλομενος, ταυτα φησι. Και μην (≡14Δ_302≡> και προς συστασιν των ηδη προς αυτους κατα στερησιν τε και αποφασιν ειρημενων, ωστε αυτους συνειδοτας εντευθεν, ως και η των εσχατων εν τοις ποιημασιν ακριβης καταληψις της καθ᾿ ημας λογικης ενεργειας υπερβαινει την δυναμιν, της περι τα πολλω μειζω θρασυτητος τον αλογιστον δυνηθηναι φοραν επισχειν, εν τοις μικροις το ασθενες μαθοντας της φυσεως. (=1225=) Ει γαρ εξεταζουσιν ημιν στοιχειον τι, φερε ειπειν η ανθρωπον η ιππον η βουν, ουκ αρκει προς τελειαν καταληψιν το σωμα λεγειν το στοιχειον, η γεννητον μονον η φθαρτον τον ανθρωπον η τον βουν η τον ιππον, αλλα δει παραστησαι και το τουτοις υποκειμενον, οπερ γενναται και φθειρεται και πεποιωται. Σωμα δε η γεννησις η φθορα, ουδαμως υπαρχον, επει εσται κατα τουτο αναγκης ακολουθια, ει τι σωμα, και στοιχειον ειναι, και ει τι γεννητον η φθαρτον, η ανθρωπος ειναι η βους η ιππος. Ου γαρ ει τι σωμα, παντως εξ αναγκης και στοιχειον η ανθρωπος η βους η ιππος.
Ει τι μεν γαρ στοιχειον, παντως εξ αναγκης και σωμα, ουκ ει τι δε σωμα, παντως εξ αναγκης και στοιχειον. Ουτε ει τι σωμα η γεννητον η φθαρτον, παντως εξ αναγκης και ανθρωπος, επει ουτω γε και ανθρωπος εσται παντως εξ αναγκης παν ει τι σωμα, και παν ει τι γεννωμενον εστιν η φθειρομενον. Ει τι μεν γαρ ανθρωπος, παντως εξ αναγκης και σωμα και γεννωμενον και φθειρομενον, ουκ ει τι δε σωμα η γεννητον η φθαρτον, παντως εξ αναγκης και ανθρωπος. Ουτε γαρ επεται παντως, επει εσται ο ανθρωπος, εξ αναγκης και στοιχειον και βους και ιππος, και παν ει τι αλλο ενσωματον και γεννωμενον και φθειρομενον. Ου γαρ κατηγορειται ποτε τα μερικα κατα των καθολου, ουτε τα ειδη των γενων, ουτε των περιεχοντων τα περιεχομενα, και δια τουτο (≡14Δ_304≡> ουδε αντιστρεφει τα καθολου τοις επι μερους, ουδε τα γενη τοις ειδεσιν, ουδε τα κοινα τοις ιδιαζουσιν, ουδε συνελοντα φαναι, τοις περιεχομενοις τα περιεχοντα.
Ουτως ουν κατα τον αποδοθεντα λογον και επι βοος και ιππου και παντος του οτιουν ετερου ληπτεον. Ει τοινυν ουκ αρκει προς τελειαν γνωσιν των πραγματων το πληθος των περι αυτα θεωρουμενων ειπειν, λεγω δη το σωμα και το γεννασθαι και το φθειρεσθαι, και οσα τοιαυτα περι το υποκειμενον εστιν, αλλα δει παντως και το υποκειμενον τουτοις, θεμελιου τροπον εφ᾿ ω ταυτα βεβηκε, τι εστιν ενδειξασθαι, ει μελλοιμεν τελειως και απαραλειπτως το νοουμενον παρισταναι. Η γαρ ανθρωπον εχομεν ειπειν η βουν η ιππον, ταυτα δη τα μη οντα αυτο τουτο σωμα, αλλ᾿ ενσωματα, και μη οντα αυτο τουτο γεννησεις και φθορας, αλλα γεννωμενα και φθειρομενα, ως ειναι ταυτα, σωμα φημι και γεννησιν και φθοραν, δηλαδη περι τα ζωα, αλλ᾿ ου τα ζωα ταυτα υπαρχειν, σωμα λεγω και γεννησιν και φθοραν. 
Ει τοινυν ουδεν το συνολον των οντων εστι κατ᾿ αυτο το ειναι οπερ εστι και λεγεται το αθροισμα των ημιν περι αυτο νοουμενων τε και λεγομενων, αλλ᾿ ετερον τι παρα ταυτα, το περι ο ταυτα εστι, συνεκτικον μεν τουτων, αυτο δε τουτοις ουδαμως συνεχομενον (ουδε γαρ εστιν εκ τουτων, η ταυτα, η τι τουτων, η εκ τινων, η τινος αυτων, η εν τουτοις, η τισιν, η τινι τουτων, το περι ο ταυτα και εστι και λεγεται), παυσασθω πασα ψυχη παντι λογω των περι Θεου θρασεως επιπηδαν ειθισμενη του διακενης ασεβειν, και εν τοις μικροις μαθουσα την οικειαν (=1228=) ασθενειαν, και σιγη σεβεσθω μονον την αρρητον τε και υπερ νοησιν και πασης επεκεινα γνωσεως της θειας ουσιας οντοτητα. "Ουδε αυτη γαρ κατα μικρον, ως προλαβων εδιδαξεν ο αγιος, η της κτισεως (≡14Δ_306≡> ακριβης κατανοησις" κατα τον αληθη λογον υπο της ημων περιεχεται γνωσεως, ινα καγω μικρον τι προσδιατριψω τω λογω, και της υπερ παντα σοφιας θαυμασω το ανεξιχνιαστον.
Τις γαρ των αγαν σοφων ταις λογικαις πιστευων εφοδοις και ταις ουκ ουσαις θαρρων αποδειξεσι μετα λογου την των οντων επελθων μεγαλειοτητα δυνησεται γνωναι, ειπειν τε και παραστησαι; Τινες οι εκαστω των οντων τη υπαρξει πρωτως εγκαταβληθεντες λογοι, καθ᾿ ους και εστι και πεφυκε των οντων εκαστον, και ειδοπεποιηται, και εσχηματισται, και συντεθειται, και δυναται, και ενεργει, και πασχει, ινα μη λεγω την εν τω ποσω τε και τω ποιω, και τη σχεσει, και τω τοπω, και τω χρονω, και τη θεσει, τη τε κινησει και εξει, διαφοραν και ιδιοτητα, προς α και η καθ᾿ ημας μεγαλοφυως λογικη πεφυκεν ισαριθμως πλατυνεσθαι δυναμις εις νουν, και νοησιν, και εννοιαν, και διανοιαν, και συννοιαν, και τον ενδιαθετον λογον, τον τε κατα προφοραν και τον γεγωνοτα, τουτεστι φωνην και κραυγην, και αυθις συναγεσθαι, χωρις της κατ’ επιστημην και τεχνην, ωσπερ εν ποσω τε και ποιω και τοις λοιποις, καθως απηριθμηται, τουτου διαφορας τε και ιδιοτητος;
Τις ο γινωσκων τους λογους των οντων καθως και εισιν, ως ειπον, και διαφερουσι, και στασιν εχουσιν ακινητον την κατα φυσιν και προς αλληλα μηδαμως μεταπιπτουσαν κινησιν, εν τη κινησει την στασιν, και εν τη στασει το παραδοξοτατον την κινησιν εχοντα; τις προς αλληλα των εναντιων εις ενος κοσμου συστασιν ο δεσμος, και της ευτακτου τε και αφυρτου κινησεως τε και διοικησεως ο τροπος; τις παλιν των καθ᾿ ημας σωματων η των εναντιων κατα την κρασιν δια συνθεσεως συμπλοκη, τα διεστωτα κατα την φυσιν εις φιλικην συνοικιαν εναγουσα και τη μεσοτητι το εν τοις ακροις αυστηρον τιθασσευουσα, και χωρειν δι᾿ αλληλων αλυμαντως παρασκευαζουσα και ταυτην ποιουμενη των συνθετων συντηρησιν, την των ακρων κατα την κρασιν εις αλληλα περιχωρησιν, και πως εκαστον τουτων εστι, και τι εστι, (≡14Δ_308≡> και που φερον η φερομενον και επι τινι γεγενηται η φερει η φερεται, ου μονον, ως ειρηται, οις προηγουμενως υπαρχουσι ταυτα λογοις, αλλα και οις προς εαυτα τε και προς αλληλα μυριοις κατ᾿ επινοιαν τε και ενεργειαν διαιρουνται τε και ενουνται τροποις;
Και αυθις τις ο λογος της του καθ᾿ εκαστον ουσιας, φυσεως, ειδους, σχηματος, συνθεσεως, δυναμεως, ενεργειας, παθους; τις δε παλιν ο καθολου τοις ακροις κατα το εκαστου περας δια του μεσου την προς αλληλα συναφειαν ενεργων λογος, ινα τον τε νουν και το νοουμενον δια της μεσης νοησεως, σχεσεως ουσης ενωτικης των διηρημενων περι το εξ αμφοιν νοημα, συναφθη και περιληφθη αλληλοις εκατερα, και μηδεν το παραπαν (=1229=) κατα τουτο δειχθη των μετα Θεον περιγραφης υπαρχον ελευθερον; ωσπερ και τα αισθητα παντα και τα αισθανομενα, ηγουν αισθητικα, δια της μεσης αισθησεως, σχεσεως ουσης κοινης των διηρημενων ακρων, των μεν ως δι᾿ αυτης αντιλαμβανομενων των αισθητων, των δε δι᾿ αυτης υποπιπτοντων τοις αισθανομενοις, περι το αισθητηριον, εν ω το περας της εκαστου κατα την σχεσιν δυναμεως υπαρχον καθεστηκε, και περι ο αλληλοις τα ακρα δια της μεσης σχεσεως ενουσθαι πεφυκε. 
Τουτων, η τινος τουτων ερευναν επιχειρουντες τους λογους, ατονοι παντελως και αφωνοι περι τον λογον μενομεν, ουκ εχοντες ω τινι τον νουν ακριβως επερεισομεθα, πλην της θειας δυναμεως. Και τουτο εστι το ειρημενον, ως οιμαι, τω αγιω, γυμναζοντι τον ημετερον νουν προς ευσεβειαν, " Κατα μικρον γουν, ουδε η της κτισεως ακριβης κατανοησις». Το δε, " Αλλα πολυ προ τουτων η υπερ ταυτα και εξ ης ταυτα φυσις, αληπτος τε και απεριληπτος», κατα κοινου θετεον της κτισεως και της υπερ ταυτα και αφ᾿ ηστινος ταυτα, δηλαδη τα κτισματα, φυσεως το " Αληπτος τε και απεριληπτος». Το δε, "Ουχ οτι εστιν, αλλ᾿ (≡14Δ_310≡> ητις" εστιν, ενεχθεν προκαταληψις εστιν ανθυποφορας. Ινα γαρ μη καταδραμη αυτου προς ον ο λογος, φασκων, Ουκουν ει αληπτον παντη το σεβας ημων, κενον αρα το Χτιστιανων κηρυγμα, κενη δε και η πιστις, κατ᾿ ουδενος στηριζομενη, ταυτα φησι προλαμβανων τον επηρεαστην λογον η ανθρωπον. Ουκ εφην αληπτον ειναι ταυτην την φυσιν, περι ης ο λογος, οτιπερ υπαρχει, αλλα τι υπαρχει, και προσεπαγει προς την του λογου βεβαιωσιν το, "Πολυ γαρ διαφερει του ειναι τι πεπεισθαι το τι ποτε εστι τουτο ειδεναι», τουτεστι, πολλη προσεστιν η διαφορα του πεπεισθαι περι τινος οτιπερ υπαρχει προς το ειδεναι την ακριβη της ουσιας τουτου καταληψιν. Μη ουν, φησιν, ευγνωμονως ημων ειποντων αληπτον ειναι την θειαν ουσιαν, κακουργως τον λογον μεταβιβασης, εις το δηθεν εισαγειν ημας αληπτον αυτην, εις αυτην την υπαρξιν, κακ τουτου συναξης αθειαν ημας παντη πρεσβευειν.
Και μετα τινα φησιν, Τι γαρ υποληψη το Θειον, ειπερ ολως ταις λογικαις πιστευσεις εφοδοις (τουτεστιν, ει οιει τω λογω περιτρεχων εναποκλειειν γνωσει τινι δυνασθαι το ζητουμενον); " Ποτερον σωμα (τουτεστιν, Αρα σωμα); Και πως το απειρον και αοριστον και ασχηματιστον και αναφες και αορατον;" ινα σαφηνιζομενον νοηθη, ουτως των κοινων εννοιων κεκτρατηκυιων, απειρον ειναι το Θειον, οπερ εστι περας μη εχειν. Τουτο γαρ του τετρασι διειλημμενου περασιν ιδιον, κεντρω και γραμμη, επιφανεια και στερω, (=1229=) προσετι δε και διαστημασι τρισι, μηκει και πλατει και βαθει, και αυτοις εξ διειλημμενοις περασιν, εκαστου δηλονοτι δυσι περιγραφομενου, οιον το μεν μηκος τω ανω τε και τω κατω, το δε πλατος τω δεξιω και τω αριστερω, το δε βαθος τω εμπρος περατι και τω οπισω. Και παλιν, των αυτων κοινων εννοιων αοριστον τον Θεον εισαγουσων, τουτεστι μη επιδεχομενον διεξοδευουσαν αναπτυξιν, εκ τινων συνεστηκε το υποκειμενον, μητε μην την εν τοπω θεσιν, η την εν χρονω αρχην η τελος, (≡14Δ_312≡> προσετι και ασχηματιστον, οιον οτι ου σφαιροειδες η τετραγωνον η ορθιον η κατω νενευκος, ναι μην και αναφες και αορατον, ως αισθησει μη υποπιπτον (ταυτα γαρ σωματων ιδια), παραλογον εκ των ανασκευασθεντων υπειληφεναι το θειον ειναι σωμα και αναγκην εχειν εις τοσαυτα μεριζεσθαι εις οσα παλιν ως σωμα συναγεται.
Αμερες γαρ παντη το Θειον εστιν, οτι και παντελως αποσον, αποσον δε παντελως, οτι και παντη απλουν, απλουν δε παντη, οτι και αδιαστατον παντη, αδιαστατον δε παντη οτι και παντη απειρον, απειρον δε παντη, οτι και παντη ακινητον (ου κινειται γαρ παντη πωποτε το μη εχον του κινηθηναι), ακινητον δε παντη, οτι και παντελως αναρχον (ου γαρ εχει τι προ αυτου και μειζον, ουτε τι συν αυτω και ισον, ουτε τι μετ᾿ αυτο, και παραμετρεισθαι και χωρειν αυτο δυναμενον), αναρχον δε παντη, οτι και αγεννητον παντη, αγεννητον δε παντη, οτι και παντελως εν και μονωτατον, εν δε παντη και μονωτατον, οτι και παντελως ασχετον, και δια τουτο πανταπασιν αρρητον τε και αγνωστον, και πασης της των επ᾿ αυτο καλως τε και αγνωστον, και πασης της των επ᾿ αυτο καλως τε και θεοπρεπως κινουμενων γνωσεως περας μονωτατον, μονωτατην γνωσιν εχον αληθη το μη γινωσκεσθαι.
 
ΟΖ (77). ..».... ΕΙ ΓΑΡ ΤΟ ΜΗ ΟΝ ΟΥΔΑΜΟΥ, ΤΟ ΜΗΔΑΜΟΥ ΤΥΧΟΝ ΟΥΔΕ ΟΝ, ΕΙ ΔΕ ΕΣΤΙ ΠΟΥ..».
Εκ του αυτου λογου, εις το, «Ει γαρ το μη ον ουδαμου, το μηδαμου τυχον ουδε ον, ει δε εστι που, παντως, επειπερ εστιν, η εν τω παντι, η υπερ το παν».
 
Δι᾿ ην αιτιαν, ισως ο ακουων ερει, Την αντιστροφην αμφιβολον ο διδασκαλος εθετο, προσθεις το "τυχον" επιρρημα, πασι (≡14Δ_314≡> δηλου οντος, κατα τας λογικας υποθεσεις, του, το μηδαμου ον μηδεν ειναι, δικαιως πανταπασιν ομολογεισθαι. Προς ον κατα το της πτωχης ημων διανοιας επιδεες ερουμεν, οτι Ευνομιον και τους αμφ᾿ αυτον, λεγοντες ειδεναι τον Θεον ως αυτος εαυτον, της πολλης επισχειν μανιας βουλομενος εις ατοπον δοξαν δια των τοιουτων απηγαγε λογων. Η γαρ λεγοντας ειδεναι τον Θεον ως αυτος εαυτον, και το που χρη τον γινωσκομενον ειναι προσεπαγειν αυτους παντως αναγκη, προς τελειαν του γινωσκομενου καταληψιν, και ουδεν ουδενος των οντων το παραπαν ουτω γε διενηνοχε (=1233=) κατ᾿ αυτους ο Θεος, τοπω και αυτος περιγραφομενος, ου τι γενοιτ᾿ αν ατοπωτερον; η μη λεγοντας που, η μηδε ειναι το συνολον λεγειν, κατα την αυτου του λογου υποθεσιν, ου τι γενοιτ᾿ αν αθεωτερον; (πως γαρ και τι αν ειη το μη παντως που το ειναι εχον;) η παντως ειναι εξ αναγκης αυτους η ακολουθια του λογου λεγειν βιαζεται και μηδαμου ειναι, και δια τουτο ειναι μεν και υπαρχειν το Θειον, τι δε ειναι και υπαρχειν μη ειδεναι. Ει γαρ το που το Θειον ειναι κατ᾿ αυτους αγνωστον, πολλω μαλλον αυτο το Θειον, ο τι ποτε κατ᾿ ουσιαν εστιν, αγνωστοτερον εσται. Διο μηδε που ειναι το μη γινωσκομενον ευσεβουντας αυτους αναγκη παντως ομολογειν.
Δια ταυτην, ως οιμαι, την αιτιαν συμπεριφερομενος μεν τοις περι Ευνομιον αμφεβαλε την αντιστροφην ο διδασκαλος, το "τυχον" επιρρημα θεμενος, και ημιν καταλαμπανων νοειν οτιπερ ου παντως το μηδαμου το μηδαμη μηδαμως ον εισαγει. Θεον γαρ ημεις ειναι φαμεν, και μηδαμου τυγχανειν, τω μη ως εν τοπω ουσιωδως κατα την υπαρξιν περιγραφεσθαι, και παντως ειναι, τω δεισθαι παντελως του παντος των οντων προς το ειναι, ων χωρις και ην και εστι, και αει ειναι δυνησεται, μαλλον δε εστιν (≡14Δ_316≡> αει. Ου γαρ θεσειν εχει τα οντα ο και πριν ειναι τα οντα υπαρχων. Ει γαρ παρ᾿ ημιν ουκ εν τοις τεχνητοις παντως το ειναι κατα την υπαρξιν υποστατικως εχουσιν οι τεχνιται περιγεγραμμενον το φθειρομενον τουτο πραγμα, και αληθεστερον κυριως ειπειν μηδεποτε ον, τι αν τις φαιη περι της αρρητου και αγνωστου και αχωρητου πασιν ομοιως και αει ωσαυτως εχουσης δυναμεως;
 
ΟΗ (78). ..».... ΕΙΤΕ ΦΑΝΤΑΣΙΑ ΤΙΣ ΗΝ ΗΜΕΡΙΝΗ, ΕΙΤΕ ΝΥΚΤΟΣ ΑΨΕΥΔΗΣ ΟΨΙΣ, ..».
Εκ του αυτου λογου, εις το, «Ειτε φαντασια τις ην ημερινη, ειτε νυκτος αψευδης οψις, ειτε του ηγεμονικου τυπωσις, συγγινομενου τοις μελλουσιν ως παρουσιν».
 
Ακρως καθαρθεις των οις μολυνεσθαι πεφυκε των ανθρωπων η φυσις ο μακαριος ουτος Πατηρ δια της πρακτικης φιλοσοφιας, και τον νουν δι᾿ ολου ποιωθεις τω αγιω Πνευματι ταις επιβολαις των θειων θεωρηματων, δια της αληθους κατα την γνωσιν μυσταγωγιας, οια δη τα ισα τοις αγιοις προφηταις παθων, τα ειδη της προφητειας εν τουτοις ημιν απηριθμησεν. Οις ειπερ το δειν ολως τολμαν ουτω μεγαλοφυως τε και ενθεαστικως ειρημενοις, και παντων των μη τοιουτων οιος αυτος ην ο διδασκαλος την δυναμιν υπερβαινουσιν, επιβαλλειν οιομεθα χρησιμον, στοχαστικως, αλλ᾿ ουκ αποφαντικως τουτο ποιητεον. Οιμαι τοινυν στοχαστικως ειπειν κατα την εμην αμβλυωπιαν, "φαντασιαν ημερινην" αυτον ειρηκεναι την των απροσωπως τοις αγιοις ως δι᾿ αισθησεως ακουομενων πνευματικως και φαινομενων λογων και πραγματων οψιν τε και ενηχησιν. Ου γαρ δη λεγειν θεμις επι των θειων το θαυμαστον παντως δειν παρειναι προς διατυπωσιν (=1236=) της φαντασιας, αλλα παραδοξως τε και υπερφυως και μη παροντος προσωπου και φωνων αισθητων μη κτυπουμενων δι᾿ αερος την φαντασιαν ενεργειν, ωστε αληθως ακουειν και οραν τον τα θεια μυσταγωγουμενον. Επειδη γαρ (≡14Δ_318≡> πασα φαντασια η των παροντων, η των παρελθοντων· των δε μηπω γενομενων πανταπασιν εστιν ουδαμως. Σχεσις γαρ εστι τοις ακροις δι᾿ εαυτης μεσιτευουσα. Ακρα δε φημι το τε φανταστικον, και το φανταστον, εξ ων δια μεσης της φαντασιας, σχεσεως ουσης των ακρων, το φαντασμα γινεται, περας υπαρχον ενεργειας και παθους, ενεργειας μεν του φανταστικου, παθους δε του φανταστου, των δια μεσης της φαντασιας, σχεσεως αυτων υπαρχουσης περι αυτο, αλληλοις συναπτομενων ακρων.
Παντα γαρ τα κατα τι τινων αντιλαμβανομενα ενεργειν λεγεται, παντα δε κατα τι αλλοις υποπιπτοντα πασχειν. Τα ουν καταλαμβανοντα φυσικως ενεργουσι, τα δε καταλαμβανομενα φυσικως πασχουσι, περας εχοντα παθους και ενεργειας την προς αλληλα κατα το μεσον συναφειαν. Δια τουτο δειν επι των θειων το φανταστον οιεσθαι μη παρειναι νομιζω προσφορον, επει ουκ ετι μελλει παρειναι το καθ᾿ υποστασιν ιδιαν πραγματειωδως ηδη παρον, και αμα μηδε θειον ειναι πιστευεται, της κατα φυσιν ακολουθιας πλεον εχον ουδεν. Ει γαρ ημεις καθ᾿ υπνον νυκτωρ φανταζομενοι και ορωμεν και ακουομεν, πολλακις μηδενος οντος του λαλουντος η ορωμενου, πολλω μαλλον γρηγορουντες αληθως οι αγιοι πεισονται τουτο, του Θεου ενεργουντος αυτοις γρηγορουσι κατα παραδοξον χαριν, οπερ ημεις πασχειν νομω φυσεως κατα τον υπνον ειωθαμεν.
"Αψευδη δε νυκτος οψιν" αυτον υπολαμβανω λεγειν η την εν τοις υπνοις κατα ψυχην ακριβη γινομενην των μελλοντων πραγματων καταληψιν, ως επ᾿ Ιωσηφ και Δανιηλ, η οπτασιαν τινα θειων πραγματων δια την εκ πολλης καθαροτητος ακραν απαθειαν και σαρκος οφθαλμοις αγιων υποπτισουσαν. "Την δε (≡14Δ_320≡> του ηγεμονικου τυπωσιν: οιμαι κατ᾿ εμφασιν αυτον λεγειν τους μονοτροπως, ως εν εικονι, κατα την απλην και αδιαστατον του νοερου προσβολην τοις αγιοις προσφαινομενους των μελλοντων τυπους.
Καγω μεν ταυτα στοχαστικως περι τουτων θαρρησας ειπον, της κατ᾿ αυτα πειρας την χαριν ουκ ειληφως, δια την του επιταξαντος κελευσιν. Ει δε τις των ειληφοτων την χαριν τουτοις εντυχοι, μη με της προπετειας μεμψαιτο, αλλα μαλλον της ευπειθειας αποδειξατο, καν ουδεμιαν εμφαντικην δυναμιν του σκοπου των προτεθεντων ο παρων εχη λογος.
 
ΟΘ (79). ..».... ΠΑΥΛΩ ΔΕ ΕΙ ΜΕΝ ΕΚΦΟΡΑ ΗΝ Α ΠΑΡΕΣΧΕΝ Ο ΤΡΙΤΟΣ ΟΥΡΑΝΟΣ..».
Εκ του αυτου λογου, εις το, «Παυλω δε ει μεν εκφορα ην α παρεσχεν ο τριτος ουρανος, και η μεχρις εκεινου προοδος, η αναβασις, η αναληψις».
 
Φασιν οι τοις θειοις σοφως εμμελετησαντες λογοις (=1237=) των ονοματων κατα περιληψιν τα μεν ουσιας ειναι, τα δε σχεσεως, τα δε χαριτος η απωλειας. Οιον ουσιας μεν, ως οταν λεγωσιν " ανθρωπος»· σχεσεως δε, ως οταν λεγωσιν "αγαθος, " η αγιος, " η σοφος ανθρωπος», η το εναντιον " πονηρος ανθρωπος», η "αφρων, " η " ακαθαρτος· " (το γαρ προς τι πως εχειν των εκ διαμετρου τοις εναντιοις διειλημμενων εκαστον η σχεσις παριστωσα δικαιως εξ ων εχει την προαιρετικην εξιν ενδιαθετον προσαγορευει) χαριτος δε, οταν Θεος ο ανθρωπος τοις λογοις ονομαζηται, ο δια παντων υπηκοος Θεω γενομενος ανθρωπος, κατα το, Εγω ειπα, Θεοι εστε, ουτε κατα φυσιν ουτε κατα σχεσιν εχων το ειναι καλεισθαι Θεος, αλλα κατα θεσιν και χαριν γενομενος τε και ονομαζομενος· η γαρ χαρις της θεσεως ασχετος εστι πανταπασιν, ουκ εχουσα την οιανουν δεκτικην εαυτης εν τη φυσει (≡14Δ_322≡> δυναμιν, επει ουκ ετι χαρις εστιν, αλλα της κατα την φυσικην δυναμιν ενεργειας φανερωσις. Και ουτω γε παλιν ουκ εσται παραδοξον το γινομενον, ει κατα δεκτικην φυσεως δυναμιν η θεωσις ην. Φυσεως γαρ αν εικοτως εργον, αλλ᾿ ου Θεου δωρον η θεωσις εσται, και δυνησεται και φυσει Θεος ο τοιουτος ειναι και κυριως προσαγορευεσθαι. Ουδεν γαρ αλλο καθεστηκεν η κατα φυσιν των οντων εκαστου δυναμις η φυσεως προς ενεργειαν απαραβατος κινησις. Πως δε και εξιστησιν εαυτου τον θεουμενον η θεωσις, ει τοις οροις της φυσεως αυτη περιειληπτο, συνιδειν ουκ εχω.
Ωσαυτως δε και εκ του εναντιου απωλειαν και αδην, και υιους απωλειας, και τα τοιαυτα προσαγορευουσι τους το μη ον κατα διαθεσιν εαυτοις υποστησαντας, και τοις τροποις αυτω δια παντων γενομενους παρεμφερεις. Οιμαι τοινυν τον αγιον τουτον και μεγα διδασκαλον επι νουν τα προειρημενα λαβοντα την εν τουτοις αρπαγην του αγιου Αποστολου διασκευασαι, προσφυως εκαστω την αρμοζουσαν φωνην απονειμαντα. Διο " προοδον" μεν αυτον υπονοω λεγειν την εξω της φυσικης αναγκης τον αγιον Αποστολον καταστησασαν της αρετης κατα την εξιν απαθειαν, καθ᾿ ην ουδεμιαν ειλετο προς την φυσιν εχειν προαιρεσεως σχεσιν, ως και αυτης της κατ᾿ αισθησιν φυσικης ενεργειας εξω γενομενον μαλλον δε και ταυτην προς πνευματικην εξιν μεταβαλοντα· "αναβασιν" δε την τε των αισθητων παντων απολειψιν, ουκ ετι ενεργουντων η ενεργουμενων παρ᾿ αυτω κατα την αισθησιν, και της περι αυτα κατα φυσιν εν πνευματι γνωστικης θεωριας υπερβασιν· "αναληψις" δε την εν τω Θεω γενομενην αυτω μετα ταυτα μονην τε και ιδρυσιν, ην προσφορως "αναληψιν" ο διδασκαλος ειπεν, ως παθοντα μαλλον η δρασαντα τον Αποστολον την αναληψιν ενδεικνυμενος. Η αναληψις γαρ παθος εστι του αναλαμβανομενου, ενεργεια δε του αναλαμβανοντος. Ων τοιγαρουν φυσικων τε και σχετικων ονοματων υπηρχε Κυριος ο Αποστολος, κατα τε φυσιν και σχεσιν υπερεβη την κλησιν, υπερ φυσιν και αρετην και γνωσιν ανθρωπινην γενομενος. (≡14Δ_324≡> (=1240=) Ου δε μαλλον απειρως απεδει θειου ονοματος, τουτου κατα χαριν μετεσχε της κλησεως, Θεος αντι παντος αλλου προσοντος ονοματος φυσικου τε και σχετικου τη αναληψει και γενομενος και καλουμενος.
Η και παλιν ουτω· "Προοδος" μεν εστιν η παντελης κατ᾿ αρετην της φυσεως αρνησις, "αναβασις" δε η των εν οις εστιν η φυσις υπερβασις, λεγω δε τοπον και χρονον, εν οις η των οντων εστιν υποστασις, "αναληψις" δε η προς τον εξ ου τα παντα και δι᾿ ου και εις ον, ως προς περας των ολων κατα χαριν αποκαταστασις. Και αλλως δε φαναι, " προοδος" εστιν η δια της πρακτικης φιλοσοφιας ως διδασκαλου του Αποστολου των αυτου μαθητων εις αρετην προκαθηγησις· δει γαρ εν παντι προπορευεσθαι των μαθητων τον διδασκαλον, προς την των καθηκοντων ενεργειαν· "αναβασις" δε η δια της φυσικης θεωριας επιστημονικη των εν τοις ουσι λογων περιληψις, "αναληψις" δε η ευσεβης της αληθους και θεολογικης σοφιας αρρητος μυησις. Τριτον δε ουρανον κατα στοχασμον ειναι νομιζω τους περιγραφοντας, ορους της τε πρακτικης φιλοσοφιας και της φυσικης θεωριας, και της θεολογικης μυσταγωγιας τους υψηλοτατους λογους, ητοι τα τουτων περατα, επειδη μετρον εστι τι καταληψεως αρετης και φυσεως και της επ’ αμφοιν θεολογιας, αναλογως κατα φυσιν εκαστω των οντων παρα Θεου προσηρμοσμενον, εν οις οροις και περασιν ο μακαριος Αποστολος τους των ειρημενων κατα το εφικτον παρελθων λογους εγενετο. Ει γαρ περιγραφη των εντος διειλημμενων κατα φυσιν εστιν ο ουρανος, και ορος παντων των υπο αισθησιν, δηλονοτι κατα τον της αναγωγης λογον και πασα περιγραφουσα τους περι τινος αρετης η γνωσεως λογους ληξις, ως ορος των οριζομενων, και περας των περιγεγραμμενων, τροπικως ουρανος ονομαζεται.
Η παλιν "τριτον ουρανον" ειναι τυχον φησιν η Γραφη τας (≡14Δ_326≡> υπερ ημας προς το ανω καθ᾿ ειρμον τρεις των αγιων αγγελων ταξεις, ασπερ εφθασεν ισως ο αγιος Παυλος, ταις των κατ᾿ αυτον γνωσεων αποφασεσι των κατ᾿ εκεινους τας καταφασεις μυουμενος, και ταις καθ᾿ υπεροχην των οικειων στερησεσι τας εκεινων εξεις μιμουμενος. Πασα γαρ φυσις των λογικων κατα την εαυτης ταξιν και δυναμιν της υπερ αυτην ουσιας και ταξεως τας γνωστικας εξεις τε και θεσεις καταφασεις στερητικως ταις κατ᾿ αυτην αφαιρετικαις αποφασεσι μυειται τε και μιμειται, και εστιν η κατα την γνωσιν των υπερκειμενων καταφασις των υποβεβληκοτων αποφασις, και εμπαλιν των υποβεβληκυιων η κατα την γνωσιν αποφασις των υπερεχουσων καταφασις, μεχρι της πασων καθ᾿ υπεροχην ανωτατης φυσεως τε και ταξεως αποφατικως προοδευουσα, ην μετα πασας ταξεις τε και δυναμεις η αμεσος περι Θεον διαδεχεται κατα την γνωσιν αποφασις, υπ᾿ ουδενος παντελως καταφασκομενη των οντων, μη οντος λοιπον ορου τινος η περατος του ταυτην περιλαμβανοντος την αποφασιν. Ωσπερ γαρ των αισθητων κατα φυσιν αποφασις εστι τα νοητα, ουτω και εν ταις συμπληρουσαις τον ανων κοσμον ουσιαις τε και δυναμεσιν αι των πρωτων κατα την περι Θεον γνωσιν υπεροχαι δια την υφεσιν ταις με᾿ αυτας αποφασκονται.
(=1241=) Ως γαρ απερ ημεις νοειν ου δυναμεθα, τοις υπερ ημας αγιοις αγγελοις εισι νοητα, ουτω και τοις υπερ αυτους αγιοις αγγελοις τα μη νοουμενα τοις υπερ αυτους αγιοις αγγελοις εισι νοητα, και ουτω καθ᾿ εξης απο δυναμεως εις δυναμιν αναβαινων ο λογος και υψουμενος, και πασας ταξεις τε και δυναμεις διαβαινων, εις το αρρητον τε και ανοητον ληγει και παντελως αγνωστον. Ει τοινυν κατα τον Αρεοπαγιτην Διονυσιον αι μεν αποφασεις επι των θειων αληθεις, αι δε καταφασεις αναρμοστοι τη κρυφιοτητι των απορρητων, εικοτως ο θεσπεσιος Αποστολος πασων των κατ᾿ αυτον γνωσεως αποφησας την νοησιν, και πασης υπερανω (≡14Δ_328≡> γενομενος των οντων σχεσεως, ουτε εν σωματι, καθως ειπεν, εικοτως ην, ενεργουσαν ουκ εχων την αισθησιν, ουτε εκτος αυθις του σωματος, αργουσαν εχων την νοησιν κατα τον καιρον της αυτω γενομενης αρπαγης, καθ᾿ ην αφραστως τε και αγνωστως τινα δεξαμενος κατα μυησιν υπερκοσμιον ρηματα σιγη ταυτα τιμησας εφυλαξε παντελως ανεκφορα, ως μητε νου νοησαι, μητε γλωσσης λαλησαι, μητε ακοης αυτα δεξασθαι δυναμενων.
Ποιει δε, καθως οι πεπειραμενοι φασι, την μεν εν τη λεχθειση "προοδω" της αρετης τελειαν πραξιν πιστις ορθη και φοβος εις Θεον ανοθευτος, την δε κατα την αναβασιν απταιστον φυσικην θεωριαν ελπις βεβαια και αλωβητος συνεσις, την δε κατα την "αναληψιν" θεωσιν αγαπη τελεια, και νους τοις ουσι καθ᾿ υπεροχην παμπαν εκουσιως πεπηρωμενος. Και της μεν πρακτικης φιλοσοφιας παλιν εργον ειναι φασι πασης τον νουν εμπαθη φαντασιας καθαρον καταστησαι, της δε φυσικης θεωριας της εν τοις ουσι καθ᾿ ην αιτιαν υπαρχουσιν αληθους γνωσεως αυτον επιστημονα δειται, της δε θεολογικης μυσταγωγιας ομοιον Θεω και ισον, ως εφικτον, τη χαριτι κατα την εξιν ποιησαι, μηδενος το συνολον ετι των μετα Θεον δια την υπεροχην οντα νοημονα.
 
Π (80). ..».... «ΟΥΔ ΑΝ ΑΥΤΟΝ ΔΥΝΗΘΗΝΑΙ ΧΩΡΗΣΑΙ ΤΟΝ ΚΑΤΩ ΚΟΣΜΟΝ..».
Εκ του αυτου λογου, εις το, «Ουδ᾿ αν αυτον δυνηθηναι χωρησαι τον κατω κοσμον, Ιωαννης ο του Λογου προδρομος, η μεγαλη της αληθειας φωνη, διωριζετο».
 
Ευκαιρον ην καμε προς τον αγιον τουτον και μεγαν της αληθειας διδασκαλον, το μεγεθος ορωντα της αυτω παρα Θεου δοθεισης σοφιας, ειπειν οπερ Δαβιδ, ο των προφητων και βασιλεων επισημοτατος, προς τον Θεον, το απειρον της εν πασιν αυτου (≡14Δ_330≡> μεγαλειοτητος καταπλαγεις, ενθεαστικως απεφθεγξατο, λεγων· Εθαυμαστωθη η γνωσις σου εξ εμου, (=1244=) εκραταιωθη, ου μη δυνωμαι προς αυτην, ως ην δικαιον, μαλιστα θαυματι μονω περιγραψας την απεριγραφον δυναμιν, ουκ εχων αλλοθι ποι περι των ανεφικτων της ψυχης ερεισαι την πολυκινητον βασιν· καμε, ως ειπον, αρκεισθαι τον εκ του θαυμαζειν σοφου διδασκαλου συνεσιν αγιασμον κομισασθαι, και μη πολυπραγμονειν, πως και τινι λογω παρ᾿ ιστοριαν, απερ θεια φωνη τοις αγιοις μυστικως ονοματα τεθεικεν, αλληλοις ο διδασκαλος περιτρεπει, τον υιον της βροντης Ιωαννην προδρομον ενταυθα προσαγορευων. Επειδη δε και της ευπειθειας πολυς εστι ο μισθος, εντολης μαλιστα τοις ηγουμενοις πειθεσθαι κελευουσης, και σχολασαι και γνωναι και ερευναν τας Γραφας, και μελεταν τον θειον νομον ημερας και νυκτος, εν τοις ευ εχουσι μαλιστα κειμενον εγνων, του τε οκνου και της απειθειας τον κινδυνον υφορωμενος, στοχαστικως περι τουτων κατα δυναμιν ερω, ταις υμων θαρρων των επιταξαντων ευχαις.
Οιμαι τοινυν το παρ᾿ ιστοριαν ειρημενον τω θεοφορω τουτω διδασκαλω, παρατιθεμενω τον του Χριστου προδρομον αντι του της βροντης υιου, μη δυνασθαι αλλως η κατα θεωριαν ομαλιζεσθαι. Μονη γαρ αυτη των κατα την ιστοριαν αλληλοις αντικεισθαι δοκουντων εστιν ομαλισμος, ως την εν ολοις αληθειαν απλην ουσαν κατα την φυσιν ασωματως εμφαινουσα, μη συμπαχυνομενην ταις φωναις η τοις σωμασιν. Ωσπερ ουν ο μεγας Βαπτιστης Ιωαννης ερρεθη προδρομος, ως προς τον αληθως προσδοκωμενον, και φωνη προς λογον, ως τουτου μηνυτικως προηγουμενη, και λυχνος προς ηλιον, ως τεχνικον τε και θετικον και προσκαιρον φως προς φυσικον τε και ουσιωδες και ατεχναστον και αιωνιον φως και ασβεστον, οιμαι δε οτι και ως μετανοια, την προ αυτης κατα φυσιν υπαρχουσαν δικαιοσυνην μετ᾿ αυτην κατ᾿ οικονομιαν γενομενην κηρυττουσα, - ουτως οιμαι κανταυθα τον θεοφρονα τουτον διδασκαλον δια του παρ᾿ ιστοριαν (≡14Δ_332≡> ειπειν προδρομον τον μεγαν αποστολον Ιωαννην παραινιξασθαι, θελειν, οτιπερ και Ιωαννης ο μεγας ευαγγελιστης εν τω κατ᾿ αυτον Ευαγγελιω προδρομος εστι του δι᾿ αυτου μηνυομενου μυστικωτερου και μειζονος Λογου, και γραμμασι τυπωθηναι και φωνη γλωσσης σαρκινης ρηθηναι μη δυναμενου.
Στοιχειωσις γαρ ως προς την επιγινομενην εκαστοτε τοις δι᾿ αυτων υψουμενοις, και το παχος του σωματικου φρονηματος πνευματικως εαυτων αποξεουσιν, η και επιγενησομενην ες υστερον γνωσιν, μετα την των κινουμενων συντελειαν, η των αγιων ευαγγελιων εστι συγγραφη. Ωσπερ γαρ ο νομος στοιχειωσις ην, κατα την τεως εμφαινομενην αυτω γνωσιν, των δι᾿ αυτου εις Χριστον τον εν σαρκι Λογον παιδαγωγουμενων, και τω Ευαγγελιω κατα την αυτου πρωτην παρουσιαν συναγομενων· ουτω και το αγιον Ευαγγελιον στοιχειωσις εστι των δι᾿ αυτου εις Χριστον τον εν Πνευματι Λογον παιδαγωγουμενων, και τω μελλοντι κοσμω κατα την δευτεραν αυτου παρουσιαν συναγομενων· επειδη γαρ σαρξ και πνευμα (=1245=) εστιν ο αυτος κατα την εκαστω της γνωσεως αναλογιαν τουτο η εκεινο γινομενος, πας γαρ λογος φωναις υποπιπτων και γραμμασι. 
Θαρρω δε ειπειν οτι και παν νοημα, νω τυπωθηναι δυναμενον, στοιχειωσεως ουδεν διενηνοχε τα υπερ αυτην μηνυουσης. Διο και τεσσαρα τον αριθμον υπαρχει τα Ευαγγελια, ως τοις υπο αισθησιν ετι και φθοραν ουσι τεως χωρητα. Τοσαυτα γαρ και τα στοιχεια τυγχανει του κοσμου τουτου, και τεσσαρες παλιν αρεται, εξ ων ο κατα διανοιαν πνευματικος συνεστηκε κοσμος, ινα τον τεως εν ημιν νοητον κοσμον, και τον εν ω εσμεν, περιγραφη της αληθειας ο λογος, και αλληλοις αυτους ασυγχυτως καθ᾿ ενωσιν συμβαλλη, και αλληλων παλιν αδιαιρετως διακρινη, ταις των συνιστωντων αυτους στοιχειων ομοιοτησιν. Οπερ γαρ εστιν, ως φασιν, ο αιθηρ, ηγουν το πυρινον στοιχειον εν τω κατ᾿ (≡14Δ_334≡> αισθησιν κοσμω, το τε εν τω κοσμω της διανοιας εστιν η φρονησις, ως εξις φωτιστικη και των εφ᾿ εκαστου των οντων ιδιως πνευματικων λογων αποδεικτικη, την εν ολοις απλανως δι᾿ αυτων αιτιαν εκφαινουσα, και της κατα ψυχην περι το Θειον εφεσεως ελκτικη· και οπερ εν τω αισθητω κοσμω ο αηρ, τουτο εν τω κατα διανοιαν κοσμω εστι η ανδρεια, ως εξις κινητικη, και της εμφυτου κατα πνευμα ζωης συνεκτικη τε αμα και δραστικη, και της κατα ψυχην περι το Θειον αεικινησιας τομωτικη· και οπερ εν τω αισθητω κοσμω εστι το υδωρ, τουτο εν τω της διανοιας κοσμω εστιν η σωφροσυνη, εξις υπαρχουσα της εν Πνευματι ζωτικης γονιμοτητος ποιητικη, και της αειβλυστου κατα την εφεσιν περι το Θειον ερωτικης θελξεως γεννητικη· και οπερ εν τω αισθητω κοσμω εστιν η δικαιοσυνη, εξις υπαρχουσα κατ᾿ ειδος γεννητικη παντων των εν τοις ουσι λογων, και της εν Πνευματι κατα το ισον εκαστω ζωτικης διαδοσεως απονεμητικη, και της οικειας εν τω καλω κατα την θεσιν βασεως αμεταθετος ιδρυσις.
Γης ουν και δικαιοσυνης μυστικως λογον επεχει, το κατα Ματθαιον Ευαγγελιον, ως φυσικωτερον τον λογον ποιουμενον, υδατος δε και σωφροσυνην το κατα Μαρκον, ως εκ του βαπτισματος Ιωαννου και της κηρυττομενης υπ᾿ αυτου μετανοιας, καθ᾿ ην η σωφροσυνη συνεστηκεν, αρχομενον, αερος δε και ανδρειας το κατα Λουκαν, ως περιοδικωτερον και πλειονι ιστοριαις πυκνουμενον, αιθερος δε και φρονησεως το κατα Ιωαννην, ως παντων ανωτατον, και απλην μυστικως την περι Θεου πιστιν εισαγον, και εννοιαν. Φασι δε και αλλως συμβολον ειναι την των αγιων Ευαγγελιων τετραδα, πιστεως, και πρακτικης, και φυσικης, και θεολογικης φιλοσοφιας· και της μεν πιστεως συμβολον ειναι το κατα Ματθαιον, ως απιστους μετα δωρων προσκυνουντας εισαγον τους Μαγους, της δε πρακτικης το κατα Μαρκον, ως εκ της μετανοιας, καθ᾿ ην πασα πραξις εστιν εναρετος, (≡14Δ_336≡> της διδασκαλιας αρχομενον, της δε φυσικης το κατα Λουκαν, ως περιοδικωτεραν του λογου την εξηγησιν εχον, και την της διδασκαλιας (=1248=) ιστοριαν τοις τροποις καταλληλον, της δε θεολογιας το κατα Ιωαννην, εξ ης και εις ην θεοπρεπως ηρξατο τε και εληξε.
Και παλιν ωσπερ ο αισθητος κοσμος στοιχειωτικος εστι κατα φυσιν των πεντε αισθησεων υποπιπτων αυταις και προς την εαυτου καταληψιν οδηγων, ουτω και ο κατα διανοιαν κοσμος των αρετων, ταις της ψυχης υποπιπτων δυναμεσι στοιχειοι αυτα προς το πνευμα, ενοειδεις εργαζομενος τω περι αυτο μονον αυτας κινεισθαι, και ταις αυτου αντιληψεσιν επερειδεσθαι. Και αυτας δε τας αισθησεις του σωματος, κατα τον αυταις εμπρεποντα θειοτερον λογον, στοιχειωτικας ειναι φασι των της ψυχης δυναμεων, στοιχειουσας αυτας ηρεμα προς ενεργειαν, ταις δη εαυτων αντιληψεσι των εν τοις ουσι λογων, δι᾿ ων ως δια γραμματων τινων τοις οξυωπουσι προς την αληθειαν ο Θεος Λογος αναγινωσκεται. Οθεν και παραδειγματικας των ψυχικων δυναμεων εικονας τας αισθησεις εκαλεσαν, ως εκαστης αισθησεως μετα του αυτης οργανου, ηγουν αισθητηριου, προηγουμενως εκαστη δυναμει της ψυχης αναλογως μυστικωτερω τινι λογω κατα φυσιν νενεμημενης. Και φασιν ειναι της μεν νοερας δυναμεως ητοι του νου, την οπτικην αισθησιν, της δε λογικης, ητοι του λογου την ακουστικην, της δε θυμικης την οσφραντικην, της επιθυμητικης δε την γευστικην, της δε ζωτικης την απτικην, και απλως ινα σαφεστερον ειπω, του μεν νου εστιν εικων η οψις, ηγουν ο οφθαλμος, του δε λογου εστιν η ακοη, ηγουν το ους, του δε θυμου εστιν η οσφρησις, ηγουν η ρις, της δε επιθυμιας εστιν η γευσις, και της ζωης η αφη·
Αις η ψυχη κατα τον νομον του τα παντα σοφως δημιουργησαντος Θεου κατα φυσιν εποχουμενη δια των αυτης δυναμεων, και προς τα αισθητα ποικιλως διαβιβαζομενη, ει μεν καλως χρησαιτο ταις αισθησεσι δια των οικειων δυναμεων τους παντοδαπους των οντων λογους αναλεγομενη, και δυνηθη μεταβιβασαι (≡14Δ_338≡> προς εαυτην σοφως παν το ορωμενον, εν ω κεκρυπται Θεος σιωπη κηρυττομενος, καλλιστον και αυτη κατα προαιρεσιν εν τη διανοια και πνευματικον κοσμον εδημιουργησε, τας γενικας τεσσαρας αρετας στοιχειων δικην αλληλαις συνθεισα προς συμπηξιν του εξ αυτων νοητως κατα πνευμα συμπληρουμενου κοσμου, κατα συμπλοκην μεντοι της προς τας αισθησεις των αυτης δυναμεων ενεργειας εκαστην αρετην υποστησασα· οιον την μεν φρονησιν εκ της κατα συμπλοκην της τε νοερας και λογικης δυναμεως προς την οπτικην τε και ακουστικην αισθησιν, περι τα αυτων αισθητα, γνωστικης τε και επιστημονικης ενεργειας, την δε ανδρειαν εκ της κατα συμπλοκην του θυμικου προς την οσφρησιν, ηγουν τον μυκτηρα, εν ω το θυμικον, ως φασιν, αυλιζεται πνευμα, περι το συμφυες αισθητον ακρας κατα την ενεργειαν ομαλοτητος, την δε σωφροσυνην εκ της κατα συμπλοκην της (=1249=) κατ᾿ επιθυμιαν δυναμεως προς την γευστικην αισθησιν περι το οικειον αισθητον μεμετρημενης χρησεως, την δε δικαιοσυνην εκ της εν ολοις δια της απτικης και περι ολα σχεδον τα αισθητα της ζωτικης δυναμεως κατα την ενεργειαν ισης και ευτακτου και αρμονικης διανεμησεως.
Εκ δε τουτων αυθις των γενικων τεσσαρων αρετων δυο γενικωτερας κατα συνθεσιν αρετας ποιειν εκδιδασκεται, την σοφιαν φημι και την πραοτητα, την μεν σοφιαν, ως περας ουσαν των γνωστων, των δε πρακτων, την πραοτητα· οιον εκ μεν της φρονησεως και της δικαιοσυνης ποιει την σοφιαν, ως γνωσεως της κατα την φρονησιν και της κατα την δικαιοσυνην επιστημης υπαρχουσαν συνεκτικην αιτιαν, και δια τουτο περας των γνωστων, ως ειπον, τυγχανουσαν· εκ δε της ανδρειας και της σωφροσυνης την πραοτητα, μηδεν αλλο τυγχανουσαν η θυμου και επιθυμιας παντελη προς τα παρα φυσιν ακινησιαν, ην τινες εκαλεσαν απαθειαν, και δια τουτο των πρακτων τελος υπαρχουσαν. Ταυτας δε παλιν εις την των πασων γενικωτατην αρετην, φημι δε την αγαπην, συναγει, εκστατικην ουσαν των εξ αυτης και προσαγωγικην των δι᾿ αυτης και ενοποιητικην των εις αυτην (≡14Δ_340≡> αρξαμενων τε και κινηθεντων και ληξαντων, και διαφεροντως επι πασι θεοποιητικην.
Ουτω μεν ουν η ψυχη κινουμενη τε σοφως και ενεργουσα καθ᾿ ον και εστι και γεγενηται θεοτελη λογον των μεν αισθητων χρησιμως δια των αισθησεων αντιλαμβανεται, τους εν αυτοις πνευματικη λογους οικειουμενη, τας δε αισθησεις αυτας, λογισθεισας ηδη τη του λογου περιουσια, ωσπερ οχηματα λογικα προσιεται των αυτης δυναμεων, αυτας δε τας δυναμεις ταις αρεταις συναπτει, και εαυτην δια των αρετων τοις εν αυταις θειοτεροις λογοις, οι δε θειοτεροι των αρετων λογοι τω εν αυτοις αφανως κεκρυμμενω πνευματικω νω, ο δε πνευματικος νους των εν αρεταις θειοτερων λογων, πασαν της ψυχης ην εχει προς τα παροντα φυσικην τε και προαιρετικην σχεσιν διωθουμενος, απλην ολην ολω διδωσι τω Θεω, ο δε Θεος ταυτην δι᾿ ολου περιλαβων μετα του συμπεφυκοτος αυτη σωματος αναλογως αυτα εξομοιοι εαυτω, ωστε δι᾿ αυτης ολης απεριγραφως ολον φαινεσθαι δυνασθαι, τον μηδαμως τινι των οντων καθ᾿ οτιουν εξ αυτου φαινεσθαι φυσιν εχοντα. Και τουτο τυχον εστιν οπερ νοησας ο μακαριος ουτος και μεγας διδασκαλος εν τω εις Καισαριον τον αδελφον Επιταφιω αναστασεως εφη,
"Μικρον δε υστερον και το συγγενες σαρκιον απολαβουσα (περι της ψυχης δηλονοτι φασκων) ω τα εκειθεν συνεφιλοσοφησε, παρα της και δουσης και πιστευθεισης γης, τροπον ον οιδεν ο ταυτα συνδησας και διαλυσας Θεος, τουτω συγκληρονομει της εκειθεν δοξης, και καθαπερ των μοχθηρων αυτου μετεσχε δια την συμφυιαν, ουτω και των τερπνων εαυτης μεταδιδωσιν, ολον εις εαυτην αναλωσασα, και γενομενη συν τουτω εν, και πνευμα, και νους, και Θεος, καταποθεντος υπο της ζωης του θνητου τε (=1252=) και ρεοντος». Ως γαρ κατεποθη δια την αμαρτιαν η σαρξ υπο της φθορας, υπο δε της σαρκος η ψυχη γνωσθεισα ταις ενεργειαις, υπο δε της ψυχης δια της παντελους αγνωσιας η επιγνωσις (≡14Δ_342≡> του Θεου, ως μηδε ει εστι Θεος γινωσκεσθαι, ουτω δη παντως τω καιρω της αναστασεως κατα την καλως γενησομενην αντιστροφην εν Πνευματι αγιω δια την χαριν του σαρκωθεντος Θεου καταποθησεται η σαρξ υπο της ψυχης εν πνευματι, η δε ψυχη υπο του Θεου, της οντως ουσης ζωης, ως αυτον μονωτατον δια παντων ολον ολη προφαινομενον εχουσα, και απλως ειπειν, αντιστροφως τοις παρουσι, περι α νυν εσμεν τε και διεξαγομεθα, παντα κατα το μελλον δειξει τα ημετερα η θεοπρεπης της αναστασεως χαρις, ινα ωσπερ δια την αμαρτιαν ενταυθα κατεπιεν ο θανατος ισχυσας, ουτω καταποθησεται δικαιως ασθενησας εκει δια την χαριν.
Ταυτα μεν ει καλως, ως ειρηται, χρησαιτο ταις αυτης δυναμεσι, και κατα τον σκοπον του Θεου, τον αισθητον κοσμον δια των εν αυτω πνευματικων λογων η ψυχη σοφως διοδευσασα προς Θεον ελθη μετα συνεσεως· ει δε κακως χρησαιτο, παρα τον δεοντα λογον τον παροντα διαθρησασα κοσμον, ουκ αδηλον πως εις παθη ατιμιας εκπιπτουσα, και της θειας δοξης εικοτως κατα το μελλον αποριφησεται, φοβεραν επ᾿ αιωσιν απειροις λαβουσα κατακρισιν την προς τον Θεον σχετικην αλλοτριωσιν, εφ᾿ η τρεχομενη ουκ εχει λεγειν ως ου δικαιως, την υποστησασαν το μη ον διαθεσις κατηγορον εχουσα, ην αγνοησαι ουδεποτε δυναται. Αλλ᾿ επι το προκειμενον ημιν επανακτεον τον λογον. 
Ειπων γαρ ο ευαγγελιστης· Εστι δε και αλλα πολλα οσα εποιησεν ο Ιησους, ατινα εαν γραφηται καθ᾿ εν, ουδε αυτον οιμαι τον κοσμον χωρησαι τα γραφομενα βιβλια, ενεφηνεν ημιν δια τουτων, οτι τα γραφεντα προς αυτου προομαλισμος τις εστι του τελεωτερου και τεως αχωρητου Λογου. Κατα ταυτην ουν εννοιαν ειπων τις τον αγιον ευαγγελιστην Ιωαννην προδρομον, εν ω συνεταξεν Ευαγγελιω προοδοποιουντι την διανοιαν προς παραδοχην του τελεωτερου Λογου, της αληθειας ουχ αμαρτησεται. Ταυτη τοι και μεγαλην της αληθειας αποκαλει φωνην ο διδασκαλος (≡14Δ_344≡> τα πνευματικα βροντησαντα. Βροντη δε εστι φωνη μονον καταπληξιν τοις ακουουσιν εμποιουσα, μηδεν μεντοι τρανουσα, οιοσπερ εστιν ο στοιχειωδης λογος. Πας γαρ λογος θεοθεν τοις ανθρωποις κατα τον αιωνα τουτον γραφεις προδρομος εστι του δι᾿ αυτου αγραφως εν Πνευματι κατα νου μηνυομενου και ες υστερον φανησομενου τελεωτερου Λογου, ως αληθειαν μεν εχων εν εαυτω μηνυομενην, ου μην δε αυτην ευπερικαλυπτως γυμνην δεικνυς την αληθειαν.
Ουτω μεν ουν, ως οιμαι, της θειας ολης Γραφης ο νους ευσεβως ομαλιζομενος ουδεν δυσχερες η ανωμαλον δια των καθ᾿ ιστοριαν δοκουσων εναντιωσεων εχων δειχθησεται. Πας γαρ των ανεκαθεν αγιων (=1253=) κατα τον αληθη λογον του δι᾿ αυτου μηνυομενου τε και προτυπουμενου μυστηριου προδρομος ην, δι᾿ ων επασχε τε και εδρα και ελεγε τα τουτων προκηρυττων αρχετυπα. Διο και αντι᾿ αλληλων αμεμπτως παραλαμβανονται, και παντων απαντες, και εκαστος εκαστου, και αντι των υπ᾿ αυτων συγγραφεισων βιβλων, και αντι᾿ αυτων αι βιβλοι παρα τη συνηθεια της Γραφης προσαγορευονται. Και δηλοι τουτο σαφως τον Βαπτιστην Ιωαννην Ηλιαν και ποιων και λεγων ο Κυριος, ειτε δια την ισην της αρετης εξιν, ως φασιν οι διδασκαλοι, και την κατα νουν δια παντων καθαροτητα, και το της πολειτειας συντονον, ειτε δια την εν αμφοτεροις ταυτοτητα της εν τη χαριτι δυναμεως, ειτε καθ᾿ ετερον λογον αποκρυφον, αυτος αν ειδειη ο λεγων ως Θεος, και οι παρ᾿ αυτου τα τοιαυτα μυστηρια σοφιζομενοι. Και παλιν Μωϋσεα τον νομον, και προφητας τας αυτων προφητικας βιβλους, καλεσας, εν οις προς τον εν γη γεενη βασανιζομενον πλουσιον φησαντα τον πατριαρχην εισηγαγεν Αβρααμ· Εχουσι Μωϋσεα και τους προφητας, ακουσατωσαν αυτων, αντι των υπ᾿ αυτων συγγραφεισων θειων βιβλων αυτους εκεινους παραθεμενος, Μωϋσεα φημι και τους προφητας. Και θαυμαστον ουδεν. Ει γαρ εις εστιν ο δι᾿ αυτων καταγγελλομενος, οι παντες ως εις ον καταγγελλουσι νοεισθαι δυναται, και αντι παντων εκαστος (≡14Δ_346≡> και παντες παντων ευσεβως αντιπαραλαμβανεσθαι, των τε διακονησαμενων τω κατα την Παλαιαν Διαθηκην μυστηριω και των πιστευθεντων το κηρυγμα της κατα το Ευαγγελιον χαριτος.
Ουκουν ωσπερ εις ολην την Παλαιαν Διαθηκην προδρομον ουσαν της Καινης Διαθηκης και της κατ᾿ αυτην λατρειας ο μεγας Βαπτιστης Ιωαννης ευσεβως παραλαμβανεσθαι δυναται, ουτω δικαιως εις ολην την Καινην Διαθηκην και την κατ᾿ αυτην λατρειαν, προδρομον ουσαν της εν μελλοντι αιωνι μυστικης των αρρητων αγαθων κρυφιοτητος, και Ιωαννης ο μεγας αληθως ευαγγελιστης ληφθηναι δυναται, ως προδρομος φωνη του μελλοντος τρανως λαλεισθαι θειοτερου Λογου, και εικων της δειχθησομενης αληθειας. Σκια γαρ και εικονι και αληθεια το καθ᾿ ημας ολον της σωτηριας σοφως ωκονομηθη μυστηριον. Σκιαν γαρ ειχεν ο νομος, ως φησιν ο θειος Αποστολος, των μελλοντων αγαθων, ουκ αυτην την εικονα των πραγματων, δι᾿ ης τους κατα νομον οικειως εαυτοις κατ᾿ αμυδραν τινα των αληθων εμφασιν προς την του Ευαγγελιου παραδοχην ο λογος επαιδαγωγει. Το δε Ευαγγελιον εικονα κεκτηται των αληθων, ολους εχον τρανως απεντευθεν ηδη τους των μελλοντων αγαθων ομοιοτητα κτησαμενους. Ετοιμους ο λογος δι᾿ ελπιδος καθιστησι τη παραδοχη της των αληθων αρχετυπιας ψυχωθηναι και γενεσθαι ζωσας εικονας Χριστου, και ταυτον αυτω μαλλον κατα την χαριν η αφομοιωμα, τυχον δε και αυτος ο Κυριος, ει μη φορτικος ο λογος τισιν ειναι δοκει. Ως Προδρομος εαυτου προς του θεοφορου διδασκαλου προσηγορευται νυν, ως εαυτον αναλογως τοις υποδεχομενοις κατα (=1256=) τε την Παλαιαν κατα τε την Νεαν Διαθηκην εκφαινων, δι᾿ αινιγματων τε και φωνων και τυπων προτρεχων αυτος εαυτου, και δια τουτων προς την χωρις τουτων αγων αληθειαν, τοις αυτου Κυριου λογοις τουτο τεκμαιρομενου, δι᾿ ων ελεγεν, Ετι πολλα εχω λεγειν υμιν, αλλ᾿ ου δυνασθε βασταζειν αρτι· σημαινων την υψηλοτεραν μεν της προλαβουσης, χθαμαλοτεραν δε και αυτην της μετ᾿ αυτην δια του (≡14Δ_348≡> θειου Πνευματος περι αυτου μελλουσαν εσεσθαι, προς αυτους διδασκαλιαν.
Οθεν εικοτως επηγαγεν· Οταν δε ελθη εκεινος, το Πνευμα της αληθειας, οδηγησει υμας εν τη αληθεια παση· η και δι᾿ ων ετερωθι φησιν· Ιδου, εγω μεθ᾿ υμων ειμι πασας τας ημερας εως της συντελειας του αιωνος· ουχ ως μετα τουτο παντελως ουκ εσομενου μετ᾿ αυτων, αλλ’ ως υψηλοτερου δηλονοτι παρ᾿ ον τεως ηπισταντο χθαμαλωτερον, ως προς την εαυτων δυναμιν γινωσκεσθαι μελλοντος. Ωσαυτως γαρ υπαρχων αει δι᾿ εαυτον, και μηδεμιαν παραδεχομενος εξ αλλοιωσεως μεταβολην, ουτε το μαλλον και ηττον, πασι παντα γενεται δι᾿ υπερβολην αγαθοτητος, ταπεινος τοις ταπεινοις,·υψηλος τοις υψηλοις, και τοις δι᾿ αυτον θεουμενοις ο φυσει Θεος, ως ειναι τα του παροντος αιωνος παντα της περι τον ανθρωπον προνοιας ειδη τε και μυστηρια, καν μεγαλα η, προοδοποιησιν τινα και προδιατυπωσιν των μελλοντων. Συγκρινομενος ουν και αυτος ο τεως του Κυριου χωρητος λογος προς τον μελλοντα τοις μαθηταις μυστικωτερον επιχορηγεισθαι, η τε προτερα παλιν αυτου παρουσια τη δευτερα, προδρομος εστιν εαυτου, παραδειξας μεν αμυδρως εν εαυτω προς την των υποδεχομενων δυναμιν, ου φανερωσας δε νυν απερ εχει σεσιγημενως παρ᾿ εαυτω εν αποκρυφω μυστηρια, δια το τη κτισει τεως ειναι παντελως αχωρητα. Παν γαρ ο γραμμασιν υποπιπτει, καθως ειρηται, και φωναις παντως οτι και τον νοουμενον εξ αυτου, καν πνευματικον η, οσον προς το μηδολως γραμμασι, και εκφωνησει προσπιπτον, φωνης λογον ως προς τρανον λογον επεχει, και δια τουτο παντα τα δια Χριστου του Θεου τοις μαθηταις λαληθεντα προς τον αλαλητον νουν ητοι νοησιν Ιωαννην ισως ο θεσπεσιος ουτος διδασκαλος προσηγορευσε, την προδρομον χαριν εκ του δεκτικου καλως τε και σοφως ονομασας.
 
ΠΑ (81). ..».... «Ο ΔΕ ΠΕΡΙ ΘΕΟΥ ΛΟΓΟΣ, ΟΣΩ ΤΕΛΕΩΤΕΡΟΣ, ΤΟΣΟΥΤΩ ΔΥΣΕΦΙΚΤΟΤΕΡΟΣ..».
(≡14Δ_350≡>
Εκ του αυτου λογου, εις το, «Ο δε περι Θεου λογος, οσω τελεωτερος, τοσουτω δυσεφικτοτερος, και πλειους τας αντιληψεις εχων, και τας λυσεις εργωδεστερας».
 
Ει πολλα τα γεγονοτα εστι, και διαφορα παντως τα γεγονοτα εστιν, ειπερ πολλα. Ου γαρ δυνατον τα πολλα μη και διαφορα ειναι. Και ει διαφορα εστι τα πολλα μη και διαφορους και τους οις κατ᾿ ουσιαν υπαρχουσι λογους νοητεον, οις μαλλον δι᾿ ους διαφερουσι τα διαφεροντα· ου γαρ αν διεφερεν αλληλων τα διαφεροντα, μη των λογων οις γεγονασιν εχοντων διαφοραν. Ει τοινυν ωσπερ αι αισθησεις φυσικως (=1257=) αντιλαμβανομεναι των αισθητων εξ αναγκης κατα παραδοχην πολλας ποιουνται και διαφορους των υποκειμενων και υποπιπτοντων αυταις τας αντιληψεις, ουτω και ο νους παντων φυσικως αντιλαμβανομενος των εν τοις ουσι λογων, οις απειροις ενθεωρων ενεργειας Θεου πολλας ποιειται και απειρους, ειπειν αληθες, των ων αντιλαμβανεται θειων ενεργειων διαφορας, ατονον εικοτως εξει την δυναμιν και την μεθοδον απορον της επιστημονικης ερευνης του οντως οντος αληθους, ουκ εχων νοησαι πως εν εκαστω των καθ᾿ εαυτο εκαστων λογω και εν πασιν ομου καθ᾿ ους υπαρχουσι τα παντα λογοις ο μηδεν ων των οντων αληθως και παντα κυριως ων και υπερ παντα Θεος.
Ει γουν πασα θεια κατα τον αληθη λογον ενεργεια τον Θεον αμερως ολον δι᾿ εαυτης εν εκαστω καθ᾿ ονπερ τινα λογον εστιν ιδικως υποσημαινει, τις ακριβως εστιν ο νοησαι τε και ειπειν δυναμενος, πως εν πασι τε κοινως ολος και εν εκαστω των οντων ιδιαζοντως, αμερως τε και αμεριστως εστιν ο Θεος, μητε ποικιλως συνδιαστελλομενος ταις των οντων οις ενεστιν ως ων απειροις διαφοραις, μητε ουν συστελλομενος κατα την του ενος (≡14Δ_352≡> ιδιαζουσαν υπαρξιν, μητε συστελλων κατα την μιαν παντων ενικην ολοτητα τας των οντων διαφορας, αλλα παντα εν πασιν εστιν αληθως, μηδεποτε της οικειας αμερους απλοτητος εξισταμενος; Καλως ουν ο διδασκαλος εφη τας αντιληψεις του περι θεοτητος λογου πολλας ειναι, εξ ων οτι εστι μονον Θεος διδασκομεθα, και τας λυσεις εργωδεστερας, εξ ων παλιν τι ουκ εστι μανθανομεν· προς το παυσαι περιεργιας ανωφελους και βλαβερας τους ληπτον οιομενους το θειον τοις διακενοις αναπλασμοις της αυτων διανοιας, η ουδε το εσχατον των εν τοις ουσι καθ᾿ ον εστι και υπαρχει λογον αληθως εστι ληπτον.
 
ΠΒ (82). ..».... «ΔΙΑ ΤΟΥΤΟ ΜΟΝΑΣ ΑΠ' ΑΡΧΗΣ ΕΙΣ ΔΥΑΔΑ ΚΙΝΗΘΕΙΣΑ ΜΕΧΡΙ ΤΡΙΑΔΟΣ ΕΣΤΗ»
Εκ του περι Υιου πρωτου λογου, εις το, «Δια τουτο μονας απ᾿ αρχης εις δυαδα κινηθεισα μεχρι Τριαδος εστη».
 
Παν κατα φυσιν κινουμενον δι᾿ αιτιαν παντως κινειται, και παν το δι᾿ αιτιαν κινουμενον δι᾿ αιτιαν παντως και εστι, παν δε το δι᾿ αιτιαν ον και δι᾿ αιτιαν κινουμενον αρχην μεν ειχε παντως του ειναι την δι᾿ ην εστι και εξ ης προς το ειναι ηχθη αιτιαν, τελος δε του κινεισθαι την αυτην δι᾿ ην κινειται και προς ην επειγεται αιτιαν. Παν δε το δι᾿ αιτιαν και ον και κινουμενον και γενητον παντως. Ει δε του κινουμενου τελος εστιν η δι᾿ ην κινειται αιτια, η αυτη παντως εστι τη δι᾿ ην γεγενηται και εστιν αιτια. Μια ουν αρα παντως του οπωσουν οντος και κινουμενου κατα φυσιν ως αρχη και τελος αιτια δι᾿ ην και εστι και κινειται παν το ον και κινουμενον. Δραστηριος γαρ υπαρχουσα δυναμις και ποιει τα (=1260=) γινομενα (≡14Δ_354≡> θεοπρεπως ως αρχη και προβαλλεται, και ελκει τα κινουμενα προνοητικως ως τελος και οριζει. Ει δε παν κινουμενον και γενητον δι᾿ αιτιαν εστι τε και κινειται και γεγενηται, παν ο μη δι᾿ αιτιαν εστιν ουδε ποιητον εστιν, ουδε κινητον δηλονοτι. Ου γαρ κινειται το πανταπασι μη εχον του ειναι αιτιαν. Ει δε το αναιτιον παντως και ακινητον, ακινητον αρα το Θειον, ως του ειναι μηδεμιαν εχον αιτιαν, και παντων των οντων υπαρχον αιτιαν.
Πως ουν, ισως ερει τις, ο θαυμαστος ουτος διδασκαλος κινουμενον εισαγει το Θειον εν τοις προτεθεισι; Προς ον ερουμεν οτι παντος μαλλον ηδει, το, Εκαστης τεχνης συνεκτικος λογος, ακινητος μενων πανταπασιν εφ᾿ εαυτον, ινα παραδειγματι χρησωμαι, καθ᾿ εκαστον ειδος των υπο την αυτην τεχνην μορφουμενος, κινεισθαι λεγεται τω κινειν μαλλον καθ’ εαυτον το τεχνουμενον η τω κινεισθαι προφαινομενος· η, ως φως προς το οραν την οφιν κινων λεγεται κινεισθαι, κινητικον υπαρχον πασης οψεως κυριως ηπερ κινητον, ουτω και το Θειον ακινητον παντη καθ᾿ ουσιαν και φυσιν υπαρχον, ως απειρον και ασχετον και αοριστον, οιονει τις επιστημονικος λογος ενυπαρχων ταις των οντων ουσιαις λεγεται κινεισθαι, τω κινειν προνοητικως εκαστον των οντων καθ᾿ ον κινεισθαι πεφυκε λογον, και ως αιτιον παντα τα κατηγορουμενα κατα των ων εστιν αιτιον απαθως αναδεχομενον. Ανελειται τουτο ζητησας ο θεοφαντωρ και μεγας Αρεοπαγιτης αγιος Διονυσιος εν οις φησι· "Τι δηποτε το Θειον οι θεολογοι ποτε μεν ερωτα, ποτε δε αγαπην, ποτε δε εραστον και αγαπητον αποκαλουσι; " Συμπεραινει τον λογον ουτωσι φασκων· " Οτιπερ τω μεν κινειται, τω δε κινει»· και σαφεστερον ειπειν, Ως μεν ερως υπαρχον το Θειον και αγαπη κινειται, ως δε εραστον και αγαπητον κινει προς εαυτο παντα τα ερωτος και (≡14Δ_356≡> αγαπης δεκτικα· και τρανοτερον αυθις φαναι· Κινειται μεν ως σχεσιν εμποιουν ενδιαθετον ερωτος και αγαπης τοις τουτων δεκτικοις, κινει δε ως ελκτικον φυσει της των επ᾿ αυτω κινουμενων εφεσεως· και παλιν· Κινει και κινειται, ως διψων το διψασθαι, και ερων το ερασθαι, και αγαπων το αγαπασθαι.
Κατα τουτον τον τροπον και ο θεοφρων Γρηγοριος φησι· "Μονας απ’ αρχης εις δυαδα κινηθεισα μεχρι Τριαδος εστη». Κινειται γαρ εν τω ταυτης δεκτικω νω, ειτε αγγελικω, ειτε ανθρωπινω, δι᾿ αυτης και εν αυτη τας περι αυτης εξετασεις ποιουμενω, σαφεστερον ειπειν, διδασκει αυτον αμεριστως εν τη πρωτη προσβολη τον περι μοναδος λογον, ινα μη διαιρεσις τω πρωτω αιτιω επεισαχθη, προβιβαζει δε αυτον και την θειαν και απορρητον τουτου γονιμοτητα δεξασθαι, λεγουσα μυστικως τε και κρυφιως αυτω μη δειν αγονον ειναι πωποτε φρονειν τουτο το αγαθον λογου και σοφιας, η αγιαστικης δυναμεως, ομοουσιων τε και ενυποστατων, ινα μη συνθετον εκ τουτων υποληφθη το Θειον ως συμβεβηκοτων, και ουχι ταυτα υπαρχον αει πιστευθη. Κινεισθαι ουν η Θεοτης λεγεται ως αιτια της καθ᾿ ον υπαρχει τροπον εξετασεως. Ανευ γαρ ελλαμψεως (=1261=) επιβαλλειν θεοτητι των αμηχανων εστι. Λεγεται δε κινεισθαι παλιν και δια την κατα μερος φανερωσιν του περι αυτης τελεωτερου Λογου κατα την αγιαν Γραφην, απο του Πατερα ομολογειν αρχομενου, και εις Υιον συνομολογειν Πατρι προβαινοντος, και Πατρι και Υιω συμπαραδεχεσθαι το Πνευμα το αγιον, και συμπροσκυνειν τους διδασκομενους εναγοντος Τριαδα τελειαν μοναδι τελεια, ηγουν μιαν ουσιαν και θεοτητα και δυναμιν και ενεργειαν εν τρισιν υποστασεσιν.
 
ΠΓ (83). ..».... «ΑΛΛ ΕΤΕΡΟΝ, ΟΙΜΑΙ, ΘΕΛΩΝ ΚΑΙ ΘΕΛΗΣΙΣ, ΓΕΝΝΩΝ ΚΑΙ ΓΕΝΝΗΣΙΣ, ..».
Εκ του αυτου λογου, εις το· " Αλλ᾿ ετερον, οιμαι, θελων και θελησις, γεννων και γεννησις, λεγων και λογος, ει μη μεθυομεν· τα μεν ο κινουμενος, τα δε οιον η κινησις. Ουκουν θελησεως (≡14Δ_358≡> το θεληθεν, ουδε το γεννηθεν γεννησεως ( ουδε γαρ επεται παντως ), ου δε το ακουσθεν εκφωνησεως, αλλα του θελοντος και του γεννωντος και του λεγοντος. Τα του Θεου δε και υπερ παντα ταυτα, ω γεννησις εστιν ισως η του γενναν θελησις».
 
Προς τους Αρειανους παντα κινουντας τροπον προς το ευεπιβατον αυτοις ειναι την κατα του Μονογενους βλασφημιαν, και λεγοντας θελησεως, αλλ᾿ ου Πατρος Υιον ειναι τον μονογενη Υιον, ταυτα φησιν ο σοφος διδασκαλος, ευδιαλυτον ουσαν δεικνυς πασαν αυτων εντευθεν την κατα της αληθειας μηχανην. Ει γαρ τας της ψυχης δυναμεις, ας ισως φαιη τις ειναι συμπληρωτικας της ουσιας αυτης, δυνασθαι μεν ταυτας ενεργειν λεγομεν εν η συνεισιν ουσια, μη μεντοι και κινεισθαι παντως κατ᾿ ενεργειαν αποτελεσματικην χωρις της του θελοντος επινευσεως δυνασθαι. Ει δε και δοθειη καθ᾿ υποθεσιν το ιδιον εθελειν αυτας ενεργειν εκ της φυσικης κινησεως, χωρις της του ταυτας, ιν᾿ ουτως ειπω, κεκτημενου ροπης μηδεν ισχειν αυτας καθαπαξ αποτελεσματικως ενεργειν της ιδιας ορμης. Ου γαρ ακολουθει παντως τη δυναμει το εργον, μη εχουση την του ου εστι δυναμις ροπην, συνεισφερουσαν αυτη το κατ᾿ ενεργειαν εν πραγματι τελος, καθ᾿ εαυτην ουση ανυποστατω. Ματην την θελησιν προεβαλοντο, μη ουσαν τινος αποτελεστικην, χωρις του αυτην εχοντος τε και θελοντος. Και τουτο εστιν ο φησιν ο διδασκαλος. Ουδε γαρ επεται παντως δηλονοτι τη θελησει το θεληθεν, και ταις λοιπαις ωσαυτως τα λοιπα, χωρις της του ταυταις υποκειμενου εν ω και εισι συνεισφορας.
Ει τοινυν εκ των καθ᾿ ημας παραδειγματων τεκμαιρεσθε τα θεια, ω ουτοι, δεξασθε ταις υμων γουν αυτων στοιχουντες (≡14Δ_360≡> υποθεσεσι των αμα παντως ειναι τα κατα την μεσην σχεσιν αλληλοις συνοντα, λεγω δη τον θελοντα και το θεληθεν, τον γεννωντα και το γεννηθεν, κατα την σχεσιν, (=1264=) φημι δε την θελησιν και την γεννησιν, αλληλοις συνοντα. Ως γαρ του ορωντος και του ορωμενου χωρις ουκ εστιν ορασις, ουτε του νοουντος και του νοουμενου νοησις, ουτως ουδε του γεννωντος και του γεννωμενου γεννησις, ουδε του θελοντος και του θελομενου θελησις, οτι μηδε επεται θελησει το θεληθεν, ως εδειχθη, χωρις της του θελοντος συνεισφορας. Ει δε των αμα ταυτα εστι κατα την σχεσιν, ακινητος γαρ η επ᾿ αμφοιν σχεσις, αμα ην αρα τω γεννωντι Πατρι, αει οντι Πατρι, δια γεννησεως, και καθ᾿ υμας ο γεννωμενος Υιος, μη παραδεχομενος καθ᾿ οιονδηποτε τροπον μεταξυ αυτου και του γεννωντος Πατρος παρενθηκην χρονου, και ουκ ετι θελησεως εστιν Υιος ο Υιος, αλλα του γεννωντος Πατρος.
Και ταυτα, φησιν, εκ των καθ᾿ ημας παραδειγματων ειρησθω, τα δε του Θεου και υπερ παντα ταυτα, ω γεννησις ισως εστιν η του γενναν θελησις. Αμφεβαλε δε τουτο δια του " Ισως" επιρρηματος δια το και υπερ θελησιν ειναι την εκ του Πατρος του Υιου γεννησιν. Ου γαρ μεσαζεται θελησει εκ του Πατρος ο Υιος, ουδε προεπινοειται του Υιου καθ᾿ οτιουν η του Πατρος θελησις, οτι μηδε προϋπην ο Πατηρ του Υιου, ωσπερ ουδε νους λογου του εξ αυτου, ουτε φως του απαυγασματος. Αμα γαρ το ειναι εχοντες και θελησιν μιαν εχουσιν ο τι Πατηρ και ο εξ αυτου αναρχως γεννηθεις Υιος, απλην τε και αδιαιρετον, ωσπερ ουν και ουσιαν μιαν και φυσιν.
 
ΠΔ (84). ..».... «ΕΠΕΙ ΤΙ ΚΩΛΥΕΙ ΚΑΜΕ ΤΑΥΤΗΝ ΠΡΟΤΑΣΙΝ ΠΟΙΗΣΑΜΕΝΟΝ..».
Εκ του αυτου λογου, εις το· "Επει τι κωλυει καμε ταυτην προτασιν ποιησαμενον την οτι, Ο Πατηρ μειζων τη φυσει, (≡14Δ_362≡> επειτα προσλαβοντα το, Φυσει δε ου παντως μειζον, ουδε Πατηρ, συναγαγειν, Το μειζον ου παντως μειζον, η, Ο Πατηρ ου παντως Πατηρ».
 
Επειδηπερ μειζονα τω αιτιω του Υιου τον Πατερα σοφως ο διδασκαλος, ως του Πατρος οντος του Υιου, αλλ᾿ ουκ εκ του Υιου του Πατρος υπαρχοντος, διωριζετο, προσλαβοντες οι Αρειανοι την το αιτιον φυσει προτασιν συνηγον αυτω κακουργως το φυσει μειζον. Πρωτον μεν επιλυεται γενναιως το παραλελογισμενως υπ᾿ αυτων συναχθεν ειπων· " Ουκ οιδα ποτερον εαυτους παραλογιζονται, η τους προς ους ο λογος». Ου γαρ απλως οσα κατα τινος λεγεται, ταυτα και κατα του αποκειμενου τουτω ρηθησεται· αλλα δηλον κατα τινος και τινα τουτ᾿ εστιν. Ου γαρ οσα κατα του αιτιου ως αιτιου, φησι, λεγεται, ταυτα και κατα του φυσει ρηθησεται. Ουκ εστι γαρ λογου τα κατα τινος φερε ειπειν σοφου η βασιλεως ως σοφου η ως βασιλεως λεγομενα και κατα του υποκειμενου τουτοις ρηθηναι, ως ανθρωπων, και συμπαραλαμβανειν αθεσμως τω της ουσιας ορω των υποκειμενων τα κατα της σοφιας ως σοφιας, και τα κατα της βασιλειας ως βασιλειας λεγομενα, τα μηδεν καθολου τω λογω της ουσιας επικοινωνουντα ως συστατικας διαφορας αυτης και συμπληρωτικας (=1265=) του κατ᾿ αυτην ορου παραλαμβανειν.
Επειτα σοφωτερον συμπλεξας αυτοις εκ της αυτων προτασεως συλλογισμον περιτρεπει αυτους εαυτοις. Εχει δε ουτως· Επει τι κωλυει καμε ταυτην προτασιν ποιησαμενον την οτι, Ο Πατηρ μειζων τη φυσει, επειτα προσλαβοντα το, Φυσει δε ου παντως μειζον ουδε Πατηρ, εντευθεν συναγαγειν, Το μειζον ου παντως μειζον, η, Ο Πατηρ ου παντως Πατηρ. Προς δε το σαφεστερον ημιν γενεσθαι και συνεκτικωτερον διαγραψωμεν, ει δοκει, σχηματι το λεγομενον, εκ μεν της των εναντιων επιχειρησεως (≡14Δ_364≡> αρχομενοι, εις δε την του Πατρος καταπαυοντες διδασκαλιαν.
 Προτασις Αρειανων, ηγουν Ευνομιανων·
«Ει φυσει αιτιος ο Πατηρ του Υιου, μειζων δε ο Πατηρ του Υιου, μειζων αρα τη φυσει ο Πατηρ του Υιου».
Επιλυσις του αγιου Πατρος ημων Γρηγοριου δια της εις ατοπον απαγωγης περιτρεποντος τους εναντιου·
«Ει φυσει μειζων καθ’ υμας ο Πατηρ του Υιου, το δε φυσει ου παντως μειζων η Πατηρ. το μειζον αρα ου μειζον, η ο Πατηρ ου παντως Πατηρ». 
Ουτω περιτρεπονται τοις οικειοις εαλακοτες μηχανημασιν οι την αληθειαν απαναινομενοι, κενοι κενως της ευσεβειας εκτιναχθεντες. Επι γαρ των τοιουτων λογων τα συμπερασματα των προτασεων εισι συστατικα, των δε συμπερασματων αι προτασεις υπαρχουσιν οριστικαι, οις περιπτωκασιν εκ πολλης αμαθιας οι εαυτους οιομενοι σοφους.
 
ΠΕ (85). ΕΣΤΩ ΔΕ ΚΑΙ ΕΝΕΡΓΕΙΑΣ, ΕΙ ΔΟΚΕΙ, ΟΥΔΕ ΟΥΤΩΣ ΗΜΑΣ ΑΙΡΗΣΕΤΕ..».
Εστω δε και ενεργειας, ει δοκει, ουδε ουτως ημας αιρησετε. Αυτο δε τουτο ενεργηκως αν ειη το ομουσιον, ει και ατοπος αλλως η της περι τουτο ενεργειας υποληψις».
 
Επειδη οι την γλωσσαν ωσει ξυρον κατα της αληθειας ηκονημενην εχοντες ελεγον δηθεν ερωτωντες· Ο Πατηρ ουσιας εστιν, η ενεργειας ονομα ειναι το, Πατηρ, εντευθεν συναγαγωσι το ετερουσιον ειναι τω Πατρι τον Υιον, ως της αυτης ουσιας δυο μη επιδεχομενης και διαφορα κυριως ονοματα (ει γαρ το Πατηρ ουσιας εστιν ονομα, ουκ αν ποτε (≡14Δ_366≡> της αυτης ονομα ειη το Υιος)· ει δε ενεργειας, σαφως του Πατρος ποιημα τον Υιον ομολογουντας δειξωσιν, ως ενεργημα, μετα το την κυριολεξιαν αντιθετικως διελθειν ευθεως προς αυτους τον διδασκαλον ειρηκοτα ουτε ουσιας ειναι το Πατηρ ονομα, ουτε ενεργειας, αλλα σχεσεως, και του πως εχει προς τον Υιον ο Πατηρ, η ο Υιος προς τον Πατερα, συμπεριφορικως ενηγαγεν ειπων· " Εστω και ενεργειας, ει τουτο δοκει», και επιφερει· "Αυτο δε τουτο ενηργηκως αν ειη το ομοουσιον». Πως ουν ενεργει το ομοουσιον; ζητησαι τις αν τυχον των αγαν εξεταστικων και μηδεν των συμφεροντων αγνοειν ανεχομενων. Τουτο δε κατα τοιονδε τροπον ομαλισθησεται.
Δυο καθολου τας ενεργειας ειναι φασιν εν τοις ουσι, (=1268=) μιαν μεν την προαγουσαν εκ των οντων φυσικως τα ομογενη και ομοουσια και εαυτοις παντη ταυτα. Καθ᾿ ην συμπεριενεχθεις τοις λογολεσχαις επιεικως προς το μικρον γουν επισχειν αυτους του βλασφημειν φησιν ο διδασκαλος. " Εστω δε καθ᾿ υμας», κατα τον αποδοθεντα σκοπον του λογου, " και ενεργειας ονομα ο Πατηρ. Οις επαγει· "Αυτο δε τουτο ενηργηκως αν ειη ο Πατηρ», δηλονοτι το ομοουσιον, ως ενεργειαν ουσιωδως υφεστωσαν και ζωσαν,ωσπερ ουν αμελει και λογον ζωντα και δυναμιν και σοφιαν αυθυποστατον τον μονογενη Θεου Λογον και Υιον του Πατρος ειρηκασιν οι θεοφρονες της αληθειας διδασκαλοι. Την δε ετεραν ενεργειαν φασιν ειναι των εκτος απεργαστικην, καθ᾿ ην περι τι των εξωθεν και ετερουσιων ενεργων τις ετερον τι της ιδιας ουσιας αλλοτριον εκ προϋποκειμενη υλης τινος κατασκευαζει. Ταυτην δε την ενεργειαν ταις τεχναις επιστημονικως συγκεισθαι φασι. Περι ης ο θεοφρων διδασκαλος φησι, "Ει και ατοπος αλλως», παρ᾿ ον εληφθη δηλονοτι τροπον, " Η της περι (≡14Δ_368≡> τουτο ενεργειας υποληψις», και μαλιστα επι Πατρος και Υιου λαμβανομενης, εφ᾿ ων ουδε την πρωτην κυριως δεξασθε ο ευσεβης ανεχεται νους, δια το και υπερ ταυτην ειναι την εκ του Πατρος και αμα τω Πατρι και εν τω Πατρι αφραστον και απερινοητον υπαρξιν του Μονογενους.
 
ΠS (86). ..».... «...ΗΜΩΝ ΓΑΡ ΚΥΡΙΩΣ ΘΕΟΣ Ο ΘΕΟΣ, ΟΥ ΚΥΡΙΩΣ ΔΕ ΠΑΤΗΡ»
Εκ του β´ περι Υιου λογου, εις το· " Θεος δε λεγοιτο αν ου του Λογου, του ορωμενου δε. Πως γαρ ειη του κυριως Θεου Θεος; ωσπερ και Πατηρ ου του ορωμενου, του Λογου δε. Και γαρ ην διπλους, ωστε το μεν κυριως επ᾿ αμφοιν, το δε ου κυριως· εναντιως δε εφ᾿ ημων εχει. Ημων γαρ κυριως Θεος ο Θεος, ου κυριως δε Πατηρ».
 
Το μεν κυριως επ᾿ αμφοιν θετεον, του, Πατηρ, και του, Θεος, ως αμφοιν επι Χριστου κυριως λεγεσθαι δυναμενων δια την μιαν υποστασιν. Χριστου γαρ Πατηρ κυριως εστιν ο Θεος, ως Υιου και Θεου Λογου και ενος της αγιας Τριαδος υπαρχοντος και μετα την σαρκωσιν, και Θεου του αυτου Χριστου παλιν κυριως εστιν, ως ανθρωπου κατα αληθειαν οντος δια την σαρκα, και ενος των ανθρωπων χρηματιζοντος· τα γαρ των μερων του εξ αυτων ολου κυριως κατηγορειται, ως επιδεχομενου παντα κυριως τα φυσικως προσοντα τοις μερεσιν, εξ ων και υφεστηκε. "Το δε ου κυριως ωσαυτως επ᾿ αμφοιν" ληπτεον, του, Θεος, και του, Πατηρ ως αμφοιν επι Χριστου κυριως λεχθηναι μη δυναμενων, δια την φυσικην διαφοραν των εξ ων και εν αις συνεστηκε φυσεων. Τα γαρ τω κατα συνθεσιν ολω προσοντα θατερου των εαυτου μερων ουδεποτε κυριως κατηγορηθησεται.
" Εναντιως" δε " η εφ᾿ ημων εχει», τουτεστιν εμπαλιν καθως εφ᾿ ημων εχει. Ηνικα γαρ την (=1269=) διαφοραν θεωρω των φυσεων, (≡14Δ_370≡> και την αυτων κατ᾿ επινοιαν ποιουμαι διακρισιν, ου δυναμαι το επ᾿ αμφοιν κυριως τιθεναι, του, Πατηρ, φημι και του, Θεος. Ου γαρ κυριως του Λογου Θεος εστιν ο Πατηρ, ου δε κυριως Πατηρ της σαρκος εστιν ο Θεος. " Εναντιως δε», τουτεστιν εμπαλιν δε, η αντιστροφως δε, του τε "κυριως" δηλονοτι και "ου κυριως», επι τε της ενωσεως και της μιας υποστασεως, επι τε της διαφορας των φυσεων και της κατ᾿ επινοιαν αυτων διακρισεως λαμβανομενων, ως της μεν μιαν υποστασεως κυριως Θεον και Πατερα λεγομενον, ως ενος Χριστου, τον Θεον επιδεχομενης, κατα την αποδοθεισαν αιτιαν, της δε κατ᾿ ουσιαν διαφορας των φυσεων εμπαλιν το μη κυριως επιδεχομενης, καθως εφ᾿ ημων εχει. Ημων γαρ κυριως μεν Θεος ο Θεος, ωσπερ και της του Λογου σαρκος, ου κυριως δε Πατηρ, ωσπερ ουδε της του Λογου σαρκος. Ενηλλαγμενως ουν τα του ολου τοις μερεσι, και τω ολω τα των οικειων μερων εκφωτητεον, και εσται ραδια και σαφη η του προκειμενου καταληψις.
Και ινα σαφεστερον γενηται το λεγομενον, ηνικα μεν ως υποσταστις ο Χριστος θεωρειται, το " κυριως επ᾿ αμφοιν», του, Θεος, λεγω και του, Πατηρ, θετεον, ηνικα δε δια την ασυγχυτον υπαρξιν των εν οις και εξ ων εστιν αι του Χριστου φυσεις θεωρουνται, το " εμπαλιν" θετεον, οπερ εστι το μη κυριως, καθως εφ᾿ ημων εχει. Και δηλοι τουτο σαφως λεγων ο διδασκαλος δια του επαγαγειν, " Και τουτο ποιει τοις αιρετικοις την πλανην, η των ονοματων επιζευξις, επαλλατομενων των ονοματων δια την συγκρασιν». Σημειον δε, ηνικα αι φυσεις διιστανται ταις επινοιαις, συνδιηρηνται και τα ονοματα. Τουτεστιν, εως υποστασιν μιαν σκοπεις τον Χριστον, η κατ᾿ επαλλαγην των ονοματων επιζευξις εστιν αδιαιρετος, επειδαν δε ταις επινοιαις διαστησης τας συμπλουσας την μιαν υποστασιν του Χριστου φυσεις, συνδιειλε ταις φυσεσι και τα ονοματα· η παλιν, επειπερ την φυσιν διπλους ο Χριστος, αμφω κατηγορειται αυτου, το Θεος και Πατηρ, (≡14Δ_372≡> κυριως μεν ηνικα συνεκφωνειται καταλληλως ταις φυσεσι τα ονοματα, ου κυριως δε οταν η κατα φυσιν εκατερου των εξ ων εν οις τε και απερ εστι θατερω δια την μιαν υποστασιν επηλλαγμενως αντιδιδοται κτησις. Οπερ ποιειν μη γινωσκοντες, η κυριωτερος ειπειν μη ανεχομενοι, οι τοτε και οι νυν αιρετικοι τον μονογενη Θεον Λογον βλασφημειν ου παραιτουνται, οι μεν εις κτισμα καταγοντες δια τα ανθρωπινα, οι δε την οικονομιαν συγχεοντες δια την αρνησιν των εξ ων εστι φυσεων.
Αλλος δε πανυ τα θεια σοφος τουτον ερωτηθεις παρ᾿ εμου τον τοπον εφη· Το μεν "κυριως», το δε "ου κυριως επ᾿ αμφοιν», της αυτης εστι κατηγοριας της σχετικης, ειτε της Πατηρ, ειτε της Θεος, η και εκατερας, ως εφ᾿ ενος Χριστου τιθεμενης, του συνεστωτος εκ δυοιν των εναντιων, "κυριως" και "ου κυριως". Ει μεν Θεος ο Πατηρ του Χριστου λεχθειη κατα την επινοιαν των δυο φυσεων, "κυριως" μεν του κτισματος αν λεγοιτο, "ου κυριως" δε του Θεου Λογου. Ομοιως δε και εκ των εναντιων Πατηρ " κυριως" του Λογου, (=1272=) του δε κτισματος "ου κυριως», καθα και εφ᾿ ημων εχει ταυτα λεγομενα. Ημων γαρ " κυριως " μεν Θεος, "ου κυριως" δε Πατηρ. Ταυτην αποδεξαμενος εγω του σοφου την επιβολην ως καλως εχουσαν συνειδον ενταγηναι τω γραμματι.
 
ΠΖ (87). ..».ΛΑΜΒΑΝΕΙΝ ΑΥΤΟΝ, ΔΗΛΑΔΗ ΤΟΝ ΧΡΙΣΤΟΝ, ΖΩΗΝ, Η ΚΡΙΣΙΝ..».
Εκ του αυτου λογου, εις το, " Λαμβανειν αυτον, δηλαδη τον Χριστον, ζωην, η κρισιν, η κληρονομιαν εθνων, η εξουσιαν πασης σαρκος, η δοξαν, η μαθητας, η οσα λεγεται», και τουτοις επαγαγειν τον διδασκαλον οτι, " Και τουτο της ανθρωποτητος, ειτα προσεπαγαγειν», " Ει δε και τω Θεω δοιης, ουκ (≡14Δ_374≡> ατοπον. Ου γαρ ως επικτητα δωσεις, αλλ᾿ ως εξαρχης συνυπαρχοντα, και λογω φυσεως, αλλ᾿ ου χαριτος».
 
Προς εμαυτον περι τουτου πολλακις διαπορησας, πως και τινι λογω, καθως φησιν ο διδασκαλος, ο κατα φυσιν εχει λαμβανειν ο Θεος λεγεται, και μη δυνηθεις εμαυτον πληροφορησαι, τελος καλως εχειν ερεσθαι γεροντα σοφον διεγνων, οστις τον περι τουτου λογον επιστημονως μαλα διιθυνεν ουτωσι λεγων, οτιπερ καθ᾿ υποθεσιν ειδωμεν τινα σαφηνιζοντα τισι τας των οντων φυσεις, ερειν προς αυτους· Δωμεν τω Θεω τω παντοδυναμον, το σοφον, το αγαθον, το δικαιον· ωσαυτως τη κτισει το δουλον, το υπηκοον, το περιγραπτον, το εκ μη οντων υποστηναι, και τα τουτοις ακολουθα, ως της φυσεως εκαστου εν ταις κοιναις εννοιαις απαιτουσης τα ιδια. Φασκων ουν ο τυχων το· "Δωμεν τω Θεω», ουχι το μη προσον αυτω παρειχεν, αλλ᾿ οπερ η φυσις εχει. Τουτο γαρ το "Δωμεν" σημαινει οιον το διοριζειν την φυσιν δια των αυτη προσοντων απο των μη τοιουτων. Τον αυτον τροπον κανταυθα λεγοντα τον διδασκαλον ευσεβως εκδεχου, "Ει δε και τω Θεω δωμεν», τουτεστι της φυσεως το προσον αυτη προς των διευκρινουντων τα πραγματα λαμβανουσης.
 
ΠΗ (88). ..».ΩΣ ΓΑΡ ΑΔΥΝΑΤΟΝ ΕΙΝΑΙ ΛΕΓΟΜΕΝ ΠΟΝΗΡΟΝ ΕΙΝΑΙ ΘΕΟΝ..».
Εκ του αυτου λογου, εις το· " Ως γαρ αδυνατον ειναι λεγομεν πονηρον ειναι Θεον, η μη ειναι».
 
Και τουτο τον προλεχθεντα σοφον ερωτησας γεροντα εφη μη ηρτησθαι το "μη ειναι" τω προλεχθεντι, ινα μη συναχθη το ειναι τον Θεον πονηρον· " Ως γαρ αδυνατον ειναι λεγομεν πονηρον ειναι Θεον, η μη ειναι" πονηρον, αλλ᾿ ειναι πονηρον, κατα κοινου του " πονηρον" κειμενου. Δυο γαρ αρνησεις μιαν συγκαταθεσιν επαγουσιν. Εστιν ουν αρνητικον το "αδυνατον», συμπλεκομενον (≡14Δ_376≡> δε τω "μη ειναι πονηρον», συναγει το πονηρον ειναι. Οπερ ουχ ουτως εχει, μη γενοιτο. Αλλ᾿ εκαστον (=1273=) απο ιδιας αρχης εχει τον ειρμον, ινα η το κωλον ουτως ομαλιζομενον, " Ως γαρ αδυνατον ειναι λεγομεν πονηρον ειναι Θεον», και στιξαι και παλιν αρξασθαι νοηματος ετερου και προσεπαγαγειν, " Η μη ειναι», αντι του ανυπαρκτου ειναι.
 
ΠΘ (89). ..».ΕΧΕΙΣ ΤΑΣ ΤΟΥ ΥΙΟΥ ΠΡΟΣΗΓΟΡΙΑΣ, ΒΑΔΙΖΕ ΔΙ ΑΥΤΩΝ..».
Εκ του αυτου λογους, εις το, "Εχεις τας του υιου προσηγοριας, βαδιζε δι᾿ αυτων, οσαι υψηλαι, θεϊκως, και οσαι σωματικαι, συμπαθως, μαλλον δε ολον θεϊκως, ινα γενη Θεος κατωθεν ανελθων δια τον κατελθοντα δι᾿ ημας ανωθεν».
 
Ο τον νουν δια της υψηλης θεωριας κατα την εκαστου των θειων ονοματων επινοιαν καταφωτισας και προς τον αρχικον εκαστου και πνευματικον λογον αναγαγων τε και μεταποιησας, και τοις υπερ αρετης πονοις το φρονημα της σαρκος καθυποταξας τω πνευματι, υπηκοος τε μεχρι θανατου γενομενος, ουτος αληθως βαδιζε "δια των θειων προσηγοριων" αμεπτως κατα τε πνευμα και σαρκα, την θειαν και προς Θεον αγουσαν πορειαν ποιουμενος, "υψηλως" μεν κατα την μυστικην θεωριαν δια των υψηλων ονοματων, "συμπαθως" δε κατα την πρακτικην φιλοσοφιαν, δια των σωματικων προς την ανω ληξιν επειγομενος, "μαλλον δε το ολον θεϊκως», ως θεωρητικης ουσης και της πραξεως και λογικης χαριτος μη αμοιρουσης· αλλ᾿ οτου χαριν την προς την σαρκα γνωμικην αλλοτριωσιν δια της τελειας περιτομης των αυτων φυσικων κινηματων ειλετο σαφως υπαγορευων οτιπερ, ινα γενηται και αυτος χαριτι Θεος, υπερ την υλην κατα σαρκα δια της πραξεως, και κατα νουν δια θεωριας υπερ το ειδος, εξ ων η των οντων υπαρξις υφεστηκεν, εαυτον καταστησας, και το ολον ειπειν, κατα την εξιν της αρετης και της (≡14Δ_378≡> γνωσεως αϋλος και ανειδεος παντη γενομενος, δια τον δι᾿ ημας εν υλη και ειδει καθ᾿ ημας αληθως εξ ημων γενομενον Θεον Λογον, τον κατα φυσιν κυριως αϋλον και ανειδεον. Η και παλιν το· "Μαλλον δε ολον θεϊκως», δια την εγγενομενην αυτω κατορθωσαντι την εφικτην ανθρωποις αρετην και γνωσιν, εκ της προς τον Θεον και τον πλησιον συμπαθειας, απαθειαν, υπερ της των αλλων οφειλης πασχειν και την ψυχην ετοιμως προιεσθαι, ως κηλιδων πανταπασιν υπαρχων ελευθερος.
 
ƒ (90). ..».ΝΟΜΟΙ ΦΥΣΕΩΣ ΚΑΤΑΛΥΟΝΤΑΙ· ΠΛΗΡΩΘΗΝΑΙ ΔΕΙ ΤΟΝ ΑΝΩ ΚΟΣΜΟΝ..».
Του αυτου, εκ του εις τα Γενεθλια λογου, εις το, «Νομοι φυσεως καταλυονται· πληρωθηναι δει τον ανω κοσμον. Χριστος κελευει· μη αντιτεινωμεν».
 
Κατα αληθειαν οι νομοι της φυσεως καταλυθεντες την του ανω κοσμου πληρωσιν ειργασαντο. (=1276=) Δηλονοτι μη καταλυθεντων ελλιπης αν ο ανω κοσμος διεμεινε και απληρωτος. Τινες δε οι καταλυομενοι νομοι της φυσεως εισιν; Η δια σπορας συλληψις και η δια φθορας εστιν, ως οιμαι, γεννησις, ων ουδετερον την αληθινην του Θεου σαρκωσιν και τελειαν ενανθρωπησιν παντελως εχαρακτηρισε. Σπορας γαρ αληθως η συλληψις, και φθορας γεγονε παμπαν η γεννησις, καθαρα και ανεπαφος, και δια τουτο Παρθενος και μετα τον τοκον του γεννηθεντος η Μητηρ, δια του τοκετου μαλλον απαθης διαμεινασα, ο και παραδοξον και παντα φυσεως νομον τε και λογον εκβεβηκος, και Θεος ο εξ αυτης σαρκι γεννηθηναι καταξιωσας, διασφιγξας αυτη μαλλον ως μητρι τα της παρθενιας δεσμα δια της γεννησεως. Το θαυμαστον οντως και πραγμα και ακουσμα, γεννησιν γενεσθαι βρεφους και προοδον, των γεννητικων κλειθρων της τεκουσης μη ανοιγεντων. Εδει γαρ οντως, εδει τον ποιητην της φυσεως δι᾿ εαυτου την φυσιν επανορθουμενον πρωτους καταλυσαι τους νομους της φυσεως, (≡14Δ_380≡> οις η αμαρτια δια της παρακοης την αυτην τοις αλογοις ζωοις τους ανθρωπους εχειν της εξ αλληλων διαδοχης ιδιοτητα κατεδικασε, και ουτω της πρωτης και οντως θειας δημιουργιας τους νομους ανανεωσασθαι, ινα οπερ ο ανθρωπος εξ απροσεξιας ως ασθενης ηφανισε, τουτο δια φιλανθρωπιαν ο Θεος ως δυνατος επανορθωσηται. 
Ει τοινυν οι δια την αμαρτιαν νομοι της φυσεως εν Χριστω κατελυθησαν, και πασα δουλοπρεπης των παθων επαναστασις δια της παρουσιας του λογου παντελως απεγενετο, πληρωθηναι δει παντως τον ανων κοσμον, ως φησιν ο διδασκαλος. Και προς τουτο μη αντιτεινωμεν. Ει γαρ ο παλαιος υπο την αμαρτιαν Αδαμ ψιλος ανθρωπος ων τους πρωτους εν πνευματι νομους της φυσεως δια της παρακοης καταλυσας τον κατω κοσμον επληρωσε των κατ᾿ αυτον σαρκι γεννηθεντων εις φθοραν, τω ομοιωματι της αυτου παραβασεως γενομενος αρχηγος, και ουδεις αντερει, πολλω μαλλον ο αναμαρτητος νεος, ο Αδαμ Χριστος ο Θεος τους δια την αμαρτιαν επεισαχθεντας τη φυσει νομους της αλογιας καταλυσας, ως Λογος, τον ανων κοσμον πληρωσειεν αν δικαιως των κατ᾿ αυτον εις αφθαρσιαν πνευματι γεννωμενων, τω ομοιωματι της αυτου υπακοης γενομενος αρχηγος. Και απιστειτω μηδεις των καν μικρος επησθημενων της του Θεου δυναστειας και το μεγεθος αυτης μη αγνοουντων. Ουτω μεν ουν ο ανω κοσμος πληρουται των κατα Χριστον εν πνευματι γεννωμενων, και ουτω περας δεχεται προσφορον ο κατα σαρκα νομος και της κατω γεννησεως, και προς τον ανω κοσμον παντα αναρρυθμιζεται.
 
ƒΑ (91). ΑΛΛΗ ΕΠΙΒΟΛΗ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλη επιβολη εις το αυτο.
 
Επειδη δε και αλλον νουν προς τουτοις ο του διδασκαλου λογος εχων μοι φαινεται, λεκτεον και τουτον ως καθ᾿ ημας εστι (≡14Δ_382≡> δυνατον, Θεου τον λογον ιθυνοντος εν τοις Ευαγγελιοις. Η μονη των ολων αιτια (=1277=) και Θεος Ιησους ο εμος εν παραβολαις κρυφιως διδασκων προβατον θειας εκατονταδος αποφοιτησαν, και δραχμην θειας δεκαδος παραπολομενην, και υιον ασωτον αφραδως του πατρος αποπηδησαντα και αδελφικης θειας δυαδος την ομονοιαν λυσαντα τον ανθρωπον εκαλεσε προβατον μεν ως προνοητον, οιμαι, και αγομενον, και ταττομενον, και τριων χρειωδων τω κεκτημενω παρεκτικον, μαλου και αμνου γαλακτος, ως τρεφομενον τε και τρεφοντα, τω λογω τε και τω τροπω της φυσικης θεωριας, και ενδυομενον και ενδυοντα τω τροπω της ηθικης φιλοσοφιας, και πλουτουντα και πλουτιζοντα κατα την του ομοιου γεννησιν τω μυστηριω της αληθους εποψιας· δραχμην δε, ως λαμπρον και βασιλικον, και τω της εικονος λογω χαρακτηριστικον της θειας αρχετυπιας, και ολης υπαρχοντα της θεϊκης ωραιοτητος ως εφικτον δεκτικον· υιον δε, ως κληρονομον των πατρικων αγαθων και ισοτιμον τω πατρι κατα την εκ χαριτος δωρεαν.
Τουτον δε τον ανθρωπον ως μεν προβατον πλανηθεντα ο προνοητης Θεος ζητησας ως ποιμην ευρε, και τοις οικειοις ωμοις επιθεις προς την των συννομων επανηγαγε μανδραν· ως δε εικονα συγχωσθεισαν τοις παθεσι και το αρχικον καλλος αχρειωσαντα ως σοφια την εαυτου σαρκα λυχνου τροπον εξαψας τω φωτι της εαυτου θεοτητος ο Λογος ευρε, και χαρας υποθεσιν μεγαλης ποιειται την ευρεσιν, δι᾿ ης της θειας δεκαδος την ελλειψιν ανεπληρωσεν. Ως δε υιον νεκρωθεντα τη αμαρτια και απολομενον τη περι τον Θεον αγνωσια ως Πατηρ αγαθος επιστρεφοντα προσηκατο, και της προτερας αξιας επιτιθησι παλιν ανελλιπως τα γνωρισματα, και το δη μεγιστον παντων και μυστικωτατον, τον μοσχον θυει τον σιτευτον, οστις ποτε ην ο μοσχος ουτος και η τουτου παραδοξος θυσια (οιμαι δε οτι ο ακροτατος εστι του κατα την θειαν και αρρητον προνοιαν απερινοητου (≡14Δ_384≡> και αγνωστου τροπου κρυφιωτατος τε και αγνωστοτατος Λογος, και η τουτου θεοπρεπης τοις ουσι μεταδοσις), και χαρας αρρητου ποιειται κεφαλαιον του υιου την επανοδον, πληρωσασαν μεγαλοφυως των υιων την διαδα, ητις ποτε εστιν αυτη, και η προ αυτης δεκας των δραχμων, και η προ εκεινης των προβατων εκατοντας.
Περι ων νυν λεγειν, ει δοκει, παραλειψωμεν, ευκαιροτερον εν αλλοις μετ᾿ εμμελους εξεργασιας τον εφ᾿ εκαστω αριθμω μυστικως Θεου διδοντος συνοψομενοι λογον.
Ει τοινυν ως μεν προβατον ο καλος ποιμην τοις ωμοις επιθεις προς τα συννομα τον ανθρωπον επανηγαγε, και ως δραχμην δια της εικονος την βασιλικην εκτυπωσιν εχοντα τον ανθρωπον ως σοφια του Θεου και Πατρος και δυναμις δια της σαρκωσεως ευρεν ο Κυριος και Σωτηρ, και ως υιον επιστρεφοντα προσηκατο ο αγαθος και πανοικτιρμων Πατηρ, και ταις κατ᾿ ουρανον δυναμεσι συναριθμησας εγκατεταξεν, εκαστου των εν τοις ουρανοις αριθμου πληρωσας την ελλειψιν δια του σωθεντος (=1280=) ανθρωπου, δηλον ως τον ανω κοσμον επληρωσε Χριστος ο Θεος, την παντων εν εαυτω θεοπρεπως αυτουργησας σωτηριαν.
 
ƒΒ (92). ΑΛΛΗ ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλη θεωρια εις το αυτο.
 
Και αλλως δε, ει δοκει, θεωρησωμεν το προκειμενον απορον. Φασιν οι των οντων την φυσιν ακριβως διαθρησαντες νομον ειναι φυσεως εκαστης την του καθ᾿ ον εστι και γεγενηται λογου αρρεπη και αναλλοιωτον μονιμοτητα, και καλως αν εχειν ουτω τον ορον του νομου της φυσεως, ως οιμαι, πας λογου μετειληφως ακουων συνθησεται. Ει δε τουτο εστιν αληθες, δηλονοτι ο νομος της φυσεως εξ αναγκης ωσπερ τον λογον απαραβατον φυλαττει της φυσεως, ουτω και τον αυτης κατα την θεσιν (≡14Δ_386≡> παντως διατηρει τοπον αμεταθετον. Αλλ᾿ ο νομω και λογω και φυσει σοφως διορισας καθ᾿ εκαστον ειδος την των οντων υποστασιν, υπερ φυσιν και νομον και νουν και λογον και τοπον και κινησιν υπαρχων, κατ᾿ ουδεν των κατα φυσιν ενεργει τοις υπο φυσιν, αλλ᾿ εαυτω προσφυως υπερ φυσιν τα κατα φυσιν των υπο φυσιν μετερχομενος δρα τε και πασχει, αμφοιν φυλαττων εαυτω τε πασχοντι και τοις δρωμενοις παραδοξως κατα φυσιν ακραιφνες το αμεταβολον. Ουτω τε κατω προς ημας αυτος κινηθεις αληθως τη καθ᾿ ημας εκφανσει ανθρωπος γεγονε τελειος, μη κινηθεις εαυτου το παραπαν και της εν τοπω περιγραφης μηδαμως πειραν λαβων, και ημας εθεωσε τελειως, μηδεν ημων της φυσεως πανταπασι κατ᾿ αλλοιωσιν υφελομενος, ολον τε δους ανελλιπως εαυτον και ολον κατα την αφραστον και αλωβητον ενωσιν πληρη τον ανθρωπον ειληφως ουδεν της κατ᾿ ετερον εμειωσε τελειοτητος, και εστιν αληθως ολος Θεος ο αυτος, και ολος ανθρωπος ο αυτος, τη κατ᾿ αμφω των εν οις αληθως εστι τελειοτητι μαρτυρων εαυτω το κατ᾿ αμφω ατρεπτον τε και αναλλοιωττον. Ουτω λυει τους νομους της φυσεως, υπερ φυσιν εν τοις κατα φυσιν τη φυσει χρωμενος, ο Θεος.
 
ƒΓ (93). ΑΛΛΗ ΘΕΩΡΙΑ, ΕΙΣ ΤΟ· «ΠΛΗΡΩΘΗΝΑΙ ΔΕΙ ΤΟΝ ΑΝΩ ΚΟΣΜΟΝ»
Αλλη θεωρια, εις το· " Πληρωθηναι δει τον ανω κοσμον».
 
Ει τοινυν απαρχη της καθ’ ημας φυσεως, ως ανθρωπος, εστιν ο Χριστος προς τον Θεον και Πατερα, και οιον ζυμη του ολου φυραματος, εστι δε προς τον θεον και Πατερα κατα την επινοιαν της ανθρωποτητος ο μηδεποτε της εν τω Πατρι εκστας μονιμοτητος, ως λογος, μη απιστησωμεν εσεσθαι, κατα την αυτου προς τον Πατερα αιτησιν, ενθα αυτος εστιν (≡14Δ_388≡> η απαρχη του ημετερου γενους. Ως γαρ γεγονε κατω δι᾿ ημας αναλλοιωτως και ανθρωπος καθ᾿ ημας χωρις μονης αμαρτιας, λυσας υπερφυως τους νομους της φυσεως, ουτω και ημεις κατα το ακολουθον ανω δι᾿ αυτον γενησομεθα, και θεοι κατ᾿ αυτον τω της χαριτος μυστηριω, μηδεν το παραπαν αλλοιουντες της φυσεως. Και ουτω πληρουται παλιν κατα τον σοφον διδασκαλον ο ανω κοσμος, προς την κεφαλην των μελων του σωματος κατ᾿ αξιαν συναγομενων, εκαστου δηλονοτι μελους (=1281=) τη κατ᾿ αρετην εγγυτητι την πρεπουσαν αυτω θεσιν δια της αρχιτεκτονιας του πνευματος εναρμονιως λαμβανοντος και συμπληρουντος του τα παντα εν πασι πληρουμενου το σωμα το παντα πληρουν εκ παντων πληρουμενον.
Ειτε ουν, ως ειρηται, κατα την πνευματικην αναγεννησιν των κατα Χριστον γεννωμενων, ειτε κατα την εν Χριστω και δια Χριστου γεγενημενην των τοις ουρανοις μυστικων αριθμων αναπληρωσιν, της τε θειας φημι των λογικων προβατων εκατονταδος, και της των νοερων δραχμων μυστικης δεκαδος, και της των υιων τιμιας δυαδος, ειτε κατα την των μελων του σωματος προς την οικειαν κεφαλην και προς την ιδιαν απαρχην του φυραματος επισυναγωγην, ο ανων κοσμος πληρωθησεται παντως κατα τον διδασκαλον, πληρωθεις μεν ηδη εν Χριστω, πληρωθησομενος δε εν τοις κατα Χριστον αυθις υστερον, ηνικα συμφυτοι γενησονται και της αναστασεως αυτου οιγε τω ομοιωματι του θανατου αυτου δια των αυτων παθηματων ηδη γεγονοτες.
 
ƒΔ (94). ..».ΠΑΙΔΙΟΝ ΕΓΕΝΝΗΘΗ ΗΜΙΝ ΥΙΟΣ ΚΑΙ ΕΔΟΘΗ ΗΜΙΝ, ΟΥ Η ΑΡΧΗ ΕΠΙ..».
Εκ του αυτου λογου, εις το· «Παιδιον εγεννηθη ημιν Υιος και εδοθη ημιν, ου η αρχη επι του ωμου αυτου· τω γαρ σταυρω συνεπαιρεται».
 
Ολος δια του λογου τω πρωτω λογω προσθεμενος κατα λογον τον περι του Λογου λογον ον μεγας προφητης Ησαιας (≡14Δ_390≡> ποιειται περι του σαρκωθεντος Λογου, μυστικως φησας, Ου η αρχη επι του ωμου αυτου, συνοπτικως, ως εθος αυτω εστι, τινα την αρχην ταυτην δειν οιεσθαι θεμις διετρανωσεν ο μεγας ουτος διδασκαλος, ειπων· "Τω γαρ σταυρω συνεπαιρεται». Αλλ᾿ επειδη πολλας ο σταυρος ταις περι αυτον επινοιαις επιδεχεται θεωριας, αξιον εστι ζητησαι κατα ποιαν επινοιαν τον σταυρον επι του παροντος αρχην ο διδασκαλος ειπε. Θεωρειται γαρ ο σταυρος κατα σχημα, κατα συνθεσιν, κατα την των μερων ιδιοτητα, και κατ᾿ ενεργειαν και κατ᾿ αλλας πολλας επινοιας, αι τοις των θειων φιλοθεαμοσιν εισιν οραται.
Κατα σχημα μεν, ως οταν την τα ολα, τα τε ανω και τα κατω εφ᾿ εκατερα, τοις καθ᾿ αυτα περασι διαλαμβανουσαν ο σταυρος θεωρουμενος, υποσημαινη δυναμιν· κατα συνθεσιν δε, ως οταν ουσιαν και προνοιαν και κρισιν, ηγουν τας τουτων εκφανσεις, σοφιαν φημι και γνωσιν και αρετην της το παν διεπουσης εμφαινη δυναμεως, την μεν ουσιαν και την σοφιαν ως ποιητικην δια της υψιτενους γραμμης, την δε προνοιαν και την γνωσιν ως περιποιητικην δια της εγκαρσιας, την δε κρισιν και την αρετην ως κακιας αναιτερικην, και της των πεποιημενων και περιποιημενων προς την ιδιαν αρχην και αιτιαν συνδετικην δια του ολου· κατα δε την των μερων ιδιοτητα, οταν δια μεν της (=1284=) υψιτενους γραμμης τον αει ωσαυτως εχοντα και της οικειας μονιμοτητος ουδαμως εξισταμενον δια την σταθηραν και αμετακινητον ιδρυσιν Θεον ο σταυρος δηλοι, δια δε της εγκαρσιας την απασαν κτισιν Θεου παντελως ηρτημενην υποφαινη, αλλας αρχας του ειναι Θεου χωρις η βασιν ουκ εχουσαν· κατ᾿ ενεργειαν δε, οταν των υπ᾿ αυτω πηγνυμενων την απραξιαν δηλοι και την νεκρωσιν, καθ᾿ οντινα τροπον θεωριας νυν, ως οιμαι, τον προφητικον ο διδασκαλος εξειληφε λογον.
Ωσπερ ουν εκαστης αρχης (καλον γαρ τοις καθ᾿ ημας παραδειγμασι των υπερ ημας πραγματων ενδειξασθαι την αληθειαν) (≡14Δ_392≡> εισι σημαντρα τινα δι ων οι λαμβανοντες εκδηλοι πασι γινονται οτι ο μεν τηνδε αρχην παρα του βασιλεως ειληφεν, οιον ο αρχων τους λεγομενους κωδικιλλους, ο δε δια του ξιφους την λεγομενην δοκιανην, και αλλος αλλην δια τινος ετερου συνθηματος, και παρα μεν του βασιλεως αυτοι δεχονται και φερουσι τουτο ταις ιδιαις χερσιν, εξελθοντες δε τοις οικειοις διδοασι τουτο κομιζειν, τουτον τον τροπον και ο Δεσποτης ημων Ιησους Χριστος κατα την επινοιαν της ανθρωποτητος τα συμβολα της ιδιας αρχης τον αυτου σταυρον δεξαμενος επι των ωμων εξηλθεν εχων, πρωτος αυτος βαστασας, επειτα τουτο ετερω δους, δια τουτων εμφαινων οτι δει τον αρχην εγχειριζομενον πρωτον καθηγεισθαι των δι᾿ αυτης αγομενων και αντεχεσθαι των υπ᾿ αυτης υπαγορευμενων (ουτω γαρ αν ευπαραδεκτος εν ταις υποθηκαις γενησεται), και τοτε προστασσειν τοις εγχειρισθεισιν αυτω την ταυτοτητα δραν. Ει δε το σημαντρον της του Κυριου ημων Ιησου Χριστου αρχης εστιν ο σταυρος, ον επι των ωμων φερων εκομισε, γνωναι προσηκε τι δια τουτων εμφηναι βουλομενος μυστικως ουτω ταυτα διεθηκε τε και υπεμεινεν. Φασιν οι των συμβολων επιστημονες τον μεν ωμον πραξεως ειναι τεκμηριον, τον δε σταυρον απαθειας, οια νεκρωσιν εμποιουντα.
Δια τουτων ουν των αινιγματων ο Κυριος ημων και Θεος, αμφοτερα διεξελθων των ων εισι τα αινιγματα (πραξεως τε φημι και τελειας απαθειας), ωστε μη παραφθειρεσθαι δια κενοδοξιας την πραξιν, εδειξε δι᾿ ων αυτος κατεπραξατο, τοις υπηκοοις, μονονουχι διαπρυσιως βοων οτι, "Τουτο συμβολον υπαρχει της αρχης μου· " πας ουν οστις εξ υμων επιθυμητικως εχει προς ταυτην την αρχην, απαρνησασθω εαυτον, και αρατω τον σταυρον αυτου, και ακολουθειτω μοι, τουτεστιν την νεκρωσιν των παθων πραξιν, την αγαθοτητα και το της αφθονιας καλον, δια τουτων εμφαινων οτι γλιχεται παντας ομοιως εαυτω ταυτην μεταχειριζεσθαι (≡14Δ_394≡> την αρχην. Το γαρ ειπειν τον θεοφορον διδασκαλον οτι "Τω σταυρω συνεπαιρεται», οιμαι δια τουτων εμφασιν ημιν τοιανδε παρεχειν, οτι της λογικης φυσεως των ανθρωπων δια πραξεως και της αυτη συνεζευγμενης απαθειας υψουμενης αυτος (=1285=) ο Χριστος δηλονοτι συνυψουσθαι λεγεται, τουτεστιν η εν ανθρωποις Χριστοειδης καταστασις, καθ᾿ ειρμον και ταξιν υψουμενη, δια πραξεως απαθους εις θεωριαν της φυσεως γνωστικην και απο ταυτης εις θεολογικην μυσταγωγιαν κινουμενη.
Οπερ μαλιστα μοι φαινεται δηλων ο αγιος Αρεοπαγιτης μεγας Διονυσιος εν οις φησιν· " Αλλ᾿ επειπερ ευταξιας εστιν αρχη το θειον ιερας, καθ᾿ ην εαυτων επιγνωμονες οι ιεροι γινονται νοες, ο προς το οικειον της φυσεως ορατον ανατρεχων εν αρχη μεν οστις ποτε εστιν αυτος οψεται, και ληψεται πρωτον εκ της προς το φως ανανευσεως ιερον δωρον· ο δε τα οικεια καλως αποσπαθεσιν οφθαλμοις επισκοπησας, των αλαμπων μεν αποφοιτησει της αγνοιας μυχων, της δε Θεου τελεωτατης ελλαμψεως και μεθεξεως ατελης ων αυτος ουκ αυτοθεν επιθυμησει, κατα βραχυ δε δια των αυτου πρωτων επι τα ετι προτερα, και τελειωθεις επι την ακροτατην θεαρχικην εν ταξει και ιερως αναχθησεται κοινωνιαν».
Ουτω μεν ουν συνεπαιρεται τω σταυρω κατα τον μεγαν και θεοφρονα τουτον διδασκαλον δι᾿ ημων εν Πνευματι κατ᾿ αυτον υψουμενων ο μονον υψιστος, δια πραξεως και της αυτη συνημμενης απαθειας εις γνωσιν εναγομενων, και δι᾿ εκεινης εν αΰλω τω νω προς την μυστικην υψουμενων των θειων θεωριαν τε και μυησιν, προσθησω δε θαρρων οτι και μετουσιαν.
 
ƒΕ (95). ΕΚ ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΥ ΕΙΣ ΤΟ· «Ο ΛΟΓΟΣ ΠΑΧΥΝΕΤΑΙ»
Εκ του αυτου λογου εις το· «Ο Λογος παχυνεται».
 
Παχυνεσθαι ο Λογος ειρηται τω θεοφορω διδασκαλω κατα (≡14Δ_396≡> τηνδε, ως οιμαι, την εννοιαν, η οτι Λογος ων απλους τε και ασωματος, και πασας καθεξης πνευματικως τρεφων τας εν ουρανω θειας δυναμεις, κατηξιωσε και δια της ενσαρκου αυτου παρουσιας εξ ημων δι᾿ ημας καθ᾿ ημας αμαρτιας χωρις παχυνθηναι, και ημιν προσφυως φωναις τε και παραδειγμασι την περι των απορρητων και παντος λογου δυναμιν υπερβαινουσαν εκθεσθαι διδασκαλιαν (δια παραβολων γαρ ειρηται παντα λελαληκεναι, και χωρις παραβολης μηδεν διεξιεναι· φιλον ουτω τοις διδασκαλοις χρησθαι, επαν οι ακροαται μη παρακολουθωσι τοις πρωτοτυπως λεγομενοις, και εις συναισθησιν αυτους αγειν των λεγομενων)· η οτι τοις των οντων εαυτον δι᾿ ημας απορρητως εγκρυψας λογοις αναλογως δι᾿ εκαστου των ορωμενων ως δια τινων γραμματων υποσημαινεται, ολος εν ολοις αμα πληρεστατος, και το καθ᾿ εκαστον ολοκληρος, ολος και ανελαττωτος, εν τοις διαφοροις ο αδιαφορος και ωσαυτως αει εχων, εν τοις συνθετοις ο απλους και ασυνθετος, και εν τοις υπο αρχην ο αναρχος, και ο αορατος εν τοις ορωμενοις και εν τοις απτοις ο αναφης· η οτι δι᾿ ημας, τους παχεις την διανοιαν, σωματωθηναι τε δι᾿ ημας και γραμμασι και (=1288=) συλλαβαις και φωναις τυπωθηναι κατεδεξατο, ινα εκ παντων τουτων ημας επομενους αυτω κατα βραχυ προς εαυτον συναγαγη, ενοποιηθεντος τω Πνευματι, και εις την απλην περι αυτου και ασχετον εννοιαν αναγαγοι, τοσουτον ημας δι᾿ εαυτον προς ενωσιν εαυτου συστειλας, οσον αυτος δι᾿ ημας εαυτον συγκαταβασεως λογω διεστειλεν.
 
ƒS (96). ..».ΟΥΚ ΕΚ ΤΩΝ ΚΑΤ' ΑΥΤΟΝ, ΑΛΛ' ΕΚ ΤΩΝ ΠΕΡΙ ΑΥΤΟΝ, ΑΛΛΗΣ ΕΞ ΑΛΛΟΥ ΦΑΝΤΑΣΙΑΣ..».
Εκ του αυτου λογου, εις το· «Ουκ εκ των κατ’ αυτον, αλλ᾿ εκ των περι αυτον, αλλης εξ αλλου φαντασιας συλλεγομενης, εις εν τι της αληθειας ινδαλμα».
 
Εκ των κατα την ουσιαν, τουτεστι εκ της ουσιας αυτης, ο Θεος ουδεποτε τι υπαρχων γινωσκεται. Αμηχανος γαρ και παντελως (≡14Δ_398≡> αβατος παση τη κτισει, ορατη τε και αορατω κατα το ισον, η περι του τι καθεστηκεν εννοια, αλλ᾿ εκ των περι την ουσιαν μονον οτι εστι, και ταυτα καλως τε και ευσεβως θεωρουμενων, τοις ορωσιν ο Θεος εαυτον υπενδιδωσι. Παντα δε τα περι την ουσιαν ου το τι εστιν, αλλα τι ουκ εστιν υποδηλοι, οιον το αγενητον, το αναρχον, το απειρον, το ασωματον, και οσα τοιαυτα περι την ουσιαν εισι, και το τι μη ειναι, ουχ οτι δε το τι ειναι αυτην παριστωσιν· αλλα και οι της προνοιας και της κρισεως λογοι, καθ᾿ ους το παν σοφως διεξαγεται, μεθ᾿ ων και η εναρμονιος της φυσεως θεωρια περι Θεου ειναι λεγεται, τον δημιουργον εαυτης οτι εστι μονον αναλογως δεικνυουσα. Εναντιως ουν ταις καταφασεσι κειμενων των αποφασεων, εναλλαξ αλληλαις περι Θεον φιλικως συμπλεκονται και αλληλων αντιπαραλαμβανονται· οιον αι μεν αποφασεις το μη τι ειναι, αλλα τι μη ειναι σημαινουσαι το Θειον, περι το τι ειναι το τουτο μη ον, ενουνται ταις καταφασεσιν, αι δε καταφασεις το μονον οτι εστι, τιποτε δε τουτο εστι μη δηλουσαι, περι το τι μη ειναι το τουτο ον ενουνται ταις αποφασεσι, προς μεν αλληλας δεικνυουσαι την εξ αντιθεσεως εναντιοτητα, περι δε τον Θεον τω εις αλληλα των ακρων κατα περιπτωσιν τροπω την οικειοτητα.
 
ƒΖ (97). ..».ΕΠΕΙ ΔΕ ΟΥΚ ΗΡΚΕΙ ΤΗ ΑΓΑΘΟΤΗΤΙ ΤΟΥΤΟ ΤΟ ΚΕΙΝΕΙΣΘΑΙ ΜΟΝΟΝ..».
Εκ του αυτου λογου· «Επει δε ουκ ηρκει τη αγαθοτητι τουτο το κινεισθαι μονον τη εαυτης θεωρια, αλλ᾿ εδει χεθηναι το αγαθον και οδευσαι ως πλεονα ειναι τα ευεργετουμενα».
 
Τον πολλακις ειρημενον ερωτησας περι τουτου μεγαν και σοφον γεροντα δηλουν εφη δια τουτων τον μεγαν και θεοφορον (≡14Δ_400≡> Γρηγοριον το τον αυτον Θεον εν εαυτω μονον, οια δη ενα κυριως οντα, μηδεν εαυτω το παραπαν συνεπινοουμενον εχοντα κατα την φυσιν διαφορον, εν εαυτω τε μονον εχοντα την απερινοητον αναρχον τε και απειρον και ακαταληπτον μονιμοτητα, εξ ης κατα απειροδωρον χυσιν αγαθοτητος τα οντα εκ του μη οντος παραγαγειν τε και (=1289=) υποστησασθαι, θελησαι και εαυτον αναλογως τοις ολοις και τω καθ᾿ εκαστον αχραντως μεταδουναι την προς το ειναι και διαμενειν εκαστω χαριζομενον δυναμιν, κατα τον αγιον και θεοεικελον μεγαν Διονυσιον τον Αρεοπαγιτην φασκοντα, το εν υμνητεον υπο Θεου, τω παντων υπεξαιρεισθαι, εις το ειναι αγαθοτητι παραγαγοντα την τε των νοητων πασαν διακοσμησιν και την των ορατων ευπρεπειαν, αναλογως εκαστω των κτισματων κατα τινα λογον απορρητον σοφιας αμειωτως ενυπαρχειν, και μηδενι λογω η τροπω το συνολον παλιν κατεχεσθαι, τοις μεν κατα περιττην αγαθοδωρον χυσιν, τοις δε μεσως, τοις δε το κατα τι γουν εξεικονιζειν αυτον δυνασθαι. Και τουτο αν ειη τυχον, κατα την εμην αφροσυνην, το χεισθαι το αγαθον και οδευειν, το τον ενα Θεον αναλογως προς τα δεκτικα τη μεταδοσει των αγαθων πληθυνεσθαι».
 
ƒΗ (98). ..».ΔΕΥΤΕΡΑΝ ΚΟΙΝΩΝΕΙ ΚΟΙΝΩΝΙΑΝ, ΠΟΛΥ ΤΗΣ ΠΡΟΤΕΡΑΣ ΠΑΡΑΔΟΞΟΤΕΡΑΝ»
Εκ του αυτου λογου, εις το, «Δευτεραν κοινωνει κοινωνιαν, πολυ της προτερας παραδοξοτεραν».
 
Ουκ ην θαυμαστον, ως οιμαι, τοσουτο, καιπερ ον τηλικουτο, το κατα την πρωτην πλασιν καθαραν ουσαν την φυσιν των ανθρωπων, ατε δη χειρι Θεου τιμηθεισαν, προς κοινωνιαν εαυτου δια της εμπνευσεως αγαγειν τον Θεον, τω ομοιω μεταδιδοντα της κατ᾿ εικονα θειας ωραιοτητος, οσον το ρυπωθεισαν ταυτην (≡14Δ_402≡> και Θεου δραπετευσασαν, δι᾿ ων ανεμαξατο παθων, ταυτη προσομιλησαι καταδεξασθαι, και του χειρονος μετασχειν, και τω παντη των πραγματων αμικτω τη παραδοξω ενωσει προσεπιτειναι το θαυμα. Προτερον μεν γαρ κατ᾿ ουδεν τροπον η λογον ουσιας η υποστασεως, των εν οις τα οντα παντα καθολικως θεωρειται, το εν προς τον Θεον η φυσις ειληφει, νυν δε το καθ᾿ υποστασιν εν προς αυτον δια της αφραστου ενωσεως ελαβε, τον οικειον δηλαδη κατα την ουσιαν αναλλοιωτως προς την θειαν ουσιαν διαφορον διαφυλαττουσαν λογον, προς ην εχει δια της ενωσεως το καθ᾿ υποστασιν εν και διαφορον, ινα τω μεν του ειναι λογω, καθ᾿ ον γεγενηται και εστι, διαμενοι το εαυτης ον κυριως εχουσα κατα παντα τροπον αμειωτον, τω δε του πως ειναι λογω το υφεσταναι θεϊκως λαβουσα της περι τι αλλο κινησεως την ροπην παντελως μητε γινωσκη, μητε προσιηται. Ταυτη γουν πολυ της προτερας παραδοξοτεραν την προς την φυσιν των ανθρωπων ο Λογος εποιησατο κοινωνιαν, αυτην την φυσιν ουσιωδως εαυτω καθ᾿ υποστασιν ενωσας.
 
ƒΘ (99). ..».... ΚΑΙ ΕΙ ΜΗ ΩΣ ΙΩΑΝΝΗΣ ΑΠΟ ΓΑΣΤΡΟΣ, ΑΛΛ' ΩΣ ΔΑΒΙΔ ΕΠΙ ΤΗ ΚΑΤΑΠΑΥΣΕΙ ΤΗΣ ΚΙΒΩΤΟΥ»
Εκ του αυτου, εις το, «Νυνι δε μοι δεξαι την κυησιν, και προσκιρτησον, και ει μη ως Ιωαννης απο γαστρος, αλλ᾿ ως Δαβιδ επι τη καταπαυσει της κιβωτου».
 
Ιωαννης ο μεγας ου μονον μετανοιας και της (=1292=) κατα την πρακτικην φιλοσοφιαν απαθειας και γνωστικης θεωριας εστιν εικων, της μεν ως κηρυξ και βαπτιστης, της δε ως ερημιτης και του κοσμου παντη κεχωρισμενος, της δε ως Λευιτης και ιερευς και Θεου Λογου προδρομος, αλλα και της εν τουτοις κατα την εξιν ατρεψιας συμβολον, ως απο γαστρος και μεχρι θανατου τον εν τουτοις της ψυχης τονον εμειλικτον διατηρησας. Ο δε Δαβιδ (≡14Δ_404≡> εξομολογησεως πραξεως τε και θεωριας και αυτος εστιν εικων, ως της ιουδαϊκης φυλης και ποιμην προτερον και υστερον βασιλευς, και των αλλοφυλων αναιρετης, ου μην δε και της τουτων κατα την εξιν ατρεψιας συμβολον. Παρεπεσε γαρ μετα την επιγνωσιν, ανθρωπινον τι παθων, και την εξιν της αρετης και της γνωσεως ουκ εφυλαξεν ατρεπτον. Διο τυχον ουδε απο γαστρος του Λογου προσκιρτησαι γεγραπται κατα τον μεγαν Ιωαννην, αλλα μετα την των αλλοφυλων τελειαν αναιρεσιν και την της κιβωτου αποκαταστασιν, τουτεστι μετα την των παθων υποχωρησιν και την της γνωσεως αυθις επανοδον.
Τυπος ουν εστιν ο μεν Ιωαννης παντων των κατ᾿ αρετην και γνωσιν δια μετανοιας εν πνευματι γεννωμενων, και μεχρι τελους δια προκοπης την εν τουτοις εξιν ατρεπτον διατηρουντων, ο δε Δαβιδ παντων των μετα την επιγνωσιν παραπιπτοντων, και παλιν δια μετανοιας το κατ᾿ αρετην και γνωσιν επαναγοντων της ψυχης της θειας χαρας αγαλλιαμα. Συντομος ουν υπαρχων, και τω πνευματι την εις πλατος του Λογου δυναμιν νοερως συστειλας ο μεγας διδασκαλος, Ιωαννη και Δαβιδ τοις μεγαλοις παρεικασε δια της καθ᾿ εκατερον εξεως τους των θειων λογιων ακροατας, ως ενι παντως τουτων, καθαπερ οιμαι, κατα τον εφ᾿ εκαστω καλως αποδοθεντα τροπον, εκαστου των κατ᾿ ευσεβειαν ζωντων ενισχημενου, οιονει διαρρηδην βοων οτιπερ Παντες οσοι τον θειον της αρετης και της γνωσεως εν εαυτοις δια μετανοιας κυϊσκομενον εδεξασθε Λογον, η κατα τον μεγαν Ιωαννην εξ αρχης μεχρι τελους δια προκοπης το επ’ αυτω της ψυχης κατα την εξιν ατρεπτως θειον διατηρησατε σκιρτημα, μηδενι το παραπαν υπαγομενοι κακιας ειδει και αγνωσια, η κατα τον μακαριον Δαβιδ, καν ει συμβεβηκε τι κατα τον θειον δρομον υμιν αβουλητον, φιλοπονως δια μετανοιας σπουδαζεται προς εαυτους την αρετην επαναγαγειν και την γνωσιν υπομονης τονοις και λογων θειων ασκημασι, και μη τη ραθυμια τοις παθεσιν εκδοτον (≡14Δ_406≡> ταυτην την εν υμιν θειαν, της αρετης λεγω και της γνωσεως, εασαντες κιβωτον το του ιερεως Ηλει υπομενητε παθος, και οπισθιως πεσοντες περι τας πυλας του ναου του εν Σηλωμ αποθανητε, τον ωμον της πραξεως συντριβεντες. 
Οπερ, ως οιμαι, σαφεστερον διδασκων ο μακαριος ουτος Πατηρ εν τω εις την Καινην Κυριακην λογω φησι " Αδειν δε τω Κυριω ασμα καινον κελευομεθα, ειτε οι εις Βαβυλωνα και την πονηραν (=1293=) συγχυσιν κατασυρεντες υπο της αμαρτιας, επειτα προς Ιερουσαλημ ανασωθεντες, κακει μεν ου δυναμενοι την θειαν αδειν ωδην ως επι γης αλλοτριας, ενταυθα δε νεαν ωδην και πολιτειαν ισταμενοι, ειτε οι μειναντες εν τω καλω και προκοπτοντες, και το μεν κατωρθωκοτες ηδη, το δε κατορθουντες παρα του καινοποιου Πνευματος. "Ταυτα στοχαστικως κατα την εμην αφροσυνην νενοηκοτα τον διδασκαλον φαναι νομιζω»· Νυνι δε μοι δεξαι την κυησιν και προσκιρτησον, ει και μη ως Ιωαννης απο γαστρος, αλλ᾿ ως Δαβιδ επι τη καταπαυσει της κιβωτου, τω κατ᾿ αξιαν και γενος της θεωριας τροπω συνηρηκοτα την των ειρημενων θεωριαν.
Φασι γαρ οι των τοιουτων ακριβεις επιμεληται μυστηριων και των επ᾿ αυτοις πνευματικων λογων ερασται και φιλοθεαμονες, τον καθολου της Γραφικης θεωριας λογον, ενα τυγχανοντα, δεκαχως πλατυνομενον θεωρεισθαι, τοπω, χρονω, γενει, προσωπω, αξια, ηγουν επιτηδευματι, πρακτικη, φυσικη, θεολογικη, φιλοσοφια, ενεστωτι, και μελλοντι, ηγουν τυπω και αληθεια, και αυθις συναγομενον τους πεντε τρισι περιγραφειν τροποις, και παλιν δυσι τους τρεις, και τους δυο ενι συγκλειειν παντελως μη αριθμουμενω λογω· οιον τους κατα χρονον και τοπον και γενος και προσωπον και αξιαν, πεντε τυγχανοντες, εις τρεις συναγειν τους της πρακτικης και φυσικης και θεολογικης, τουτους δε παλιν τρεις οντας, εις δυο, τους το παρον τε και το μελλον σημαινοντας, και τουτους εις τον τελεστικον και απλουν, ως φασι, και (≡14Δ_408≡> παντων περιεκτικον αρρητον Λογον, εξ ου κατα προοδον γεγονεν η καθολικη των υπο θεωριαν της Γραφης τροπων δεκας, και εις ον ως αρχην κατα περιγραφην η αυτη δεκας ανατατικως εις μοναδα παλιν συναγεται.
Και κατα μεν χρονον ο της Γραφης θεωρειται λογος, ηνικα το Ποτε, το Ην, το Εστι, το Εσται, το Προ τουδε, το Παρον, το Μετα τοδε, και Επι τουδε, και Απ᾿ αρχης, το Παρελθον, το Μελλον, ενιαυτους τε και καιρους και μηνας και εβδομαδας και ημερας και νυκτας και τα τουτων μερη, και απλως οσα εμφαντικα χρονου, δηλοι· κατα δε τοπον, οταν ουρανον και γην και αερα και θαλασσαν, οικουμενην, περατα, χωρας, νησους, πολεις, ναους, κωμας, αγρους, ορη, φαραγγας, οδους, ποταμους, ερημους, ληνους, αλωνας, αμπελωνας, και απλως οσα τοπον χαρακτηριζειν δυναται, σημαινη· κατα γενος δε, καθολικως μεν οποταν αγγελους, η οσα της εν ουρανοις εστι των νοερων ουσιων διακοσμησεως, προς δε και ηλιον και σεληνην, αστερας, πυρ, και οσα εν αερι, εν γη, εν θαλασση τυγχανει οντα, η ζωα, η ζωοφυτα, η φυτα, και οσα εκ γης μεταλλευεται και τεχναις ανθρωπων υποπιπτει, και οσα ετερα τοιαυτα, δηλοι, ιδιοτροπως δε παλιν, οταν ανθρωπους, εθνη, λαους, γλωσσας, φυλας, πατριας, και οσα τοιαυτα, συν αριθμω η αριθμου χωρις ονομαζη· κατα προσωπον δε, οταν τονδε τον αγγελον, η τονδε τον αρχαγγελον, η Σεραφιμ, η οσα των εν ουρανοις διαιτωμενων νοερων ουσιων, εξ ονοματος καλη, η Αβρααμ, η Ισαακ, η Ιακωβ, η ετερον τινα των εν επαινω η ψογω τη Γραφη κειμενων, δι᾿ ονοματος (=1296=) παραδηλοι· κατ᾿ αξιαν δε, ηνικα βασιλειαν, η βασιλεα, η ποιμενα, η ποιμνην, η ιερεα, η ιερωσυνην, η γεωργον, η στρατηγον, η αρχιτεκτονα, και απλως ει τι αλλο των οις διηρηται το ανθρωπινον γενος επιτηδευμασι.
Ταυτα γαρ παντα οσα τοις πεντε περιεχομενα τροποις εδειξεν ο λογος, ουσια και δυναμει και ενεργεια, ταις περι αυτα πρωταις διαιρεσεσι, συνισταμενα, η κινει παντως η κινειται, η (≡14Δ_410≡> ενεργειται η ενεργει, η θεωρει η θεωρειται, η λαλει η λαλειται, η διδασκει η διδασκεται, η επιτροπην η αποτροπην δεχεται, και απλως ινα συνελων ειπω, η ποιουντα η πασχοντα την πρακτικην και την φυσικην και την θεολογικην κατα συμπλοκην δι᾿ αλληλων ποικιλως ημιν εισηγουνται φιλοσοφιαν, εκαστου δηλαδη των ωνομασμενων πολυτροπως ταις περι αυτο κατα την θεωριαν επινοιαις επαινετως η ψεκτως λαμβανομενου, και τους επ᾿ αυτω ποιητεους η ου ποιητεους, η φυσικους η αφυσικους, η νοητους η ανοητους λογους εκφαινοντος. Διττος γαρ, ως εφην, ο εφ᾿ εκαστω λογω τροπος εστι, κατα το δυνατον τω ποιουμενω την επ᾿ αυτοις συνετως της θεωριας εξετασιν, ινα εκ τε της των ποιητεων και φυσικων και νοητων λογων θεσεως, και εκ της των ου ποιητεων και αφυσικων και ανοητων φαντασιων αφαιρεσεως, η πρακτικη και η φυσικη και η θεολογικη περιποιηθη τοις ευσεβεσι φιλοσοφια, ταυτον δε εστιν ειπειν, φιλοθεια.
Και αυται δε παλιν τω τε παροντι και τω μελλοντι διαιρουνται, ως σκιαν εχουσαι και αληθειαν, και τυπον και αρχετυπιαν. Ως δ᾿ αν υπερφυως τε και υψηλως δυνατον εστι κατα τον αιωνα τουτον τω ανθρωπω το ακροτατον φθασαντες μετρον της αρετης και της γνωσεως και της σοφιας περιγενεσθαι την των θειων επιστημην, εν τυπω και εικονι των αρχετυπων εστι. Τυπος γαρ εστιν ως αληθως πασα παρ᾿ ημων νυν ειναι νομιζομενη αληθεια, και σκια του μειζονος Λογου και εικων. Ο εν ολοις κατα το παρον προς το μελλον και των ολων ποιητικος Λογος κατανοουμενος εστιν ως εν τυπω και αληθεια, και ων και φαινομενος, ως υπερ το παρον και το μελλον ων, και υπερ τυπον και αληθειαν, τω μηδεν εχειν αντικειμενον συνθεωρουμενον. Αντικειται δε τη αληθεια το ψευδος. Υπερ αληθειαν αρα ο προς ον τα παντα συναγεται Λογος, και αυθις, ως ανθρωπος και Θεος (≡14Δ_412≡> υπαρχων, και υπερ πασαν ων αληθως ανθρωποτητα τε και θεοτητα. 
Συναγονται τοινυν οι μεν προτεροι πεντε τροποι κατα την επ᾿ αυτοις πολυτροπον θεωριαν εις πρακτικην και φυσικην και θεολογικην φιλοσοφιαν, αυται δε παλιν εις το παρον και εις το μελλον, ητοι τυπον και αληθειαν, το παρον δε και το μελλον εις το αρχικον, ηγουν τον εν αρχη Λογον, τον ποιουντα παθειν αυτον και ιδειν τους αξιους αυτου γενομενους, και δια των ειρημενων φιλοπονως την προς αυτον ποιησαμενους πορειαν, και την δι᾿ αυτους γενομενην δεκαδα δι᾿ αυτον ποιησαμενους μοναδα, την αυτους εκτιναξαν παντος εμπαθους τε και φυσικου και (=1297=) νοητου κινηματος, και την εν χαριτι θειαν αυτοις κατα την ολοκληρον εξιν εμμορφωσασαν της κατα φυσιν θειας απλοτητος ιδιοτητα. Ιστεον δε και τουτο, οτι της μεν προνοιας ο λογος τη φυσικη, και ο της κρισεως λογος τη πρακτικη κατεσπαρται φιλοσοφια, κατα τους αυτοις πρεποντας τροπους, οις δια της θεωριαν των οντων τε και γινομενων εμφαινονται.
Ταυτα, καθως ειρηται, νενοηκοτα τον θεοφρονα τουτον διδασκαλον οιμαι προσφορως τους ονομασθεντας αγιους εκ του κατα γενος και αξιαν τροπου της επ᾿ αυτοις θεωριας καλεσαι, τον δε μεγαν Ιωαννην και εκ του τοπου. Διοπερ ο μεγας αγιος Ιωαννης, ως μεν κηρυξ μετανοιας, πραξεως εστιν εικων, ως δε ερημιτης, απαθειας, ως Λευιτης δε και ιερευς, γνωστικης θεωριας, ως δε του λογου προσκιρτησας απο γαστρος, ατρεψιας και της κατ᾿ αρετην και γνωσιν εξεως εστι συμβολον· ο δε αγιος Δαβιδ, ως μεν Ιουδαιος και ποιμην, την δι᾿ εξομολογησεως πρακτικην φιλοσοφιαν εικονιζεται, ως δε βασιλευς Ισραηλ, την θεωρητικην εισηγειται μυσταγωγιαν. Γενος ουν του μεν αγιου Ιωαννου το εθνος και η φυλη εξ ων υπηρχε, αξια δε το κηρυγμα και ιερωσυνη, και τοπος η ερημος εν η διηγε· του δε αγιου Δαβιδ ωσαυτως, το μεν γενος το εθνος εστι και η φυλη, το δε επιτηδευμα, ηγουν η αξια, η ποιμαντικη και η βασιλεια. Αις εκατερος, (≡14Δ_414≡> αναλογως εαυτω κατα τον πρεποντα λογον των επ᾿ αυτω λεγομενων τροπων θεωρουμενος, το δι᾿ αυτου δηλουμενον "απταιστως" μυστηριον δεικνυσιν.
 
Ρ (100). ..».ΑΝ ΕΙΣ ΑΙΓΥΠΤΟΝ ΦΕΥΓΗ, ΠΡΟΘΥΜΩΣ ΣΥΜΦΥΓΑΔΕΥΘΗΤΙ..».
Εκ του αυτου λογου, εις το· «Αν εις Αιγυπτον φευγη, προθυμως συμφυγαδευθητι· καλον τω Χριστω συμφευγειν διωκομενω. Αν εν Αιγυπτω βραδυνη, καλεσον αυτον εξ Αιγυπτου, καλως εκει προσκυνουμενον».
 
Δει καθαπερ οιμαι, προς τω γινωσκειν εις Αιγυπτον φυγοντα τον Κυριον και υπο τινος διωκομενον κατα το ακολουθον ειδεναι. Φευγει τοινυν ο Κυριος ου μονον απλως εις Αιγυπτον, αλλα και υπο Ηρωδου διωκομενος, του τηνικαυτα της Ιουδαιας γης βασιλευοντος. Ερμηνευεται δε ο Ηρωδης, ως φασι, παθος, και δερματινος, και φυσις, η δε Αιγυπτος και αυτη πολλαχως λαμβανεται, κατα τας επ᾿ αυτη των θεωρητικων τροπων επινοιας, ποτε μεν εις τον ενεστωτα κοσμον, ποτε δε εις την σαρκα, ποτε δε εις την αμαρτιαν, ποτε δε εις την αγνοιαν, ποτε δε εις την κακωσιν, καθ᾿ ην μαλιστα νυν επιβολην πρεπον εστιν εκδεξασθαι την εις Αιγυπτον του Κυριου φυγην. Καλον ουν εστι συμφευγειν εις Αιγυπτον τω Χριστω, τουτεστι τω εν ημιν διαγνωστικω θειω Λογω, δια νηπιοτητα τεως διωκομενω, δι᾿ ημας τους κατ᾿ αυτον νηπιαζοντας, υπο του κρατουντος ημων ετι και βασιλευοντος δια των εμπαθων της σαρκος κινηματων χοϊκου φρονηματος, (=1300=) εις την δια της πρακτικης κακωσιν, εως ου θανατος ημιν μηνυθη δια της απαθειας των ζητουντων την ψυχην του εν ημιν νηπιαζοντος θειοτατου Λογου, τουτεστι των την ημων κατα τον λογον θεοτελη ζωην νεκρωσαι θελοντων, και την χριστοειδη καταστασιν, ηγουν εξιν, αφανισαι μαινομενων, του δια της ημων αδιστακτου κατα προαιρεσιν προθυμως ωσπερ δια νεφελης (≡14Δ_416≡> κουφης επιβαινοντος ημων τη Αιγυπτω, λεγω δε τη σαρκι, και τα ταυτης κινηματα τε και παθηματα ωσπερ τινα χειροποιητα ειδωλα κατασειοντος και της εδρας μετακινουντος τε και παντελως της ψυχης απωθουμενου, και εις εαυτον μετα την εικονων αποβολην δεοντως μεταγοντος την προσκυνησιν. Ουτω μεν ουν συμφευγομεν καλως τω Χριστω διωκομενω, της συν αυτω φυγης δια της εκουσιου κακωσεως καλον λαμβανοντες μισθον την απαθειαν.
Καλουμεν δε παλιν τον Χριστον εξ Αιγυπτου μη εωντες τον εν ημιν θειον της διαγνωσεως λογον μετα την των παθων υποχωρησιν και τελειαν νεκρωσιν ταις κατα των μη οντων μηχαναις ανοητως προσανεχειν, μηδε σαρκα Λογον εν εαυτοις μονον η εν ετεροις ημιν προσομιλουσιν αυτον συγχωρουντες γινωσκεσθαι. Αλλα καλως τε και πιστως εν τοις κατα την κακωσιν της πρακτικοις φιλοσοφιας τυποις δια των αρετων προπαιδευθεντες αναβαινωμεν εκ τουτων δια θεωριας επι την ωσιν εισι τυποι και προχαραγματα γνωσιν, ωσπερ απο τινος Αιγυπτου εις την Ιουδα καλως αναβαινοντες και τους συν ημιν αναβαινειν διδασκοντες, και απο του σαρκα Λογον ειδεναι τον Χριστον δια της πρακτικης μεταβαινωμεν επι την δοξαν την ως Μονογενους παρα Πατρος αυτου γνωσιν.
Ουτω τις καλως τε και ευσεβως συμφευγει Χριστω διωκομενω, και ουτω παλιν αυτον καλει προς θεωριαν και γνωσιν απο της πρακτικης μεταβαινων, παντα ποιων συν τω Λογω κατα τον Λογον υπερ του Λογου. Μη φανητω δε σοι παραδοξον εις την κατ᾿ αρετην ληφθεισα νυν η Αιγυπτος κακωσιν, αλλ᾿ επισκηψον ακριβως τοις κατα την Παλαιαν ιστορηθεισι, πως ου μονον τον Ισραηλ πλινθουργουντα, αλλα και αυτους Αιγυπτιους δια της Μωσεως επιδημιας εις φθοραν εβασανιζε. Κακωσις γαρ ωσπερ και σκοτος, ως εφην, η Αιγυπτος ερμηνευεται. Πασα δε κατα τον εικοτα λογον ερμηνεια την επαινετην επιδεχεται και την ψεκτην του υπ᾿ εκεινου δια της θεωριας ως επι το (≡14Δ_418≡> πλειστον εννοιαν. Ει τοινυν σαρκος ευεκτουσης και πιαινομενης τοις παθεσιν η ψυχη βασανιζεται και σκοτιζεται της των αρετων εξεως και του φωτισμου της γνωσεως υποχωρουντων, τον αυτον τροπον παντως κατα το εικος, και της ψυχης τω θειω καλλει των αρετων και τω φωτισμω της γνωσεως φρουρουμενης τε και λαπρυνομενης, ο εξω ανθρωπος διαφθειρεται, της σαρκος δια την επιδημιαν του Λογου την φυσικην ευεξιαν αποβαλλομενης, εν η κρυπτομενος μαλλον δε βασιλευων, ο την επι του ομφαλου δυναμιν εχων δρακων, οιον τις των καλων σκεδαστης Φαραω αορατος, διειρπε, την ψυχην τοις καθ᾿ αμαρτιαν δηγμασι βαλλων, ος δια του κατα μερος το φρονημα της σαρκος σβεννυσθαι κατα την πρακτικην κακουχιαν (=1301=) υποχωρει τελειως νεκρουμενος, ουδε ιχνος της ποτε τυραννιδος εικοτως αφεις, ωστε βοαν δια Χριστου δυνασθαι τους της ελευθεριας τετυχηκοτας, και προ της γενικης αναστασεως δια την ηδη γεγενημενην αυτοις της προαιρεσεως εθελουσιον αναστασιν, Που σου, θανατε, το κεντρον; που σου, αδη, το νικος; την ηδονην λεγοντες της σαρκος την συνημμενην αυτη της ψυχης εκ της αγνοιας απατην, δι᾿ ων ποτε προ του Χριστου κρατων της ανθρωπινης φυσεως ο παμμιαρος διαβολος αφειδως διετιτρα τω κεντρω της ηδονης την των ανθρωπων φυσιν, και φιλονεικως τω ξιφει της απατης προς απωλειαν αυτην υπεσυρετο.
 
ΡΑ (101). ... ΕΚ ΤΟΥ ΕΙΣ ΤΑ ΦΩΤΑ ..».... ΚΑΙ ΤΗΣ ΤΟΥ ΘΕΟΥ ΔΟΞΗΣ ΑΠΟΠΕΣΕΙΝ, ΕΙΣ ΕΙΔΩΛΑ..».
Του αυτου εκ του εις τα Φωτα λογου, εις το· «Ειπερ ασεβειν αυτους εδει παντως, και της του Θεου δοξης αποπεσειν, εις ειδωλα κατενεχθεντας και τεχνης εργα και χειρων πλασματα, μη αλλο τι κατ᾿ αυτων ευξασθαι τους νουν εχοντας, η τοιαυτα σεβασθηναι και ουτω τιμησαι».
 
Τουτων αναγνωσθεντων ειπατε, τινες των ακροωμενων (≡14Δ_420≡> επεσκηψαν τω διδασκαλω, φασκοντες μη δικαιον ειναι τους νουν εχοντας και ευαγγελικως ζην προθεμενους κατα τινος ευξασθαι τοιαυτα σεβασθηναι και ουτω τιμησαι. Προς ους εμον μεν ουδεν, ο δε παρα τινος γεροντος τα θεια σοφου και την των Πατερων περι πολλου ποιουμενου διδασκαλιαν εδιδαχθην περι τουτου, φημι. Ο αγιος και μακαριος Πατηρ ημων και διδασκαλος Γρηγοριος, ω ουτοι, (ως γαρ παρουσιν αυτοις διαλεχθησομαι), θεασαμενος τους Ελληνας προηγουμενως ουτως αλογως πλανηθεντας, και της περι του κυριως οντος Θεου παμπαν εννοιας απαχθεντας, συμπαθειας νομω ταυτα διεξεισιν, ινα εκ της των σεβασματων αλογιας τε και ευτελειας, μαλλον δε κυριωτερον ειπειν βδελυριας, πολλη των επιχειρηματικων λογων αυτοις γενομενη των σεβασματων ανασκευη ραστη γενηται αυτοις προς ορθοτομιαν η ανοδος, προσετι γε μην και μηδε τινα τουτων κακοδοξια κατασυρηναι, δια το την απατην εκ του προχειρου πασιν ευδηλον ειναι και ευφωρατον, μηδενι τιμιω δοκουντι συγκαλυπτουσαν το λανθανον κακον.
 
ΡΒ (102). ..».ΟΥ ΔΕ ΚΑΘΑΡΣΙΣ, ΕΛΛΑΜΨΙΣ, ΕΛΛΑΜΨΙΣ ΔΕ ΠΟΘΟΥ ΠΛΗΡΩΣΙΣ, ΤΟΙΣ ΤΩΝ ΜΕΓΙΣΤΩΝ..».
Εκ του αυτου λογου, εις το, «Ου δε καθαρσις, ελλαμψις, ελλαμψις δε ποθου πληρωσις, τοις των μεγιστων, η του μεγιστου, η υπερ το μεγα εφιεμενοις».
 
Φασιν οι των θειων επιστημονες μυστηριων οτι ενθα καθαρσις ψυχης η δια των αρετων, εκει και ελλαμψις γνωσεως μετα την ευσεβη των οντων διασκεψιν αναφαινεται, προς την του θειου κατανοησιν (=1304=) την ψυχην αναβιβαζουσα, και τον ποθον αυτης προσηλουσα τω εσχατω των ορεκτων, οπερ εστιν ο Θεος, ο εν τοις μεγιστοις και εν τω μεγιστω και υπερ το μεγα κυριως υπαρχων και γινωσκομενος· "εν τοις μεγιστοις" μεν, ως εν τρισιν υποστασεσιν ομοουσιοις και ομοδυναμοις, ασυγχυτοις (≡14Δ_422≡> τε τη ακριβει και αμεταβολω περι εκαστην ιδιοτητι, αγεννησια λεγω και γεννησει και εκπορευσει· "εν τω μεγιστω" δε, δια το κατ᾿ ουσιαν εν και ταυτον και μοναδικον της θεοτητος· υπερ το μεγα δε, δια το "μη ποσω τινι η μεγεθει η πηλικοτητι περιγραφεσθαι" και περασι τισι διαλαμβανεσθαι το θειον. Παν γαρ μεγεθος πεπερασμενον εστι, το δε θειον μονον απεραντον, η φησιν ο μεγας Δαβιδ, Μεγας Κυριος και αινετος σφοδρα, και της μεγαλωσυνης αυτου ουκ εστι περας, ως ουδενι περιορισμω περατουμενον, διο και απειρον, η εχον φθανουσαν αυτο την οιανουν χρονου και φυσεως εννοιαν, καθ᾿ ην η τεχνικη των λογικων επιχειρηματων μεθοδος τοις τα τοιαυτα σπουδασταις επενοηθη δι᾿ ην μαλιστα και μεθ᾿ ης αδοκιμοι περι την της αληθειας ευρεσιν απεδειχθησαν, παν ο τοις σφων αυτων λογισμοις μη γεγονεν αλωτον, μητε ειναι το παραπαν πιστευσαντες.
Δηλοι δε τα προειρημενα λεγων ο διδασκαλος εκ του και εν αλλοις τοις αυτοις χρησασθαι λογοις. Λεγει ουν εν τω εις τον Καταπλουν των απο Αιγυπτου λογω, θεολογικως ουτωσι διεξιων περι της ακτιστου και θειου ουσιας, και της κτιστης και αρχην του ειναι λαβουσης φυσεως· " Καλειται δε η μεν Θεος, και εν τρισι τοις μεγιστοις ισταται, αιτιω και δημιουργω και τελειοποιω τω Πατρι λεγω και τω Υιω και τω αγιω Πνευματι. Και αυθις εν τω περι Βαπτισματος λογω περι της εν τρισιν αγιαις υποστασεσι μιας και της αυτης αγιας θεοτητος διαλαμβανων φησι, "Παντοθεν ισην, την αυτην παντοθεν, ως εν ουρανου καλλος και μεγεθος, τριων απειρων απειρον συμφυιαν». Αυτος ουν εαυτου καθεστηκεν ερμηνευτης ο διδασκαλος τοις μη παρεργως εντυγχανουσι τοις αυτου θεοφραστου λογοις.
 
ΡΓ (103). ..».ΚΑΙΝΟΤΟΜΟΥΝΤΑΙ ΦΥΣΕΙΣ, ΚΑΙ ΘΕΟΣ ΑΝΘΡΩΠΟΣ ΓΙΝΕΤΑΙ»
(≡14Δ_424≡>
Εκ του αυτου λογου, εις το, «Καινοτομουνται φυσεις, και Θεος ανθρωπος γινεται».
 
Οι τα πολλα των θειων μυστηριων εκ των οπαδων και υπηρετων γενομενων του Λογου, και αυτοθεν αμεσως την των οντων μυηθεντων γνωσιν, κατα διαδοχην δια των προ αυτων εις αυτους διαδοθεντα λαβοντες αγιοι φασιν πεντε διαιρεσεσι διειληφθαι την παντων των γεγονοτων υποστασιν· ων πρωτην μεν φασιν ειναι την διαιρουσαν της ακτιστου φυσεως την κτιστην καθολου φυσιν, και δια γενεσεως το ειναι λαβουσαν. Φασι γαρ τον Θεον αγαθοτητι (=1305=) πεποιηκοτα των οντων απαντων λαμπραν διακοσμησιν, μη αυτοθεν αυτη καταφανη γενεσθαι τινα και διακρινουσαν αγνοιαν διαιρεσιν λεγοντες. Την γαρ φυσικως αλληλων ταυτα διαιρουσαν, μηδεποτε δεχομενην εις μιαν ουσιαν ενωσιν, ως τον ενα και τον αυτον μη δυναμενην επιδεξασθαι λογον ειασαν αρρητον. Δευτεραν δε, καθ᾿ ην η δια κτισεως το ειναι λαβουσα συμπασα φυσις υπο Θεου διαιρειται εις νοητα και αισθητα. Τριτην, καθ᾿ ην η αισθητη φυσις διαιρειται εις ουρανον και γην. Τεταρτην δε, καθ᾿ ην η γη διαιρειται εις παραδεισον και οικουμενην, και Πεμπτην, καθ᾿ ην ο επι πασιν, ωσπερ τι των ολων συνεκτικωτατον εργαστηριον, και πασι τοις κατα πασαν διαιρεσιν ακροις δι᾿ αυτου φυσικως μεσιτευων αγαθοπρεπως κατα γενεσιν τοις ουσιν επεισαχθεις ανθρωπος διαιρειται εις αρσεν και θηλυ, πασαν εχων δηλαδη φυσικως ταις των ακρων παντων μεσοτησι δια της προς τα ακρα παντα των ιδιων μερων σχετικης ιδιοτητος την προς ενωσιν δυναμιν, δι᾿ ης ο κατα την αιτιαν της των διηρημενων γενεσεως συμπληρουμενος τροπος εμελλε του θειου σκοπου το μεγα μυστηριον εκδηλον δι᾿ εαυτου καταστησαι, την προς αλληλα των εν τοις ουσιν ακρων (≡14Δ_426≡> εναρμονιως απο των προσεχων επι τα πορρω, και των ηττονων επι τα κρειττονα καθεξης ανατατικως προϊουσαν, εις Θεον αποπερατωσας ενωσιν.
Τουτου δη χαριν εσχατος επεισαγεται τοις ουσιν ο ανθρωπος, οιονει συνδεσμος τις φυσικος τοις καθολου δια των οικειων μερων μεσιτευων ακροις, και εις εν αγων εν εαυτω τα πολλω κατα την φυσιν αλληλων διεστηκοτα τω διαστηματι, ινα της προς Θεον, ως αιτιον, τα παντα συναγουσης ενωσεως εκ της ιδιας προτερον αρξαμενος διαιρεσεως καθεξης δια των μεσων ειρμω και ταξει προβαινων εις τον Θεον λαβη το περας της δια παντων κατα την ενωσιν γινομενης υψηλης αναβασεως, εν ω ουκ εστι διαιρεσις, την μηδαμως ηρτημενην δηλαδη κατα τον προηγουμενον λογον της περι την γενεσιν του ανθρωπου θειας προθεσεως κατα το θηλυ και το αρσεν ιδιοτητα τη περι την θειαν αρετην απαθεστατη σχεσει παντη της φυσεως εκτιναξαμενος, ωστε δειχθηναι τε και γενεσθαι κατα την θειαν προθεσιν ανθρωπον μονον, τη κατα το αρσεν και το θηλυ προσηγορια μη διαιρουμενον, καθ᾿ ον και προηγουμενως γεγενηται λογον τοις νυν περι αυτον ουσι τμημασι μη μεριζομενον, δια την τελειαν προς τον ιδιον, ως εφην, λογον καθ᾿ ον εστιν γνωσιν·
Ειτα τον παραδεισον και την οικουμενην δια της οικειας αγιοπρεπους αγωγης ενωσας μιαν ποιησειε γην, μη διαιρουμενην αυτω κατα την των μερων αυτης διαφοραν, αλλα μαλλον συναγομενην, ως μηδεμιαν προς μηδεν των αυτης υπαγωγην παθοντι μερων· ειτα ουρανον και γην ενωσας δια την προς αγγελους της ζωης παντι τροπω κατ᾿ αρετην, ως εφικτον ανθρωποις, ταυτοτητα μιαν ποιησειεν αδιαιρετον (=1308=) παντη προς εαυτην την αισθητην κτισιν, μη διαιρουμενην αυτω τοπικως το παραπαν τοις διαστημασι, κουφω γενομενω τω πνευματι και μηδενι βαρει σωματικω κατεχομενω προς γην, και της προς ουρανους αναβασεως ειργομενω δια την προς ταυτα του νου τελειαν αορασιαν (≡14Δ_428≡> γνησιως προς τον Θεον επειγομενου, και σοφως ποιουμενου της προς αυτον ανατασεως εφεξης, ως εν οδω κοινη, φυσικως του προ αυτου το φθασαν επιβασιν·
Ειτα τα νοητα και τα αισθητα προς τουτοις ενωσας δια την προς αγγελους κατα την γνωσιν ισοτητα μιαν ποιηση κτισιν την απασαν κτισιν, μη διαιρουμενην αυτω κατα την γνωσιν και την αγνωσιαν, ισης αυτω προς τους αγγελους ανελλιπως γενομενης των εν τοις ουσι λογων γνωστικης επιστημης, καθ᾿ ην η της αληθους σοφιας απειροδωρος χυσις επιγενομενη κατα το θεμιτον ακραιφνως λοιπον την περι Θεου και αμεσιτευτως παρεχεται τοις αξιοις αδιαγνωστον και ανερμηνευτον εννοιαν· και τελος επι πασι τουτοις, και κτιστην φυσιν τη ακτιστω δι᾿ αγαπης ενωσας (ω του θαυματος της περι ημας του Θεου φιλανθρωπιας) εν και ταυτον δειξειε κατα την εξιν της χαριτος, ολος ολω περιχωρησας ολικως τω Θεω, και γενομενος παν ει τι περ εστιν ο Θεος, χωρις της κατ᾿ ουσιαν ταυτοτητος, και ολον αυτον αντιλαβων εαυτου τον Θεον, και της επ᾿ αυτον τον Θεον αναβασεως οιον επαθλον αυτον μονωτατον κτησαμενος τον Θεον, ως τελος της των κινουμενων κινησεως, και στασιν βασιμον τε και ακινητον των επ᾿ αυτον φερομενων, και παντος ορου και θεσμου και νομου, λογου τε και νου, και φυσεως ορον και περας αοριστον τε και απειρον οντα. 
Επειδη τοινυν φυσικως, ως δεδημιουργητο, περι μεν το ακινητον, ως αρχην ιδιαν (φημι δε τον Θεον) ο ανθρωπος ου κεκινητο, περι δε τα υπ᾿ αυτον, ων αυτος θεοθεν αρχειν επιταγη, παρα φυσιν εκων ανοητως κεκινηται, τη προς ενωσιν των διηρημενων δοθειση αυτω φυσικη δυναμει κατα την γενεσιν εις τον των ηνωμενων μαλλον διαιρεσιν παραχρησαμενος, και ταυτη μικρου δειν ελεεινως εις το μη ον παλιν κινδυνευσας μεταχωρησαι, δια τουτο καινοτομουνται φυσεις, και παραδοξως υπερ φυσιν περι το φυσει κινουμενον ακινητως, ιν᾿ ουτως ειπω, κινειται το παντη κατα φυσιν ακινητον, και Θεος ανθρωπος γινεται, (≡14Δ_430≡> ινα σωση τον απολομενον ανθρωπον, και της κατα το παν καθολου φυσεως δι᾿ εαυτου τα κατα φυσιν ενωσας ρηγματα, και τους καθολου των επι μερους προφερομενους λογους, οις η των διηρημενων γινεσθαι πεφυκεν ενωσις, δειξας την μεγαλην βουλην πληρωση του Θεου και Πατρος, εις εαυτον ανακεφαλαιωσας τα παντα, τα εν τω ουρανω και τα επι της γης, εν ω και εκτισθησαν.
Αμελει τοι της καθολου των παντων προς εαυτον ενωσεως εκ της ημων (=1309=) αρξαμενος διαιρεσεως γινεται τελειος ανθρωπος, εξ ημων δι᾿ ημας καθ᾿ ημας, παντα τα ημων ανελλιπως εχων, αμαρτιας χωρις, της κατα φυσιν ακολουθιας γαμικης ουδολως εις τουτο προσδεηθεις· ομου τε και κατα το αυτο δεικνυς, ως οιμαι, τυχον ως ην και αλλος τροπος της εις πληθος των ανθρωπων αυξησεως προεγνωσμενος Θεω, ει την εντολην ο πρωτος εφυλαξεν ανθρωπος και προς κτηνωδιαν εαυτον τω κατα παραχρησιν τροπω των οικειων δυναμεων μη κατεβαλε, και την κατα το αρρεν και θηλυ διαφοραν τε και διαιρεσιν της φυσεως εξωθουμενος, ης προς το γενεσθαι, καθαπερ εφην, ανθρωπος, ουδολως προσεδεηθη, ων δε ανευ ειναι τυχον εστι δυνατον. Ταυτα εις το διηνεκες παραμειναι ουκ αναγκη. Εν γαρ Χριστω Ιησου, φησιν ο θειος Αποστολος, ουτε αρρεν ουτε θηλυ. Ειτα την καθ᾿ ημας αγιασας οικουμενην δια της οικειας ανθρωποπρεπους αναστροφης μετα θανατον εις τον παραδεισον απαραποδιστως χωρει, καθως τω ληστη αψευδως επηγγειλατο, Σημερον, φησας, εση μετ᾿ εμου εν τω παραδεισω.
Εντευθεν ως κατ᾿ αυτον λοιπον μη εχουσης προς τον παραδεισον διαφοραν της καθ᾿ ημας οικουμενης παλιν επ᾿ αυτης εφανη τοις μαθηταις συνδιαιτωμενος μετα την εκ νεκρων αναστασιν, δεικνυς ως η γη μια ουσα τυγχανει προς εαυτην αδιαιρετος, τον καθ᾿ ον εστι λογον της κατα την διαφοραν διαιρεσεως ελευθερον διασωζουσα. Ειτα δια της εις ουρανον αναληψεως τον ουρανον ηνωσε δηλονοτι και την γην, και μετα τουτου (≡14Δ_432≡> του γηινου σωματος του ημιν ομοουσιου χωρησας εις ουρανον μιαν ουσαν τω κατ᾿ αυτην καθολικωτερω λογω πασαν την αισθητον φυσιν απεδειξε, της τεμνουσης αυτην εν εαυτω διαιρεσεως αμαυρωσας την ιδιοτητα. Επειτα προς τουτοις, τα αισθητα και τα νοητα καθεξης δια παντων των κατ᾿ ουρανον θειων και νοητων ταγματων διελθων μετα της ψυχης και του σωματος, τουτεστι τελειας της ημετερας φυσεως, ηνωσε, την προς το εν της ολης κτισεως κατα τον εαυτης αρχικωτατον τε και καθολικωτατον λογον συννευσιν δειξας εν εαυτω παντελως αδιαιρετον τε και αστασιαστον.
Και τελος επι πασι τουτοις κατα την επινοιαν της ανθρωποτητος προς αυτον γενεται τον Θεον, εμφανισθεις υπερ ημων δηλονοτι, καθως γεγραπται, τω προσωπω του Θεου και Πατρος ως ανθρωπος ο καθ᾿ οιονδηποτε τροπον μηδεποτε του Πατρος ως Λογος χωρισθηναι δυναμενος, πληρωσας ως ανθρωπος εργω και αληθεια καθ᾿ υπακοην απαραβατον οσα προωρισεν αυτος ως Θεος γενεσθαι, και τελειωσας πασαν βουλην του Θεου και Πατρος υπερ ημων των αχρειωσαντων τη παραχρησει την εξ αρχης ημιν φυσικως προς τουτο δοθεισαν δυναμιν, και πρωτον ενωσας ημιν εαυτους εν εαυτω δια της αφαιρεσεως της κατα το αρρεν και το θηλυ διαφορας, και αντι ανδρων και γυναικων, οις ο της διαιρεσεως ενθεωρειται μαλιστα τροπος (=1312=), ανθρωπους μονον κυριως τε και αληθως αποδειξας, κατ᾿ αυτον δι᾿ ολου μεμορφωμενους και σωαν αυτου και παντελως ακιβδηλον την εικοναν φεροντας, ης κατ’ ουδενα τροπον ουδεν των φθορας γνωρισματων απτεται, και συν ημιν και δι’ ημας την απασαν κτισιν δια των μεσων ως μερων ιδιων τα ακρα περιλαβων και περι εαυτον αλυτως αλληλοις διασφιγξας παραδεισον και οικουμενην, ουρανον και γην, αισθητα και νοητα, ως σωμα και αισθησιν και ψυχην καθ᾿ ημας εχων και νουν, οις ως μερεσι καθ᾿ εκαστον το εκαστω καθολου συγγενες οικειωσαμενος ακρον κατα τον προαποδοθεντα τροπον θεοπρεπως τα παντα εις εαυτον ανεκεφαλαιωσατο, μιαν υπαρχουσαν την απασαν κτισιν δειξας, καθαπερ ανθρωπον αλλον, τη των μερων εαυτης προς αλληλα συνοδω συμπληρουμενην και προς εαυτην (≡14Δ_434≡> νευουσαν τη ολοτητι της υπαρξεως, κατα την μιαν και απλην και απροσδιοριστον, της εκ του μη οντος παραγωγης και αδιαφορον εννοιαν, καθ᾿ ην ενα και τον αυτον πασα η κτισις επιδεξασθαι δυναται λογον παντελως αδιακριτον, το "Ουκ ην" του "ειναι" πρεσβυτερον εχουσα. 
Παντα γαρ κατα τον αληθη λογον αλληλοις συνεμπιπτει καθ᾿ οτιουν παντως, ει και μη παντη, τα μετα Θεον οντα και εκ Θεου το ειναι δια γενεσεως εχοντα, μηδενος καθολου των οντων, μηδε των αγαν τιμιων και υπερβεβηκοτων της προς το αγαν ασχετον γενικης σχεσεως, πανταπασι φυσικως απολελυμενου, μητε μην του εν τοις ουσιν ατιμωτατου της προς τα ατιμιωτατα κατα φυσιν γενικης παντελως απολιμπανομενου και αμοιρουντος σχεσεως. Παντα γαρ τα ταις οικειαις ιδιως διαφοραις αλληλων διακεκριμμενα ταις καθολου και κοιναις γενικως ταυτοτησιν ηνωνται, και προς το εν και ταυτον αλληλοις γενικω τινι λογω φυσεως συνωθουνται, οιον τα μεν γενη κατα την ουσιαν αλληλοις ενουμενα το εν εχει και ταυτον και αδιαιρετον. Ουδεν γαρ των καθολου και περιεχοντων και γενικων τοις επι μερους και περιεχομενοις και ιδικοις παντελως συνδιαιρειται. Ου γαρ εστι γενικον ειναι δυναται το μη συναγον τα διηρημενα φυσικως, αλλα συνδιαιρουμενον αυτοις, και της οικειας μοναδικης ενοτητος εξισταμενον. Παν γαρ γενικον κατα τον οικειον λογον ολον ολοις αδιαιρετως τοις υπ᾿ αυτο ενικως ενυπαρχει, και το καθ᾿ εκαστον ολον ενθεωρειται γενικως. Τα δε ειδη κατα το γενος ωσαυτως της εν τη διαφορα ποικιλιας απολυθεντα την προς αλληλα ταυτοτητα δεχεται. Τα ατομα δε κατα το ειδος την προς αλληλα δεχομενα συμβασιν εν και ταυτον αλληλοις παντη καθεστηκε, τη ομοφυια το απαραλλακτον εχοντα και διαφορας πασης ελευθερον. Τα δε συμβεβηκοτα κατα το υποκειμενον αλληλοις συγκριθεντα το ενιαιον εχει, τω υποκειμενω παντελως μη σκεδαννυμενον.
 (≡14Δ_436≡> Και μαρτυς τουτων αψευδης ο αληθης θεηγορος, ο μεγας και αγιος Διονυσιος (=1313=) ο Αρεοπαγιτης, εν τω περι τελειου και ενος κεφαλαιω της Περι θειων ονοματων πραγματειας ουτωσι φασκων· "Ουδε γαρ εστι πληθος αμετοχον πη του ενος, αλλα το μεν πολλα τοις μερεσιν εν τω ολω, και το πολλα τοις συμβεβηκοσιν εν τω υποκειμενω, και τα πολλα τω αριθμω η ταις δυναμεσιν εν τω ειδει, και το πολλα τοις ειδεσιν εν τω γενει, και το πολλα τοις προοδοις εν τη αρχη, και ουδεν εστι των οντων ο μη μετεχει πη του ενος». Και απλως, ινα συνελων ειπω, παντων των διηρημενων και μερικων οι λογοι τοις των καθολου και γενικων, ως φασι, περιεχονται λογοις, και τους μεν των γενικωτερων και καθολικωτερων λογους υπο της σοφιας συνεχεσθαι, τους δε μερικων ποικιλως τοις των γενικων ενισχημενους υπο της φρονησεως περιεχεσθαι, καθ᾿ ην απλουμενοι προτερον, και την εν τοις πραγμασι τοις υποκειμενοις απολυοντες συμβολικην ποικιλιαν, υπο της σοφιας ενιζονται, την εις ταυτοτητα τοις γενικωτεροις συμφυιαν δεξαμενοι.
Σοφια δε του Θεου και Πατρος και φρονησις εστιν ο Κυριος Ιησους Χριστος, ο και καθολου των οντων συνεχων τη δυναμει της σοφιας, και τα συμπληρωτικα τουτων μερη περιεχων τη φρονησει της συνεσεως ως παντων φυσει δημιουργος και προνοητης, και εις εν αγων τα διεστωτα δι᾿ εαυτου, και τον εν τοις ουσι καταλυων πολεμον, και προς ειρηνικην φιλιαν τα παντα και αδιαιρετον συνδεων ομονοιαν, τα εν τοις ουρανοις και τα επι της γης, καθως φησιν ο θειος Αποστολος.
 
ΡΔ (104). ΑΛΛΗ ΕΙΣ ΤΟ ΑΥΤΟ ΑΠΟΡΟΝ ΘΕΩΡΙΑ
(≡14Δ_438≡>
Αλλη εις το αυτο απορον θεωρια.
 
Καινοτομουνται παλιν αι φυσεις, της μεν θειας δι᾿ αγαθοτητα και φιλανθρωπιαν αμετρον της καθ᾿ ημας κατα θελησιν εκουσιον σαρκικης υπερφυως ανεχομενης γεννησεως, της ημετερας δε παραδοξως ασπορον τω σαρκωθεντι Θεω ξενω παρα την φυσιν θεσμω την λογικως εψυχωμενην γεωργουσης σαρκα, κατα παντα την αυτην ημιν ουσαν και απαραλλακτον χωρις αμαρτιας, και το δη παραδοξοτερον, μηδεν του νομου της παρθενιας της γενομενης μητρος δια της γεννησεως το συνολον μειωθεντος. Καινοτομια δε κυριως ου μονον το γεννηθηναι χρονικως κατα σαρκα τον αναρχως ηδη γεγεννημενον αφραστως εκ του Θεου και Πατρος Θεον Λογον, αλλα και το δουναι σαρκα την ημετεραν φυσιν ανευ σπορας, και το τεκειν παρθενου ανευ φθορας. Τουτων γαρ εκαστον φανεραν εχον την καινοτομιαν τον καθ᾿ ον γεγονεν αρρητον τε και αγνωστον λογον παντελως αποκρυπτεται κατα ταυτον και αποδεικνυσι, το μεν τω υπερ φυσιν και γνωσιν τροπω, το δε τω λογω της πιστεως, ω παντα τα υπερ φυσιν και γνωσιν αλισκεσθαι πεφυκεν.
(=1316=) Ουτω μεν ουν, κατ᾿ εμε φαναι, το απορον ως δυνατον επιλελυται, και ουκ οιδ᾿ οπως ετερως αυτο χρη διεξελθειν. Της σης δ᾿ αν ειη φιλοσοφιας η εγκριναι τα ειρημενα, η τα κρειττω παρ᾿ εαυτης σοφωτερον εξευρειν τε και φρασαι, και μεταδουναι μοι καρπον γνωσεως υψηλης και μηδεν εχουσης επιγειον.
 
footer
  • Σάββατο 18 Νοεμβρίου

    Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 88 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ