ploigisi h3
bottom_neo.jpg
ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *
 
 
 
   6ος Τομος - 14 Ε
 
... συνεχεια ... ΠΕΡΙ ΔΙΑΦΟΡΩΝ ΑΠΟΡΙΩΝ
ΤΩΝ ΑΓΙΩΝ ΔΙΟΝΥΣΙΟΥ ΚΑΙ ΓΡΗΓΟΡΙΟΥ
 
... συνεχεια ... ΠΡΟΣ ΙΩΑΝΝΗΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΥΖΙΚΟΥ
 
ΡΕ (105). ΤΟΥ ΑΥΤΟΥ, ΕΚ ΤΟΥ ΕΙΣ ΤΟ ΒΑΠΤΙΣΜΑ Β´ ΛΟΓΟΥ, ΕΙΣ ΤΟ «ΤΡΙΣΣΗΝ ΓΕΝΝΗΣΙΝ ΗΜΙΝ..».
(≡14Ε_010≡>
Του αυτου, εκ του εις το βαπτισμα β´ λογου, εις το «Τρισσην γεννησιν ημιν οιδεν ο Λογος, την εκ σωματων, την εκ βαπτισματος, την εξ αναστασεως»· ειτα επειποντος τουτοις τινα, και τα γεννησεις ερμηνευοντος, φησαι, «Ταυτας δε τας γεννησεις απασας παρ᾿ εαυτου τιμησας ο εμος Χριστος φαινεται, την μεν τω εμφυσηματι τω πρωτω και ζωτικω, την δε τη σαρκωσει και τω βαπτισματι οπερ αυτος εβαπτισατο, την δε τη αναστασει ης αυτος απηρξατο, ως εγενετο πρωτοτοκος εν πολλοις αδελφοις, ουτω και πρωτοτοκος εκ νεκρων γενεσθαι καταξιωσας».
 
Πως εν τουτοις ο θεοφρων ουτος διδασκαλος δοκει περιττοτεραν την επαναληψιν των προρρηθεντων πεποιηκεναι; Τρισσην γαρ ειπων γεννησιν, την εκ σωματων, την εκ βαπτισματος, την εξ αναστασεως, επηγαγεν ωσπερ επιλαθομενος δια της δοκουσης περιττης ειναι φρασεως και τεταρτην δια του φαναι, "Την μεν τω εμφυσηματι τω πρωτω και ζωτικω». Ης (≡14Ε_012≡> γαρ μετα των τριων ουκ εμνημονευσε γεννησεων ως περι προλεχθεισης επηγαγεν ειπων, "Την μεν τω εμφυσηματι τω πρωτω και ζωτικω». Πως ουν τουτο κατ᾿ αληθειαν ειρηκεν ο διδασκαλος, οιδε παντως ο κατ᾿ αρετην αυτω γεγονως παραπλησιος, και μη πορρω της αυτου περι τα θεια σοφης επιστημης διεστηκως. Οσον δ᾿ ουν εμε γινωσκειν κατα το εμης ασθενους διανοιας αβληχρον, ουκ οιμαι περιττην ειναι την επαχθεισαν τεταρτην γεννησιν, αλλα μαλλον συμπληρωτικην της εκ σωματων προτεθεισης γεννησεως, και ερμηνευτικην των επ᾿ αυτη θειων λογων τε και τροπων. Ο γαρ της γενεσεως ενεκεν του πρωτου Αδαμ ανθρωπος γενεσθαι καταδεξαμενος χαριν ουκ απαξιωσας, δια μεν της γενεσεως την προς τον πεσοντα συγκαταβασιν, δια δε της γεννησεως την προς τον καταδεδικασμενον εκουσιον κενωσιν επιδειξατο· τη μεν γενεσει φυσικως εις ταυτον τω ανθρωπω κατα την ζωτικην αγομενος εμπνευσιν, εξ ης το κατ᾿ εικονα λαβων ως ανθρωπος απρατον διεμεινεν εχων της ελευθεριας, της αναμαρτησιας και αχραντον. τη δε γεννησει κατα την σαρκωσιν την προς τον ανθρωπον της φθορας ομοιωσιν εκουσιως δια της δουλικης μορφης υποδυς τοις αυτοις παραπλησιως ημιν κατα θελησιν υποκεισθαι φυσικοις παθημασι χωρις αμαρτιας, ως υπευθυνος ο αναμαρτητος, ηνεσχετο. Κατ᾿ αμφω γαρ ταυτα μερη τεμων εκ μερων συνετεθη, και γενονε (=1317=) τελειως νεος Αδαμ, τον πρωτον τοις κατ᾿ αμφω μερεσιν Αδαμ εν εαυτω φερων αμειωτον.
Της γαρ προ της παραβασεως του Αδαμ γενεσεως νομω συγκαταβασεως ανασχομενος κατα την πλασιν το αναμαρτητον φυσικως λαβων δια της εμπνευσεως, αφθαρτον ου προσελαβε. Της δε μετα την παραβασιν εκ καταδικης γεννησεως κατα την εκουσιον κενωσιν το παθητον φυσικως ειληφως το αμαρτητικον (≡14Ε_014≡> ου προσειληφε, και γινεται νεος Αδαμ, γενεσιν λαμβανων την αυτην αναμαρτητον και γεννησεως της αυτης παθητης ανεχομενος. Αμφω γαρ αλληλαις τελειως περι εαυτον εναλλαξ τοις κατ᾿ αμφω μερεσιν συμπλεξας αμφω δι᾿ αλληλων τη ελλειψει του περι εκατεραν ακρου δυνατως εξιασατο, της μεν πρωτης και τιμιας την δευτεραν και ατιμον ποιουμενος σωστικην τε και ανανεωτικην, της δε δευτερας την πρωτην συστατικην τε και περιποιητικην καταστησας. Ακρα δε φημι της μεν γενεσεως πρωτης και τιμιας υπαρχουσης το αφθαρτον, ως αναμαρτησιας αρχη, της δε γεννησεως ως δευτερας ουσης και ατιμου το αμαρτητικον, ως παντος παθους αιτιον και φθορας. Απερ εις εαυτον κατα την σαρκωσιν μηδαμως ειληφως ο Σωτηρ και τα δι᾿ αυτα καταδεξαμενος της μεν γενεσεως την γεννησιν σωστικην εποιησατο, τω καθ᾿ αυτην παθει παραδοξως την της γενεσεως αφθαρσιαν ανανεουμενος, της δ᾿ αυ παλιν γεννησεως την γενεσιν περιποιητικην κατεστησατο, τη κατ᾿ αυτην αναμαρτησια την της γεννησεως καθαγιαζων εμπαθειαν, ινα την μεν γενεσιν παντελως ανασωσηται, τω κατ᾿ αυτην θεοτελει λογω την φυσιν διακρατουσαν, της δε γεννησεως την υποπεσουσαν αυτη φυσιν δια την αμαρτιαν παντελως ελευθερωση, τω κατ᾿ αυτην ισως τοις λοιποις επι γης ζωοις επιρρυτω της σπορας τροπω μη κρατουμενην. Συναψας ουν γενεσιν και πλασιν και εμπνευσιν φυσικως τη σαρκωσει και τη γεννησει, κατα μονην επινοιαν αλληλων διελε, και ευρησεις κατα τον μεγαν διδασκαλον την τεταρτην γεννησιν, συμπληρουσαν την εκ σωματων, και μονη επινοια την απ’ αυτης δεχομενην διακρισιν κατα τον αποδοθεντα τροπον. Λεγω δε ταυτον ειναι την γενεσιν προεπινοουμενην φυσικως της επεισακτου γεννησεως, ης ιδιον εστι το εμφυσημα το πρωτον και ζωτικον.
 
ΡS (106). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ, «ΤΡΙΣΣΗΝ ΓΕΝΝΗΣΙΝ ΗΜΙΝ ΟΙΔΕΝ Ο ΛΟΓΟΣ»
(≡14Ε_016≡>
Θεωρια εις το, "Τρισσην γεννησιν ημιν οιδεν ο Λογος».
 
Και συλληβδην ειπειν, ει βουλοιο γνωναι των του διδασκαλου λογων την ακριβειαν, ζητει τις ο κατ᾿ αιτιαν προηγουμενος της ανθρωπου γενεσεως λογος εστιν, ο της ιδιας εντος μενων αει μονιμοτητος ανεκφοιτητως, και τις ο κατα την παιδευτικην οικονομιαν της γεννησεως αυτου δια την αμαρτιαν τροπος, ο τελος εχων την του παιδαγωγουμενου διορθωσιν και προς τον λογον της αυτου γενεσεως την τελειαν επανοδον, και μαθηση σαφως πως ο Θεος γενομενος ανθρωπος κατ᾿ αμφω τελειως γεγονε, (=1320=) προς ον ειχεν αληθως της γενεσεως λογον τον κατ᾿ οικονομιαν σοφως επαναγων τροπον, και τοτε δικαιως θαυμασεις της συνεσεως τον διδασκαλον, πως τα κατα την φυσιν συνημμενα κατ᾿ επινοιαν διελων τον ολον του εφ᾿ ημιν θειοτατου μυστηριου κρυφιως διετρανωσε λογον. Την γαρ εκ σωματων γεννησιν τω ζωτικω εμφυσηματι και τη σαρκωσει κατ᾿ επινοιαν επιμερισας την προς τον κατα την γενεσιν λογον του κατα την γεννησιν τροπου διαφοραν παρηνιξατο. Ων επιλαβομενος δι᾿ ημας ο την φυσιν ανακαινισας Θεος, μαλλον δε καινισας ειπειν αληθεστερον, και προς το αρχαιον καλλος αυτην της αφθαρσιας επαγαγων δια της εξ ημων αγιας αυτου και λογικως εψυχωμενης σαρκος, και πλεον παρασχομενος αυτη φιλοδωρως την θεωσιν, ης μεταπεσειν παντελως αμηχανον αυτω τω σαρκωθεντι Θεω ψυχης τροπον ενουσης σωματι, δι᾿ ολου περιχωρησασαν ασυγχυτως κατα την ενωσιν, και της αυτου κατ᾿ αυτην εκφανσεως τοσουτον αντιλαβουσαν το κρυπτεσθαι οσον αυτος δι᾿ αυτην γεγονε φανερος και της οικειας φυσικης κρυφιοτητος εκβεβηκως ενομισθη·
 (≡14Ε_018≡> Και τι τουτου παραδοξοτερον, οτι φυσει Θεος υπαρχων, και ανθρωπος φυσει γενεσθαι καταξιωσας, ουδετερας φυσεως τους φυσικους ορους δια της ετερας παντελως παρημειψεν, αλλ᾿ ολος Θεος ων ολος γενομενος διεμεινεν ανθρωπος; ου τω ειναι Θεος ανθρωπος γενεσθαι κωλυομενος, ουτε μην τω γενεσθαι ανθρωπος του ειναι Θεος ελαττουμενος, εις και ο αυτος ολος δι᾿ αμφοιν συντηρουμενος, αμφω φυσικως κατα αληθειαν υπαρχων, μητε τω ακραιφνει της κατ᾿ ουσιαν των μερων φυσικης διαφορας διαιρουμενος, μητε μην τω ακρως μοναδικω της υποστασεως συγχεομενος, ου τραπεις εις την κατω φυσιν και εις οπερ ουκ ην μεταπεσων. Ου φαντασας σαρκος ειδει και σχηματι την οικονομιαν, και οσα ετερα καθ᾿ υποκειμενου λεγεται ειναι χωρις του υποκειμενου λαβων, ταυτην επληρωσεν, αλλ᾿ αυτην κυριως πραγματι και αληθεια την ανθρωπινην προσλαβων φυσιν ηνωσεν εαυτω καθ᾿ υποστασιν ατρεπτως και αναλλοιωτως και αμειωτως και αδιαιρετως, τω κατ᾿ ουσιαν αυτης λογω και ορω συνεχων ανεκπτωτον. Καθ᾿ ην και την εκ σωματων κατα τον αγιον τουτον και μεγαν διδασκαλον ημετεραν ετιμησε γεννησιν, και γενομενος ανθρωπος αληθως και ανθρωπινως γεννωμενος, ινα ημας των δεσμων της γεννησεως ελευθερωση, και του παραπλησιως χορτου σπειρομενους εκ καταδικης δια την αμαρτιαν φυεσθαι νομου, και του την αυτην εχειν φυτοις τε και αλογοις ζωοις της προς το ειναι γενεσεως την συγγενειαν. Ως που φησιν ο μεγας και των μεγαλων θεατης Ιεζεκιηλ τα θεια μυσταγωγουμενος και την αιτιαν της νυν περι τον ανθρωπον υπαρχουσης οικονομιας εκπαιδευομενος, ως προς Ιερουσαλημ φασκων· ταδε λεγει Κυριος τη Ιερουσαλημ, Η ριζα σου και η γεννησις σου εκ γης Χανααν, ο πατηρ σου Αμοιρραιος, και η μητηρ σου Χετταια· (=1321=) εν ημερα η ετεχθης ουκ εδησαν τον ομφαλον σου, και εν υδατι ουκ ελουθης, (≡14Ε_020≡> ουδε αλι αλισθης, και σπαργανοις ουκ εσπαργανωθης, και απερριφης επι προσωπον του πεδιου τη σκολιοτητι της ψυχης σου εν η ημερα ετεχθης· και διηλθον επι σε, και ειδον σε πεφυρμενην εν τω αιματι σου, και ειπα σοι, Εκ του αιματος σου η ζωη σου, πληθυνου, καθως η ανατολη του αγρου δεδωκα σε.
Της ουν του φυεσθαι δια της σπορας ισα χορτω και δι᾿ αιματος κατα τα λοιπα ζωα την ζωην εχειν καταδικης ο την φυσιν εξιωμενος και προς την αρχαιαν της αφθαρσιας χαριν επαναγων Κυριος, ηλθεν αυτην ελευθερωσαι, και εμφανως μεν αυτη δειξαι προς οπερ γενομενη κατ᾿ αρχας ουδολως εκινηθη καλον, και πατησαι το πονηρον προς οπερ αμα τω γενεσθαι δια της απατης την ολην αυτης κινηθεισα παρα φυσιν κατεκενωσε δυναμιν, και καταδησαι προς εαυτον την της επιθυμιας δυναμιν (ης υπαρχει ο ομφαλος συμβολον), την εν τω αγαθω γονιμον εξιν λαβουσαν παγιαν και αμεταπτωτον, και λουσαι εν υδατι, καθαραι λεγων των μολυσμων της αγνοιας τω πελαγει της περιχυθεισης αυτη κατα την χαριν γνωσεως, και αλισαι αλι, και σπαργανωσαι σπαργανοις, τουτεστι την προς οπερ γεγονεν αγαθον φυσικην ενεργειαν απριξ στερεωσας τω πνευματι, σηψεως παθων καθαραν καταστησαι και ανεπιδεκτον, και τη περιβολη των εν τοις ουσιν αληθων λογων δικην σπαργανων περισφιγξας αδιαχυτον παντελως απεργασασθαι.
 
ΡΖ (107). ΑΛΛΗ ΕΙΣ ΤΟ ΑΥΤΟ ΘΕΩΡΙΑ
Αλλη εις το αυτο θεωρια.
 
Τυχον δε δια των ειρημενων ο διδασκαλος διττον ειναι τον κατα την γενεσιν της ανθρωπινης φυσεως λογον τε και τροπον (≡14Ε_022≡> εισηγουμενος, τον μεν ψυχης, τον δε σωματος, την εκ σωματων γεννησιν εις δυο κατ᾿ επινοιαν διειλε γεννησεις, την μεν ψυχην εμφαινων αρρητως εκ του θειου και ζωτικου εμφυσηματος συνισταμενην, το δε σωμα εκ της υποκειμενης υλης του εξ ουπερ εστιν αμα τη ψυχη κατα την συλληψιν γινομενον σωματος. Ου γαρ τον αυτον απαραλλακτως φαναι θεμις επ᾿ αμφοιν της γενεσεως ειναι τον λογον και τον τροπον, οτι μηδε ταυτον αλληλοις κατα την ουσιαν αμφω ταυτα τυγχανουσιν. Ων γαρ αλληλοις μη ταυτον εστι το ειναι, τουτων δηλονοτι και ο προς αλληλα της γενεσεως παρηλλακται λογος και τροπος. Αλλα ψυχης μεν αλλον ειναι δικαιον οιεσθαι και λογον και τροπον, καθ᾿ ον γινεται τε και εστι και αμεταβολως μενει σωμα και ψυχη συναπτομενον.
 
ΡΗ (108). ΘΕΩΡΙΑ ... ΠΡΟΣ ΤΟΥΣ ΛΕΓΟΝΤΑΣ ΠΡΟΫΠΑΡΧΕΙΝ Η ΜΕΘΥΠΑΡΧΕΙΝ ... ΤΑΣ ΨΥΧΑΣ
Θεωρια συντομος προς τους λεγοντας προϋπαρχειν η μεθυπαρχειν των σωματων τας ψυχας.
 
Ει και αμα κατα την υπαρξιν αμφοτερων, ψυχης λεγω και σωματος, ο αυτος εστι της γενεσεως χρονος, ουδενος του ετερου προϋπαρχοντος, ως εφην, κατα την γενεσιν η μεθυπαρχοντος, ινα μη του εξ (=1324=) αμφοιν ειδους ως ολου λυθη, δικαιως αν ο του προς τι λογος πρεσβυτεραν εχων καθ᾿ εαυτην ουσαν την του ενος ως μερους υποστασιν, και προς αλλο κατα την φυσιν πανταπασιν ασχετον εχουσαν την ενωσιν, και δια τουτο μηδεποτε την συν αλλω κατα συνθεσιν αλλου τινος φυσικως συμπληρουσαν υποστασιν χωρις φθορας και της προς οπερ ουκ ην αλλοιωσεως. Το γαρ καθ’ εαυτο ιδικως προϋφισαμενον εις αλλου τινος ειδους υποστασιν ου πεφυκεν αγεσθαι. Ει δε εις την ετερου ειδους συμπληρωσιν την προς αλλο δεχεται συνθεσιν (≡14Ε_024≡> το προϋφισταμενον, η κατα φυσιν τουτο ποιει παντως, η παρα φυσιν. Και ει μεν κατα φυσιν, ουδεποτε της προς αλλο προς εκπληρωσιν ειδους ετερου συνθεσεως παυομενον οραθησεται, δια την βιαν της φυσεως εαυτης εκστηναι μη δυναμενης, και τουτω τω λογω ουτε σωματος χωρις η ψυχη, ουτε ψυχης σωμα ποτε νοηθησεται, και περιετραπη τοις περιττοις την συνεσιν εις ηλιθιοτητα το σοφον, εναχθεισι βια προς οπερ φευγειν εσπουδασαν. Ει δε παρα φυσιν την προς αλλου συμπληρωσιν ειδους θατερον τουτων την προς το ετερον δεχεται συνθεσιν, φθειρεται παντως, του κατα φυσιν εξισταμενον ορου, και γινομενον οπερ μη πεφυκε και εις οπερ ουκ ην μεταπιπτον. Ου τι γενοιτ᾿ αν ασυνετωτερον; Αλ᾿ επι το προκειμενον επανελθωμεν. 
Ψυχης μεν ουν γενεσις, ως φησιν εμφαντικως ο διδασκαλος, εξ υποκειμενης υλης ου γινεται, καθαπερ τα σωματα, αλλα τω βουληματι του Θεου δια της ζωτικης εμπνευσεως αρρητως τε και αγνωστως, ως οιδε μονος ο ταυτης δημιουργος. Η ψυχη το ειναι λαμβανουσα κατα την συλληψιν αμα τω σωματι προς ενος ανθρωπου συμπληρωσιν αγγεται, το δε σωμα εκ της υποκειμενης υλης του ετερου δηλαδη γινεται σωματος κατα την συλληψιν, αμα τη ψυχη την του εν ειδος ειναι συν αυτη δεχομενον συνθεσιν. Οπερ αλλαχου τρανοτερον εμφαινων φησιν ο διδασκαλος, «Κατα την διπλην του εμφυσηματος δυναμιν, και πνοην εμφυσωμενοι παντες και Πνευμα αγιον». Μεριστεον ουν τη επινοια κατα την συλληψιν το μεν ζωτικον εμφυσημα και το Πνευμα το αγιον τη νοερα της ψυχης ουσια, την δε σαρκωσιν και την πνοην τη φυσει του σωματος, καθως οι Πατερες φασι. Και η του προπατορος Αδαμ μυστικως παρηχθη γενεσις, ετερον της ψυχης εχουσα τον τε του ειναι λογον και τον του γενεσθαι τροπον, και ετερον δηλαδη του σωματος, ως το θειον (≡14Ε_026≡> ημας μεγαλοφυως εμυσταγωγησε Γραμμα, μη συγχωρουν την ψυχην και το σωμα καθ᾿ ενα και τον αυτον τροπον της γενεσεως αλληλοις συμπεσοντα φυρηναι κατα την φυσιν και τον εκαστου της ουσιας λογον αγνοηθηναι, και τον της γενεσεως τροπον. 
(=1325=) Ει δε τω Αδαμ ενηκολουθησεν η διπλη του εμφυσηματος δυναμις κατα την εις το ειναι γενεσιν συνδρομος, τι αν τις ειποι περι του κατα την ανθρωποτητα συναμφοτερου του Θεου και Σωτηρος ημων Ιησου Χριστου, ψυχης λεγω και σωματος; οπερ κραμα κατα το δυνατον εμφερειαν σωζει πολλην προς τον πρωτον Αδαμ. Ωσπερ γαρ, ως αυτος φησιν ο διδασκαλος, παρα της υλης το σωμα λαβων ο Θεος, νεοτελους δηλονοτι προϋποστασης, παρ᾿ εαυτου δε ζωην ενθεις, ο δη νοεραν ψυχην και εικονα Θεου οιδεν ο λογος, δημιουργει τον ανθρωπον, τον αυτον τροπον και εξ αχραντου Παρθενου οιονει γης αμιαντου το σωμα λαβων, παρ᾿ εαυτου δε ζωην ενθεις, ο δη ψυχην νοεραν και εικονα Θεου οιδεν ο λογος, το εαυτου ανθρωπινον εδημιουργησεν, η εαυτον ατρεπτως κατα προσληψιν σαρκος νοερως τε και λογικως εψυχωμενης, δι᾿ ημας εκουσιως ως παντοδυναμος δημιουργησας εποιησεν ανθρωπον. 
Ταυτη γουν και τετιμηκεναι, καθαπερ οιμαι, φησιν ο διδασκαλος την Κυριον ημων και Θεον την καθ᾿ ημας τρισσην γεννησιν, τουτεστι τους καθολου τροπους της ημων εις το ειναι και το ευ ειναι και αει ειναι γενεσεως, την μεν εκ σωματων, μιαν ουσαν του συναμφοτερου κατα την αμα των μερων αλληλοις συνυπαρξιν, ψυχης λεγω και σωματος, εις δυο διαιρουμενην, δια τον ετεροιον της εκατερου γενεσεως τροπον, δι᾿ ης το ειναι λαμβανομεν, την δε εκ βαπτισματος, καθ᾿ ην το ευ ειναι πλουσιως υποδεχομεθα, την δε εξ αναστασεως, καθ᾿ ην προς το αει ειναι δια χαριτος μεταποιουμεθα. Ακριβως τοινυν δει τοις του διδασκαλου (≡14Ε_028≡> λογοις επισκηπτειν δια τους επηρεαστας των καλων κειμενων. Τη γαρ επινοια μονη διελων την εκ σωματων γεννησιν δια την αποδοθεισαν αιτιαν, αμα τη συλληψει κατα ταυτον χρονικης ου ολως ροπης προεπινοουμενης, ειληφεναι τον Κυριον το ζωτικον πνευμα, ητοι εμφυσημα κατα το ανθρωπινον αυτου, λεγω δε την νοεραν ψυχην μετα του σωματος του εκ της αχραντου Παρθενου, και ου μετα την συλληψιν, ο διδασκαλος διοριζεται.
 
ΡΘ (109). ΠΡΟΣ ΤΟΥΣ ΛΕΓΟΝΤΑΣ ΠΡΟΫΠΑΡΧΕΙΝ ΤΩΝ ΣΩΜΑΤΩΝ ΤΑΣ ΨΥΧΑΣ
Προς τους λεγοντας προϋπαρχειν των σωματων τας ψυχας.
 
Τινες μεν γαρ φασιν, ως ηδη προλαβων εφην, προϋπαρχειν των σωματων τας ψυχας, τινες δε το εναντιον, των ψυχων προϋπαρχειν τα σωματα. Ημεις δε την μεσην οδον ως βασιλικην κατα τους πατερας ημων οδευοντες ουτε προΰπαρξιν ουτε μεθυπαρξιν ψυχης η σωματος, συνυπαρξιν δε μαλλον φαμεν, τας εφ᾿ εκατερα φυλαττομενοι εγκλισεις, και μητε αριστερα μητε δεξια, καθως φησιν η αγια Γραφη, πανταπασιν ρεποντες, φοβον φοβουμενοι (=1328=) ου πλεον φοβεισθαι ουδεν εστι φοβερωτερον, μηπως προϋπαρχειν λεγοντες των σωματων τας ψυχας, και τιμωριας ενεκεν των ψυχων εφευρεσθαι τα σωματα, δια την προγεγενημενην των ασωματων κακιαν, της των ορομενων εκπρεπους μεγαλουργιας, δι᾿ ης ο Θεος γινωσκεται σιωπη κηρυττομενος, αιτιαν εικοτως ειναι μονην υποτιθεμεθα την κακιαν, αναγκην επαγουσαν τω Θεω παρα προθεσιν ην ουκ ευδοκησεν ουσιαν δημιουργησαι, ης τυχον απ᾿ αρχης ουδε τον λογον εχει προ των αιωνων μετα των αλλων αποκρυφον. Των γαρ παρα προθεσιν γινομενων λεγειν τον Θεον εχειν τους της ουσιωσεως λογους, ου μοι δοκει συνετης διανοιας ειναι, και οπωσουν (≡14Ε_030≡> ευ συνησθημενης Θεου μεγαλειοτητος, του απαθους και μονου αληθους, και μηδεν εχοντος καθολου κατα τους εν αυτω προοντας των οντων λογους προσφατον, και μαλιστα παρα προθεσιν. Παντα γαρ αυτω τα οπωσουν οντα η γενησομενα κατα την ουσιαν προτεθεληται τε και προεννενοηται, και προεγνωσται· εκαστον δε των οντων κατα τον ευθετον και επιτηδειον καιρον ουσιοι και υφιστησι.
Μηδε γαρ οτε τι κατασκευαζοντα τον Θεον ορωμεν, τοτε και της περι αυτο θελησεως ηρχθαι εννοιας τε και γνωσεως αυτον νομισωμεν. Απαγε. Πολλης γαρ οντως εστι τουτο μεστον ατοπιας, ει οπερ ο Θεος εξ αρχης προ των αιωνων μητε ενενοησεν η εγνω η εθελησεν ειναι, νυν νοησας τε και θελησας και γνους, η μεταγνους ειπειν οικειοτερον, ως καλον εξετελεσεν· ινα μη λεγω οτι ουδε αυτην ων τους λογους προηγουμενως ουκ εχει, γινωσκει την ποιησιν. Αλλα παντα τη βουλησει του Θεου προγνωστικως κατα την απειρον αυτου δυναμιν αει περιεχεσθαι πιστευομεν, μηδενος αυτω καθ᾿ οιανδηποτε τροπον προσφατως επινοουμενου, και το ειναι κατα την ουσιαν λαμβανοντος. Μηδε γαρ οιεσθαι δειν ευσεβως φρονουντας υπολαμβανω τον Θεον τα κατα προγνωσιν απειροδυναμως εν εαυτω κατα τους εαυτων λογους προπεριεχομενα εκαστα μανθανειν δια της εις το ειναι παραγωγης. Αλλ᾿ ημιν οι αιωνες τε και οι χρονοι κατα τον προωρισμενον και τον ευθετον εκαστου καιρον σοφως εκαστα δημιουργουμενα δεικνυουσι, και εις το ειναι προβαλλονται, καθα και περι του Λευι φησιν ο θειος Αποστολος ουτωσι διεξιων, Ετι γαρ εν τη οσφυϊ του πατρος ην, πριν εις το ειναι παρελθειν. Οστις δυναμει μεν εν τω πατριαρχη Αβρααμ υπαρχων, κατα δε τον τετελεσμενον καιρον (≡14Ε_032≡> την προς το ειναι δια κυησεως κατ᾿ ενεργειαν γενεσιν λαβων, ειρμω και ταξει κατα την απορρητον σοφιαν του Θεου τα παντα την προς το ειναι γενεσιν δεχεσθαι νοειν ημας και πιστευειν κατα τον προγνωσθεντα καιρον υπηγαγετο. 
(=1329=) Παντων ουν των κατ᾿ ουσιαν υπαρκτικως οντων τε και εσομενων, η γενομενων, η γενησομενων η φαινομενων, η φανησομενων, εν τω Θεω προϋπαρχουσι παγιως οντες οι λογοι, καθ᾿ ους και εισι τα παντα και γεγονασι και διαμενουσιν αει τοις εαυτων κατα προθεσιν λογοις, δια κινησεως φυσικης εγγιζοντα και προς το ειναι μαλλον συνεχομενα, κατα την ποιαν τε και ποσην της προαιρεσεως κινησιν τε και ροπην, το ευ δι᾿ αρετην και την προς τον λογον καθ᾿ ον εστιν ευθυποριαν, η το φευ ειναι δια κακιαν και την παρα τον λογον καθ᾿ ον εστι κινησιν λαμβανοντα, και συντομως ειπειν κατα την εξιν η την στερησιν της αυτων κατα φυσιν μεθεκτικης δυναμεως του παντελως αμεθεκτου κατα φυσιν υπαρχοντος, και πασιν απλως εαυτον αξιοις τε και αναξιοις ολον κατα χαριν δι’ απειρον αγαθοτητα παρεχοντος, και την του αει ειναι καθως εκαστος υφ᾿ εαυτου διατεθειται τε και εστι διαμονην εμποιησοντος. Οις η του κυριως οντος και ευ οντος και αει οντος αναλογος μεθεξις η αμεθεξια, τιμωριας των μετασχειν μη δυναμενων, και απολαυσεως των μετασχειν δυναμενων, επιτασις εστι και επαυξησις. Ουδεν γαρ το παραπαν εστι των οντων ου μη παρα τω Θεω παντων ο λογος προενεστιν. Ων δε παρα τω Θεω προϋπαρχουσιν οντες της ουσιας οι λογοι, τουτων δηλαδη κατα προθεσιν θειαν παντως εστιν η γενεσις. Ων δε κατα προθεσιν θειαν εστιν η γενεσις, τουτων η κατ᾿ ουσιαν υπαρξις μενει προς το μη ον αμεταχωρητος. Ων δε προς το μη ον αμεταχωρητος μετα την γενεσιν απο του οντος η κατ᾿ ουσιαν υφεστηκεν υπαρξις, τουτων οι λογοι τυγχανουσι μονιμοι τε και βασιμοι, μονην (≡14Ε_034≡> εχοντες αρχην του ειναι την σοφιαν, εξ ης και δι᾿ ην υπαρχουσι, και υφ᾿ ης την προς το ειναι δυνασθαι παγιως δυναμιν εχουσιν. Ων δε οι λογοι μονιμως υπαρχουσι παρα τω Θεω, και η περι αυτους του πεποιηκοτος τα παντα Θεου προθεσις εστιν αδιαπτωτος· χρονικοις γαρ η του Θεου προθεσις πανταπασιν ου περιειληπται περασιν, ουτε μεν την εκ μεταβολης αλλοιωσιν επιδεχεται τοις υποκειμενοις συμμεταπιπτουσα, τουτων αναμφηριστως αι υπαρξεις σαφως εισιν αδιαφθοροι.
Η γαρ ουν κατα προθεσιν θελων πεποιηκεν ο Θεος τα ανθρωπινα σωματα, και μενει δι’ αυτον προς το μη ον αμεταπτωτα παντελως, αει θελοντα ειναι το συν λογω και σοφια κατα προθεσιν θεληθεν, και ουκ εσται κατ’ αυτους η παντελης των σωματων προς το μη ον απογενεσις, η κατα προθεσιν ου πεποιηκε, και μη θελων ετυραννηθη, κατα βιαν αγομενος προς γενεσιν, ων τους λογους εχων ου πεφανται. Και ει μεν τυραννηθεις παρα προθεσιν ηλθε ποιησαι μη θελων τα σωματα, λογος δηλονοτι και σοφια της τουτων γενεσεως ουδαμως καθηγησατο. Το γαρ παρα προθεσιν θειαν γινομενον, λογου και σοφιας παντελως εστερηται τε (=1332=) και ηλλοτριωται. Το δε λογου και σοφιας παντελως εστερημενον μονον εστι το κακον, ου το ειναι χαρακτηριζει η ανυπαρξια, ουτινος ποιητην τον Θεον μητε εννοειν ημιν γενοιτο πωποτε, μητιγε δε λεγειν αναφανδον, και πιστευειν ολεθριως τολμαν. Τις δε ο τυραννησας τον Θεον, ειπερ τετυραννηται, και θεμις ολως ειπειν ποιησαι παρα προθεσιν ο μη βεβουληται; Και πως ο τυραννηθεις εστι Θεος, προς αναγκης υφιστων παρα προθεσιν επ᾿ απωλεια γενεσιν πραγματων; Οι ταυτην περιεποντες την δοξαν λεγειν τολματωσαν. Η γαρ αν τον Θεον ταυτα πεποιηκεναι φαιεν, και τα μεγιστα βλασφημησαιεν, (≡14Ε_036≡> αναγκην επαγοντες τω Θεω ποιησαι τι παρα προθεσιν· η μη πεποιηκεναι, και εξ αναγκης αλλην αρχην Μανιχαϊκως την ταυτα ποιουσαν εισαγοντες φωραθησονται. Παντως γαρ ιδιον εστι των δυο αρχας αλληλαις αντιπαρεξαγοντων το της προϋπαρξεως δογμα. Ους χαριτι Θεου του παντελεημονος ο βαθυς της αφανειας ζοφος περιλαβων εις τελειαν απηλασε ληθην, το φεγγος της κηρυττομενης υπο των αγιων Πατερων ημων αληθειας ου φεροντας. 
Θαυμαζω δε πως αυτους, ινα παραλειψω νυν οσα ρηθηναι δυνατον εστι, δια την συμμετριαν του λογου, το κατα Χριστον τον αληθινον Θεον ημων μυστηριον, ου δυσωπει ταυτην προθυμως εαυτων εκτιναξασθαι την δοξαν. Ει γαρ παντων των θειων μυστηριων μυστηριωδεστερον το κατα Χριστον υπαρχει μυστηριον, και πασης της κατα πασαν εννοιαν εν πασιν η ουσης η γενησομενης τελειοτητος οριστικον, και παντος ορου και περατος υπερανω καθεστηκε, τουτο δε το μυστηριον μετα του σαρκωθεντος και τελειως ενανθρωπησαντος Θεου Λογου ειναι τε και υπαρχειν διδασκει το σωμα το εξ ημων ληφθεν και ομοουσιον ηνωμενον αυτω καθ᾿ υποστασιν, μεθ᾿ ου και ανεληφθη εις ουρανους, υπερανω πασης αρχης και εξουσιας και δυναμεως και κυριοτητος και παντος ονοματος ονομαζομενου, ου μονον εν τω αιωνι τουτω, αλλα και εν τω μελλοντι, και τω Θεω και Πατρι νυν τε και εις τους απειρους αιωνας συγκαθεζεται, παντας διεληλυθως τους ουρανους, και υπερανων παντων γενομενος, και παλιν ελευσεται επι μεταποιησει τε και μεταστοιχειωσει του παντος και σωτηρια των ημετερων ψυχων τε και σωματων, καθως επιστευσαμεν τε και πιστευομεν και εις αει πιστευοντες διαμενοιμεν, - τις ουτως τολμηρος εστι και αυθαδης, και προς τα δηλα τε και προφανη μαχεσθαι μονον ειδως (≡14Ε_038≡> προπετως, ωστε καν ψιλως ενθυμηθηναι παροδον την (=1333=) εις το μη ον εξειν ποτε τα σωματα, κατα την εις το τελειον, ως εκεινοι φασι, των λογικων προκοπην, τον Κυριον αυτον και Θεον των ολων πιστευων μετα σωματος ειναι νυν τε και εις αει, τον και τοις αλλοις την του προκοπτειν δυνασθαι παρεχομενον δυναμιν, και παντας προς την οικειαν δοξαν, ως εφικτον τη δυναμει της ενανθρωπησεως, εναγοντα τε και προσκαλουμενον ως αρχηγον της παντων σωτηριας, και τας εν ολοις ανακαθαιροντα κηλιδας; 
Αλλ᾿ ουχ υπ᾿ εκεινων ως τυπων της αυτου τελειοτητος, ειπερ ολως τουτο καν εννοησαι τολμησαιεν, αγομενον προς αποθεσιν του σωματος. Ου γαρ επεται προς τελειωσιν αλλοις, ουτε δια προκοπης ενθεωρουμενον εχει το τελειον, ο μονος κατα φυσιν τελειοτατος και πασης ποιητης τελειοτητος, ουτε συν αλλοις αναμενει το τελειον δεξασθαι, κατ᾿ ουδεν ουδενι των οντων το συνολον εις το δεισθαι προκοπης υπαρχων ομοιος, ινα και αυτος τοτε του σωματος την φυσιν αποθηται, οτε τοις λοιποις η επ᾿ ακρον προκοπη την του σωματος αποθεσιν γενεσθαι παρασκευαζει. Επει ουκ ετι αρχηγος των σωζομενων εστι και Σωτηρ, ως το καθ᾿ ημας τελος της τελειοτητος μυστικως εφ᾿ απαξ εν εαυτω μη παραδειξας, αλλ᾿ εις των σωζομενων και αρχομενων και δεομενων αλλου του δεικνυοντος εν εαυτω την εφ᾿ ην παντες οι λογου φυσικως μετειληφοτες επειγονται τελειοτητα και αυτος υπαρχων αναφανησεται.
Ουχ ουτω δε τουτ᾿ εχει. Ποθεν; Ουδε της αληθειας ο λογος των ταυτα λεγοντων ανεχεται. Αρχηγον γαρ και τελειωτην της ημων σωτηριας αυτον φησιν ο θειος Αποστολος, ως σαρκωθεντα δι᾿ ημας ινα την ημων αμαρτιαν εν εαυτω δαπανηση, και της κατ᾿ αρετην αγωγης εαυτον πασιν δω τυπον και προγραμμα (≡14Ε_040≡> τοις πιστευουσιν εις αυτον, ως διδασκαλος αγαθος τε και σοφος, τα ρητεα και τα πρακτεα προς υποτυπωσιν ημων δι᾿ εαυτου προτερον εκτελουντα, αποθανοντα και ανασταντα και αναληφθεντα εις ουρανους, και καθεσθεντα μετα του σωματος εκ δεξιων του Θεου και Πατρος, ινα και ημεις αποθνησκοντες βεβαιως ελπιζωμεν αναστηναι, και ζωην ζησαι παντος θανατου και πασης φθορας παντελως κεχωρισμενην, και αναληφθηναι εις ουρανους, και την εν τω Θεω και Πατρι δια του Υιου αυτου μεσιτευοντος τιμην τε και δοξαν ληψεσθαι, και την συν αυτω μακαριαν και αιωνιον μονην, σωματος δε καθ’ οτιουν αποθεσιν μη εκδεχεσθαι, οτι μηδε της αγιας Γραφης ο λογος ημας τουτο διδασκει. Μητε μην εν τω αρχηγω της σωτηριας ημων τεθεαμεθα τουτο προγεγενημενον. Ει γαρ φιλον ην αυτω και τουτο γενεσθαι, πρωτος αν αυτος εν εαυτω προενηργει και τουτο μετα των λοιπων, οις εαυτον δι᾿ ημας ως φιλανθρωπος υποθεις καθ᾿ ημας ετελειωσεν, εις το ημας μετα των αλλων εις τουτο πιστευοντας ελπιζειν.
Πως δε, ειπερ ανασχοιμεθα (=1336=) τουτο λεγοντων αυτων, κατα τον αγιον τουτον διδασκαλον, πιστευσομεν οτι το ενωθεν τω Θεω και σωζεται; " Ο γαρ, φησι προς Κληδονιον γραφων, ηνωται τω Θεω, τουτο και σωζεται». Ηνωθη δε τω Θεω Λογω μετα της ψυχης και το σωμα. Αρα μετα της ψυχης και το σωμα σωθησεται. Και παλιν, ει δια τουτο σαρκουται, κατα τον θεοφρονα τουτον διδασκαλον, ο του Θεου Λογος, ινα και την εικονα σωση και την σαρκα αθανατιση, πως το σωζομενον απολειται, και θνηξεται παλιν το αθανατιζομενον, μαλλον δε κυριωτερον ειπειν, θεωθεν ολον δια μεσης της νοερας ψυχης θεοτητι μεσιτευουσης και σωματι, παρουσαν ολην αρρητως ουσιωδως (≡14Ε_042≡> την του σαρκωθεντος υποστασιν Θεου Λογου δεξαμενον, και ιδιον αυτο σωμα ποιησαμενου τε και αποφηναντος, ουκ εχω συνιδειν. Τινος δε χαριν, ειπερ τω μυστηριω της εκκλησιαστικης πιστεως και τουτο περιεχεται το δογμα, μη τοις αλλοις συμπεριεληφθη εν τω συμβολω της κατα την αμωμητον πιστιν των Χριστιανων εκθεσεως υπο των αγιων και μακαριων Πατερων ημων, των συναθροισθεντων κατα καιρους επι βεβαιωσει των θειων της αγιας του Θεου και αποστολικης Εκκλησιας δογματων, λεγειν τοις σοφοις καταλειψωμεν. Αλλ᾿ αρχειν οιμαι προς το παρον παρεκβατικως ταυτα ρηθηναι προς τουτους. Προς δε τους αλλους τρεψωμεθα.
 
ΡΙ (110). ΠΡΟΣ ΤΟΥΣ ΛΕΓΟΝΤΑΣ ΤΩΝ ΨΥΧΩΝ ΠΡΟΫΠΑΡΧΕΙΝ ΤΑ ΣΩΜΑΤΑ
Προς τους λεγοντας των ψυχων προϋπαρχειν τα σωματα.
 
Το μεθυπαρχειν των σωματων τας ψυχας, ω ουτοι, λεγειν ευκολον και του βουλομενου παντος, το δε λογω συστησασθαι το λεγομενον πανυ δυσκολον και εργωδες, και ουποτε ραστην εχον της σπουδης την αποδειξιν. Ει γαρ το καταβαλλομενον καθ᾿ υμας εις προφασιν της ανθρωπινης γενεσεως πανταπασιν εστιν αψυχον, και ζωτικης δηλονοτι δυναμεως παντη καθεστηκεν αμοιρον. Το γαρ ψυχης παντελως της οιασουν εστερημενον και πασης ζωτικης ενεργειας εστιν ερημον. Ει δε ψυχης και της κατ᾿ αυτην ζωτικης δυναμεως τε και ενεργειας παντελως καθεστηκεν αμοιρον, δηλονοτι νεκρον τυγχανει· ει δε νεκρον αυτο υποτιθεμεθα ειναι, ουτε τρεφεται ουτε αυξεται, ουδ᾿ ολως υποστησαι δυνησεται, και μειναι παντελως ασκεδαστον τε και αδιαχυτον. Τεκμηριοι δε το λεχθεν ο εν τοις σωμασι των ελκων ακεσμος. Ηνικα γαρ εφαπτονται τουτων ιατρων παιδες, ει ευροιεν επιπολαζον σωμα νεκρον, τοις κατεσθιουσι τουτο φαρμακοις (≡14Ε_044≡> προαναλωσαντες, ουτω τα προς αναδοσιν του κοιλανθεντος εκ της ωτειλης σωματος επιβαλλουσιν εις αναπληρωσιν, ως του ζωντος (=1337=) δηλαδη σωματος φυσιν εχοντος αναπεμπαζουσαν και δυναμιν της οικειας εξεως συστατικην τε και επανακλητικην, του δε νεκρου τουτο μηδαμως ενεργουντος, απαξ νενεκρωμενου και παντελως ζωτικης εστερημενου δυναμεως, και δια τουτο ανενεργητου τυγχανοντος. Πως δε και στησεται το φυσει σκεδαστον τε και ευδιαλυτον, μη οιονει θεμελιου τροπον κατ᾿ επινοιαν προϋποκειμενης τινος ζωτικης δυναμεως, περι εαυτην φυσικως συγκρινουσης τε και διασφιγγουσης το σκεδαννυμενον, εν η το ειναι τε και ειδοποιεισθαι παρα της τα ολα σοφως τεχνιτευουσης δυναμεως εχειν ελαχεν; Εν ω γαρ αν πραγματι μετα το τεχθηναι περιεστιν αληθως το ειναι τω σωματι, εν εκεινω παντως δικαιως αν λεγοιτο εχειν και την αρχην της υπαρξεως. Ουτινος γαρ τω χωρισμω διαλυεσθαι πεφυκε το σωμα, τουτου δηλαδη τη υπαρξει κατα την γενεσιν ευλογως αν παντως και συνυφεστηκεν.
Ει δε τουτοις στενοχωρουμενοι τοις λογισμοις, ω ουτοι, φατε μη νεκρον ειναι πανταπασι το καταβαλλομενον εις προφασιν της ανθρωπινης συστασεως, ζωτικης δε τινος καν ποσως μετεχειν δυναμεως, ως ψυχην εχον δηλονοτι της τοιαυτης μεθεξει δυναμεως (χωρις γαρ ψυχης ειδος ζωης ουκ αν ειη πωποτε καθαπαξ εν τοις υπο φυσιν αναγομενοις και της ουρανιου δηλον αεικινητου περιφορας εντος διειλημμενοις, αει δε ζωης ειδος ανευ ψυχης το παραπαν ουκ εστι κατα την λογικην ακολουθιαν), οιον δ᾿ αν υποτιθεσθε ζωης ειδος το καταβαλλομενον εχειν κατα την συλληψην, ψυχης τινος μονον ιδιοτητα ενεφηνατε, συστατικην μεν της εν ηπερ εστιν ουσιας αφοριστικην δε των μη τοιουτων διαφοραν. Ει δε και ψυχην εχειν το εμβρυον βιας προς το δεον υπο της αληθειας ωθουμενοι λεγετε, τινα τε (≡14Ε_046≡> και οποιαν ταυτην, και πως θεωρουμενην η λεγομενην, υμας λεγειν εστιν ακολουθον τε και προσφορον. Και ει μεν μονην την θρεπτικην τε και αυξητικην εχειν αυτο διαβεβαιουσθαι ψυχην, φυτου τινος δηλονοτι και ουκ ανθρωπου τω λογω τουτω καθ’ υμας το τρεφομενον και αυξομενον εσται σωμα. Και πως του φυτου πατηρ ο ανθρωπος εσται σινιδειν ουκ εχω, πολλα σκοπων, εξ ανθρωπου παντελως το ειναι κατα φυσιν εχοντος.
Ει δε την αισθητικην μονην τω εμβρυω προσνεμετε ψυχην, ιππου παντως η βοος η ετερου τινος των χερσαιων η εναεριων ζωων ψυχην εχων δειχθησεται κατα τον συλληψιν το εμβρυον, και πατηρ ουκ εσται κατα φυσιν ανθρωπου καθ᾿ υμας ο ανθρωπος, κατα την πρωτην συστασιν· αλλα φυτου τινος, καθως εφην, η ζωου των επι γης. Ου τι γενοιτ᾿ αν ατοπωτερον η φρενοβλαβεστερον; Το γαρ μη συνυπαρχειν διαβεβαιουσθαι τη πρωτη συστασει των οντων κατα την εκαστου φυσικην διαφοραν απαραλειπτως τους οικειους της υπαρξεως ορισμους, φυρειν εστιν εις αλληλα τα παντα, και μηδεν ειναι κυριως των οντων οπερ εστι τε και λεγεται διισχυριζεσθαι. Και το δη μειζον κακον, διαβολην (=1340=) της θειας σοφιας τε και δυναμεως αριδηλον εχον μεγιστην παντως δειχθησεται. Ει γαρ παντα τα οπωσουν οντα προ γενεσεως αυτων κατα την προγνωσιν του Θεου τω οικειω λογω το τελειον εχει, δηλονοτι και αμα τω ειναι κατα τον ιδιον λογον προς γενεσιν παραγομενα απαραλειπτως αυτη τη ενεργεια το τελειον εξει. Ει δε το μεν τελειον κατα την προγνωσιν εχει τα οντα, κατα δε την εις το ειναι παραγωγην τε και γενεσιν το ατελες, η ουκ αυτα εκεινα εσται τα προγνωσθεντα, αλλ᾿ καθ᾿ ετερων ετερα, η του δημιουργου προδηλος ασθενεια (≡14Ε_048≡> τουτο αν ειη και σαφης, μη δυνηθεντος κατα την προγνωσιν το προγνωσθεν αθροως αμα τη γενεσει κατα την ενεργειαν ως ειναι πεφυκε κατα την ουσιαν, παραστησαι πληρεστερον. 
Ει δε τουτους υφορωμενοι τους ελεγχους επ᾿ εκεινο καταφυγοιτε τελευταιον, φασκοντες μη δικαιον ειναι το κατ᾿ εικονα Θεου και θειον (ουτω την νοεραν καλουντες ψυχην) ρευσει και ηδονη ρυπαρα συνυπαρχειν, μετα δε τας τεσσαρακοντα της συλληψεως ημερας επεισκρινεσθαι λεγειν ευσχημονεστερον οιεσθαι δειν, τον της φυσεως δημιουργον σαφως αιτιωμενοι φανησεσθε, και τον εντευθεν της βλασφημιας αναφαινομενον εικοτως υπεχοντες φοβερον δειχθησεσθε κινδυνον. Ει γαρ κακος ο γαμος, δηλονοτι και ο κατα φυσιν της γενεσεως ο νομος· ει δε κακος ο τοιουτος της κατα φυσιν γενεσεως νομος, ο την φυσιν δηλονοτι πεποιηκως, και δους αυτη νομον γενεσεως, δικαιως αν καθ᾿ ημας αιτιαθησεται. Και τι τους απο Μανεντος και τους προ αυτου αιρετικους, ταυτης ενεκα τροπον τινα και μονης της αιτιας, δυο αρχας υποστησαμενους, και τον επι παντων Θεον αρνησαμενους, αποστρεφομεθα, το αυτο λεγοντας, ει και μη δια των αυτων, και υμας ευρηκοτες; Ει δε ταυτης ενεκα της αιτιας συνυπαρχειν τω σωματι κατα την συλληψιν την λογικην τε και νοεραν ψυχην λεγειν δι᾿ αισχυνης ευλαβειαν παραιτεισθε μηδε μετα τεσσαρακοντα ημερας, μητε μετα τον εννεαμηνιαιον της κυοφοριας χρονον, μητε μην μετα τον τοκον, προ των μ´ ημερων του καθαρισμου φαναι τολμησετε το γεννηθεν εχειν την λογικην τε και νοεραν ψυχην. Ου γαρ προσιτον τω ναω του Θεου τεως εστι το τεχθεν, ως ακαθαρτον τω νομω διοριζομενον. Ως λοιπον μεχρι της των ημερων του καθαρισμου συμπληρωσεως μη εχειν το τικτομενον την λογικην τε και νοεραν ψυχην κατα τον εικοτα λογον υπονοειν, αλλα τινος, ως εφην μικρω προσθεν, φυτου η ζωου αλογου των εν τοις ουσι διειλημμενων. Ει δε προφασις υμιν του τοιουτου λογου (≡14Ε_050≡> καθεστηκε το γεγραφεναι τον μεγαν Μωϋσην, δικας μη απαιτεισθαι τον πληξαντα την κυοφορουσαν γυναικα, προ τεσσαρακοντα ημερων ει συμβαιη δια της πληγης αυτην παρα τον καιρον αποθεσθαι το εμβρυον, ιστεον ως ου την εις το σωμα τοτε της λογικης ψυχης γινομενην εισοδον εμφαινων ο σοφος Μωϋσης, αλλα τον τελειον του καταβληθεντος εξεικονισμον απαρτιζεσαι τοτε δηλων, (=1341=) τεως κατα τον προχειρον νουν τουτο γεγραφε.
Προσεπιτουτοις δε πασι, δεδοικα τον τοιουτον προσδεξασθαι λογον, μηπως η του λογου καθ᾿ ειρμον προβαινουσα ταξις φοβερων ποιηση με δικαιως εγκληματων υπευθυνον, οπερ μη θεμις ειπειν οσον εκ της ακολουθιας του λογου με βιαζομενη τον Κυριον ημων και Θεον λεγειν, ειπερ αληθως καθ᾿ ημας γενεσθαι κατηξιωσεως ανθρωπος χωρις αμαρτιας, κατα την συλληψιν αψυχον και ανουν ανθρωπον γεγονεναι, και τας τεσσαρακοντα ημερας ουτως εχοντα μεμενηκεναι, των αγιων Πατερων ημων και διδασκαλων διαρρηδην βοωντων, μαλλον δε της δι’ αυτων λαλουσης τε και λαλουμενης αληθειας, αμα τη καθοδω του Θεου Λογου κατα την συλληψιν αχρονως δια μεσης ψυχης λογικης ενωθηναι σαρκι τον Κυριον αυτον και Θεον Λογον, αλλ᾿ ου δια μεσης σαρκος αψυχου λογικην ψυχην προσδεξασθαι προσγινομενην, και ουκ αψυχον σωμα παντελως η ανουν ψυχην και αλογον ενειληφεναι, αλλα τελειαν ανελλιπως την φυσιν την εκ ψυχης λογικης αμα και σωματος συνισταμενην εαυτω καθ᾿ υποστασιν αρρητως ενωσαι. Διο μαλιστα περιεχομαι του της συνυπαρξεως λογου, τους εφ᾿ εκατερα δι᾿ εναντιας οντας αλληλοις τε και τη μεσοτητι προσφυως αποπεμπομενος, αυτον τον της φυσεως ποιητην εχων τω καθ᾿ εαυτον μυστηριω της ενσωματωσεως του τοιουτου λογου συνηγορον τε και διδασκαλον απαραλογιστον, τον γενομενον αληθως ανθρωπον, και την φυσιν τελειως εχουσαν αμα τω ειναι κατα την γενεσιν υφιστασθαι (≡14Ε_052≡> δι᾿ εαυτου βεβαιωσαμενον, και μονην καινοτομησαντα την καινοτομιαν της φυσεως λεγω δη την δια σπορας συλληψιν και την δια φθορας γεννησιν, ασπερ η φυσις μετα την παραβασιν επεσπασατο, της θειας αποπεσουσα και πνευματικης εις πληθος αυξησεως, αλλ᾿ ου τον λογον της φυσεως καθ᾿ ον εστι τε και γινεσθαι πεφυκεν αμα τω ειναι εκ ψυχης λογικης υφισταμενη και σωματος.
 
ΡΙΑ (111). ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΚΑΙΝΟΤΟΜΙΑ ΓΙΝΕΤΑΙ ΤΩΝ ΚΑΙΝΟΤΟΜΟΥΜΕΝΩΝ ΠΡΑΓΜΑΤΩΝ ...
Περι του πως καινοτομια γινεται των καινοτομουμενων πραγματων μενοντων ατρεπτων κατα την φυσιν.
 
Πασα γαρ καθολου φαναι καινοτομια περι τον τροπον του καινοτομουμενου πραγματος πεφυκεν, αλλ᾿ ου περι τον λογον της φυσεως γινεσθαι, διοπερ ο μεν λογος καινοτομουμενος φθειρει την φυσιν, ουκ εχουσαν τον καθ᾿ ον εστι λογον αραδιουργητον, ο δε τροπος καινοτομουμενος φυλαττομενου δηλαδη του κατα φυσιν λογου θαυματος ενδεικνυται δυναμιν, ως την φυσιν ενεργουμενην τε και ενεργουσαν υπερ τον εαυτης αποδεικνυς δηλονοτι θεσμον. Λογος δε φυσεως ανθρωπινης εστι το ψυχην και σωμα και εκ ψυχης λογικης ειναι την φυσιν και σωματος, τροπος δε η εν τω ενεργειν και ενεργεισθαι φυσικως ταξις εστιν, αμειβομενη τε πολλακις και αλλοιουμενη, την δε φυσιν εαυτη παντελως ου συναμειβουσα. (=1344=) Καθαπερ και επ᾿ αλλου παντος εχει πραγματος, ηνικα καινισαι τι περι την εαυτου κτισιν ο Θεος βουληθη προνοιας ενεκεν των προνοουμενων, και ενδειξεως της επι παντα και δια παντων διηκουσης δυναμεως. Ωσπερ αμελει παραδοξοποιων ταις ανεκαθεν των θαυματων τε και σημειων μεγαλειοτησι καινοτομιας λογω πεποιηκε, προς ετερον ειδος ζωης παρα το εν σαρκι τη υπο φθοραν (≡14Ε_054≡> μεταβιβασας τον Ενωχ τε και τον Ηλιαν τους μακαριους, ου κατ᾿ αλλοιωσιν φυσεως, αλλα κατα παραλλαγην της κατ᾿ αυτην αγωγης και διοικησεως, υδωρ εις επικλυσιν των επι γης μοχθηρων ανθρωπων καθιστων τω πολλαπλασιον, εν τη κιβωτω μετα θηριων αγριων αποφαινων τον πρωτον πλωτηρα Νωε διαιταν εχειν αλυμαντον, Αβρααμ και Σαρραν τους μεγαλους αυτου θεραποντας παιδι τιμων παρ᾿ ηλικιαν και τον νενομισμενον προς παιδοποιιαν ορον τε και χρονον της φυσεως, πυρ την επι τα κατω ποιεισθαι φοραν εις επικλυσιν ασεβων παρασκευαζων, ουδ᾿ ολως του κατα φυσιν λογου δια τουτο μειουμενον, της βατου πυρ ακαυστως εξαπτων εις την του θεραποντος προσκλησιν, υδωρ εν Αιγυπτω προς αιματος μεταβαλλων ποιοτητα, την φυσιν αυτου παντελως μη ηρνημενον, υδωρ μειναν κατα φυσιν και μετα την φοινιξιν,
Και τα λοιπα των εκεισε θαυματων τε και σημειων επιτελων, προς το δουναι τοις μεν πιστοις των κατεχοντων δεινων ελευθεριας ελπιδα, τοις απιστοις δε συναισθησιν της κολαζουσης δυναμεως, προς αποθεσιν της κατεχουσης αυτους περι το Θειον πωρωσεως, θαλασσαν τεμνων ραβδω και το συνεχες διαλυων του υδατος, της οικειας μη εξισταμενου φυσεως, εις διοδον μεν των δι᾿ αυτον διωκομενων, εποχην δε των αναιτιως διωκοντων το ευγενες και ελευθερον, υδωρ ξυλω γλυκαινων, και αρτον ανηροτον ουρανοθεν υων ξενον και αγνωστον, και πληθος ορνεων εδωδιμων εξαιφνης της θαλαττης εκβραζων, χωρις της κατα φυσιν εξ αλληλων διαδοχης, προς παραμυθιαν των εν τη ερημω κακοπαθουντων, υδατος μητερα την πετραν αποδεικνυς, εις βεβαιωσιν πιστεως των εν τοις αγωσι λειποτακτουντων, ποταμον ανακοπτων προς διαβασιν αβροχον λαου (≡14Ε_056≡> θεοσεβους, ηλιου τε και σεληνης δρομον επεχων ακωλυτον παραδοξως, την αεικινητον του περιεχοντος φυσιν στησας ακινητον, προς ολεθρον ασεβους δυναστειας αμαθως αντιπαραταττομενης Θεω, και πριν λαβη περας των ορομενων η δυναμις, και εις κατασχεσιν της πορρωθεν αψευδως επηγγελμενης κληρονομιας.
Και τα λοιπα οσα δη πεποιηκεναι λεγεται, κατα τε την γην της κατασχεσεως και τας λοιπας εις οσας ηλθε παρανομησας ο παλαιος Ισραηλ, περι τον τροπον της ενεργειας, αλλ᾿ ου περι τον λογον της υπαρξεως, την φυσιν καινοτομησας των καινοτομηθεντων πεποιηκεν ο Θεος. Μεθ᾿ ων απαντων και μεθ᾿ α το δι᾿ ο παντα και δι᾿ ου καινοτατον οντως μυστηριον της αυτου δι᾿ ημας ενανθρωπησεως επιτελεσας περι τον τροπον, αλλ᾿ ου περι τον λογον την φυσιν (=1345=) εκαινοτομησε, προσληψει σαρκος δια μεσης ψυχης νοερας, αρρητως κυηθεις ανευ σπορας, και γεννηθεις αληθως ανευ φθορας ανθρωπος τελειος, ψυχην νοεραν μετα σωματος εξ αυτης της αφραστου συλληψεως εσχηκως.
 
ΡΙΒ (112). ΟΤΙ ΠΑΣΑ ΦΥΣΙΣ ΤΩ ΟΙΚΕΙΩ ΛΟΓΩ ΔΙΑΠΑΝΤΟΣ ΕΧΕΙ ΤΟ ΤΕΛΟΣ
Οτι πασα φυσις τω οικειω λογω διαπαντος εχει το τελος.
 
Πασα γαρ, καθολικως ειπειν, φυσις, νοητη τε και αισθητη, ηγουν απλη και συνθετος, καθ᾿ οιονδηποτε τροπον εκ μερους την προς το ειναι της γενεσεως αρχην, ουδεποτε δεχεται, ουτε μην εξ ημισειας μοιρας υφιστασθαι δυναται. Αλλ᾿ ει μεν συνθετος φυσις εστιν, ολη τελεια τελειοις τοις οικειοις μερεσιν αθροως συνυφισταται, μη εχουσα προς εαυτην η προς αλληλα των εξ ων εστι μερων την οιανουν κατα τον χρονον διαστασιν. Ει δε απλη φυσις εστιν, ηγουν νοητη, ωσαυτως αμα τοις εαυτης απαραλειπτως λογοις τελεια τελειοις αθροως συνυφιστασθαι πεφυκε, (≡14Ε_058≡> χρονου τινος το συνολον αυτην των οικειων λογων, ουδαμως διακρινοντος. Ουτε γαρ ην ποτε καθολου τις φυσις εν τοις ουσιν, ουτε εστιν, ουτε εσται κατα τον εαυτης λογον υπαρχουσα οπερ νυν ουκ εστιν, ουτε μην νυν εστιν η ες υστερον εσται οπερ ουκ ην προτερον. Ων γαρ οι λογοι παρα τω Θεω αμα τω ειναι το τελειον εσχον, τουτων η κατα τους οικειους λογους παραγωγη και ουσιωσις προσθηκης πασης και ελλειψεως της προς το ειναι οπερ οντα τυγχανει παντελως εστιν ανεπιδεκτος. Αλλ᾿ αρκειν οιμαι κατα την του λογου παρεκβασιν και προς τουτους τα νυν ρηθεντα, προς το μη παρασυρεσθαι ραδιως εις ατοπους δοξας παρα των πιστιν ποιουμενων την εν ταις κομψειαις των λογων τεχνικην πιθανοτητα.
 
ΡΙΓ (113). ΔΙΑ ΤΙ ΣΥΝΗΨΕ ΤΗ ΣΑΡΚΩΣΕΙ ΤΗΝ ΕΚ ΒΑΠΤΙΣΜΑΤΟΣ ΓΕΝΝΗΣΙΝ Ο ΔΙΔΑΣΚΑΛΟΣ
Δια τι συνηψε τη σαρκωσει την εκ βαπτισματος γεννησιν ο διδασκαλος.
 
Προς τι δε βλεπων και τινος ενεκεν τη σαρκωσει συνηψε την εκ βαπτισματος γεννησιν ο διδασκαλος (τουτο γαρ εις την εξετασιν ετι του προκειμενου λειπεται λογου), συντομως ως εμαθον ερω κατα δυναμιν. Φασιν οι τα θεια μυστικως περιεποντες λογια, και τοις υψηλοτεροις, ως εικος, αυτα σεμνυνοντες θεωρημασι, κατ᾿ εικονα Θεου κατ᾿ αρχας γεγενησθαι τον ανθρωπον, επι τω παντως γεννηθηναι κατα προαιρεσιν πνευματι, και προσλαβειν το καθ᾿ ομοιωσιν δια της τηρησεως της θειας εντολης αυτω προσγενομενον, ινα η ο αυτος ανθρωπος πλασμα μεν του κατα φυσιν, Υιος δε Θεου και Θεος δια Πνευματος κατα χαριν. Ου γαρ ην δυνατον αλλως Υιον αποδειχθηναι Θεου και Θεον κατα την εκ χαριτος θεωσιν τον γενομενον ανθρωπον, μη προτερον κατα προαιρεσιν γεννηθεντα τω Πνευματι, (≡14Ε_060≡> δια την ενουσαν αυτω φυσικως αυτοκινητον και αδεσποτον δυναμιν. (=1348=) Ηντινα θεοποιον και θειαν και αϋλον γεννησιν, δια το προτιμησαι των νοουμενων και αδηλων τεως αγαθων το κατ᾿ αισθησιν τερπνον και επιδηλον, παραλιπων ο πρωτος ανθρωπος, την εκ σωματων εικοτως απροαιρετον και υλικην και επικηρον εχειν καταδικαζεται γεννησιν, αξιως κριναντος του Θεου τον εκουσιως των κρειττονων τα χειρονα προελομενον, την εμπαθη και δουλην και κατηναγκασμενην, καθ᾿ ομοιοτητα των επι γης αλογων τε και ανοητων κτηνων γεννησιν της ελευθεριας και απαθους και αυθαιρετου και αγνης ανταλλαξαι γεννησεως, και της συν Θεω και θειας και ανεκλαλητου τιμης την μετα των ανοητων κτηνων ατιμον αντιλαβειν συμπαρενυλησιν. Ηστινος τον ανθρωπον ελευθερωσαι και προς την θειαν ευκληριαν επαναγαγειν βουλομενος ο την φυσιν των ανθρωπων δημιουργησας Λογος, ανθρωπος εξ ανθρωπων αληθως γινεται τε και γενναται σωματικως χωρις αμαρτιας δια τον ανθρωπον, και βαπτιζεται, την εις υιοθεσιαν πνευματικην υπερ ημων εκουσιως υπερχομενος γεννησιν, ο κατ᾿ ουσιαν Θεος και Θεου κατα φυσιν Υιος, εις αθετησιν της εκ σωματων γεννησεως.
Επειδη τοινυν δι᾿ ημας ο ποιησας ημας και μονος τω Πατρι μετα του Πνευματος ομοθεος και ομοδοξος Υιος και Λογος καθ᾿ ημας εξ ημων αληθως ανθρωπος γινεται, και σωματικως γενναται χωρις αμαρτιας, και την εκ βαπτισματος εις υιοθεσιαν πνευματικην υπερ ημων υπελθειν καταδεχεται γεννησιν ο φυσει Θεος, δια τουτο συνηψε τη σαρκωσει, καθως οιμαι, την εκ βαπτισματος γεννησιν ο διδασκαλος, ως εις αθετησιν και λυσιν της εκ σωματων επινοηθηναι γεννησεως. Οπερ γαρ ο Αδαμ (λεγω δε την εις θεωσιν εκ πνευματος γεννησιν) εκουσιως παραλιπων γεννασθαι σωματικως εις φθοραν κατεκριθη, τουτο κατα θελησιν ως αγαθος και φιλανθρωπος εν τω ημων παραπτωματι γενομενος ανθρωπος, και συγκατακρινας ημιν εαυτον (≡14Ε_062≡> εκουσιως, ο μονος ελευθερος και αναμαρτητος, και την εκ σωματων γεννηθηναι καταδεξαμενος γεννησιν, εν η το κρατος υπηρχε της ημων κατακρισεως, την εν πνευματι μυστικως διωρθωσατο γεννησιν, και της σωματικης γεννησεως λυσας υπερ ημων εν εαυτω τα δεσμα δεδωκεν ημιν εξουσιαν δια της κατα πνευμα γεννησεως κατα θελησιν, τεκνα Θεου αντι σαρκος και αιματος γενεσθαι τοις πιστευουσιν εις το ονομα αυτου. Σαρκωσις ουν και σωματικη προτερον της εμης ενεκα κατακρισεως επι του Κυριου παρηκολουθησε γεννησις, και ουτως η δια του βαπτισματος εν πνευματι παραλειφθεισα επηκολουθησε γεννησις, υπερ της εμης κατα χαριν σωτηριας και ανακλησεως, η σαφεστερον ειπειν αναπλασεως· οια συναπτοντος περι εμε του Θεου τον τε του ειναι μου λογον και τον του ευ ειναι, και την γενομενην παρ᾿ εμου τουτων ενοποιουντος τομην και διαστασιν, και δια τουτων προς τον του αει ειναι λογον σοφως συνελαυνοντος, καθ᾿ ον ουκετι το φερειν εστι και φερεσθαι περι τον ανθρωπον, λαβουσης τελος περι το φερεσθαι της των φαινομενων οικονομιας δια της μεγαλης και κοινης αναστασεως, εις αθανασιαν (=1349=) γεννωσης τον ανθρωπον καθ᾿ υπαρξιν αναλλοιωτον, δι᾿ ον των φαινομενων η φυσις το ειναι κατα γενεσιν ειληφε, και μεθ᾿ ου ληψεται χαριτι το κατ᾿ ουσιαν μη φθειρεσθαι.
Αλλ᾿ ει δοκει των ειρημενων κατ᾿ επιτομην επιμνησθεντες την δυναμιν, κεφαλαιωσωμεν. Εχομεν την εκ σωματων γεννησιν του Σωτηρος ημων κατ᾿ επινοιαν διαιρεθεισαν εις τον προηγουμενον της φυσεως λογον και εις τον νυν αυθις υπαρχοντα καθ᾿ ημας, εις ον ετελευτησε, και παλιν εις τον κατα φυσιν της γενεσεως λογον και εις τον της γενεσεως τροπον, προσετι γε μην και εις διαφορους τροπους της κατ᾿ ουσιαν γενεσεως της ψυχης και του σωματος και προσεπιτουτοις εις την ανευ σπορας συλληψιν και την ανευ φθορας γεννησιν. Εφ᾿ υμιν ουν εστιν ως κριταις δικαιοις των λελεγμενων επιβολων εγκριναι την κρειττονα.
 
ΡΙΔ (114). ..». ΤΙ ΦΑΡΜΑΚΑ ΕΠΙΖΗΤΕΙΣ, ΤΑ ΜΗΔΕΝ ΟΝΗΣΟΝΤΑ; ΤΙ ΚΡΙΤΙΚΟΝ ΙΔΡΩΤΑ..».
(≡14Ε_064≡>
Του αυτου εκ του αυτου λογου, εις το, «Τι φαρμακα επιζητεις, τα μηδεν ονησοντα; τι κριτικον ιδρωτα, ισως παρεστωτος του εξοδιου;»
 
Τουτο, καθως εφασκεν ο μακαριος γερων, προς τους υπερτιθεμενους το βαπτισμα, το ρητον τεθεικεν ο διδασκαλος, ελπιδι του ζησεσθαι το βαπτισμα φιληδονιας ενεκεν υπερτιθεμενους, και φησι, "Τι παρ’ αλλου δεη μαθειν την εξοδον, του βιου δηλονοτι, αλλ᾿ ουχ ως ηδη παρουσης διανοηση; Τι φαρμακα επιζητεις, τα μηδεν ονησοντα; τι κριτικον ιδρωτα, ισως παρεστωτος του εξοδιου;" Επειδη γαρ τεσσαρας ημερας κρισιμους ειναι φασιν ιατρων παιδες εν τοις πυρεκτιωσι, την δ΄, και την ζ´, και την θ´, και την ια´, τυχον δε και την ιγ´, (εν ταυταις γαρ αν ευρωσιν εν τω νοσουντι, καθως φασι, νενοτισμενον εξ ιδρωτος το σωμα τεκμηριουσι ζησειν τον κειμενον), ινα ουν μη τουτον εκδεχομενος ο νοσων τον ιδρωτα κακοβουλως υπερτιθεται το βαπτισμα, περιοδον εχειν ετων, συμβουλευει πανυ σοφως ο διδασκαλος τω καμνοντι, μη τουτω τω ιδρωτι θαρρειν και ματην ερειδεσθαι, δυνατου οντος αντι τουτου τον εξοδιον ιδρωτα συμβηναι, τον βοωντα της παρουσης ζωης το τελος, ινα μη, ως ειπον, δια τουτον απατωμενος ο νοσων τον ιδρωτα της μεν προδηλου και θειας ζωης και αει διαμενουσης αλλοτριουμενος λαθη, την δε ανθρωπινην και επικηρον και παντως λυθησομενην ευρεθη περιεπων, ακρατητον κατα φυσιν υπαρχουσαν και αει δια φθορας και αλλοιωσεως ρεουσαν, και θαττον τας των εχειν νομιζοντων χειρας διαφευγουσαν η οναρ ανυποστατον βλεποντα.
 
ΡΙΕ (115). ..».ΟΥ ΓΑΡ ΠΟΛΛΑΚΙΣ ΧΡΙΣΤΟΣ ΦΙΛΕΙ ΚΛΕΠΤΟΜΕΝΟΣ, ΚΑΙ ΕΙ ΛΙΑΝ ΕΣΤΙ ΦΙΛΑΝΘΡΩΠΟΣ»
(≡14Ε_066≡>
Εκ του αυτου λογου, εις το, «Ου γαρ πολλακις Χριστος φιλει κλεπτομενος, και ει λιαν εστι φιλανθρωπος».
 
Τι δηποτε, φασιν ενταυθα του λογου γενομενοι τινες, ει λιαν εστι φιλανθρωπος ο Θεος, και πηγη φιλανθρωπιας ανεκλειπτος, ωστε μηδ᾿ οτιουν υπο των αρυομενων ελαττουσθαι, μη φιλει κλεπτομενος; Ουτω γαρ αν μαλλον το φιλανθρωπον επεδεικνυτο, (=1352=) μη ελαττουμενον δια του διδοναι χωραν τοις εθελουσι κλεπτειν, και μαλιστα κλοπην σωτηριον, και οσακις αν θελοιεν. Προς ους Θεου λογον χαριζομενου φαμεν, οτιπερ αυτο τουτο φιλανθρωπιας πληρες εστι, μαλλον δε αυτο φιλανθρωπια, και τους περι τι κλεπτειν εθελοντας, αγαθης προμηθειας ενδειξις σαφεστατη, το μη συγχωρειν τοις εθελουσι τυγχανοντος του σφετερισμου της σωτηριας ραστη γενηται κατα το εικος και η του δωρηθεντος αποβολη, ως ευμαρως παλιν ληφθηναι δυναμενου, και της εν τω καλω αμεταθετου και παγιας εξεως αμαθεις αποφανθωσιν οι τυγχανοντες της δωρεας, ευεμπτωτον εις κακιαν την γνωμην εχοντες δια την ευμαρειαν της του καλου κτησεως, τω ευωνω καταφρονουμενης.
 
ΡΙS (116). ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΟΥ ΕΙΣ ΤΟ ΠΑΣΧΑ ... «ΓΥΜΝΟΝ ΤΗ ΑΠΛΟΤΗΤΙ ΚΑΙ ΖΩΗ ΑΤΕΧΝΩ
Του αυτου εκ του εις το Πασχα λογου, εις το, «Γυμνον τη απλοτητι και ζωη ατεχνω, και διχα παντος επικαλυμματος και προβληματος. Τοιουτον γαρ επρεπεν ειναι τον απ᾿ αρχης».
 
Τι μεν δια τουτων ο μεγας ουτος διδασκαλος κρυφιως (≡14Ε_068≡> αποκαλυπτει, μονους εκεινους ειδεναι φημι τους το ισον αυτω της σοφιας ειληφοτας και της γνωσεως χαρισμα, οι δια το πασαν την εκ παθων και πασης υλικης προσπαθειας λημην αποθεσθαι των νοερων ομματων την ακτινα της εν ολοις αληθους γνωσως χωρειν εδυνηθησαν, καθ᾿ ην τω απλω κατα το εφικτον και ενοειδει λογω τον νουν απο των πολλων περιστειλαντες πασαν την επιστημονικην των οντων απλη συνεσει περιελαβον ειδησιν. Ημιν δε οις ο ζοφος ετι της αγνοιας επιπροσθει προς την του αληθους κατανοησιν, δια την περι μονα τα σαλευομενα του νου συστροφην, ωσπερ τυφλος αμφω τω χειρε φορυτον υλης αφασσων ευρισκει πολλακις τι των τιμιων, ουτως επιχειρουμεν και ημεις μετα της εαυτων ασθενειας ειπειν τι περι του προκειμενου ζητηματος. Και δη λεγομεν αλλο το παραπαν ουδεν η οπερ ο Θεος εν χερσιν ημων παραδω κατα το γεγραμμενον, προς το θρεψαι κατα δυναμιν ημων τους καλους πατερας υμας, λεγω δε τω ψηλαφητικω λογω της εν ημιν νοερας δυναμεως απλουν και απεριττον θεωρημα και ημιν συμμετρον, και πατρικην ευλογιαν προσκαλουμενον, μηπως αφυως τον αγρον των αισθητων αισθητως κατα τον Ησαυ περιοδευοντες στερηθωμεν δια βραδυτητα της ετοιμης του τρεφομενου πατρος ευλογιας, η παλιν δι᾿ υψηλοφροσυνην τι μειζον της δυναμεως ημων επιζητουντες εκ των οικουντων ετι το ορος ημων της θεωριας, τρωθωμεν κατα τον Ισραηλ, περι ων ο νομος φησιν οτι παραβιασαμενοι τινες ανεβησαν εις το ορος, και εξηλθεν ο Αμορραιος ο οικων εν τω ορει εκεινω και ετιτρωσκεν αυτους.
Υπονοω τοινυν οτι την διαφοραν της (=1353=) προ του παραπτωματος κρασεως του ανθρωπινου σωματος εν τω προπατορι (≡14Ε_070≡> Αδαμ προς την νυν θεωρουμενην εν ημιν και κρατουσαν ενδειξασθαι βουλομενος ταυτα φησιν ο διδασκαλος, ως τοτε δηλαδη του ανθρωπου εναντιαις και φθαρτικαις αλληλων κατα την κρασιν του σωματος μη διελκομενου ποιοτησιν, αλλ᾿ ωσαυτως εχοντος διχα ροης και απορροης, και της εφ᾿ εκατερα τουτων κατα την ποιοτητων επικρατειαν συνεχους αλλοιωσεως ελευθερου τυγχανοντος, οια δη της κατα χαριν αθανασιας ουκ αμοιρουντος, και την νυν μαστιγουσαν αυτον τοις εαυτης κεντροις φθοραν ουκ εχοντος, αλλ᾿ ετεραν δηλονοτι πρεπουσαν αυτω κρασιν του σωματος, αμαχοις και απλαις ποιοτησι συνεχομενην. Καθ᾿ ην γυμνος ην ο πρωτος ανθρωπος, ουχ ως ασαρκος και ασωματος, αλλ᾿ ως την παχυτεραν την σαρκα ποιουσαν και θνητην και αντιτυπον κρασιν ουκ εχων. Κατα τουτον τον μεγαν διδασκαλον ατεχνως τε εζη μη διαπνεομενος την απαξ ουσιωδως δοθεισαν αυτω φυσικην ευεξιαν, και περιβολης υπηρχεν απροσδεης, δια τε την ενουσαν απαθειαν αισχυνην μη υφορωμενος και το μη κρυμοις και θαλπεσιν αυτον υποκεισθαι, δι᾿ α μαλιστα της τε των οικων και των εσθηματων περιβολης ο τροπος τοις ανθρωποις επινενοηται.
 
ΡΙΖ (117). ΑΛΛΗ ΠΕΡΙ ΑΥΤΟΥ ΘΕΩΡΙΑ
Αλλη περι αυτου θεωρια.
 
Η μηποτε και εκ των νυν περι τον ανθρωπον θεωρουμενων τα τοτε περι αυτον οντα τη περιαιρεσει των νυν περι αυτον οντων παραδεικνυσιν ο διδασκαλος. Κινειται γαρ νυν ο ανθρωπος, η περι φαντασιας αλογους παθων εξ απατης δια φιληδονιαν, η περι λογους τεχνων εκ περιστασεως δια την χρειαν, η περι φυσικους λογους εκ του νομου της φυσεως δια μαθησιν, ων ουδεν κατ᾿ αρχην εικοτως αξ αναγκης ειλκε τον ανθρωπον, (≡14Ε_072≡> υπερανω παντων γενομενον. Ουτω γαρ επρεπεν ειναι τον απ᾿ αρχης, μηδενι το συνολον περισπωμενον, των υπ᾿ αυτον, η περι αυτον, η κατ᾿ αυτον, και προς τελειωσιν ενος μονου προσδεομενον, της προς τον υπερ αυτον, φημι δε τον Θεον, καθ᾿ ολην την αγαπητικην δυναμιν ασχετου κινησεως. Απαθης γαρ χαριτι ων απατην παθων φαντασιας δι᾿ ηδονης ου προσιετο· και απροσδεης υπαρχων της περι τεχνας περιστατικης αναγκης δια την χρειαν ελευθερος ην· και σοφος ων της περι την φυσιν θεωριας υπερανω καθειστηκει δια την γνωσιν. Ουδεν ουν ειχεν ο πρωτος ανθρωπος μεταξυ Θεου και αυτου προβεβλημενον προς ειδησιν, και κωλυον αυτου την δι᾿ αγαπης αυθαιρετον κατα την προς Θεον κινησιν γενησομενην συγγενειαν, και δια τουτο "γυμνος τη απλοτητι" προσηγορευθη τω διδασκαλω, ως υπερανω πασης της κατα φυσιν υπαρχων ζητησεως, και "ζωη τη ατεχνω», ως πασης τεχνων ενδεους καθαρευων ζωης, και "διχα παντος επικαλυμματος και προβληματος», οια της προς τα αισθητα των αισθησεων εμπαθους συμπλοκης τυγχανων ελευθερος, εις υπηχθη δικαιως υστερον, ελλειψας την ελλειψιν, (=1356=) και του πληρης ειναι το κενος παντων γενεσθαι αυθαιρετως ελομενος, κατω γενομενος ων υπερανω φυσικως υπηρχε γεγενημενος.
 
ΡΙΗ (118). ΑΛΛΗ ΠΕΡΙ ΑΥΤΟΥ ΘΕΩΡΙΑ
Αλλη περι αυτου θεωρια.
 
Η μηποτε "γυμνος», ως φησιν ο διδασκαλος, της περι φυσιν ποικιλης θεωριας και γνωσεως, και "ζωη τη ατεχνω», της περι πραξιν και αρετην πολυτροπου μεθοδειας υπαρχων εκτος, κατα την εξιν εχων τους των αρετων αμολυντους λογους, και "διχα παντος επικαλυμματος και προβληματος», της επ᾿ αισθησεσι των φαινομενων διανοιας προς κατανοησιν των (≡14Ε_074≡> θειων, προηγουμενως ου χρηζων, μονην την απλην της ενοειδους και απλης και συνεκτικης των μετα Θεον αρετης τε και γνωσεως εχων προβολην, της επ᾿ ενεργεια μονης κινησεως προς εκφανσιν αυθαιρετον χρηζουσαν. Αμελει γουν οσοι φιλοσοφω λογω της του προπατορος εγειρειν εαυτους βουλονται παραπτωσεως, πρωτον απαρχονται της των παθων παντελους αφαιρεσεως, ειθ᾿ ουτως της περι τους λογους των τεχνων ασχολιας, και τελος την φυσικην υπερκυψαντες θεωριαν εις την αϋλον παρακυπτουσι γνωσιν, την μη εχουσαν παντελως αισθησει τυπουμενην μορφην, η νοημα προφορα λογου χωρουμενον, καθως εξ αρχης τον πρωτον ανθρωπον εποιησεν ο Θεος, γυμνοι τη απλοτητι της γνωσεως και τη απορισπαστω ζωη, και τη νεκρωσει του νομου της σαρκος γενομενοι. Ην μεντοι και κατ᾿ αλλον τροπον υψηλοτερως θεωρησαι το προκειμενον απορον, αλλα παρεισθω τα νυν δι᾿ ην ο αρχομενος του λογου προειπον αιτιαν.
 
ΡΙΘ (119). ..».ΩΣ ΗΛΙΟΝ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΕΚΕΙΘΕΝ ΟΡΜΩΜΕΝΟΝ, Η ΤΩ ΟΡΩΜΕΝΩ ΠΕΡΙΓΡΑΠΤΟΝ..».
Του αυτου λογου εις το· «Ενιαυσιον δε, ως ηλιον δικαιοσυνης, η εκειθεν ορμωμενον, η τω ορωμενω περιγραπτον».
 
Πολλαι του Σωτηρος ημων εισιν αι προσηγοριαι, και πολυτροπος ο εφ᾿ εκαστη κατα την αυτης επινοιαν της κατα θεωριαν αναγωγης καθεστηκεν τροπος, δια το πολλας κατα την φυσικην θεωριαν του παραδειγματικως εις προσηγοριαν του Κυριου λαμβανομενου πραγματος επιδεχεσθαι δυνασθαι θεωρηματων επιβολας. Ωσπερ αμελει και το νυν προκειμενον ημιν απορον εχει. Πολλους γαρ οσους ουδεπω δυνατου τυγχανοντος του λογου θεωρηματων περι του ηλιου τροπους εκθεσθαι δια (≡14Ε_076≡> το συντομον, καθ᾿ ην ο διδασκαλος αυτο επινοιαν εθεωρησε, και ημεις θεωρησωμεν, τα συνεπτυγμενως αυτω δηλονοτι ρηθεντα κατα δυναμιν εξαπλουντες. Ενιαυτος τοινυν εστι κατα τους αγιους και σοφους ημων διδασκαλους η του ηλιου απο του αυτου σημειου εις το αυτο σημειον αποκαταστασις, της κατα χρονον πενταπλης ιδιοτητος περιεκτικη. Ο γαρ χρονος εις ημεραν (=1357=) και εβδομαδα και μηνα και καιρον και ενιαυτον μεριζεσθαι τε και συναγεται· και ο ενιαυτος ωσαυτως, εις ωραν και ημεραν και εβδομαδα και μηνα και καιρον, συνεχους και αδιαστατου της κατ᾿ αυτον μενουσης κινησεως, περι ην αι κατα την αλλοιωσιν διαιρεσεις θεωρουμεναι την συνεχη και αδιαστατον ηριθμησαν του χρονου κινησιν.
Ει δη τουτω τω τροπω παρ᾿ ημιν κατα την του ηλιου φοραν ενιαυτος γινεται, ενιαυτος δηλαδη Κυριου δεκτος εστι παντως, ως γεγραπται, κατα τον της αλληγοριας τροπον, η πασα των αιωνων παρατασις, απ᾿ αρχης ης ευδοκησεν ο Θεος ουσιωσαι τα οντα, και τοις μη ουσιν υπαρξιν δουναι, και δια της προνοιας, ωσπερ τις νοητος ηλιος της προς διαμονην συνεχουσης το παν δυναμεως, συγκαταβατικως εφειναι την ακτινα ανεχομενος, ποικιλαι τους τροπους αξιωσας προς τελεσφορησιν ων τοις ουσιν οικειων κατεσπειρεν αγαθων μεχρι της παντων αποπερατωσεως των αιωνων, καθ᾿ ην συλλεξει της οικειας σπορας τους καρπους ζιζανιων αμιγεις και πασης αχυρωδους αχνης και συμφορησεως καθαρους, και ο συμπας της των κινουμενων κινησεως περαιωθησεται λογος, λαβοντων των αξιων την επηγγελμενην της θεωσεως εσχατην μακαριοτητα. " Ηλιος" ουν "δικαιοσυνης" ο Κυριος προσηγορευται, ως ποιητης και συντελεστης των αιωνων, και ως αρχη παντων και τελος, και της πενταπλης κατα την προνοιαν των προνοουμενων σοφης ευταξιας δημιουργος, και ως πληρων τα παντα φωτος αϊδιου ταις ανεκλειπτοις επιβολαις της αγαθοτητος, και τους ευρυνοντας προς υποδοχην της αυτου μακαριας ακτινος τους εαυτων νοητους πορους πεπειρους και εδωδιμους τω Θεω (≡14Ε_078≡> και Πατρι ποιουμενος. Ο αυτος δε και ενιαυτος εστι Κυριου δεκτος, ως δια παντων των σωζομενων πληρουμενος κατα την υπ᾿ αυτου νοητως γινομενην πεντατροπον κινησιν, ως Ηλιου δικαιοσυνης, ηντινα νοησει παντως ο δια της των φαινομενων ακριβους κατα λογον φυσικης θεωριας την των νοουμενων πνευματικην επιστημην συλλεγομενος. Εκειθεν δε "ορμωμενος" ειρηται τω διδασκαλω, " η τω ορωμενω περιγραπτος», η ως φως εκ φωτος, και Θεος αληθινος εκ Θεου κατ᾿ ουσιαν αληθινου του Πατρος γεννητως ορμωμενος, η ως ανθρωπος ο αυτος τω καθ᾿ ημας ορωμενω της φυσεως ειδει περιγραπτος, καθαπερ ηλιος ο εκ του ουρανου ορμωμενος τω φαινομενω δισκοειδει σωματι περιγεγραπται.
 
ΡΚ (120). ..». ΘΑΥΜΑΣΤΟΝ ΟΥΔΕΝ ΕΙ ΜΑΛΙΣΤΑ ΚΑΤ'  ΟΙΚΟΝ ΕΚΑΣΤΟΝ ΕΠΙΖΗΤΕΙΤΑΙ ΤΟ ΠΡΟΒΑΤΟΝ»
Εκ του αυτου λογου εις το· «Θαυμαστον ουδεν ει μαλιστα κατ᾿ οικον εκαστον επιζητειται το προβατον».
 
Ειποι δ᾿ αν τις, και ευλογως, ως οιμαι, τυχον, Ειπερ εις εστιν ο Χριστος ο δια νομου και προφητων και της κατα την κτισιν μεγαλειοτητος μυστικως (=1360=) τοις ακουειν πνευματικως και οραν δυναμενοις κηρυττομενος, πως τον τυπον ο νομος επιτελων του Χριστου πολλα προβατα κελευει θυεσθαι κατ᾿ οικους πατριων; Προς ον φαμεν, ως ειπερ αυτον δεξοιμεθα τον λογον, νοητως των ωτων της ψυχης και των ομματων απτομενον, και διανοιγοντα ταυτα προς υποδοχην μεν και θεωριαν των αυτου μυστηριων, εκδικησιν δε πασης παρακοης και αποστροφην πασης ματαιοτητος, γνοιημεν παντως το μυστικον βουλημα της αγιας Γραφης, τω προκειμενω συναψαντες ομοιον εκ του αγιου Αποστολου φασκοντος, το· Ουδεν εκρινα ειδεναι εν υμιν, ει μη (≡14Ε_080≡> Χριστον Ιησουν, και τουτον εσταυρωμενον. Ωσπερ ουν εκαστος των πεπιστευκοτων τω Χριστω κατα την οικειαν δυναμιν και την υποκειμενην αυτω της αρετης εξιν τε και ποιοτητα σταυρουται τε και συσταυροι εαυτω τον Χριστον, Χριστω δηλονοτι πνευματικως συσταυρουμενος. Αλλος γαρ κατ᾿ αλλον αρετης τροπον εαυτω καταληλον ποιειται την σταυρωσιν· ο μεν μονη σταυρουμενος τη κατ᾿ ενεργειαν αμαρτια, και ταυτην νεκρων τω φοβω του Θεου προσηλωμενην· ο δε και αυτοις τοις παθεσι σταυρουμενος και τας δυναμεις της ψυχης εξιωμενος· ο δε και αυταις των παθων ταις φαντασιαις, ουκ εων τας αισθησεις αφετους, προς υποδοχην τινος των κατα ταυτα μετεωρισμων· ο δε και τοις περι τα παθη λογισμοις και ενθυμημασιν· ο δε και τη κατ᾿ αισθησιν απατη· αλλος δε και την προς τα αισθητα των αισθησεων δια της φυσικης οικειοτητος σταυρουμενος αποτιθεται σχεσιν· αλλος δε και πασαν καθολικως αισθητικην τω σταυρω κατασβεννυσι κινησιν, προς το μηδεν εχειν εν εαυτω το παραπαν φυσικως ενεργουμενον· αλλος δε και αυτης της κατα νουν αποπαυεται παντελως ενεργειας, και ινα το μειζον ειπω, ο μεν τη πρακτικη σταυρουμενος φιλοσοφια δι᾿ απαθειας, και προς την εν πνευματι φυσικην θεωριαν ωσπερ απο τινος σαρκος του Χριστου προς την ψυχην αυτου μεταβαινων, ο δε και τη φυσικη θεωρια νεκρουμενος, δια της αποβολης της κατα νουν περι τα οντα συμβολικης θεωριας, και προς την ενοειδη και απλην της θεολογικης επιστημης μυσταγωγιαν ωσπερ απο τινος ψυχης του Χριστου προς τον νουν αυτου μετατιθεμενος, ο δε και απο ταυτης εις την δι᾿ αποφασεως παντελους αρρητον αφαιρετικην αοριστιαν ωσπερ απο τινος ψυχης του Χριστου νοος προς την αυτου θεοτητα μυστικως αναγομενος·
Εκαστος, ως εφην, κατα την εαυτου δυναμιν, και την κατ᾿ (≡14Ε_082≡> αξιαν χορηγουμενην αυτω τας υψηλας δια της προς παντα νεκρωσεως αναβασεις ποιουμενον, ουτως και τον θειον αμνον εκαστος ημων ως εν οικια τινι τω ιδιω ταγματι της κατ᾿ αρετην αρμοζουσης αυτω καταστασεως θυει τε τον αμνον και μεταλαμβανει των αυτου σαρκων, και εμφορειται του Ιησου. Εκαστου γαρ ιδιος γινεται αμνος Χριστος Ιησους, ως εκαστος χωρειν τε και εσθιειν αυτον δυναται, ιδιος, Παυλου του μεγαλου της αληθειας (=1361=) κηρυκος, και ιδιοτροπως ιδιος εκαστου των αγιων κατα το μετρον της εν εκαστω πιστεως, και την επιχορηγουμενην χαριν του Πνευματος, ω μεν ουτως, ω δε ουτως, ευρισκομενος ολος ολω, πασι δε παντα γινομενος.
 
ΡΚΑ (121). ..».... ΜΕΤΑ ΤΩΝ ΕΝΔΟΣΘΙΩΝ ΚΑΙ ΤΩΝ ΚΡΥΦΙΩΝ ΤΟΥ ΝΟΥ ΒΡΩΘΗΣΕΤΑΙ ΚΑΙ ΕΙΣ ΠΕΨΙΝ ..».
Εκ του αυτου λογου εις το· «Οσον μεν σαρκωδες του λογου και τροφιμον, μετα των ενδοσθιων και των κρυφιων του νου βρωθησεται και εις πεψιν πνευματικην αναδοθησεται».
 
Ο πασαν μετα σοφιας φυσιν υποστησας Θεος, και πρωτην εκαστη των λογικων ουσιων δυναμιν την αυτου γνωσιν κρυφιως ενθεμενος, δεδωκε και ημιν τοις ταπεινοις ανθρωποις, ως μεγαλοδωρος Δεσποτης, κατα φυσιν τον εις αυτον ποθον και ερωτα, συνεπιπλεξας αυτω φυσικως του λογου την δυναμιν, εφ᾿ ω δυνηθηναι μετα ραστωνης γνωναι τους τροπους της του ποθου πληρωσεως, και μη παρασφαλεντας διαμαρτειν ου τυχειν αγωνιζομεθα. Κατα τουτον ουν κινουμενοι τον ποθον (≡14Ε_084≡> περι τε της αληθειας αυτης και της ευτακτως τοις ολοις εμφαινομενης σοφιας τε και διοικησεως ζητειν εναγομεθα εκεινου τυχειν, δια τουτων γλιχομενοι, ου χαριν τον ποθον ελαβομεν. Και τουτο μυστικως εγνωκοτες οι φιλομαθεις και φιλοτιμοι της αληθειας ερασται μιαν εστησαντο σχολην και προσεδρειαν εαυτοις την περι τουτου φιλοπονον ασκησιν, ακριβως υπ᾿ αυτης των πραγματων της αληθους κατανοησεως τε και ακολουθιας μαθοντες ως, ειπερ κατα τον αιωνα τουτον ποσως δι’ ευσεβων θεωρηματων την μελλουσαν αληθειαν εικονισαιντο, και τον ποθον πληροφορησουσιν, ετοιμοτεραν ως τοις ενταυθα καλως γυμνασθεισαν την ψυχην εσχηκοτες, ακμητι μετα τον βιον τουτον επι την μελλουσαν αληθειαν μεταβησονται, σκιαγραφηθεισαν αυτοις ηδη καλως δια των θειοτερων νοηματων, αγοντος αυτους επ’ αυτην δηλαδη την αληθειαν του Θεου και Σωτηρος ημων Ιησου Χριστου, και απλην και αριδηλον και διχα πασης αποριας, συμβολικης τε ποικιλιας και πασης αινιγματωδους ασαφειας, αυτοις παραδεικνυντος, αποδρασασης αυτοις ωσπερ επι της πρακτικης αρετης οδυνης και λυπης και στεναγμου δια την απαθειαν, ουτω και επι της θεωρητικης γνωσεως, ασαφειας πασης και αποριας, δια την σοφιαν, προστεθεισης αυτοις, εντευθεν λαβουσι τας υποτυπωσεις αυτης, τηνικαυτα γυμνης της αληθειας. Παντι γαρ, φησι, τω εχοντι, δηλονοτι τον περι των μελλοντων ποθον, δοθησεται, και προτεθησεται παντως η των αιωνιων αγαθων απολαυσις.
Πλουσιος γαρ υπαρχων ο Θεος ημων ουδεποτε ληγει τοις αγαπωσιν αυτον τα θεια διανεμων δωρα της γνωσεως, απερ ουδ᾿ ονομαζειν κατα τον αιωνα τουτον δυναμεθα, δια το αυτων υψος και μεγεθος, ειπερ αληθευει φασκων περι της εσχατης μακαριοτητος ο μεγας Αποστολος υπερανω παντος ονοματος ονομαζομενου αυτην ειναι, ου μονον εν τω αιωνι τουτω, αλλα και εν τω μελλοντι την μετα πασαν παντων των χαρισματων (≡14Ε_086≡> διανομην τε και (=1364=) αναβασιν δειχθησομενην των αγαθων ακροτατην κορυφην αινιττομενος, την μηδενι λογω η νω ρηθηναι η γνωσθηναι δυναμενην, τον τε κατα τον αιωνα τουτον ημιν εφικτων, των τε κατα τον μελλοντα δειχθησομενων, και ονομασθηναι και γνωσθηναι τυχον ημιν δυναμενων. Αει γαρ ο διεληλυθως τους ουρανους Ιησους, ο του Θεου Λογος, και υπερανων παντων των ουρανων γενομενος, τους ακολουθουντας αυτω δια πραξεως και θεωριας μεταβιβαζει τε και μετατιθησιν απο των ηττονων επι τα κρειττονα, και απο τουτων παλιν επι τα ετι τουτων ανωτερα, και απλως ειπειν, επιλειψει με ο χρονος λεγοντα τας θειας των αγιων αναβασεις τε και αποκαλυψεις κατα την απο δοξης εις δοξαν αλλοιωσιν, εως εκαστος την εν τω ιδιω ταγματι, αρμοζουσαν δεξοιτο θεωσιν.
Τον τοινυν προρρηθεντα περι Θεου φυσικον ποθον εχοντας ημας ειδως ουτος ο μεγας διδασκαλος προτρεπει τε παντας και καλει δια της αυτου διδασκαλιας προς την πνευματικην βρωσιν του υπερ ημων σφαγιασθεντος αμνου, φυλαξαι τε ευκρινως και ευχρηστως υποτιθεται των αυτου, του αμνου δηλονοτι, μελων την αρμονιαν αθραυστον και ασυμφυρτον, ινα μη κατακριθωμεν ως διασπωντες και διασπαραττοντες την ευθετον αρμονιαν του θειου σωματος, η θρασεως, ως υπερ δυναμιν, η ανιερως, ως παρα δυναμιν, του αμνου και Λογου τας σαρκας εσθιοντες· αλλ᾿ εκαστος κατα την αυτου δυναμιν τε και ταξιν, και την επιβαλλουσαν αυτω χαριν του Πνευματος, μεταλαμβανετω του θειου Λογου κατα την εκαστου μελους επινοιαν. Οιον κεφαλης μεν ο εξ αναποδεικτων αρχων αφετους παντελως εχουσαν τους περι θεολογιας λογους πιστιν κεκτημενος μεταληψεται, εξ ης το παν σωμα των αρετων τε και των γνωσεων συμβιβαζομενον αυξει την πνευματικην αυξησιν. Ωτων δε μεταληψεται ο τους θειους λογους πνευματικως μετ᾿ επιστημης υποδεχομενος, και (≡14Ε_088≡> ευπειθης και υπηκοος Θεω δι᾿ αυτους μεχρι θανατου δια των εργων γινομενος· οφθαλμων δε, ο την κτισιν πνευματικως κατανοων, και παντας τους κατ᾿ αισθησιν τε και νουν λογους απροσκοπως εις μιαν δοξης Θεου συναγων εκπληρωσιν. Στηθους δε μεταληψεται ο την καρδιαν θεολογικων πληρωσας θεωρηματων, κατα τον μεγαν ευαγγελιστην Ιωαννην, και πηγης αενναου δικην τον περιεκτικον της του παντος προνοιας ευσεβως προχεων τοις μανθανουσι λογον τε και τροπον. Χειρων δ᾿ αυ μεταλαμβανει δεοντως ο μηδεν των κατ᾿ εντολην ανειμενως εργων και ημελημενως επιτελων, αλλ᾿ ολην εχων ετοιμην και ευτονον προς εκπληρωσιν των θειων νομων της ψυχης την κατα την πραξιν ενεργειαν· κοιλιας δε, ο το γονιμον της ψυχης αειβλυστον εχων, και πληθυνομενος τοις πνευματικοις θεωρημασι, και ακατασβεστον τον καυστικωτατον της προς την θειαν συνουσιαν απαθους εφεσεως ερωτα κεκτημενος. Ενδοσθιων δε μεταληψεται προσηκοντως, ο τη κρυφιωτερα ζητησει τε και γνωσει του νου τα βαθη του Θεου διερευνωμενος, και απορρητων εμφορουμενος μυστηριων.
(=1365=)Τολμησει τι μειζον ο λογος. Των κατω του Λογου μερων μεταλαμβανετω σωφρονως, ο λογικως κατα της υλης ισταμενος, και πανταπασιν αμολυντον μετα της ψυχης την σαρκα διατηρων, και ολον απαραλειπτως αυτη τον Λογον ταις αρεταις διαμορφων σαρκα γενομενον. Μηρων δε μεταληψεται ο τον λογον επικειμενον εχων τω της ψυχης παθητικω μερει, και παντελως εκτεμνων αυτης την προσυλον κινησιν· γονατων δε, ο προς τους κειμενους και ασθενουντας τη πιστει συμπαθως κατα προνοιαν επικλινομενος, και την προς ημας του Λογου μιμουμενος συγκαταβασιν. Κνημων δε και ποδων μεταλαμβανετω προς τουτοις, ο επι της πιστεως και της αρετης και της γνωσεως ασαλευτους εχων της ψυχης τας βασεις και ακλονητους, και κατα σκοπον προς το βραβειον της ανω κλησεως (≡14Ε_090≡> επειγομενος, και της αγνοιας τα ορη και τους βουνους της κακιας υπερπηδων μετα του Λογου και διαλλομενος.
Αλλα τις δυνησεται πασας του Σωτηρος ημων Θεου τας δι᾿ ημας επινοιας εξαριθμησαι καθ᾿ ας εδωδιμον εαυτον και μεταληπτον αναλογως εκαστω πεποιηκεν. Ετι γαρ εχει προς τουτοις πασιν ο Κυριος βοστρυχους, και ρινας, και χειλη, τραχηλον τε, και ωμους, και δακτυλους, και οσα της ημετερας κατασκευης επ᾿ αυτου λεγεται τροπολογικως. Ων προσφυως τε και ευχρηστως μεταλαμβανουσιν οι προς εκαστον και δι᾿ εκαστου μελους σημαινομενον πνευματικον μεταποιουμενοι λογον. Ουτως ο αμνος του Θεου βιβρωσκεται, κατα τον αγιον τουτον και μεγαν διδασκαλον, και εις πεψιν πνευματικην αναδιδοται, μεταποιων προς εαυτον τω πνευματι τους μεταλαμβανοντας, εκαστον αυτων εις τον του βρωθεντος υπ᾿ αυτου πνευματικως μελους τοπον κατα την θεσιν της σωματικης αρμονιας εναγων τε και μετατιθεμενος, ωστε φιλανθρωπως τον εν τοις ολοις λογον τοις πραγμασιν ουσιαν γινεσθαι τον μονον υπερ φυσιν και λογον.
 
ΡΚΒ (122). ..». ΝΕΚΡΩΣΑΣ ΤΑ ΜΕΛΗ ΤΑ ΕΠΙ ΤΗΣ ΓΗΣ, ΚΑΙ ΤΗΝ ΖΩΝΗΝ ΙΩΑΝΝΟΥ ΜΙΜΟΥΜΕΝΟΣ..».
Εκ του αυτου λογου, εις το· «Νεκρωσας τα μελη τα επι της γης, και την ζωνην Ιωαννου μιμουμενος, του ερημικου και προδρομου και μεγαλου της αληθειας κηρυκος».
 
Ο την Ιωαννου ζωνην μιμουμενος εστιν ο τη δυναμει του λογου το γονιμον της ψυχης δια γνωσεως πρακτικως επισφιγγων, και αδιαχυτον αυτο προς την υλην διαφυλαττων. Ερημικος δε εστιν ο παθων καθαρευουσαν την εξιν κτησαμενος. (≡14Ε_092≡> Προδρομος δε ο δια της γνησιας μετανοιας την επακολουθουσαν αυτη δικαιοσυνην, και δια της φαινομενης αρετης την επιδημειν αυτων μελλουσαν γνωσιν προμηνυων. Μεγας δε της αληθειας κηρυξ εστιν ο τω οικειω βιω τον υπ᾿ αυτου λαλουμενον της διδασκαλιας λογον πιστουμενος.
 
ΡΚΓ (123). ..». ...ΠΕΜΠΕΤΑΙ... ΑΧΑΛΚΩ ΚΑΙ ΑΡΑΒΔΩ ΚΑΙ ΜΟΝΟΧΙΤΩΝΙ, ΕΤΙ ΚΑΙ ΓΥΜΝΟΠΟΔΕΙΝ..».
(=1368=) Εκ του αυτου λογου, εις το· «Και ει τις μαθητης επι το Ευαγγελιον πεμπεται, φιλοσοφως και απεριττως· ον δει προς τω αχαλκω και αραβδω και μονοχιτωνι, ετι και γυμνοποδειν, ινα φανωσιν οι ποδες ωραιοι των ευαγγελιζομενων ειρηνην».
 
Ευαγγελιον εστιν ο περι της του Θεου βασιλειας υψηλοτερος λογος· βασιλεια δε εστι Θεου η πασης υλης και πασων των κατ᾿ αυτην φαντασιων καθαρευουσα ληξις. Μαθητης ουν επι το Ευαγγελιον πεμπομενος εικοτως εστιν ο τοις τροποις παντελως την προς τον κοσμον τουτον επιδεικνυμενος αλλοτριωσιν τω τε αχαλκω και αραβδω και μονοχιτωνι, την τε φιλαργυριαν και τον θυμον η την επι δυναστεια τινι πεποιθησιν εαυτου περικοψας, ατεχναστον τε και απλαστον και μονοτροπον και πασης ελευθεραν διπλοης την ηθικην, ωσπερ εν χιτωνιον, μετιων φιλοσοφιαν, μηδεν το συνολον νεκροτητος τω ιχνει της ψυχης, ωσπερ υποδημα, συμβολον εναφεις, οια της μεγαλης ειρηνης υπαρχων αγγελος, και της μηκετι φοβουμενης τον εκ των παθων πολεμον, μηδε θανατον σωματος υποστελλομενης καταστασεως κηρυξ, ωστε δυνασθαι τους εις αυτον συνετως ορωντας εκ της καθ᾿ αρετην περι τον βιον αναλλοιωτου ταυτοτητος (≡14Ε_094≡> την εν αγγελοις περι Θεον ευπρεπεστατην εικονιζεσθαι πολιτειαν τε και ευσταθειαν.
 
ΡΚΔ (124). ΑΛΛΟ ΕΙΣ ΤΟ ΑΥΤΟ ΘΕΩΡΗΜΑ
Αλλο εις το αυτο θεωρημα.
 
Η μηποτε δια το απλως ειπειν, και κατα μιμησιν της Ιωαννου ζωνης, και παλιν ευαγγελικως δυνασθαι το Πασχα εσθιεσθαι, τας τε διαφορας των μεταλαμβανοντων και τους τροπους αυτου του Πασχα διδασκαλικως ο Πατηρ παρηνιξατο. Τρια γαρ Πασχα παραδιδωσιν ο Παλαιας Γραφης λογος, εν κατα την Αιγυπτον επιτελουμενον, και ετερον κατα την ερημον, και το αλλο κατα την γην της επαγγελιας. Η μεν ουν Αιγυπτος κατα μιαν των περι αυτην επινοιων αλληγορουμενη τουτον δηλοι τον κοσμον, η δε ερημος ωσαυτως κατα μιαν των επ᾿ αυτης θεωριων την μετα θανατον καταστασιν των ψυχων αλληλογορικως υποφαινει, η δε γη της επαγγελιας τον μελλοντα προτυποι. Τρεις γαρ τοποι και καταστασεις εισιν εν οις οι ανθρωποι γινομεθα· ουτος ο εν ω το ειναι λαμβανοντες γεννωμεθα κοσμος, και ο μετα θανατον εν ω εντευθεν απιοντες γινομεθα τοπος, και ο μελλων αιων, εν ω μετα ψυχων συγκλειομεθα και σωματων. Εφ᾿ οσον ουν χρονον εσμεν εν τω κοσμω τουτω, εν Αιγυπτω αγομεν το Πασχα, των καθ᾿ αμαρτιαν κηλιδων εκκαθαιρομενοι· επαν δε ταυτην δια θανατου περασωμεν την ζωην, ως εν ερημω παλιν αγομεν ετερον Πασχα, τρανοτερους τους των οντων λογους, (=1369=) χωρις συμβολων και αινιγματων και της δι᾿ αισθησεως ποικιλιας, νοητως τε και ασωματως μανθανοντες· και αυθις κατα τον μελλοντα των θειων απαγγελιων αιωνα εορταζομεν το Πασχα, τον ακροτατον αμεσως εσθιοντες της σοφιας λογον, προς ον μεταποιηθεντες κατα χαριν θεουμεθα, (≡14Ε_096≡> την προς αλλο Πασχα διαβασιν καθ᾿ οτιουν αλλην ουκ εχοντες, πλην οτι και ενταυθα παρουσιν ημιν δυνατον εστι προς την εκαστου καταστασιν εικονισθηναι των ειρημενων τοπων τον ιδιοτητα. Ο γαρ εκαστου ημων βιος χαρακτηριστικος εστι του εν ω εστι τοπου.
Οιον, ει μεν την πρακτικην ανδρικως μετερχομεθα φιλοσοφιαν, εν Αιγυπτω το Πασχα καλως επιτελουμεν, μετα των Αιγυπτιων μεν υπαρχοντες, ουκ Αιγυπτιοι δε τυγχανοντες, ως εν σαρκι μεν οντες, ου κατα σαρκα δε στρατευομενοι. Ει δε την φυσικην εν πνευματι θεωριαν ευσεβως εξασκουμεθα, οπλα τω Θεω δυνατα τας της ψυχης ποιουμενοι δυναμεις, προς καθαιρεσιν μεν οχυρωματων και παντος υψωματος επαιρομενου κατα της γνωσεως του Θεου, θεωριαν δε των εν τοις ουσι πνευματικων λογων, ωσπερ γυμνοι σωματος και της κατα την αισθησιν απατηλης φαντασιας ελευθεροι, την προς τας θειας επαγγελιας γνωστικως ποιουμενοι πορειαν, εσμεν εν τη ερημω, τη παθων λεγω, και πασης υλικης φαντασιας καθαρευουση καταστασει. Ει δε την θεολογικην μυσταγωγιαν αρρητοις νοος κινημασι μορφαζομεθα, τι το πλατος και μηκος και βαθος και το υπερβαλλον εις ημας μεγεθος της του Θεου σοφιας κατα το εφικτον ανθρωποις ουκ αγνοουντες, εσμεν εν τη γη της επαγγελιας. Την πρακτικην ουν, και την φυσικην, και την θεολογικην φιλοσοφιαν οιμαι δια της διαιρεσεως των τριων προσωπων τον διδασκαλον παραινιττεσθαι, δι᾿ ων αναλογως εκαστος κατα την υπουσαν αυτω δυναμιν το νοητον εσθιει Πασχα.
 
ΡΚΕ (125). ..». ΕΙ ΤΙΣ ΕΙ  ΡΑΧΗΛ Η ΛΕΙΑ, ... ΤΑ ΕΙΔΩΛΑ ΚΛΕΨΟΝ ΑΠΕΡ ΑΝ ΕΥΡΗΣ ΤΟΥ ΣΟΥ ΠΑΤΡΟΣ..».
Εκ του αυτου λογου, εις το· «Ει μεν τις ει ῾Ραχηλ η Λεια, ψυχη πατριαρχικη και μεγαλη, και τα ειδωλα κλεψον απερ αν ευρης του σου πατρος, ουχ ινα φυλαξης, αλλ᾿ ινα (≡14Ε_098≡> αφανισης· ει δε Ισραηλιτης σοφος, προς την γην της επαγγελιας μετενεγκαι».
 
῾Ραχηλ μεν, ως φασιν, αμνας η ποιμαινουσα ερμηνευεται, η δε Λεια, κοπουμενη η κοπωσις ερμηνευεται. Ποιμαινεται ουν και ποιμαινει και αγεται και αγει η ῾Ραχηλ, κατα την της προσηγοριας δυναμιν. ῾Ραχηλ ουν εστι πασα ψυχη θεωρητικη, η τω νομω του θεου ως αμνας ποιμαινομενη τε και αγομενη, και κατα τον νομον του Θεου τοις κατα πραξιν θεσμοις ποιμαινουσα τε και αγουσα αυτης τα κινηματα και τα διανοηματα, και τα παθη της σαρκος τω γονιμω της αρετης υποτασσουσα τεως, και ουτως μετα την εις γνωσιν εισοδον παντελως αφανιζουσα. Λεια δε εστι πασα ψυχη πρακτικη, την υπερ αρετης εχουσα κοπωσιν, ην μαλιστα πρωτην πας τις την θειαν μετιων (=1372=) φιλοσοφιαν γαμικως εισοικιζεται. Ισραηλιτης δε σοφος εστι νους θεωρητικος τα του αιωνος τουτου νοηματα προς την χωραν της γνωσεως μεταβιβαζων κατα τον μεγαν εκεινον Ιακωβ, τον παντα τα του Λαβαν προς την γην των Πατερων μετακομισαντα. Καθαπερ γαρ εκεινος ο θαυμαστος Ιακωβ ιστορικως τας ραβδους λεπισας και υποθεις ταις ληνοις των υδατων προς αυτας εγκισσαν εποιει τα πινοντα προβατα, ουτω και πας εν Πνευματι σοφωτατος νους της περικειμενης υλης τους των οντων θειοτερους λογους απογυμνωσας, και τοις κατα την θεωριαν τροποις της γνωσεως υποθεμενος, την των ασωματων καταστασιν μορφουσθαι, τους τε μανθανοντας παντας και τα της εαυτου ψυχης εκδιδασκει κινηματα. Πατριαρχης ουν των μεν δια πρακτικης κοπωσεως την αρετην κατορθουντων εστιν η Λεια, των δε δια της φυσικης θεωριας την αρετην λογικως μετιοντων εστιν η ῾Ραχηλ, ως ευπειθως αγομενη τω νομω του (≡14Ε_100≡> Θεου και πραως κατ᾿ αυτον αγουσα. Των δε κατα θεωριαν πνευματικην το υψος μεταδιωκοντων της γνωσεως, Ιακωβ ο πανευφημος, των μη τα φαινομενα καθως φαινονται παντελως, αλλα καθως νοουνται, θεωμενων τε και γινωσκοντων, και μετα των εν τουτοις νοηματων πλουσιως προς την αυλον και ασωματον μεταβιβαζομενων γνωσιν.
 
ΡΚS (126). ..». ΑΝ ΣΙΜΩΝ ΗΣ ΚΥΡΗΝΑΙΟΣ, ΤΟΝ ΣΤΑΥΡΟΝ ΑΡΟΝ ΚΑΙ ΑΚΟΛΟΥΘΗΣΟΝ»
Εκ του αυτου λογου, εις το· «Αν Σιμων ης Κυρηναιος, τον σταυρον αρον και ακολουθησον».
 
Σιμων μεν υπακοη, Κυρηναιος δε ετοιμοτης, ως φασιν, ερμηνευεται. Πας ουν ετοιμος προς υπακοην του Ευαγγελιου, και προθυμως δια νεκρωσεως των επι γης μελων την υπερ αρετης κατα την πρακτικην φιλοσοφιαν υπερχομενος κακωσιν, Σιμων γεγονε Κυρηναιος, εκουσιον μετερχομενος αρετην, επ᾿ ωμων τε τον σταυρον εχων και ακολουθων τω Χριστω ανεσταλμενην παντελως της γης του κατα Θεον βιου την αγωγην επιδεικνυμενος.
 
ΡΚΖ (127). ..». ΕΑΝ ΣΥΣΤΑΥΡΩΘΗΣ ΩΣ ΛΗΣΤΗΣ, ΩΣ ΕΥΓΝΩΜΩΝ ΤΟΝ ΘΕΟΝ ΓΝΩΡΙΣΟΝ»
Εκ του αυτου λογου, εις το· «Εαν συσταυρωθης ως ληστης, ως ευγνωμων τον Θεον γνωρισον».
 
Ληστης εστιν ευγνωμων συσταυρουμενος τω Χριστω πας ανθρωπος υπερ αμαρτιων πασχων κακως ως υπευθυνος, τω (≡14Ε_102≡> ανευθυνως δι᾿ αυτον κακοπαθουντι Λογω συγκακοπαθων και φερων μετ᾿ ευχαριστιας, και τον κατα προνοιαν της δικαιας κρισεως Λογον συνοντα γνωριζον, και ομολογων την υπερ ων πασχει κακως αιτιαν, και αιτιων ωσπερ αυτω του παθους εκοινωνησεν ανευθυνος ων ο λογος, ουτω δι᾿ εαυτον τον λογον της οικειας ευπαθειας αναξιω τυγχανοντι μεταδουναι, και την εκ περιστασεως νεκρωσιν εις εκουσιον αυτου αρετην δια την ευγνωμοσυνην λογισασθαι, ηνικα της προνοιας τα σοφα του λογου προκαλυμματα περας λαβοντα της αυτου (=1373=) βασιλειας το φως φανη το απροσιτον. Ουτω περιισταται αυτω πασχοντι δι᾿ αμαρτιας η εκ περιστασεως των μελων του σωματος νεκρωσις, δι᾿ ευγνωμονος ευχαριστιας εις αυθαιρετον αρετην μεταπιπτουσα, καθ᾿ ην των καθ᾿ αμαρτιαν πολλων απολυομενος οφληματων μετα του Λογου δικαιως εισεισιν εις την χωραν της γνωσεως, φημι δε τον παραδεισον, εν η γενομενος γνωσεται την αιτιαν της εν η καθειργμεθα νυν καταδικης και κακοπαθειας.
Ληστης δε αγνωμων εστιν ο δι᾿ αμαρτιας πασχων κακως ως υπευθυνος, και μη γνωριζων δια φιλαπεχθημονα γνωμην τον ανευθυνως υπερ φιλανθρωπιας αυτω συμπασχοντα της δικαιοσυνης Λογον, αλλα βλασφημως αποπεμπομενος τον επ᾿ αυτω κατα προνοιαν δικαιως ορισθεντα της κρισεως λογον, ος επειδη μη εγνωρισε τον ατιμως αυτω κατα βουλησιν συγκαταδικασθεντα Λογον και ητησατο χαριν ων επλημμελησεν, αφιεται της βασιλειας αλλοτριος, ουδεμιαν του ποτε ταυτης τευξεσθαι παρα του Λογου λαβων επαγγελον.
 
ΡΚΗ (128). ΑΛΛΟΣ ΕΙΣ ΤΟ ΑΥΤΟ ΘΕΩΡΗΜΑ
Αλλος εις το αυτο θεωρημα.
 
Και παλιν ληστης εστιν ευγνωμων ο καν επ᾿ αυτο το περας της παρουσης αυτω γενομενος ζωης ελθων εις συναισθησιν (≡14Ε_104≡> των πλημμεληθεντων αυτω, και γνωριζων μετα συνεσεως τον επ᾿ αυτω δικαιως ωρισμενον ενταυθα της θειας κρισεως συντελουμενον αυτω λογον, και αιτων συγγνωμην ειλικρινως εκ βαθους ψυχης ων ημαρτεν. Αγνωμων δε ληστης εστιν ο κατ᾿ αυτο το περας της παρουσης αυτω ζωης γενομενος και τον κατα ψηφον δικαιαν του Θεου τεθεντα σοφως του μερισμου της ψυχης απο του σωματος νομον τε και ορον ως μη καλως δοθεντα δια φιλοζωιαν μεμφομενος.
 
ΡΚΘ (129). ΑΛΛΟΣ ΕΙΣ ΤΟ ΑΥΤΟ ΘΕΩΡΗΜΑ
Αλλο εις το αυτο θεωρημα.
 
Και παλιν επειδηπερ εκαστος ημων διπλους εστι την φυσιν, εκ ψυχης και σωματος συνεστως, ληστης εστιν ο καθ᾿ εκατερον των εξ ων συνεστηκε κατα την θατερου φυσιν νομον υπερ αρετης τω λογω μυστικως συσταυρουμενος, και τον μεν της σαρκος νομον, ωσπερ αγνωμονα ληστην τω λογω της αρετης αντιπιπτοντα, τον δε του πνευματος νομον ωσπερ ληστην εχων ευγνωμονα, και τον Σωτηρα Λογον δια των κατα την πρακτικην τροπων, καν επιπονοι ωσιν, αποδεχομενον, ω συνεισερχεται γεγηθως εις τον της ευωχιας τοπον τον πασης κατακορον γνωσεως, του κατα σαρκα φρονηματος παντελως απηλλαγμενος.
 
ΡΛ (130). ΑΛΛΟΣ ΕΙΣ ΤΟ ΑΥΤΟ ΘΕΩΡΗΜΑ
Αλλο εις το αυτο θεωρημα.
 
Και αυθις ληστης εστιν ευγνωμων ο καταξιωθεις συσταυρωθηναι Χριστω δια παντελους και ολοκληρου των παθων νεκρωσεως, και δεξιως αυτω συσταυρουμενος, τουτεστι μετα λογου και γνωσεως πασαν διεξιων αρετην, και απροσκοπον πασιν (≡14Ε_106≡> (=1376=) ανθρωποις τον βιον διατηρων, και μηδεμιαν εχων το παραπαν της του λογου πραοτητος απαδουσαν δι᾿ αυστηροτητα κινησιν. Αγνωμων δε ληστης εστιν ο δοξης ενεκεν η λημματων αδροτερων τοις φαινομενοις τροποις υπουλως τον κατ᾿ αρετην βιον υποκρινομενος, και ενα και μονον προς τους εξω τον κολακα λογον αντι πασης αρετης τε και γνωσεως μετερχομενος, προς δε τους συνηθεις σκολιος τις την γνωμην πανταπασιν ων και δυσαντητος, ον δει μαλα γε την οδον του Θεου βλασφημουντα μετα συνεσεως επιστομιζειν. Ισως γαρ παυσεται του διαβαλλειν δια της οικειας αναστροφης τον Λογον τη παραινεσει του επιπλησσοντος, ωσπερ επι του σταυρου πεπονθεν ο την βλασφημιαν αδεως προσενεγκας ληστης. Το γαρ μη αντιφθεγξασθαι τω επιπληξαντι σημειον εχει της του ρηθεντος αποδοχης λογου την σιωπην.
Καθ᾿ ηντινα γουν των ειρημενων θεωριαν τω Χριστω συσταυρουμεθα σπουδασωμεν, ως εσμεν ενταυθα, τον συσταυρουμενον ημιν ιλεωσασθαι Λογον, και την αψευδη δεξασθαι κατα συνειδησιν καθαρθεισαν των πλησσοντων αυτην νοηματων της αναπαυσεως επαγγελιαν, ειπερ η σημερον την ενεστωσαν τουτου του αιωνος ημεραν ενδεικνυται (σημερον γαρ, φησιν, εση μετ᾿ εμου εν τω παραδεισω), η δε αυριον την του μελλοντος, καθ᾿ ην ουδεμιαν μεν αφεσιν αμαρτηματων εκδεχεσθαι χρη, μονην δε της εκαστω πρεπουσης κατ᾿ αξιαν αμοιβης των βεβιωμενων αντιδοσιν.
 
ΡΛΑ (131). ..». ΚΑΝ ΙΩΣΗΦ ΗΣ Ο ΑΠΟ ΑΡΙΜΑΘΑΙΑΣ, ΑΙΤΗΣΑΙ ΤΟ ΣΩΜΑ ΠΑΡΑ ΤΟΥ ΣΤΑΥΡΟΥΝΤΟΣ»
Εκ του αυτου λογου, εις το· «Καν Ιωσηφ ης ο απο Αριμαθαιας, αιτησαι το σωμα παρα του σταυρουντος».
 
Το σωμα του Χριστου εστιν η ψυχη, η αι ταυτης δυναμεις, (≡14Ε_108≡> η αι αισθησεις, η το σωμα του καθ᾿ εκαστον, η τα μελη του σωματος, η αι εντολαι, η αι αρεται, η οι λογοι των γεγονοτων, η απλως ειπειν αληθεστερον, ιδια τε και κοινη, ταυτα παντα και τουτων εκαστον εστι το σωμα του Χριστου. Σταυροι δε τουτο, ηγουν ταυτα παντα ο διαβολος, εν τω παραδεξαμενω τουτων την σταυρωσιν, ουκ εων αυτα, κατα φυσιν ενεργεισθαι. Ιωσηφ δε ερμηνευεται κατα Εβραιων φωνην, Προσθεσις· Αριμαθια δε, Αρον εκεινο. Πως ουν; Ανθρωπος προσθηκας πιστεως εχων και τοις κατ᾿ αρετην ηυξημενος τροποις, και πασαν απατην των υλικων εαυτου περιελομενος, ουτος Ιωσηφ εστι πνευματικος, δυναμενος το σωμα λαβειν του Χριστου και καλως ενταφιασαι και ενθειναι τη εκ πιστεως λελατομημενη καρδια, το τε σωμα το εαυτου ως Χριστου σωμα δια την χαριν, και τα σωματος μελη οπλα δικαιοσυνης τω Θεω εις αγιασμον ποιουμενος, τας δε αισθησεις του σωματος υπουργους ειναι τη ψυχη κατα τον εμφυτον λογον προς την εν πνευματι φυσικην θεωριαν παρασκευαζων, αυτην δε την ψυχην ισονομειν ταις δυναμεσι (=1377=) ποιων προς την των αρετων εκπληρωσιν, και ετι την ψυχην τε και τας αυτης δυναμεις δουλωσας ταις εντολαις του Θεου, αυτας δε τας εντολας φυσικας της ψυχης αποδεικνυς ενεργειας, και δια της κατ᾿ αρετην αμεταθετου και παγιας εξεως εις κατανοησιν αυ και υποδοχην των εγκεκρυμμενων ταις εντολαις θειοτερων λογων διεγειρομενος, και ωσπερ σινδονι τινι τοις περι τον αιωνα τουτον πνευματικοις λογοις περιβαλλειν τον πρωτον, εξ ου και δι᾿ ου και εις ον τα παντα, Λογον. Ο ταυτην ουτω τηρησας την ευκοσμον ευταξιαν, Ιωσηφ εστι, το μυστικον σωμα του Χριστου μυστικως ενταφιαζων.
 
ΡΛΒ (132). ΑΛΛΟ ΕΙΣ ΤΟ ΑΥΤΟ ΘΕΩΡΗΜΑ
Αλλο εις το αυτο θεωρημα.
 
 Και ετι συντομως ειπειν, ο πραξει και θεωρια τους περι (≡14Ε_110≡> του σταυρου τοις ακουουσι θαυμαστως λογους αποδιδους, ουτος Ιωσηφ μεν γεγονεν αλλος δια της προσθηκης των κατα την θεωριαν αγαθων εις γνωσιν επαυξησας πνευματικην, Αριμαθαιος δε δια της γνησιας των αρετων οικειοτητος κατα την πραξιν πασαν των υλικων εαυτου περιτεμνων την προσπαθειαν.
 
ΡΛΓ (133). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλο θεωρημα εις το αυτο.
 
Σταυρουσι δε παλιν τον Χριστον οι βλασφημως τους περι της ενσωματωσεως του Θεου διδασκοντες λογους, ενταφιαζει δε παλιν ο τους περι της σαρκωσεως του Θεου λογους μετα παρρησιας πασιν ευσεβως ανακηρυττων.
 
ΡΛΔ (134). ..». ΚΑΝ ΝΙΚΟΔΗΜΟΣ ΗΣ Ο ΝΥΚΤΕΡΙΝΟΣ ΘΕΟΣΕΒΗΣ, ΜΥΡΟΙΣ ΑΥΤΟΝ ΕΝΤΑΦΙΑΣΟΝ»
Εκ του αυτου λογου, εις το· «Καν Νικοδημος ης ο νυκτερινος θεοσεβης, μυροις αυτον ενταφιασον».
 
Νικοδημος εστιν, νυκτερινος θεοσεβης και μυροις το σωμα του Χριστου ενταφιαζων, ο κατα διανοιαν μεν ερρωμενος εις την επιγνωσιν του Χριστου, την δε της πραξεως των εντολων φιλοτιμιαν ως δειλος δια τον φοβον των Ιουδαιων (λεγω δε των παθων η των δαιμονων τας προσβολας) φειδοι της σαρκος παραιτουμενος, ω μεγα προς αποδοχην καν το καλα φρονειν περι Χριστου και μη βλασφημους προιεσθαι λογους.
 
ΡΛΕ (135). ..». ΚΑΝ ΜΑΡΙΑ ΤΙΣ ΗΣ ..., ΚΑΝ ΣΑΛΩΜΗ, ΚΑΝ ΙΩΑΝΝΑ, ΔΑΚΡΥΣΟΝ ΟΡΘΡΙΑ..».
Εκ του αυτου λογου, εις το· (≡14Ε_112≡> «Καν Μαρια τις ης, καν η αλλη Μαρια, καν Σαλωμη, καν Ιωαννα, δακρυσον ορθρια. Ιδε πρωτη τον λιθον ηρμενον, τυχον δε και τους αγγελους, και Ιησουν αυτον».
 
Μαρια η πρωτη, εξ ης εκβεβληκεν ο λογος επτα δαιμονια, εστι πασα πρακτικη ψυχη, δια του λογου των ευαγγελικων εντολων της περι τον αιωνα τουτον καθαρθεισα πτοησεως. Εβδοματικος γαρ ουτος ο αιων, τη εις εαυτον του χρονου περιελιξει (=1380=) πληρουμενος, ουτινος ελευθεροι τους εαυτου θιασωτας ο Λογος, παντως αυτους υπερανω τιθεις των υπο χρονον. Η δε αλλη Μαρια εστι πασα ψυχη θεωρητικη, δια γνωσεως αληθους την προς τον λογον κατα χαριν κτησαμενη συγγενειαν. Σαλωμη δε εστιν, ητις ερμηνευεται Ειρηνη η Πληρεστατη, πασα ψυχη δια μεν της αποβολης των παθων ειρηνευουσα, και τη περιουσια των πρακτικων αρετων το φρονημα της σαρκος καθυποταξασα τω νομω του πνευματος, δια δε της πληρωσεως των κατα θεωριαν πνευματικων νοηματων την των οντων γνωσιν κατα το δυνατον σοφως περιλαβουσα. Ιωαννα δε εστιν, ητις ερμηνευεται περιστερα, το πραον ζωον και αχολον και πολυγονον, πασα ψυχη δια πραοτητος το εμπαθες αποθεμενη, και την εν γνωσει πολυγονιαν του πνευματος διαπυρον εχουσα. Αυται δε δακρυουσιν ορθριαι, τουτεστι δακρυα προχεουσι γνωστικα, ζητουσαι τον πασης αρετης τε και γνωσεως αρχικωτατον Λογον. Και πρωτον ορωσι τον λιθον εκ της θυρας ηρμενον του μνημειου, τουτεστι την επικειμενην τη καρδια της ασαφειας του Λογου πωρωσιν· ειτα τους αγγελους, τουτεστι τους εν πνευματι των οντων φυσικους λογους, σιωπη κηρυττοντας τον παναιτιον Λογον.
 
ΡΛS (136). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟΥΣ ΑΓΓΕΛΟΥΣ
Αλλο θεωρημα εις τους αγγελους.
 
Η τους λογους της αγιας Γραφης, την περι του Χριστου (≡14Ε_114≡> ως Θεου και ανθρωπου, ηγουν την περι θεολογιας και οικονομιας, τρανοτεραν αυταις παρεχομενους εννοιαν. Ενα γαρ φησιν ο λογος αυτας εωρακεναι προς τη κεφαλη, και ενα προς τοις ποσι. Προς τη κεφαλη γαρ ειναι τον της θεολογιας λογον δια την θεοτητα του Χριστου, προς δε τοις ποσι τον της οικονομιας δια την σαρκωσιν, και Χριστου μεν κεφαλην την θεοτητα αυτου, ποδας δε την ανθρωποτητα αυτου λεγων τις του εικοτος ουχ αμαρτησεται.
 
ΡΛΖ (137). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟΥΣ ΑΥΤΟΥΣ
Αλλο θεωρημα εις τους αυτους.
 
Η τυχον τας κατα συνειδησιν περι τον λογον της ευσεβειας κινησεις ειναι τους αγγελους, δια την παντελη της κακιας τε και αγνωσιας αποβολην· κηρυττουσας αυταις νοητως του ποτε δια κακιαν εν αυταις νεκρωθεντος Λογου την αναστασιν. Και τελος αυτον ορωσι τον Λογον διαρρηδην αυταις εμφανιζομενον, συμβολων διχα και τυπων, και πληρουντα χαρας νοητης τας νοερας αυτων χωρησεις.
 
ΡΛΗ (138). ..». ΓΕΝΟΥ ΠΕΤΡΟΣ Η ΙΩΑΝΝΗΣ· ΕΠΙ ΤΟΝ ΤΑΦΟΝ ΕΠΕΙΧΘΗΤΙ, ΑΝΤΙΤΡΕΧΩΝ..».
Εκ του αυτου λογου, εις το· «Γενου Πετρος η Ιωαννης· επι τον ταφον επειχθητι, αντιτρεχων, συντρεχων, την καλην αμιλλαν αμιλλωμενος».
 
Πετρος μεν εστι πας ανθρωπος το στερεωμα της εις Χριστον πιστεως κατα την αναστροφην του βιου κτησαμενος· Ιωαννης δε ο δια πραοτητα πολλην (=1381=) και την εκ ταυτης ακραιφνη καθαροτητα της καρδιας αγαπωμενος τω Λογω, και δια τουτο (≡14Ε_116≡> τους της σοφιας και της γνωσεως θησαυρους πιστευομενος, και τη επι το στηθος αναπτωσει εξ αυτης του Λογου της κρυφιας θεοτητος την της θεολογιας κομισαμενος δυναμιν. Αντιτρεχουσι δε αλληλοις ουτοι, ο μεν κατα την εναρετον πραξιν την του ετερου θεωριαν νικησαι φιλονεικων, ο δε κατα την γνωστικην θεωριαν την πραξιν του αλλου παραδραμειν επειγομενος. Συντρεχουσι δε κατα την προθεσιν αλληλοις, εκατερος κατα τον ισον περι το οικειον αγαθον ευοδουμενος.
 
ΡΛΘ (139). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟΥΣ ΑΥΤΟΥΣ
Αλλο θεωρημα εις τους αυτους.
 
Πετρος δε εστι παλιν, και Ιωαννης, εκαστος ανθρωπος Θεω πλησιαζειν ηξιωμενος, και το μεν πρακτικον της ψυχης οιον τινα Πετρον, το δε θεωρητικον οιον τινα Ιωαννην, αλληλοις κατα τον λογον εχων συντρεχοντα, διχα της θατερου προς το ετερον υπερβολην και ελλειψεως· και παλιν αλληλοις κατα την προθεσιν αντιστρεχοντα τω περι εκατερον ακρω παραδραμεισθαι θατερον υπο θατερου νομιζεται.
 
ΡΜ (140). ..». ΚΑΝ ΩΣ ΘΩΜΑΣ ΑΠΟΛΕΙΦΘΗΣ ΤΩΝ ΜΑΘΗΤΩΝ ...  ΟΤΑΝ ΙΔΗΣ, ΜΗ ΑΠΙΣΤΗΣΤΗΣ..».
Εκ του αυτου, εις το· «Καν ως Θωμας απολειφθης των μαθητων οις Χριστος εμφανιζεται, οταν ιδης, μη απιστηστης. Καν απιστησης, τοις λεγουσι πιστευσον. Ει δε μη τουτοις, τοις τυποις των ηλων πιστωθητι»
 
Θωμας ερμηνευεται διδυμος, ο εστι δισταγμος η δισταζων (≡14Ε_118≡> τοις λογισμοις, και δια τουτο χωρις της των τυπων των ηλων ψηλαφησεως μηδε πιστευων γεγονεναι του Λογου την αναστασιν. Θωμας ουν εστι πας διστακτικος ανθρωπος την του εν αυτω Λογου της αρετης και της γνωσεως γινεσθαι δυσκολως πιστευων αναστασιν, οντινα μονον αι μνημαι των προγεγονοτων αμαρτηματων, απαθως τυπουμεναι κατα διανοιαν, πειθουσι του εν αυτω θειου Λογου δεξασθαι την αναστασιν, και ομολογησαι αυτον Κυριον και Θεον· Κυριον μεν ως της κατα πραξιν τελειοτητος νομοθετην, Θεον δε ως της κατα την θεωριαν παντελους μυσταγωγιας υφηγητην. Απαθης δε μνημη εστι των προγεγενημενων τυπωσις η χωρις ηδονης και λυπης περι πραξιν και Λογον εγγινομενη τη ψυχη περι των ιδιων εργων η νοηματων διαγνωσις, τυπους, αλλ᾿ ου τρησεις εχουσα των τραυματων δια την εγγενομενην απαθειαν συνουλωθεντων.
 
ΡΜΑ (141). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλο θεωρημα εις το αυτο.
 
Η παλιν ηλοι τυγχανουσιν οι κατα την πρακτικην φιλοσοφιαν τροποι των αρετων, προσηλωμενην μετα πονου τω θειω φοβω κρατουντες της ψυχης την (=1384=) διαθεσιν, ους οι απαθεις και απλοι και αρρητοι της γνωσεως διαδεξαμενοι λογοι διαπρυσιον βοωσι την κατα την θεωσιν της ψυχης γενομενην αυτη του θειου Λογου αναστασιν, πιστως μαρτυρουσαν προδεικνυντες της θεοειδους εξεως την απαθειαν· ην ο μη παθων ουδ᾿ αλλω ποτε αφηγουμενω περι αυτης πιστευσειεν, ωσπερ ουδε Θωμας ταυτην παθουσι την αναστασιν τοις αποστολοις προ της δια του παθειν πειρας επιστευσε λεγουσιν.
 
ΡΜΒ (142). ..». ΑΝ ΕΙΣ ΑΔΟΥ ΚΑΤΙΗ, ΣΥΓΚΑΤΕΛΘΕ. ΓΝΩΘΙ ΚΑΙ ΤΑ ΕΚΕΙ ΤΟΥ ΘΕΟΥ ΜΥΣΤΗΡΙΑ..».
(≡14Ε_120≡>
Εκ του αυτου λογου, εις το· «Αν εις αδου κατιη, συγκατελθε. Γνωθι και τα εκει του Θεου μυστηρια τις ο λογος της διπλης καταβασεως».
 
Ο πνευματικος ανθρωπος πανταχου γινωσκων αχραντως υπαρχειν τον του Θεου Λογον επεται δια θεωριας αυτω, της επι παντα προνοιας μετα συνεσεως την επιστημην δρεπομενος. Ουτω και εις αδου κατερχομενω τω Λογω συγκατεισιν, ουκ επι κακω δηλον, αλλ᾿ επι τω ερευνησαι και μαθειν το μυστηριον της εις τον αδην του Θεου καταβασεως, και των εκεισε γινομενων τε και επιτελουμεων τον υπερφυα διδαχθηναι λογον.
 
ΡΜΓ (143). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλο θεωρημα εις το αυτο.
 
Η παλιν, επειδη αδης εστι πασα αμαρτια, ζοφεραν και αειδη και διεφθαρμενην την υπ᾿ αυτης κρατουμενην απεργαζομενη ψυχην, ο περι παθων διαλεγομενος εις αδην κατιοντι τω λογω της διδασκαλιας συγκατεισι, την υφ᾿ εκαστης κακιας νεκρωθεισαν αρετην δια του λογου ζωοποιων και εις αναστασιν αγων, και τα δεσμα της υλικης προσπαθειας των ψυχων, ανδρικως τω λογω συνδιαρρησσων. Λογος δε της διπλης καταβασεως κατα τον προχειρον νουν εστι, προς μεν την πρωτην επιβολην, το και μετα σωματων ψυχας σωζειν δια πιστεως και αγωγης βιου καθαρας, επι της γης, και χωρις σωματων εις τον αδην κατελθοντα τον Λογον τας εκεισε των προτετελευτηκοτων ψυχας δια μονης περιποιεισθαι της πιστεως δυνασθαι· προς δε την δευτεραν επιβολην, το και την εξιν της κακιας και (≡14Ε_122≡> την ενεργειαν υπο του Λογου δεχεσθαι την προς αρετην και γνωσιν επανοδον.
 
ΡΜΔ (144). ..».ΚΑΝ ΕΙΣ ΟΥΡΑΝΟΥΣ ΑΝΙΗ, ΣΥΝΑΝΕΛΘΕ. ΓΕΝΟΥ ΜΕΤΑ ΤΩΝ ... ΑΓΓΕΛΩΝ..».
Εκ του αυτου λογου, εις το· «Καν εις ουρανους ανιη, συνανελθε. Γενου μετα των παραπεμποντων αγγελων η των δεχομενων· αρθηναι ταις πυλαις διακελευσαι».
 
Ο δια πολλην περιουσιαν γνωσεως και την του Πνευματος του αγιου πλουσιαν μετοχην τον περι προνοιας αρκουντως κατα το δυνατον περαιωσας λογον, και την κατ᾿ αυτον επιστημην περιλαβων εις ουρανους απο γης ανιοντι τω Λογω συνανεισι, την παντων των προνοουμενων φυσιν, ορατων τε και αορατων, μετα των κατ᾿ αυτην λογων γνωστικως (=1385=) διαπερασας, και εις την ουδ᾿ ολως την οιανουν φοραν η κινησιν εχουσαν, προς ην ηπειγετο μαλιστα, δια παντος λογου τε και τροπου ληξιν αναληφθεις, απο των παραπεμποντων ωσπερ αγγελων τινων των εν τοις ουσι της προνοιας λογων επι την των υποδεχομενων αρρητων της θεολογιας λογων τε και μυστηριων χωραν αναγομενος, και ταις κατα μερος αναβασεσιν υψηλοτερας ποιων προς υποδοχην του θεαρχικωτατου Λογου, τας νοερας της ψυχης πυλας.
 
ΡΜΕ (145). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλο θεωρημα εις το αυτο.
 
Και ετερως δε παλιν ανιοντι τω λογω συνανεισιν ο απο των κατ᾿ αρετην τροπων της πρακτικης φιλοσοφιας ωσπερ απο τινος γης εις τινας ουρανους τους κατα θεωριαν πνευματικους (≡14Ε_124≡> της γνωσεως τω ανατατικως ελκοντι θειω συνυψουμενος Λογω.
 
ΡΜS (146). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλο θεωρημα εις το αυτο.
 
Και μυστικωτερον ετι περι τουτων ειπειν, ο δυναμενος απο της κατα την οικονομιαν γνωσεως, αφ᾿ ης ο της σαρκος του Λογου κοσμος γεγονε παρα τω Πατρι, εις την της προ του τον κοσμον της του Λογου σαρκωσεως ειναι παρα τω Πατρι δοξης εννοιαν αναχθηναι, κατα αληθειαν ουτος συνανηλθεν εις ουρανους τω δι᾿ αυτον επι γης κατελθοντι Θεω και Λογω, πληρωσας της ανθρωποις χωρητης κατα τον αιωνα τουτον γνωσεως το μετρον, και γενομενος τοσουτον Θεος οσον εκεινος ανθρωπος, τω υψωθηναι τοσουτον ταις θειαις αναβασεσι δια τον Θεον, οσον δια τον ανθρωπον ο Θεος προς το εσχατον της ημετερας φυσεως εαυτον ατρεπτως κενωσας κατεληλυθεν.
 
ΡΜΖ (147). ...ΕΚ ΤΟΥ ΕΙΣ ΤΗΝ ΚΑΙΝΗΝ ΚΥΡΙΑΚΗΝ ..».ΕΓΚΑΙΝΙΖΕΤΑΙ ΔΕ Η ΣΚΗΝΗ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ..».
Του αυτου, εκ του εις την Καινην Κυριακην λογου, εις το· «Εγκαινιζεται δε η σκηνη του μαρτυριου, και λιαν πολυτελως, ην Θεος παρεδειξε, και Βεσελεηλ ετελειωσε και Μωϋσης επηξατο».
 
Πολυτροπον οντα τον κατα την σκηνην αναγωγικον της θεωριας λογον επι του παροντος ως ελαβεν αυτον ο διδασκαλος και ημειν θεωρησωμεν αυτον. Σκηνη τοιγαρουν του μαρτυριου (≡14Ε_126≡> η μυστηριωδης εστιν οικονομια της του Θεου Λογου σαρκωσεως, ην ο Θεος και Πατηρ ευδοκησας παρεδειξε, και το Πνευμα το αγιον δια του σοφου Βεσελεηλ προτυπουμενον συνεργησαν ετελειωσε, και ο νοητος Μωϋσης ο του Θεου και Πατρος μονογενης Υιος αυτουργησε, την ανθρωπινην φυσιν εν εαυτω πηξαμενος ενωσει τη καθ᾿ υποστασιν.
 
ΡΜΗ (148). ΑΛΛΟ ΕΙΣ ΤΟ ΑΥΤΟ ΘΕΩΡΗΜΑ
Αλλο εις το αυτο θεωρημα.
 
Πλην οτι και της ολης κτισεως νοητης τε και αισθητης εστιν εικων η σκηνη, ην ο Θεος και (=1388=) Πατηρ οια Νους ενενοησε, και ο Υιος οια Λογος εδημιουργησε, και το Πνευμα το αγιον ετελειωσε. Και αυθις της αισθητης μονης φυσεως, και μονου του ανθρωπου του εκ ψυχης οντος και σωματος, και μονης αυ της ψυχης καθ᾿ εαυτην τω λογω θεωρουμενης, εστιν εικων η σκηνη, κατα τον εκαστω πρεποντα δηλαδη θεωρουμενη λογον.
 
ΡΜΘ (149). ..». ΕΓΚΑΙΝΙΖΕΤΑΙ ΔΕ Η ΒΑΣΙΛΕΙΑ ΔΑΒΙΔ, ΚΑΙ ΟΥΧ ΑΠΑΞ, ΑΛΛΗ ΧΡΙΣΜΕΝΟΥ ..».
Εκ του αυτου λογου, εις το· «Εγκαινιζεται δε η βασιλεια Δαβιδ, και ουχ απαξ, αλλα χριομενου το προτερον, και αναγορευομενου το δευτερον».
 
Ομοιως και τον μεγαν Δαβιδ τον προφητην και βασιλεα, πολυσεμνον εχοντα τον επ᾿ αυτω της αναγωγης λογον, καθ᾿ ον επι του παροντος αυτον ο διδασκαλος εθεωρησε, και ημεις εκδεξωμεθα. Δαβιδ τοινυν εστι νοητος ο αληθινος βασιλευς του Ισραηλ και ορωντος Θεον Ιησους Χριστος, κατα μεν την (≡14Ε_128≡> πρωτην αυτου παρουσιαν, τη επινοια της ανθρωποτητος χριομενος, ωσπερ αλλαχου φησιν ο διδασκαλος, χρισας την ανθρωποτητα τη θεοτητι, και ποιησας οπερ το χρισαν· κατα δε την δευτεραν αυτου και ενδοξον επιφανειαν, ως Θεος και Κυριος και πασης κτισεως βασιλευς, και υπαρχων και αναγορευομενος.
 
ΡΝ (150). ..».... ΕΠΙΛΑΘΟΜΕΝΟΣ ΤΗΣ ΙΔΙΑΣ ΑΠΟΦΑΣΕΩΣ, ΤΗΝ ΤΩΝ ΕΓΚΑΙΝΙΩΝ ΗΜΕΡΑΝ ..».
Εις τον παροντα λογον τινες απορουσι φασκοντες, Τι δηποτε φησας ο διδασκαλος υπερβαινειν την αναστασιμον ημεραν πασας τας επι γης εορτας, ου τας ανθρωπικας μονον και χαμαι ερχομενας, αλλ᾿ ηδη και τας αυτου του Χριστου και επ᾿ αυτω τελουμενας, ωσπερ επιλαθομενος της ιδιας αποφασεως, την των εγκαινιων ημεραν ταυτης υπερτιθησιν ειπων, «Υψηλως υψηλοτερα, και θαυμασιας θαυμασιοτερα», ως εκ τουτου νομισθηναι εαυτω περιπιπτειν τον διδασκαλον.
 
Προς ταυτα λεκτεον, ως αυτος ο διδασκαλος εν τω αυτω λογω μετα τινα φησιν· «Ου βουλεται σε ο λογος ποτε εν τω αυτω μενειν, αλλ᾿ αει κινητον ειναι, ευκινητον, παντως νεοκτιστον». Ωσπερ ουν τον εγκαινιζομενον υψηλοτερον εαυτου γινεσθαι και θεοειδεστερον ταις εις αρετην προκοπαις φαιδρυνομενον γινωσκομεν, ουτω δη και πασαν δι᾿ ημας επινοηθεισαν εορτης ημεραν εν ημιν και δι᾿ ημων εαυτης υψηλοτεραν γινεσθαι (≡14Ε_130≡> πιστευειν ημας χρη, του δι᾿ αυτης σημαινομενου μυστηριου την οικειαν δυναμιν εν ημιν προς τελειωσιν αγοντος. Εικοτως ουν υψηλης υψηλοτεραν την καινην ο διδασκαλος εφη Κυριακην, ως αει της αυτης ημιν συνυψουμενης, και εαυτην υπερβαινουσης· οια της αναστασεως, λεγω δε της πρωτης Κυριακης, κρυφιως δια του κατ᾿ αυτην μυστηριου πασης προσυλου (=1389=) μονον φαντασιας πανταπασι καθαρευουσαν ζωην δωρουμενης τοις ουτω το κατ᾿ αυτην πνευματικως επιτελουσι μυστηριον, της δε νεας Κυριακης προς τουτοις και πασης αυτους εν μετουσια ποιουσης της ων η προ αυτης απηρξατο θειων αγαθων απολαυσεως.
 
ΡΝΑ (151). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλο θεωρημα εις το αυτο.
 
Ει δε τω πιστον ειναι δοκει το λεγομενον, φασι την μεν πρωτην Κυριακην τυπον ειναι της κατα την προαιρεσιν εις αρετην αναστασεως, την δε δευτεραν της κατα προαιρεσιν εξεως εις γνωσιν τελειοτητος.
 
ΡΝΒ (152). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλο θεωρημα εις το αυτο.
 
Και αυθις την μεν πρωτην Κυριακην της μελλουσης φυσικης αναστασεως και αφθαρσιας ειναι συμβολον, την δε δευτεραν της κατα χαριν μελλουσης θεωσεως φερειν εικονα. Ει τοινυν της μεν καθαρευουσης κακων εξεως η των αγαθων απολαυσις εστι τιμιωτερα, της δε κατ᾿ αρετην υγιους προαιρεσεως εξις της κατα την αληθη γνωσιν τελειοτητος, και της φυσικης αφθαρσιας η εν χαριτι προς τον Θεον κατα την θεωσιν μεταποιησις, ων η μεν πρωτη Κυριακη φερει τυπον, η δε δευτερα (≡14Ε_132≡> τυγχανει συμβολον, εικοτως υψηλης υψηλοτεραν αγομενος πνευματι, την καινην ο διδασκαλος εφη Κυριακην.
 
ΡΝΓ (153). ..». ΜΙΣΩ ΚΑΙ ΤΗΝ ΔΙ' ΑΕΡΟΣ ΣΥΝΗΘΕΙΑΝ»
Εκ του αυτου λογου, εις το· «Μισω και την δι᾿ αερος συνηθειαν».
 
Προς γυναικας, και μαλιστα τον μονηρη βιον επανηρημενας, πολυν περι κατορθωσεως ηθων αποτεινας λογον δι᾿ εμφασεως ο διδασκαλος ηπιως, οιμαι, παραινει, μη δειν τας ασκουμενας οικοθεν θυρισι κατοπτευειν τινα παντελως, και μαλιστα τους παριοντας, ως αν μη λαβοιεν κεντρα θανατου δια της ακαιρου θεωριας.
 
ΡΝΔ (154). ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΟΥ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ ΛΟΓΟΥ..»...».
Του αυτου εκ του εις την αγιαν Πεντηκοστην λογου, εις το· «Μιας δεουσης ημερας, ην εκ του μελλοντος αιωνος προσειληφαμεν, ογδοην τε ουσαν την αυτην και πρωτην, μαλλον δε μιαν και ακαταλυτον. Δει γαρ εκεισε καταληξαι τον ενταυθα σαββατισμον των ψυχων».
 
Ο επτα κατα την αγιαν Γραφην, ως μεν αριθμος μονον λαμβανομενος, πολλην εχει φυσικως την επ᾿ αυτω κειμενην φιλοπονουντων τα θεια μυστικην θεωριαν. Σημαινει γαρ και χρονον, και αιωνα, και αιωνας, κινησιν τε και περιοχην και μετρον, και ορον και προνοιαν, και ετερα πολλα, κατα την εκαστου λογον καλως θεωρουμενος. Ως αναπαυσις δε μονον σκοπουμενος, και ουτω πολλην εχει την (=1392=) επ᾿ αυτω μυσταγωγουμενην (≡14Ε_134≡> γνωσιν. Αλλ᾿ ινα μη καθ᾿ εκαστον διεξιων φορτικον τον λογον ποιησωμαι, το δοκουν υψηλοτερον των αλλων ειναι γυμνασωμεν. Τρεις γαρ φασι τροπους οι των θειων επιστημονες. Ο συμπας της ολης των λογικων ουσιων γενεσεως εχων θεωρειται λογος τον του ειναι, τον του ευ ειναι, και τον του αει ειναι, και τον μεν του ειναι πρωτον κατ᾿ ουσιαν δεδωρησθαι τοις ουσι, τον δε του ευ ειναι δευτερον δεδοσθαι κατα προαιρεσιν αυτοις ως αυτοκινητοις, τον δε του αει ειναι τριτον αυτοις κατα χαριν πεφιλοτιμησθαι. Και τον μεν πρωτον δυναμεως, τον δε δευτερον ενεργειας, τον δε τριτον αργιας ειναι περιεκτικον. Οιον ο μεν του ειναι λογος μονην φυσικως εχων την προς ενεργειαν δυναμιν, αυτην πληρεστατην διχα της προαιρεσεως την ενεργειαν εχειν ου δυναται παντελως· ο δε του ευ ειναι αυτην μονην γνωμικως εχων της φυσικης δυναμεως την ενεργειαν, αυτην ολοκληρον την δυναμιν το συνολον χωρις ουκ εχει της φυσεως· ο δε του αει ειναι των προ αυτου καθ᾿ ολου περιγραφων, του μεν την δυναμιν, του δε την ενεργειαν, ουτε φυσικως κατα δυναμιν τοις ουσιν ενυπαρχει παντελως, ουτε μην εξ αναγκης το παραπαν θελησει προαιρεσεως επεται· πως γαρ τοις αρχην κατα φυσιν και τελος κατα κινησιν εχουσιν οιον τε εκειναι το αει ον και αρχην και τελος ουκ εχον; αλλ᾿ ορος εστι, στασιμον ποιων την μεν φυσιν κατα την δυναμιν, την δε προαιρεσιν κατα την ενεργειαν, ουδ᾿ ετερας αμειβων πανταπασι τον καθ᾿ ον εστι λογον, και πασι παντας αιωνας τε και χρονους οριζων. Και τουτο εστιν, ως οιμαι, τυχον το μυστικως ευλογημενον Σαββατον, και η μεγαλη της των θειων εργων καταπαυσεως ημερα, ητις, κατα την Γραφην της κοσμογενειας, ουτε αρχην, ουτε τελος, ουτε γενεσιν εχουσα φαινεται, η μετα την των εν μετρω διωρισμενων κινησιν των υπερ ορον και μετρησιν εκφανσις, και η μετα την των κεχωρημενων και περιγεγραμμενων (≡14Ε_136≡> ποσοτητα των αχωρητων και απεριγραφων απειρος ταυτοτης.
Ως αν ουν η κατα προαιρεσιν ενεργεια χρησαιτο τη δυναμει της φυσεως, ειτε κατα φυσιν, ειτε παρα φυσιν, το ευ η το φευ ειναι το περας αυτην εχουσαν υποδεξεται, οπερ εστι το αει ειναι, εν ω σαββατιζουσιν αι ψυχαι, πασης λαβουσαι παυλαν κινησεως. Ογδοη και πρωτη, μαλλον δε μια και ακαταλυτος ημερα η ακραιφνης εστι του Θεου και παμφαης παρουσια, μετα την των κινουμενων στασιν γινομενη, και τοις μεν τω του ειναι λογω κατα φυσιν προαιρετικως χρησαμενοις, ολου προσηκοντως ολοις επιδημουντος, και το αει ευ ειναι παρεχοντος δια της οικειας μετοχης, ως μονου κυριως και οντος και αει οντος και ευ οντος, τοις δε παρα φυσιν τω του ειναι λογω γνωμικως χρησαμενοις, αντι του ευ το αει φευ ειναι κατα το εικος απονεμοντος, ως ουκ οντος αυτοις λοιπον χωρητου του ευ ειναι, εναντιως προς αυτο διακειμενοις, και κινησιν παντελως ουκ εχουσι μετα την του ζητουμενου φανερωσιν, καθ᾿ ην τοις ζητουσι πεφυκε φανερουσθαι το ζητητον.
 
ΡΝΕ (155). ΑΛΛΟ  ΕΙΣ ΤΟ ΑΥΤΟ ΘΕΩΡΗΜΑ
(=1393=) Αλλο εις το αυτο θεωρημα.
 
Και παλιν εβδομη και Σαββατον εστιν η των κατ᾿ αρετην απαντων τροπων και των κατα θεωριαν γνωστικων λογων διαβασις. Ογδοη δε εστιν η προς την αρχην και αιτιαν των πρακτικως πεποιημενων και των θεωρητικως εγνωσμενων κατα την χαριν αληθης μεταποιησις.
 
ΡΝS (156). ΑΛΛΗ ΕΙΣ ΤΟ ΑΥΤΟ ΘΕΩΡΙΑ
(≡14Ε_138≡>
Αλλη εις το αυτο θεωρια.
 
Εστι μεν ουν και αυθις εβδομη και Σαββατον η την κατ᾿ αρετην διαδεχομενη πρακτικην φιλοσοφιαν απαθεια. Ογδοη δε και πρωτη εστιν, ως μια και ακαταλυτος, η μετα την γνωστικην θεωριαν επιγινομενη σοφια. Και κατ᾿ αλλους δε τροπους παντοδαπους εστι δυνατον τοις των θειων φιλοθεαμοσι τον περι των τοιουτων εκδεχεσθα λογον, και πολλας καλας τε και αληθεις εφευρειν θεωριας.
 
ΡΝΖ (157). ... ΠΩΣ ΤΟ  «ΔΙΣΣΩΣΑΤΕ ΚΑΙ ΤΡΙΣΣΩΣΑΤΕ», ΛΑΒΩΝ Ο ΔΙΔΑΣΚΑΛΟΣ..»...».
Εκ του αυτου λογου, πως το· «Δισσωσατε και τρισσωσατε», λαβων ο διδασκαλος εις το περι της εβδομης μυστηριον φησιν· «Ως δε και την εβδομην αναστροφην Ηλιου του προφητου, τω της Σαραφθιας υιω, το ζην εμπνευσασαν, και του αυτου την ισαριθμον κατα των σχιδακων επικλυσιν».
 
Ο μακαριος γερων παρ᾿ εμου τουτο ερωτηθεις εφη, Κατα τουτο τυχον περι του επτα διεξιοντα τον διδασκαλον αριθμου τεκμηρασθαι δυνατον. Πρωτον μεν κατα τους λεγομενους αριθμητικους. Φασι γαρ εκεινοι συνιστασθαι τινας αριθμους εκ δισσουμενων και τρισσουμενων ετερων, της μοναδος, τελευταιον προστιθεμενης. Οιον εκ δισσουμενων μεν ο ξδ' συνισταται, της μοναδος δισσουμενης μετα των εξ αριθμων, προστιθεμενης και της μοναδος, και ουτως η εβδομας πληρουται, οιον δις α' β', δις β' δ', δις δ' η', δις η' ιστ', δις ιστ' λβ', δις λβ' ξδ'. Τουτων ουτω διαπλασθεντων δι᾿ εξ αριθμων δοκουσι συντεθεισθαι, αλλα παραλαμβανομενη τελευταιον και η μονας (≡14Ε_140≡> πληρει τον επτα, εξ ης την αρχην ο διπλασιασμος ειληφεν. Ουτως ουν κανταυθα τον αυτον κανονα κατασχοντες απαρτισομεν τον επτα αριθμον. Φησι γαρ, " Εκχεατε, δισσωσατε και τρισσωσατε. " Δις ουν μια β', τρις β' εξ, και η πρωτη μονας προστιθεμενη τοις εξασιν απαρτιζειν τον επτα αριθμον. Φασι δε και συγγενειαν τινα πνευματικην κατα μυστικην θεωριαν προς τον ζ' αριθμον εχειν τον γ' κατα τοιονδε τροπον, τω την πανσεπτον και προσκυνητην Τριαδα δια του γ' σημαινεσθαι, και παλιν την αυτην δια του ζ', τω τον ζ' αριθμον παρθενον ειναι. Των γαρ (=1396=) εντος δεκαδος αριθμων μονος ουτος ουτε γεννα, ουτε γενναται. Τουτο δε σαφως ενδεικνυται διεξιων εν τη βιβλω των επων Περι παρθενιας, ουτωσι λεγων, "Πρωτη παρθενος εστιν αγνη Τριας».
 
ΡΝΗ (158). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλο θεωρημα εις το αυτο.
 
Η και ουτως. Τη αγια Τριαδι μυστικως τω λογω την αυτης επιθεωρησας ενεργειαν, φημι δε το αγαθον οπερ τας τεσσαρας εμφαινει γενικας αρετας, τον επτα πληρωσεις αριθμον. Τη γαρ αγια και πανυμνητω Τριαδι μυστικως την αυτης επιθεωρουντες ενεργειαν τον επτα παρθενον απαρτιζομεν αριθμον.
 
ΡΝΘ (159). ..». ΙΗΣΟΥΣ ΔΕ ΑΥΤΟΣ, Η ΚΑΘΑΡΑ ΤΕΛΕΙΟΤΗΣ, ΟΙΔΕ ΜΕΝ ΤΡΕΦΕΙΝ ΕΝ ΕΡΗΜΙΑ ..».
Εκ του αυτου λογου, εις το· Ιησους δε αυτος, η καθαρα τελειοτης, οιδε μεν τρεφειν εν ερημια και πεντε αρτοις πεντακισχιλιους, οιδε δε παλιν και επτα τετρακισχιλιους· και τα του κορου λειψανα εκει μεν (≡14Ε_142≡> δωδεκα κοφινοι, ενταυθα δε σπυριδες ζ´. Ουθετερον αλογως οιμαι, ουδε αναξιως του Πνευματος.
 
Γυμνασθεισαν ηδη προς θεωρητικην εξιν εν τοις προλαβουσι δια πλατους, ως οιον τε ην, ειρημενοις την διανοιαν, πληθει λογων αυτην, ει δοκει, μη βαρησωμεν, δυναμενην λοιπον και κατ᾿ επιτομην την των θειων επιστημονως δεχεσθαι θεωριαν. Οι κριθινοι τοιγαρουν πεντε αρτοι τους προχειρους της φυσικης θεωριας παραδηλουσι λογους. Οι δε τουτοις τρεφομενοι πεντακισχιλιοι ανδρες τους περι φυσιν μεν κινουμενους, ουπω δε παντη της περι το παθητικον και αλογον της ψυχης μερος εκκαθαρθεντας σχετικης διαθεσεως εμφαινουσι. Ως νοειν διδωσι τοις των τοιουτων λογων θεαμασι εκ κριθης ειναι τους αρτους, κοινον δε τουτο κτηνων τε και ανθρωπων ειδος υπαρχει τροφης, και το συν γυναιξιν ειναι και παισιν, οπερ δηλοι σαφως μη των καθ᾿ ηδονην παντελως επιθυμιων και της ατελους των λογισμων νηπιοτητος αυτους ηλλοτριωσθαι. Η δε ερημος εστιν ο κοσμος ουτος, εν ω τοις δια της φυσικης θεωριας περι το θειον κινουμενοις τους της φυσεως πνευματικως διαθρυπτων λογους ο του Θεου Λογος πασαν αγαθων χαριζεται πλησμονην, ως δηλουσιν οι των περισσευματων κοφινοι, δωδεκα οντες τον αριθμον.
 
ΡΞ (160). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ ΙΒ´ ΑΡΙΘΜΟΝ
Θεωρια εις το ιβ´ αριθμον.
 
Εμφαινει δε ο δωδεκα αριθμος, η τους κατα χρονον και φυσιν λογους, ως εκ πεντε και επτα κατα συνθεσιν συμπληρουμενος. Εβδοματικος γαρ ο χρονος, ως κυκλικως κινουμενος, και την προς το κινεισθαι προσφυως εχων επιτηδειοτητα, την (≡14Ε_144≡> των ακρων απο του μεσου κατα τον αριθμον τουτον ισην (=1397=) αποστασιν. Πενταδικη η φυσις, υπο τον αριθμον τον πεντε πεφυκυια ταττεσθαι, δια τε το πλεον της απλως λεγομενης υλης της τετραχως διαιρουμενης εχειν το ειδος. Η φυσις γαρ ουδεν αλλο καθεστηκεν ουσα η υλη ειδοποιημενη. Το γαρ ειδος τη υλη προστεθεν φυσιν απεργαζεται.
 
ΡΞΑ (161). ΑΛΛΟ ΘΕΩΡΗΜΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλο θεωρημα εις το αυτο.
 
Η τας των οντων γενητων και αιωνιων νοησεις, ως κινουμενων και περιγεγραμμενων, και τον του τι και ποιον και πως ειναι λογον επιδεχομενων. Παν γαρ κινητον τε και γενητον υπαρχει, και δια τουτο παντως και υπο χρονον εστι, καν ει μη τον κινησει μετρουμενον. Αρχην γαρ εχει του ειναι παν γενητον ως ηργμενον του ειναι, και διαστημα, αφ᾿ ου του ειναι ηρξατο. Ει δε και εστι και κινειται παν γενητον, και υπο φυσιν παντως εστι και χρονον, την μεν δια το ειναι, τον δε δια το κινεισθαι, δι᾿ ων κατα συμπλοκην ο του δωδεκα κατα τον αποδοθεντα τροπον συμπληρουται λογος.
 
ΡΞΒ (162). ΑΛΛΗ ΘΕΩΡΙΑ
Αλλη θεωρια.
 
Η την ηθικην και φυσικην και θεολογικην φιλοσοφιαν ο (≡14Ε_146≡> αριθμος ουτος δηλοι, ως εκ τεσσαρων και πεντε και τριων συναγομενος. Τετραδικη γαρ δια τας δ᾿ γενικας αρετας εστιν η εν τοις πραγμασι κατ᾿ ηθος ακριβης φιλοσοφια. Πενταδικη δε η φυσικη θεωρια δια την ειρημενην αιτιαν, φημι δε την πενταχως κατα φυσιν διαιρουμενην αισθησιν. Τριαδικη δε η μυστικη θεολογια, δια τας ομοουσιους αγιας τρεις υποστασεις της παναγιου μοναδος, η εν αις η αγια μονας, η, κυριωτερον ειπειν, απερ η αγια μονας.
 
ΡΞΓ (163). ΑΛΛΗ ΘΕΩΡΙΑ
Αλλη θεωρια.
 
Η την καθολου και γενικωτατην αρετην και γνωσιν, την μεν ως ενταυθα δια των δ’ αρετων κατορθουμενην, την δε ως δια των οκτω την θεωτεραν των μελλοντων μυστικως παραδηλουσων καταστασιν σημαινομενην, εξ ων ο δωδεκα κατα συνθεσιν αριθμος απαρτιζεται.
 
ΡΞΔ (164). ΑΛΛΗ ΘΕΩΡΙΑ
Αλλη θεωρια.
 
Η τα παροντα τε και τα μελλοντα, ως των μεν παροντων τον δ´ στοιχειωδη τε και υλικον αριθμον οντα φυσικως παραδεχομενων, των δε μελλοντων μυστικως επιθεωρουμενον αυτοις επιδεχομενων τον οκτω αριθμον, ως της κατα χρονον εβδοματικης υπερθετικης ιδιοτητος.
 
ΡΞΕ (165). ΑΛΛΗ ΘΕΩΡΙΑ
(=1400=) Αλλη θεωρια.
 
Η τους περι νοητων και αισθητων κρισεως τε και προνοιας (≡14Ε_148≡> τριττους λογους ο δωδεκα σαφως αριθμος παραδηλοι. Εκαστον γαρ τουτων εφ᾿ εαυτο του ειναι τουθ᾿ οπερ εστι τρεις επιδεχεται λογους, καθως τοις ακροις λογοις των θειων μυσταις και μυσταγωγοις δια πολλην ασκησιν των λογιων εκ πολλων καταδηλον γεγονε. Τριπλασιαζοντες ουν εαυτοις οι καθολου τριττοι των οντων λογοι τα εφ᾿ οις θεωρουνται δ´ οντα, η το εμπαλιν τοις ων εισιν αυτοι τετραπλουμενοι, τον δωδεκα ποιουσιν αριθμον. Ει γαρ τα οντα ουσιαν εχει και δυναμιν και ενεργειαν, τριττον τον επ᾿ αυτοις του ειναι δηλονοτι κεκτηνται λογον. Ει δε τουτους συνδει τους λογους προς το ειναι δηλονοτι καθο εισιν η προνοια, τριπλους και ο αυτης παντως υπαρχων καθεστηκε λογος. Ει δε των λωβωσεων των καθ᾿ ενα των ειρημενων παρατραπεντων λογων, παρελθουσων τε και παρουσων και μελλουσων, η κρισις εστι τιμωρητικη ως κακιας κολαστικη, τριπλουν εχει και αυτη τον επ᾿ αυτη της θεωριας λογον, καθ᾿ ον ουσιαν τε και δυναμιν και ενεργειαν των οντων περιγραφουσα μενει την οικειαν εις το διηνεκες αοριστιαν φυλαττουσα.
 
ΡΞS (166). ΑΛΛΗ ΘΕΩΡΙΑ
Αλλη θεωρια.
 
Η παλιν την εφικτην του αιτιου και των αιτιατων τελειαν επιγνωσιν ο αριθμος ουτος δηλοι. Δεκαδι γαρ προστεθεισα δυας ποιει τον ιβ´· δεκας δε εστιν Ιησους ο Κυριος και Θεος των ολων, ως ανεκφοιτητως ταις απο μοναδος προοδοις προς εαυτον μοναδικως παλιν αποκαθισταμενος. Μονας γαρ και η δεκας, και ως ορος των οριζομενων και περιοχη των κλινουμενων και περας πασης αριθμητικης αποπερατωσεως. Και δυας εστι παλιν πασα των μετα Θεον οντων η συμπηξις, οιον τα μεν αισθητα παντα ως εξ υλης συνεστηκοτα και ειδους εστι δυας, (≡14Ε_150≡> τα δε νοητα, ωσαυτως εξ ουσιας και του ειδοποιουντος αυτα ουσιωδως συμβεβηκοτος. Ουδε γαρ εστι το παραπαν γενητον κυριως απλουν, οτι μη τοδε μονον εστιν η τοδε, αλλ᾿ ως εν υποκειμενω τη ουσια εχει την συστατικην τε και αφοριστικην διαφοραν συνεπιθεωρουμενην, την αυτο μεν εκεινο συνιστωσαν, αλλου δε αυτο φανερως διακρινουσαν. Ουδεν δε καθ᾿ οιονδηποτε τροπον ουσιωδως εχον συνεπιθεωρουμενον τι προς δηλωσιν της οικειας υπαρξεως δυναται κυριως ειναι απλουν.
 
ΡΞΖ (167). ΑΛΛΗ ΘΕΩΡΙΑ
Αλλη θεωρια.
 
Η παλιν την θειαν ουσιαν και την αυτης δραστικην ενεργειαν επικεκρυμμενως ο αριθμος ουτος υποσημαινει. Την μεν θειαν ουσιαν, δια του τρεις αριθμου δηλουμενην ως τριαδικως υμνουμενην δια την τρισυποστατον υπαρξιν· τριας γαρ εστιν η μονας (=1401=) ως εν τελειαις ουσα τελεια ταις υποστασεσιν, ηγουν τω της υπαρξεως τροπω, και μονας εστιν η τριας αληθως τω της ουσιας, ηγουν τω του ειναι λογω. Την δε δραστικην ενεργειαν δια του εξ αριθμου μηνυομενην, ως μονου των εντος δεκαδος αριθμου τελειου και πληρους, και εκ των οικειων συνισταμενου μερων, και των αυ καθολου και ανισων αριθμων περιεκτικου, του αρτιου φημι και του περιττου, ως και μονην τελειαν τελειων, καθ᾿ ον εισι λογον, απεργαστικην τε και φρουρητικην. Ανισα γαρ τα μετα τοις ακροις κινουμενα προς την των ακρων αεικινητον στασιν. Οιον ιν᾿ εξ ενος και των λοιπων ποιησωμαι τοις φιλοπονοις την ενστασιν, ακρον μεν εστι το· Και ειπεν ο Θεος, Ποιησωμεν ανθρωπον κατ᾿ εικονα ημετεραν και καθ᾿ ομοιωσιν· μεσον δε το· Και εποιησεν ο Θεος τον ανθρωπον, (≡14Ε_152≡> αρσεν και θηλυ εποιησεν αυτους· και ακρον παλιν· Εν γαρ Χριστω Ιησου ουκ εστιν ουτε αρσεν ουτε θηλυ. Των ακρων ουν και των μεσων ανισων οντων, ως των μεν το αρρεν εχοντων και το θηλυ, των δε μη εχοντων, εστι ποιητικη τε και περιεκτικη η θεια ενεργεια, ηντινα μυστικως, καθαπερ οιμαι, μυηθεις ο σοφωτατος Μωϋσης, και τοις λοιποις των ανθρωπων αγαθοπρεπως υπεμφαινων, εν εξ ημεραις γεγραφε τον Θεον πεποιηκεναι τον συμπαντα κοσμον· ητινι καθ᾿ ειρμον και και ταξιν μετα της προνοιας και της κρισεως των οντων πρεποντως συνεπιθεωρουντες την γενεσιν (περιεχεται γαρ αυτη ταυτα) τον ιβ´ πληρεστατον απαρτιζομεν αριθμον.
 
ΡΞΗ (168). ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΥΣ ΚΟΦΙΝΟΥΣ
Θεωρια εις τους κοφινους.
 
Κοφινους δε φησιν ο λογος, εν οις απετεθη τα περισσευσαντα, την παιδευτικην οικονομιαν, των πνευματικως τραφεντων τους νοητους των ειρημενων λογους, δια το μηπω της παιδαγωγικης αυτους υπερανω γενεσθαι διδασκαλιας, της και τα χρησιμα δεοντως υποτιθεμενης, και την αλγεινην τοις ουτω παιδευομενοις αγωγην προτεινουσης, ως νοειν διδωσιν η εξ ης οικοδομουνται οι κοφινοι υλη, πληκτικη κατα φυσιν υπαρχουσα.
 
ΡΞΘ (169). ΘΕΩΡΙΑ ΤΩΝ Ζ´ ΑΡΤΩΝ
Θεωρια των ζ´ αρτων.
 
Οι δε επτα των τετρακισχιλιων αρτοι την νομικην, ως οιμαι, (≡14Ε_154≡> μυσταγωγιαν υποτυπουσιν, ητοι τους κατ᾿ αυτην θειοτερους λογους, ουστινας τοις προσμενουσι τρεις ημερας τω λογω, τουτεστι μεθ᾿ υπομονης τον περι την ηθικην τε και φυσικην και θεολογικην φιλοσοφιαν περιποιητικον του φωτισμου της γνωσεως πονον μακροθυμως φερουσιν, ο λογος μυστικως διδωσιν.
 
ΡΟ (170). ΑΛΛΗ ΘΕΩΡΙΑ ΠΕΡΙ ΤΩΝ ΤΡΙΩΝ ΗΜΕΡΩΝ
Αλλη θεωρια περι των τριων ημερων.
 
Η τον φυσικον τυχον και γραπτον και πνευματικον νομον αι τρεις ημεραι παραδηλουσιν, (=1404=) ως εκαστου του κατ᾿ αυτον πνευματικωτερου λογου τον φωτισμον τοις φιλοπονουσι παρεχοντος, καθ᾿ ας αμεμπτως οι καλως τε και αληθως πεινωντες τα θεια, τω Θεω και Λογω προσμενοντες, δεχονται τροφην μυστικην κατα ταυτον νικης τε και βασιλειας εχουσαν συμβολα του κορου τα λειψανα. Αι γαρ επτα σπυριδες εκ φοινικων την υλην εχουσαι (νικης δε συμβολον και βασιλειας ο φοινιξ) , προς δε και της ακλονητου προς τας των βιαιων πνευματων εμβολας υπερ αληθειας ενστασεως δι᾿ εαυτων τους τραφεντας πασης κακιας και αγνωσιας νικητας αποφαινουσιν, ως την κατα παθων τε και δαιμονων παρα του Θεου Λογου αηττητον λαβοντας δυναστειαν.
 
ΡΟΑ (171). ΘΕΩΡΙΑ ΤΟΥ ΑΡΙΘΜΟΥ ΤΩΝ ΤΕΤΡΑΚΙΣΧΙΛΙΩΝ ΑΝΔΡΩΝ
Θεωρια του αριθμου των τετρακισχιλιων ανδρων.
 
Και ο αυτων δε εκεινων των τουτους τραφεντων τους πνευματικους λογους αριθμος της αληθους αυτων αριδηλος μαρτυς εστι τελειοτητος, ως τας τεσσαρας γενικας περιεχων μοναδας, ων πρωτη μεν εστιν η πρωτη μονας, δευτερα δε μονας (≡14Ε_156≡> εστιν η δεκας, τριτη δε μονας εστιν η εκατοντας, και τεταρτη μονας εστιν η χιλιας. Εκαστη γαρ τουτων, χωρις της πρωτης μοναδος, και μονας εστι και δεκας· μονας μεν των μετ᾿ αυτην, ως εις εαυτην συντιθεμενη, και τω δεκαπλασιασμω την αυτης απαρτιζουσα δεκαδα· δεκας δε, ως των προ αυτης μοναδων την συνθεσιν εις εαυτην περιγραφουσα· χιλιας δε τετραπλουμενη τετρακισχιλιους υφιστησιν. Εστιν ουν η πρωτη μονας μυστικης θεολογιας συμβολον, η δε δευτερα μονας θειας οικονομιας και αγαθοτητος τυπος, η δε τριτη μονας αρετης και γνωσεως εστιν εικων, και η τεταρτη μονας της καθολου των οντων θειοτερας μεταποιησεως δηλωσις.
 
ΡΟΒ (172). ΑΛΛΗ ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ Ζ´. ΑΡΙΘΜΟΝ
Αλλη θεωρια εις τον ζ´. αριθμον.
 
Ο δε επτα αριθμος των σπυριδων κατ᾿ αλλον προς τω προτερω θεωρουμενος τροπω, ως φασιν, εμφαινει σοφιαν και φρονησιν, την μεν ως περι την αιτιαν τρισσως κατα νουν κινουμενην, την δε περι τα μετα την αιτιαν και περι την αιτιαν οντα κατα λογον δια την αιτιαν τετραχως κινουμενην. Ουδετερον ουν αλογως παρα του Κυριου γεγενηται κατα τον μεγαν τουτον διδασκαλον, ουδε αναξιως του Πνευματος.
 
ΡΟΓ (173). ..». ΔΙΑΦΟΡΑ ΧΑΡΙΣΜΑΤΩΝ...ΔΕΟΜΕΝΗ ΧΑΡΙΣΜΑΤΟΣ ΠΡΟΣ ΔΙΑΚΡΙΣΙΝ ΤΟΥ ΒΕΛΤΙΟΝΟΣ»
Εκ του αυτου λογου, εις το· «Και εστι διαφορα χαρισματων, αλλου δεομενη χαρισματος προς διακρισιν του βελτιονος».
 
Η διαφορα των χαρισματων η αλλου δεομενη χαρισματος (≡14Ε_158≡> προς διακρισιν κατα τον μεγαν τουτον διδασκαλον εστιν, η προφητεια, καθως οιμαι, και το λαλειν γλωσσαις. Η μεν γαρ προφητεια δειται του χαρισματος της διακρισεως των πνευματων, προς το γνωσθηναι τις και ποθεν και που φερουσα (=1405=) και ποιου πνευματος εστι, και δι᾿ ην αιτιαν, μη πως φληναφος εστι, μονον εικη προφερομενη εκ της κατα το ηγεμονικον βλαβης του λεγοντος, η αυτοκινητος τις ορμη του δηθεν προφητευοντος, εξ αγχινοιας περι τινων φυσικως κατα λογον δια πολυπειριαν τεκμαιρομενου πραγματων, η του πονηρου και δαιμονιωδους πνευματος, ωσπερ εν Μοντανω και τοις εκεινω παραπλησιοις εστι τερατολογια εν προφητειας ειδει το λεγομενον, η δοξης ενεκεν κενης τοις αλλων αλλος τυχον αβρυνεται, λεγων τε και πομπευων απερ αυτος ουκ εγεννησεν, υπερ του θαυμασθηναι ψευδομενος, και πατερα νοθον ορφανων λογων και νοηματων εαυτον υπερ του δοξαι σοφος τις ειναι προβαλλεσθαι ουκ αισχυνομενος. Προφηται γαρ δυο, φησιν ο θειος Αποστολος, η τρεις λαλειτωσαν, και οι αλλοι διακρινετωσαν.
Τινες δε τυγχανουσιν οι αλλοι δηλονοτι οι το χαρισμα της διακρισεως εχοντες των πνευματων. Δειται τοινυν η μεν προφητεια, καθως εφην, της διακρισεως των πνευματων, ινα γνωσθη και πιστευθη και εγκριθη, το δε χαρισμα των γλωσσων δειται του χαρισματος της ερμηνειας, ινα μη δοξη τοις παρουσιν ο τοιουτος μαινεσθαι, μη δυναμενου τινος των ακουοντων παρακολουθησαι τοις λαλουμενοις. Εαν γαρ, φησιν ο μεγας Αποστολος, λαλειτε γλωσσαις, εισελθη δε τις απιστος η ιδιωτης, ουκ ερουσιν οτι μαινεσθε; Και κελευει μαλλον σιωπαν τον λαλουντα γλωσσαις, εαν μη η ο διερμηνευων. Το δε "Προς διακρισιν" φαναι το διδασκαλον "του βελτιονος" φασιν οι τοις θειοις τον νουν καταφωτισαντες λογοις υπερεχειν το της προφητειας και το των γλωσσων χαρισμα των ων προς διακρισιν τε και διασαφησιν χρηζουσι χαρισματων, τουτεστι της διακρισεως (≡14Ε_160≡> των πνευματων και της ερμηνειας. Οπερ ειδως ο διδασκαλος εφη, "Προς διακρισιν του βελτιονος».
 
ΡΟΔ (174). ΤΟΥ ΑΥΤΟΥ, ΕΚ ΤΟΥ ΕΙΣ ΗΡΩΝΑ ΤΟΝ ΦΙΛΟΣΟΦΟΝ ΛΟΓΟΥ...
Του αυτου, εκ του εις Ηρωνα τον φιλοσοφον λογου εις το· «Συμβαματα και παρασυμβαματα».
 
Συμβαμα εστι κατα γραμματικους προτασις εξ ονοματος και ρηματος αυτοτελη διανοιαν απαρτιζουσα, οιον, " Ιωαννης περιπατει. " Παρασυμβαμα δε εστι προτασις εξ ονοματος και ρηματος ουκ αυτοτελη διανοιαν απαρτιζουσα, οιον Ιωαννη μελει. Φησας ουν τις, " Ιωαννης περιπατει, " ουδενος ετερου χρηζειν εδειξε ειπων δε, " Ιωαννη μελει, " περι τινος αυτω μελει παρελειψεν ειπειν.
 
ΡΟΕ (175). ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΟΥ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΒΑΣΙΛΕΙΟΝ ΕΠΙΤΑΦΙΟΥ...
Του αυτου εκ του εις τον αγιον Βασιλειον επιταφιου, εις το· «Επ᾿ ουδενος ουν των απαντων ουκ εστιν εφ᾿ οτω ουχι των απαντων».
 
Οτι ποτε τις αποδεχεται των καλων, κατ᾿ εκεινο (=1408=) παντως και ποιειται την επιδοσιν και τοις περι αυτου λεγομενοις δηλον ηδεται και παρακαλειται. Ηδεται μεν προστιθεμενος αυτω πλεον κατα ψυχην ως καταθυμιω πραγματι, παρακαλειται δε της κατ᾿ αυτο πλειονος επιδοσεως, εκ του περι αυτου δεχομενος επαινου μειζονα προτροπην. " Ων γαρ, φησιν ο διδασκαλος, τους επαινους οιδα, τουτων σαφως και επιδοσεις», τουτεστιν, (≡14Ε_162≡> ων οιδα πραγματων τους επαινους, και των αποδεχομενων αυτα σαφως ανθρωπων τας εις αρετην επιδοσεις, ηγουν επαυξησεις, επισταμαι. Επ᾿ ουδενος ουν των πραγματων παντων δηλονοτι των επαινουμενων ουκ εστιν εφ᾿ ωτινι ουχι παντως των επ᾿ αυτοις ηδομενων ευροις την επαυξησιν· η επειδη τρια προθεις ο διδασκαλος ανωτερω, εαυτον, τους λογους, τους της αρετης επαινετας, εν τουτοις περιλαβων κατα ρητορας εξηπλωσε, τας επαγωγας τοις τρισιν εφαρμοσας, και εξ εαυτου προτερον της αποδοσεως αρξαμενος, ειτα δια μεσων των αρετης επαινετων διελθων, εις τους λογους αυτας επληρωσεν, ως της κατα τον αγιον Βασιλειον υποθεσεως και αυτω πρεπουσης, ως διδασκαλω, και του λογου προβεβλημενω, και τοις αγαπωσι την αρετην, ηγουν τοις αυτης επαινεταις, πεποθημενης, οια ποθουσι γνωναι τους τροπους της δια μιμησεως εις αρετην επιδοσεως, και τοις λογοις αυτοις αρμοζουσης, ως εκφαντορικοις των κατ᾿ αρετην καλων. Παντος μεν ουν ανδρος βιον εχοντος κατα Θεον επαινουμενον, μαλιστα δε Βασιλειου του πανυ, καν τε δυνηθωσι πασαν περιλαβειν, και ωσπερ εικονα ζωσαν και εμψυχον υποδειξαι τοις ερασταις την του ανδρος αρετην, καν τε μη δυνηθωσι του ταυτης εφικεσθαι μεγεθους, επ᾿ ουδενος ουν ουκ εστι των απαντων, και λογου και λεγοντος και ακουοντος, εφ᾿ ωτινι το της υποθεσεως καλον ουχ αρμοσει, η καθως ανωτερω ακριβεστερον μαλλον εξητασται.
 
ΡΟS (176). ..». ΠΑΙΖΕΙ ΓΑΡ ΛΟΓΟΣ ΑΙΠΥΣ ΕΝ ΕΙΔΕΣΙ ΠΑΝΤΟΔΑΠΟΙΣΙ, ΚΡΙΝΑΣ, ΩΣ ΕΘΕΛΟΙ..».
Του αυτου εκ των επων, εις το· «Παιζει γαρ λογος αιπυς εν ειδεσι παντοδαποισι, κρινας, ως εθελοι, κοσμον εον ενθα και ενθα».
 
Ηνικα τον νουν ως δια κλειθρων τινων των φαινομενων ο (≡14Ε_164≡> μεγας Δαβιδ κατα μονην πιστιν εν πνευματι προς τα νοητα διελασας εδεξατο τινα παρα της θειας σοφιας των εφικτων ανθρωποις μυστηριων εμφασιν, τοτε, καθαπερ οιμαι, φησιν, Αβυσσος, αβυσσον επικαλειται εις φωνην των καταρρακτων σου· τουτοις τυχον ενδεικνυμενος, οτι πας νους θεωρητικος, δια τε το κατα φυσιν αορατον και το βαθος και πληθος των νοηματων αβυσσω παρεοικως, επειδαν των φαινομενων διαβας πασαν την διακοσμησιν, και εις την των νοητων σφοδρω της κινησεως υπερβας την ευπρεπειαν, εφ᾿ εαυτον (=1409=) στη, πεπηγως πανταπασι και ακινητος, δια την παντων διαβασιν, τηνικαυτα την θειαν δεοντως επικαλειται σοφιαν, την οντως τε και αληθως κατα την γνωσιν αδιεξιτητον αβυσσον, φωνην αυτω δουναι των θειων καταρρακτων, αλλ᾿ ουκ αυτους τους καταρρακτας, οπερ εστιν εμφασιν τινα πιστεως γνωστικην των περι το παν της θειας προνοιας τροπων τε και λογων αιτων υποδεξασθαι, δι᾿ ης μνησθηναι δυνησεται του Θεου εκ γης Ιορδανου και Ερμονιειμ, εν η της θειας προς ανθρωπους του Θεου Λογου συγκαταβασεως το μεγα και φρικτον δια σαρκος ετελεσθη μυστηριον, εν ω της εις Θεον ευσεβειας εδωρηθη τοις ανθρωποις το αληθες, οπερ δια το πασαν εκβεβηκεναι φυσεως ταξιν και δυναμιν· τω μεν θειω και της θειας μυστη τε και μυσταγωγω κρυφιογνωστου σοφιας Παυλω τω μεγαλω αποστολω μωρια ωνομασθη Θεου και ασθενεια, δια την υπερβαλλουσαν οιμαι σοφιαν και δυναμιν· τω δε θεοφρονι μεγαλω Γρηγοριω παιγνιον προσηγορευθη, δια την υπερβαλλουσαν φρονησιν.
Ο μεν γαρ φησι. Το μωρον του Θεου σοφωτερον των ανθρωπων εστι, και το ασθενες του Θεου ισχυροτερον των ανθρωπων εστι· ο δε. Παιζει γαρ λογος αιπυς εν ειδεσι παντοδαποισι, Κρινας ως εθελοι κοσμον εον ενθα και ενθα· εκατερος (≡14Ε_166≡> τη στερησει των παρ᾿ ημιν κρατιστων θεσεων την θειαν ενδεικνυμενος εξιν, και ταις αποφασεσι των ημετερων ποιουμενος την των θειων καταφασιν. Μωρια γαρ παρ᾿ ημιν και ασθενεια και παιγνιον στερησεις εισιν, η μεν σοφιας, η δε δυναμεως, η δε φρονησεως, επι Θεου δε λεγομεναι σοφιας και δυναμεως και φρονησεως υπερβολην σαφως υποδηλουσιν. Ει τι ουν παρ᾿ ημιν κατα στερησιν λεγοιτο, επι Θεου λεγομενον εξιν υποδηλουν παντως εκδεχεσθαι δικαιον, και το εμπαλιν, ει τι κατα εξιν εφ᾿ ημων λεγοιτο, επι Θεου στερησιν δια την υπεροχην εκδεχεσθαι δηλουν πρεπωδεστατον. Αι γαρ των θειων υπερβολαι και κατα στερησιν δι᾿ αντιφασεως λεγομεναι παρ᾿ ημων αποδεουσι πολυ της αληθους καθ᾿ ον εισι λογον εμφασεως. Ει δε τουτο κατα τον εικοτα λογον εστιν αληθες (ου γαρ συμβαινει πωποτε τα θεια τοις ανθρωπινοις), αρα μωρια Θεου και ασθενεια κατα τον αγιον αποστολον Παυλον, και παιγνιον Θεου κατα Γρηγοριον τον θαυμαστον και μεγαν διδασκαλον, το μυστηριον εστι της θειας ενανθρωπησεως, ως πασης φυσεως δυναμεως τε και ενεργειας πασαν υπερουσιως εκβεβηκος ταξιν και αρμονιαν, οπερ Πνευματι θειω πορρωθεν κατα νουν θεασαμενος και μυηθεις ο θειοτατος Δαβιδ, και οιον την του Αποστολου λεγομενην δια στερησεως υπερβαλλουσαν εξιν του Θεου προερμηνευων, Ιουδαιων, σοφως οιμαι, καταβοων· Εν τω πληθει της δυναμεως σου ψευσονται σε οι εχθροι σου. Πας γαρ ανθρωπος εχθρος παντως του Θεου και ψευστης προδηλως καθισταται ο τον Θεον τω νομω της φυσεως αμαθως τε και ασεβως περικλειων, και απαθως υπερ φυσιν εν τοις υπο (≡14Ε_168≡> φυσιν ουσιωδως γενομενον τα κατα φυσιν ως παντα δυναμενον ενεργησαι πιστευειν μη (=1412=) αρχομενος.
Ουτω μεν ουν κατα μιαν επιβολην τεως θεωρησαι το μωρον του Θεου και το ασθενες και παιγνιον, στοχαστικως ο λογος ετολμησε, μεθ᾿ ων παρεκβατικως, ως προθεωριαν παραδειγματικην του προτεθεντος απορου, και την αβυσσον την επικαλουμενην την αβυσσον εις φωνην των θειων καταρρακτων λαβων ο λογος νουν γνωστικον ειναι σοφιαν επικαλουμενον δεξασθαι, μικραν τινα των επι τη θεια και αφραστω συγκαταβασει μυστηριων εμφασιν παρεδηλωσεν. Αβυσσος γαρ και ο της αβυσσου τοπος ομωνυμως ονομαζεται, τοπος δε της θειας σοφιας, ο καθαρος καθεστηκε νους. Αρα θεσει δια το δεκτικον αβυσσος και ο νους προσαγορευεται, και η σοφια παλιν το αυτο δια την φυσιν κατανομαζεται.
 
ΡΟΖ (177). ΑΛΛΗ ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλη θεωρια εις το αυτο.
 
Καθ’ ετερον δε το προκειμενον απορον διασκοπουντες τροπον τη βοηθεια της θειας χαριτος στοχαστικως, αλλ᾿ ουκ αποφαντικως (το μεν γαρ μετριον, το δε προπετες), εγχειρειν τω προκειμενω ρητω τολμωμεν, φασκοντες την των μεσων τυχον προβολην, κατα το ισον απο των ακρων εχουσαν αποστασιν, παιγνιον ειρησθαι Θεου τω μεγαλω διδασκαλω, δια την επιρρυτον αυτων και ευαλλοιωτον στασιν, μαλλον δε, στασιμον ρευσιν ειπειν οικειοτερον. Ο και παραδοξον, στασιν αει ρεουσαν και φερομενην θεασθαι, και ρευσιν αεικινητον προνοητικως της των οικονομουμενων ενεκεν βελτιωσεως θεοθεν επινενοημενην, τους δι᾿ αυτης παιδαγωγουμενους σοφισαι δυναμενην, αλλαχου μεταστησεσθαι παντως ελπιζειν, και περας (≡14Ε_170≡> του κατ᾿ αυτην επ᾿ αυτοις μυστηριου τη προς Θεον νευσει βεβαιως δια της χαριτος θεωθησεσθαι πιστευειν. Μεσα δε λεγω την των ορωμενων και νυν περι τον ανθρωπον οντων η εν οις ο ανθρωπος συμπληρωσιν, ακρα δε την των μη φαινομενων και περι τον ανθρωπον αψευδως εσεσθαι μελλοντων υποστασιν, των κυριως τε και αληθως κατα τον αρρητον και προηγουμενον σκοπον τε και λογον της θειας αγαθοτητος πεποιημενων τε και γεγενημενων. Καθως ο σοφος Εκκλησιαστης μεγαλω τε και τρανω ψυχης ομματι των ορωμενων τε και ρεοντων υπερκυψας την γενεσιν, και οιον εν φαντασια των αληθως πεποιημενων και γεγενημενων γενομενος· Τι το γεγενημενον; αυτο το γενησομενον· και τι το πεποιημενον; Αυτο, φησι, το ποιηθησομενον· των πρωτων δηλαδη και των τελευταιων επιμνησθεις, ως των αυτων οντων και αληθως οντων, των δε μεσων και παρερχομενων ουδολως κατα τον τοπον μνησθεις.
Μετα γαρ το εξελθειν, ως οιον τε ην μεγαλοφυως μαλιστα το διδασκαλον, περι τινος φυσεως ζωων και λιθων, και απλως ειπειν αοριστως περι πολλων των εν τοις ουσι θεωρουμενων, επιφερει τουτοις· " Παιζει γαρ λογος αιπυς εν (=1413=) ειδεσι παντοδαποισι, κρινας ως εθελει κοσμον εον ενθα και ενθα». Μηποτε ουν καθως αυτος εν τω της αγιας Πεντηκοστης λογω φησι, περι θεοτητος διεξιων και κτιστης φυσεως, " Εως εκατερον επι της ιδιας μενει, το μεν περιωπης, το δε ταπεινωσεως, αμικτος η αγαθοτης και το φιλανθρωπον ακοινωνητον, και χασμα μεγα εν μεσω και αδιαβατον, ου τον πλουσιον του Λαζαρου και των ορεκτων του Αβρααμ κολπων διειργον, πασαν δε την γενητην φυσιν και ρεουσαν της αγενητου και εστηκυιας;" (≡14Ε_172≡> Ω παρεμφερη τε και ομοια και ο θεηγορος μεγας διεξερχεται Διονυσιος ο Αρεοπαγιτης φασκων· «Τολμητεον δε και τουτο υπερ αληθειας ειπειν, οτι και αυτος ο παντων αιτιος τω καλω και αγαθω των παντων ερωτι δι᾿ υπερβολην της ερωτικης αγαθοτητος εξω εαυτου γινεται, ταις εις τα οντα παντα προνοιαις, και οιον αγαθοτητι και αγαπησει και ερωτι θελγεται, και εκ του υπερ παντα και παντα και παντων εξηρημενου προς το εν πασι καταγεται, κατ᾿ εκστατικην υπερουσιον δυναμιν ενεκφοιτητον εαυτου».
Μηπως ουν, καθως εφην, κακ τουτων τον περι του, " Παιζει γαρ Λογος αιπυς, " επιτομως αποδοθεντα τροπον εξαπλωσαι κατα διανοιαν τοιαυτην ημιν εστι δυνατον φασκουσιν, Ωσπερ οι γονεις (ινα τοις καθ᾿ ημας παραδειγμασι χρησωμαι εις την των υπερ ημας πραγματων υπογραφην), αφορμας τοις τεκνοις παρεχοντες την νωθειαν αποσεισασθαι συγκαταβασεως τροπω, δοκουσι κατα συμπεριφοραν παιδικα παιγνια μετιεναι, ως φερε ειπειν καρυατιζειν, και αστραγαλοις μετ᾿ αυτων συμπεριφερεσθαι, η και ανθη πολυχροα τουτοις παρατιθεντες, και πολυβαφεις εσθητας των αισθησεων θελκτηριους, απηγον η κατεπληττον, ως των παιδων ετεραν τεως εργασιαν ουκ εχοντων, μετα βραχυ δε και παιδευτηριοις αυτους των γονεων παραδιδοντων, ειτα και λογου τελεωτερου και πραγματων ιδιων μεταδιδοντων, ουτω τυχον και τον επι παντων Θεον φησι δια των ειρημενων ο διδασκαλος δια της τεως ιστοριωδους των φαινομενων κτισματων φυσεως εις εκπληξιν η και απαγωγην δια της αυτων θεας και γνωσεως νυν ημας οια κομιδη παιδας εμβαλλοντα, επειτα και την των εν αυτοις πνευματικωτερων λογων θεωριαν ενιεντα, και τελευταιον επι την εαυτου καθως εστιν εφικτον δια θεολογιας μυστικωτεραν γνωσιν εναγοντα, την πασης της εν ειδει και ποιω και σχηματι και ποσω, τω εν (≡14Ε_174≡> πληθει τε και ογκω πανταπασι καθαρευουσαν, ποικιλιας τε και συνθεσεως εν τοις προπαιδευμασιν, ως προς το τερμα της θεωριας, " παιζειν" ειρηται τω θεοφορω Γρηγοριω, και τω θεοφορω Διονυσιω " θελγεσθαι" τε και "εξιστασθαι εαυτου». 
Τω οντι γαρ εκ παραλληλου κατα παραθεσιν θεωρουμενα προς τα κυριως και αληθως οντα, (=1416=) και ες υστερον φανησομενα, τα παροντα και φαινομενα και παιγνιον ειναι δοκει, και ετι τουτου πορρωτερω. Προς γαρ την των κυριως θειων και πρωτοτυπων πραγματων αληθειαν συγκρινομενη των παροντων και ορωμενων πραγματων η διακοσμησις ουδε το παραπαν ειναι νομισθησεται τοις ολον χωρειν κατα το δυνατον το της θειας ωραιοτητος καλλος αξιουμενοις, ωσπερ ουδε το παιγνιον αληθινω τινι και οντι πραγματι συγκρινομενον ειναι καθαπαξ νομιζεται.
 
ΡΟΗ (178). ΑΛΛΗ ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
Αλλη θεωρια εις το αυτο.
 
Τυχον δε και το μεταπτωτικον ων εγχειριζομεν υλικων πραγματων αλλην αλλως μεταφεροντων τε και μεταφερομενων, και μηδεμιαν βασιν εχοντων στερεμνιον, πλην του πρωτου λογου καθ᾿ ον φερονται σοφως τε και προνοητικως και φερουσι, και τω κρατεισθαι υφ᾿ ημων νομιζεσθαι, διαφευγοντων πλεον η κρατουμενων, και την εφεσιν ημων των αυτοις ανεχομενων κρατεισθαι, μαλλον εαυτων οιον απωθουμενων, και κρατειν η κρατεισθαι παντελως μη δυναμενων, οια δη μονον σταθερον της εαυτων φυσεως ορον κεκτημενων το απορρειν και μη ιστασθαι, παιγνιον εικοτως ερρεθη Θεου τω διδασκαλω, ως δια τουτων μεταγοντος ημας επι τα οντως οντα, και μηδεποτε σαλευομενα.
 
ΡΟΘ (179). ΑΛΛΗ ΘΕΩΡΙΑ ΕΙΣ ΤΟ ΑΥΤΟ
(≡14Ε_176≡>
Αλλη θεωρια εις το αυτο.
 
Ει δε και ημεις αυτοι, κατα την κρατουσαν επι του παροντος της φυσεως ημων ακολουθιαν, νυν μεν καθ᾿ ομοιοτητα των λοιπων επι γης ζωων γεννωμενοι, επειτα παιδες γινομενοι, ειτα ανθους ωκυμορου δικην της νεοτητος επι το ρικνον της παλαιοτητος φθασασης τεθνηξομενοι, και προς ετερον βιον μετατιθεμενοι, "παιγνιον ερηθημεν του Θεου" τω θεοφορω τουτω διδασκαλω, ουκ εξω του εικοτος. Προς γαρ την μελλουσαν της θειας και αληθους ζωης αρχετυπιαν η παρουσα συγκρινομενη ζωη παιγνιον εστι, και παν ει τι αλλο τουτου καθεστηκεν ανουσιωτερον. Οπερ εν τω εις Καισαριον επιταφιω δεικνυσι σαφεστερον, ουτωσι λεγων· "Τοιουτος ο βιος ημων, αδελφοι, των ζωντων προσκαιρα· τοιουτο το επι γης παιγνιον· ουκ οντας γενεσθαι, γενομενους αναλυθηναι· οναρ εσμεν ουχ ισταμενον, φασμα τι μη κρατουμενον, πτησις ορνεου παρερχομενου, ναυς επι θαλασσης ιχνος ουκ εχουσα, κονις, ατμις, εωθινη δροσος, ανθος καιρω φυομενον και καιρω λυομενον, ανθρωπος ωσει χορτος αι ημεραι αυτου, ωσει ανθος του αγρου, ουτως εξανθησει, καλως ο θειος Δαβιδ περι της ασθενειας ημων εφιλοσοφησε».
 
ΕΠΙΛΟΓΟΣ
(=1417=) Ταυτα περι ων τοις θειοτατοις του μεγαλου Πατρος ημων και διδασκαλου Γρηγοριου λογοις ηπορησατε και ειπειν εκελευσατε μοι, μακαριωτατοι, κατα την εμην δυναμιν. Τω υμετερω νευματι δικαιως υπεικων εφην εγω στοχαζομενος, αλλ᾿ ουκ αποφαινομενος. Ου γαρ εφικνειται της μεγαλης και υψηλης του θεοφορου διδασκαλου διανοιας ο ημετερος νους, πολλαις ετι (≡14Ε_178≡> κατα θελησιν ακισι παθων βαλλομενος, ων τοις μωλωψι μαλλον χαιρει στιζομενος η χαρισιν αρετων καθαιρομενος, δια την μακραν του κακου συνηθειαν εξιν λαβων φιλαμαρτημονα. Και ει μεν φανωσιν υμιν τινα λογον εχειν της υποθεσεως αξιον, και μη παντη της αληθειας απολειπομενον, τω Θεω χαρις, τω την χαμαιζηλον (ινα και τουτο θαυματουργηση) και χαμαιπετη διανοιαν φωτισαντι, και λογον συμμετρον χαρισαμενω, προς το χαραξαι την συμμετριαν των νοηθενων και υμιν τοις υποταξασι και τη των ευχων βοηθεια το παν κατορθωσασιν. " Ει δε ουκ ορθως η ατελως και της αληθειας η ολικως η μερικως αποπεπλανημαι " (τον γαρ μεγαν και θεοφαντορα καν τουτω σοι προσφερω Διονυσιον παρακλητορα) , " της σης αν ειη φιλανθρωπιας επανορθωσασθαι τον ακουσιως αγνοουντα, και μαθειν δεομενω, και επαμυναι τω μη αυταρκη δυναμιν εχοντι, και ιασασθαι τον ουκ εθελοντα αρρωστειν, ινα και τουτο μετα των αλλων σου καλων, μαλλον δε προ των αλλων, αναθημα τιμιον και πασης θυσιας αιδεσιμωτερον ιερουργησης τω Θεω την φιλανθρωπιαν, τω εν ουρανω και επι γης παρα πασης δοξαζομενω της κτισεως, και μονην απαιτουντι παρ᾿ ημων θυσιαν την εις αλληλους φιλανθρωπιαν.
 
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑ ΤΟΥ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ
 
ΠΡΟΛΟΓΟΣ 
 
(≡14Ε_182≡> Την μεν ευγενειαν, το τε περιφανες εν πλουτω μεγαλου Διονυσιου και μονον αυτο το κατα Αθηναιους βουλευτηριον, καθ' ο βουλευειν ηρεθη, παριστησι. Των γαρ Αρεοπαγιτων εις ετυγχανεν ουτος, ως ο θειος εδηλωσε Λουκας, ιστορων τας των ιερων αποστολων ιερας πραξεις· ειπων γαρ τον αγιωτατων αποστολον Παυλον γενομενον εν Αθηναις, συμβαλοντα τε τισιν εις λογους των εξ Επικουρου φιλοσοφων, και των γε μην απο της στοας, και κηρυξαντα την εις τον Κυριον ημων Ιησουν Χριστον πιστιν, την τε των νεκρων αναστασιν και την καθολικην κρισιν, συλληφθηναι παρα των αφιλοσοφων (ου γαρ αληθως φιλοσοφων) αχθηναι τε κατα τον Αρειον παγον, και δημηγορησαντα, παραχρημα τινας ελειν και προς το της αληθειας μεταθειναι φως επαγει. Και ουτως ο Παυλος εξηλθεν εκ μεσου αυτων· τινες δε ανδρες, κολληθεντες αυτω, επιστευσαν, εν οις και Διονυσιος ο Αρεοπαγιτης και γυνη ονοματι Δαμαρις, και ετεροι συν αυτοις.
Εγω μεν ουν ου ματην ακουω των παρα παντας τους πεπιστευκοτας τοτε δια του θειου Παυλου, μονον τον αριστον Διονυσιον εξονομασθηναι παρα του θεοφορου συγγραφεως, προστεθεισης (≡14Ε_184≡> αυτου και της αξιας· φησι γαρ Αρεοπαγιτης, επιβαλλω δε μαλλον, οτι δια τε το κατα σοφιαν περιττον και δια το εν Αθηναιοις ανεπιληπτου πολιτειας εκκριτον, μνημονευθηναι μετα της οικιας αυτου. Χρη δε ειδεναι, καθα προεφην, ως ου παντος ανδρος ην εις την εξ Αρειου παγου βουλην τελειν, αλλ’ οι παρ' Αθηναιοις πρωτευοντες εν τε γενει και πλουτω και βιω χρηστω· και κατα τουθ' οι επισημοι καθεστωτες εβουλευον εις την εξ Αρειου παγου βουλην· εκ γαρ των εννεα καθισταμενων αρχοντων Αθηνησιν, τους Αρεοπαγιτας εδει συνεσταναι δικαστας, ως φησιν Ανδροτιων εν δευτερα των Ατθιδων, υστερον δε πλειονων γεγονεν η εξ Αρειου παγου βουλη, τουτεστιν η εξ ανδρων περιφανεστερων πεντηκοντα και ενος, πλην εξ ευπατριδων, ως ιστορει Φιλοχορος δια της τριτης των αυτων Ατθιδων. Εξω δε της πολεως ην το κατα Αρειον παγον δικαστηριον, κληθεν ουτω (καθ' α μυθολογουσιν Αθηναιοι) εκ του κατ' αυτην την εξοχην του κατα την πολιν ορους συσταντος δικαστηριου μεταξυ Ποσειδωνος και Αρεως· ο γαρ Ποσειδων δικην ειπε προς Αρεα κατα τους αρχαιους μυθους παρ' Αθηναιοις εν τω τοπω τουτω, φασκων αναιρεθηναι τον ιδιον υιον Αλιρροθιον υπ' Αρεως, κακειθεν εξ Αρεως ο παγος εκεινος Αρειος εκληθη. Εδικαζον ουν Αρεοπαγιται περι παντων σχεδον των σφαλματων και παρανομιων, ως απαντα φησιν Ανδροτιων εν πρωτη, και Φιλοχορος εν δευτερα και τριτη των Ατθιδων.
Δια δε τουτο ατε καινων δαιμονιων καταγγελεα τον θειοτατον Παυλον, ως ιστορησεν ο φιλαληθης Λουκας, οι της υπο Θεου μωρανθεισης σοφιας ερασται προς την εξ Αρειου παγου βουλην ελκουσιν. Αλλ' εν τοις Αρεοπαγιταις τηνικαυτα χρονου (≡14Ε_186≡> βουλευων, ατε δικαστης ακλινεστατος, ο παμμεγας Διονυσιος, αδεκαστον απενειμε τη κατα τον πνευματοφορον Παυλον αληθεια την ψηφον, ερρωσθαι τε πολλα φρασας τη των Αρεοπαγιτων ανοητω σεμνοτητι, τον αληθη και πανεπισκοπον κριτην εννοιας Χριστον Ιησουν, τον του Θεου και Πατρος Υιον μονογενη και Λογον, ον ο Παυλος εκηρυξεν, ευθυς ειχετο του φωτος· καν γαρ οι Ρωμαιοι τοτε εκρατουν, αλλ’ ουν αυτονομους αφηκαν Αθηνας και Λακεδαιμονιαν· οθεν ετι παρα Αθηναιοις και τα κατα τους Αρεοπαγιτας επολιτευετο. Και τελειται μεν απαντα της σωτηριας τα δογματα δια Παυλου του κρατιστου, παιδαγωγειται δε διδασκαλικως ο Διονυσιος υπο Ιεροθεω τω μεγιστω, καθα φησιν ο αυτος· ειτα καθισταται κατα το φερομενον εν εβδομω βιβλιω των Αποστολικων διαταγματων ο Διονυσιος επισκοπος υπο Παυλου του χριστοφορου των εν Αθηνησι πιστευσαντων.
Μνημονευει δε του Αρειοπαγιτου και Διονυσιος αρχαιος Κορινθιων επισκοπος, και Πολυκαρπος εν τη προς Αθηναιους επιστολη αυτου. Εστι δε την ορθοτητα και πολυμαθειαν αποθαυμασαι του αγιου τουτου Διονυσιου, τον αληθως δια πολλης ηγμενον επιστημης των ανεπιληπτων της Εκκλησιας παραδοσεων, θεασασθαι τε τα παρα τοις των Ελληνων φιλοσοφοις νοθα δογματα προς την αληθειαν μετενηνεγμενα. Ελεησαι γαρ εστι μαλλον και συναλγησαι της απροσεξιας τους ολιγωρους της ευπαιδευσιας εξεταστας, οτι τη σφων αμαθια συμμετρουσι και τας των εξης ανθρωπων φολομαθεις ευθημοσυνας. Εντυγχανοντες οι τοιουτοι συγγραμμασιν ενιων, και τυχον ου παρακολουθουντες τη των λεγομενων διανοια, προς αδιακριτον ευθυς εκφερονται του συγγραφεως διαβολην, καιτοι παντελως ου δυναμενοι τα σκωμματα διευθυνειν τε και διελεγχειν α φασιν αυτοι, δεον επι σφας αυτους τρεπειν την οργην, και μαλλον ασχαλλειν, οτι μη σπουδασαντες εγνωσαν και αυτοι τα περι (≡14Ε_188≡> γνωσιν ανηγμενα· η ταληθες, οτι μη προς τους ικανους περι τα τοιαυτα φιλομαθως γεγονοτες, των απορηματων απελυθησαν. Αλλα τολμωσι τινες λοιδορειν εις αιρεσεις τον θειον Διονυσιον, καθαπαξ και τα των αιρετικων αγνοουντες· η γαρ αν, εξ εκαστου των κατακεκριμενων εν τοις αιρετιζουσι συγκρινοντες, τα παρα τουτων δογματα πολλω· των φλαυρων αφεστηκοτα διεγινωσκον, καθοσον φως αληθες και σκοτος. Τι γαρ ειποιεν εν τοις περι της μονης προσυνητης Τριαδος θεολογουμενοις παρ' αυτω; Τι δ' αν περι του της παμμακαριας ταυτης Τριαδος ενος Ιησου Χριστου, του μονογενους Θεου Λογου τελειως ενανθρωπησαι θελησαντος,· Ουχι ψυχην εννουν και σωμα το καθ' ημας γηϊνον διεξηλθε και τα λοιπα τα οσα, τοις ορθοις εντετακται διδασκαλοις; Τι δε περι νοητων και νοερων και των αισθητων μεμψαιτ' αν τις εικοτως, η περι της καθολικης ημων αναστασεως της μετα σωματος του καθ' ημας και της ημων ψυχης γενησομενης, και περι των τοτε δικαιωτηριων, δικαιων τε και των μη τοιουτων; Εις τα γαρ, συλληβδην ειπειν, η καθ' ημας αφορα σωτηρια, ατινα πλατεως διεξελθειν ου δικαιον, της επι σχολιων εξηγησεως απαντα κατα καιρον επισημαινομενης.
Ναι, φασιν, αλλ’ ουκ εγραψεν αυτου τας συνταξεις Ευσεβιος ο Παμφιλου, και μην ουδ Ωριγενης.
Προς ους λεκτεον, ως παμπολλα παρηκεν Ευσεβιος ουκ ελθοντα περι χειρας οικειας· και γαρ ουτε φησιν απαντα καθαπαξ συναγηοχεναι, μαλλον γε μην ομολογει και αριθμου κρειττονα βιβλια καθεσταναι μηδαμως εις αυτον εληλυθοτα· και πολλων εδυναμην μνημονευσαι μη κτηθεντων αυτω, και ταυτα της αυτου χωρας, ως Υμεναιου και Ναρκισσου των ιερασαμενων εν Ιεροσολυμοις. Εγω γουν ενετυχον τισι των Υμεναιου. Και μην ουτε Πανταινου τους πονους ανεγραψεν, ουτε του Ρωμαιου Κλημεντος, πλην δυο και μονων επιστολων, αλλ’ (≡14Ε_190≡> ουτε πλειστων ετερων. Ο γαρ Ωριγενης, ουκ οιδα ει παντων, μολις δε τετταρων εμνησθη. Διακονος δε τις Ρωμαιος, Πετρος ονομα, διηγησατο μοι, παντα τα του θειου Διονυσιου σωζεσθαι κατα την εν Ρωμη των ιερων βιβλιοθηκην ανατεθειμενα.
Γραφει δε τα πλειστα προς τον τρισμακαριον Τιμοθεον, τον του αγιου αποστολου Παυλου φοιτητην, Εφεσιων επισκοπον, υπο των κατα την Εφεσον της Ιωνικης φιλοσοφιας προεστωτων, ως εικος, πασχοντα πραγματα, και πυνθανομενον, ως ειδημονος της εξωτερικης φιλοσοφιας, ινα και μαλλον αγωνιζοιτο· και ουδεν απεικος· επει και ο θεοφιλης αποστολος Παυλος ταις Ελληνων εχρησατο ρησεσι, ταυτας ακουων τυχον παρα των συνοντων αυτω, της ελληνικης φιλοσοφιας εμπειρων. Συνιστησι δε και τουτο, Διονυσιου ταυτα φιλαληθως τα συγγραμματα καθεσταναι· το γαρ ανεπιτηδευτως μνημονευειν αυτον ρησεων των συνακμασαντων αυτω ανδρων, ων αι τε θειαι των αποστολων μνημονευουσι επιστολαι, το των συγγραμματων ασκευωρητον αποφαινουσι· μαλιστα δε παντων το των δογματων ασφαλεστατον.
Επειδη δε τινες φασι, μη ειναι του αγιου το συγγραμμα, αλλα τινος των μεταγενεστερων, αναγκη αυτους και των απηγορευμενων τινα και ατοπων αυτον τιθεναι, καταψευδομενον τοιαυτα εαυτου, ως συνην τοις αποστολοις, και επεστελλεν οις ουδε συνεγενετο ποτε κατ' αυτους, ουδε επεστειλε.
Το δε και πλασασθαι προφητειαν προς τον αποστολον Ιωαννην εν εξορια οντα ως επανηξει παλιν εις την Ασιατιδα γην και τα συνηθη διδαξει, τουτο τερατολογου ανδρος και προφητου δοξαν εκμανως θηρωμενου.
Το δε και λεγειν αυτον εν αυτω τω καιρω του σωτηριου παθους εν Ηλιουπολει συνοντα Απολλοφανει, θεωρειν και συμφιλοσοφειν περι της ηλιακης εκλειψεως, ως ου κατα φυσιν (≡14Ε_192≡> ουδε κατα το εθος τοτε γεγενημενης, λεγειν δε αυτον και παρειναι συν τοις αποστολοις τη προκομιδη του λειψανου του θειου της αγιας θεοτοκου Μαριας, και χρησεις προφερειν Ιεροθεου του ιδιου διδασκαλου εκ των εις αυτην επιταφιων λογων, πλαττεσθαι δε και επιστολας και λογους ως προς τους μαθητας των αποστολων εκφωνηθεντας, ποσης ατοπιας και καταγνωσεως και τω τυχοντι ανθρωπω, μητι γε δη ανδρι τοσουτον ανηγμενω κατα τε ηθος και γνωσιν, και το υπεραιρειν τα αισθητα παντα, και τοις νοερεις συναπτεσθαι καλλεσι, και δι' αυτων ως εφικτον Θεω!
Εξηγητικων μεν ουν υπομνηματων ως οτι μαλιστα διεξοδικωτατων εδειτο προς ερμηνειαν της αυτου πολυμαθειας· πλην κεφαλαιωδεστερον, ως η βιβλος εχωρησε, δια σχολιων, τα φανεντα μοι, Θεω πεποιθως, παρατεθεικα κατα τους εξης παρακειμενους λογους, ους τεως εις τας εμας ελθειν συμβεβηκε χειρας.
Ιστεον ως τινες των εξω φιλοσοφων, και μαλιστα Προκλος, θεωρημασι πολλακις του μακαριου Διονυσιου κεχρηται, και αυταις δε ξηραις ταις λεξεσι· και εστιν υπονοιαν εκ τουτου λαβειν ως οι εν Αθηναις παλαιοτεροι των φιλοσοφων, σφετερισαμενοι τας αυτου πραγματειας, ως εν τη παρουση απομνημονευει βιβλω, απεκρυψαν, ινα πατερες αυτοι οφθωσι των θειων αυτου λογιων, και κατ' οικονομιαν Θεου νυν ανεφανη η παρουσα πραγματεια προς ελεγχον της αυτων κενοδοξιας και ραδιουργιας. Και οτι συνηθες αυτοις τα ημετερα σφετεριζεσθαι, διδασκει ο θειος Βασιλειος εις το, «Εν αρχη ην ο Λογος», επ' αυτης της λεξεως ουτωσι λεγων· 'Ταυτα οιδα πολλους των εξω του Λογου της αληθειας μεγαλα φρονουντων επι σοφια κοσμικη, και θαυμασαντας και τοις εαυτων συνταγμασιν εγκαταλεξαι τολμησαντας· κλεπτης γαρ ο διαβολος και τα ημετερα εκφερομυθων (≡14Ε_194≡> προς τους εαυτου υποφητας’. Και ουτος μεν ουτω, τα δε Νουμενιου του Πυθαγορικου προφανως λεγοντος, 'Τι γαρ εστι Πλατων, η Μωσης αττικιζων;' ουδεις αρνησασθαι δυναται, ουχ ημετερου, αλλα των εναντιων οντος, ως μαρτυρει και Ευσεβιος ο των Παλαιστινων Καισαρειας καθηγησαμενος, οτι 'Ου νυν μονον, αλλα και προ της Χριστου παρουσιας συνηθες τοις εξω σοφιας τα ημετερα κλεπτειν'. 
 
ΕΙΣ ΤΟ ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
 
ΕΞΗΓΗΣΗΣ ΤΗΣ ΕΠΙΓΡΑΦΗΣ 
(≡14Ε_198≡> Ιεραρχιας: Επειδη η επιγραφη ιεραρχιαν εχει, καλειν ειωθεν ιεραρχας τους επισκοπους. Ιστεον ουν, οτι ιεραρχια μεν εστιν η της διαταξεως αυτης των ιερων αρχη και οιονει φροντις, και ιεραρχης ο των ιερων αρχων και φροντιζων και προνοων, ου μην των ιερεων, αλλα ο τα ιερα και την καταστασιν αυτων τε και της εκκλησιας και των μυστηριων διατασσων, ου μην ο αρχιερευς. Ταυτην δε την εξηγησιν και αυτος ο μεγας Διονυσιος κατω παρατιθεται εν τω Περι της εκκλησιαστικης ιεραρχιας λογω.
Ο πρεσβυτερος: Σημειωσαι, ως το του πρεσβυτερου ονομα και τον επισκοπον δηλοι, επειδη πρεσβυτερος εστι και ο επισκοπος· και τουτο, δηλουται και εν ταις Πραξεσι των αγιων αποστολων, ενθα εν Ασια συντασσεται ταις Εκκλησιαις αυτης ο αγιος αποστολος Παυλος.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Α' 
 
§ 1. Πασα δοσις αγαθη: Σημειωσαι οτι κεχρηται ο μακαριος (≡14Ε_200≡> Διονυσιος τη του αγιου Ιακωβου καθολικη επιστολη· εκειθεν γαρ εστι το ρητον· και οτι εκδοθεισα ην ηδη.
Και γαρ εξ αυτου: Ταυτα περι του Υιου θεολογει.
§ 2. Πατροπαραδοτου: Πατερας ενταυθα δηλοι τους παραδοντας αυτω το δογμα, ου μην τους φυσικους· εξ Ελληνων γαρ ην, ως δηλουσιν αι Πραξεις των αγιων αποστολων, και αυτος μεντοι εν τη προς τον αγιον Πολυκαρπον επιστολη και εν τω θ' κεφαλαιω τω Περι της ουρανιου ιεραρχιας.
Συμβολικως: Ου γαρ φυσιολογικως φησιν, αλλα δια συμβολων τινων και εικονων.
α'. Νοων: Νοας καλουσι και οι παρ' Ελλησι φιλοσσοφοι τας νοερας, ητοι αγγελικας δυναμεις· επειδη το παν νους εστιν εκαστος αυτων, και την ουσιαν απασαν νουν ζωντα εις το ειδος το εαυτων ουσιωμενον εχει· νοες καλουνται προς το ευφωνοτερον της κλισεως γενομενης· επειδη εχρην απο του ο νους, του νου, το πληθυντικον οι νοι ειναι, αλλα δια την ευφωνιαν εξ αλλης ευθειας ενικης γεγονεν οι νοες· εθος γαρ τουτο Αττικοις, οι φασιν, Αριστοφαναι και Σωκραται, αντι του οι Αριστοφανεις και οι Σωκρατεις. Εισι δε και λεγοντες οι νοοι, ως απο του ο νοος, του νοου· καλει δε αυτους και η Γραφη τω ονοματι τουτω, ως εν Ησαια· Νους μεγας ο αρχων Βαβυλωνος, τουτ’ εστιν ο διαβολος· κατα Ιωνας τοινυν νους, νοος, νοες, ως χρους, χροος, οι χροες· Ιωνικη γαρ η κλισις.
Υπεραρχιον: Υπεραρχιος ο Θεος, ως υπερ πασαν αρχην και θεαρχικον φως, ως αρχη των λεγομενων θεων, αγγελων φημι και ανθρωπων δικαιων.
(≡14Ε_202≡> β'. Ενδοτητος: Ενδοτητα φησι την κρυφιοτητα· πασι γαρ τοις εξω αυτης αγνωστος εστι.
γ'. Συγκρασιν: Σημειωσαι την συγκρασιν· και δια τι το θειον εν ον πληθυνεται.
Παραπετασματων: Παραπετασματα φησι τα σωματικως περι Θεου λεγομενα εν ταις Γραφαις, οιον μελων ανθρωπινων, η δυναμεων τινων ονομασιας, Σημειωσαι δε, οτι σαρκι οντας κατοπτευσαι τα αϋλα και ασωματα· και τουτο μαλλον εδηλου τα εν τη σκηνη παραπετασματα, ως ενταυθα αινιττεται.
Συμφυως: Αντι του ομοφυως, συγγενως.
§ 3. Η τελεταρχις: Τελετη λεγεται κατα τους των Ελληνων φιλοσοφους η μεταδοσις των μυστηριων, ατε τελειουσα τον μυουμενον και τελειωτικη τυγχανουσα των προσιοντων τοις τοιουτοις. Τελεταρχις ουν ιεροθεσια η θεια της των ιερων μυστηριων ημων διακοσμησεως θεσις και παραθεσις, αρχη γενομενη εκ Θεου δια των αποστολων των τελειωτικων τουτων αγαθων· τους γαρ μεμυημενους τελειους καλει ο θειος αποστολος Παυλος λεγων· «οσοι ουν τελειοι, τουτο φρονωμεν».
Υπερκοσμιου: Το δε υπερκοσμιου ουκ αισθητως νοητεον, αλλα νοητως και υπερ τον καθ' ημας κοσμον. Σημειωσαι δε, τινα λεγει τα σχηματα και τας μορφωτικας συνθεσεις, ηγουν εικονισματα, απερ εξης παρατιθεται.
Πλασεων: Σημειωσαι, οτι πλασματωδεις φησι τας ενταυθα μυστικας παραδοσεις, ας εν τω Περι της εκκλησιαστικης ιεραρχιας λογω αναπτυσσει· τουτο δε θεοπρεπως εκληπτεον· προς μεν ουν το 'μορφωτικαις' το πλασεων αποδοτεον, προς δε το 'συνθεσει' το απλας και ατυπωτους.
(≡14Ε_204≡> Υλαια: Υλαιαν χειραγωγιαν φησι το δια των υλικων λεγομενων προς την εννοιαν αναγεσθαι των υπερ αισθησιν.
Φαινομενα: Φαινομενα δε καλλη τας των ιερων οικων διακοσμησεις λεγει, και διεξοδικας μαθητειας τας των αγιων Γραφων αναγνωσεις· διακοσμησεων δε ταξεις τους των ιερεων βαθμους. Σημειωσαι δε, οτι τα ορωμενα καλλη εικονες εισι των αορατων διακοσμων, ως δηλοι και ο Αποστολος εν τη προς Εβραιους, τα περι της σκηνης θεωρων, και Μωϋσης ακουων, «παντα κατα τον τυπον τον δειχθεντα σοι εν τω ορει ποιησον».
Τας διεξοδικας: Διεζοδικαι εισι μαθητειαι αι δια των ορωμενων και δια πραγματων πλατυτεραι αποδειξεις των νοητων ενιαιως και αθροως ταις νοησεσιν επιβαλλοντων.
Εξεως: Εκει εξεις εισι τα θεια διαταττουσαι· εξις δε εστι ποιοτης εμμονος. Ενταυθα δε και εκκλησιαστικαι ταξεις τας εξεις, ατε ασωματους, εξοικονιζουσιν· αι γαρ εξεις ασωματων εισι. Σημειωτεον, οτι η παρ ' ημιν τοις ανθρωποις τελουμενη ιερατικη μυσταγωγια μιμησις εστι της ουρανιου ιεραρχιας.
Υπερκοσμιως: Το υπερκοσμιως ουκ αισθητως νοητεον, αλλα νοητως και υπερ τον καθ' ημας κοσμον.
Ιερογραφικαις: Τουτεστιν εν τοις ιερως περι αυτων συντεθεισι λογοις εν ταις Γραφαις.
Ημας αναγοι: Σημειωτεον, πως αναγομεθα εις θεολογιας, και οτι ο Χριστος ημας αναγει.
Ακροτητας: Ουδεν ως ετυχεν ωνομασται παρα του μακαριου τουτου, αλλα πολυμαθως και κυριως μετα της ευσεβειας· επειδη ουν την παρ' ημιν ιεραν διαταξιν δια συμβολων υλαιων και εξοδικων και πλασεων ειπε τελεισθαι προς τον ημιν εφικτον τυπον, ουσαν και μιμημα της παρ' αγγελοις ιερας διακοσμησεως, (≡14Ε_206≡> εικοτως την παρ' εκεινοις ιεροφαντιαν ακροτητα κεκληκεν· ακροτητα γαρ ειωθασι καλειν οι περι ταυτα σχολασαντες εκαστης ουσιας το καθαρωτατον και εξ ου ηρτηται προσεχως, τουτεστιν εχομενως, η ουσια· ως φερε ειπειν, ψυχης ακροτης ο νους αυτης ο καθαρωτατος, και ερωτος ακροτης ο των αναβεβηκοτων και θειοτατων διαπυρος ερως· και της καθ' ημας ουν ιεραρχιας και μυστηριωδους διακοσμησεως ακροτης το καθαρωτατον αυτης, εξ ου ανηπται, και το εγγυς συντεινον αϋλιας· το ουν ακραιφνεστατον εν ημιν συμβολον, η ακροτης των ατυπωτων και απλων και ασωματων μυστηριων, η η ιεραρχια συναπτομενη επιβατευει, οιονει τη παρα ανθρωποις ιεροφαντια· και δια των εικονων αναγει επι τα καθαρα θεαματα της νοητης τελετης ακροτητος λεγομενης εικοτως των ενθαδε σωματικων τε και υλοειδων.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Β' 
 
§ 1. α'. Εκφαντοριαν: Εκφαντοριαν λεγει την εξαγγελσιν· προδηλον δε, οτι την δια συμβολων και τυπων, ατινα και πλασματα ειπεν· απλοτητα δε το της φυσεως αϋλον.
β'. Ηπιστατο γαρ, οτι ανυμνων τους εν τοις ουρανοις ιερους νοας, ως αυτος φησι κατα την Γραφην, αναγκην ειχεν ειπειν περι ζωων θηριομορφων και αετων και των αλλων οις απεικαζουσιν αι θειαι Γραφαι τας αρχαγγελικας δυναμεις· λεγει γαρ· «ινα μη και ημεις, ως οι πολλοι, νομιζωμεν ανιερως μη εχειν εξηγησιν τας των πολυπροσωπων και πολυποδων ταξεις εν ουρανοις»· ταυτας ουν διασαφησαι προηρηται κατα την των ιερων λογιων εκφαντοριαν.
(≡14Ε_208≡> Ατεχνως: Μεγαλως, η παντοιως, η αληθως, η απλως.
γ'. Ποιητικαις: Οτι και ποιητικαις τισι πλασεσιν εχρησατο η Γραφη προς χειραγωγιαν της ανθρωπινης διανοιας, αλλ’ ως ου δυναμενης την των μειζονων παραλαβειν διδασκαλιαν· εοικεναι γαρ τα ουρανια συμβολα τοις παρα ποιηταις φανταζομενοις, ως ο ιερος ανηρ ουτος φησι (ποιητας δε νοησον η τους παρ' Ελλησι θαυμαζομενους, οιον Ομηρον, Ησιοδον, και τους εξης), η ποιητικαις ωσανει πλαστικαις υποτυπωσεσιν. Ειδυια γαρ η του Θεου σοφη συγκαταβασις τον ημετερον νουν ασθενη και προς υφηλοτεραν θεωριαν ανεπιτηδειως εχοντα, αναγωγην αυτω συμφυη πλασαμενη, ουτω τας αρχαγγελικας εις φανερον ηγαγε διακοσμησεις, ουχ οπως εχουσι τη αληθεια διασαφησασα, αλλ' οπως ημεις δυναμεθα καταλαβειν· μηδεν ουν ανοικειον φανταζου των ουρανιων.
§ 2. Συνθεσεις: Συνθεσεις φησι τας ειρημενας πλασεις και σχηματοποιιας.
Εφ' εαυτων: Εφ' εαυτων, τουτεστιν ως εχουσι φυσεως, αγνωστοι ημιν, φησι, και αθεωρητοι υπαρχουσιν.
Αποτομον: Αποτομον, οιμαι, λεγειν αυτον την ξενην, και οιον των συνηθων αποτετμημενην οδον και πλασιν· διο και σκηνην αυτην ονομαζει, σαφηνιζων ουκ αληθεις ειναι τας αναγεγραμμενας των αγιων αγγελων μορφας· ουτε γαρ τη αληθεια τοιουτοι εισιν, οιους αυτους η ιερα παραδιδωσι Γραφη, αλλ’ ινα ημεις εφικωμεθα της μεγαλειοτητος αυτων. Αυτος δε ο θειος Διονυσιος πειραται συμβαλλειν τα ειρημενα περι αυτων και δεικνυειν, οτι δυνατον δι' αναπτυξεως ουτω νοειν τας αγγελικας διακοσμησεις, ως ειρηται.
Αΰλων ποσως: Ποσως αΰλων, τουτεστιν μερικως ου γαρ (≡14Ε_210≡> παντη αΰλων· υπερκειμενας δε ουσιας ουρανον και τα κατ' ουρανον λεγει, οιον αστερας· το γαρ λεπτομερεστατον αυτων και μονοουσιον εγγυς εστι πως αϋλιας.
Θεοειδεσιν: Θεοειδεις απλοτητας φησι τας νοητας ουσιας· αϋλοι γαρ ουσιαι και ασυνθετοι παντως εισιν, ουκ ουσαι κραμα και συγκριμα των στοιχειων· τα γαρ σωματα εκ τουτων, εκεινοι δε ασωματοι.
Ενιζανον: Εγκαθιζον και εναπομενειν ποιουν.
Λεοντειων: Αυται αι μορφαι των θειων και αγιων χερουβιμ και παρα τω θειω Ιεζεκιηλ και παρα τω θεσπεσιω Ιωαννη εν τη Αποκαλυψει ανεγραφησαν.
Εσμων: Εσμος εστι το συμπεπληρωμενον πληθος.
Και το ορνιθειας. Οιον ορνιθοειδους μορφης και εξ ορνιθων.
Ζωων: Ζωα αλλα φησιν, οιον ιππους, ημιονους, και τα τοιαυτα, υλας δε ατιμοτερας, οιον θρονους ως εκ ξυλων, και τροχους, και ρομφαιας εκ σιδηρου, ως την ρομφαιαν την εξεσπασμενην επι τον Βαλααμ, και ην ειδεν ο Δαβιδ, ως εν ταις Βασιλειαις ειρηται, βιβλιω β', και αρματα ως ξυλινα.
Εμπαθες: Εμπαθες λεγει, επειδη το λεοντομορφον θυμικον τι σημαινει, και το μοσχειον ειδος επιθυμητικον, ατινα παθη και μεγαλα υπαρχουσιν. Ομοιοτητας δε φησι τας ομοιωτικας υπονοιας· τοιγαρουν λεγει ο Ιεζεκιηλ, ως ομοιωμα εωρακεναι του θρονου· και ομοιωμα λεοντος, οπερ δηλοι την πλασματωδη των δοκουντων φαντασιαν· διο κανταυθα ειρηται, 'ανομοιοι ομοιοτητες'· ου γαρ παντας ομοιους ορα ο προφητης, αλλα τους μεν τοιωσδε, τους δε τοιωσδε· αλλα και ανομοιοι εισι παντελως, οις δοκουσιν ειναι ομοιοι· ουδεν γαρ λεοντος η μοσχου η των εξης αληθως εχουσι· τι δε δηλοι το ανομοιον, εν τοις εξης ευρησεις.
(≡14Ε_212≡> Αλλ' η: Απολογητικως.
α'. Ως μητε εις τα θειας: Επαγγελλεται δια της ιδιας ερμηνειας δεικνυειν εκατερον, ως μητε δοξαι υβριζεσθαι τα ουρανια, μητε ημας εις χαμαιζηλους ταπεινοτητας εμπαγηναι περι των εν αγγελοις λεγομενων ζωων.
β'. Εικοτως προβεβληνται: Δια τι συμβολα των ατυπωτων οι τυποι και των αμορφωτων αι μορφαι, ενταυθα φησιν.
Ασχηματιστων: Αντι του αμορφωτων.
γ'. Αμεσως: Τουτεστι μη δια μεσων των τυπων, αλλ’ αθροως και κατα πρωτην επιβολην· το δε 'προτεινουσι ' ταυτον εστι τω προτιθεασι, και προβαλλονται.
δ'. Μορφωσεις: Σημειωσαι, οτι τα ασωματα αμορφωτα εισιν· οταν ουν ακουσης περι του υπερουσιου, «ος εν μορφη Θεου υπαρχων», το απαραλλακτον προς τον εαυτου Πατερα νοησον· τουτο γαρ δηλοι και η εικων του Θεου του αορατου και το, «ο εωρακως εμε, εωρακε τον Πατερα», Ουτω και ο αγιος Βασιλειος ερμηνευει εν τω προς τον οικειον αδελφον λογω τω περι διαφορας ουσιας και υποστασεως.
§ 3. Ως διττος εστι της ιερας: Οτι κατα δυο τροπους υμνειται το θειον· η ως ομοιον πασι· παντα γαρ εν αυτω συνισταται· η ως ανομοιον· ουδεν γαρ εστι των ολων.
Δια των ανομοιων: Οτι δι' ομοιων και ανομοιων πλαττονται οι τυποι· και πως πλαττονται, ωδε φησιν.
Ποτε μεν ως λογον: Κατα τι λεγεται λογος και νους ο Θεος· εν τω, «τις εγνω νουν Κυριου;», και εν τω, «και εγενετο λογος Κυριου προς με λεγων», και τα εξης. Λογιοτητα δε φησιν επι του Θεου, ουχ οτι λογικον θελει δηλωσαι τον Θεον, ως μετεχοντα (≡14Ε_214≡> λογου (τουτο γαρ εμφαινει), αλλ’ οτι αυτολογιοτης εστιν, ολος λογος ων· ουσιαν δε λεγουσιν επι Θεου, οταν ειπωσιν· «εγω ειμι ο ων, και ο ων απεσταλκε με· συ δε ο αυτος ει»· απο γαρ του ειναι και του οντος η ουσα, και το παραγωγον ουσια, η υπαρξις.
Και ζωην: Οτι ουτε ζωη, ουτε φως, ουτε νους, ουτε ουσια κυριως λεγεται ο Θεος, αλλ’ αιτιολογικως· εστι γαρ και υπερ ταυτα και ουχ οια ταυτα.
Αορατον αυτην: Οτι τα κατα αποφασιν λεγομενα επι Θεου, οιον αορατος, απειρος, και τα τοιαυτα, ανομοια εισι· δηλουσι γαρ ου τι εστιν, αλλα τι ουκ εστιν ο Θεος· ουτω και ο θεολογος Γρηγοριος.
Ανοητον: Ανοητον φησιν ου το ηλιθιον, αλλα το μη νοουμενον υπο τινος· αοριστος δε ο Θεος, ως ορω μηδενι υποπιπτων, αλλ’ αυτος παντων ορος ων και τα παντα εν εαυτω οριζων, ορω δε ουχ υποπιπτει· διοτι οι μεν οροι εκ των καταφασεων συγκεινται, αι δε καταφασεις επι Θεου αναρμοστοι, ως ψευδομεναι· υπερ γαρ ταυτας ο Θεος, ως ουκ ων ουσια, αλλ' υπερ ουσιαν.
Αι αποφασεις: Ου μονον επι Θεου, αλλα και επι των θειων απαντων, τουτεστιν επι των μετα Θεον νοητων παντων, και τας αποφασεις αληθεις ειναι φησι, και τας καταφασεις αναρμοδιους. Αναρμοδιοι μεν ουν εισιν αι καταφασεις, οταν ειπωμεν η τον Θεον η τας νοερας δυναμεις, ζωην η φως· ουτε γαρ ζωη τοιαυτη τις εστιν, ως δια εισπνοιας και εκπνοιας ζην, ουτε φως το φαινομενον και ποιουν ορασθαι τα προκειμενα, αλλα ανωτερον τι τουτων. Αι δε αποφασεις αι δια αρνησεων ποσως επι των νοητων οικειοτεραι λεγομεν γαρ, οτι αορατοι, (≡14Ε_216≡> και οτι ουχ υποπιπτουσι θεα, νοουμεν· τι δε εστιν αυτο το μη φαινομενον, ουτε πολυπραγμονειν, ουτε παρισταν δοκει ο λογος· καιτοι το ζωη και φως δοκει σημαινειν τι εστι, και ταυτα μηδολως δηλουν τι εστι Θεος.
Τιμωσι τοιγαρουν: Ορα πως καλως απελογησατο, δια τι ζωων μνημην εχειν τα ουρανια, ητοι εικονας· ωσπερ γαρ ο επι παντων Θεος ουδεν εν τοις πασιν εχει ομογενες, και δια τουτο εικοτως ουδεν των παντων αυτου εστι δηλωτικον, αλλα λοιπον αλλη μεθοδω θεολογουμεν, λεγοντες, τι ουκ εστι Θεος, οπερ καλει δια των ανομοιων, ουτω και επι των ουρανιων δυναμεων, αι μετα Θεον εισι, τεχνικως εποιησαν οι θεολογοι, μηδενι των νοητων αυτας ομοιωσαντες, αλλ’ εκ των αισθητων, απερ καλει ατιμα, την τουτων λαβοντες εμφερειαν, τουτο προς τιμην αυτων πεποιηκοτες, ινα πλασματωδης και ουκ αληθης γενηται τουτων η μιμησις ει γαρ ο λεοντομορφος λεγομενος και πολυπους και πολυπτερος εστι και λογικος και αϋλος, πως ου δηλον, οτι υπερκοσμιως υπερβεβηκε τα υλικα και παρ' ημιν νοουμενα;
Εις μεν γαρ τας τιμιωτερας: Ιδου και ετερος λογισμος, δι' ον τοιαυταις ομοιοτησιν η Γραφη περι των ουρανιων εχρησατο· ει γαρ τιμιωτεροις εχρησατο πλασμασιν, οιον χρυσοειδεις η επαστραπτοντας λεγουσα ειναι τας θειας δυναμεις, παντως αν επεισθησαν οι ακουοντες εκ των παρα ανθρωποις τιμιωτερων το πιστον λαμβανοντες· νυν δε τα απεμφαινοντα και αισχρας εικονας παρενεβαλεν, ινα, ακριβως ειδοτες, οτι ουκ εισι τα τοιαυτα, ζητησωμεν την αληθειαν των οντων.
Αβλαβως: Αι γαρ λεγομεναι πυρος φλογες θειαι ουσιαι ου καυστικαι, αλλα ζωτικαι εισιν.
Αισχρας: Πως γαρ ουκ αισχρον το εξ υλικων ειναι τα συμβολα των νοητων;
(≡14Ε_218≡> Θεαματα: Θεαματα λεγονται τα μετα θαυματος ορωμενα.
Και γαρ ο θυμος. Οτι ουχ απλως αλογιας εμπλεως η θυμοειδης κινησις, αλλ’ επι της αλογου φυσεως. Αναγνωστεον τον τελευταιον λογον του βιβλιου, ον ειπεν εις την οπτασιαν των αγιων χερουβιμ· εκει γαρ και ταυτα παντα πλατεως διαγεγυμνασται.
Το μηδε εν των οντων: Σημειωσαι, οτι ουδεν των οντων εστερηται της του καλου μετουσιας· σημειωτεον ουν τι νοειται ο θυμος επι των αλογων, και τι επι των λογικων, και τι επιθυμια εκατερων.
Λογιοτητα: Σημειωτεον, οτι και επι αγγελων λογιοτητα λεγει· αμειλικτον δε, ητοι ανενδοτον και αχαυνωτον.
Επιθυμιαν: Οτι η επιθυμια των νοητων ερως ασχετος εστι περι τον Θεον, οπερ καλει αϋλιαν.
Δια τον αμιγη: Αμιγη φησι τον καθαρον και εις ουδεν ετερον εσχολακοτα· ο γαρ θειω ερωτι περιδεδραγμενος ολος εστιν αυτου, και εις το εφετον μονον ανατεινεται, παρα μηδενος κωλυομενος μεταβατικου και σωματικου λογου. Αλογιαν δε φασκοντες ειναι εν ταις ασωματοις ουσιαις, ουκ ανοησιαν αυταις ενυβριζομεν εν τω δια των λεοντειων μορφων και των μοσχειων και των ορνιθειων, ως επι του αετου, αλογων τυπους και συμβολα λεγειν, πρεπειν τοις ουρανιοις ταγμασιν, αλλα μυστικως το εξηλλαγμενον του κατ' εκεινους λογικου προς το καθ' ημας σημαινομεν· ημεις γαρ το λογικον παριστωμεν δια του της γλωττης οργανικου και των φωνητικων τυπων, τυπτοντες τον αερα τω διαλεκτικω και του λογου μεταβαινοντος εξ ημων εις τας των ακροωμενων ακοας εκ σωματος εις (≡14Ε_220≡> σωμα, καθα φησι και ο θειος Βασιλειος εν τω περι του, Προσεχε σεαυτω, λογω· εκει δε ουχ ουτως, αλλ’ εν ασωματια τυγχανοντες και εις αλληλους χωρουντες και αποχωρουντες, παντος λογου τρανοτερον τας αλληλων νοησεις κατοπτευοντες, αλληλοις ωσπερ διαλεγονται, δια σιγης του λογου μεταδιδοντες αλληλοις.
Αποκλισιν: Αντι του απονευσιν.
α'. Μεταβατικου: Μεταβατικος ο ημετερος λογος ο προφορικος, ως απο του λεγοντος διαβαινων προς τον ακουοντα· σωματικου δε προς αντιδιαστολην του ενδιαθετου· ουτος γαρ ουτε σωματικος, ουτε μεταβατικος.
β'. Υλης: Ατιμοτατην υλην φησι την σωματοειδη απασαν φυσιν, προς ποικιλα ειδη εμψυχα τε και αψυχα και λοιπα υπο Θεου διακοσμηθεισαν· νοεραν δε ευπρεπειαν τα περι Θεου λεγομενα, ων μετριας και αμυδρας εικονας εν τοις ουσιν ευρισκομεν, οιον το απλως ειναι, το ζην, το αισθανεσθαι, και τα ομοια.
γ'. Οτι μεν εκ Θεου και η υλη πασα την υπαρξιν εσχεν, ουδεις σοφος αντερει λογος· φερει δε και αυτην εν εαυτη αποδειξεις του εκ Θεου και παρηχθαι και διακεκομησθαι· πασα γουν εξ υλης διακοσμησις αμυδρα τινα και σκιωδη απηχηματα των νοερων εχει· ωσπερ γαρ επιτηδεια τα νοερα εις υποδοχην, ως εφικτον, των εκ Θεου προνοητικων προοδων, και ζωη οντα, ζωουνται παρα του υπερ πασαν ζωην οντος Θεου, και δυναμεις εχουσιν εις ευεργεσιαν ενεργητικας, και κινησιν τινα υπερκοσμιον· ουτω και τα υλαια παντα ομου τε και κατα μερος, την τε προνοιαν του Θεου οικειως εαυτοις δεχεσθαι, επιτηδειως εχουσιν, και ζωουσθαι, και ζωη γινεσθαι δυνανται, ως το, «εξαγαγετω η γη ψυχην ζωσαν», και αυθις, «εξαγαγετω τα υδατα ερπετα ψυχων ζωσων»· αλλα και δυναμεις ευεργετικας τοις απο γης πνεουσιν, ως δηλουσιν αι τε δια βοτανων και των (≡14Ε_222≡> μεταλλικων ωφελειαι, και κινησιν δε καταλληλον τα υλαια εχει την εις γενεσιν προϊουσαν και φθοραν, και ταξιν δεχεται την παρα του Θεου επιτεθεισαν τε και επιτεθησομενην. Αλλα και φωτιζεσθαι πεφυκε παρουσια νοερων δυναμεων, ως επι του κατα την αναστασιν του Κυριου αστραπτοντος αγγελου και φωτιζοντος το περιεχον. Εχει δε ταυτα η υλη πασχουσα, ου μην ως τα νοερα ενεργουντα· διο κατ' εσχατον απηχημα λεγεται ταυτα εχειν· τι δε εστιν απηχημα εσχατον εν τω Περι θειων ονοματων λογω σαφηνισω εν κεφαλ. δ'.
Και των αυτων: Σημειωσαι, ως πασαν την υλην ου φησι νοεραν· ουκουν και οι αστερες αψυχοι· ου γαρ εχουσι νουν. Ει και τα αυτα ονοματα φησιν, αλλ’ ουχ ομοιως λαμβανονται· προς την φυσικην δε ιδιοτητα του υποκειμενου και οριζονται και νοουνται.
§ 5. Θεαρχικαις: Τουτεστι τοις περι Θεου νοημασι.
Των φαινομενων τιμιων: Σημειωσαι τινα καλει τιμια, ως ηλιον και τους αστερας, και τινα μεσα, πυρ και υδωρ, και τινα εσχατα, ως μυρον, και τινα ατιμα, ως θηρια και σκωληκας· και οτι επι Θεου και τα θηριωδη συμβολα ειρηται και τα εξ υλης, και τα τιμια δε και τα μεσα και τα ατιμα.
Ηλιον: Ηλιον δικαιοσυνης Μαλαχιας ο προφητης ονομαζει, ο δε θειος Πετρος εν τη καθολικη αυτου επιστολη, «εως ου φωσφορος ανατειλη εν ταις καρδιαις υμων», και τα εξης· ουτος γαρ εστιν ο εωος αστηρ. Ο δε Μωϋσης, «εν τη βατω πυρ», φησιν, «ου κατακαιον, ο εστιν αβλαβως φωτιζον. Ο δε Ιερεμιας υδωρ λεγει· «εμε εγκατελιπον πηγην υδατος ζωντος», και αλλοι δε αλλα· και ο Κυριος, «ποταμοι εκ της κοιλιας αυτου (≡14Ε_224≡> ρευσουσιν υδατος ζωντος»· ο δε Σολομων εν τω Ασματι των ασματων μυρον φησι· «μυρον εκκενωθεν ονομα σου». Εν δε τοις δωδεκα προφηταις Ωσηε και Μιχαιας τα ειρημενα ωδε θηρια καταλεγουσιν εν τοις περι Θεου προφητευομενοις, ο δε Δαυιδ σκωληκα αυτον λεγει· «εγω ειμι σκωληξ και ουκ ανθρωπος», εκ προσωπου του Κυριου η σκωληκι αυτον παρεικασεν, ως μη απο σπερματος γεννηθεντα, ως ημεις, αλλα σπερματος χωρις, ως οι σκωληκες, οιτινες ουκ απο σπερματος τικτονται, αλλ’ απο γης η απο σηψεως· το γαρ, «εγω ειμι σκωληξ και ουκ ανθρωπος», ως εκ προσωπου του σαρκωθεντος Θεου λεγεται, ει και μη, κατα την θεοτητα λαμβανομενον, αλλα κατα το φαινομενον ταπεινον της σαρκος. Θεοσοφους υποφητας τους προφητας φησιν. Τινα γαρ αγαλματα ηδη προπαρεθηκεν εν τω Περι θειων ονοματων λογω.
Αγαλματων: Τινα δηλουται εναποκειμενα αγαλματα, τοις λεγομενης εν τω Περι θειων ονοματων λογω εν τη αρχη του θ' κεφαλαιου δεδηλωται.
Απηχηματων: Εσχατα των του Θεου απηχηματων εν δημιουργια φησιν, α προειπεν ατιμοτερα των υλαιων διακοσμησεων. Πως δε ταυτα λεγονται εσχατον απηχημα, εν τω Περι θειων ονοματων λογω, κεφαλαιω δ', λεχθησεται ημιν πλατυτερον.
Ει μη το δυσειδες: Το δυσειδες το θηριομορφον νοησον και κτηνωδες, ο περι των αγγελων φησιν η Γραφη· το δε 'εκφαντικης' σημαινει της φανεροποιου, ηγουν της εκφαινουσης.
Αγγελοειδεις: Καλως τας τυπικας εικονογραφιας, ας και προειπεν, ουκ αγγελικας, αλλ’ αγγελοειδεις ωνομασεν· ου γαρ αυτων των αγγελων, ως εισιν, αι εικονες εγραφησαν, αλλ’ εμφασιν τινα ειδοποιιας ασωματων υπεμφαινουσιν, ως εξηγησατο αυτος εαυτον.
(≡14Ε_226≡> Αφορισασθαι: Το αφορισασθαι ειωθε λεγειν επι των διακεκριμενως οριζομενων και διασαφουμενων.
Οιομεθα: Κατα κοινου το οιομεθα· ινα ειη, οιομεθα ιεραρχιαν ειναι, και τινα οιομεθα ονηνασθαι, τουτεστιν ωφελειν δυνασθαι τους ιεραρχας δια των ιερων τελετων.
Συ δε, ω παι: Πως παιδα καλει τον θειον Τιμοθεον ο μεγας Διονυσιος, ζητητεον· η γαρ, ως οιμαι, ατε προβεβηκως αυτον τοις ετεσι, τουτο φησι, και τη φιλοσοφια προεχων, ως και προερωτασθαι παρ' αυτου, καθα δηλοι τα μετα χειρας συγγραμματα καν γαρ προ του θειου Διονυσιου επιστευσεν ο αγιος Τιμοθεος, ως αι Πραξεις των αγιων αποστολων δηλουσιν, αλλ' ουν την εξω παιδειαν ικανωτερος ην ο μεγας Διονυσιος· η παιδα καλει αυτον, ως μιμουμενος τον Κυριον λεγοντα, «παιδια, μη τι προσφαγιον εχετε;», η επειδη τους κατα Θεον ακακιαν ασκουντας παιδας εκαλουν, ως και Παπιας δηλοι βιβλιω πρωτω των Κυριακων εξηγησεων, και Κλημης ο Αλεξανδρευς εν τω Παιδαγωγω.
Πληθυος: Προς το πληθυος το ενοειδη επηγαγε· τα μεν γαρ αγια ενοποιει, τα δε βεβηλα και της αμαρτιας οντα εις πολλα δια της διαιρεσεως πληθυνει. Τουτο γουν νυν καλει πληθος, το οιονει βεβηλον.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Γ' 
 
Εστι μεν ιεραρχια: Ορος ιεραρχιας.
Ως εφικτον: Ως δυνατον.
Τελεταρχικον: Ηγουν τελειοποιουν.
Αμιγες εστι καθολου: Ομοιοτης και ισοτης και ταυτοτης το εν και ενοποιον, ατε απλουν και αμιγες και ασυνθετον καλειται· (≡14Ε_228≡> ανομοιον δε και ανισον και ετεροτητα και μικτον και εν μεταβολη το προσυλον φασι. Το ουν εν ο Θεος νοοιτ' αν.
Θιασωτας: Θιασος μεν κυριως ο χορος. Θιασωτας δε ενταυθα τους περι τα θεια αναστρεφομενους φησι. Διειδεστατα μεν λαμπρα, διαυγη, ακηλιδωτα δε αρρυπωτα.
Ενεργησαι. Ταυτα νομιζω δηλουν, οτι ου χρη τινα των εν ιερατικω βαθμω καταλεγομενων μειζον τι της οικειας ταξεως ποιειν, αλλα το επιβαλλον τη οικεια αξια μονον ενεργειν και παραδιδοναι διδασκοντα, μη μην επιχειρειν εις τα υπερ την αξιαν· οιον, τους πρεσβυτερους διδασκειν, και το δωρον προσκομιζειν, ου μην και χειροτονειν· διακονους διδασκειν, ου μην και βαπτιζειν· ου γαρ δωσουσι Πνευμα αγιον, ως ουδε ο Φιλιππος εν ταις Πραξεσι των αγιων αποστολων, ο διακονος, αλλα μητε προσφερειν, και ουτως εφεξης, αλλα και τους τελουμενους τα καθηκοντα μονον πρασσειν, ινα φυλαττοιτο καλως το παρα τω θειω Παυλω· «εκαστος εν ω εκληθη βαθμω μενετω».
Τελεταρχιας: Τουτεστι τελειωσεως.
Ταξεσι: Κατα το διαφορον γαρ και υπεραναβεβηκος των ταξεων και το επιστημονικον ειναι δει.
Κεκληρωμενων η τελειωσις: Σημειωσαι τις η των ιεραρχων τελειωσις, και πως Θεου εισι συνεργοι κατα τον θειον Αποστολον.
Την θειαν ενεργειαν: Τουτεστι τα του Θεου εργα και αυτον εργαζομενον, σοφιζοντα, τελειουντα, και τα ομοια, εις τους παιδαγωγουμενους κατα δυναμιν εργαζομενον.
Επειδη ταξις: Σημειωσαι την ταξιν και το της ιεραρχιας αποτελεσμα, και οτι τους προσιοντας δει πρωτον καθαιρεσθαι τη διδασκαλια των διαιρετικων της αμαρτιας συμφυρσεων· ειτα φωτιζεσθαι τη γνωσει των θεοπνευστων Γραφων τα περι (≡14Ε_230≡> θεογνωσιας δογματα, και τοτε τελειουσθαι τω της παλιγγενεσιας λουτρω.
Τους μεν φωτιζεσθαι. Σημειωσαι, οτι το φωτισμα προ του βαπτισματος εστιν.
Η θεια μακαριοτης
καθαιρει, φωτιζει, τελειοι,
διδασκουσα, αναγουσα, θεοποιουσα.
 
Η θεια μακαριοτης
καθαρσις, φωτισμος, τελειωσις.
 
Της θειας μακαριοτητος
οι μεν ιεραρχαι, οι δε ιεραρχουμενοι,
καθαιρουσι,
φωτιζουσι,
τελειουσι. οι μεν
καθαιρονται, οι δε
φωτιζονται, οι δε
τελειοποιουνται.
Νοος: Ιωνικως εχρησατο, ο νους, του νοος, οι νοες· φασι γαρ οι Αττικοι, ο νους, του νου, και πληθυντικως οι νοι, των νων, και νοισι.
§ 3. Καθαρτικους: Ενταυθα περι των ιεραρχων αυτων φησι, τα προ τουτων περι των ιεραρχουμενων ειπων, παραδηλων και τας ταξεις· και οπως οι μεν καθαρτικοι υποβεβηκασιν, ως οι επορκισται οντες· οι δε φωτιστικοι επαναβεβηκασι τη διδασκαλια, οιον οι πρεσβυτεροι και οι διακονοι· οι δε τελεσιουργοι, οι τω βαπτισματι Πνευματος πληρουντες αγιου, ως οι επισκοποι. Λεγει δε ταυτα και κατω εν τω Περι εκκλησιαστικης ιεραρχιας λογω.
Φυσικως και υπερφυως ενοντα: Οτι φυσικως και υπερφυως ενεστι τα προς σωτηριαν φωτιστικα. Καλως δε την ταξιν διεσαφησε της εκκλησιαστικης ιερουργιας, οιον ινα πρωτον οι προσιοντες τω θειω βαπτισματι αποταττωνται καθαιρομενοι, ειτα φωτιζωνται τη διδασκαλια των πρεσβυτερων εις τουτο πεποιημενων, τοιουτους δε ειναι τους καθαρτικους αξιους του (≡14Ε_232≡> μεταδουναι ετεροις αγιοτητος, και ουτω λοιπον τους επισκοπους βαπτιζειν· αυτους γαρ καλει τελεσιουργους. Ταυτην δει την ταξιν φυλαττεσθαι.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Δ' 
 
§ 1. Το προς κοινωνιαν: Σημειωσαι τον λογισμον δι' ον τα παντα παρηγαγεν ο Θεος, ινα κοινωνησωσι της αυτου αγαθοτητος αναλογως εκαστον· τουτο γαρ δηλοι το, «μοναι πολλαι παρα τω Πατρι»· εκαστος γαρ κατα το ιδιον εργον κοινωνησει της αυτου αγαθοτητος· ουτω και Τιτος φησιν εν τοις Κατα Μανιχαιων λογοις.
Οντων: Ενταυθα παντα συλληβδην τα εν δημιουργια δηλοι δια του ονοματος των οντων, και νοητα και ορατα παντα· απαντα γαρ ο Θεος εκ μη οντων εποιησεν, δια τουτο και μονον, ινα της αυτου αγαθοτητος απολαυοιεν. Απολαυουσι δε δια της προνοιας, ως εκαστον επιτηδειως εχει· αρχη γαρ εστι της των οντων ουσιας η του Θεου προνοια.
Παντα μεν ουν τα οντα: Οτι παντα τα οντα της του Θεου προνοιας μετεχει· ουδε γαρ ουτε εν τοις ουσιν εστι το μη μετεχον του Θεου· ωστε ανυποστατον το κακον, επειδη μη μετεχει του Θεου κατα στερησιν εξεως φαινομενον. Αλλ' ουκ αυτο, πρωτοτυπως ον εν ουσια· ουτω πλατεως ειπομεν ανω εν τω προσφορω κεφαλαιω.
Των οντων
Η αζωα εισιν, η ζωντα, η νοερα η λογικα
α καλει μονον οντα, οιον ουρανοι και γη α λεγει αλογως ζην, οιον τα αλογα ζωα· ασωματα, ως τα ουρανια· και ενσωματα, α καλει καθ' ημας.
 (≡14Ε_234≡> Ου γαρ αν ην: Εν τουτοις οντα τα θεια καλει, τουτεστι την αγιαν Τριαδα, ητις, των κτισματων ουσα δημιουργος και αρχη, ηγουν αιτια, εξ αυτων των παρ' αυτης εις ουσιαν ελθοντων μετεχεσθαι λεγεται.
Τα μεν ουν αζωα: Οτι και τα αζωα μετεχει της προνοιας του Θεου κατ' αυτο το ειναι· αζωα δε εισιν, οιον λιθοι και παντα τα μη προϊοντα εις γενεσιν.
Ζωντα της αυτης: Κατα κοινου επι εκαστου των επιφερομενων προσυπακουειν δει, δι' ων προνοιας μετεχει.
Αι γουν αγιαι: Σημειωσαι δε περι της ταξεως του παντος, οτι διαφοροι αι των ανω δυναμεων ουσιαι· λεγει δε μονον οντα απερ εκαλεσεν αζωα.
Νοητως γαρ επι το θεομιμητον: Ορα οτι και αι νοηται δυναμεις εκ προαιρεσεως κατα το πλεον μετεχουσι του αγαθου, ως πολυ εφιεμεναι αυτου· λεγει γαρ, εαυτας αποτυπουσαι, οπερ εστι προαιρετικον· ουκουν ψευδης ο λογος ο λεγων τον διαβολον πεσειν εκ των ουρανων· ετραπη γαρ εις το κακον αφ' εαυτου, Προσεχεις δε αντι του συνημμεναι.
Των οντων
Τα μεν εστιν αλογα, ως λιθοι και λοιπα τα μηδεμιας ζωτικης ενεργειας μετεχοντα· τα δε ζωντα, τα μεν αναισθητα, ως τα φυτα, τα μεν αλογα, τα μεν ασωματα και υπερ ημας, ων, τα δε αισθητικα, ων τα δε λογικα· και τουτων· τα δε ενσωματα και καθ' ημας.
Και πολλαχως εν μετουσια: Αι γαρ αυτων ουσιαι νους εισι ζων. Σημειωσαι δε, οτι τα νοητα παντα πρωτως μετεχει του Θεου. Εκφαντορικαι δε, τουτεστιν εξαγγελτικαι,
Της αγγελικης επωνυμιας: Σημειωσαι τι κυριως αγγελος, και οτι την πρωτην αυτους ταξιν λεγει εχειν· ετι δε και οπως δι' αγγελων μυουμεθα, και πως δι' αυτων ο νομος εδοθη, (≡14Ε_236≡> και οτι και τους προ του νομου και μετα νομον πατερας ημων αγγελοι προς θειον ανηγον.
Κλεινους: Ενδοξους. Το δε πρακτεον, ως επι Ιησου του Ναυη και Γεδεων και αλλων· προς ευθειαν δε οδον απο ανιερου ζωης, ως επι του Κορνηλιου του εκατονταρχου· πρωτος γαρ εξ απιστων εθνων μετετεθη· ταξεις δε ιερας, ως επι του Δανιηλ, «μυριαι μυριαδες», και του Ιεζηκιηλ τα χερουβιμ, και του Ησαιου τα σεραφιμ ωφθησαν. Υποκοσμιους δε ορασεις, ως επι του Παυλου αρπαγεντος εως τριτου ουρανου, και επι της του θειου Ιωαννου Αποκαλυψεως.
§ 3. Αμεσως: Τουτεστιν ανευ της αγγελων διακονιας.
Ως αυτο ο τι ποτε εστι: Ορα πως εξηγειται το ρητον το λεγον, «Θεον ουδεις εωρακε πωποτε», οπερ αληθεστατον ηγουμαι, και ειδως οτι εισι γραφικα ρηματα λεγοντα, ως ο Θεος ωφθη τοις ανθρωποις, ως επι του Αδαμ, ως εν τω παραδεισω, και επι του Αβρααμ, εν τη δρυι τη Μαμβρη, και οτε εις Σοδομα επορευοντο· και τω Μωσει εις το ορος, ει και τα οπισθια λεγεται εωρακεναι· και λεγει οτι αυτο μεν το κρυφιον του Θεου ουδεις εωρακεν, ουδε οψεται, οπερ εστιν ουσια αυτου, η και υψηλοτερον, οτι ουδεις κατανοησαι και φρασαι δυναται η δυνησεται, τι εστιν ο Θεος. Ει δε και εγενοντο τισι θεοφανειαι των αγιων, νοησον οτι αναλογως εκαστος της ιδιας πιστεως ηξιουτο τινος ορασεως εμφαινουσης αυτω το Θειον, δι' ης την ελλαμψιν εδεχετο των εις αυτον ερχομενων θειων γνωσεων.
Ως εν μορφωσει: Οιμαι, την μεταμορφωσιν λεγει, η το εν τω Σιναιω ορει θαυμα ως πυρ.
(≡14Ε_238≡> Θεοφανειαν: Θεοφανειαν ειναι φησιν ου δια το φαινειν τον Θεον και δεικνυειν, ο τι ποτε εστι, τουτο γαρ αμηχανον, αλλ’ οτι θειας ελλαμψεως οι αγιοι αξιουνται δια τινων ορασεων ιερων και αυτοις αναλογων, ας δι' αγγελων γινεσθαι λεγει.
Θεσμοθεσιαν: Σημειωσαι, οτι και ο νομος ετερας θειας νομοθεσιας υποτυπωσις εστι, τουτεστι της κατα Χριστον θειας ενανθρωπησεως· οτι δε δι' αγγελων εδοθη η πρωτη νομοθεσια, δηλοι και ο αγιος Στεφανος λεγων· «οιτινες ελαβετε τον νομον εις διαταγας αγγελων, και ουκ εφυλαξατε».
Αυτην: Την θεσμοθεσιαν δηλονοτι.
Το δια των πρωτων: Σημειωσαι, πως δια των πρωτων, τουτεστι των αναβεβηκοτων, τα δευτερα (αντι του τα υποβεβηκοτα) προς Θεον αναγονται και περι των αγγελικων διαταξεων.
Υπερουσιον: Υπερουσιον ταξιαρχιαν την της ταξεως αυτων αρχην και ποιητικην αιτιαν εφη,
§ 4. Γαβριηλ: Σημειωσαι, οτι τα περι της ενανθρωπησεως πρωτοι μυουνται αγγελοι, ως δηλοι τα κατα τον θειοτατον Γαβριηλ, μαθοντα τα περι του αγιου Ιωαννου· ευαγγελισαμενον δε και τη Παρθενω, οτι εκ Πνευματος αγιου συλληψεται σαρκουμενον τον Θεον Λογον.
Ανδρικης: Ανδρικη θεουργια η Χριστου ενανθρωπησις, καθ' ην Θεος ων εν σαρκι τα θεια ειργαζετο, Σκοπει δε, πως, ειπων ενταυθα τον Ιησουν 'ανδρικην θεουργιαν', και δια μεν του λεγειν 'ανδρικην' δηλων, οτι τελειος ανθρωπος γεγονε, δια δε του 'θεουργιαν', οτι, Θεος και εστι ανθρωπος, ο αυτος τας θεοσημειας εργασαμενος, μετα βραχυ λεγει, οτι αμεταβλητος· εμεινε γαρ και ο ην αει. Κακεινο δε παλιν ορα, πως φησιν εν τη αγια Θεοτοκω Μαρια γενεσθαι της αρρητου θεοπλαστιας το (≡14Ε_240≡> θεαρχικον μυστηριον. Θεοπλαστιαν δε λεγει, δηλων οτι Θεος επλασθη, καθ' ο γεγονεν ανθρωπος, ως το ειρημενον, «ο Λογος σαρξ εγενετο». Θεαρχικον δε, οτι του Θεου του αιτιου και αρχης οντος των λεγομενων θεων, αγγελων τε και δικαιων ανθρωπων, το μυστηριον της ενανθρωπησεως ην, ον Θεον Ιησουν προωνομασε.
Την δε Μαριαμ: Σημειωσαι ταυτα κατα Νεστοριανων· ου παντες δε αγγελοι εθαρρηθησαν το μυστηριον της οικονομιας· επει, οτε ανελαμβανετο ο Κυριος μετα το παθος, τινες ησαν οι λεγοντες, οτι «Τις εστιν ουτος ο Βασιλευς της δοξης;»· η γαρ ερωτησις αγνοιαν εμφαινει. Σημειωσαι κατα Νεστοριανων και Ακεφαλων, οτι τον Ιησουν υπερουσιον αιτιαν, φησιν, ατε ποιητην οντα παντων· και οτι αμεταβολως λεγει αυτον γεγεννησθαι καθ' ημας· ουχ η αυτη δε και μια ταυτα φυσις, ει και ο αυτος τα δυο· και οτι αυτος και νομοθετης και υπο νομον, και οτι και αυτος ως ανθρωπος δι' αγγελων διεταττετο, εν τε τη εις Αιγυπτον αναχωρησει, και εν τη εξ αυτης υποστροφη, και οτι αυτος εστιν ο και των αγγελων δημιουργος. Ωστε εις και αυτος Χριστος εν δυο φυσεσι το μεγα της οικονομιας κατεπραξατο μυστηριον· ειρηται γαρ· «ος, εν μορφη Θεου υπαρχων, ουχ αρπαγμον ηγησατο το ειναι ισα Θεω, αλλ’ εαυτον εκενωσε μορφην δουλου λαβων». Ιδου δυο μορφαι· οπερ γαρ φησιν ενταυθα, ουκ αποπηδα, τουτο εστι το, ουχ αρπαγμον ηγησατο, τουτεστιν ουκ απηξιωσεν ως ανθρωπος υπακουσαι και αγγελοις, ευπειθως δε υποταττεται ταις του Θεου και Πατρος δι' αγγελων υποτυπωσεσιν· αυτος γαρ ουτος εταξε το ανθρωπινον γενος διεπειν.
Αμεταβολως: Ου γαρ ετραπη την θειαν φυσιν.
(≡14Ε_242≡> Ουκ αποπηδα: Τα γαρ υπ' αυτου ταχθεντα, ηγουν προορισθεντα, αυτος επ' εσχατων ανελαβε και εις εαυτον εδειξε.
Και περι του αγγελου: Οτι το του ενισχυσαντος αγγελου τον Κυριον κεφαλαιον, οπερ εν τω κατα Λουκαν φερεται, λεγει και ο μεγας Διονυσιος, και οτι αγραφως μαλλον εν μυστηριω κρυφιως αυτο παρεδοθη αυτω και τω αγιω Τιμοθεω υπο του αποστολου Παυλου· το γαρ αυτου κηρυγμα συνεγραψεν ο Λουκας· δηλουται δε τουτο, οτι ως εν μυστηριω παρελαβεν απο του ειπειν, «ταις ιερατικαις ημων παραδοσεσιν εκπεφασμενα». Ορα δε και την αλλην ερμηνειαν, ητις φησι, το γαρ ειρησθαι παρα τω Ησαια «της μεγαλης βουλης αγγελον», ονομαζεσθαι το γεννηθεν παιδιον τη σαρκι αυτου πρεπειν φησι, και δια τι εκληθη αγγελος, οτι την του Πατρος βουλην ανηγγειλαν ημιν· σωσας γαρ ημας δια του οικειου παθους, εδειξεν, οτι και ο Πατηρ ταυτης ην της βουλης· ουτε γαρ ως υποβεβηκως του Πατρος εκληθη αγγελος· προς Αρειανους τουτο. Το του ενισχυσαντος αγγελου κεφαλαιον μη παρα την ερμηνειαν δεξη της αγιας Γραφης· προς γαρ την σαρκα οφειλει τουτο νοεισθαι· και αλλαχου γαρ φησι το Ευαγγελιον, μετα τους πειρασμους, οτι προσελθοντες αγγελοι διηκονουν αυτω· και οτι εκοπιασεν εκ της οδοιποριας και οτι επεινησε· ταυτα γαρ παντα δεικνυσιν, οτι τελειον ανελαβεν ανθρωπον μετα των αυτου παθηματων. Αλλ' ερει τις, που χρεια ην αγγελου θειοτητος παρουσης; Λεγομεν ουν οτι τα πλειω ο Θεος δι' αγγελων θαυματουργει· και τουτο λεγει πασα η θεια Γραφη.
Εκφαντορικην: Κατα το προς τον Πατερα υπ' αυτου λεχθεν, «εφανερωσα σου το ονομα τοις ανθρωποις».
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Ε' 
 
(≡14Ε_244≡> Τας ουρανιας ουσιας: Τι δηποτε, μιας ουσιας ειναι παντας αγιους τους αγγελους λεγουσης της Εκκλησιας, ο θειος Διονυσιος πολλας ονομαζει δυναμεις; Ο γουν μεγας Διονυσιος, ο Αλεξανδρειας επισκοπος, ο απο ρητορων, εν τοις σχολιοις οις πεποιηκεν εις τον μακαριον Διονυσιον τον αυτου συνωνυμον, ουτω λεγει, οτι αγεννητον ειωθε καλειν η εξω σοφια πασαν αορατον φυσιν, ομοιως και ουσιας τας υποστασεις· κακ τουτου φησιν, οτι κατα τους εξω ειρηνται τω αγιω Διονυσιω αι τοιαυται φωναι καταχρηστικως.
Εκφαντοριαν: Τουτεστι την εκφασιν, ητοι διασαφησιν.
Ονομαζουσι: Την εσχατην των νοητων ταξιν κυριως αγγελους φησι προσαγορευεσθαι, τας δε υπερβεβηκυιας ετερως, ων ενιας και ονομαζει· εν δε τω εξης κεφαλαιω των εννεα ταγματων μυστικως απομνημονευει· νυν δε τελεως λεγει, οτι αι ανωτεραι ταξεις επιστανται μεν οσα αι υποβεβηκυιαι δι' ελλαμψεως μεμυηνται, γινωσκουσι δε και ετερα ταις υποκειμεναις αγνωστα· ει δε και ουτως εστιν, ομως γενικω ονοματι και αγγελοι εσθ' οτε καλουνται παντα τα νοητα ταγματα. Φησι δε και δια τι, ως εν τω εκατοστω δευτερω ψαλμω· «ευλογειτε τον Κυριον, παντες οι αγγελοι αυτου»· και εν τω εκατοστω τριτω· «ο ποιων τους αγγελους αυτου πνευματα», και τα εξης. Ουκ αντιστρεφει δε ο λογος· τα γαρ υποβεβηκοτα ουκ ονομαζεται τω των ανωτερων γνωρισματι, και οτι δια των υπερβεβηκυιων δυναμεων αι υποβεβηκυιαι μυσταγωγουνται.
Αποπερατουσαν: Τουτεστι την εσχατην ταξιν των αγγελικων διαταξεων.
Φαμεν δε: Ερωτησειεν αν τις· Αυται αι των ουρανιων ταξεις, (≡14Ε_246≡> αι υπερβεβηκυιαι, και κατωτεραι, και ετι υφειμεναι ουτως εγενετο, ωστε την μεν ανωτεραν ειναι, την δε κατωτεραν; Και λεγομεν, οτι και τα νοητα παντα αυτεξουσια εδημιουργησεν ο Θεος· ει γαρ ο ανθρωπος αυτεξουσιος εγενετο, εκ χοϊκου φυραματος και ψυχης υπαρχων, ποσω μαλλον αι νοηται δυναμεις, αι μηδεν εχουσι γεωδες η βαρυ, αυτεξουσιοι εγενοντο; Τουτο γαρ και η θεια παριστησι Γραφη, λεγουσα, τον διαβολον εξ αγγελικης εκουσιως εκπεσειν ταξεως· και ουτος δε ο θειος ανηρ προ δυο φυλλων περι αγγελικων δυναμεων· οτι νοητως γαρ επι το θεομιμητον εαυτας αποτυπουσαι και προς την θεαρχικην εμφερειαν υπερκοσμιως αρωσαι και μορφουν εφιεμεναι το νοερον αυτων ειδος, εξ ων παντων δεικνυται, ως αυτοπροαιρετοι και αυτεξουσιοι εισιν αι νοηται δυναμεις. Εικοτως ουν φησιν, οτι εκαστη προς την αναλογιαν της ιδιας του αγαθου εφεσεως ελλαμπεται θειας κατανοησεις· δια τουτο και ταξεις καλουνται, βαθμηδον, ωσπερ της εν αυταις εφεσεως ουσης. Δια τουτο ενταυθα, φησιν, ουκ εχει λογον, την τελευταιαν ταξιν σεραφιμ η θρονους ονομαζειν. Σημειωσαι δε δια τι καλουνται παντα τα ταγματα αγγελοι· οτι οι κυριως αγγελοι αναγουσι τους ιερους ανθρωπους επι τας εγνωσμενας αυτοις θειας αυγας.
Αλλ ' ωσπερ αυτη: Η των αγγελων δηλαδη ταξις.
Τους καθ' ημας: Των εποπτικωτατων μυστηριων τουτων εμφορηθεις ο ιερος Διονυσιος, εκκαλυπτει λεγων, ως η μεν τελευταια ταξις, η καλουμενη αγγελοι, τους εν ανθρωποις ιεραρχας των Εκκλησιων παιδαγωγικως χειραγωγουσιν επι την προς Θεον αναγωγην, την δε κατωτεραν ταξιν αυτην, την ημων παιδαγωγον, και τας βαθμηδον υπερκειμενας αι ανωτεραι ως υποβεβηκυιας μυσταγωγουσι.
Της αποκληρουσης: Τουτεστι της τελευταιας, της των αγγελων φημι. Σημειωσαι δε, οτι δοξαζει κοινας ειναι πασας τας ονομασιας των εννεα ταγματων, εκαστου ταγματος, δια το κοινως (≡14Ε_248≡> ελλαμπεσθαι εκ του θεοειδους εις την εκ Θεου φωτοδοσιαν, ει και μη ομοιως. Εστι, φησι, κοινως ονομασαι πασας τας νοερας και ασωματους ταξεις και καθ' ετερον τροπον, τουτεστι κατα το θεοειδες, οπερ εστι κατα το τω Θεω εοικεναι· καθ' οσον εφικτον εκαστη αυτων· ωστε πασας μεν τας υπερκοσμιους ταξεις θεοειδεις καλεισθαι, και ετεραν δε κοινωνιαν εχειν πασας αυτας την της φωτεινοτατης ελλαμψεως εκ Θεου δωρεαν, καν προς το εκαστη εφικτον η επ' ελαττον η επι πλειον η ελλαμψις διδωται. Εν δε τω Περι θειων ονοματων λογω φησιν, οτι θειοι μονοι λεγονται οι παντος ταγματος ταξιαρχοι.
Ιδιοτητας: Σημειωσαι πως ιδιοτητας λεγει τας εκαστης ταξεως αναλογιας.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ S' 
 
§ 1. Μονην ακριβως: Οτι μονος ο Θεος, ο και θεοποιων αυτους, οιδεν ακριβως αυτους τε και τας αυτων λειτουργιας, και αυτοι δε ισασιν αυτους και τα εαυτων. Ημεις γαρ ουδεν ακριβως των κατ' αυτους επισταμεθα, ει μη οσα εκ της θειας εδιδαχθημεν Γραφης.
Εννεα: Σημειωσαι, οτι εννεα εισι ταγματα θεια των νοητων.
§ 2. Ιεροτελεστης: Ιεροτελεστην μεν οικειον ειωθε καλειν η τον θειοτατον αποστολον Παυλον, η τον αγιον Ιεροθεον, ως εν τω Περι θειων ονοματων ελεχθη λογω· νυν δε ουδενα ετερον ηγουμαι λεγειν αυτον, η τον αγιον Παυλον· ουδενος γαρ ην αλλου η αυτου του αχρι τριτου ουρανου φθασαντος και τα περι τουτων μυηθεντος.
Πρωτη τριαδικη ταξις.
Θρονοι, χερουβιμ, σεραφιμ.
Προσεχως: Περι του Θεω εγγιξοντος πρωτου των ιερων ταγματων.
(≡14Ε_250≡> Αγιωτατους: Την πρωτην τριαδικην ταυτην και θεοειδη ταξιαρχιαν εστι τον νουνεχως και αξιως Θεου κατοπτευοντα καταλαβειν απο τε του Ιεζεκιηλ, ος φησι θρονον πρωτον, εφ' ου ωφθη ο Θεος, ειτα ευθυς εχομενα τα θεια χερουβιμ· παρα δε τω Ησαια τα αγιωτατα σεραφιμ κυκλω ισταμενα του Θεου θεωρουντα. Ταυτα δε δηλοι την υπερ παντας ανωτατω παρα τον Θεον αυτων ληξιν· σαφηνιζεται δε ταυτα σχεδον παραπλησιως και εν τη Αποκαλυψει του αγιου Ιωαννου, του αποστολου, ευαγγελιστου και θεολογου.
Αμεσως: Αμεσως ειρηται, επειδη ουκ εστιν αλλο ταγμα προ αυτης. Σημειωσαι δε, οτι τους θρονους, ητοι τα πολυομματα και τα πολυπτερα χερουβιμ και σεραφιμ λεγει ανωτερας ειναι πασων δυναμεις και της μιας τριαδικης ιεραρχιας.
Ο κλεινος: Τον αγιον Παυλον αινιττεται.
Εξουσιων: Τας εφεξης δυο τριαδικας των νοητων αγιας ταξιαρχιας κατωθεν εις ανω καταλεγει· πρωται γαρ εισιν αι κυριοτητες, ειτα εξης αι δυναμεις, ειτα αι εξουσιαι. Αυτος δε τας εξουσιας πρωτας ταξας, μεσας ελαβε τας κυριοτητας, και της τριτης λειτουργικης τριαδος πρωται αι αρχαι, ειτα λοιπον οι αρχαγγελοι, και το τελευταιον αγγελοι. Νυν ουν ουχ ουτως αυτων εμνημονευσεν εν τω εξης κεφαλαιω, αλλα κατωθεν εις ανω λαβων ωνομασεν. Ο μεν ουν Αποστολος εν τε τη προς Ρωμαιους και εν τη προς Εφεσιους μεμνηται ενιων αγγελικων ταγματων, ου ταυτην δε την ταξιν υφηγειται. Δηλοι δε ο μεγας Διονυσιος, οτι εν μυστηριω ταυτα παρεδωκε τοις αγιοις ο θειος Αποστολος.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Ζ' 
 
§ 1. Παλιν η επιγραφη κατωθεν επι τα υπερτερα ανεισι (≡14Ε_252≡> τα γαρ τριτα σεραφιμ, τα δε δευτερα χερουβιμ, και τα πρωτα θρονοι. Αντιστροφως ουν επεγραψεν.
Επωνυμια: Σημειωσαι, οτι παν ονομα των ιερων σημασιαν περιεχει της του ταγματος ιδικης ενεργειας, ως των αγιων σεραφιμ και χερουβιμ των ονοματων αι ερμηνειαι δηλουσιν, επειδη ουκ εστιν αλλο ταγμα προ αυτης.
Θεοφανειας: Εις γαρ τους πρωτους εργαζονται, ενεργουμεναι αι πρωται θεοφανειαι.
Εκφαντορικω: Αντι του ερμηνευτικω και παραστατικω.
Θεοειδων: Επειδη θεοειδεις εξεις φησιν επι των θειων νοων, ου χρη υπολαμβανειν τον μεγαν Διονυσιον τας αρετας ταυτας τας νοητας ως συμβεβηκος, ατε και εφ' ημων αυτων προσγινεσθαι λεγειν, ως αλλη εν αλλω υποκειμενω, οιονει ποιοτητα προσγινομενην· το γαρ συμβεβηκος και υποκειμενον εκειθεν απεληλαται, οτε και πασα συνθεσις και το της υλης αμορφον εκειθεν εξωρισται. Ει γαρ ην αλλο εν αλλω, οιον συμβεβηκος εν υποκειμενω, ουκ αν εζη καθ' εαυτην η ουσια εκεινη, ουδε θεουσθαι καθ' εαυτην ως εφικτον ηδυνατο, δια μονην ταξιν την ως αλλο εν αλλω φυλαττομενην· αι ουν εν αυτοις ειρημεναι εξεις αυτουσιωμεναι εισιν, ου μην ως συμβεβηκος εν υποκειμενω, δια το αϋλον. Οθεν ο μεγας Διονυσιος κατωθεν εν τω Περι της εκκλησιαστικης ιεραρχιας λογω κεφαλαιω τεταρτω ουσιωδεις φησιν ειναι τας εξεις τας εν αυτοις.
Εξεων: Σημειωσαι, οτι αι θειαι δυναμεις καθ' εξιν εχουσι το θεοειδες. Εξις δε εστι ποιοτης εμμονος.
Εντευθεν ουν δηλουται, οτι αυτεξουσιοι εισιν εξει τας αρετας κτωμεναι. Τουτο πλατυτερον παριστα Αμμων ο Αδριανουπολιτης, (≡14Ε_254≡> εν τοις Περι αναστασεως αυτω κατα Ωριγενους γεγραμμενοις λογοις.
Υψηλοτατων: Δια τι λεγονται θρονοι.
Περιπεζιας: Αντι του, της προς το χθαμαλον βασεως. Σημειωσαι δε, τις ο σκοπος πασης ιεραρχιας.
Υφεσεως: Ανωτατην τινα φυσιν και μετα Θεον ευθυς υπ' αυτου τεταγμενην δηλοι τους θρονους, ουδεν επι τα υλικα προσεχοντας, ως σημαινει το μηθεν αυτους εχειν περιπεζιας υφεσεως, ητοι ενδοσεως, και της προς το κατω νευσεως, αλλα το επι Θεον αναβατικον, ανωφερως προσεχον. Καλως δε επηγαγεν 'υπερκοσμιως', αντι του ασωματως και αΰλως και νοητως, ητοι νοερως· ινα γαρ μη νομισης το αναντες οδον ειναι σωματικην, επηγαγε το αΰλως.
Θεοφορον: Σημειωσαι, οτι και το των αγιων θρονων ταγμα 'θεοφορον' ειπεν, ως φερον επαναπαυομενον νοητως τον Θεον. Ορα ουν, επειδη ο μακαριος Βασιλειος ο Καππαδοκης την θεοφορον ειπε σαρκα, σκοπητεον πως ειρηται. Αλλ' η μεν σαρξ αυτου του Κυριου κατ' ουσιαν και καθ' υποστασιν ηνωται αυτω τω Θεω Λογω, διο και σαρκοφορειν αυτος λεγεται παρα των Πατερων και σαρκα ενδυσασθαι· τι ατοπον ουν ει και η σαρξ αυτου λεγεται θεοφορος, ως φερουσα τον Θεον Λογον καθ' ενωσιν αδιαστατον, αυτου και σαρξ και λεγομενη υπαρχουσα κυριως και κατα αληθειαν; Ουτοι δε κατα χαριν εχοντες εν εαυτοις τον Θεον αρρητω τε λογω και ανεννοητω τη διανοια θεοφοροι (α'.) και αυτοι δια τουτο λεγονται, οτι πρωτως μετεχουσιν αι πρωται δυναμεις του Θεου, και ουτω μεταδιδοασι ταις υποδεεστεραις την γενομενην εις αυτας ελλαμψιν.
§ 2. β'. Ταις πρωταις: Ουτω την καθ' υπερβασιν αναγνωσιν νοητεον· ταις πρωταις ουσιαις οικειαν οιητεον ειναι ιεραρχιαν την ομοειδη αυταις κατα παντα, τα δε λοιπα δια μεσου.
(≡14Ε_256≡> Αορατου: Σημειωσαι, οτι πασης αορατου και ορατης δυναμεως μειζους εισιν αι πρωται τρεις αυται ταξεις.
γ'. Γεγονυιας: Τουτεστι κτιστης.
Φαντασιων: Οτι πασης φαντασιας προσυλου ανεπιδεκτοι εισι και αμιγεις πασης υφεσεως, οτι ου μονον αι θειαι δυναμεις αυται κηλιδων και μολυσμων ηλευθερωνται, αλλα και πασης ελαττωσεως και την επι τα χειρω μειωσιν ουδ' ολως ειδυιαι. Τουτο δε νοησον, ουχ οτι κατα φυσιν ατρεπτοι εισιν, αλλ' οτι, αυτοπροαιρετοι ουσαι δια της εις το αγαθον αγαν εφεσεως, επι το Θειον ρεψασαι εμειναν ουτως, εξιν ωσπερ εχουσαι το αμετακινητον. Μονος γαρ κατα φυσιν ατρεπτος ο Θεος, αυται δε, ει ουτως εδημιουργηθησαν, ουκ αν εξεπιπτεν ο διαβολος. Αλλα και αυται πασαι μιας και ισης ταξεως· το γαρ εκ φυσεως αγαθον υποβασιν ουκ εχει.
δ'. Ταυτοκινητου: Ταυτοκινητον φησιν ο αγιος ουτος ειναι την κινησιν αυτων, ως απαραλλακτον και αμεταβολον, ωσαυτως δε εχουσαν. Κινησεις δε εισιν επ' αυτων αι απαυστοι περι τας νοησεις ενεργειαι· νοες γαρ εισιν ασιγητοι. Και σημειωσαι το κατα το φιλοθεως ατρεπτον, και αναγνωθι το τεταρτον κεφαλαιον του Περι θειων ονοματων λογου, και το ογδοον κεφαλαιον του παροντος λογου.
ε'. Θεωρητικας: Σημειωσαι πως λεγονται θεωρητικαι αι αγιαι ταξεις αυται, και οτι ου δια συμβολων η θεωρηματων της Γραφης την θεογνωσιαν κτωνται, ως ημεις.
στ'. Νοερων θεωρους: Θεωροι λεγονται οι των μυστηριων εποπται· ταυτα δε τοις αγιοις δια των συμβολικως λεγομενων περι Θεου αισθητων εκκαλυπτονται, οπερ επι των ανω δυναμεων ουκ εστιν εννοειν.
Θεωριας: Σημειωσαι την ειρημενην τριφανη θεωριαν αντι του τρισυποστατον μιαν θεοτητα.
(≡14Ε_258≡> Ιησου: Ιησου κοινωνιαν την μετοχην της δοξης και της αρρητου λαμπροτητος του σωματος του Χριστου λεγει· μετα σαρκος γαρ συνεδρευει τω Πατρι.
Εν εικοσι: Το δε ειρημενον εν εικοσιν αποτυπουσι την ομοιωσιν, δεον ειπειν αποτυπουσαις, μηδεις υπολαβοι σολοικον, ως αγνοησαντος του μεγαλου Διονυσιου, αλλ' ακριβως ιστω, οτι και τουτο ως τω οντι Αθηναιος και λιαν Αττικος ουτω φησιν. Αττικων γαρ εστι το μετοχας αρσενικας θηλυκοις συνταττειν, ως και Ομηρος ποιει την Ιριν εκ Διος λεγουσαν προς την Ηραν και την Αθηναν·
Ουκ ετ' εφ' υμετερων οχεων πληγεντε κεραυνω.
Αψ ες Ολυμπον ικεσθον.
Εδει γαρ αντι του πληγεντε, αρσενικου οντος δυϊκου, ειπειν πληγεισα, δυϊκον θηλυκον. Και τουτο φασι και κωμικοι, θηλυκον αντ' ουδετερου, ως αρσενικον κατα θηλυκον, και Πλατων και Ευριπιδης εν Βακχαις·
Διανευων δρομασι βλεφαροις,
Το βλεφαρον γαρ δρομας ουκ αν τις ειποι. Και εν Ορεστη·
Μανιασι λυσσημασι.
Θεουργικην: Σημειωσαι, οτι η προς τον Κυριον Ιησουν ομοιωσις θεουργικη εστι, τουτεστιν εργαζεται θεους τους ομοιουμενους· και πως αμεσως και διχα συμβολων αι ταξεις αυται ομοιουνται Χριστω, παρ' αυτου τουτο λαβουσαι.
Πρωτουργω: Σημειωσαι, οτι και πρωτοκτιστοι εισι δυναμεις (≡14Ε_260≡> αυται, και τας αρετας του Κυριου Ιησου Χριστου ως δυναμεις αυται εχουσι.
Τετελεσμενας δε: Σημειωσαι, πως λεγονται τετελεσμεναι αι θειαι δυναμεις αυται.
Αναλυτικην: Την των ποικιλιων επιστημην φησι την ερμηνευτικην και σαφηνιστικην εξηγησιν της περιπεπλεγμενης ιερας παραδοσεως, ης δεονται και αι υφειμεναι ταξεις, ως εφεξης φησι, πολλω δε πλεον ανθρωποι· διχα γαρ εξηγησεων αναλυουσων την πολυποικιλον σοφιαν των αγιων θεωρηματων ου δυνατον αυτα νοησαι, ουτε ημας, ουτε τα υπερβεβηκοτα τας πρωτας τρεις ταξεις. Οθεν φησιν, ως των μεν υποβεβηκυιων ταξεων εκαστη η πρωτη ιεραρχει μονον και ουκ αλλη δυναμις, της δε των ανωτατω τουτων διακοσμων ιεραρχιας ο Θεος ιεραρχει μονος, και ουκ αλλη δυναμις.
Ιεραρχουμεναι: Τουτεστι μυσταγωγουμεναι.
Τουτο γουν: Αποδειξεις γραφικαι των ειρημενων.
§ 3. Εκδιδασκεσθαι: Σημειωσαι το εκδιδασκεσθαι· δηλοι γαρ μη κατα φυσιν ειναι αυτας τοιαυτας.
Τας δε πασων υψηλοτερας: Επειδη γαρ πασων ανωτεραι εισι και ουδεν εχουσι το υπερτερον, οσον εις ετερας δυναμεις, εικοτως υπ' αυτου του Θεου μονου πρωται ως ανωτεραι μυουνται την θειαν γνωσιν.
Εις ουρανους: Σημειωσαι κατα Βασιλειανων, ητοι Νεστοριανων, οτι ο αναληφθεις καθ' ο ανθρωπος Ιησους Χριστος, αυτος εστιν ο Κυριος των νοητων παντων και βασιλευς της δοξης, ως μυουμενοι μανθανουσι παρα των λεγοντων, «αρατε πυλας, οι αρχοντες, υμων”, και πυνθανομενοι, «τις εστιν ουτος ο Βασιλευς της δοξης;”, και αυθις ακουοντες, «Κυριος των δυναμεων» (≡14Ε_262≡> και τα εξης. Κατα δε Ακεφαλων και Ευτυχιανιστων, οτι, καν Κυριος δυναμεων, αλλ’ ουν σαρξ και σαφης ανθρωπος, ως και προς το ξενον εκπληττεσθαι τας εξης αρχας.
Θεουργιας: Καλως θεουργιαν εκαλεσε την υπερ ημων οικονομιαν· Θεου γαρ ην ως αληθως εργα παντα τα κατα οικονομιαν του Κυριου· ο τοκος ο αγιος και ιασεις, τα επι τω παθει σημεια και η αναστασις.
Εγω γαρ φημι: Τα δε, «εγω γαρ διαλεγομαι δικαιοσυνην και κρισιν σωτηριου», Ησαιου εισι· και ορα πως ταυτα νενοηκεν.
Αγαμαι δε: Το ρητον ουτω συνθετεον· θαυμαζω πως αι πρωται ως μεσαι των θεαρχικων ελλαμψεων ευλαβως εφιενται.
Μεσοπετεις: Μεσοπετεις εφη, ως μη προς το ακρον του υψους ανιπταμενας, αλλα του μεσου εφικνουμενας· το δε διαπορειν σημαινει το λεγειν, «τις ουτος ο παραγενομενος εξ Εδωμ;».
Ερωτωσιν: Ορα μετα ποσου φοβου και ευλαβειας αι πασων ανωταται ταξεις, ως μεσαι, και ουχι πρωτισται, ερωτωσιν αλληλας, πρωτον τα παρα τω Ησαια, «τις ουτος ο παραγενομενος εξ Εδωμ; ερυθημα ιματιων αυτου εκ Βοσορ», και τοτε, ωσπερ επιτρεπομεναι παρα Θεου, προς αυτον λεγουσι· «Δια τι σου ερυθρα τα ιματια;».
Παναγεστατης καθαρσεως: Σημειωσαι πως φησι καθαιρεσθαι και φωτιζεσθαι και τελεσιουργεισθαι τας θειας ταξεις.
Της καθαρσεως: Σημειωσαι τις η καθαρσις επι των νοων, και τις η αγνοια.
Απλετου φωτος: Απλετον το μεγα και πολυ.
Τελεσιουργειται: Σημειωσαι πως καθαιρονται και φωτιζονται και τελεσιουργουνται αι θειαι ταξεις αυται.
(≡14Ε_264≡> Καθ' εξιν: Καθ' εξιν επιστημη εστιν η εμμονος και αναποβλητος της ελλαμφθεισης γνωσεως καταληψις.
Η κυκλω: Επειδη και εστηκυιας και κυκλω Θεου περιχορευουσας αμεσως τας πρωτας ταυτας ταξιαρχιας φησι, σαφηνιστεον, πως και εστασι και κινουνται, καθαπερ εν χορεια κυκλω του Θεου. Και τεως μεν εξ Ησαιου την αφορμην ειληφεν, ος λεγει, «και σεραφιμ ειστηκει κυκλω αυτου· εξ πτερυγας τω ενι», και τα εξης· επαγει δε, «και ταις δυσιν επεταντο»· πως γαρ εστωτα περιεπεταντο κυκλω; Και νοητεον ουτως· πας νους εκ του παντων αιτιου Θεου εκλαμψας, επειδη απο του δημιουργησαντος εξελαμψε, λεγεται περι αυτον ως περι κεντρον κινεισθαι, της κινησεως ου τοπικης τινος ουσης, αλλα νοερας και ζωσης· εστι δε νου κυκλω κινησις τοιαυτη· παν το νοουν η νους ων νοει, η ως μετεχον νου. Ο μεν νους ων, πρωτως νοει, το δε μετεχον νου δευτερως νοει· κατα τουτο μεν ουν, καθ' ο νους ων νοει, κινεισθαι λεγοιτο αν· κυκλικη δε επινοειται η κινησις αυτη καθ' ο ανακαμπτων και περι αυτον γινομενος, ουτος εαυτον νοησει και τον προ αυτου, εξ ου εξελαμψεν, ως ουν εκ Θεου βουληθεντος προβληθεις, περι αυτον, αντι του περι την Θεου εφεσιν και αγαπην, ως περι κεντρον, εσται· ου γαρ ενουνται τα δευτερα τοις προ αυτων, αλλα χορεια τινι το γινομενον εοικε· τα γαρ γεννωμενα ειναι εν τω οικειω εφιεμενα, τον γεννωντα περιαθρει· το ουν τη νοησει προς τα προ αυτου επεστραμμενον, κυκλικης κινησεως εννοιαν εισαγει.
(≡14Ε_266≡> Επειδη ουν πανταχου εστιν ο Θεος, αι πανταχου αυτω συνακολουθουσαι τω θελειν αυτον νοειν αει, επι τουτω αγαλλονται και περιχορευουσιν, ωσπερ τη ευφροσυνη. Λεγεται ουν νους εν εαυτω ειναι και προς εαυτον σπευδειν· ο ουν εν εαυτω εστι, και δηλοι αθανασιαν, στασιν εχει· κατα γαρ το ειναι, ο εστιν αθανατως ειναι, εσταναι νοειται· κατα δε το προς εαυτον σπευδειν, κινειται μη βουλομενος διαχεισθαι πως εις τας εξωθεν αυτου και προσυλους νοησεις. Κατα μεν ουν το ταυτοκινητον ουχ εστηκεν, αλλα κινειται, κατα δε την ουσιαν αει ωσαυτως εχουσαν στασιν, αλλ’ ου κινησιν εχει. Εστι τοινυν και κατα φυσιν εκαστω των νοων ορμη, η προς Θεον εφεσις και η περι αυτον, ως περι κεντρον κυκλικη χορεια, ως η του κυκλου περι το σημειον, ητοι κεντρον, αφ' ου συνεστη· και γαρ και κατα φυσικην αναγκην εκαστον των οντων την περι τον Θεον χορευει χορειαν, τω ειναι εφιεμενον του ειναι. Ουτως ουν περι των παντων βασιλεα παντα εστι, και εκεινου ενεκα παντα και εκεινο απαντων καλων αιτιον. Ο δε ειπεν αμεσως τα πρωτα περι Θεον χορευειν, ως μη εχοντα τι προ αυτου δηλοι, οτι τα δευτερα και τα τριτα, τουτεστι τα αισθητα, δια μεσων των προ αυτων περι τον Θεον, ως ειρηται, αναλογως χορευει.
Τα νοητα: Τα νοητα ειδη μεν εισι και ιδιοτητες υπαρξεων διακεκριμενων, εν δε τη ασωματια, και μη τοπου δεισθαι τα αϋλα, ινα χωρισθωσιν, ως τα σωματα παντα· οπου γαρ σωμα και τοπος ο μελλων χωρειν αμαχως τα σωματα.
Ως φηνη: Ταυτα του Ιεζεκιηλ.
Εκ του τοπου αυτου. Πως χρη νοησαι τοπον επι Θεου, της Γραφης απανταχου λεγουσης, απεριοριστον ειναι το Θειον, και το, «ουρανος θρονος αυτου, η δε γη υποποδιον των ποδων αυτου»· (≡14Ε_268≡> και παλιν· «εστηκε τας ναπας ζυγω και την γην δρακι»· και αυθις· «εαν πορευθω εις τον ουρανον, συ εκει· εαν δε καταβω εις τον αδην, παρει». Ποιον ουν ο Ιεζεκιηλ επενοησε τω Θεω τοπον; Λεγομεν, οτι τα δοκουντα ημιν απορα ο Θεος τοις εξ ολης αυτον επιζητουσι κινησεως φωτιζει· λεγει γαρ η θεια Γραφη· «εαν τας εντολας μου φυλαττη τις, εγω και ο Πατηρ ελευσομεθα και μονην παρ' αυτω ποιησομεθα». Ωστε ουν και αι νοηται δυναμεις, και αι των αγιων ψυχαι, και παντων των φυλασσοντων τας εντολας, τοπος κληθειεν αν εικοτως του Θεου και αναπαυσις· και αλλαχου γαρ φησιν· «επαναπεπαυται το Πνευμα μου επ' αυτους».
Εν τοις περι των θειων υμνων: Σημειωσαι οτι και αλλο συνταγμα αυτω Περι θειων υμνων πεπονηται.
Οι θειοι τοποι: Τις ο του Θεου τοπος.
Τοποι της θεαρχικης: Το ειρημενον, «ποιον οικον οικοδομησετε μοι, λεγει Κυριος, η τις τοπος της καταπαυσεως μου», δηλοι μη λεγεσθαι περι αισθητου τινος, αλλα περι των θειων τουτων νοων· η και ουτως· ηβουληθη ο Θεος σημαναι, οτι απεριγραπτον το Θειον. Και αλλως· οτι εν αυτοις τοις ακουουσιν ουκ ην τω Θεω τοπος καταπαυσεως δια την απιστιαν αυτων, ως φησιν εν Ευαγγελιοις ο Κυριος· «ο δε Υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη».
Μονας εστι: Ου μονον, φησιν, ο τρισαγιος υμνος δηλοι και η εκ του τοπου αυτου τον Θεον δοξολογουσα φωνη, το μεταδεδοσθαι και ταις υφειμεναις ταξεσι γινωσκειν και υμνειν τον Θεον, αλλα και ετερον τι σημαινει προς τουτοις· τουτο δε δηλοι το ρητον το λεγον· και μην και εναδα και μοναδα τρισυποστατον (≡14Ε_270≡> λεγομεν ειναι τον Θεον και προνοειν απαντων, απο των πρωτων και μεχρι των εσχατων της γης περιδεδραγμενον απαντων ασχετως, τουτεστιν ου σωματικη κατεχοντα, αλλα θεϊκη προνοια υπερουσιως. Οτι δε εστιν ενας και μονας, και Ευαγριος ο ανοσιος εν τη δευτερα εκατονταδι κεφαλαιω τριτω φησι τουτο· 'Αυτος εστι μονας, επειδη το Θειον απλουν και αδιαιρετον εστι· τουτου χαριν μονας· και μονας γαρ αριθμητικως ειπειν, απλη και ασυνθετος εστιν· ενας δε δια τουτο, επειδη και προς εαυτην ηνωται η αγια Τριας φυσικως, και ενοι παντας τους αυτη πλησιαζοντας κατα το ειρημενον εν τω Ευαγγελιω, «ινα ωσιν αυτοι εν, ωσπερ και ημεις εν εσμεν».
Ασχετω: Ασχετον συνοχην λεγει την εξηρημενην παντη και ασυναφη προς τα συνεχομενα προνοιαν του Θεου και περικρατησιν.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Η' 
 
Δυνατα: Ισχυροτατα.
Επωνυμιας: Οτι η επωνυμια αυτων σημαινει, τις η ιδιοτης αυτων.
Μεση τριαδικη ταξις
Κυριοτητες, Δυναμεις, Εξουσιαι
Αδουλωτον: Οτι πασα νοητη δυναμις αμειλικτως προς το χειρον εχει.
§ 2. Ως αμειλικτον κυριοτητα: Ενταυθα σφαλματι των ελληνικων φιλοσοφων ευσεβως επισκωπτει, οιτινες ιδικας τρεις δυναμεις τινας αμειλικτους προσηγορευσαν, προελθουσας εις υπαρξιν εκ τινων προ αυτων ετερων τριων δυναμεων· ου μην εκ Θεου φωτα, δημιουργηθεισας ιδικως. Και φασιν ειναι τους αμειλικτους τουτους υποπεζιους των προβαλλομενων αυτους (≡14Ε_272≡> νοητων δυναμεων, αναστελλοντας και ωσπερ αντιβαινοντας και εφεκτικους των προ αυτων και εαυτων, του μη πεσειν εις υλην, και ασθενεστερους κατα τουτο των προβαλλομενων εαυτους, καθ' ο δεονται του κατεχειν εις το απτωτον εαυτους. Ταυτα μεν ουν ως εν επιτομη τα εκεινων· ο δε μεγας Διονυσιος σοφως τα εναντια παντα αυτοις φησιν· εκ Θεου γαρ αυτας δημιουργικως υποστηναι φησιν, ου και την εμφερειαν εχουσιν εις κυριοτητα, ωσπερ και ημεις οι καθ' ομοιωσιν κτισθεντες· αυτους δε το αμειλικτον κατα πασης υφεσεως τω λογω της κυριοτητος εχειν λεγει, κοπτοντας ωσπερ και διατεμνοντας και ουκ εωντας κρατειν την προς τα αισθητα επιθυμιαν, ου μην τους προ αυτων αναστελλοντας· τα δε αισθητα και σωματικα δουλοπρεπειαν φησι και ανελευθεριαν και εικαιαν δοξαν. 'Δουλοποιιας' δε αντι του 'δουλοπρεπειας', επει μη συγχωρουσι τα οντως οντα εννοειν, αλλα καταγουσιν εκ της ακλινους εδραιοτητος επι την των ματαιοτητων υποκατακλισιν. Ανομοιοτητα δε αυθις καλει τα υλικα, ως μηδεποτε μενοντα επι ταυτοτητος, αλλα αει μεταβαλλοντα.
Κυριαρχιας: Κυριαρχιαν την θεοτητα εφη, οτι πασης κυριοτητος αρχη και αιτια καθεστηκεν.
Ουκ απολειπουσιν: Σημειωσαι πως πανταχου φησι τας υπερβεβηκυιας δυναμεις μεταδιδοναι των οικειων ταις μετ' αυτας και τας δυναμεις δυναμουν τας υποκειμενας· ισμεν δε, οτι και τον Δανιηλ γεγραπται αγγελος ενισχυων, και αλλους· και το δη παντων μειζον, και αυτον τον Κυριον ημων Ιησουν Χριστον, ατε και ανθρωπον, ως εν τω κατα Λουκαν Ευαγγελιω κειται.
Ευταξιαν: Προς τω ανωτερω κειμενω και ταυτα συντακτεον· κατα κοινου γαρ το οιμαι δηλουν.
Αφομοιωμενης: Οτι και της εξουσιας οσον αυταις θεμιτον, (≡14Ε_274≡> ως αγγελοις ουσιν, αι νοηται δυναμεις τοις μετ' αυτους μεταδιδοασι.
Καθαιρεται γαρ: Πως και δια τινος καθαιρονται και φωτιζονται και τελεσιουργουνται αι μεσαι ταξεις· και οτι εχει η Γραφη, ως αλλος αλλω αγγελος διαπορθμευει τα θεια συμβολα.
Και δια μεσης: Οτι αι δια μεσων τελειωσεις αμυδροτεραι των πρωτοφανως υπο Θεου ενεργουμενων, αιτινες εισι πρωται.
Την δι' αλλου λεγομενην: Κατα τα εν τω Ζαχαρια και Δανιηλ και Ιεζεκιηλ τοις προφηταις κειμενα.
Αμυδρουμενης: Αμυδρουμενης εφη, ου παρα την οικειαν αυτης ατονιαν, αλλα το υφειμενον των δεχομενων· τουτο γαρ δηλοι το ειπειν 'δευτερωσιν τελειωσεως', τουτεστι το αμυδροτερον τελειουσθαι τα δευτερα.
Οι δεινοι: Σημειωσαι, οτι ιερεις ταυτα παραδεδωκασι τω μεγαλω Διονυσιω· 'αυτοφανεις' δε εκαλεσε τας πρωτας θειας δυναμεις, επειδη αφ' εαυτων τας θειας δεχονται ελλαμψεις· αι γαρ λοιπαι δυναμεις ου δι' εαυτων τα θεια δεχονται δωρα της γνωσεως, αλλα δια των υπερκειμενων.
Ιερατικης: Σημειωσαι, οτι ιερατικη παραδοσις εστι το περι της ταξεως των νοων ειδεναι.
Ελλαμψεων: Αποδειξις του ρηθεντος, οτι τα δευτερα παρα των πρωτων μυουνται, απο Ζαχαριου του προφητου.
Ατιθασσοις: Ανημεροις.
Εκδεδωκυια: Περι των παραδοθεντων τω Βαβυλωνιω.
Τη παντοια: Ορα, οτι ο Θεος παντα μηχαναται προς το επιστρεψαι τους πλανωμενους.
Επιεικως επανηγεν: Το 'επιεικως' αντι του 'φιλανθρωπως' η 'πανυ και μεγαλως' νοησον.
Κοινον γαρ: Οτι κοινω ονοματι πασαι αι δυναμεις αι νοηται αγγελοι λεγονται.
(≡14Ε_276≡> Υφειμενων: Υποβεβηκοτων, δευτερευοντων.
Προπορευομενον. Προπορευομενον ταχα του προφητου· ταχα δε προ του τον μειζοντα αγγελον ελθειν επ' αυτον.
Ειτα προς αυτου την θειαν: Τουτο θελει δειξαι, οτι και εν τοις αγγελικοις ταγμασιν οι πρωτοι τοις δευτεροις διαγγελλουσι την του Θεου βουλην. Κατακαρπως δε αντι του πανυ εκ του Ιεζεκιηλ.
Αποκρινεσθαι: Καλως ειπεν ο Κυριος εν τω προφητη Ιεζεκιηλ, ωστε χωρισθηναι των δικαιων τους αμαρτωλους· τουτο γαρ και εν τοις Ευαγγελιοις φαινεται πεποιηκως, οτε τα προβατα εκ των εριφων διεμερισεν. Ιδου συναδει και εν τουτω η Παλαια Διαθηκη τη Νεα.
Ος τον ποδηρη: Περι του τον ποδηρη ενδεδυκοτος χιτωνα. Σημειωσαι δε, οτι τω μεν αγγελω τω το μεν σημειον επιθειναι κελευσθεντι ποδηρης ην χιτων και ζωνη περι την οσφυν, σχημα πρεπον ιερει· τοις δε αγγελοις αλλοις πελεκυς εν ταις χερσιν, οπερ δηλοι τιμωρητικην τινα δυναμιν, ως εκ τουτου νοειν ημας, οτι προς το μελλον αποτελεισθαι και το των αγγελων ειδος σχηματιζεται, οπερ εννοησαι οφειλομεν περι των σεραφιμ και χερουβιμ και των αλλων δυναμεων, οτι προς την οικειαν ταξιν και το σχημα εχουσιν· οι γαρ τον τρισαγιον υμνον λεγοντες πολυπροσωποι σχηματιζονται, δηλουντος του λογου, οτι ασιγητος εστι και πολυς ο αυτων υμνος· ουτω και περι των εξης νοησον.
Το σημειον εις τα μετωπα: Σημειωσαι, οτι την θειαν προτυπωσιν εξ εκεινου προεμηνυσε, το τους πιστους κατα το μετωπον την ζωοποιον επιτιθεναι σφραγιδα και περισωζεσθαι εκ του ολοθρευτου· αλλα τοτε μεν αγγελοι εν σχηματι ιερεων τουτο ποιειν εκελευσθησαν τοις ανευθυνοις· η γαρ ζωνη και ο ποδηρης χιτων το ιεροπρεπες των ιερεων δηλοι σχημα· νυν δε και (≡14Ε_278≡> ημεις εαυτοις οι πιστοι την του σταυρου σφραγιδα κατα το μετωπον εντυπουντες, διαφευγομεν τον εχθρον· ιδου και αλλη ομοιωσις Παλαιας προς την Νεαν. Σημειωσαι δε, οτι αυται εισιν αι τρεις τριαδικαι ταξεις των νοητων δυναμεων· πρωτη τριας, θρονοι, ειτα χερουβιμ, ειτα σεραφιμ· δευτερα τριας, κυριοτητες, δυναμεις, εξουσιαι· αυται και μεσαι λεγονται· τριτη τριας, αρχαι, αρχαγγελοι, αγγελοι· κοινω δε ονοματι παντες αγγελοι.
Ευταξιας: Περι ευταξιας των δευτερων προς τους ανωτερους.
Τον θειοτατον Γαβριηλ: Σημειωσαι, οτι και ο Γαβριηλ ουκ εστι των ανωτερων δυναμεων, αλλα των υφειμενων.
Ιεραρχιας: Σημειωσαι, οτι μιμημα της ανω μυστικης ιεραρχιας τα εν τη Εκκλησια γινομενα σημερον· και γαρ οι ιερεις σφραγιδα επιτιθεασι του ζωοποιου σταυρου τοις προσιουσι τω μυστηριω, δια το χωρισθηναι αυτους των απιστων, και ινα τον εχθρον διαφυγωσιν· αλλως τε και ταξις φυλαττεται κατα την αγιαν Εκκλησιαν· ο γαρ ποιειν επιτετραπται ο υποδιακονος, ου ποιουσιν οι υποδεεστεροι, και ο ποιει ο πρεσβυτερος, ου ποιει ο διακονος· και απλως ειπειν, εκαστος εχει την πρεπουσαν αυτω λειτουργιαν· κοινω δε ονοματι παντες κληρικοι και λειτουργοι καλουνται, ως και οι αγγελοι· εντευθεν χρη νοειν, πως ειρηται τω θειω Στεφανω· «οιτινες ελαβετε τον νομον εις διαταγας αγγελων, και ουκ εφυλαξετε».
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Θ' 
 
§ 1. Υπερουσιον αυτης ταξιαρχιαν: Αυτης της αρχοποιου αρχης αναφαινει την υπερουσιον ταξιαρχιαν αυτη η των αρχων ταξις.
(≡14Ε_280≡> § 2. Αρχαγγελων: Περι του αρχαγγελικου κοσμου, και τι δηλοι.
Ιεραρχια: Σημειωσαι το καθολικον, οτι πασα ιεραρχια εχει πρωτας και μεσας και τελευταιας δυναμεις, τουτεστιν αι τρεις τριαδικαι ταξεις.
Αγιωταταις: Γρ. και ιερωταταις. Πως και οι θειοι αρχαγγελοι ταις προ αυτων και μετ' αυτους κοινωνουσι.
Κατα το τελευταιον: Οτι εσχατη ταξις αγγελων και περικοσμιος.
Η τελευταια τριαδικη ταξις.
Αρχαι, Αρχαγγελοι, Αγγελοι.
Και μαλλον προς: Οτι η τελευταια ταξις των ουρανιων δυναμεων μαλλον αξια εστιν αγγελοι προσαγορευεσθαι, ως πλησιαζουσα ανθρωποις, δι ' ης και τα θεια μυουνται ανθρωποι.
Την μεν γαρ υπερτατην: Οτι η πρωτη τριας της δευτερας ιεραρχει, και η δευτερα της τριτης· η δε τριτη των εν ανθρωποις ιερεων, και εφορωσι τα παρ' αυτων τελουμενα.
Κρυφιοειδεστερον: Πως αι μεν κρυφιωτεραι, αι δε εμφανεστεραι ιεραρχιαι.
Ταις ανθρωπειαις ιεραρχιαις: Τινες ημων ιεραρχικως εφεστηκασι. Σημειωσαι την αποδειξιν εκ του Δανιηλ, τουτεστιν εσχατην ταξιν επιστατειν της καθ' ημας ιεραρχιας.
Και μην και η: Κατα κοινου το ινα η κατα ταξιν, ως ειναι την συνταξιν, και μην ινα κατα ταξιν η και η παρα Θεου, και τα εξης.
Ει δε τις φαιη: Πως αγγελων αγαθων εφεστωτων τοις εθνεσι, μονος ο Ισραηλ εγινωσκε τον Θεον· εκαστον γαρ εθνος (≡14Ε_282≡> αγγελον εχει αποκεκληρωμενον αυτω, ως Ιουδαιοι τον Μιχαηλ, ον και της εσχατης ταξεως των αγιων αγγελων φησιν.
Οτι μη τας των αγγελων: Ου παρα την των επιστατουντων αγγελων αιτιαν φησι το τοιουτο, αλλα παρα την οικειαν αυτεξουσιον προς τα μη δεοντα ροπην.
Τη φιλαυτια: Σημειωσαι οτι εκαστος εαυτω αιτιος και του αγαθου και του κακου· το δε φιλαυτια και αυθαδεια εκ παραλληλου το αυταρεσκον δηλοι.
Τουτο δε μαρτυρειται: Ουχ οτι ο Θεος τον Ισραηλ μονον εξελεξατο, αλλ’ οτι ο Ισραηλ μονος εβουληθη επεσθαι Θεω· ουτω γαρ και η ερμηνεια της λεξεως σημαινει, 'νους ορων τον Θεον'· ουτω νοειν οφειλομεν τα εν τη ωδη Μωϋσεως ειρημενα, «εγενηθη μερις Κυριου σχοινισμα Ιακωβ», οπερ δηλοι τον Ισραηλ· ουχ ο Θεος γαρ τον Ισραηλ μονον αγαπα, ως και ο Αποστολος πολλαχου εδηλωσεν ειπων, «μη ουκ εστιν ο Θεος και εθνων; Ναι και εθνων, ειπερ εις ο Θεος», αλλ’ ο Ισραηλ πρωτος επορευθη οπισθεν Θεου, επει υστερον αποστας και αυτος απεδιωχθη· το γαρ αυτεξουσιον εχοντες οι ανθρωποι, οτε θελουσι, ποιουσι τον Θεον μεθ' εαυτων.
Πεπονθεναι: Οτι και ο Ισραηλ αυτος απεστη.
Ζωην: Οτι αυτεξουσιος ο ανθρωπος.
Οψεων: Οπερ εναυθα φησιν ο πατηρ, τουτο και επι του ηλιακου φωτος γινομενον εστιν ιδειν, επι μεν των διαφανων υλων την οικειαν διαδοσιν ποιουμενου, επι δε των παχυτερων ουχ ομοιως, αλλ' η παντη αδιαδοτως η αμυδρως. Οπερ ουν ενταυθα το της υλης διαφορον ποιει, τουτο επι της θειας ελλαμψεως η ανισοτης της αυτεξουσιου εργαζεται ροπης.
Ανομοιοτης: Τουτεστι, των του νου οφθαλμων η παρατροπη.
(≡14Ε_284≡> Η παντελως αμεθεκτον ποιει: Ορα πως φησιν ημας αυτους αιτιους ειναι του δεξασθαι την ελλαμψιν την θειαν, η ολιγον η πολυ αυτης δεχεσθαι, η παντελως μηδεν αυτης εισδεξασθαι, οταν προς αυτην αντιτυποι γενωμεθα, οιονει σκληροι, ητοι λιθινοι· φησιν ουν εν Ευαγγελιοις αυτος ο Κυριος· «δυναται ο Θεος εκ των λιθων τουτων εγειραι τεκνα τω Αβρααμ»· οπερ γαρ ημιν σκληρον και αδυνατον, τουτο τω Θεω δυνατον.
Ημεις ανενευσαμεν: Σημειωσαι, μαλιστα εντευθεν επιστομιζεται την ακαιρον τινων και αδιακριτον απαιδευσιαν, οι τολμωσι φασκειν, τα θεια ταυτα συγγραμματα Απολλιναριου ειναι, μη εκ των προσωπων ων μνημονευει καταστοχαζομενοι της αρχαιοτητος του ανδρος, αλλα ψευδεπιγραφον λεγοντες την Διονυσιου προσηγοριαν· μηδε οτι νυν εξ ειδωλολατρων ειπεν αυτον επιστρεψαι, καιτοι Απολλιναριος ουκ εκ τοιουτων ην.
Επι το πασιν ετοιμως: Οτι ο Θεος, φυσει ων αγαθος, ετοιμον εαυτον τοις πασι παρεχει εις το μεταλαμβανειν της αγιοτητος αυτου και φωτισθηναι την ψυχην, λοιπον το εφ' ημιν ζητειται, το, πως ερωμεν μετασχειν της γνωσεως αυτου, ινα δειχθη το αυτεξουσιον· ου γαρ αιτιος των κακων ο Θεος, οπερ εστιν ο εξ αυτου χωρισμος· η δε συνταξις αυτη· επει οτι γε και των ετερων εθνων ουκ εκφυλοι τινες επεστατουν θεοι, μια δε παντων αρχη· και ουτω ταλλα, δια μεσου· και οτι και των αλλων εθνων μια αρχη του Θεου ηρχε, και τοτε δια των ιδιων αγγελων ιεραρχουντων.
Μελχισεδεκ: Σημειωσαι τα περι του Μελχισεδεκ, ως ιεραρχου οντος, και τη δι' αγγελων οδηγια τον οντως οντα Θεον επεγνωκοτος· 'επομενους' δε ειπε δια το αυθαιρετον, και ου κατηναγκασμενον.
(≡14Ε_286≡> § 4. Τω Φαραω: Σημειωσαι, οτι δ' αγγελων φησι τας καθ' υπνους γενεσθαι ορασεις τω Φαραω και τω Ναβουχοδινοσορ, και τας τουτων εκφαντοριας, ηγουν ερμηνειας.
Θεραποντες: Ο μεν Ιωσηφ των Αιγυπτιων, ο δε Δανιηλ των Βαβυλωνιων, αγγελων των επιστατουντων τοις εθνεσι τουτοις, βουλη Θεου αποκαλυπτοντων τα οραματα.
Αποκληρωτικως: Σημειωσαι την ερμηνειαν των ρητων της Μωσεως ωδης· «οτε διεμεριζεν ο Υψιστος εθνη, ους διεμερισεν υιους Αδαμ, εστησεν ορια εθνων κατα αριθμον αγγελων Θεου· και εγενηθη μερις Κυριου λαος αυτου Ιακωβ, σχοινισμα κληρονομιας αυτου Ισραηλ»· ου γαρ δει, φησιν, οιεσθαι μερισασθαι προς ετερους θεους η αγγελους τα εθνη· ου γαρ αποκληρωτικως ελαχε, τω Θεω μεν Ισραηλ, τοις δε αλλοις αγγελοις ιδιως, ως μη διακονειν αυτους εις αλλο τι τω Θεω· οιον φερε ειπειν, τοδε το εθνους αυτου, η ου σχολαζει ετερω τινι προς Θεον, ο του εθνους αγγελος, αλλ ' ουδ' ομοτιμως η αντιθετως ελαβεν ο Θεος τοδε το εθνος, και εκαστος των αγγελων ιδιον εθνος, ως εν τω Ησαια ειρηται, οτι ο διαβολος τα προς βορραν ορη, τουτεστι τα εθνη, ειπεν εν εαυτω εχειν και εναντιουσθαι τω Θεω και ειναι ομοιος τω Υψιστω· παντα γαρ δουλα του Θεου και παντων αυτος αρχει, αλλα τους γινωσκοντας αυτον προτιμα, και δια τουτο και αυτος λεγεται αυτων αρχειν, καν εχοιεν αγγελον εφεστωτα, ως ο Ισραηλ τον Μιχαηλ. Και πως παντων ο Θεος αρχων κατ' εξαιρετον του Ισραηλ λεγεται Θεος, και ο Ισραηλ αυτου; Και λεγομεν, οτι ο Θεος παντων (≡14Ε_288≡> εστι Θεος, των δε πλησιαζοντων αυτω και αυτον μονον προσκυνουντων λεγεται Θεος δικαιως· οι δε λοιποι, ειδωλα σεβοντες, ετερους ποιουσιν εαυτων θεους.
Εγενηθη μερις Κυριου: Καλως ερμηνευει το, «εγενετο.μερις Κυριου Ισραηλ». Εχρην ουν, ειπερ ο Ισραηλ μονος επεγινωσκε Θεον, αυτον μονον υπο του Κυριου επισκοπεισθαι και των αγγελων αυτου· αλλα και εν τουτω δεικνυται το αμετρητον και ανεξιχνιαστον ελεος του Θεου, οτι και τοις δοκουσι μη ειναι της μεριδος αυτου, ιδιον αγγελον προεβαλετο φυλακα του εθνους· «ανατελλει γαρ τον ηλιον αυτου επι δικαιους και αδικους». Και παλιν· «ο μη θελων τον θανατον του αμαρτωλου, ως το επιστρεψαι και ζην αυτον». Αλλ ' ερεις· Και πως οι εχοντες αγγελους παρα του Θεου δεδομενους εις το επιστατειν και ηγεισθαι αυτων, απεστησαν απο Θεου ζωντος και προσεκυνησαν ειδωλοις; Λεγομεν, οτι πασα αναγκη εκ των εις Θεον ορωντων εληλαται και αντεισηχθη το αυτοπροαιρετον· ει τις ουν αιρειται συν Θεω ειναι, φρουρειται υπο του αγγελου και ταττεται· «Κυριος» γαρ, φησι, «γινωσκει οδον δικαιων»· και παλιν· «νεωτερος ημην, και γαρ εγηρασα, και ουκ ειδον δικαιον εγκαταλελειμμενον»· ει τις δε την εναντιαν αιρειται, ουκ αναγκαζεται υπο του αγγελου τοδε τι ποιειν· ουτος γαρ ο βιος και κτηνωδης μαλλον, και ουκ αυτοπροαιρετος. Αμελει και περι του Ισραηλ φησιν, οτι ημαρτε και εμοσχοποιησεν· «επιγνωσιν», γαρ, φησι, «Θεου απωσω, και οπισω της καρδιας σου επορευθης», τουτεστι το ιδιον θελημα προετιμησας.
Τοον Μιχαηλ: Οτι και ο Ισραηλ, ει και μερις Κυριου εγενετο, αλλ’ ουν και αυτοι ιδικον αγγελον ειχον τον Μιχαηλ.
(≡14Ε_290≡> Εθελουσιως: Τουτο φησι δια το αυτεξουσιον και αβιαστον.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Ι' 
 
§ 1. Τελεταρχικης: Τελεταρχικην την αρχηγον και αιτιαν της αυτων τελειωσεως.
Κρυφιωτερα μεν: Σημειωσαι οτι ενταυθα σαφως δηλοι, δια ποιαν αιτιαν αι ταξεις των ουρανιων δυναμεων ουτως εισιν, ωστε την μεν υπερτεραν ειναι, την δε μεσην, την δε τελευταιαν· λεγει γαρ δια την ανωτεραν ταξιν, ητις εστι θρονοι, σεραφιμ και χερουβιμ, οτι υπ' αυτης της θειας γνωσεως ελλαμπομεναι, δια το αμεσως επ' αυτην επανατεινεσθαι και μη εχειν το προλαμβανον, ουτως υπ' αυτης της τελεταρχιας της θειας καθαιρεται και φωτιζεται και τελεσιουργειται· ει γαρ ουτως εδημιουργηθη, ωστε πρωτη ειναι, ουτε καθαρσεως ουτε φωτισμου εδεετο, ουτω πλασθεισα, ωστε και αξια ειναι της πρωτης ταξεως. Αλλως τε, ορα τι λεγει μετα μικρον ο θειος ουτος ανηρ, ως κρυφιωτερα μαλλον εστι, οτι νοητοτερα και μαλλον απλωτικη· εκ τουτων γαρ εστι πλεον λαβειν το αυτοπροαιρετον αυτων· ει γαρ μη πλεον των υποδεεστερων ηπλου εαυτην και διενοειτο, ουκ αν επλησιαζε Θεω· εγγισασα δε Θεω εκουσιως, κρειττον καθαιρεται και φωτιζεται και τελεσιουργειται, τουτεστι ενεργει τα τελεια, αντι του τα περι Θεον· και τουτο οιμαι την Γραφην αινιττεσθαι· «προσελθετε προς αυτον και φωτισθητε, και τα προσωπα υμων μη καταισχυνθη»· ουτω και περι των εφεξης δυναμεων νοησον, οτι εκαστη κατα την οικειαν αναλογιαν ορα τον Θεον· τουτο σαφεστερον λεγει και εν τω τελει του κεφαλαιου τουτου.
§ 2. Εκφαντορικοι:· Οτι παντες οι αγγελοι τα παρα των (≡14Ε_292≡> προ αυτων εις αυτους φερομενα φωτα τοις υποδεεστεροις εκφαινουσι. Κατα κοινου ληπτεον το 'εκφαντορικοι'· εκ Θεου δε κεκινημενων φησι περι της πρωτης των σεραφιμ ταξιαρχιας.
Σεραφιμ: Δια τι περι των σεραφιμ ο θειος υμνος φησι κεκραγεναι ετερον προς τον ετερον; Δια το τους πρωτους αγγελειν τοις δευτεροις τα θεια μυστηρια.
§ 3. Ουκ απεικοτως: Εκ γαρ των απλουστερων μυησεων, οπερ γαλακτος ποτισμον εκαλεσεν ο Αποστολος, προς τα μεσα, και εκ τουτων προς τα μειζοντα, ηγουν την των τελειων τροφην ανιων, την τελευταιαν αναφαινει ταξιν και δυναμιν. Εστι δε και ετερως τα κατα τον τοπον νοησαι, και πρωτην μεν ειπειν την προς το υπερκειμενον ανατασιν, μεσην δε την περι αυτον αναστροφην και συνελιξιν, τελευταιαν δε την το υποδεεστερον αναγουσαν, ο και μαλλον επι των αγγελων νοητεον.
Και πρωτας και μεσας: Σημειωσαι, οτι εκαστου ημων ο νους πρωτας και μεσας και τελευταιας ταξεις εχει εις το νοειν περι Θεου τας τρεις ταξεις ταυτας· νοητεον ουτως, οτι πας νους εχει ουσιαν, καθ' ην πρωτον εστιν· ειτα και δυναμιν, καθ' ην τα οικεια πραττων ευσεβει. Ταυτα και εν τω εξης κεφαλαιω σαφηνιζει.
Οθεν εντευθεν σαφως και αναντιρρητως εστι λαβειν, οτι αληθη προ μικρου παρεγραψαμεν· ιδου γαρ πως φησιν. Εκαστος ουρανιος και ανθρωπινος νους πρωτας και μεσας και τελευταιας εχει αναγωγας, καθ' ας εκαστος εν μετουσια γινεται των θειων και ιεραρχικων ελλαμψεων. Πρωτον μεν, οτι ισην ταξιν ειπε των ανθρωπων και των ανω δυναμεων, και ουδενα των ανθρωπων ισμεν, ουτε προφητην ουτε δικαιον, μηδεν θεντα της ιδιας προφασεως εις το πλησιασαι Θεω, Ορα γαρ τι (≡14Ε_294≡> φησιν ο εως τριτου ουρανου φθασας, οτι «υπωπιαζω μου το σωμα και δουλαγωγω, μηπως, αλλοις κηρυξας, αυτος αδοκιμος γενωμαι»· επειτα σαφως ωδε φησι το αυτεξουσιον και των αγγελων και την της ιδιας αυτων ορμης εφεσιν· ινα δε μηδεις των λιαν εριστικων φιλονεικηση, ως εν επιλογω φησιν, οτι ουδεν απροσδεες και αυτοτελες, τουτεστιν αφ' εαυτου τελειον, ει μη μονος ο Θεος· ωστε αγγελοι και ανθρωποι προκοπης και τελειωσεως δεονται.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ ΙΑ' 
 
§ 1. Ου γαρ εστιν ειπειν ως επι των αγγελων: Αι γαρ δυναμεις της δευτερας εισι και μεσης τριαδος μετα τας κυριοτητας ταττομεναι· ωστε ουχ ως τελευταιων αυτων ουσων πασαι αι ταξεις εκληθησαν δυναμεις, ως επι των αγγελων.
Των εσχατων: Οτι τα των εσχατων εχουσι τα υπερκειμενα, τα δε των υπερκειμενων ουκ εχει τα εσχατα· ουτω και ανωτερω ειρηται, επειδη τα μεν πρωτα ολικως εχει την ελλαμψιν, τα δε τελευταια μερικως, ως εφεξης φησιν. Ουτω και εν τη Εκκλησια εστιν ευρειν· ο γαρ ιερευς δυναται ποιειν ολα τα των υποδεεστερων, οιον διακονων και των εφεξης, ο δε διακονος τα των ιερεων ουκ επιτετραπται ποιειν· οτι γαρ η καθ' ημας ιεραρχια μιμειται την ουρανιαν ταξιν, ειπομεν ανω. Καλως δε προσεθηκε το ολικως, μερικως γαρ μετεχουσι· την συνταξιν δε απο του, ου γαρ εστιν ειπειν, εως δει συναψαι, και αρχην ποιησασθαι της αποριας.
§ 2. Φαμεν δε: Πως παντες λεγονται δυναμεις; Τελευταια (≡14Ε_296≡> γαρ ταξις η των αρχων και αρχαγγελων και αγγελων εστι· και ομως και αυτοι δυναμεις εστιν οτε ονομαζονται.
Εις ουσιαν και δυναμιν: Ως εν υποδειγματι ρητεον ουσιαν μεν ειπειν την πυρος φυσιν, δυναμιν δε ταυτης το φωτιστικον, ενεργειαν δε το της δυναμεως αποτελεσμα, ηγουν το φωτιζειν και καιειν.
Η ουρανιας δυναμεις αποκαλωμεν: Ομωνυμον εστιν ονομα αι δυναμεις· λεγεται γαρ ουτω και το ιδικον ταγμα, τουτεστι το δευτερον της μεσης τριαδικης διακοσμησεως, και κοινως παντα τα ταγματα, ως δυναμιν εχοντα τινα,
Ταις υφειμεναις: Κατα κοινου το 'ημας' οιητεον. Σημειωσαι, πως ανωτερω μεν φησιν, οτι εις τρια διαιρουνται αι αγγελικαι ταξεις, εις ουσιαν και δυναμιν και ενεργειαν, ενταυθα δε λεγει τον λογον, δι' ον δυναμεις πασαι καλουνται.
Περισσως εχουσι και τας: Δοκει πως ενταυθα λεγειν, οτι· κατ' αξιαν αι αγγελικαι διακοσμησεις δημιουργικως εταχθησαν, ου σαφως δε τουτο παριστησιν: ανω γαρ εν τω προ τουτου κεφαλαιω φανερως την αυτων εφεσιν και νοησιν λεγει, αιτιας αυτας ειναι της υπερτερας αυτων ταξεως, αμελει οτι και καθαιρεσθαι και φωτιζεσθαι και τελειουσθαι ειπεν αυτας. Εστιν ουν επιχειρησαντα ειπειν ευσεβως, οτι ο Θεος, προειδως αυτων την της εφεσεως κινησιν, και τας αυτων ταξεις αξιας αυτων παρηγαγεν, εξ ων ουκ αν ειποι τις αυτας δυνασθαι εκπεσειν, δια το εξιν τινα κτησασθαι προς το αγαθον δια της αγαν θελησεως· τους δε αγγελους, τουτεστι τους τελευταιους διακοσμους ενδεχεσθαι ισως και επι το χειρον τραπηναι· ειπεν αυτους γαρ περικοσμιους, εξ ων οιμαι και τον διαβολον ποτε ειναι προ του μη εκπεσειν· και ει τις τουτων τελειοτερον οιδεν, αιτω μαθειν. Σημειωσαι δε, πως κατα ταξιν αι αγγελικαι διακοσμησεις δημιουργικως παρηχθησαν.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ ΙΒ' 
 
(≡14Ε_298≡> § 1. Ζητειται: Πως οι καθ' ημας ιερεις αγγελοι λεγονται.
§ 2. α'. Φαμεν γαρ οτι ολικης: Σημειωσαι, οτι ει και της των ανωτερω δυναμεων αποδεουσιν ολοτητος οι εσχατοι, αλλ' ουν μερικης μετεχουσι σοφιας τε και γνωσεως και αυτοι.
β'. Αι δε των υπ' αυτους: Τις η ολικη σοφια και μεθεξις, και τις η μερικη· το δε 'κατα δυναμιν οικειαν' την προαιρετικην δυναμιν νοητεον ενταυθα.
γ'. Ωρισται: Σημειωσαι, οτι ωρισται ου δηλοι ειμαρμενην τινα και απαραβατον αναγκην, ως ειωθασι πολλοι λεγειν, αλλα το 'ωρισται' αντι του διατετακται κατα ωρισμενην τινα αναλογιαν δυναμεως, του νου τυχον, υπερ ην νοησαι ου χρη.
§ 3. δ'. Ευρησεις: Πως και θεοι λεγονται, οι τε αγγελοι κοινω ονοματι και οι φιλοθεοι ανθρωποι, κατα το, «εγω ειπα· θεοι εστε».
Εξηρημενης: Πως και ποια και κατα τι των θειων ονοματων ηξιωται.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ ΙΓ' 
 
§ 1. Ο σεραφιμ: Σημειωσαι ο σεραφιμ αρσενικη κλισει.
Και γαρ απορησειε τις: Επειδη εναντιοφανες ειναι δοκει τοις λεχθεισιν· εφη γαρ προ τουτων, οτι τα κατωτερα υπο των υπερκειμενων αυτα, ου μην εκ των ανωτατω μυουνται, οιον η τριτη ταξις εκ της μεσης, και η μεση εκ της ολων ανωτερας. Εζητηθη δε ταυτα και διαφορως επελυθη.
§ 2. α'. Ειρημενων αμαρτιων: Οτι ουκ εστι μυηθηναι τα (≡14Ε_300≡> θεια, ει μη γενηται προτερον αμαρτιων αφεσις. Ο γαρ σεραφιμ 'εμπρηστης', ητοι 'θερμαινων' ερμηνευεται.
§ 3. β'. Ετερος δε συ σφοδρα: Σημειωσαι, οτι το 'συ σφοδρα', ου παντως προς συγκρισιν του μετριου ειρηται· οιον ουχ ουτως ειρηται το 'ου σφοδρα' ατοπον, ωστε νομισαι ημας, οτι ατοπον μεν εστι παντως, μετριως δε ατοπον· αλλα και αντι του θετικου κειται, τουτεστιν, ου δοκει μοι ατοπον ειναι ευλαβως αποφαινομενος εθει φιλοσοφω, αλλα και αντι του ουδαμως κειται, ωσει ελεγεν, ουδαμως ατοπον.
γ'. Διαπλασας: Σημειωσαι, οτι τας θειας των προφητων ορασεις, τους εφεστωτας αυτοις αγγελους φησι διαπλαττοντας εις φαντασιαν αγειν των δοκουντων ορασθαι· αινιγματα γαρ και συμβολα, ου μην γυμνα πραγματα και ουσιας εωρων.
Επι Θεον: Ορας οτι οι μυουντες αγγελοι τας αποκαλυψεις τους προφητας ουτως εποιουν· αναγοντες αυτους πρωτοτυπως επι Θεον τον παντων κυριως αιτιον· δευτερως δε επι τους μετα Θεον πρωτους νοας θεσει και θεοειδως αρχοντας της επι Θεον ιεραρχιας. Ταυτα εφεξης διδασκει.
Και δια παντων: Σημειωσαι, οτι επι παντας η του Θεου προνοια διηκει κρυφιως, και οτι κατωτερος αγγελος ομωνυμως σεραφιμ ονομαζεται.
Αναλογως: Ηγουν κατα το μετρον της των δεχομενων δυναμεως και τας ελλαμψεις εκτεινει,
Κατα την εκαστης: Πως αι θειαι ελλαμψεις εις ενιους μεν φανοτεραι, εις ενιους δε αμυδροτεραι διαδιδονται, εκ παραδειγματος σαφηνιζει.
Ηλιακης: Το υποδειγμα τουτο και ανωτερω παρετεθη· πρωτην δε υλην φησι την υελον και τας ομοιας· ωσπερ και παχυτεραν, οιον οικους και σπηλαια και τα παραπλησια. Αλλως· (≡14Ε_302≡> πρωτην υλην την λεπτην και αερωδη και καθαραν.
Παλιν η πυρος θερμοτης: Καλως απεικαζει τω Θεω το πυρ· λεγει γαρ η Γραφη, «ο δε Θεος πυρ καταναλισκον εστι», και οτι το μεν αυτου θερμαινει, το δε κατακαιει· ουτω και ο Θεος τους προσιοντας αυτω φωτιζει, τους δε απιστουντας κατακαιει, τους μη εν πιστει προσιοντας και προσεγγιζοντας αυτω.
Προς δε τας αντιτυπεις: Οιον αδαμαντα και υδωρ.
Φυσικης: Φυσικα λεγει τα αισθητα και ορατα. Ιστεον δε, οτι εν τοις νοητοις, αι αρεται ουκ εισι κατα συμβεβηκος, ως παρ' ημιν, αλλ' ο Θεος μεν εστι ζωσα αρετη και αυτοτελης και απροσδεης, οτι υπερουσιως ουσιωται και μεταδοτικως εκφοιτα εις τα απ' αυτης ως αιτιας ουσης, υπαρξαντα νοητα· πηγη μεν ουν της αρετης ζωσης και θεουσης κατα το εφικτον τους μετεχοντας ο Θεος· αλλ’ ομως εις προοδον προνοητικως εκφοιτα εις τα ουσιωθεντα υπ' αυτου νοητα, και ακροτης και τελειοτης κατα τουτο ειναι των νοων ουκ αποβαλλει. Ου κατα συμβεβηκος ουν οι νοες, ως ημεις, εχουσι την αρετην, την φρονησιν εξ ασκησεως, οιον η μαθησεως, η την δικαιοσυνην, η την σωφροσυνην δι' εγκρατειας, η την ανδριαν εξ ευθεσιας σωματος και νευρων· ου γαρ ως αλλο εν αλλω, εν τουτοις η αρετη, αλλα το τα οικεια ενεργειν και απαυστως ανατετασθαι προς Θεον και εις εαυτους, τουτο εν αυτοις θεομιμητον, αρετη· ταξις δε ομως την ως αλλου εν αλλω διαφυλαττει, ως το, «ζη εν εμοι η ψυχη σου», αντι του, η της διδασκαλιας μεταδοσις· το δε συμβεβηκος (≡14Ε_304≡> εν υποκειμενω οπερ ουκ εστιν εκει· ασυνθετα γαρ και αϋλα εκεινα, και τα ειδη αυτων ζωαι, ουχ ως εν υλη. Και ταυτα μεν ο παραγραψας ενοησεν. Εχε δε κατα νουν τας εμας σημειωσεις, τας προ τριων φυλλων· και ενταυθα γαρ το εφιεμεναι τη εμη νοησει συνεργει· και οι Πατερες δε ουτως ενοησαν, και αυτος δε δοκει το αυτοπροαιρετον των αγγελων, ως μετ' ολιγον ευρησεις.
Ταξιαρχια: Τουτεστιν ο Θεος.
Εστιν ουν απασι: Σημειωσαι οτι φωτος ουσια ο Θεος, και το φυσει αρετη, και θεσει αρετη.
Ηγουνται: Σημειωσαι, οτι μετα Θεον αρχη πασης αρετης οι ανωτατοι νοες, δι' ων πρωτων εχομεν την του Θεου ελλαμψιν.
Εμπυριον ιδιοτητα: Σημειωσαι, οτι κατα ιδιοτητα εμπυριοι οι ανωτατοι νοες.
Θρονιαν: Καλως ερμηνευει τι εισι θρονοι των ουρανιων, το ανεωγμενην την περι Θεου νοησιν εχειν· θρονιαν δε φησιν ιδιοτητα την αποκληρωτικως αποφανθεισαν των αγιων θρονων αρχην.
Υφειμενων: Περι των υποβεβηκυιων ταξεων, οπως δια των πρωτων μετεχουσι των θειων.
Τας ειρημενας: Ηλθεν εις εξηγησην του προκειμενου.
Ελεγεν ουν: Περι του ειποντος φησιν, οτι ουχ ο σεραφιμ ετυγχανεν, ο οφθεις τω Ησαια, αλλα τις των κατωτερων αγγελων· ταυτη γαρ τη δοξη επαγωνιζεται, ην προ ολιγου αναφαινει τη αρχη του κεφαλαιου, ενθα φησιν, 'ετερος δε ου σφοδρα ατοπον', και τα εξης.
Ως εν συμβολοις: Επειδη εξαπτερυγα ορα τα σεραφιμ.
Και περι Θεον ιδρυμενας: Εχει γαρ το λογιον οτι «ειστηκει κυκλω αυτου».
(≡14Ε_306≡> Εμανθανεν ουν: Ορα τι εμανθανεν ο Ησαιας, ον καλει θεολογον, οτι αγνωστον το Θειον και ταις ανωτατω δυναμεσι, και οτι ουδεν των οντων εμφερες αυτω. Οντα δε ειπομεν εν τω προ τουτου βιβλιω τα νοητα και αισθητα· ταυτα δε μυειται ο προφητης μετα το καθαρθηναι των ιδιων αμαρτιων, περι ου μικρον υστερον ερουμεν.
Σεραφιμ εμυειτο: Τι εμυειτο δια τα σεραφιμ.
Επωνυμιας: Ερμηνεια σεραφιμ.
Πτερων: Τι δηλοι τα πτερα.
Την επι το Θειον εν πρωταις: Ειπεν ανω γαρ εν τω τελει του δεκατου κεφαλαιου, οτι πας ουρανιος και ανθρωπειος νους και πρωτας και μεσας και τελευταιας εχει ταξεις. Εικοτως ουν εξ πτερυγας ειπεν εχειν την δυναμιν, ινα ταις μεν δυσι καλυπτη τα προσωπα, ταις δε μεσαις τους ποδας, ταις δε λοιπαις το Θειον περιπετηται, οπερ ειπεν αυτος την υπερτατην ανατασιν. Σημειωσαι δε τι το πολυπουν και το πολυπροσωπον των σεραφιμ, και δια τι σκεπονται ενια.
Εξαπλης: Σημειωσαι, πως αναγει τας εξ πτερυγας των αγιων σεραφιμ.
Ορωμενων: Τουτεστι των υπο του προφητου θεωρουμενων.
Των υψηλοτερων: Δια του καλυπτειν τα προσωπα· των δε βαθυτερων, δια του καλυπτειν τους ποδας· δια δε των μεσων την συμμετριαν.
Και πολυτιμητον υμνωδιαν Το, «Αγιος, αγιος, αγιος»· σημαινει δε οτι και αγγελος, κατ' αναλογιαν της ιδιας δυναμεως, δεχεται την θειαν ελλαμψιν, και αυτος μεταδιδωσι τοις προφηταις, οσον χωρουσιν, ουχ οσα γινωσκει αυτος.
Οτι καθαρσις εστι: Τι εστι καθαρσις, και πως εις τα νοητα γινεται παρα του Θεου.
Αυτη δε: Η καθαρσις δηλαδη η η μετουσια.
(≡14Ε_308≡> Εξηρημεναις: Ου γαρ οια εστι των ανθρωπων η καθαρσις, τοιαυτη εστι και επι των ασωματων.
Ταις περι αυτην: Περι αυτην την θεαρχιαν δηλονοτι, τουτεστι περι τον Θεον.
Εκφαινει: Η καθαρσις δηλονοτι.
Επι δε των δευτερων: Σκοπειν δει, οτι διαφερειν φησιν ου μετριως εν τω θεοειδει πασαν ασωματον δυναμιν· πολυ μεν γαρ εχειν το θεοειδες τους ανωτατω νοας, υφειμενον δε λοιπον, καθοσον και η ταξις απαιτει τους λοιπους νοας, μεχρι των εσχατων· πλεον δε και των εσχατων τας ημετερας ψυχας· επει και παντων των νοων πολυ λειπεται η καθ' ημας ψυχη. Και η θεια τοινυν ελλαμψις συνηγμενη πως μαλλον και συνεσταλμενη θεωρειται προς την οιον εις μηκος αποστασιν της εις Θεον πλησιασεως, συναγουσα οιονει αυτη η θεια ελλαμψις την οικειαν φανερωσιν προς το ενιαιον και απλουν αυτης αγνωστον· αγνωστος γαρ εστιν ο Θεος ου δια ποικιλιαν συλλογισμων αγνοουμενην ημιν, αλλα κατα ενιαιαν τινα προς τα καθ' ημας, καθ' εν και καθαπαξ ακαταληπτον αθανασιαν.
Εμπυριως: Σημειωσαι, οτι εμπυριος ιδιοτης των σεραφιμ εστι, και πως, αγγελου καθαιροντος, τα σεραφιμ ειρηται καθαιρειν, και προ τουτων ο Θεος.
Η ιερεων: Σημειωσαι, οτι οι ιερεις υποβεβηκασι τον ιεραρχην· και οτι αλλο φωτιζειν και αλλο καθαιρειν· και οτι αλλο λειτουργος, και αλλο ιερευς· και των ιερεων καθαιρουντων η φωτιζοντων, ο ιεραρχης λεγεται ποιειν.
Διατηρων ατρεπτους: Οτι ο Θεος ο και παντων ομοιως των νοητων δημιουργος, αυτος και τας πρωτας ουσιας συνεχει και διατηρει προς ατρεψιαν και αμεταπτωσιαν· ατρεπτους δε νοειν δει αυτας κατ' εκεινο καθ' ο εισιν, οιον εις το αθανατον, εις την ζωην, καθ' ην ουσιωνται εις το ειναι φως· εν τουτοις γαρ και αμεταβολους ουσιωδως, και εις το μη τρεπεσθαι εις εκφυλους επιθυμιας, ατε και αυτεξουσιους, ο Θεος συνεχει αυτους (≡14Ε_310≡> και διατηρει. Το μεν γαρ προς αυτον ανατεινεσθαι της αυτων εστι νοερας προαιρεσεως, το δε εισαει περι τουτο διαρκειν της αντιληψεως εστι του Θεου· παντα γαρ δειται της Θεου βοηθειας.
Ο ταυτα με διδασκων: Σημειωσαι, οτι ταυτα παρ' ετερου εμαθεν ο μεγας Διονυσιος.
Ιεραρχης: Σημειωσαι, οτι μετα Θεον ηγεμονες και οι ανωτατω διακοσμοι.
Θεοειδως εμυηθην: Η του αγγελου ηθοποιια, ωσανει ο καθαιρων αγγελος τον Ησαιαν, ταυτα αυτω ελεγε περι των σεραφιμ.
Η παρ' εαυτου. Την καθ' υπερβασιν του ρητου συνταξιν μετα πλειστα αποδιδομενην ουτω συντακτεον· της σης δ' αν νοερας επιστημης, η την αιτιαν ταυτην δεξασθαι, η παρ' εαυτου ευρειν, η παρ' ετερου μαθειν και ανακαλυψαι μαλλον εαυτω· ειπερ δε οιον τε και εμοι ωσαυτως ανακαλυψει περι αγγελων εραστην θεωριαν. Το τιμησαι δε αντι του προτιμησαι. Σημειωσαι, οτι τας του Θεου δοσεις προξενουσιν ημιν οι αγγελοι.
Προξενουντων: Σκοπει, οτε, Θεου διδοντος ημιν λογον εν ανοιξει του στοματος ημων, αγγελοι προξενουσι, δηλον ως υπερ ημων πρεσβευοντες.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ ΙΔ' 
 
Χιλιας: Ταυτα εν τω Δανιηλ ειρηται.
Την ασθενη και συνεσταλμενην: Ασθενη συμμετριαν εκαλεσε τον των ανθρωπων αριθμον προς τον των αγγελων· ειρηται γαρ και ετερω τινι, Διδημω δηλονοτι τω τυφλω· 'Τα μεν ενενηκοντα εννεα προβατα ειναι τους αγγελους, το δε εν το απολωλος ημας τους ανθρωπους'.
(≡14Ε_312≡> Γνωστικως: Σημειωσαι, οτι και αυτους τους αγγελους φησι γνωστικως, ου μαθητικως, ειδεναι τους ορισμους, οιονει το, ποσος των ουρανιων ουσιων υπαρχει ο αριθμος, εκ Θεου και τουτο φωτισθεντας.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ ΙΕ' 
 
§ 1. Αγγελοπρεπους: Ως οθονη, ως ανθραξ.
Ανακαθαρσεις: Ανακαθαρσεις φησι τας εξηγητικας ερμηνειας, δι' ων καθαιρονται των εν τοις λεγομενοις δοκουντων ατοπων τα συμβολα.
Ει μεν γαρ: Ανω γαρ ειπεν, οτι αι ανωτεραι δυναμεις ιεραρχουσι τας μετ' αυτας, και αι μεσαι τας υστερας, και αι υστεραι αυτων τους εν ανθρωποις ιεραρχας. Ουτε γαρ ειπεν, οτι η αυτη ταξις και αρχει τω μετ' αυτην, και αρχεται υπ' αυτων, αλλ’ ουτως ειπεν, οτι η πρωτη ταξις αρχει μεν αυτην, αρχεται δε υπο των προ αυτης· ουτω και εις τα εξης νοητεον.
Ει μεν γαρ ιεραρχεισθαι: Ο φησι τουτο εστιν, οτι, ει τας πρωτας ταξεις ελεγομεν ιεραρχειν των τελευταιων, ειτα παλιν αυτας τας τελευταιας ιεραρχειν των πρωτων ταξεων, υφ' ων και ιεραρχουνται, ατοπον πραγμα ην.
Ουκ απεικοτως; Ουκ ατοπον φησι τας εν τοις λογιοις της Γραφης εικονας πασαις ταις επουρανιαις δυναμεσι περιτιθεναι, ως πασας, φερε ειπειν, ειναι υψηλας και σωτηριους και γνωστικας, ει και μη ομοιως, αλλα τας μεν υπερκειμενως, τας δε υφειμενως.
Και το προς το αναντες: Ανωτερον και υπερκειμενον.
§ 2. Αρκτεον και ζητητεον: Σημειωσαι, δια τι εν τοις αγγελικοις τυποις μη εμπυριον μαλιστα παραλαμβανεται, και δια τι τα περι τα ουρανια πυρωδη ως επι πλειστον φησιν η Γραφη. Και οτι οι σεραφιμ εμπρησται λεγονται.
(≡14Ε_314≡> Εμπρηστας οντας: Ερμηνεια σεραφιμ.
Οι γαρ ιεροι: Δια τι και ο Θεος εις πυρ εθεωρηθη.
Το γαρ αισθητον πυρ: Φυσιολογια θαυμαστη περι πυρος. Το πυρ ορωμεν τω παντι κατεσπταρμενον, αμιγως δε, τουτεστιν ουκ αναφυρομενον τοις εν οις υπαρχει. Δια παντων δε φοιτα, τουτεστιν ου καθαπερ το υδωρ προφανη την προς την γην ποιειται μιξιν· ουτω και το πυρ, καταφλεγον το παν και αναλισκον· εξηρηται δε, ηγουν υπερκειται παντων κατ' εξαιρετον στοιχειων δηλαδη, κατα το δραστηριον· αγνωστον δε αυτο και κρυφιον καλει, ως υπαρχον μεν εν υλαις τισιν, ου φαινομενον δε διχα παρατριψεως η ανευ υλης δεκτικης της ενεργειας αυτου, δεικνυμενον και κατα τουτο ασχετον και αθεωρητον· ομοιως και τας λοιπας του πυρος ιδιοτητας θεωρητεον, αστινας ουτος ο Πατηρ κατ' ευσεβη αναγωγην τε και εννοιαν ελαβεν επι Θεου τε και αγγελικων φυσεων. Σημειωσαι δε δια τι Κυριος ο Θεος ως πυρ εθεωρηθη πολλακις, και κατα τι η ομοιωσις του πυρος προς τον Θεον.
Ακρατητον, αμιγες, διακριτικον: Σημειωσαι εκφρασιν αισθητου πυρος, ητοι επαινον· διακρινει γαρ και τας υλας, οιον μολυβδον απο αργυρου, και τας κολλησεις διαλυει· αναλλοιωτον δε, καθο ου δυνατον, μενοντος του υποκειμενου, τουτεστιν αυτης της ουσιας του πυρος, μεταβαλλειν αυτο εν τοις παθεσιν, οιον γενεσθαι αυτο στρογγυλον η κωνοειδες, οπερ εν τοις γηινοις εστιν ευρειν, η παθειν τα του αερος, οιον φθαρηναι δια των αναθυμιασεων η παχυνθηναι η και ως το υδωρ μεταβολας δεξασθαι.
Υφεσεως: Ουδεποτε γαρ χωρει επι τα κατω.
Ταυτοκινητον: Ωσαυτως κινουμενον.
Απροσδεες: Οτι απροσδεες ετερου το πυρ, καιτοι δεεται τινος υποκειμενου εις το εξαφθηναι· αλλ’ ου τουτο λεγει, αλλ’ (≡14Ε_316≡> οτι το πυρ ου μιγνυται ετερω στοιχειω, ουδε κιρναται, ως το υδωρ τη γη· διο και εν στοιχειοις μονοουσιον αυτο ενιοι κεκληκασιν.
§ 3. Ανθρωπομορφους: Δια τι και ανθρωπομορφοι διαπλαττονται οι αγγελοι.
Και το κατ' αισθησιν: Σημειωσαι την διαφοραν του αισθητου των αλογων ζωων προς το αισθητικον των λογικων, ημων λεγω· τα μεν γαρ αλογα το παν αισθησις εισι, δι' ης και συνιστανται ανοητα οντα· εν δε ημιν βραχυ το αισθητικον· ου γαρ δι' αυτου συνισταμεθα, αλλα δια του νοερου· οθεν και μετα θανατον ετι εσμεν, ψυχη νοερα οντες. Επι δε των αγγελων ουδε το βραχυτατον εστι των αισθησεων, αλλα τοπος παχυς τα καθ' ημας· ελαχιστον δε τον ανθρωπον κατ' αισθησιν φησιν, ουχ ως των αλλων ζωων πλειονας αισθησεις εχοντων, αλλα δραστικωτερας και οξυτερας. Αινιγμα δε τουτο λαμβανει το τους αγγελους μεν κεχρησθαι μεν τοις καθ' ημας αισθητηριοις, υπερεχειν δε κατα πολυ τω περιοντι της νοερας δυναμεως· ωσπερ και ανθρωπος τη του νου υπεροχη και τω λογισμω της αλογου φυσεως κρατει.
Τας μεν οπτικας: Τι οι οφθαλμοι των νοητων δηλουσι, και τι τα οσφραντα, τουτεστιν αι ρινες, και τι τα ωτα, και τι η γευσις, και τι η αφη, ην απτικην φησι, και τι τα βλεφαρα και αι οφρυες, και τι ηβη, και τι οι οδοντες, και τι οι ωμοι και οι βραχιονες, ους ωλενας φησι, και τι το στηθος, και τι το νωτον και οι ποδες, και τι το ελαφρον των πτερων και τα εξης.
Τας δε των οσφραντων: Εν τουτοις φυσιολογειται το ιδιωμα του σωματικου οφθαλμου· κατα αναγωγην δε ταυτα μεταβαλλει, ωσπερ και τα των λοιπων ανθρωπινων μελων, εις θεωριαν των εν αγγελοις φυσικων δυναμεων.
Και τροφιμων οχετων: Οχετον νοησον την της σοφιας ανυπερβλητον χυσιν, κατα το ειρημενον, «εκχεω απο του (≡14Ε_318≡> Πνευματος μου επι πασαν σαρκα», και τα εξης. Διαβαινει γαρ η θεια γνωσις απο του Θεου δια των νοητων δυναμεων επι τους θειους ανθρωπους κατα την εκαστου αναλογιαν.
Ενοειδη: Κατα παραληψιν νοησεως.
Προνοητικη δυναμει: Πασα, φησι, νοητη δυναμις την γινομενην εις αυτην θειαν γνωσιν πληθυνει, τουτεστι σαφηνιζει προς το νοηθηναι υφ' ημων, διερμηνευουσα τα οραθεντα, ως παρα τω Δανιηλ ευρησεις, οτε διηρμηνευσεν αυτω ο αγγελος το ενυπνιον οπερ ειδε.
Την δ' αυ καρδιαν: Περιειληπται παρ' ημιν η καρδια, οιον κεντρον πρωτως την ζωην δεδεγμενον, επειδη κατα τον θειον Βασιλειον πρωτη κτιζεται η καρδια· ειτα ως απο κεντρου παν το σωμα πλαστουργειται, ωστε πανταχου ταυτην την ζωην διατεινειν εις το σωμα· ειτε γαρ η συμφυτος θερμοτης ζωοποιει το σωμα, ειτε το πνευμα, ειτε το αιμα, παντων τουτων πηγη η καρδια. Διο και τισιν εδοξε παν το ζωτικον αθροον και οιον ενταυθα πρωτως μαλιστα ιδρυσθαι, καιτοι πανταχου του σωματος ον και ου κατεχομενον τοπω, ουτε περιγεγραμμενον εν τοπω, ουτε συνεχομενον υπο του σωματος. Ουτως ουν και επι των αορατων ταξεων, ειτε εν τω παντι, ειτε κατ' ειδος διακονικως προνοουσων· οιονει γαρ εν μεσω και καρδιας τοπω νοητεον αυτας, και ως κεντρον πηγαιας ζωης ιδρυσθαι· καιτοι ακρατεις ουσας και ου περιγεγραμμενας τοπω η μερει σωματικως, ων συνεχουσι προνοειν θεοθεν ταχθεισαι.
Και το φρουρητικον: Το ρητον ουτως συνθες· Το φρουρητικον της ζωοποιου διαδοσεως· ειτα ως επι της υποκειμενης καρδιας.
Διο και υποπτερους: Δια τι επτερωμενοι οι ποδες των αγγελων, (≡14Ε_320≡> ινα δειξη το αυτοκινητον και το προς το θειον ανατατικον, και προς τα επιγεια ακοινωνητον, οσον μη το εμπαθες εν αυτοις ειναι, επει ωφθησαν και επι γης αγγελοι.
Πτερων ελαφρια: Τι ελαφρα πτερωτα.
Και καθαρευον: Της των εκτος προσθηκης, οιον τροφων και αμφιων, οις τα καθ' ημας συγκρατειται.
Πολυποικιλος σοφια: Η πολυποικιλος σοφια του Θεου. Τουτο το ρητον αποστολικον εστι· και δια τι πολυποικιλον αυτην ειπεν ο θειος ανηρ; Καιτοι το ποικιλον επι κακουργου δεχομεθα· αλλως τε και ενταυθα ο μεγας Διονυσιος απλην και πολυποικιλον αυτην ειπε· δοκει δε τα δυο εναντια· λεγομεν ουν, οτι το 'απλη σοφια' δια τουτο ειπεν, ινα δηλωση το ασυνθετον του Θεου και το μηδεμιας διπλοης επιδεομενον· ουτε γαρ εκ μαθησεως σοφος ο Θεος, αλλ' αυτοχρημα σοφια εστι: Το δε πολυποικιλον, διοτι εις πολλα γνωσεως ειδη μετατυπουται δια την των ελλαμπομενων ασθενειαν· αρχιερευς γαρ εστι μεγας συμπασχων ταις ημων ασθενειαις. Η και ουτως· Απλη μεν λεγεται σοφια Θεου προς της οικονομιας, οτι παντα ως Θεος εδημιουργησε, και εν τοις τοτε δικαιοις την ιδιαν απερικαλυπτως επιδεικνυμενος δυναμιν, ως επι Μωσεως και Αβρααμ και των εξης· οτε δε το της οικονομιας μυστηριον κατειργαζετο, η πολυποικολος εικοτως κληθειη. Ανθρωπος γαρ γενομενος, και υπο νομον χρηματισας, και παθων, και εν νεκροις ευρεθεις, ουτω δια σαρκος και της ενουσης αυτη ασθενειας, εθριαμβευε παντα εχθρον, και τον αδην ενικησε, τοις εκει φρουρουμενοις αναστασιν δωρησαμενος· τουτο εστι το ποικιλον της αυτου σοφιας, οτι δι' ασθενειας περιεγενετο των δοκουντων ισχυρων.
(≡14Ε_322≡> Καθολου: Και εν τω Περι θειων ονοματων λογω κεφαλαιω δ' πλατεως εσαφηνισθη τι νοητον και τι νοερον· νυν δε αυτος ο μεγας Διονυσιος σαφηνιζει· νοητον μεν γαρ εκεινο τυγχανει το νοουμενον, οπερ εικοτως και ελλαμπειν το φως λεγεται· νοερον δε αυτο το νοουν υπαρχον ελλαμπομενον, και συντομως ειπειν, αι υπερβεβηκυιαι ουσιαι νοηται, αι δε υφειμεναι νοεραι, και υποβεβηκε το νοουν το νοουμενον. Νοητως μεν ελλαμπον η θεια φυσις, νοερως δε ελλαμπομενον η αγγελικη.
Ιερατικην: Σημαινει τι το ιερατικον ενδυμα εν Ιεζεκιηλ και Δανιηλ.
Συναγωγον αυτων εξιν: Ειπομεν ανωτερω, τι εστιν εξις επι ασωματων. Και αναγνωθι εν τω εβδομω κεφαλαιω, 'το συνηγμενον δε και ασκεδαστον των νοησεων· δια τουτων δηλοι ο Πατηρ περι τας θειας ελλαμψεις, και την οικειαν εν τη του αγαθου Θεου μονη ταυτοτητα συνειλουμενην δια παντος.
Ανομοιων: Υλικων δηλονοτι.
§ 5. Γεωμετρικα: Περι σκευων γεωμετρικων εν Ιεζεκιηλ και Ζαχαρια.
Επανορθωτικην: Ως το ξιφος εν Βασιλειαις, και το δρεπανον εν Ζαχαρια τω προφητη.
§ 6. Ανεμους: Του κειμενου παρα τω Δαβιδ οιμαι αυτον μνημονευειν, «ο περιπατων επι πτερυγων ανεμων», ισως την αναληψιν του Χριστου δηλουντος· επει και εν τοις εξης ο Πατηρ, νεφελης αυτους περιπλαττεσθαι ιδεαν φησιν, δια το ειρησθαι · «νεφελη υπελαβεν αυτον απο των οφθαλμων αυτων».
Αχρονως: Αχρονως εικοτως εφη· επι γαρ των αισθητων κυριως εν χρονω και βραδυτερα τα γινομενα· επι δε των ασωματων (≡14Ε_324≡> και νοητων αχρονως και αιωνιως και αμελητι τελεσιουργειται· ου δει ουν χρονον επι των νοητων ονομαζειν.
Ποιησιν: Αντι του πνευσιν η πτησιν.
Και την ανωθεν: Το δε ανωθεν επι τα κατω, ως επι της Ιακωβ κλιμακος.
Αεριου: Σημειωσαι, οτι αεριον πνευμα τον ανεμον λεγει.
Ανεμιαιαν. Ετερα θεωρια της ανεμων επωνυμιας.
Συμβολικη θεολογια. Σημειωσαι και ετερον αυτου συγγραμμα μη φερομενον· τετραστοιχον δε ανακαθαρσιν την των τεσσαρων στοιχειων αναγωγικην αλληγοριαν φησι· τα συμβολα δε, ως εοικε, μαλλον των τεσσαρων στοιχειων εκει δια θεωριας ανεπτυξε. Σημειωσαι δε, πως ερμηνευει το, «Πνευμα οπου θελει πνει», δια των επιφερομενων· φησι γαρ· «ουκ οιδας ποθεν ερχεται και που υπαγει».
Υπερκοσμιως αποπεπληρωμενοις: Ωσπερ γαρ η νεφελη προσκαλειται το της θαλασσης υδωρ και εκχει αυτο επι το προσωπον της γης, κατα το ειρημενον, «ο προκαλουμενος το υδωρ της θαλασσης, και εκχεων αυτο επι παν το προσωπον της γης», ουτω και οι νοες δεχομενοι την οικειαν γνωσιν, νεφελων δικην επι τους υποδεεστερους απλουσιν.
Ανεκπομπευτως: Ανεκπομπευτως φησιν, ηγουν συγκεκραμενως· αναποβλητον γαρ εν νεφελη το φως.
Ομβροτοκιαν: Ετερως θεωρει, τι νεφελαι σημαινουσι· παρακατιων δε, τι φησι σημαινειν ηλεκτρον και χαλκον και τα ποια χρωματα και μορφας θηριων επι αγγελων.
Εκδοχειον: Εκδοχειον κολπον, την τους υετους υποδεχομενην ωνομασε γην, δι' αυτων τους οικειους τικτουσαν καρπους.
§ 7. Αλλ' επειδη ταυτα: Περι των θηρομορφων τυπων.
(≡14Ε_326≡> § 8. Ιχνων: Σημειωσαι το φυσικον του λεοντος εντευθεν· φασι γαρ οτι, τους θηρευοντας λανθανειν βουλομενος, περιπατων, τη ουρα εξαφανιζει τα εαυτου ιχνη, ινα μη γνωσθωσιν· οθεν και περι Θεου ειρηται· «εν τη θαλασση η οδος σου, και αι τριβοι σου εν υδασι πολλοις, και τα ιχνη σου ου γνωσθησονται»· ωσπερ γαρ οδος εν υδασιν ου σωζεται, ουτε ιχνη λεοντος, ουτως ουτε Θεου πορειαι.
Ευμηχανον: Οξυωπεστατον γαρ ζωον ο αετος. Λογος γαρ τους αετους των τικτομενων τα γνησια εκ των νοθων ουτω διακρινειν· εαν ατενισωσιν ασκαρδαμυκτι προς τον ηλιον, γνησια εισιν· ει δε μη, ως νοθα αποβαλλονται της καλιας· ουτως ουν και ο μη δυναμενος καθαρως τω ηλιω της δικαιοσυνης ατενισαι, νοθος της αυτου γνωσεως ευρισκεται.
Και λευκων μεν: Σημειωσαι τι ιπποι λευκοι, κυανοι, ερυθροι, συμμικτοι· ανομοιον δε ομοιοτητα ανω τελεως εσαφηνισαμεν εν δευτερω κεφαλαιω τουτου του βιβλιου.
Την κατ' ευθειαν: Το την προς το δυναμιν αρμοστεον· τα δε λοιπα δια μεσου.
Κατ' αλλην: Ετερα θεωρια εις τους τροχους.
Γελγελ: Σημειωσαι τι σημαινει το γελγελ παρα τω προφητη Ιεζεκιηλ.
Χαρας: Πως λεγονται χαιρειν τα ουρανια, και αυτο το Θειον.
Εμπαθης: Εμπαθη ηδονην την ανθρωπινην φησιν, ως τη περι το σωμα ευαλλοιωτω εμπαθεια συνισταμενην.
Ραστωνην: Το της ραστωνης ονομα τιθεται μεν επι των πονειν μη βουλομενων, αλλα διαφορως ζην ελομενων· σημαινει (≡14Ε_328≡> δε η λεξις το ευχερες και ουκ επιπονον· ενταυθα μεντοι το μακαριον και απαθες και αοχλητον υποφαινει. Αλλως ραστωνην φησι την ευκολιαν και ευμαρειαν ψυχικην εν αναπαυσει μετα απαθειας· αναλογως ουν και επι αγγελων νοητεον·
Ευπαθειαν: Ευπαθειαν ως εκ των καθ' ημας λαβων εφη· δηλοι δε το ευ εχειν δια παντος, και την απημονα καταστασιν.
Ανδρες ιεροι: Ταυτα ουχ οιον τε νοειν ως εισι, πλην ει μη τους αξιωθεντας τοιαυτης τελειοτητος, οποιους αρα και ειναι προσηκει ανδρας, καθαπερ ο αγιος ουτος φησιν ιερευς, ωστε και θειων ελλαμψεων αξιωθηναι περι την οντων γνωσιν, και περι την προς τον Θεον καθαραν ανατασιν· εκ γαρ των τοιουτων ελλαμψεων θεουμενος, λοιπον ο νους ως εν ραονι ληξει γενομενος, εν εξει γινεται της αγγελικης ηδονης, και της εν εκεινοις αοχλησιας, καθ' ην ραστωνευομενος λοιπον ο νους, ως εν ραονι ληξει γενομενος, επι τη σωτηρια των σωζομενων, απαθων, καθ' οσον δυνατον, Θεον μιμειται, τον θελοντα παντας ανθρωπους σωθηναι, απολαυσας των του Θεου θεουργων επιφοιτησεων, τουτεστι των θεους εργαζομενων και αποτελουσων. Θεουργους δε επιφοιτησεις φησι τας θεους εργαζομενας και αποτελουσας. 
Οτι των μεν την υπερκοσμιον: Σημειωσαι δε, οτι δει τον αγνοουντα μη ερυθριαν εν οις ηγνοησεν, αλλ’ ομολογειν την αγνοιαν, και μη ως ετυχεν αποκρινεσθαι περι ων ηγνοησεν. Ιστεον δε, οτι τα γνωρισματα απερ ειχον ετι Ελληνες οντες οι αγιοι, ουτοι και μετα το επιστρεψαι προς Χριστον ανερυθριαστως επεγραφον εαυτοις. Ιδου γαρ και ουτος Αρεοπαγιτην καλει εαυτον, και ο θειος Ιουστινος εν τω Προς Ελληνας λογω Ιουστινου επεγραψε Φιλοσοφου.
 
ΕΙΣ ΤΟ ΠΕΡΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΕΡΑΡΧΙΑΣ
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Α' 
 
(≡14Ε_332≡> § 1. α'. Θεουργικης: Θεουργικης φησι της εκ Θεου ενεργουμενης, ηγουν δοθεισης ανθρωποις, και οτι θεους απεργαζεται και αποτελει η εν Χριστιανοις ιεραρχια.
Παραδοσεων: Οτι την ιεραρχικην επιστημην εκ παραδοσεως παρελαβεν.
β'. Ουκ εξορχηση: Τουτεστιν ου παιγνιωδως και ανευλαβως ποιησεις πασι τοις ανιεροις καταφανη, γελωτος αφορμην ποιουμενος τα θεια και μυστικα.
γ'. Ιεροις δε μονοις: Οτι ου δει τα αγια τοις βεβηλοις εκφαινειν, ουδε τους μαργαριτας τοιςχοιροις ριπτειν.
δ'. Ο θεαρχικωτατος νους: Σημειωτεον κατα Νεστοριανων, οτι νους και επι Θεου λεγεται· αγιαστειας δε, ητοι καθαροτητος εις αγιωσυνην.
ε'. Κατα δυναμιν: Των νοερων αυτων ουσιων και νοητων κατα την δυναμιν· ου γαρ κατα την εαυτου δυναμιν Ιησους· απειροδυναμος γαρ, ατε και Θεος.
ς'. Συμπτυσσει: Η ερμηνεια τουτων εστιν εν τω Περι θειων ονοματων πεμπτω κεφαλαιω.
ζ'. Πολλας ετεροτητας: Πολλας ετεροτητας οιμαι λεγεσθαι (≡14Ε_334≡> τας πολυειδεις των σαρκικων επιθυμιων μεριμνας, ας απαγορευει ο Κυριος· ενοειδη δε και θειαν ζωην το ζητειν εν πρωτοις την βασιλειαν του Θεου και την δικαιοσυνην αυτου, οπερ ο Κυριος εσημανεν, ειπων εν τη ευχη, «ινα ωσιν εν»· το δε ουτω πεποιωσθαι την ψυχην, εξιν ιεραν απεκαλεσεν, ητις και μαλιστα τοις ιερωμενοις πρεπωδης.
Και της των θεαματων γνωσεως: Τουτεστι των περι Θεου λογων και διδαγματων την επιστημονικην κατανοησιν· ου γαρ αχρι ψιλης της των λογιων ακοης η εκφωνησεως τα των ιερων μυησεων, αλλα τη παρακολουθησει της διανοιας και τη συνεσει των υμνουμενων· ουτω γαρ και οι κατα Θεον πρωτον εφιερουνται αυτω, και ειθ' ουτως ετεροις το τοιουτον προξενουσι· τελειουνται, και παλιν τελειουσιν.
§ 2. Αγγελων εστι: Οτι τας εννεα ταξεις και νυν λεγει, ας προωνομασεν εν τω Περι της θειας ιεραρχιας λογω.
Και πασα η νυν υμνουμενη: Τις η δυναμις πασης ιεραρχιας.
Αυτον τε τον ιεραρχην: Τουτεστι τον επισκοπον.
Και τοις υποβεβηκοσι: Περι προκοπων.
Υποβεβηκοτας επεσθαι: Πρεσβυτερους.
Αλλ' αι μεν: Συγκρισις της ουρανιας και της αισθητης ιεραρχιας.
Αισθητων συμβολων: Αισθητα συμβολα εισι τα εξης δηλουμενα μυστηρια· τουτεστι το βαπτισμα, ητοι φωτισμα· η συναξις, ηγουν το της κοινωνιας μυστηριον, και τα λοιπα.
Εν μεν εστιν: Ο Θεος δηλονοτι.
Ουχ ενιαιως: Αντι του ενοειδως και καθ' ενα και τον αυτον τροπον.
(≡14Ε_336≡> Νοητων τε: Σημειωτεον, οτι το συνταγμα ο αυτω εποιηθη περι νοητων και αισθητων, παρ' ημιν ουχ ευρηται.
Διεξοδικωτερον: Αντι του πλατυτερον.
§ 3. α'. Εστι μεν ιεραρχια: Ιεραρχια εστι, φησι, καθως η σεπτη ημων παραδοσις παριστησι, τα καθολικως θεωρουμενα η λεγομενα περι των προκειμενων, ηγουν υποκειμενων ιερων πραγματων, ητοι δε και πραττομενα. Συγκεφαλαιωσιν γαρ την του ολου περιληψιν λεγει, ωσπερ και ανακεφαλαιωσιν λεγομεν το επαναλαβειν εν ολιγοις τα προλεχθεντα.
β'. Καθολικωτατη: Καθολικα εστι τα περιεκτικωτερα. Φησιν ουν, οτι τυχον απασης ταξεως ιεραρχιας λεγομενης, ιεραρχια εστιν απασης ιεραρχιας η αρχικωτερα και γενικωτερα συγκεφαλαιωσις· οιον της πρεσβυτερων ιεραρχιας, τουτεστι ταξεως, ιεραρχια ο επισκοπος, οφειλων γινωσκειν, καθαιρειν, φωτιζειν, τελειουν· της διακονων ιεραρχιας ιεραρχια ο αρχιδιακονος, ος οφειλει γινωσκειν τας λειτουργικας ενεργειας· και ουτω καθεξης τα λοιπα συνταγματα.
γ'. Συγκεφαλαιωσις: Ιερων συγκεφαλαιωσις η γνωσις παντος ιερατικου ταγματος.
δ'. Ταυτης αρχη: Τις η αρχη της ιεραρχιας, και περι Τριαδος.
ε'. Επιστητον: Σημειωσαι, οτι η αγια Τριας επιστητον εχει το της οικειας υπαρξεως γνωριμον, ως την νυν φαμεν την ιδιαν ουσιαν, μονη αυτη επισταται.
Η λογικη: Σημειωσαι, οτι αγγελοι και ανθρωποι λογικαι εισιν ουσιαι.
Η δε ουχ ετερως: Σωτηρια δηλονοτι.
Η δε θεωσις: Τι εστιν η θεωσις.
Ιεραρχιας: Τι το περας πασης ιεραρχιας, και οποια δει μετιεναι τον ιεραρχην. Σημειωσαι δε, οτι το τελος, ηγουν τον σκοπον απασης ιεραρχιας ειναι λεγει της αγγελικης και της εν ανθρωποις (≡14Ε_338≡> την προς Θεον και τα θεια αγαπησιν, και τα εξης κατειλεγμενα. Το δε ενιαιως ιερουργουμενη δηλοι το ολοσχερως και μονοτροπως προς την τοιαυτην λατρειαν οραν.
§ 4. Υπερκοσμιοις: Σημειωσαι, πως κινει ο Θεος τας νοητας δυναμεις, και πως ημεις ελλαμπομεθα.
Ου γαρ εξωθεν: Ανθρωποι μεν εξωθεν, τουτεστιν απο της κατα την κτισιν θεωριας και λογων διδασκαλικων και ετερων τοιουτων την αληθη γνωσιν λαμβανουσιν, αγγελοι δε αυτην ενδοθεν την νοεραν αυτων ελλαμπονται δυναμιν, και την θειαν ενσημαινονται βουλησιν, ηγουν τυπουνται προς το θεομιμητον τε και των οντων, η οντα εστι, γνωστικον.
Νοητως δε: Κατανοητεον, πως εσωθεν, αλλ’ ου θυραθεν, αι ελλαμψεις του Θεου τους θειους νοας κινουσιν· εφη γαρ τον Θεον νοητως αυτους ελλαμπειν· επειδη γαρ νοερον μεν εστι το νοουν, νοητεον δε το νοουμενον, τροφη δε και οιον συστασις του νοουντος το νοουμενον, εικοτως ο Θεος, ατε νοων οντων των ασωματων, αυτος νοητος και νοουμενος αυτοις, καθ' οσον εφικνουνται, γενομενος εσωθεν, αυτος ελλαμπει, του νου νοουντος και τρεφομενου.
Διαιρετων συμβολων: Συμβολα ενταυθα τας της Γραφης πολυειδεις διδασκαλιας φησι, μαλιστα μεν δια συμβολικων λογων την περι της θειας φυσεως και των νοερων ουσιων θεωριαν εισηγουμενας· εσθ' οτε δε και της πραξεως ουσας διορθωτικας, ως τα νομικα παραγγελματα, εις ηθικην αλληγοριαν αναγομενα· πολλω δε πλεον αι των μυστηριων τελεται εν συμβολοις θεωρουνται και τυποις.
Ουσια γαρ: Σημειωσαι, τις η ουσια της καθ ημας ιεραρχιας, και τινα τα θεια λογια.
Ιεροτελεστων: Ιεροτελεστας μεν τους αποστολους λεγει, ους και καθηγεμονας ειρηκε· θεολογικας δε δελτους τα βιβλια της Παλαιας και της Νεας· αϋλοτερον δε μυησιν την εκ Πνευματος (≡14Ε_340≡> γενομενην τοις αποστολοις γνωσιν των της Γραφης νοηματων, α και σωματικον απεκαλεσε λογον, εξ ης μυησεως και τα της Καινης συνεστη διδαγματα· γειτονα δε της ουρανιας ιεραρχιας την τω ηγεμονικω εγγινομενην του Πνευματος ελλαμψιν εφη.
Εκ νοος εις νουν: Ορα τα δια μεσου λογου, και οτι δια λογου αγραφου τα μυστικα παρεδοθη. Κατα κοινου δε ληπτεον το παραδεδωκοτων· ιεροις δε εφη συμβολοις δια τα εξης τεθειμενα μυστηρια, ατινα και θεωριας αναγωγικης αξιοι.
Αισθηταις εικοσι: Περι εικονων.
Το συνεπτυγμενον: Ιδου σαφως τι επτυγμενον.
Αγραφοις μυησεσι: Σημειωσαι, οτι και αγραφοις μυησεσι τα θεια ημιν παραδεδονται.
Συμβολικη τις; Οτι συμβολικη και εξ αισθητων η κατα ανθρωπους ιεραρχια· τουτεστιν ου γυμνως αυτοις τοις θειοις εντυγχανομεν πραγμασιν, αλλα δια συμβολων τελουμενα, οιον του ποτηριου της ευλογιας, ως φησιν ο Αποστολος, και του αρτου ον κλωμεν, και των λοιπων.
Ανακεκαλυμμενοι: Τουτεστι γνωριμοι, και ωντινων πραγματων και μυστηριων εισιν ενδεικτικοι.
Ου μεταδωσεις ετερω: Οτι ασφαλως δει λαλειν τα μυστικα.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Β' 
 
§ 1. α'. Ταυτης δε: Της προς Θεον αφομοιωσεως τε και ενωσεως δηλονοτι.
(≡14Ε_342≡> β'. Τις ουν εστιν αρχη: Αρχη, φησι, και οδοποιησις της προς Θεον οικειωσεως και της επουρανιου κληρονομιας το θειον υπαρχει βαπτισμα· και γαρ «εαν μη τις γεννηθη εξ υδατος και Πνευματος, ου μη ιδη την βασιλειαν του Θεου». Οθεν μορφουται ο εσω ανθρωπος προς κρειττονα εξιν και σωτηριον, και των κατα Θεον λογων τε και πραγματων την επιτηδευσιν.
γ'. Η προς την των αλλων: Τρια τινα φησι δεισθαι προς την αρχην των εντολων· την υποδοχην των θειων λογιων, την κατηχησιν της θειας πιστεως, και την αναγεννησιν την δια του θειου βαπτισματος. Καλως ουν απεδειξεν, οτι η προτιμοτατη και εξαιρετος κινησις του νου η περι Θεον αγαπη εστι· και οτι αρχη τις εστι της προς Θεον αγαπης η θεια ημων δημιουργια, τουτεστιν η δια του βαπτισματος αναγεννησις, καθ' ην θειως ειναι αρχομεθα· η μεν γαρ εκ σπερματος ημων δημιουργια, καν εκ Θεου δημιουργουντος η, αλλ’ ουν φυσικη εστιν, η δε εκ βαπτισματος θεια· ου γαρ εξ αιματων εστιν, ουδε εκ θεληματος ανδρος. Ωσπερ ουν εν τη φυσικη γεννησει δει πρωτον υπαρξαι εις το ειναι, και τοτε ενεργησαι τα καταλληλα, και παθειν, οιον ανθρωπους μεν τα οικεια, αλογα δε ομοιως τα προσφορα, ουτω και εν τη θεια του βαπτισματος αναγεννησει δει πρωτον Θεω υπαρξαι, και τοτε ενεργησαι την αγαπην αυτου και τα λοιπα προς ευζωιαν.
Ως γαρ ο κλεινος: Τον μακαριον Ιεροθεον λεγει, ως πολλακις εδηλωσεν εν τοις προσθεν λογοις.
Πρωτιστη κινησις: Τις η εξαιρετος εστι κινησις του νου.
Η του ειναι θειως: Τουτεστιν η δια του βαπτισματος αναγεννησις.
Αρρητοτατη: Τουτεστι το δια βαπτισματος αναπλασθηναι και αναγεννηθηναι, ως δηλοι εφεξης.
Υπαρξαι δει: Οτι ακολουθει τη κατα φυσιν υπαρξει, το κατ' αυτην ενεργειν.
(≡14Ε_344≡> Θεογενεσιας: Τουτεστι του βαπτισματος.
Ηλιοτευκτοις: Ταις αυγαις ας ο ηλιος τευχει· δηλοι δε τας ακτινας.
§ 2. Τον μεν Οζιαν: Σημειωσαι τα κατα τον Οζιαν και τον Κορε και τον Ναδαβ.
Ευαγγελια: Τινα ευαγγελια αληθως.
Φιλανθρωπιαν: Σημειωσαι περι της οικονομιας.
Αφομοιωσαι: Δια της πιστεως δηλονοτι, ως εφεξης δηλοι.
α'. Ο τουτων αγαπησας: Τον νεωστι πιστευσαντα και θελοντα φωτισθηναι φησι· μεμυημενον δε, τουτεστι Χριστιανον, και τελειως πιστον.
β'. Αυτος δε ολικως: Περι του νυνι λεγομενου αναδοχου των νεοφωτιστων.
γ'. Επακολουθησειν: Κατα το ειρημενον εν τω νομω· «κατα παντα ακουσομεθα της φωνης Κυριου».
δ'. Αναδεξασθαι: Τον αιτηθεντα αναδεξασθαι· οθεν και αναδοχος λεγεται.
Ιεραρχιας επωνυμον: Ιεραρχην δηλαδη.
§ 3. ε'. Τοιν ανδροιν. Οτι ουτω δει συνθειναι την ρησιν· Τοιν ανδροιν, ως επ' ωμων το προβατον εισδεξαμενος, ινα η εκ των δυο ανδρων, του τε αναδοχου φημι και του προσελθοντος, εισω της εκκλησιας, δεξαμενος αυτον ως προβατον απολωλος· αυτου τουτον εκ πλανης επιστρεφοντος· ο γαρ αναδοχος πιστος ην, και ουκ εδειτο εισδεχθηναι· νυν ευχαριστει τω Θεω ο ιερευς. Ει γαρ ουτω συντεθειη, τοιν ανδροιν εισδεξαμενος, σολοικον εσται πανυ.
Εσεφθη: Αντι του εσεβασθη.,
Δια νοερας: Νοεραν ευχαριστιαν φησι την σιωπηλην και εν τω νω γινομενην, σωματοειδη δε, κλινων την κεφαλην και προσκυνων τον Θεον.
§ 4. Πασαν ιεραν διακοσμησιν: Τουτεστιν ολον τον κληρον.
(≡14Ε_346≡> ζ'. Υμνον τινα. Σημειωσαι, οτι εκ πασης της Γραφης δυνατον υμνον προσφερειν τω Θεω ου μην εκ μονου του Δαυιδ. Αλλως υμνον τινα, η την ωδην Μαριας της αδελφης Μωσεως, «ασωμεν τω Κυριω», η τον τριακοστον τριτον του Δαυιδ ψαλμον, η μερος τουτου, «προσελθετε προς αυτον, και φωτισθητε».
Ολικην γενεσθαι: Ολικην προσελευσιν την εξ ολης ψυχης· φησι.
Κελευει τοις ιερευσι: Σημειωσαι, οτι ιερεις καλει τους υποβεβηκοτας των επισκοπων, τουτεστι τους πρεσβυτερους και διακονους αυτους ουτως ονομαζων· αυτοι γαρ ονοματογραφουσι τους νεοφωτιστους.
ς'. Τον ανδρα: Σημειωσαι και περι της απογραφης του βαπτιζομενου και του αναδοχου.
Εκκλησιας συμπληρωσασης: Τουτεστι επι τη του Αμην εκφωνησει.
Υπολυει μεν αυτον: Περι των εν τω θειω βαπτισματι τελειουμενων.
Και απαμφιεννυσιν: Ενταυθα ου πασαν την εσθητα απαμφιεννυσιν, αλλ’ αφιησιν εν ιματιον, ως δηλοι εφεξης· δια των λειτουργων δε, τουτεστι των διακονων.
Μεταγει προς εω: Ωδε ως ευχομενον και αιτουντα ποιει· εν δε τω προς δυσμας σχηματι ως απωθουντα τα εργα του σκοτους. Σημειωσαι, οτι τοτε οι διακονοι μονοι εξεδυον τους επι το βαπτισμα, οι δε πρεσβυτεροι τα λοιπα εποιουν, α νυν οι διακονοι ποιουσιν, ως εγνως προ μικρου· και εν τοις εξης δε ευρησεις, οτι λειτουργους τους διακονους καλει, τους δε πρεσβυτερους ιερεις.
ζ'. Των λειτουργων: Λειτουργους λεγει τους διακονους.
Μητερα της υιοθεσιας: Μητερα της υιοθεσιας την κολυμβηθραν καλει.
(≡14Ε_348≡> Το ιερον της των θεοληπτων: Ουτω την λεξιν συντακτεον· το ιερον μελωδημα της επιπνοιας των θεοληπτων προφητων ινα η· και το λοιπον ο επισκοπος, ειπων το ιερον μελωδημα του αγιου Πνευματος, οπερ αγιον Πνευμα η επιπνοια εστι των θειων προφητων, δεχεται τον ανδρα· ου γαρ το ιερον μελωδημα των προφητων φησιν· παντες γαρ οι προφηται ειπον το εν ασμα· εστι δε ο εικοστος ογδοος ψαλμος· «Φωνη Κυριου επι των υδατων», και το « Αλληλουϊα».
Καταλληλον: Τουτεστι λευκην.
Τω θεουργικωτατω: Γρ. εν αλλω, θεολογικωτατω. Ου χρη φησι, τον εντυγχανοντα τοις Περι της εκκλησιαστικης ιεραρχιας λογοις του πατρος ξενιζεσθαι, ει παρα την νυνι κρατουσαν εν ταις εκκλησιαις ταξιν εν ταις των μυστηριων τελεταις παρηλληγμενα λεγει τινα· ωσπερ και ενταυθα μετα την χρισιν του μυρου την της αγιας κοινωνιας μεταληψιν εισαγει γινεσθαι. Εικος γαρ ην ταυτα, τη των χρονων μεν καταστασει αρμοζειν, νυν δε ακριβεστερον γινεσθαι εν τη των θειων μυστηριων τελεια λειτουργια, εν η και τους νεοφωτιστους δει μεταλαμβανειν.
§ 8. Τω δε ειπειν παλιν επι την των πρωτων ανατεινεσθαι θεωριαν, η ευχην μετα τουτο γινεσθαι ηνιξατο, η οτι μετα τουτο ο ιεραρχης προς την θειαν απεισι λειτουργιαν.
Επι την των πρωτων ανατεινεται: Ο λεγει τοιουτον εστιν· ο επισκοπος, την εικονα επεχων του παντων Θεου, ωσπερ ο Θεος επι της οικειας ενοτητος αει μενων και ταυτοτητος, και ανεκφοιτητως εις εαυτον ιδρυμενος, σωτηριας ενεκα παντων ταις προνοητικαις προοδοις επι παντα τας της αγαθοτητος ελλαμψεις εκτεινει, και πασι παρεστι της ιδιας ιδρυσεως ουκ αποστας· ουτω και ο επισκοπος, κατα μιμησιν ως δυνατον συμβολικως του Θεου, επι της ιδιας στασεως μενων, τουτεστι (≡14Ε_350≡> της εκκλησιαστικης αρχης, προεισι προνοια φιλανθρωπιας επι τα δευτερα, τουτεστιν εις το κατιεναι προς τον επιστρεφοντα, και διδασκει αυτον, και χριει, και σφραγιζει, και μεταδιδωσι του δωρου βαπτισας. Ταυτα δε παντα ως λειτουργικα δευτερα εισι της αρχης αυτου. Πληρωσας ουν τα δευτερα παντα, παλιν επανεισιν επι το θυσιαστηριον, παριστων συμβολικως επι του Θεου οτι, καιτοι προελθων προνοητικως εις τα δευτερα της του προσελθοντος ενεκα σωτηριας, ομως ουκ απεστη του τα οικεια πραττειν και εν τοις αυτου ειναι, τουτεστιν εν τοις της περι Θεον θεωριας υψωμασιν, αλλ' απο θειων, αντι του εκ της των περι νεοφωτιστων αγιας λειτουργιας, εις θεια, οιονει προς το της θεολογικης θεωριας υψος παλιν επιστρεφει, προς το τω αγιω Πνευματι δοκουν αγομενος και μεταγομενος. Ταυτα και μετα βραχεα φησιν εν τη θεωρια του μυστηριου της κοινωνιας.
Τη δι' υδατος: Τω γαρ υδατι τα ακαθαρτα καθαιρονται.
Γ'. § 1. Αινισσομενη: Οτι προς τους ακουοντας δει και τας ερμηνειας ποιεισθαι· και οτι οι πολλοι ανηκοοι εισι των τοιουτων μυστηριων, οπερ λεγει πληθυν.
§ 2. Ενοειδη της πληθυος: Ενοειδη φησι την θεοειδη, πληθυος δε, των πολλων και ανιερων.
Εν τη Περι νοητων: Οτι περι νοητων και αισθητων συγγραμμα αυτω πεπονηται, και τι περιεχει.
§ 3. Λεγωμεν τοινυν: Θεωριαι.
Των νοερων: Δυο κακιας λεγει των νοερων· η γαρ τελειως αφιστανται του θειου φωτος, ερωσαι της κακιας, η το δοθεν αυταις της ελλαμψεως μετρον περιφρονησασαι, και υπερβηναι τουτο τολμηρως επιχειρησασαι, και το υπερβαινον την δυναμιν αυτων καταλαβειν ατονησασαι, αποτευξονται παντως και του δοθεντος αυταις μετρου, του θειου φωτος αναλλοιωτου μενοντος πανταχου.
Αυθαιρετος: Σημειωσαι, οτι πασα νοερα οψις και δυναμις (≡14Ε_352≡> ειτε αγγελων ειτε και ανθρωπων αυθαιρετος εστι και αυτεξουσιος· και πως εν κακια γινεται.
Απηρτηται: Ωσπερ το συνηρτησθαι δηλοι το συναρμοσθαι, ουτω και το απηρτησθαι το εκπεπτωκεναι της αρμογης και της συμφυιας· εσθ' οτε δε και το εκκρεμασθαι η λεξις δηλοι. Ενταυθα μεντοι κατα το προτερον σημαινομενον ειληπται.
Ειτε του μετριως: Εξ εικονος του αισθητου φωτος επι το των θειων νοησεων συμμετρον αρμοσεις το ειρημενον· επει και γεγραπται, «υψηλοτερα σου μη ζητει· α προσεταγη σοι, ταυτα διανου»· μετρον γαρ εν τουτοις το συμμετρον λεγει.
Των μεν ανοικειων: Των μη εναρμοζοντων αυτη, ως υπερεχοντων.
Προς ταυτην ο θειος: Τινος τυπος ο επισκοπος.
Προσιουσιν ταις: Ωδε σαφως, οτι προς τους ακουοντας διδασκει.
§ 4. Επιγνωμονες: Σημειωσαι, οτι πρωτον δωρον εκ της ακριβους διδασκαλιας κταται τις το επιγνωναι εαυτον, ινα το εν τω νομω φυλαξη, «προσεχε σεαυτω», ως και ο θειος εφη Βασιλειος· ουτω γαρ τεως μιμειται αγγελους τους γινωσκοντας εαυτους.
Ορατον ανατρεχων: Ορατον ενταυθα το θεωρητον, ηγουν επιστητον λεγει· ανατρεχων δε, τουτεστιν ολος κινουμενος επι το οραν· ιερον δε δωρον φησι το ειναι εαυτου επιγνωμονα.
Ταυτης εστι της: Εξηγησις, τι το δι' αναδοχου προς τον ιεραρχην ελθειν.
Σφραγις: Τις η σφραγις και τις η απογραφη.
Προς αυτω: Αντι του, 'μετ' αυτου'.
(≡14Ε_354≡> Συνοπαδον: Συνακολουθον,
§ 5. Αλλ' ασχετον ειναι: Οιονει μηδεμιαν σχεσιν εχοντα προς την προτεραν ζωην, μηδε καταταττομενον ταις διαιρεσεσι του ενοειδους· το γαρ εν εν πασιν εαυτω ομοιον, καθ' ο εν· το δε πληθος, ως εν διαιρεσει αμαρτιων τυγχανον, ανομοιον.
Απεκδυσασα: Δια τι αποδυεται.
Ωσπερ εκπνεοντα: Σημειωσαι τι σημαινει το τους κατηχουμενους εμφυσαν τω διαβολω.
Διαγγελλουσα: Η των συμβολων δηλαδη παραδοσις.
Προς το εν ολικης συννευσεως: Την προς το εν ολικην συννευσιν λαβε κατα το του Κυριου ρητον ειποντος, «ινα ωσιν εν», τουτεστι προς το εν ορωντες, οπερ εστι το αρεσκον Θεω· ανατασιν δε, την προς το Θειον υψωσιν του λογισμου και των χαμαιζηλων αναχωρησιν.
Το αναλλοιωτον ισχει: Πως και ποθεν αναλλοιωτοι γινονται αι νοεραι εξεις.
Αμαλθακτον ειναι: Αθελκτον, αθηλυντον, ανδρειον, ανενδοτον, απαρεγκλιτον υφεσει παση. Ιστεον δε ως επι γυναικων ανδριζομενων η αρρενοφανων ειρηται.
Ορας δε τας: Περι του αλειμματος.
Καθ' ους υπ' αθλοθετη: Εν υπερβατω η συνταξις του παροντος χωριου μεταξυλογιας συντεθεισης μακρας. Ουτως ουν συντακτεον· Καθ' ους υπ' αθλοθετη Χριστω γινομενος, τοις μεν αγωσιν, ως θειοις ο τελουμενος επιβησεται χαιρων, και τα εξης.
Ο  ΧΡΙΣΤΟΣ
Ως μεν Θεος Ως δε σοφος Ως δε καλος Ως δε αγαθος
αθλοθετει. νομοθετει. καλλυνει τα αθλα. συναγωνιζεται.
 (≡14Ε_356≡> Επειδη ως Θεος: Οτι ο Χριστος Θεος εστι, κατα Νεστοριανων.
Επιβας: Περι του βαπτισματος λεγει.
Του αθλητων πρωτου: Αθλητων πρωτον τον Κυριον λεγει, ος δια μονην αγαθοτητα ιδιαν, προς το του θανατου ηγωνισατο κρατος.
Αθλησεσι: Δια της αλοιφης δηλονοτι του θειου μυρου.
Ενεργειας τε και: Ενεργειας μεν τας αμαρτιας και τας εμπαθεις επιθυμιας και κινησεις φησιν· υπαρξεις δε τας ενεργητικας των δαιμονων φυσεις· αι γαρ πονηραι πραξεις ουκ εν ιδια υπαρξει θεωρουνται.
§ 7. Επειδη θανατος εστιν: Τι εστι θανατος, και οτι ενωσις εστιν η συνθεσις ημων.
Αφανες αγουσα: Τουτο το αφανες τινες εφησαν ειναι τον αδην, τουτεστι τον αειδη και αφανη γενομενον της ψυχης χωρισμον, εις τοπους αορατους τοις αισθητοις.
Σωματοειδων αλλοιωσεων: Πολλακις γαρ αναστοιχειουται ου μονον εις σκωληκας, αλλα και εις αλλα ζωα το σωμα. Ορα δε, οτι και την τοιαυτην μεταβολην αλλοιωσιν καλει, και οτι ο θανατος ου της ουσιας ημων εστιν ανυπαρξια, και οτι η ψυχη εξιουσα του σωματος αφανης γινεται, και ουκ ειλειται περι το σωμα, ως τινες ειπον, και οτι η καταδυσις του υδατος αντι θανατου καλως παρειληπται.
Τον θεαρχικον: Οτι θεαρχικον θανατον καλει την τριημερον του Κυριου ταφην, και οτι το ρημα ο ειπεν ο Κυριος, «ερχεται ο αρχων του κοσμου τουτου, και εν εμοι ευρησει ουδεν», του λογου φησιν ειναι. Αρχοντα δε του κοσμου και των εν ανθρωποις διαβολικων προαιρεσεων τον Σαταναν λεγει, τον το κρατος εχοντα του θανατου, κατα τον Αποστολον· ως εν Χριστω ουδεν της οικειας παραβασεως ευρεν· «αμαρτιαν γαρ (≡14Ε_358≡> ουκ εποιησεν, ουδε δολον», ως Ησαιας φησι. Διο και αδυνατον ην αυτον υπο του θανατου κρατεισθαι, ως φησι Πετρος, αλλ’ αφειθη μονος εν νεκροις ελευθερος, κατα τον Δαυιδ.
§ 8. Το ακοσμον κοσμειται: Επειδη το σκοτος εστιν ο ρυπαρος βιος, κατα τον Αποστολον, ακοσμοτατον τι υπαρχει και ανειδεον εστι, ουκ εχον το ειδος του θειου φρονηματος (αποσκιασμα γαρ και αντιφραγμα της αρετης εστιν), εικοτως τω φωτισματι κοσμειται, και ειδος δεχεται φωτος ο προσιων, τεκνον φωτος γινομενος, και σπερμα του Θεου, ο εστι φως δεχομενος, κατα τον θειον Ιωαννην. Ανειδεον δε εν τοις ουσι το δυσειδες απεκαλεσεν ουχι το ειδους παντη αμετοχον, ωσπερ και το δυσμορφον πολλακις αμορφον φαμεν.
Επιγνωναι νοερως: Εγω μεν υπολαμβανω σκοπω μετριοφροσυνης, ως αγνοουντα δηθεν σιωπησαι τον μεγαν Διονυσιον. Οτι μεν γαρ Πνευματος προγνωσεως ηξιωτο, δηλον εν τη προς τον ευαγγελιστην Ιωαννην επιστολη πεποιηκεν· ομως τουτο μοι δοκει σημαινειν, οτι Χριστου ευωδια οντες πανταχη οι του θειου Πνευματος ηξιωμενοι, και ενωθεντες αυτω τη καθαροτητι κατα τον Αποστολον, αισθανονται της αυτου παρουσιας, τω γλωσσαις λαλειν η προφητικον εχειν χαρισμα η ιασεις ενεργειν, και οσα εν ταις Πραξεσι δηλουνται και παρα τω θειοτατω Παυλω. Αλλως· Οι ως πνευματικοι τα πνευματικα νοουντες και τοις πνευματικοις συγκρινοντες, και την ενθεον και πνευματικην ευωδιαν φησιν ειναι Παυλος, τους τα ευαγγελικα κηρυττοντας, ως εκ ζωης της πιστεως ηγουμενους επι ζωην την δια βαπτισματος αφεσιν, και του αγιου Πνευματος δοσιν, και βασιλειαν ουρανων δι' εργων θεοπρεπων, των και ευωδιας νοητης οντων δηλουντας· οθεν φιαλας θυμιαματων μεστας τας (≡14Ε_360≡> ευχας των δικαιων Ιωαννης ο θειος εν Αποκαλυψει θεωρει. Δυσωδια δε του διαβολου τα της αμαρτιας εισιν εργα, ως και εν Ψαλμοις ειρηται· «προσωζεσαν και εσαπησαν οι μωλωπες μου απο προσωπου της αφροσυνης μου», τουτεστι της αμαρτιας μου. Διο και ο Χριστος μυρον εκκενωθεν κεχρησμωδηται, και οσφραινεται οσμην ευωδιας Κυριος εν τη προσφορα του δικαιου Νωε. Εντευθεν και το Ευαγγελιον «τοις μεν οσμη ζωης», τοις πιστοις δηλονοτι, «τοις δε απιστοις θανατου», αντι του τοις απιστοις και ασεβεσιν, οσμη παλιν εις θανατον γινεται, ελεγχον τα εργα και κατακρινον εις γεενναν, ον τροπον και το εξαιρετον πανυ μυρον κατα ταυτον και ανθρωπους ηδυνει και χοιρους αναιρει, ου φεροντας την ακραν ευωδιαν. Ταυτα πλατεως λεγει κατω εν κεφαλαιω τεταρτω εις το μυρον.
Εκ των αποστολικων διαταξεων.
Εστι τοινυν το μεν βαπτισμα εις τον θανατον του Κυριου διδομενον, το δε υδωρ αντι της ταφης, το ελαιον αντι του Πνευματος του αγιου, η σφραγις αντι του σταυρου, το μυρον βεβαιωσις της ομολογιας.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Γ' 
 
Α'. Καθηγεμονα τελετων: Τον αγιον Ιεροθεον λεγει.
α'. Ιερογραφικως εκθεμενον: Τουτεστι κατα την ιεραν διαγραφην των εμφανως τελουμενων.
Το κοινον: Κατα παραλειψιν του υπαρχοντος εστι.
β'. Κοινωνια τε: Περι κοινωνιας.
Η τελειωσις εκ των: Οτι αδυνατον τελεσθηναι διχα της μεταληψεως.
Εν κεφαλαιω: Τουτεστιν αναγκαιοτατω λογω.
(≡14Ε_362≡> Ατελης μεν: Οτι ουδεμια συναξις τελεσιουργει διχα της μεταληψεως.
Και το κεφαλαιον: Και ενταυθα το κεφαλαιον επι του αναγκαιου και καιριου ειληπται.
Επωνυμιαν αυτη: Δια τι λεγεται φωτισμα, και οτι δικαιως.
Εκ του τελουμενου: Και ενταυθα κατα παραλειψιν του υπαρχειν λαμβανεται.
Β'. Ο μεν ιεραρχης: Η ταξις αυτη εν τοις χρονοις του Πατρος επολιτευετο ισως εν ταις κατα τοπον εκκλησιαις.
Αγιογραφων δελτων: Αγιογραφους δελτους καλει την Παλαιαν και την Νεαν Διαθηκην.
Και προς αυτοις ενεργουμενοι: Τουτεστιν υπο πνευματων ακαθαρτων.
Των λειτουργων δε: Λειτουργους φησι τους διακονους και τους νυν υποδιακονους λεγομενους.
Εκκριτοι: Εκκριτοι οι πρωτοι διακονοι, ιερεις δε οι πρεσβυτεροι.
Προτιθεασι: Τουτο κατα την εν Ρωμη κρατουσαν συνηθειαν. Εκει γαρ επτα μονοι διακονοι τω θυσιαστηριω λειτουργουσιν, ους εκκριτους, οιμαι, καλει, τους δε αλλους αλλην τινα εκτελειν λειτουργειαν· και σημειωσαι καντευθεν τον αρχαϊσμον του Πατρος, και οτι συν τοις διακονοις τον αρτον οι πρεσβυτεροι προτιθεασι. Τουτο δε και πανταχου γινεται, ολιγων οντων διακονων· εν Ρωμη δε, οιμαι, παντοτε εικοτως, δια το μονους επτα τους εκκριτους τω θυσιαστηριω λειτουργειν· τυχον δε και βιω των αλλων οι επτα τυγχανουσιν εκκριτοι.
Της καθολικης: Οτι και τοτε πιστεως τι συμβολον προελεγετο, η μαλλον οπερ τοτε παρελαμβανον μαθημα και συμμαθημα της πιστεως.
Των ιερων πτυχων: Ωδε ου πρωτα τα διπτυχα παρ' ημιν, (≡14Ε_364≡> επι δε του Πατρος τουτου μετα τον ασπασμον τα διπτυχα ελεγετο, ωσπερ και εν Ανατολη.
Οι των λειτουργων εκκριτοι: Οτι οι πρωτοι των διακονων μονοι παριστανται τω θυσιαστηριω· ταχα δε και οι εν βιω τουτων εκκριτοι.
Και υπ' οψιν αγει: Τουτεστι σαφηνιζει τα υμνουμενα· οιον, οτι τοδε και τοδε Χριστου, και τοδε Χριστου. Υποδεικνυσι δε και τας επι τουτοις θειας δωρεας, οιον, οτι εις αφεσιν αμαρτιων, και εις ζωην αιωνιον, και οσα τοιαυτα μυστικα. Ταχα δε το υπ' οψιν τουτο σημαινει, ως τοτε αποκαλυπτομενων των αγιων δωρων, μετα τας ευχας, μενοντων δε κεκαλυμμενων, εως καιρου μεταληψεως· η ταχα τον κουφισμον και την υψωσιν της μιας ευλογιας του θειου αρτου φησιν, ον υψοι ο ιερευς, λεγων, «τα αγια τοις αγιοις», οπερ και μαλλον εστιν αληθες, ως περι το τελος του κεφαλαιου ευρησεις ειρημενον.
Γ'. § 1. Τας εικονας εν ταξει: Εικονας εκαλεσε των αληθων τα νυν τελουμενα εν τη συναξει.
Ως ουδε των συμβολων: Οτι συμβολα ταυτα, και ουκ αληθεια.
Αι μεν γαρ ιερωταται: Τι οι ψαλμοι και τα αναγνωσματα.
Εις μνημην: Οτι «μετα το δειπνον λαβων αρτον», και τα εξης· και οτι ο θανατος αυτου καταγγελλεται, αχρις ου ελθη, κατα τον Αποστολον και αυτον τον Κυριον φασκοντα· «τουτο ποιειτε εις την εμην αναμνησιν», και τα εξης. Και σημειωσαι οτι αρχισυμβολον εφη το μυστικον του Κυριου δειπνον, των νυν θειων μυστηριων· και οτι τον αναξιως μεταλαμβανοντα του αρτου·  και του ποτηριου, ουδεν η μεταληψις ωφελει, μαλλον μεν ουν και εις κριμα αυτου ληψεται, κατα τον Αποστολον. Εκ δε των εξης ευλογως αν τις φαιη, οτι μετα το εξελθειν τον Ιουδαν (≡14Ε_366≡> εκ του δειπνου παρεδωκεν ο Χριστος τοις μαθηταις το μυστηριον.
Ομοτροπως τα ιερα: Τον Ιουδαν φησι. Και σημειωσαι, οτι και αυτω μετεδωκε του μυστικου αρτου και του ποτηριου, τα δε μυστηρια τοις μαθηταις μετα το εξελθειν του δειπνου τον Ιουδαν, ως αναξιου τουτων οντος αυτου.
Ως η καθ' εξιν: Εν τουτοις το κατ' επιγνωσιν δηλοι, τουτεστι το ενδιαθετως ουτως εχειν, και ου κατα μονην την σωματικην προσελευσιν, αλλα κατα την της διανοιας δια πιστεως και αισθησεως πνευματικης.
§ 2. Απο των αιτιατων: Τουτεστι το απο των ορατων τελουμενων, επι τα αορατα και μυστικα, απερ των εν αισθησει αιτια εισι και αρχετυπα. Αιτια δε λεγονται τα ετερωθεν το οπωσουν ειναι την αιτιαν εχοντα, η απο των αιτιατων εις τα αιτια, τουτεστιν απο των αισθητων συμβολων επι τα νοητα και νοερα· ηγουν, απο των ατελεστερων εις τα τελειοτερα· οιον, απο των τυπων επι την εικονα, και απο ταυτης επι την αληθειαν. Σκια γαρ τα της Παλαιας, εικων δε τα της Νεας Διαθηκης, αληθεια δε η των μελλοντων καταστασις.
Κατα την ιεραν: Κατα παροξυτονως· δηλοι δε το, 'και τοτε'.
§ 3. Των αγαλματων: Αγαλματα μεν φησι τας εικονας των αορατων και μυστικων, ηγουν τα συμβολικως τελουμενα· πρωτον δε τουτων το της συναξεως μυστηριον απεκαλεσεν, ουτινος το νοητον, ηγουν το κατα θεωριαν δηλουμενον, απογυμνουν επαγγελλεται.
Η τε γαρ υπερ παντα: Ιδου εις τροπος της θεωριας του προκειμενου κεφαλαιου.
Ουκ εξω της: Σημειωσαι την κατ' ουσιαν ακινητον στασιν, και οτι Θεου τυπος ο επισκοπος. Σημειωσαι, οτι κατα τρεις τροπους αναγεται τα περι του θυμιαν· απο του θυσιαστηριου αρχομενον τον ιεραρχην και παντα τον ναον περιελθοντα, εις αυτο παλιν αποκαθιστασθαι.
(≡14Ε_368≡> Ωσαυτως: Τροπος ετερος.
Τροπον, ο θειος: Τροπος τριτος της προκειμενης θεωριας, πως και επι του επισκοπου απο του ενος πληθυνεται, τοις δε ηττοσιν ακατασχετος εστι, τουτεστι μη επικοινωνων τοις χειροσιν.
§ 4. Η δε των ψαλμων: Τι οι ψαλμοι. Και σημειωσαι το συνουσιωμενη· αλλα και οτι 'σχεδον' προσεθηκεν· ου γαρ αλληλοις ηνωται ταυτα κατ' ουσιαν, αλλα τω προς ενα σκοπον τα παντα συντελειν, τουτεστιν εις την των ανθρωπων σωτηριαν, εφη το συνουσιωμενη· οθεν ευθυς επηγαγε το σχεδον, κολαζων την απο της λεξεως εναντιωσιν. Κατωτερω δε μιαν εμπνευσιν φησι, τουτεστι μιαν συμπνοιαν, ο δηλοι το, ενα παντων ειναι σκοπον.
Πασα μεν γαρ ιερα: Των της Παλαιας βιβλιων κατ' επιδρομην επιμνησις.
Των ανιωντων: Λυπουντων, ως επι του Ιωβ.
Ερωτων ασματα: Περι του ερωτος των ασματων.
Η τας ανδρικας: Εντευθεν ομοιως τα Νεας εισαγει.
Αγαπητου και: Νομιζω ως την Αποκαλυψιν του θειου Ιωαννου δηλοι, η το Ευαγγελιον αυτου, ο και μαλλον.
§ 5. Συνερριζωσε: Συνειλκυσεν.
Η δε των θειων: Ο σκοπος των ψαλμων εστι, φησι, το υμνησθαι Θεον τε και τους αυτου γνησιους θεραποντας, υπαγορευτικην των τοιουτων και περιεκτικην εχοντων δυναμιν· ητις, φησιν, αναγκαιως εν πασι τοις ιερατικως τελουμενοις παραλαμβανεται, εμμονον την των ψαλμων μνημην εμποιουσα τοις ψαλλουσι.
Θεουργιας: Μεγαλειοτητας.
Και τη των θειων ωδων: Σημειωσαι, οτι το της ψαλμωδιας συμφωνον ομοφροσυνης της προς Θεον και εαυτους υπαρχει διδασκαλια.
(≡14Ε_370≡> Συντετμημενα: Οτι τα συντετμημενα, τουτεστι τα ασαφη, δια των επιτελουμενων συμβολων σαφηνιζεται· τουτο γαρ δηλοι το 'ευρυνεται'. Σημειωσαι, δε οτι τα συνεσκιασμενως εν τοις ψαλμοις λεγομενα, δια της των Γραφων αναγνωσεως σαφηνιζεσθαι λεγει ο Πατηρ.
Εν ταυταις: Εν ταυταις γαρ, ταις Γραφαις δηλονοτι, ο ακριβως ενορων, γινωσκει, οτι εν και το αυτο Πνευμα πασας ελαλησε.
Κηρυσσεται: Ως σαφηνιζουσα δι' εαυτης την Παλαιαν.
Ο μεν εφη τας: Ως η μεν, η Παλαια Διαθηκη, εφη, η δε Νεα ετελεσε.
Της θεολογιας: Σημειωσαι, οτι την Παλαιαν Γραφην θεολογιαν καλει, την δε Καινην θεουργιαν.
§ 6. Καθολου των: Οι καθολου ακατηχητοι και ανηκοοι τουτων ελομενοι εκουσιως.
Της θεογενεσιας: Τουτεστι του αγιου βαπτισματος.
Τους δε κατηχουμενους: Περι των κατηχουμενων και ενεργουμενων και εν μετανοια οντων, και τινων μετεχουσιν.
Η μεν ουν εσχατη: Οτι οι κατηχουμενοι, εσχατοι εισιν.
Αμεθεκτοι: Αμετοχοι.
Μαιευομενοι: Αναγεννωμενοι.
Αμβλωθριδια: Νεκροτοκια.
§ 7. Ανιερος μεν και αυτη: Ατελειωτος. Σημειωσαι, οτι τοις ενεργουμενοις καταταττει και τους τοις σωματικοις θελκτηριοις αμετανοητως επιμενοντας, οιον τους πορνους, τους φιλοθεαμονας, και τους τα παραπλησια μετιοντας, ους εξονομαζων ο θειος Αποστολος επιφερει, τω τοιουτω μηδε συνεσθιειν. Ταυτα και εν τοις εξης μαλλον τρανοι. Ιστεον δε, οτι η ακριβεια (≡14Ε_372≡> αυτη νυν της των τοιουτων διαστολης τε και διαστασεως ου γινεται.
Ο τοιουτος ποτε: Σημειωσαι, οτι ο Θεω ηνωμενος ουκ ενεργηθησεται υπο ακαθαρτου πνευματος.
Εναγεστατην ενεργειαν: Οτι υπερ τους καταπιπτοντας δαιμονωσιν οι ασελγεις.
Τα μεν οντων: Οτι τα οντως οντα τας αρετας λεγει.
Την προσυλον: Επειδη και η υλη πολυπαθως αλλοιουται.
Εν τοις αλλοτριοις. Σημειωσαι, οτι αλλοτρια ημων εστι τα προς αμαρτιαν· ου γαρ φυσικη ημων εστιν η αμαρτια, αλλ' η εις παν εργον αγαθον επιτηδειοτης, κατα τον Αποστολον, και το εν ψαλμοις· «και απο αλλοτριων φεισαι του δουλου σου». Ενθεν νοεις και το ειρημενον παρα Κυριου· «ει δε εν τω αλλοτριω πιστοι ουχ ευρεθητε, το υμων τις υμιν δωσει;». Δια τουτο και τα αλλοτρια ταυτα ουκ οντα λεγεται· ου γαρ της φυσεως εισιν, αλλα νοθα· το δε κατα φυσιν πραττειν ον εστι και ημετερον. Αλλως. Αλλοτρια εφη τα κατα κοσμον, ως ου τινος ιδικως [ιδια], αλλ’ εξ αλλων εις αλλους μεταπιπτοντα η και ως ουκ ουσης εν τουτοις δια παντος της ημετερας διαγωγης, αλλα προς ετερον βιον ορωσης, εφ' ω και γεγοναμεν.
Του λειτουργου: Τουτεστι, μη τινες των ενεργουμενων εμπαθωσιν, ως εξης φησιν.
Η των εμπαθως: Αποδειξις εναργης.
Επειδη δε του θειου: Περι της ταξεως των απολυομενων.
Αμυητοι: Οι κατηχουμενοι, οι ασελγεις.
Δειγματα τε: Εκτυπωσεων τε χλευασματα.
Δι' ανανδριαν: Σημειωσαι, ποθεν φησιν υπο δαιμονων ενοχλεισθαι τινας των πιστων.
(≡14Ε_374≡> Εξει και ερωτι: Οιονει τη μετανοια.
Οι πανιεροι: Οι πιστοι και προς Θεον και προς αλληλους ηνωμενοι.
α'. Καθολικη: Καθολικην εφη την υμνολογιαν, η ως υπο παντων αδομενην, η ως υπερ καθολικης χαριτος γινομενην.
β'. Τον υμνον δε τουτον. Σημειωσαι, οτι τον υμνον, συμβολον και ομολογιαν και ευχαριστιαν εκαλεσε.
Δοκει γαρ μοι: Προς τι περας ορα το συμβολον.
γ'. Την μεν ουσιαν: Τουτεστι κατα τον του Αποστολου λογον ειποντος, «παντα γαρ ημων εστιν». Αρχετυπα δε καλλη φησι τα τη θεια φυσει επιθεωρουμενα, ων την κατα το ενδεχομενον μετουσιαν τοις ανθρωποις εδωρησατο, η το κατ' εικονα λεγει και καθ' ομοιωσιν.
δ'. Επισκευαστοις. Τουτεστι τοις εξ αυτου κατασκευαζομενοις αγαθοις εις ημας.
ε'. Παντελει των: Σημειωσαι, τι φησι περι Χριστου, ηγουν της τελειας αυτου ενανθρωπησεως, και κατα Απολλιναριου.
Ο θειος αρτος: Σημειωσαι, οτι ου μονον ο αγιος αρτος κεκαλυμμενος προετιθετο, αλλα και το θειον ποτηριον, οπερ νυν ου γινεται.
§ 8. Θειοτατος ασπασμος: Σημειωσαι, δια τι ο ασπασμος διδοται.
Επιθυμιας, εξ: Σημειωσαι, οτι αι εμπαθεις επιθυμιαι μερισται εισι, μεριζουσαι ημας και του Θεου και αλληλων, ταχα δε και εαυτων.
Ομοειδεις απεχθειαι: Τουτεστι προς τους ομοιους ανθρωπους.
§ 9. Πτυχων: Δια τι μετα τον ασπασμον διπτυχα αναγινωσκεται.
(≡14Ε_376≡> Τους οσιως: Σημειωσαι, οτι τα διπτυχα των αποθανοντων επι αυτου μονον ανεγινωσκετο, ουχ, ως νυν, και των ζωντων.
Η θεολογια φησι: Ταυτα εκ της λεγομενης Σοφιας Σολομωντος· και σημειωσαι, οτι και ουτος ο αγιος πατηρ ταυτη εχρησατο.
Σκοπει δε: Τουτο φησιν, οτι το λεγομενον εν προφηταις αναμνησαι ενωπιον Κυριου, ουχ ουτω δει νοειν, ως της μνημης του Θεου ανανεουμενης· εν τη φαντασια του μνημονικου, οπερ επι των εν σαρκι προσδεδεμενων νοερων, τουτεστιν ημων, συμβαινει, αλλα μνημη Θεου εικοτως λεγοιτ', θεοειδεις εν αυτω γενομενους δι' εναρετου βιου, και αξιωθεντας της ανεπιληστου περι αυτον γνωσεως. Σημειωσαι πως λαμβανει το ρητον του ψαλμου.
Συμβολων: Του σωματος και αιματος.
§ 10. Υδατι τας: Τι το νιψασαι τας χειρας, και ποτε.
Φησιν, ο λελουμενος: Σημειωσαι, πως λαμβανει ο πατηρ το του Κυριου ρητον, το λεγον, «ο λελουμενος ου χρειαν εχει τους ποδας νιψασθαι». Η δε συνταξις των προκειμενων προς το υπαινισσεται την αποδοσιν εχει, ιν' η το λεγομενον ουτως· Οτι μεν τοδε εστιν, υπαινισσεται, ο λουτηρ μεν εν τη νομικη λατρεια, εν δε τη καθ' ημας η των χειρων απονιψις. Το δε ασχετος και απολυτος δηλοι, ως τη ηττονι ουκ ενεχθησεται αγωγη και διαθεσει. Αλλως· Η καθ' υπερβασιν της συνταξεως ταυτης αναγνωσις ουτως αρμοσθησεται· οτι μεν ουν, ως τα λογια φησιν, ο λελουμενος ου δειται τινος ετερας καθαρσεως, ει μη της των ακρων, ειτ' ουν εσχατων, εαυτου νιψεως, δι' ης (≡14Ε_378≡> ακροτατης καθαρσεως εν παναγνω του θεοειδους εξει αχραντον ποιησεται· και ακηλιδωτον την επιστροφην, και προς τα δευτερα προϊων αγαθοειδως· ως του θεοειδους αποσωζων το πληρες και ολοκληρον, ασχετος εσται και απολυτος, ως καθαπαξ ενοειδης και προς το εν αυθις ενιαιως επιστρεφομενος.
Ει μη της των ακρων: Τι εστι το μη δεισθαι τον λουσαμενον ετερας νιψεως, ει μη τα ακρα νιψασθαι· δευτερα δε φησι τα αισθητα, εις α δια φαντασιας προσπασχει η ψυχη.
Ο μεν ιερος: Σημειωσαι, οτι ου λουτηρ ην εν τω νομω και οτι συνταγμα εχει αλλο περι της κατα νομον ιεραρχιας, οπερ ου φερεται.
Του ιεραρχου: Σημειωσαι το ενθεον του ιερεως, το αληθως τελειοτατον.
Ιερουργιαν αποκεκαθαρθαι: Τη θεια ιερουργια δηλονοτι.
Εσοπτρων αγλαιαν: Εσοπτρα φησι τας των αγιων ψυχας, ως του θειου φωτος δεκτικας και της κρειττονος ληξεως αφομοιωτικας.
Εφιεντων διϊεναι: Και νυν Αττικιζων, ως Αθηναιος, συνεταξε το ρητον, φασκων, των μαρμαρυγων εξιεντων την οικειαν αιγλην, δεον προς θηλυκον των μαρμαρυγων εφιεισων ειπειν, ο δη και ανω εν κεφαλαιω ζ' του Περι ουρανιας ιεραρχιας βιβλιου πλατυτερον εδειξαμεν, ως Αττικον το σχημα. Εκει ουν αναγνωθι.
Η δε του ιεραρχου: Σημειωσαι, δια τι επι του θυσιαστηριου νιπτεται ο ιεραρχης, ητοι επι των αγιων, τουτεστιν εμπροσθεν αυτων.
Και της ακροτατης: Της ακρας καθαρσεως δηλαδη.
Και υπ' οψιν: Μαλλον τοτε εμενον κεκαλυμμενα τα θεια δωρα, εως καιρου της αγιας μεταληψεως· και τουτο δηλοι μετ' (≡14Ε_380≡> ολιγα. Η το γε ακριβες, οτι κουφιζων ο ιεραρχης τον αγιον αρτον, εδεικνυ την ευλογιαν, λεγων, «τα Αγια τοις αγιοις».
§ 11. Τινας μεν ουν: Τας εις ημας προνοιας πασας ολιγοι ισασι, ταχα δε ουδε ολιγοι ισασι· και περι τινος η προσκομιδη.
Αρωγον: Βοηθον.
Την ανθρωπειαν: Περι της των ανθρωπων αποπτωσεως.
Υπερβασια: Παραβασια,
Οικειαις ροπαις: Ο εστιν αυθαιρετως. Η δε συνταξις προς τα ανω ειρημενα εστιν· ειπε γαρ, οτι την ανθρωπειαν φυσιν η πολυπαθεστατη ζωη διαδεχεται, τα δε αλλα δια μεσου, απο του 'ακολουθως γαρ' εως του 'ενθεν ελεεινως'.
Θελκτικαις: Θεραπευτικαις.
Το της αρχης: Επειδη και αρχην της συστασεως εκ γης εχομεν, το γαρ σωματικον ημων εξ αυτης, εικοτως μετα την παραβασιν και το τελος προσφορον εχομεν τη αρχη· εις γην γαρ αναλυοντες· επει ερρηθη, οτι «γη ει, και εις γην απελευση».
Περας: Τουτεστι τον θανατον.
Αναγωγου ζωης: Αναγωγον δε ζωην την τα ανω ζητουσαν και προς Θεον επεστραμμενην φησι.
Πολυπαθεστατην αλλοιωσιν: Τι εστιν αλλοιωσις επι σωματων, εν τω Περι των θειων ονοματων διεξηλθομεν.
Δυσμενεις: Ταλαιπωρους.
Εις ανυπαρξιας οικτρως: Εις ανυπαρξιαν δε δια την αμαρτιαν· ο γαρ αμαρτωλος τροπον τινα ουχ υπαρχει· το γαρ κακον ανυπαρκτον.
Απειροτατη φιλανθρωπια: Περι της ενανθρωπησεως, οτι ταυτην φιλανθρωπως ενηργησεν.
(≡14Ε_382≡> Αυτουργον ημων: Σημειωσαι την ακριβειαν των δογματων, εν πολυπληθεια λεξεων φραζομενην και πολεμουσαν παντας αιρετικους· το μεν γαρ αυτουργον γενεσθαι την εις ημας προνοιαν του Θεου δηλοι, οτι αυτος ην ο Θεος Λογος· ου μην αλλος εν αλλω, ως τινες μαινονται συν Νεστοριω. Το δε εν αληθει μεθεξει παντων των ημετερων αναμαρτητως και Μανιχαιους και Ευτυχιανιστας και Απολλιναριστας και Ακεφαλους και παντας απαξαπλως τους αιρετιζοντας καταβαλλει.
Εξεως: Το εξεως ενταυθα ου ποιοτητος τινος εμμονου νοητεον, αλλα καθεξεως και διαμονης, ητοι κατασχεσεως.
Ου κατα δυναμιν: Σημειωσαι, οτι ουκ εν ισχυϊ ενικησεν ο Χριστος τον Σαταναν, αλλα κρισει και δικαιοσυνη. Τουτο και Γρηγοριος ο Νυσσης εν τω Κατηχητικω φησιν.
Ολβιου: Πλουσιου.
Ανειδεον καλλεσι: Και ανωτερω ουτως εφημεν, οτι ανειδεον το της αγνοιας σκοτος φησι. Σημαινει δε την ελευθεριαν ημων.
Εναγεστατων: Μεμιασμενων.
§ 12. Δει ταις ιεραρχικαις: Της θεαρχικης αγαθοτητος, ως εφη εν αρχη του κεφαλαιου.
Υμνησας δε και: Τουτεστι τον αρτον και το ποτηριον ευλογων των αγιων δωρων. Σημειωσαι δε οτι πανταχου συμβολικην λεγει την θειαν ιερουργιαν, και τα αγια δωρα συμβολα των ανω και αληθινωτερων.
Τον γαρ εγκεκαλυμμενον: Ουτω και προ ολιγου ειρηται, οτι κεκαλυμμενον εμενε το θειον δωρον εως καιρου μεταληψεως, ει μη αρα κεκαλυμμενον λεγεται το απο των πολλων και εξω εστωτων, και απλως λαϊκων αποκεκρυμμενον.
Το γαρ εν και απλουν: Επειδη και ψυχην νοεραν και (≡14Ε_384≡> σωμα γηϊνον ελαβε. Εξ ημων ειδοποιουμενον, τουτ' εστι το καθ' ημας ειδος, ηγουν την φυσιν λαβων. Σημειωσαι δε πως κοινωνοι θειας φυσεως γινομεθα Χριστω ενουμενοι. Σημειωσαι και τα περι της οικονομιας, και τις ο φανεις, και τις η κλασις του αρτου και διανομη.
Κατ' ακρον: Τουτεστι κατ' ακρον ενωσιν και τελειαν, και ουσιωδη καθ' υποστασιν αληθη.
Αλωβητου: Αβλαβους.
Χρη γαρ ημας: Σημειωσαι τις ο σκοπος του Χριστιανισμου,
§ 13. Υπ' οψιν αγων: Περι του Κυριου ημων Ιησου Χριστου ενταυθα φησιν ου συμβολικως, ον και νοητην ημων εφη ζωην. Το δε 'παντελει', επειδη και ψυχην νοεραν και σωμα γηϊνον ανελαβε. Και καλως ειπεν 'ασυγχυτω ενανθρωπησει'· εμεινε γαρ Θεος ανθρωπος οφθεις, και εκατερας φυσεως σωζων τα ιδιωματα· και σημειωσαι κατα Απολλιναριστων.
Εξ ημων ειδοποιουμενον: Τουτεστι το καθ' ημας ειδος, ηγουν την φυσιν λαβοντα,
Κοινωνοι Θεου: Σημειωσαι πως κοινωνοι θειας φυσεως γινομεθα, Χριστω ενουμενοι.
§ 14. Εις ευχαριστιαν: Περι ευχαριστιας.
Μεταδοσεως ηγειται: Κατα κοινου το ηγειται, ηγουν προηγειται· οτι πρωτον δει τον ιερεα μεταλαμβανειν, και ουτω μεταδιδοναι. Ουκουν η μετοχη ηγειται, και η μεταληφις του προσκομισαντος της μυστικης διανεμησεως των λοιπων.
Ταις ενθεοις διδασκαλιαις: Οποιον δει τον ιερεα ειναι.
Οι τολμηρως αποκεχρημενοι: Ο λεγει τουτο εστιν· ωσπερ ο ιερευς μη πρωτος μεταλαμβανων των υπ' αυτου προσκομισθεντων, ανιερος εστιν, ουτω και οι τολμωντες διδασκειν αλλους, (≡14Ε_386≡> μη πραττοντες α διδασκουσιν, ανιεροι εισι· δει γαρ ποιειν, και ουτω διδασκειν, κατα το ειρημενον υπο του Κυριου· «ο ποιησας και διδαξας, ουτος μεγας κληθεσεται».
Θεσμοθεσιας: Του θειου νομου.
Ου τολμητεον: Φοβηθητι πανυ.
Αρμοστην: Τουτεστιν αρμοδιον. Αρμοστην ελεγον οι Λακεδαιμονιοι τον καθισταμενον υπ' αυτων αρχοντα των υποκειμενων αυτοις πολεων, παρα το αρμοζειν τους αρχομενους ζην κατα τους νομους, οθεν και αρμοστηρας παλιν εκαλουν Αθηναιοι τους εις το ευ ζην διαταττοντας, ως σαφως Πλατων ο κωμικος δηλοι εν Πρεσβεσι τω δραματι. Και ενταυθα τοινυν 'αρμοστην' τον αρχοντα της Εκκλησιας επισκοπον οικειως ωνομασε.
§ 15. Τη γαρ ιερα: Σημειωσαι τι εστι το, «γευσασθαι και ιδετε».
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Δ' 
 
Α'. Ουτω προς το εν: Τουτεστι προς το νοητον και πνευματικον.
Ευοσμου περιαγωγης: Αντι του θυμιασαντος του επισκοπου πασαν την εκκλησιαν.
Β'. Μελωδημα: Το «Αγιος» δηλονοτι, η και το «Αλληλουϊα».
Και την επ' αυτω: Δι' αυτου γαρ απαν αγιον τελειουται.
Γ'. § 1. Τοις ιεροις: Σημειωσαι αληθως θειον λογον, οτι δει τους θειους ανδρας κεκαλυμμενας εχειν απο δοζης κενης τας της αρετης πραξεις.
Αγαλμα: Εικων.
(≡14Ε_388≡> Ει θεμις: Ει δικαιον.
Εν τη εικονι: Ει και το απαραλλακτον και παντη ομοιον εχει η εικων προς το αρχετυπον, αλλ' η ουσια, φησι, διαφορος· η μεν γαρ αψυχος, το δε εμψυχον· και το μεν αληθινον ζωον εμπνουν, το δε του ζωγραφου εργον εκ κηρου και χρωματων· εν τουτω τοινυν της διαφορας θεωρουμενης, η ταυτοτης εν αμφοτεροις τη ομοιοτητι διαφορος.
Ινδαλμα: Ομοιωμα.
Εικοτως: Προς το θειον καλλος δηλονοτι.
Δρωσι: Πραττουσιν.
Εις το θεαθηναι: Σημειωσαι, πως εκλαμβανει το μη δειν ημων τας ευποιιας εκπομπευειν.
Εισιν ευωδιας: Τουτεστιν, ο Θεος (τουτο γαρ η ευωδια), το αληθως καλον αφ' εαυτου ποιων, εις απαντας ουκ επιστρεφειται, τουτεστιν ου φροντιζει κενοδοξως των μη αποδεχομενων εσθ' οτε τας παρ' αυτου κρισεις, ουδε επιτηδευει δοξαν εχειν παρα ανθρωποις.
§ 2. Ως κρυφιων: Πολλακις εν τω Περι θειων ονοματων εδηλωσαμεν, τι νοητον και τι νοερον. Τουτο ουν και ενταυθα φησιν, οτι τω επισκοπω, αγιω οντι, ως συγγενει του θειου φωτος αποκαλυπτει ο Θεος, ου δι' ετερου διδασκαλου, αλλ' αυτος αυτον φωτιζων, το μυστηριον της θεωριας και του μυρου· διο αυτω τω επισκοπω ου περικειται καλυμμα κατα του θειου μυρου, αλλ' «ανακεκαλυμμενω προσωπω», κατα τον Αποστολον, θεωρει τα μυστηρια, τοις δε μη τελειοις, χρεια συμβολων· διο ταις πτερυξι κεκαλυμμενον γινεται το αγιον μυρον του Θεου και τον λαον, και δια της ερμηνειας αποκαλυπτοντος τα συμβολα. 'Θεωρους' δε καλει τους επισκοπους, επειδη και παρ' Ελλησι (≡14Ε_390≡> θεωροι εκαλουντο οι προβαλλομενοι παρα παντων επερωταν τον Θεον περι μελλοντων, και θυσιας υπερ αυτων προσφερειν και εξιλεουσθαι υπερ αυτων. 'Ανομοιους' δε καλει τους ατελεις του λαου· τουτο γαρ αυτω εθος. Ουδε γαρ αποκρυπτεται τους νοερους, αλλ' αφανης εστι τοις βιβλιοις.
Αινιγματων: Δι' αινιγματων γαρ και συμβολων προς την εαυτων ασθενειαν αυται αι ταξεις φωτιζονται.
§ 3. Της των ιεραρχικων: Τελειοι γαρ παντα το θειον μυρον επιχριομενον, ωσπερ η μεταληψις του αγιου σωματος και αιματος.
Των θειων: Παντες γαρ ευωδιαζομενοι της θειας μυστικης ευωδιας μεταλαμβανουσιν αναλογως.
Ενεργουμενων: Των δαιμονωντων και εις ασελγειαν τετραμμενων, περι ων και εν τω προ τουτου κεφαλαιω φησι: 'Πτοιαν' δε λεγει, οιονει θορυβον, φοβον, πτοησιν, απατην.
Τοις δε εις νουν: Δια τους εν μετανοια φησιν.
Αγουσιν: Ευτακτος ακολουθια και αναβασις τοις αγιοις καταλληλος.
Το ενοειδες: Το ενοειδες φησι το προς το εν, ηγουν τον το Θειον ορωντα αυτον νουν, ον και ενουσθαι λεγει προς αυτο το εν και της τουτου αποπληρουσθαι ενωσεως.
§ 4. Τι δε: Κατ' ερωτησιν αναγνωθι το χωριον.
Ει γαρ η των: Οτι η αισθητη ευωδια τρεφει την αισθησιν και ευεκτειν ποιει.
Κριτικου: Κριτικον φησι το της ψυχης διακριτικον, ητοι το νοερον, οπερ ει μη της επι το χειρον ροπης καθαρευοι, ουκ αν εν αισθησει της θειας ευωδιας γενησεσθαι λεγει.
Ολβον: Πλουτον.
Ηδομενοι: Αντι του ευωδιαζομενοι.
§ 5. Της κατα νουν: Το κατα νουν, επι αγγελων.
Δυοκαιδεκαδι σημαινεται: Τινος τυπος αι ιβ' πτερυγες. Σημειωσαι δε το μεγεθος των σεραφιμ.
(≡14Ε_392≡> Θεολογιαν: «Αγιος, αγιος, αγιος».
Κακιας τε αμα: Σημειωσαι, οτι ου μονον κακιας, αλλα και ληθης αμετοχους τας ανω δυναμεις φησιν ο πατηρ.
Επιστημην: Καλως συνηψε τη επιστημη την νοησιν η γαρ ακριβης περι οτουουν κατανοησις επιστημην τουτου εργαζεται.
§ 6. Τας μεν ουν: Τις η ιδιοτης των σεραφιμ, και οτι ταυτην προειπε.
Των υπερουρανιων: Εν τη Περι της ουρανιας ιεραρχιας πραγματεια φησι.
§ 7. Το μεν ουν: Θεωρια των αγιων σεραφιμ. Σημειωσαι ολον το χωριον, οπως εκδιδωσιν εν αυτω νοειν ημας τα περι των ανω δυναμεων γεγραμμενα εν τοις προφηταις.
Εξαπλην θεσιν: Εξαπλην θεσιν το εξ ειναι πτερυγας φησι.
Πρωτα και μεσα: Ειρηται εν τοις προ τουτου, πως χρη εκδεχεσθαι τας πρωτας και μεσας και τελευταιας δυναμεις των νοερων.
Διαπλασιν: Ου γαρ αληθη πτερα εχουσι.
Των πτερων: Σημειωσαι δε, πως ελαβε τα περι των πτερυγων των σεραφιμ, και οτι καθ' ολον αυτα ιπταντο, μηδεν εχοντα υφειμενον και ταπεινον.
§ 8. Ει δε τα προσωπα: Σημειωσαι ωραιοτατην θεωριαν και ξενην, δια τι οι σεραφιμ τα προσωπα και τους ποδας καλυπτουσι τοις πτεροις, τοις δε μεσοις πετανται.
§ 9. Και τουτο δε: Ερμηνεια των σεραφιμ.
§ 10. Της ουσιωδους: Εν τω Περι της ουρανιας ιεραρχιας λογω εσαφηνισθη, τι εστιν επι αγγελων ουσιωδης εξις, εν εβδομω κεφαλαιω.
α'. Ουκ ηγνοησεν: Οτι και οι αγιοι αγγελοι ισασιν, οτι ο αγιαζων Ιησους και ηγιασθη, και ποτε, και πως.
Κατεληλυθοτα: Τουτεστιν ανθρωπον γενομενον.
(≡14Ε_394≡> β'. Προς του Πατρος: Τουτο φησι δια το μιαν ειναι της αγιας Τριαδος την ενεργειαν. Σημειωσαι δε την απαραβλητον ορθοδοξιαν του μεγαλου Διονυσιου, και πως εφυλαξε της θεοτητος του Κυριου Ιησου, ως Θεος, παντα, και αυτος ως ανθρωπος ηγιασθη υπο τε του Πατρος και υφ' εαυτου, επει και Θεος, και υπο του αγιου Πνευματος, ειδυιων και των ουρανιων ταξεων την ιδιαν αρχην, τουτεστι, τον αιτιον αυτων και τον δημιουργον τον Ιησουν, οτι καν αγιαζηται, αλλ’ ουν και ουτως εχει το κατ' ουσιαν αναλλοιωτον· Θεος γαρ. Σημειωσαι δε οτι την οικειαν οιδεν αρχην εκ της θεουργιας αυτου.
δ'. Σεραφιμ περιιστησι: Σημειωσαι, δια τι τω θειω μυρω περιιστανται τα εξαπτερυγα. Απαραλλακτον δε ειπεν η ως προς το κατα παντα της καθ' ημας φυσεως ομοιωθηναι ημιν χωρις αμαρτιας, η ως μη υπομειναντα παραλλαγην η τροπης αποσκιασμα κατα την θεοτητα, εν τω προσλαβειν το ανθρωπινον. Σημειωσαι δε την ολικην ενανθρωπησιν, δια τους ανουν αυτον λεγοντας.
ε'. Τον αγιαζομενον: Μαλλον τοτε ουτως εφερετο εν τη προς Εβραιους· «ο τε γαρ αγιαζων και ο αγιαζομενος».
Το μυρον: Δια τι σταυροειδως το μυρον εν τω βαπτιστηριω εκχειται.
Υπ ' οψιν αγει: Αντι του φανερως κηρυττει.
Θεογενεσιας καταδεομενον: Ανεστη γαρ τριημερος, μη κρατηθεις υπο του θανατου.
Ακρατητω: Ανεστη γαρ τριημερος μη κρατηθεις.
Τους εις τον θανατον: Εστι γαρ αποκρυφος η αιτιολογια τοις πολλοις του μυστηριου, δια τι το εις Χριστον βαπτισμα, οτιπερ εις τον θανατον αυτου βαπτιζομεθα.
(≡14Ε_396≡> § 11. Ανθρωποπρεπως. Σημειωσαι και ενταυθεν, ο Χριστος, και ως ανθρωπος, δεχεται το Πνευμα το αγιον αγιαζομενος, και ως Θεος, διδωσιν αυτο. Σημειωσαι και το της ουσιωδους θεοτητος, και οτι αναλλοιωτος εμεινεν.
Εξει το θειοτατον: Ει, επι των αγγελων ουσιωδεις εξεις ακουοντες, ου ποιοτητας εξωθεν κατα συμβεβηκος επιγινομενας νοουμεν, ως και προ ολιγου ειρηται, και εν τω Περι της ουρανιας ιεραρχιας λογω κεφαλαιω εβδομω διεσαφησαμεν, πολλω μαλλον επι του και υπερ ουσιαν κυριως οντος Θεου την εξιν ου ποιοτητα δεξομεθα, την επι τοις συνθετοις συμβαινουσαν, αλλ’ εξιν ουσιωδους θεοτητος, την φυσικως εχουσαν εξ αυτης τα της αγαθοτητος απαντα. Τεως δε σημαινει, οτι και η θεοτης ουκ αυτοουσια εστι του Θεου, αλλα της ουσιας δοξα.
§ 12. Θυσιαστηριου: Οτι και το θυσιαστηριον μυρω τελειουται, και δια τι.
Θυσιαστηριον Ιησους: Οτι Ιησους εστι το θυσιαστηριον· και σημειωσαι το μεγεθος και το υψος του τοιουτου θυσιαστηριου, οπερ εστιν ο Χριστος.
Μυστικως ολοκαυτουμενοι: Το τελος αινιττεται του πεντηκοστου ψαλμου.
Μυρου τελετην: Οτι μυρου τελετη εκληθη, και δια τι.
Θεουργικως απαντα: Ο φησι τουτο εστι· Πασης θειας θεοφανειας και εργασιας δια συμβολων δεικνυμενης, ακολουθον του αλληλουϊα του των προφητων μελους το συμβολον, θεωρησαι τι δηλοι.
Φασιν οι τα Εβραιων: Σημειωσαι κατα Ακεφαλων.
Θεοφανειας: Ποιος λεγεται ψαλμος, και δηλον οτι εις των επιγεγραμμενων «Αλληλουϊα».
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Ε' 
 
§ 1. Αποκληρωσεις: Αποκληρωσεις ταυτας καλει δια το (≡14Ε_398≡> εκαστην ταξιν ιερατικην αφωρισμενως εχειν ιερατειας υπηρεσιας, οιον αποκεκληρωμενας αυτη, ας υπερβηναι ου δυναται· δηλον γαρ εστι το εργον του διακονου και των αλλων ομοιως. Δυναμεις δε και ενεργειας εν τουτοις, εστι μεν λαβειν εφ' ενος νοηματος, το αυτο δηλουντων· την γαρ του καθαιρειν και φωτιζειν διδασκαλικως δυναμιν εχειν λεγονται οι ταυτα ενεργειν αφιεμενοι· εστι δε και ετερως διαστειλασθαι, ως δυναμεις μεν λαβειν τας πνευματικας δωρεας και αξιας, ενεργειας δε τας λειτουργιας· τας γαρ τελειωσεις, προδηλον, ως επι των καταστασεων, ηγουν χειροτονιων εκληψομεθα.
Και την μεν: Εξης σαφηνιζει, τις τε η τριαδικη διαιρεσις, και τις η τριας των υπερβεβηκυιων ταξεων, περι ων και προεξεθετο εν τω πρωτω κεφαλαιω του παροντος λογου. Και σημειωσαι οτι επι της εκκλησιαστικης ιεραρχιας τριαδικη διαιρεσις εστι, και οποια.
Η καθ' ημας ιερα παραδοσις διαιρειται
εις μυστηριον· τουτο γαρ η τελετη, εις μυστην, εις μυουμενους.
§ 2. Η μεν αγιωτατη: Τις η εν ουρανοις ιεραρχια, και οτι τελετη εστι της ουρανιας ιεραρχιας η του Θεου κατα δυναμιν γνωσις και εξις. Μυσται δε ταυτης αι περι Θεον πρωται ταξεις, τελουμενοι δε αι μετ' αυτας παρ' αυτων μυουμενοι και διδασκομενοι ταξεις.
Μετ' εκεινην: Τις η κατα τους δυο λαους ιεραρχια.
Την κατα νομον: Περι της κατα νομον ιεραρχιας.
Ουκ ευδιακριτον: Σημειωσαι, οτι ουκ ευληπτον λεγει και ευδιακριτον την των νομικων διαταξεων θεωριαν και αλληγοριαν.
Ταυτη δε τη κατα νομον: Τις η τελετη των εν νομω.
(≡14Ε_400≡> Μυστου και ηγεμονος: Μωσεως δηλαδη.
Ιερογραφων την: Κατα το ειρημενον· «ορα, ποιησεις παντα κατα τον τυπον τον δειχθεντα σοι εν τω ορει».
Την τελειοτεραν: Περι της νεας ιεραρχιας της εν Εκκλησια λεγει, οτι κληρωσις εστι των κατα νομον. Ταυτα δε ο Αποστολος εν τη προς Εβραιους φησι, και ο Κυριος· «ουκ ηλθον καταλυσαι τον νομον, αλλα πληρωσαι».
Τη μεσοτητι: Σημειωσαι, πως μεση εστιν ουρανιας ιεραρχιας, και της νομικης η εκκλησιαστικη ιεραρχια, και πως ταις δυο κοινωνει, τη μεν τω πνευματι, τη δε τω γραμματι, τουτεστι τοις συμβολοις.
Το τρισσον: Πως η εις τρια διαιρεσις των ταξεων,
Θεοειδεις των ιερων: Τουτεστιν, εις ιεραν γνωσιν, και διδασκαλους, και διδασκομενους.
Των καθ' ημας: Των αγγελων.
Διαιρειται η των τελετων ιερουργια
εις καθαρσιν, μυησιν, τελειωσιν.
Η των ιερουργων διακοσμησις
εις καθαρσιν εις φωταγωγιαν εις τελειωσιν
των ατελεστων, των καθαρθεντων, των φωτισθεντων.
Η των τελουμενων δυναμις
εις καθαιρομενους, εις φωτιζομενους, εις τελειουμενους.
§ 3. Δυναμιν την ιεραν: Εν τουτοις σκοπησον ευκρινως δεικνυμενην την τριαδικην της ιεραρχιας διαιρεσιν.
Η δε των ιερουργων: Περι των τελουντων.
Αποκαθαιρει: Τι εστιν αποκαθαιρειν, και τι το φωτιζειν, και τι το τελειουν, ειπεν εν τω Περι της εν ουρανοις ιεραρχιας κεφαλαιω γ' περι το τελος, και ωδε προϊον ερει· αυτη δε η τριας.
(≡14Ε_402≡> Τελειωσεσιν: Πρωτην το καθαιρειν τους ατελεστους, μεσην καθ' ην αλλους μυουσιν, εσχατην δε το τελειωθηναι μονον.
Η πρωτη μεν: Αντι του η τριας των υποβεβηκυιων ταξεων.
Η τρισση: Τις η τρισση δυναμις των ιερεων.
Συναξεως: Απο κοινου το, αποδειχθεισης.
Νυν δε την: Εκ γαρ των θειων Γραφων καθαιρομεθα και ελλαμπομεθα προς την ιεραν θεογενεσιαν· εκ της συναξεως δε και της του μυρου τελετης επιστημονως τελειουμεθα. Σημειωσαι και ενταυθα ομοιως δηλουμενην την τριαδικην διαιρεσιν.
Διαιρειται η ιερατικη διακοσμησις
εις καθαρτικην, φωτιστικην, τελειωτικην.
§ 4. Η ουχι και τας αισθητας: Ως επι της υελου δεχομενης τον ηλιον, οπερ και ανωτερω ειπε· και οιον επι του πυρος η του φωτος εστιν ιδειν, του μεν δια των αραιων και διαφανων σωματων καταλαμποντος και τα παχυτερα και αλαμπη, του δε πυρος δια της ευκαταπρηστου υλης και τας ανεπιτηδειους προς μετουσιαν αυτου εκπυρουντος φυσεις.
Ελλαμπει: Η ενεργεια του ιεραρχου δηλονοτι.
Τουτων ουν εστι: Κατα κοινου ληπτεον το εστι· προσυπακουεται γαρ επι ολων των εν τω τοπω.
Θεοπτικων, το τοις: Σημειωσαι, οτι θεοπτικως ο ιεραρχης πρωτον ελλαμπεται, ειτα μεταδιδωσι τοις υπ' αυτον, ειτα τελειοι τουτοις, οις μεταδιδωσι της ελλαμψεως.
§ 5. Πρωτη μεν εστι. Σημειωτεον, πως η αυτη πρωτη και εσχατη ταξις.
Η δε της ιεραρχικης: Περι της των ταξεων δυναμεως. Ουτω δε χρη νοησαι τα προκειμενα, οτι παντα μεν τα ιερατικως τελουμενα εις τον ιεραρχην την αναφοραν εχει, ως αυτου δια των υπ' αυτου ταγματων ταυτα ενεργουντος, οις και παρεσχε (≡14Ε_404≡> την δυναμιν του ταυτα ενεργειν, ομως εν εξαιρετω τω ιεραρχη προς αυτουργιαν, και ου δια της ετερων υπουργιας αποκεκληρωται ο του μυρου αγιασμος και η του θυσιαστηριου καθιερωσις και η των ιερατικων χειροτονια, ατινα και τελεσιουργους εικονας της θειας δυναμεως απεκαλεσεν· ολοτητα δε φησι πασας τας ταξεις, ως ευθυς επεξηγειται.
Αυται δε εισι: Τουτεστιν αι τελειουσαι τον αγιον αρτον εις σωμα Χριστου, και το ποτηριον εις αγιον αιμα, και το υδωρ εις αγιαν καθαρσιν, και τον αφωτιστον εις υιοθεσιαν, και παντα τα λοιπα ομοιως.
Ει γαρ και προς των ιερων: Σημειωσαι, οτι και αγιασαι και τελειωσαι το μυρον ουκ εστι πρεσβυτερων, ους και ιερεις καλει, αλλ’ ουτε θυσιαστηριον τελειωσαι, ινα και προσενεγκη επ' αυτου, ουτε μην χειροτονησαι. Ταυτα γαρ μονος ο ιεραρχης ποιει, ων εκτος ο πρεσβυτερος, ουτε βαπτισει, ουτε προσοισει, αλλ’ εις τα προτελεσθεντα υπο του επισκοπου ιερουργησει.
Αγιστειαν: Ητοι χειροτονιαν.
Ενιαιως: Μονομερως.
Τας επιστημας: Οτι η διδασκαλικη των μυστηριων δυναμις τοις ιεραρχαις αρμοζει.
§ 6. Η δε των ιερεων: Τις η των ιερεων ταξις, ηγουν των πρεσβυτερων.
Αυτη δρα: Η των ιερεων ταξις δηλονοτι.
Η δε των λειτουργων: Τις η των λειτουργων ταξις, τουτεστι των διακονων.
Αποκαθαιρει: Πως αποκαθαιρουσιν οι διακονοι.
Οθεν επι της ιερας: Θεωρια της καθαρσεως. Σημειωσαι δε, οτι των διακονων εστι το αποδυειν και υπολυειν τους βαπτιζομενους, και προς δυσμας ισταν, και αυθις προς ανατολην μεταγειν.
(≡14Ε_406≡> Διο και ταις ιεραις: Σημειωσαι, οτι οι διακονοι τοτε τας θυρας ειχον, νυν δε οι υποδιακονοι·
§ 7. Δεδεικται τοινυν: Ανακεφαλαιωσις.
Δηλαδη της ιεραρχικης: Οτι ο επισκοπος και τα των υφειμενων ποιει, και οι πρωτοι τα των δευτερων και των μετ' αυτους ποιουσιν ουκ αναπαλιν δε, οι δευτεροι τα των πρωτων.
Εγχειρειν αλαζονειαν: Οτι εκαστον χρη μη κατατολμαν των μειζονων.
Εικονες αι ιερατικαι: Τινος τυποι αι ιερατικαι ταξεις, τα παρα του Θεου περι τους ανθρωπους ενεργουσαι.
Επειδη γαρ: Περι των ουρανιων ταξεων, πως υπο Θεου ιερουργουνται.
Β'. Ο μεν ιεραρχης: Χειροτονια επισκοπου, πρεσβυτερου και διακονου.
Αμφω τω ποδε: Νυν ετερως επιτελειται.
Ενα των ποδων: Αδηλον δε ποιον ποδα φησι.
Καθ' εκαστον: Σημειωσαι, οτι χρη παντας τους εν τω ιερατειω τον χειροτονουμενον ασπαζεσθαι.
Γ'. § 1. Αναρρησις ιερα. Αναρρησις οιονει κηρυξις εξ ονοματος· σφραγιζων γαρ αυτον ο χειροτονων αρχιερευς, εξ ονοματος φασκει· 'Σφραγιζεται ο δεινα απο πρεσβυτερου εις επισκοπον εν ονοματι Πατρος και Υιου και αγιου Πνευματος’· ομοιως και επι πρεσβυτερου και διακονου.
Υποπτωσις: Υποπτωσις η γονυκλισια, αναρρησις δε, οπερ νυν καλουσιν επικηρυξιν η ανακηρυξιν.
Η αναρρησις: Η επι των χειροτονιων ανακηρυξις, οιον επι της του επισκοπου· 'Υπερ του αγιου πατρος επισκοπου τουδε'. Επι δε πρεσβυτερου· 'Υπερ τουδε πρεσβυτερου'. Επι (≡14Ε_408≡> δε διακονου· 'Υπερ του αδελφου ημων τουδε διακονου'. Τοδε αναρρησιν φησιν οταν εν αυτω τω χειροτονειν κηρυττη· 'Τον χειροτονουμενον η θεια χαρις προχειριζεται τονδε εις τονδε'.
§ 2. Η μεν ουν: Θεωρια.
§ 4. Εις την ανδρικην. Σημειωσαι την ανδρικην ζωην του Ιησου και θεαρχικην αναμαρτησιαν.
Αναρρησιν: Τις η αναρρησις.
§ 5. Ουδε αδελφον: Ωραιον και πανυ αναγκαιον και ασφαλες, οτι ουδε αδελφον χωρις Θεου εποιει τις.
Ιεροτελεστης: Ως ανθρωπος, και αρχιερευς γενονεν ο Χριστος. Σημειωσαι τουτο κατα Ακεφαλων και Νεστοριανων.
Διο και αυτος. Σημειωσαι ποτε εχειροτονηθησαν ιερεις οι μαθηται, και οτι Ιησους, καιτοι Θεος ων, αυτος ουκ εχειροτονησεν, αλλ' επηγγειλατο πεμπειν απο του Πατρος το Πνευμα το αγιον, οτε ως πυριναι γλωσσαι εφανησαν αυτοις.
Τελεταρχην: Τον Κυριον κατα την θεοτητα καλει.
Ο των μαθητων: Ο αγιος Πετρος δηλονοτι μετα των λοιπων, οτε τον Ματθιαν προυχειρισατο εις αποστολον.
Περι δε του Θεου. Σημειωσαι τι φησι περι του κληρου του πεσοντος επι Ματθιαν, και τι νοει τουτον.
Δοκει γαρ μοι τα λογια: Το εν ταις Πραξεσι των αποστολων λογιον περι τουτων εν μεν ενιοις βιβλιοις ευρον ουτως εχον· «και εδωκαν κληρους αυτοις», εν δε τισι, «και εδωκαν κληρους αυτων». Το μεν ουν αυτοις συναγωνιζεται τω νυν ειρημενω υπο του θειου Διονυσιου, ως του κληρου συμβολον τι δηλουντος, εξ αποκαλυψεως ισως η ενεργηματος του αγιου Πνευματος, πιπτοντος επι τον κληρουμενον· οθεν και περι του Ισκαριωτου φησιν ο μεγιστος Πετρος, οτι, «ελαχε συν ημιν τον (≡14Ε_410≡> κληρον της διακονιας ταυτης», καιτοι συνηθης ημιν κληρος ουκ ην επι των αποστολων γεγονως υπερ Κυριου του εκλεξαμενου αυτους.
§ 7. Ο δε ιεραρχης: Περι του επισκοπου, δια τι επιτιθεται μονω αυτω τα αγια Ευαγγελια.
Θεουργιας, θεοφανειας: Προσυπακουστεον το 'υπαρχοντα'· κατα παραλειψιν γαρ του ρηματος πολλακις η συνταξις. Σημειωσαι δε ποσων μεταλαμβανει ο επισκοπος θειων πλεονεκτηματων.
Ιερολογιων: Τουτεστιν ερμηνειων.
Τοις δε ιερευσι: Περι πρεσβυτερων.
Η μεν ουν κλισις: Τι η κλισις δηλοι.
§ 8. Αι τρεις των ιεροτελεστων: Τουτεστιν ιεραρχων, ιερεων, και λειτουργων.
Ταις τρισι των τελουμενων: Τουτεστι των καθαιρομενων, των φωτιζομενων, και των θεωρητικως τελουμενων.
Η λειτουργικη ταξις: Περι διακονου ενα ποδα κλινοντος.
Οι δε ιερεις: Τι το τους δυο ποδας κλινειν τους πρεσβυτερους.
Αμφω τω ποδε: Τι το τους δυο ποδας κλινειν τον ιεραρχην, και δια τι αι Γραφαι επιτιθενται τη κεφαλη αυτου.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ S' 
 
Α'. Τριαδα των τελουμενων: Οτι τρεις αι τελουμεναι ταξεις.
§ 1. Λεγομεν τοινυν: Τινες οι καθαιρομενοι, και πως.
Αποδιαστελλομενοι πληθυες: Τουτεστιν οι κατηχουμενοι, οι εν μετανοια, και ενοχλουμενοι. Διαφοραν δε εισηγειται των εν μετανοια εν τοις εξης.
-Της δε, ως: Των εν μετανοια μετα το βαπτισμα αμαρτανοντων.
(≡14Ε_412≡> -Της δε, ως ετι: Των χειμαζομενων και ενεργουμενων.
-Της δε, ως ετι προς: Των απο αιρεσεων η ασελγειων.
-Της δε, ως μεταχθεισης: Των μη τελειως εξ ασελγειας επιστρεψαντων εις αγιασμον η των κατηχουμενων.
§ 2. Μεση δε ταξις: Ο πιστος λαος.
Η καθαρθεισα πασης: Την πασαν καθαρσιν του λαου.
Αι καθαιρομεναι ταξεις διαιρουνται.
Εις τους εκβαλλομενους των ιερων,
Εις τον πιστον λαον,
Εις μοναχους, ητοι θεραπευτας.
Την του ιερου λαου: Σημειωσαι οτι μεσην ταξιν τον ιερον λαον αποκαλει, ηγουν τους εν λαϊκω ταγματι το ολοκληρον, ητοι το ανεπιτιμητον εχοντας· τους δε μοναχους, ητοι τους θεραπευτας, την πασων υψηλοτεραν.
§ 3. Η των μοναχων: Μετρα μοναχικης καταστασεως.
Οι μεν, θεραπευτας: Δια τι οι μοναχοι θεραπευται εκληθησαν.
Και ενιαιας: Τι μονας αμεριστος και ενιαια ζωη.
Των διαιρετων ιεραις: Διαιρετα φησι τα βιωτικα.
Θεοειδη μοναδα: Πως τελειουται ο μοναζων, και δια τι ιδικην τελειωσιν και επικλησιν και καταστασιν εχει ο μοναχος.
Β'. Ο μεν ιερευς: Σημειωσαι οτι, ο μεν ιερευς φησι, και ουχ ο ιεραρχης, και οτι κατα τουτον του Πατρος τον λογον, ου δει σχημα μοναχου επισκοπον διδοναι, αλλα μονον πρεσβυτερον.
Ταις διαιρεταις: Ταις βιωτικαις και πολυσχιδεσιν, οιον εμποριαις φημι και τοις αλλοις συναλλαγμασι. 'Φαντασιας' δε, τουτεστι ταις κατα διανοιαν επιθυμιαις και των παθων ανατυπωσεσιν.
Αποκειρει: Πως κειρεται ο μοναχος.
Την τρισσην: Σημειωσαι δε την τρισσην υποστασιν.
(≡14Ε_414≡> Γ'. § 1. α'. Μοναχικην ταξιν: Δια τι λεγεται μοναχος και τις η μοναχικη καταστασις και επιτηδευσις,.
§ 2. Αποταγη: Τις η αποταγη.
β'. Διο και πολλα: Σημειωσαι κατα Λαμπετιανων, ητοι Μεσσαλιανων η Αδελφιανων, ταυτον δε ειπειν Μαρκιανιστων, οιτινες τριετιαν μονον ακρως ασκησαντες, μετα ταυτα επι τοσουτον αδιαφορουσι τον λοιπον της εαυτων ζωης χρονον, ως πασαν ατοπιαν πραττειν αδεως· μοιχειαις γαρ και ασελγειαις, γαστριμαργιαις και αλληλογαμιαις, και απαξαπλως εν πασαις ασωτιαις εγκαλινδουμενοι, τα τοιαυτα πραττειν απαθως τερατευονται· και αναισθητως νοσουντες την εμπαθειαν και αναλγητως υφ' εαυτων πασχοντες και των εν αυτοις οικουντων δαιμονων, ωσπερ οι φρενιτιδι κατεχομενοι νοσω, αγαλλονται μαλλον και ουκ ανιωνται.
γ'. Απειρηται: Σημειωσαι οτι πολλα κωλυεται ο μοναχος ποιειν, ων οι λαϊκοι την επιτροπην και εξουσιαν εχουσιν· οιον ο γαμος, και το στρατειαις η εμποριαις ομιλειν, και ετεροις, εν οις ο λαϊκος ου κατακρινεται.
§ 3. Τριχων αποκαρσις: Τις η αποκαρσις.
§ 4. Η δε της προτερας: Τι το μεταλλασσειν την εσθητα αυτου.
§ 5. Και παντες: Τι ο ασπασμος.
Επι την θεαρχικην: Τι το ευθυς κοινωνειν.
Επι την μεταληψιν: Δια τι οι χειροτονουμενοι ευθεως κοινωνουσι.
Μεταδιδοται προς: Παντες γαρ ομοιως μετα την χειροτονιαν των θειων αξιουνται μυστηριων, οπερ εμφαινει την προς Θεον οικειοτητα τε και ενωσιν.
Τελεται, καθαρσις: Τι αι τελεται δηλουσι.
(≡14Ε_416≡> Ταξις: Ιδου και ενταυθα σαφεστερον εδιδαξεν ο Πατηρ, τινες αι υπερβεβηκυιαι ταξεις, ων ανωτερω εμνησθη.
§ 6. Αλλ' ερεις οτι: Και οτι ουκ εστιν εν ουρανω καθαιρομενος, και περι αγγελων.
Εστι τις ουρανια: Σημειωσαι οτι ουδεμια λωβη τυγχανει εν τινι των ουρανιων δυναμεων, ο δοξαζει Ωριγενης και οι τα τουτου φρονουντες, φασκοντες, οτι κατα την αναλογιαν της παρατροπης εκαστον των ουρανιων ταγματων την τοιανδε και ονομασιαν και ταξιν εκληρωσατο, και σωμασιν ενεδεθησαν λεπτοτεροις, εις παιδειαν της εαυτων επι το χειρον παρατροπης· αλλα παναγνοι εισι δηλονοτι και ασωματοι νοες, ως εξ αρχης εκτισθησαν· οτι δε ασωματοι εισιν αι ουρανιαι δυναμεις, διαφορως εγνως εν τοις εμπροσθεν, Αλλως. Αλλ' ουδεις αυτων των ουρανιων νοων μετα την των δαιμονων αποπτωσιν εαλω ποτε· τουτο γαρ ουδε παρα της θειας Γραφης εγνωμεν, ουδε τις των θεοσοφων ειρηκε Πατερων. Ουτος δε ο αγιος κατα συγχωρησιν αυτο φησιν, ως αν ειποι τις, οτι παναγνοι μεν εισι και αλωβητοι και ου δεονται καθαρσεως· πλην, ει και δοιημεν εν τινι λωβη γενεσθαι αυτων τινα, παντως εις τας εναντιας εχωρει δυναμεις, ωστε τας λοιπας το αλωβητον ωσαυτως εχειν, και ομοιως μη δεισθαι καθαρσεως. Και οτι τουτο εστι, σαφως εδειξεν· ειπων γαρ προς την αντιθεσιν την ιδιαν γνωμην και αληθη, επηγαγε το, Ει γαρ τις, αντι του, ει δε και τις δοιη τινα παρατραπηναι, του χορου τουτων εξεπεσεν, οπερ εγω ου λεγω, φησιν, αλλα τουναντιον, οτι παναγνοι διαμενουσιν εισαει, επει εκπεσομι του καθεστωτος. Μη ουν τις των Ωριγενους μυστων οιεσθω το παρον ρητον συνηγορειν τη κακοπιστω αυτου δοξη, φασκων, οτι αει πτωσις και ανακλισις και μεταπτωσις των ουρανιων γινεται νοων, ως φησιν Ωριγενης μεν εν τω Περι αρχων (≡14Ε_418≡> πρωτω λογω, ουτως· 'Ο τοινυν λογος, οιμαι, δεικνυσι πας, παν ο,τι ποτε λογικον, απο παντος ουτινοσουν λογικου δυνασθαι γενεσθαι'· και μετα βραχεα επαγει λεγων· 'Μετα το επι πασι τελος, παλιν απορρευσις και καταπτωσις. γινεται'. Ευαγριος δε εν τω εβδομηκοστω ογδοω της δευτερας εκατονταδος κεφαλαιω ουτω φησιν· 'Εκαστον ταγμα των ουρανιων δυναμεων, η ολον εκ των κατω, η ολον εκ των ανω, η εκ των ανω και εκ των κατω συνεστηκε'. Και εν τω ιθ' της ε' εκατονταδος λεγει ουτως· 'Εξ αγγελικης καταστασεως και αρχαγγελικης, ψυχικη καταστασις γινεται· εκ δε της ψυχικης, δαιμονιωδης και ανθρωπινη· εκ δε της ανθρωπινης, αγγελοι παλιν και δαιμονες γινονται'.
Ταις υφειμεναις: Ποια εστιν η των ουρανιων καθαρσις και διακοσμησις. Αλλως. Οτι καθαρσις των ουρανιων δυναμεων εστιν η επι τελεωτεραν γνωσιν ελλαμψις· και σημειωσαι οτι προκοπτουσιν επι γνωσιν, και οτι δαιμονες ου λεγουσι καθαιρεσθαι, δια τους φασκοντας και αυτους εν τη παρ' αυτων μυθευομενη αποκαταστασει, σωζεσθαι μετα των αγιων.
Ουτω και φωτιζομεναι: Σημειωσαι τα περι των αγγελων, πως φωτιζονται και τελειουνται.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Ζ' 
 
Α'. § 1. Ουτω και προς: Οτι ουκ εν τοις αυτοις τοποις απαγονται οι τελευτωντες παντες, και περι αναστασεως.
Ολικης αναστασεως: Της μετα του σωματος δηλονοτι.
Αι μεν γαρ: Περι δικαιων λεγει.
Τα δε καθαρα των: Περι αναστασεως σωματων.
(≡14Ε_420≡> 
Των δοξαζοντων αναστασιν και κρισιν,
οι μεν μετα των αυτων σωματων εγειρεσθαι την ψυχην φασιν, ως οι Χριστιανοι· οι δε διχα σωματος· οι δε μετ' αλλων σωματων των ξενων, και βιον εχειν, οιον νυν.
Των κεκοιμημενων,
οι μεν εισι ιεροι· οι δε ανιεροι.
Ενωθεντα γαρ: Οτι ενουνται ταις ψυχαις τα σωματα.
[Σημειωσαι δε και την ολικην αναστασιν].
§ 2. Των δε ανιερων: Περι θανατου αμαρτωλων, και τι νομιζουσι μετα θανατον γινεσθαι οι Ελληνες, ων τας δοξας εκτιθεται. Τουτων γαρ οι μεν αλογιστοτεροι ουτε αθανατον την ψυχην ομολογουσιν, ων εστι και Βιας, ουχ ο Πριηνευς, αλλ’ ετερος τις, αλλα θνητην και λυεσθαι αυτην, ον τροπον και το σωμα, και εις το μη ειναι χωρειν· οι δε δηθεν αυτων λογικωτεροι, και περι αθανασιας ψυχης φιλοσοφησαντες, ως Πλατων και οι τοιουτοι, μετα θανατον το μεν σωμα ουκ ετι συστησεσθαι φασιν, αλλ’ εις αιωνας ουχ υποστρεφειν ετι, προς ην εσχε συστασιν. Τουτο γαρ εστιν ο φησιν εισαπαξ, αντι του μηκετι συστησομενον, επειδη αναξιον ειναι φασι το υλικον συνδιαιωνιζειν ψυχη, την δε ψυχην μονον αθανατως υπαρχειν. Ταυτα και αιρετικοι λεγουσι διαφορως, ως οι απο Σιμωνος του μαγου, και Μενανδρου, και Ουαλεντινου, και Μαρκιωνος, και Μανεντος· και νυν δε οι απο των Ωριγενους προερχομενοι μυθων, ου γαρ δογματων. Και ορατε τισι θελουσι συναριθμεισθαι, και ποιας ατοπους δοξας τη αμωμητω των Χριστιανων πιστει προσαπτουσιν οι στυγητοι παρα Θεω και ανθρωποις ευ φρονουσιν υπαρχοντες.
Οι δε την σωματικην: Τουτεστι ψυχων μονων γινεσθαι αναστασιν, σωματων χωρις.
Αρθεισαν ηδη: Ο λεγει ο Αποστολος αρραβωνα και αποδειξιν της μετα σωματος καθολικης αναστασεως τον Κυριον (≡14Ε_422≡> ημων Ιησουν Χριστον γεγενησθαι· και οτι εν αυτω νυν κεκρυπται η ζωη ημων, εν τω Θεω φανερωθησομενη εν τη παλιγγενεσια.
Ψυχαις συζυγιας: Αιρετικοι τινες τοτε γεγονασιν, ως οι περι Σιμωνα τον μαγον και τους συν αυτω, οι τινες αιθεριον εφασκον, ει γε και αρα εσεσθαι σωμα ταις ψυχαις. Ιστεον δε οτι και Ωριγενης το αυτο φησιν εν τινι των αυτου συγγραμματων· εν αλλοις δε και αυτο παντελως απαρνειται, πασαν σωματικην φυσιν εις ανυπαρξιαν χωρειν δογματιζων. Αναγνωθι Μεθοδιου του αγιου μαρτυρος και Ολυμπιου Αδριανουπολεως επισκοπου της Λυκιας τα κατ' αυτου υπ' αυτων περι αναστασεως γραφεντα, και Αντιπατρου του Βοστρων επισκοπου, και μαθηση την μυθωδη αυτου και αλλοκοτον ληρωδιαν.
Και μακαριωτατην: Ταυτα φησιν αινιττομενος, οιμαι, Παπιαν τον Ιεραπολεως της κατ' Ασιαν τοτε γενομενον επισκοπον, και συνακμασαντα τω θειω ευαγγελιστη Ιωαννη. Ουτος γαρ ο Παπιας εν τω τεταρτω αυτου βιβλιω των Κυριακων εξηγησεων τας δια βρωματων ειπεν εν τη αναστασει απολαυσεις, εις οπερ δογμα μετα ταυτα επιστευσεν Απολλιναριος, καθως εμφαινεται εν τω συγγραμματι αυτου, ο καλουσι τινες χιλιονταετηριδα. Πως ουν Απολλιναριου τα του αγιου Διονυσιου συγγραμματα, κατα τους τινων ληρους, τα αναιρουντα Απολλιναριον; Και Ειρηναιος δε ο Λουγδουνου εν τω Κατα αιρεσεων πεμπτω λογω, το αυτο φησι, και παραγει μαρτυρα των υπ' αυτου ειρημενων τον λεχθεντα Παπιαν.
Οταν επι το τελος: Φρικτα και λιαν φοβερα τα των αμαρτωλων τελη.
Ετεροις οφθαλμοις: Ετερους οφθαλμους φησι τους του νου, λοιπον καθαρωτερου οντος και τα εις αδου σκοπουντος και στρεφομενου εις την προδοκιαν της γεεννης, ην ου προτερον πεπιστευκει· διο και δυσανασχετει και οδυρεται τον θανατον, εννοων (≡14Ε_424≡> μηποτε αληθεις ωσιν αι κατω τιμωριαι· ωστε και οι αμαρτωλοι εν τω σωματι εγειρονται.
Β'. Συναγαγων: Περι ιερατικων τελευτωντων.
Ει δε τοις ευαγεσι: Περι μοναχων, δικαιων και λαϊκων.
Εν τοις θειοις: Σημειωσαι τι αναγινωσκεται και τι ψαλλεται επι των κεκοιμημενων μοναχων και λαϊκων· ομολογους δε και ταυτοδυναμους ωδας λεγει ταις προαναγνωσθεισαις περι αναστασεως αψευδεσιν επαγγελιαις αδειν τους λειτουργους.
Γ'. § 1. Ιησου φωταγωγουντος: Οτι προς τον βιον και οι τοποι των κεκοιμημενων.
Υπερ ταυτης της θειας: Οτι δικαιοσυνης εστι το προς τον βιον δουναι και τον τοπον.
Ευχην ιεραν: Δια τι η ευχη.
§ 2. Αι δε των θεαρχικων: Δια τι ωδαι και αναγνωσματα. Σημειωσαι δε οποια ην η επι τοις κεκοιμημενοις παλαια ακολουθια και ταξις.
Σκοπει δε, οτι νυν: Οτι επι τοις τελευτωσιν, ουτε οι ενεργουμενοι, ουτε οι εν μετανοια εξιασιν, αλλα μονοι οι κατηχουμενοι, και δια τι.
Οι κατηχουμενοι: Ουδεν μεν μικρον εν τοις καθ' ημας μυστηριοις, αλλα παντα μεγαλα· αυτα μεντοι, προς αλληλα συγκρινομενα, διαφοραν εξουσι προς μεγαλειοτητα. Των γαρ δρωμενων επι τοις τελευτωσι μεγιστα και απαραβλητα τα των θειων λουτρων και φωτισματων και μεταληψεων μυστηρια· διο και μικρα τα επι τοις κεκοιμημενοις ωνομασε· πλην ουδε τουτων αξιοι οι ετι κατηχουμενοι.
Βλαβησονται γαρ: Ταυτα ακολουθει τοις εν τη προς Κορινθιους πρωτη ειρημενοις παρα του Αποστολου περι των αναξιως κοινωνουντων· ωδε δε και περιφρονειν αυτους λεγει των θειων μυστηριων.
§ 4. Η μεν ουν ευχη: Σημειωσαι τι ευχεται.
(≡14Ε_426≡> Ανθρωπινην ασθενειαν: Τουτεστι τα ψιλα των αμαρτηματων.
§ 5. Αναλογοις σημασιαις: Αναλογοις σημασιαις εφη, τουτεστι ταις ημιν γνωριμοις τε και συνηθεσι, και ουχ υπερ την ημετεραν νοησιν, λεξεσι τε και ονομασιαις σημαινομενα.
Της πραγματικης αυτων. Τουτεστι καθ' ο δυναμεθα νοειν και εκ των ημιν γνωριμων λεξεων τε και ονοματων τας εκει απολαυσεις ο Θεος ωνομασεν, ειπων, μη ειναι εκει λυπην η νοσον η πονον η στεναγμον, αλλα φως ειναι· πλην ου τουτο τα εκει αγαθα, αλλ’ ως αληθως αγνωστα τεως ημιν και ακαταληπτα, «α γαρ οφθαλμος ουκ ειδε», και τας εξης, αλλ’ εξ ων οιδαμεν, υποδειγματα διδωσι μακαριοτητος. Σημειωσαι δε, πως λαμβανει το, «εις κολπους Αβρααμ και Ισαακ και Ιακωβ».
§ 6. Οτου ενεκα: Απορει περι της γινομενης ευχης παρα του ιεραρχου επι τοις εν αμαρτιαις κεκοιμημενοις.
Των δικαιων αι προσευχαι: Σημειωσαι οτι μονους τους αξιους των οικτιρμων του Θεου ωφελουσιν αι των δικαιων προσευχαι, ειτε ζωντας, ειτε τελευτησαντας, ου μην αμαρτωλους και αξιοκατακριτους και ωδε και μετα θανατον.
Η τι προς του Σαμουηλ: Ουτε γαρ τον Σαουλ κακιστον οντα ωφελησεν ο Σαμουηλ ευξαμενος, ουτε τους Εβραιους αμαρτωλους οντας ο Μωϋσης· ειπε γαρ ο Κυριος προς αυτον· «μη προσευχου περι του λαου τουτου».
Ηλιου τα οικεια: Ορα μη που γε νομισης, οτι τον ηλιον φησι δωρεισθαι τα εαυτου φωτα (πως γαρ αν αψυχος δωρησαιτο; προαιρεσεως γαρ η δωρεα), αλλα κατα ηθοποιιαν οιονει τινα το προκειμενον λεγει. Ωσπερ γαρ ει τις υποθοιτο τον ηλιον λεγειν· Εγω τοις ερρωμενοις οφθαλμοις διδωμι φως. (≡14Ε_428≡> Ειτα ασθενων τις τα ομματα ειποι· Δος καμοι· ερρωμαι γαρ. Επειτα δεξαμενος την ακτινα, και ο εωρα απολεσει. Τον αυτον τροπον και ο αμαρτωλος, αιτων δικαιον ευξασθαι υπερ αυτου, πασχει· αμβλυωττων γαρ ο αμαρτωλος και δεχομενος της του δικαιου ευχης την ακτινα, ου συγχωρει αυτην τα κατα φυσιν ενεργειν και φωτιζειν, αλλα σκοτος εαυτω προξενει, τω μητε προσεχειν δια καθαρου βιου ταις του Θεου δωρεαις, και τη αποφοιτησει μεντοι, ηγουν αναχωρησει των φωτιζουσων εντολων του Θεου, και ουδεν υπο δικαιου ευχης ωφεληθησεται. Οτι δε τα περι του ηλιου ουτω νοει, και εν τω Περι θειων ονοματων κεφαλαιω δ' σημαινει.
Ωφελιμοι: Πως και ποτε ωφελει δικαιου ευχη ζωντα μονον· και φησιν, οτε μετανοουντα κατα τον Αποστολον, «κλαιειν μετα κλαιοντων», οτε και το λογιον εκεινο πληρουται, «μεγα ισχυει ευχη δικαιου ενεγρουμενη δια της μετανοιας του δεομενου», της ευχης. δηλονοτι. Εαν γαρ εις οικοδομη, τουτεστιν ο δικαιος, και εις, οιον ο αμαρτανων, καταστρεφη, ατελεστον μενει το εργον, ως εγνωμεν επι του κατα τον Σαουλ και τον Σαμουηλ υποδειγματος.
Εξιν ιεραν εχων: Εξιν δε ιεραν ενταυθα την του οικειου βιου προς αρετην διαθεσιν ειρηκε. Συλληπτορα δε, αντι του βοηθον.
Ομιλιαν: Ουχ απλως του προς θειαν ημας ομιλιαν χωρειν, και δι' εαυτων αιτεισθαι παρα Θεου τα κρειττονα και σωτηρια, απειργει ο πατηρ, ειδως τον Αποστολον προστασσοντα αδιαλειπτως προσευχεσθαι, αλλα του, οιησει τινα κρατουμενον (≡14Ε_430≡> υπερφρονειν των αγιων, και αντ' ουδενος τιθεσθαι τας τουτων ευχας.
Περι δε της: Ενθεν αρχεται λεγειν, ως ωφελει τον νεκρον η ευχη. Και σημειωσαι οτι και προ αυτου εζητηθη το απορον τουτο.
§ 7. Παρορωσης. Ποιας ημων αμαρτιας ο Θεος παρορα δια της του ιερεως προσευχης και δεησεως.
Αιτει δε αυτα: Τι αιτει ο ιερευς.
Τοις παρουσι: Τουτεστι τοις δικαιοις και ευσεβεσι.
Κατα θειαν ζωην: Τουτεστιν οσα νομιμως και ακολουθως ο δικαιος επισκοπος αιτησει, ληψεται, αλλ’ επι δικαιων· ειρηται γαρ τω αγιω Πετρω· «οσα αν δησης επι της γης», και τα εξης· κατα μιμησιν δε του αγιου Πετρου εισιν οι επισκοποι, ως μετα μικρον λεγει. Σημειωσαι δε μεγεθος ιεραρχιας και υψος και καθαροτητα.
Διο τοις ανιεροις: Σημειωσαι οτι ταυτα τοις αμαρτωλοις ουκ επευχεται.
Τελεταρχου: Τουτεστι του θειου Πνευματος.
Αιτειτε και: Εκ της Ιακωβου Επιστολης το ρητον, διδασκον ημας, ως ου δει προσευχεσθαι περι κακου τινος προσωπου η πραγματος.
Τας αφοριστικας εχουσι: Περι των ακοινωνησιων και αφορισμων των παρα του ιεραρχου· δυναμεις γαρ φησι τας εκ Θεου δεδομενας αυτοις γνωστικας δοκιμασιας και κρισεις, δι' ων αφοριζουσι τους αμαρτωλους εκ των δικαιων, η το εμπαλιν.
Αλογοις ορμαις: Σημειωσαι οτι, εαν παρα τον σκοπον του Θεου αφοριση ο ιεραρχης, ουχ επεται αυτω το θειον κριμα· κατα γαρ θειαν κρισιν και ου δια θελημα ιδιον ταυτα οφειλει επιφερειν.
(≡14Ε_432≡> Το Πνευμα. Σημειωσαι τι παρεσχε τοις αποστολοις το μετα την αναστασιν αυτοις δοθεν αγιον Πνευμα δια του εμφυσηματος του Κυριου.
Ελλαμπομενω: Τω αγιω Πετρω.
Ος εκεινου και παντος: Πως χρη λαμβανειν το του Ευαγγελιου ρητον, «ο εαν δησης» και τα εξης.
Και του ιεραν: Ιεραν θεολογιαν φησι το, «Συ ει ο Χριστος ο Υιος του Θεου του ζωντος», ο σημειωτεον κατα τε Βασιλειανων και Νεστοριανων και Παυλιανιστων και των ομοιων.
Οπως αν: Καθως,
Ιεραρχικως: Ασφαλεστατα επι τουτων ειπε το ιεραρχικως.
§ 8. Θεογενεσιαν, προ του: Οτι επι μεν των βαπτιζομενων πρωτον εστι το αγιον ελαιον, επι δε των κεκοιμημενων τελευταιον.
Και τοτε μεν: Δια τι η του ελαιου χρισις επι των βαπτιζομενων, και δια τι επι των κεκοιμημενων.
§ 9. Μετα του σφετερου: Οτι εκαστης ψυχης ιδιον σωμα υπαρχει, μεθ' ου και τας ανταποδοσεις κομιζεται· διο και εκατερα μετεχει των αγιασματων· κατα κοινου δε το αμφοιν δωρειται.
Θεαρχικας κοινωνιας: Θεια θεσμοθεσια δηλονοτι.
Τον ολον ανθρωπον: Σημειωσαι οτι ολον ανθρωπον καλει τον εκ της νοερας ψυχης και σωματος, ως δηλοι το εν καθαρα θεωρια και επιστημη· και οτι ολικην φησι σωτηριαν της ψυχης και του σωματος· δια τουτο δε ταυτα δει σημειωσασθαι, ινα, οταν ειπη εν ετεροις λογοις, 'ολικως ουσιωθηναι τον υπερουσιον Ιησουν καθ' ημας', νοησης εκ ψυχης νοερας και σωματος την ενανθρωπησιν.
§ 10. Τελεστικας επικλησεις. Τελεστικας επικλησεις φησι τας επι της χειροτονιας ευχας. Σημειωσαι δε δια τι ταυτας, ητοι τας αγιας επικλησεις και τας ενεργειας εσιωπησεν.
(≡14Ε_434≡> § 11. Παιδας ουπω: Σημειωσαι τι φησιν ο Πατηρ περι του τα βρεφη βαπτιζεσθαι. Ταυτα δε ως ερωτησαντι τω αγιω Τιμοθεω εγραψεν, ως ειναι δηλον, οτι και τα προτερα και τους αλλους λογους προς ερωτωντας εγραφε.
Τας ιερας παραδοσεις: Οτι και τοτε ησαν οι σκωπτοντες τα μυστικα ημων, ως και τα περι των βαπτιζομενων παιδων, ων μη δυναμενων λαλησαι, οι προσφεροντες αυτους αποτασσονται υπερ αυτων, και συντασσονται τα συμβολα· περι του σκωμματος απολογειται, προστιθεις, οτι ου παντα πασι γνωστα. Σημειωσαι δε ως και οι αγγελοι πολλα αγνοουσιν.
Επιστητας: Επιστητας, ητοι γινωσκομενας.
Φασι γαρ οπερ: Σημειωσαι πως παρελαβεν εκ των προ αυτου περι των παιδων.
Καθηγεμοσιν: Καθηγεμονας τους αποστολους φησιν.
Αγαθω τα θεια: Σημειωσαι τινι παραδιδοται ο παις υπο των γονεων, οταν βαπτισθη, οτι αναδοχω μεμυημενω τα θεια προς αναγωγην ιεραν.
Καθηγεμονα: Σημειωσαι οτι και τον αναδοχον καθηγεμονα καλει.
Γιγνομενην: Την ζωην δηλονοτι.
 
footer
  • Σάββατο 18 Νοεμβρίου

    Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 66 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ