ploigisi h3
bottom_neo.jpg
ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *
 
 
 
   7ος Τομος - 14 S
 
... συνεχεια ... ΣΧΟΛΙΑ ΕΙΣ ΤΑ ΤΟΥ ΑΓ. ΔΙΟΝΥΣΙΟΥ
 
ΕΙΣ ΤΟ ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ
 
(≡14S_014≡> § 1. Αρεοπαγιτου: Οτι τα γνωρισματα, απερ ειχον Ελληνες ετι οντες οι παλαι αγιοι, και μετα το επιστρεψαι προς Χριστον ανερυθριαστως επεγραφον εαυτοις· ιδου γαρ Αρεοπαγιτην επωνομασεν εαυτον, ως και ο θειος Ιουστινος εν τω Προς Ελληνας λογω, Ιουστινου Φιλοσοφου.
Συμπρεσβυτερω: Οτι το του πρεσβυτερου ονομα και τον επισκοπον δηλοι, επισκοπος δε και ο πρεσβυτερος· και τουτο δηλουται εν ταις Πραξεσι των αγιων αποστολων, ενθα εν Ασια συντασσεται ταις εκκλησιαις αυτης ο Παυλος.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Α' 
 
§ 1. Θεολογικας: Σημειωσαι, οτι ετερα πραγματεια πεπονηται τω πατρι οιονει προεισαγωγη τις και προθεωρια στοιχειωδης των περι Θεου εν ταις Γραφαις σποραδην ειρημενων· ητοι επιμνησις ην ηστινος κατα ακολουθιαν η παρουσα αυτω πεπραγματευται.
 Ουκ εν πειθοις: Η ανθρωπινη σοφια εκ των αισθητων τας πιθανοτητας των αποδειξεων ερανιζεται· η γαρ μεγαλη των συλλογισμων αναγκη της γεωμετριας τας αφορμας παραλαμβανει, επι δε των ασωματων, μαλλον δε και υπερασωματων και (≡14S_016≡> υπερ πασαν ουσιαν, πως αν τις λογικως επιστησειεν ανερμηνευτως, ει μη μολις τω ακροτατω ανθει του νου την περι Θεου αγνωσιαν, οτι ποτε εστι δια της ειλικρινους ευσεβειας, αλαλητως συννοειν δυναμενος; ,
Εννοησαι τι περι της υπερουσιου: Υπερουσιος ο Θεος, ως υπερ πασαν ουσιαν θεωρουμενος, ειτε νοητην, ειτε νοεραν, πολλω δε μαλλον αισθητην.
Υπερουσιοτητος: Ει ουσια λεγεται παρα το ειναι, το δε ειναι παραγωγης τινος εννοιαν υπογραφει, ουκ αν λεγοιτο κυριως ουσια επι Θεου. Πασης γαρ ουσιας υπερκειται ο Θεος. Ουδεν τι των οντων ων, αλλ’ υπερ τα οντα και εξ ου τα οντα· η γαρ του μονου Θεου πασιν αποκρυφος θεοτης θεαρχικη δυναμις εστιν, αρχουσα των λεγομενων θεων, ειτε αγγελων, ειτε αγιων ανθρωπων, καθα και δημιουργος εστι των εκ μεθεξεων γινομενων θεων η τω οντι εξ εαυτης και αναιτιως αυτοθεοτης ουσα.
 Αυτη την υπερουσιον; Μονη γαρ αυτη τη θεοτητι τα καθ' εαυτην, ως εχει φυσεως, επιστητα.
 Λογιων ακτις: Καλως ειπεν ακτις και ουχ ηλιος· ωσπερ γαρ τω ηλιω ενατενισαι ου δυναμεθα, αλλ’ ισως ταις περι αυτον ακτισιν, ουτω Θεον αυτον νοησαι ου χωρουμεν.
 Τη περι τα θεια σωφροσυνη: Ου γαρ κατατολμητεον θεολογιας, αλλα σωφρονουντι λογισμω μετιτεον την περι το Θειον σεβας οσιοτητα, μονα φθεγγομενους και προς ερμηνειαν αγοντας εκεινα τα περι του Θεου κατα την Γραφην χρησμωδηθεντα, ως προ μικρου ειπεν.
Αληθεστατη θεολογια: Ορα πως αληθη θεολογιαν καλει την του θειου Παυλου Γραφην αυτος γαρ εστιν ο λεγων, οτι (≡14S_018≡> κατα το μετρον της εκαστου δυναμεως η παρα Θεου χορηγειται σαφως ελλαμψις· ωσπερ και ο Κυριος δηλοι λεγων τοις τελειοτεροις μαθηταις· «υμιν δεδοται γνωναι τα μυστηρια της βασιλειας», ατε και νουνεχεστερον προσεχουσι τοις θεσπιζομενοις. Ου μονον δε τουτο περι ανθρωπων φησι διαλεγεσθαι ο μεγας Διονυσιος, αλλα και περι των αγγελων, ους ειωθεν ονομαζειν κατα τινας των της εξω φιλοσοφιας νοας, οιτινες των ανω ταγματων νοες ειρηνται, ως το παν νους ουσιωμενως οντες, και παντα νοουντες, ενιαιως τα εκ Θεου ρεοντα προσεχως εις αυτους· οθεν και ολοι ολως κατομματουσθαι λεγονται εν τοις αγιωτατοις χερουβιμ.
 Ανακαλυπτεται τα θεια: Σημειωσαι, οτι και οι αγγελοι κατα την οικειαν αναλογιαν της θεογνωσιας αξιουνται.
 Εν σωστικη δικαιοσυνη: Δια τουτο, φησιν, εκαστω κατα την αυτου δυναμιν ο Θεος αποκαλυπτει, ουχ οτι φθονει του πλειονος, αλλα δια το σωσαι την εν τη μετρησει της θεογνωσιας δικαιοσυνην· δικαιοσυνης γαρ ιδιον το κατ' αξιαν επιμετρειν εκαστω· τοιγαρουν αμετρητος μεν η περι Θεου γνωσις, ημεις δε μετρων δεομεθα· ει γαρ αμετρως ημιν απεκαλυπτετο, ουκ αν εσωθημεν, ως ουδε σωματικος οφθαλμος ολον ηλιον δεχομενος.
 Την αμετριαν θεοπρεπως: Αμετριαν νυν λεγει αυτο το Θειον και την αυτου κατα το δυνατον ελλαμψιν.
 Ωσπερ γαρ αληπτα: Το ακαταληπτον της περι Θεον γνωσεως εντευθεν παρισταται· ει γαρ ουδε τα απλα και ασχηματιστα, καν ουσιαι τινες ωσι, ταις αισθησεσιν υποπιπτουσιν, (≡14S_020≡> ως αγγελοι και ψυχαι τοις σωματικοις, ποσω μαλλον υπερεχει ο Θεος, ο μητε ουσια, αλλ’ υπερ ουσιαν, μητε απλους, αλλ’ υπερ απλοτητα, μητε νους, αλλα και υπερ νουν, μητε ενας, αλλα και υπερ εναδα, και ουτε ορω τινι περιγραφομενος, αλλ' αοριστια των οντων αφειμενος; Ακουων ουν εν τη Γραφη μορφην Θεου; και 'ειδος', και 'προσωπον', δι' αναγωγης και υπερ τα σωματα αξιως Θεου νοει· 'ενοτητα' δε ακουων, μη διαφορων τινων προς ενωσιν συνδρομην νοησης, ου γαρ περι τοιουτων ο λογος νυν, αλλα περι Θεου, του μητε αρχης αριθμων οντος και ασυνθετου, αλλα και υπερ τα μονοουσια ηνωμενου.
Ενοποιος: Εντευθεν μετα το εξελθειν παντων των εν τοις ουσι τα περι Θεου, λοιπον τω μετρω της ημετερας γλωσσης ακολουθων (ου γαρ υπερβηναι ταυτην δυνατον ημιν), εξ αυτων δοξαζει τον Θεον, εξ ων αυτον εξειλε· και εναδα φησιν, αλλ’ ενοποιον των εναδων, τουτεστι, δημιουργον των απλων ουσιων, οιον αγγελων και ψυχων· και νουν ανοητον αντι του μη νοουμενον υπο τινος νου· ει γαρ το ομοιον υπο του ομοιου γινωσκεται, εχρην ουν, ει νους ην, υπο των νοων νοεισθαι. Αλλα τις εγνω νουν Κυριου; Ουκουν νους εστιν υπερ νουν, και ονομα εστι το υπερ παν ονομα· και «το ονομα γαρ μου», φησιν, «ουκ ειπον αυτοις»· διο και ανωνυμος πασιν. Αλλα και ουδε ων εστιν· ει γαρ αυτος τα οντα εκ των μη οντων δημιουργει, ουκ αρα των οντων εστιν, αλλ’ υπερ τα οντα. Εαν δε λεγη, «Εγω ειμι ο ων”, αξιως νοει αναρχον και ατελευτητον, αλλα και ανεξερευνητον.
§ 2. Ο,τι ποτε εστιν επιστημη: Μονος γαρ ο Θεος αυτος τα περι εαυτου επισταται, επιστητως και κυριως ειδως εαυτον ως εστι, τοις δε εξης απασιν ανεπιγνωστος ων κατ' αυτο, το τι εστι και καθ' ο εστιν. «Ουδεις γαρ γιγνωσκει τον Πατερα, ει μη (≡14S_022≡> ο Υιος, και τον Υιον, ει μη ο Πατηρ»· γιγνωσκων γαρ ο Πατηρ την εαυτου προσκυνητην εικονα, τουτεστι τον Υιον, γιγνωσκει και εαυτον. Το αυτο και περι του αγιου Πνευματος· «ουδεις γαρ οιδε τα του Θεου, ει μη το Πνευμα το εκ του Θεου». Παντα τοινυν, οσα περι Θεου θεωρει ο μακαριος ουτος ανηρ, περι της σεβασμιας Τριαδος νοει.
 Απειριαν: Το πεπερασμενον και περιληπτον εστιν εικοτως, υφ' ου και πεπερασται· ει δε ο Θεος των απαντων εστι τοπος, ου σωματικως, αλλα δημιουργικως (τον γαρ ουρανον και την γην και τα παντα αυτος πληροι και εξω τουτων εστι), δηλον οτι απειρια εστι, τουτεστι περας ουκ εχουσα δυναμις.
Ου μην ακοινωνητον: Τουτεστι τα παντα της αυτου μετεχουσι κοινωνιας και σωτηριου προνοιας.
 Την υπερουσιον: Πως ποτε μεν ουσιαν το Θειον καλει, ποτε δε υπερουσιον, ωσπερ νουν ανοητον, και ονομα το υπερ παν ονομα, ουτω και ουσιαν υπερουσιον.
 Επιβαλλοντας: Ων γαρ την καταληψιν δεδωκεν ημιν ο Θεος, τουτοις επιβαλλειν προσηκει τον ημετερον νουν, και μηδεν περα της ημετερας ασθενειας ζητειν· οιον, οτι αγαθος, οτι δημιουργος, οτι φιλανθρωπος, και τα εξης, το δε, τις η ουσια του Θεου, μη πολυπραγμονει.
 Αδυνατως απαυθαδιαζομενους: Καλως το αδυνατως· καν γαρ επιχειρησειε τις, ουκ εφικνειται μεν, μονον δε, τας νοερας οψεις αμαυρουμενος, και του οντος εκπιπτει φωτος, ως ο φιλονεικησας ολον ηλιον τω σωματικω δεξασθαι οφθαλμω, οπερ αι θειαι και νοηται δυναμεις αινιττομεναι, χερουβιμ και σεραφιμ (≡14S_024≡> τα προσωπα καλυπτουσι, δηλουντα μη προσεριζειν τη υπερ αυτους θεωρια μη δεδομενη αυτοις. Και τουτο εστι το, «Θεον ουδεις εωρακε πωποτε». Οθεν οι θεοσοφοι δοξαν Θεου, αλλ' ου Θεον εωρακεναι φασι.
§ 3. Το μεν υπερ νουν: Σαφως εκ τουτων εστι λαβειν την Αρειου και Ευνομιου μανιαν, οι και τεχνολογειν την αρρητον και υπερουσιον ουσιαν του Μονογενους εθαρρησαν. [Υπερ νουν γαρ εστι το της θεαρχιας, ηγουν της παμβασιλιδος και ακατονομαστου ουσιας το ακαταληπτον].
Της θεαρχιας: Θεαρχιαν καλει πανταχου την παμβασιλιδα Τριαδα δια το και των λεγομενων θεων αρχειν, αγγελων φημι και αγιων, ως προειρηκαμεν. Κρυφιον δε το περι της ακατονομαστου εκεινης ουσιας ακαταληπτον, οπερ μετα μικρον φησι σωφρονι σιγη και ανωτερω, ως θεμιτον αυτω, και ιεροπρεπως.
Και την αγαθοδοτιν αρχην: Κατα τι εστιν ο Θεος αρχη πασης φωτοφανειας, και τινες αι φωτοφανειαι και αναμορφωσεις.
Αναστασις: Τουτο εστιν ο λεγει Συμεων, οτε τον Χριστον ειδεν· «Ουτος κειται εις πτωσιν και αναστασιν πολλων εν τω Ισραηλ»· πτωσιν μεν του εν ημιν χειρονος, αναστασιν δε του βελτιονος.
Των φωτιζομενων ελλαμψις: Βαθμηδον, ωσπερ επι τα μειζονα προϊων, φησι, πρωτον φωτιζομενους, ειτα τελουμενους. Τελεισθαι δε εστι, το εις τελειοτητα αγεσθαι δια της μετα (≡14S_026≡> το βαπτισμα δι' ευζωιας προκοπης, ινα δυνηται τις ειπειν, «τον δρομον τετελεκα, την πιστιν τετηρηκα». Η ουν προσκυνητη Τριας, της τοιαυτης τελετης αρχουσα, ατε και πασης τελειωσεως ποιητικη τελεταρχις, εικοτως νοειται. Οι γουν τη προκοπη τελειουμενοι θεουνται παντως, θειας κοινωνοι φυσεως γινομενοι, ων αναλογως η θεαρχια ο Θεος, θεων γεγενημενων αρχη τις ων. Μετα γουν την αναβασιν ταυτην εις απλοτητα προκοπτουσιν, ισαγγελοι δια της αναστασεως γινομενοι, και ουκετι ψυχικον εχοντες σωμα, κατα τον Αποστολον, τουτεστι δια ψυχης συνεστος τε και κινουμενον, αλλα πνευματικον, αντι του δια του παναγιου Πνευματος επι μεγα χυθεντος επ' αυτους της πολυσυνθετου των λογισμων ποικιλιας, και των αισθησεων απηλλαγμενοι· οθεν και ενιζονται εις εναδα απλοτητος αγομενοι, καθα προεφημεν· λεγει γαρ και αλλαχου· «ην» γαρ, φησι, «των πιστευσαντων καρδια και ψυχη μια».
 Η των ζωντων ζωη: Καθ' εαυτον ο Θεος ου νοειται· επει δε των οντων παντων εστιν αιτια και αρχη, των απλων απλοτης εστι, των ζωντων ζωη, των ουσιων υπερουσιος, και απλως παντων αγαθων μεταδοτις εστιν.
§ 4. Εκφαντορικως: Εκφαντορες κυριως ελεγοντο οι των μυστηριων τα αρρητα συμβολικως εκφαινοντες.
 Ως μοναδα μεν: Ενταυθα τρανοι τι μαλιστα θελει δηλουν 'ενας' και 'μονας' επι Θεου λεγομενη, και φησιν, οτι περ, ινα παραστηση την αμερειαν του Θεου, τουτο λεγεται παρα των θεολογων· το γαρ ογκοις και πηλικοτησι διειλημμενον, τουτο ατε και σωμα μεριζεται, το δε αμερες και ανεμφατον εστι σωματος, αλλα και υπερ πασαν εστιν ασωματιαν· αλλως τε, επειδη διανοηθεις (≡14S_028≡> ο Θεος βουλητικως τα παντα υπεστησεν, ουχ οια τις νους εις νοησεις μερισθεις επολλαπλασιασθη, αλλα μεινας και μενων, φησιν, εν τη εναδι αμερως και ασκεδαστως και υπεστησε και υφιστησι τα εν τη κτισει· «εως γαρ αρτι εργαζεται ο Θεος», ως εν Ευαγγελιοις ειρηται· υπερηπλωται ουν πασαν απλοτητα αμερως υπεραιρων.
Και των μεριστων: Επι των υπερουρανιων κοσμων και τουδε του ορατου τα κατωτερα εστραπται επι τα υπερκειμενα, και το σωματικον ηδρασται εν τω ζωντι· «εν γαρ χειρι αυτου παντα τα περατα της γης»· αλλα γαρ και οι ουρανοι· «εν ω», γαρ, φησι, «τα παντα»· επι δε του καθ' ημας θνητου το αναπαλιν εστι των ειρημενων· η γαρ ψυχη εστραπται προς το πνευμα εν ω εισιν εστηριγμεναι αι αισθησεις και οι λογισμοι, δι' ων τα εν τη σκεψει λογιζομεθα, «οπερ πνευμα οιδε τα εν τω ανθρωπω», κατα τον Αποστολον· επεστραμμενη ουν προς τουτο το πνευμα η ψυχη, επεστραπται και προς τας εν αυτω αισθησεις, και δι' αυτων προς το σωμα· και εν τω νω αι νοησεις οιονει μεριζονται, και εις ετεροτητας σκεδαστως προιασιν απο πρωτης νοησεως εις δευτερας, εις κρειττονας, η εις φαυλους. Φησιν ουν οτι, ανατεινομενοι προς Θεον, γινομεθα υπο της εναδος εκεινης εν αμερες, των πολυμερων ημων ετεροτητων εκ του σκεδασμου εις συμπτυξιν αθροιζομενων, και ενοποιουμενων υπερκοσμιως, τουτεστιν ουκ αισθητως, αλλα νοερως, ουκ ετι ασυμβατων οντων ημων προς εαυτους, αλλα γινομενων εν ενοειδες, ως και αυτος «εν εστιν», ως φησιν εν Ευαγγελιοις.
(≡14S_030≡> Ως Τριαδα: Σημειωσαι Τριαδα τρισυποστατον και γονιμοτητα φησι την πατρικην υπερ εννοιαν προοδον εις εκφασιν του Υιου και του αγιου Πνευματος· καλως δε το ως Τριαδα, επειδη ουκ αριθμος, αλλα δοξα ειρηται· «Κυριος ο Θεος, Κυριος εις εστιν».
 Εξ ης πασα πατρια. Πατριας νοητεον τας ταξεις τας εκ της ομοταγιας, οιονει συνημμενας αλληλοις, χερουβιμ, σεραφιμ, αρχας, εξουσιας· εφ' ημων δε και τας πνευματικας, ως συγγενεις, και αλληλουχιας, ως δηλοι και Μωϋσης τας συγγενειας.
Οτι τα οντα παντα: Παντα τα του Θεου δημιουργηματα καλα, και καλα λιαν γεγονασι, και εισιν, εφ' οσον εν τη κατα φυσιν, ως γεγονασι, μενουσι ταξει, η δε του κατα φυσιν παρατροπη, ειτε εν αγγελοις, ειτε εν ψυχαις, ειτε εν οποιοισουν σωμασι γινομενη, το καλλος απολλυσι και τη τουτου διαμαρτια το αισχος δημιουργει.
Προς αληθειαν ολικως: Την οικονομιαν ενταυθα φραζει καλως, οτι εις της Τριαδος επαθε. Σημειωσαι δε, οτι μια των υποστασεων ημιν εκοινωνησεν ολικως και οτι αυτον τον Κυριον ημων Ιησουν Χριστον απλουν ειπεν, ειτα συνθετον ανακαλουμενον προς εαυτον την ανθρωπινην εσχατιαν· καλως ουν λεγομεν, οτι εις της αγιας Τριαδος ην εν τω σταυρω. Τουτο κατα Νεστοριανων και Ακεφαλων· ιδου γαρ, φησι, μια των υποστασεων ολικως ημιν εκοινωνησεν, ως φησιν ο Αποστολος, «εν ω κατοικει παν το πληρωμα της θεοτητος σωματικως». Τουτο δε το ολικως και κατα Απολλιναριου εστι· δηλοι γαρ τελειον ανθρωπον ανειληφεναι αυτον.
(≡14S_032≡> Και παρατασιν ειληφε: Το 'παρατασιν' ειρηκεναι τον πατερα, υπολαμβανω το χρονικον μετρον ειναι της εν σαρκι του Κυριου διαγωγης.
Και ασυγχυτου: Εμεινε γαρ αυτος Θεος Λογος γενομενος, οπερ ουκ ην ασυγχυτως· και σημειωσαι, οτι το ασυγχυτον εκ των αποστολικων κεκηρυκται καιρων.
Και οσα αλλα θεουργικα: Θεουργικα φωτα φησι τας διδασκαλιας των αγιων, ως φως γνωσεως εμποιουσας και θεους τους πειθομενους.
Καθηγεμονων κρυφια: Σημειωσαι, οτι τα περι των ανηγμενων και υπερ την των πολλων ακοην οντα, ειτε περι θεολογιας ειτε και περι της του ζωοποιου Θεου οικονομιας κρυφιως παρεδιδοσαν οι θειοι Αποστολοι, μυστηριωδως αποκαλυπτοντες τοις τελειοις· και οτι εκ των Αποστολων εστι το ασυγχυτως και αμεταβλητως, ο ειπε, και το του ολου ανθρωπου· διο και ο Αποστολος, γραφων Θεσσαλονικευσι, φησι, «χρηναι φυλαττειν αυτους, οσα ηκουσαν, ειτε δια λογου, ειτε δι' επιστολης»· και Τιμοθεω παλιν «παραθηκην» λεγων «δεδωκεναι εν μυστηριω», οπερ ενταυθα εκφαντορικως ειρηται.
Δια των ιερων παραπετασματων: Σημειωσαι, οτι εν μια ταξει θετεον την τε αγιαν Γραφην και τας των επισκοπων παραδοσεις (ους ιεραρχας ειωθε καλειν, ως αρχοντας των ιερεων, τουτεστι πρεσβυτερων και διακονων και πυλωρων, ως φησιν εν τη καθ' ημας ιεραρχια· οθεν και ταις αυτων ρησεσι περι τα δογματα πειθομεθα), εξ ων, φησι, λογιων τα παχυτερα τοις υπερουσιοις περιτιθεται δια νοησιν και μυσταγωγιαν ημετεραν ως επι μεν Θεου, οταν φαινηται ως πυρ, και ως γερων εν Δανιηλ, (≡14S_034≡> και ως ανηρ παλαιων τω Ιακωβ, και οσα τοιαυτα· επι δε αγγελων, ως τα χερουβιμ, ατε και θηριομορφα, και αλλοι εν ταξει ανδρων και νεανισκων.
Των μεριστων συμβολων: Οτι ανθρωπολογει το Θειον η Γραφη εκ των ανθρωπινων αυτο ονομαζουσα, ποδας και χειρας και προσωπα αυτω περιτιθεισα.
Οταν αφθαρτοι: Οτι εν τη αναστασει οι αγιοι μετα αφθαρσιας και αθανασιας της χριστοειδους τευξονται καταστασεως, λαμποντες υπερ τον ηλιον, ως και ο Κυριος, οτε εν τω ορει μετεμορφωθη, καθα φησιν ο Αποστολος περι των αγιων, οτι «τοτε εσονται ως και αυτος εστι, και παντοτε συν Κυριω εσονται».
Ορατης αυτου θεοφανειας: Σημειωσαι, οτι και το θειον αυτου σωμα ορατην θεοφανειαν φησιν, ως κατα ταυτον αρμοττειν το ρητον και κατα Νεστοριανων και Ακεφαλων, και των υπολαμβανοντων μη ειναι και νυν και εσεσθαι μετα σαρκος τον Κυριον· και οτι η μεν τις εστιν ορατη αυτου θεοφανεια, ο εστιν η εμψυχωμενη σαρξ, η δε νοητη, ητις κατα νουν εσται ημιν μεθεκτη τοτε τελειοτερως. Οθεν επιστραφεντες προς Θεον, εκειθεν τελειως ελλαμπομενοι, ενοειδως εν γενωμεθα, ελευθερωθεντες των κατα συνθεσιν ετεροτητων ημων, οπερ δηλοι τας κοσμικας αισθησεις και επιθυμιας.
Εν θειοτερα μιμησει: Θειοτεραν μιμησιν ειρηκε την ακριβεστεραν και τελεωτεραν σημαινων, ως και νυν αγγελοπρεπης ο των αγιων βιος εν τη του Θεου αινεσει και υπεροψια των σαρκικων, καν ου παντελει· διο και τα της μιμησεως μετριωτερα· τοτε δε το τελειον εν τουτοις φανησεται.
Των νοητων θεαματων: Οτι εκ των συμβολων τα περι (≡14S_036≡> αγγελων νοητα εποπτευομεν· περι γαρ αγγελων φησιν, ως δηλοι και το λεγειν αυτους θεοειδεις. Ανω δε και τα περι αυτων συμβολα δηλοι εν τω Περι της ουρανιας ιεραρχιας, συναπτει δε νυν και περι Θεου.
Αποπαυοντες: Αποπαυσιν της νοερας ενεργειας ειπε, σημαινων το της θειας φυσεως ακαταληπτον· ουδεν γαρ των ταυτης τη κινησει του νου καταλαμβανεται, η προς τινα ομολογουμενην και τρανην πληροφοριαν η νοησις φερεται, παρα το ακαταληπτον, οπερ τη οικεια ανενεργησια καταλαμβανεται.
Υπεραρρητως προϋφεστηκε: Το προϋφεστηκε σπουδαστεον νοησαι· τα γαρ εργα παντα διατρανοι εφεξης· εκ τουτου τοινυν νοηθησεται, πως φησιν ο Αποστολος, «εν τω Θεω ειναι ημας προ καταβολης κοσμου». Ιστεον ουν, ως της απαντων παραγωγης κατα το αιτιον και την αρχην αυτου απηρτημενης, επειδη τα οντα παντα εξ αυτου εστιν· εικοτως, ατε και μελλοντα εσεσθαι δια το αυτου ανεπινοητον θελημα, εν αυτω και προϋφεστηκε, τω ειδοτι, και οτι παραξει και οποτε παραξει. Προαιωνιως ουν εν αυτω προεγνωσμενα, προϋφεστηκε· πριν γαρ τα νοητα παραχθηναι, ατινα εισιν αιωνες, και προ πασης ετερας κτισεως εγνωστο αυτω τα εσομενα, ως ειρηται· «ο ειδως παντα πριν γενεσεως αυτων»· και παλιν «προ του με πλασαι σε εν κοιλια εγνωκα σε».
Ον ουτε εννοησαι δυνατον: Ουτω γαρ φησι και ο θεολογος Γρηγοριος, μεταφραζων το ειρημενον τοις Ελλησι· «Θεον νοησαι μεν αδυνατον, φρασαι δε αδυνατωτερον».
(≡14S_038≡> Και πασων: Ειπων αποπερατωσεις των ουσιωδων γνωσεων και δυναμεων, τον αυτον επανελαβετο λογον, ον και προ μικρου ειπε· «παντα τα περατα πασων των γνωσεων»· η ουν τουτο δι' εκατερας φωνης υποτιθεται, οπερ και προπαρετεθη, οτι εν τω Θεω πασα γνωσις αργει και τελος εχει πασης κινησεως, δια το της θειας φυσεως ακαταληπτον, οπερ αϊδιως και ουκ εν χρονω περι αυτην θεωρειται, η μαλλον περας και αποπερατωσις, ητοι το τελος εκαστης ουσιωδσυς γνωσεως. Αυται εισιν αι ουσιαι και δυναμεις πασας αμα και ουκ ανα μερος, αλλα αθροως εν τω Θεω προϋφεσταναι, φησι, κατα τον αρρητον της προγνωσεως αυτου λογον, ειδοτι εκαστον των προς γενεσιν παραγομενων, οπως εξει φυσεων και δυναμεως, ου η ουσια υπερουσιος τε και υπεραγνωστος. Ιστεον δε, οτι ετερον ουσια και ετερον δυναμις· η μεν γαρ των καθ' εαυτα υφεστωτων, η δε, των εν ετερω το ειναι εχοντων.
Ει γαρ αι γνωσεις: Επεξηγησις των ειρημενων. Καλως δε ειπεν· ει γαρ αι γνωσεις περι τας ουσιας και τα οντα εισιν, ο Θεος δε ουτε εν ουσια ουτε τι των οντων εστιν, εικοτως και γνωσεως επεκεινα εστιν.
§ 5. Ουτε φαντασια: Ετερον εστι φαντασια, και ετερον νοησις, ητοι νοημα· απο τε γαρ διαφορων δυναμεων γινονται και ιδιοτητι κινησεως· η μεν γαρ νοησις ενεργεια εστι και ποιησις, η δε φαντασια παθος και τυπωσις αναγγελτικη αισθητου τινος η ως αισθητου τινος· και η μεν αισθησις αντιλαμβανεται των οντων κατα αθροαν μορφωσιν, ο δε νους εσαπτεται, τουτεστιν αντιλαμβανεται των οντων ετερω τροπω, και ουχ οιω η αισθησις. Περι μεν ουν το σωματικον η το πνευματικον η εν τω τας αισθησεις ειναι και πρωην εφημεν, το παθητικον και (≡14S_040≡> μορφωτικον εστι κινημα, το δε κριτικον και αντιληπτικον, τη ψυχη και τω νω δοτεον. Τουτο ουν τω της ψυχης αντιληπτικω και το φανταστικον υποστειλαι δει· διαιρειται γαρ η φανταστικη εις τρεις μοιρας· πρωτην μεν εις την των αντιληψεων εικονιστικην προς τα ποιουντα αισθητην την αντιληψιν· δευτεραν δε την εκ των μενοντων εγκαταλειμματων απο τουτων ανατυπωτικην, μη εχουσαν ερηρεισμενας επι τι τας εικονας, ην και ιδιως φανταστικην καλουσι· τριτην εν η πασα ηδονη του κατα φαντασιαν δοκουντος αγαθου η δοκουντος κακου κατα λυπην συνισταται. Ουδεμια τοινυν, καθα ειρηται, φαντασια χωραν εχει επι Θεου παντων γαρ απαξαπλως υπερ εννοιαν εστι και υπερκειται· δοξα δε εστιν η εκ του φαινομενου κατα το δοκουν τοιαδε τις υποληψις.
Ουτε επαφη: Επαφην νυν φησι την νοεραν καταληψιν· και γαρ τοις νοητοις και αΰλοις τω νω επιστητως επιβαλλοντες, δοκουμεν ωσπερ απτεσθαι αυτων και δια του νου αισθανεσθαι οποια εισιν, ως και δια της αφης των αισθητων· επι δε Θεου ουδε νοερως εφαπτομεθα.
Ακλητου και υπερωνυμου: Ακλητου, φησι, αντι του, μη καλουμενου τινι γνωρισματι. Αυτος γαρ καλει τα μη οντα ως οντα, ως τον Κυρον προ τοσουτων ετων και τον Ιωσιαν.
Αλλ' οπερ: Ζητειται ο Περι θεολογικης υπστυπωσεως λογος.
Την ομοθεον: Ομοθεον πως λεγει την παναγιαν Τριαδα.
Αγγελοπρεπεις ενωσεις: Ειπων περι του Θεου, οτι ανεννοητος ημιν εστι και αφθεγκτος, εκ του ελαττονος λοιπον το περι Θεου συνιστησιν· ει γαρ τα περι των αγγελων ημιν αγνωστα (≡14S_042≡> εστι, τι περι του Θεου λογιστεον; Φησιν ουν, οτι αι αγγελικαι δημιουργιαι οια τινες εισιν επιβολαι της του Θεου αγαθοτητος· επιβολην δε νοητεον, την εις το καθ' εν των παραγομενων μεριζομενην αμερως κινησιν, τουτεστιν εις την εκαστου των νοητων παραγωγην. Δυνατον δε και ουτω νοησαι, οτι οι τροποι των προς Θεον ενωσεων, καθοσον πρεπει αγγελους ενουσθαι Θεω, καθ' ην προς Θεον ενωσιν, η επιβαλλουσι κατα την οικειαν αξιαν τη αγαθοτητι του Θεου, η παραδεχονται παρ' αυτου της αγαθοτητος αυτου την αποκαλυψιν· και ουτως ακαταληπτοι εισιν ου μονον ημιν, αλλα και τοις κατωτεροις αγγελοις· μονοις δε τοις ανωτατω αγγελοις γινωσκονται, ατε ηξιωμενοις τον ειρημενον τροπον των ενωσεων. Εν δε τω Περι της ουρανιας ιεραρχιας λογω φησι και τας ταξεις τας αγγελικας.
Ταυταις οι θεοειδεις: Τους θεοειδεις νοας, ους αγγελομιμητως φησι, καθ' οσον εφικνουνται εις ενωσιν αγεσθαι των αγιων δυναμεων, ας δυναμεις αγγελους προειπε· τους καθ' ημας θεολογους νοητεον, προφητας τε φημι και αποστολους· ου γαρ δη υποληπτεον αγγελους, μαλιστα εκ του «αγγελομιμητως» ειπειν· αγγελος γαρ αγγελον ου μιμειται, αλλ' ο ελαττων· νοας δε καλων τους θεολογους, της αγγελομιμητου ενωσεως προς Θεον αυτους εφη εφικνεισθαι, ως δυνατον, κατα αποπαυσιν πασης ενεργειας κοσμικης εκθεουμενους· επι γαρ των νοερων παν κινημα και πασα ενεργεια και πασα ηρεμια ενεργως εστι, και προς αιωνιοις και ασωματοις αι ουσαι ηρεμιαι και ησυχιαι, και των ενεργειων αι αποπαυσεις, το κατα φυσιν πραττειν ποιουσιν, οπερ εστι της ανενοχλησιας και τελειοτητος εις εναδα προξενον.
Αποπαυσιν: Αδυνατον γαρ ενωθηναι Θεω και θεον τροπον τινα γενεσθαι, ει μη παυσεται τις των υλικων ενεργειων κατα τε αισθησιν και κατα διανοιαν.
(≡14S_044≡> Των οντων αφαιρεσεως: Αφαιρεσιν παντων των οντων καλει το προς μηδεν των οντων παραβαλλειν το Θειον, αλλα λεγει, οτι ου σωμα, ουχ εξις, ου δυναμις, και τα λοιπα παντα, καθως δια των εξης εσημανεν.
Αυτο δε ουδεν: Το ουδεν ειναι τον Θεον ουτω νοητεον, ως των οντων μηδεν οντα· υπερ γαρ τα οντα ο αιτιος των οντων· οθεν ο Θεος και πανταχου και ουδαμου θεολογειται· επει γουν ουδαμου εστι, παντα μεν δι' αυτου, και εν αυτω, ως μη οντι μηδεν των παντων· και εν αυτω παλιν, ως πανταχου οντι, ετερα δε δι' αυτου τα παντα, οτι αυτος ουδαμου· και πληροι μεν τα παντα, ως πανταχου ων, κατα τον προφητην, ουδαμου δε εστι καθ' ετερον λεγοντα· «η ποιος τοπος της καταπαυσεως μου;». Ει γαρ μονον ην πανταχου, αυτος αν ην τα παντα και εν πασι τοπικως· ουτως ουν και ουδεν, ως υπερ τα οντα.
Αλλ' ως πασης εξεως: Εξις μεν εστι διαθεσις εμμονος· κινησις δε εστι το αντιδιαστελλομενον τη ηρεμια μετα πολλων τιθεμενον· ζωη δε, το ταυτα δεικνυον ενεργα· φαντασια δε το εν διανοια ανατυπωτικον· δοξα δε, πεπληροφορημενη υποληψις· διαφερει δε νοησις διανοιας, οτι το μεν εστιν επι του διανοητικου της ψυχης, το δε την του διανοητικου κινησιν δηλοι. Ταυτα δε παντα και τα αλλα οσα τουτοις συγκατειλεκται ουκ ουσια εστιν, αλλα περι ουσιαν οραται· οθεν και διειλεν αυτην απο τουτων. 
Της θεαρχιας προνοια: Εκ τουτων αι ανοητοι δοξαι εκλυονται των τολμησαντων λεγειν το δημιουργικον φυσει τινι ενειναι τω Θεω, ως και τοις αραχνιοις το υφαινειν· φησι γαρ δια μονην αγαθοτητα το παν παραγαγειν τον Θεον· διο και παντες (≡14S_046≡> οι θεολογοι εκ μεν των αυτου του Θεου, τουτεστιν εκ της ουσιας αυτου, ου τολμωσιν υμνειν αυτον, ανεπιγνωστα γαρ, αλλ’ εκ της εις τα εξω προοδου, ητις εστι προνοια, τα αιτιατα, τουτεστι τα εξ αιτιου αυτου συσταντα, την περι τα παντα προνοιαν του Θεου υμνολογουσι· τα γαρ παντα της θειας προνοιας εφιεται, δι' ης και υπαρχει και συνισταται, αλλα τα μεν νοερα και λογικα γνωστικως· νοερα δε λεγεται, οσα δια το νους ειναι, νοει τα υπερκειμενα νοητα· νοητον γαρ εστι το νοουμενον, οπερ και τροφη εστι του νοερου αντι τουτου νοουντος. Οσα ουν κατα το νοερα ειναι ατε νους νοει, ταυτα λογικα οντα, γνωστικως επιβαλλοντα τη του Θεου προνοια αναλογως εφιεται του Θεου· οσα δε υποβεβηκε τα νοερα, και εισι ψυχη αισθητικη, θηριων λεγω και παντων, εμψυχων μεν σωματων, αλογων δε, ων η ψυχη εκ των στοιχειων και του ενυλου πυρος συνεστωσα, εν πνευματι ενυλω εχει το ειναι· ταυτα, μονον εκ της αισθησεως συνελαυνομενα εις το πεινην και διψην, εφιεται εικοτως αισθητως του χορηγουντος, ως το· «παντα προς σε προσδοκωσι του δουναι την τροφην αυτων εις ευκαιρον»· και τοιαυτα πολλα και παρα τω Ιωβ και τω Δαυιδ ευρησεις. Και τα αλλα μεντοι οσα την φυτικην, ητοι ζωτικην, μονην αναισθητως τε και αψυχως εχει κινησιν, ως τα φυτα παντα και βοταναι πασαι, ατινα και ζωτικον πνευμα μονον συνιστων εχουσι, την εαυτων ουσιαν ανευ αισθησεως, ως τα δενδρα παντα, ως ειρηται, και τα τοιαυτα κατα το αποξηραινεσθαι του φυτικου πνευματος στερουμενα, δι' ου κονουνται προς αυξην και ευθαλειαν· δια τουτο δοκει και ταυτα εφιεσθαι της θειας προνοιας, εφ' ω και συνεσταναι και ανθειν· οθεν και ταυτα παραλαμβανεται εν τω ρμη' (≡14S_048≡> ψαλμω αινειν τον Θεον, δια της αυτου συστασεως. Μετεχει ουν και ταυτα της αφατου προνοιας, αλλα κατα μονον το ζην, ει και αψυχως και αναισθητως, και κατα την εκτικην επιτηδειοτητα, ητις εστιν ιδιοτης της δυναμεως· εξις γαρ λεγεται η εμμονος ποιοτης, καθ' ην διαθεσιν και δυναμιν ποιον τι λεγεται· κατα ταυτην ουν την εξιν της φυτικης ζωης εις αυξησιν και κινησιν μονον μετεχοντα ουσιοειδως τε και εκτικως, αψυχως δε και αναισθητως, λεγεται εφιεσθαι της αγαθοτητος του Θεου.
Τα μεν νοερα: Νοερα μεν την αγγελικην φυσιν, λογικα δε την ανθρωπινην φησι· τα δε τουτων υφειμενα την αλογον, ητινι μονον το αισθητικον προσεστι. Διο και αισθητως ειπε, τουτεστιν αισθητικως τα δε αλλα, ηγουν τα φυτα και οσα παντη αψυχα και ακινητα, τα μεν φησι κατα την ζωτικην κινησιν, τουτεστι την θρεπτικην τε και αυξητικην, ταυτα γαρ δη εν τοις φυτοις προσεισι, τα δε αψυχα εν τω εχειν εν εαυτοις το ολως ειναι· τουτο γαρ ειπεν ουσιωδη και εκτικην επιτηδειοτητα.
§ 6. Ως αιωνιον: Ορα πως σαφως εκ των αιτιατων και κτιστων τον απαντων ανωτατον υμνολογουσιν· αιωνιον μεν φασι τον των αιωνων ποιητην και τω οντι αιωνα, ει γε ο αει ων αυτος εστιν, οθεν και αιων λεγεται· αιωνιον δε εστιν ουκ αυτος ο αιων, αλλα το αιωνος μετεχον· και γουν φησιν ο Ησαιας· «ο Θεος ο αιωνιος, ο κατασκευασας τα ακρα της γης»· ο δε Θεος ου δευτερος εστι του αιωνος, ινα και μετεχη αυτου, αλλ’ αιωνων ποιητης.
(≡14S_050≡> Ως αγηρω: Κατα το, «Συ δε ο αυτος ει, και τα ετη σου ουκ εκλειψουσιν».
Ως εν αυρα: Τουτο εστι το ειρημενον εν Βασιλειαις, οτι ουτε εν τω συσσεισμω, ουτε εν τη νεφελη παρεγενετο ο Κυριος λαλησαι τω Ηλια, αλλα φωνη αυρας λεπτη καλει ο Κυριος· τουτο δε δηλοι, οτι και εν σωματι φησιν ειναι τον Θεον, τον εν τοις πασιν απεριληπτον· η γαρ πνοη και παρα παντων μετεχεται, και εν πασιν εστι, και παρ' ουδενος εμπεριλαμβανεται, ως και εν Ευαγγελιοις φησιν ο Κυριος· «Πνευμα ο Θεος, και τους προσκυνουντας αυτον εν Πνευματι και αληθεια δει προσκυνειν».
§ 7. Και το ανωνυμον: Ανωνυμον δια το παντα ειναι και μηδεν των οντων ειναι, αλλα παντα εξ αυτου ειναι, ως αυτος εαυτον εξηγειται.
Ως αρχης: Αρχης μεν, ως το ειναι παρασχομενης, περατος δε, ως εν τω ειναι συνεχουσης.
Τα παντα εν πασι: Παντα δε τα οντα, δια το εξ αυτου ειναι τα παντα.
Και εστια. Εστιαν αυτον παντων εφη, ως οικησιν οντα παντων των αγιων, ως αυτος ο Κυριος φησιν, «μεινατε εν εμοι»· ωσπερ γαρ ναος αυτου εσμεν κατα το, «ενοικησω εν αυτοις και εμπεριπατησω», ουτω και αυτος οικος ημων εστι· καλως δε ευθυς επηγαγε το 'ηνωμενως'· επειδη γαρ ειπεν, αυτον ειναι παντα και εν αυτω τα παντα, ινα μη τις, εις συνθεσιν τον νουν καταγαγων, εκπεσοι της αληθειας, υπονοων απαντα συμφορεισθαι σωρηδον εν τω Θεω, η κατα την συνθεσιν τον Θεον ειναι τα παντα, ταχεως εθεραπευσε το απεμφαινον, ειπων (≡14S_052≡> «ηνωμενα», τουτεστιν εν τη οικεια εναδι, μαλλον δε υπερ εναδα μειναντα υπερηπλωμενον αμερως και αμιγως τοις ουσιν ειναι τα παντα και εν πασιν· αλλα και ασχετως εστιν· εν πασιν, αντι του, υπ' ουδενος κατεχομενος η περιγραφομενος σωματικως, εξηρημενως δε μαλλον· εξω γαρ εστι των απαντων, ουδαμου ων, εξ αυτου παντων οντων, και αυτος εν πασιν· εξ αυτου γαρ τα παντα συνεστηκε.
Παντα δε απλως: Τουτεστιν ασυνθετως· εν ουδενι γαρ των οντων συνετεθη η σωματικως ηνωθη, ει μη εν τω καιρω της οικονομιας.
§ 8. Θειων φασματων: Οτι φασματα καλει τας εν συμβολοις αποκαλυψεις του Θεου, και το πως αυτο λεγει, σημειωσαι.
Ανακτοροις: Ελληνες ανακτορα εκαλουν των παρ' αυτοις θεων τα τεμενη· εμφαινει ουν ο αγιος εν τουτοις το παρα τω Ησαια· δοκει γαρ εν τω ναω υπαγορευειν αυτον εωρακεναι την θειαν εκεινην δοξαν και οψιν, την του σεραφιμ · τα δε εξης ειρηται δια την του Ιεζεκιηλ ορασιν, την εν Βαβυλωνι, και ετερας τινας θεωριας.
Και θωκους: Θρονους.
Συμβολικη θεολογια: Αλλο συνταγμα υπισχνειται γραφειν, οπερ καλει Συμβολικην θεολογιαν.
Ο ιεραρχικος: Σημειωσαι, οτι μαλιστα ιερευσι πρεπει θεωρειν την θειαν Γραφην.
Θεοειδεις: Αντι του θεοφανεις.
Και ωτα ιερα. Ωτα διεντελλεται ιερα τοις αγιοις παρατιθεσθαι, τουτεστιν ακοην ευσεβη και αξιαν των αγιων.
Αμυστων: Τουτεστι των αμυητων· οτι ο μετα γελωτος και εμπαιγμων των θειων ακουων λογιων η των περι αυτα ερμηνειων, ως θεομαχος κρινεται. Τιμοθεω δε γραφει και ο Αποστολος, οτι ου δει τοις μη δεχομενοις τον λογον εν αληθεια λαλειν περι τοιουτων.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Β' 
 
(≡14S_054≡> § 1. Την θεαρχικην: Εκ του κεφαλαιου τουτου μαλιστα και Αρειανοι και Ευνομιανοι το ανομοιον πρεσβευοντες πολεμουνται, και Νεστοριανοι δε και Ακεφαλοι. Θεαρχικην δε ολην υπαρξιν φησι της αγιας και μονης προσκυνητης Τριαδος την εν τρισιν υποστασεσι γνωριζομενην θεοτητα· εθος γαρ αυτω ολην θεοτητα καλειν την σεβασμιαν Τριαδα· αυτη γαρ και τι εστιν ολη θεοτης εαυτην αποκαλυπτουσα μετ' αφορισμου των προσωπων, τουτεστι μετα διαιρεσεως τοις αγιοις εφανερωσε, των τριων υποστασεων τας ιδιοτητας εκφαινουσα, οτι Πατηρ και Υιος και αγιον Πνευμα· οι γαρ τρεις, μια και ολη και μονη θεοτης. Ιστεον δε, οτι υπαρξις μεν κυριως επι Θεου ου λεγεται και γαρ εστι προΰπαρξις, τουτεστι και προ αυτης της υπαρξεως επειδη δε πασα υπαρξις εξ αυτου, εκ των δι' αυτου φανεντων ονομαζεται, ινα νοηθη και υπερ ταυτα.
Αφοριζουσα: Τουτεστι γνωριζουσα και δεικνυουσα.
Την θεαρχιαν: Σημειωσαι οτι, και ανθρωπινως λεχθεισης της φωνης, τη θεοτητι ταυτην ανατιθησι δια την του προσωπου ενοτητα.
Ου μερικως: Καλως το 'ου μερικως'· αι γαρ ενεργειαι και πασαι της θεολογιας αι υμνολογιαι ουχ ενι και μονω των της θειας Τριαδος προσωπων αποκληρωτικως απονενεμηνται, αλλ’ αυται μεν κοιναι εισι της Τριαδος, διχα μονης της ενανθρωπησεως· μονη γαρ εστι του Υιου, ως εφεξης λεγει· μοναι δε αι χαρακτηριστικαι των τριων υποστασεων ιδιοτητες μερικως και ιδιως εκαστη υποστασει προσεισιν, οιον τω Πατρι το Πατηρ, και ουκ αλλω τινι· ουτω και επι του Υιου και του αγιου Πνευματος.
Και ολοκληρου: Σημειωσαι ολης θεοτητος την Τριαδα σημαινεσαθαι.
Ει μη περι της ολης: Σημειωσαι οτι, ο μη κοινας ειναι λεγων (≡14S_056≡> τας θεωνυμιας, αποσχιζει ασεβως την ενοτητα της προσκυνητης Τριαδος.
Ταδε λεγει ο ων: Σημειωτεον, οτι δεχεται την Αποκαλυψιν του εν αγιοις Ιωαννου του Ευαγγελιστου ο αγιος ουτος Διονυσιος· εκει γαρ εστι το ρητον τουτο. Οτι δε, οτε ην εν Πατμω ο θειος Ευαγγελιστης, οπου και την Αποκαλυψιν ειδεν, εγινωσκεν ο αγιος Διονυσιος, και τουτο μαθηση κατω εκ της ι' επιστολης, ης εγραψε προς αυτον τον αγιον Ευαγγελιστην και θεολογον Ιωαννην.
Προφητων: Ο Δαυιδ τουτο λεγει.
Το ον, ο παρα του Πατρος: Επισκεψαι, πως φησι την χρησιν ταυτην· ου γαρ φερεται νυν ουτως.
Την θεαρχιαν: Εν αλλοις θεαρχικην ζωην.
Θεογονου θεοτητος. Σημειωσαι, οτι θεογονον θεοτητα φησι τον Πατερα, και υιικην θεοτητα τον Μονογενη.
Διεξοδικως: Αντι του πλατυτερως.
Τα παντα δι' αυτου: Σημειωσαι, οταν λεγη, οτι τα παντα εκ του Θεου εστι, περιληπτικως την ολην θεοτητα σημαινει, τουτεστι την αγιαν Τριαδα· οταν δε φη, «τα παντα δι' αυτου και εις αυτον εκτισται», διεξοδικως περι των υποστασεων σημαινει· τουτο γαρ εις τον δημιουργικον Λογον εδεξαντο παντες.
Και αυτου: Του Λογου δηλονοτι.
Κοινωνικως και ηνωμενως: Σημειωσαι, οτι κοινωνικως ηνωται τα της αγιας Τριαδος.
Τας θεουργιας: Οιον το, «Εγω εν Πνευματι Θεου εκβαλλω τα δαιμονια»· το σεβας, ως το· «εις το αγιον Πνευμα βλασφημησαντι ουκ αφεθησεται»· το δε των δωρεων, ητοι των χαρισματων, εν τω λεγειν· «ληψεσθε δυναμιν επελθοντος του αγιου Πνευματος εφ' υμας». (≡14S_058≡> Την πηγαιαν: Ειρηται εν τοις Ψαλμοις, «οτι παρα σοι πηγη ζωης», και εν Ιερεμια, «Εμε εγκατελιπον, πηγην υδατος ζωντος». Ο ουν Θεος λεγεται πηγη, οια τις μητρα και αρχη και αιτια των φανεντων και προελθοντων εις ουσιαν απαντων· α γαρ καλειν ειωθασι τινες καθολικα, ητοι γενη η ολα η περιεχοντα, ατε περιληπτικα των μερικων εξ αυτων προοδων, ταυτα αι θειαι Γραφαι 'πηγαιαν αιτιαν' φασι· δια το δημιουργικον τοινυν και ανεκλειπτον των δια του Πνευματος υφισταμενων, και οτι το Πνευμα το αγιον και αυτο παντων των οντων αιτιον, ως και εν τη Σοφια ειρηται, εικοτως και πηγαιαν αυτο αιτιαν θεολογει· το δε ανεκλειπτον του δημιουργειν εκειθεν νοησον εις το· «ο Πατηρ μοι εως αρτι εργαζεται, καγω εργαζομαι». Ωσαυτως και το Πνευμα το αγιον, συν τω Πατρι και τω Υιω αει εργαζεται ανεκλειπτως· ειρηται γαρ· «εξαποστελεις το Πνευμα σου, και κτισθησονται».
§ 2. Αδιαστροφοις εννοιαις: Καλως ειπε το 'αδιαστροφοις'· επειδη και οι αιρετικοι αναγινωσκουσι τας Γραφας και εντρεφονται εν αυταις, και ομως διαστρεφουσιν εαυτους.
Θεοπρεπους διαιρεσεως: Θεοπρεπη διαιρεσιν επι της αγιας Τριαδος την περι των υποστασεων ασυγχυτον εφη γνωσιν, και οτι ου χρη φροντιζειν πειθειν τους μη δεχομενους την θειαν Γραφην. Το γαρ κοινως επι της αγιας Τριαδος θεολογειν ουκ εστι συγχυσιν εισαγειν των υποστασεων.
Επι την θεολογικην: Θεολογικην επιστημην ανωτερω περι Θεου διηγουμενος, ουκ εφη αυτην επιστημην ειναι, ενταυθα δε τα περι θεολογιας επιστημην φησιν. Επιστημη δε εστι (≡14S_060≡> δοξα ορθη λογισμω δεθεισα, η λογος αληθης επι διανοιαν αμεταπτωτος, και η ακριβης ειδησις του πραγματος και αποφανσις, ου και λεγεται επιστημη, αληθειας λογον και δοξαν ορθην προβαλλομενη, μη δεομενη της εκ παραθεσεως του ομοιου βεβαιωσεως.
Τας θειας εκφαντοριας: Εκφαντοριας φησι τας τα μυστηρια εκφαινουσας διδασκαλιας.
Εν εαυτοις απληθυντα: Οτι ου δει παρεξιεναι την θειαν Γραφην εν τω θεολογειν.
§ 3. Και οσα της υπεροχικης: Κατα αφαιρεσιν υπερ ενοιαν δοξολογειται· εκ γαρ των μη θεωρουμενων περι αυτον υπεραναβεβηκοτως προσκυνειται, οιον ως αθανατος, ως ατελευτητος και αορατος και ανεδεης, και οσα τοιαυτα· κοινα γαρ της Τριαδος και ταυτα· αιτιολογικα δε εισιν οσα επι την κτισιν ερρευσε παρ' αυτου, ατε αιτιου παντος καλου, ως γεγραπται, οτι «παν εστι καλον αυτου».
Το του Πατρος: Κατα κοινου δε το υπερουσιον, ως επι του Πατρος, ουτω και επι του Υιου και επι του αγιου Πνευματος. Επι δε των διακεκριμενων της αγιας Τριαδος, οιον ονοματων, ουδεμιαν φησιν ολως ειναι αντιστροφην η κοινωνιαν· ο γαρ Πατηρ ουκ αν ευσεβως κληθειη Υιος, ουδε ο Υιος Πατηρ· το αυτο και επι του αγιου Πνευματος.
Η καθ' ημας Ιησου: Σημειωσαι, οτι μονου του Θεου Λογου εστιν η ενανθρωπησις. Παντελη δε αυτην φησι κατα Απολλιναριου, ως εκ ψυχης νοερας και ημετερου σωματος· τουτο γαρ δηλοι το ειπειν αυτον «καθ' ημας», οπερ εστι και · κατα Ευτυχους· κατα Νεστοριου δε, οτι φησι, του Ιησου την αναλλοιωτον ως Θεου καθ' ημας υπαρξιν· και οτι ουσιωδη φησι τα εν τη ανθρωποτητι μυστηρια, την πειναν, τον κοπον, (≡14S_062≡> και το επι υδατος βαδισαι, και το εισελθειν των θυρων κεκλεισμενων προς τους μαθητας, και το εγειραι τους νεκρους, και αυτο το παθος, και οσα τοιαυτα.
Ουσιωδη μυστηρια: Σημειωσαι το ουσιωδη επι της σαρκωσεως· τουτο γαρ εφη, εκβαλλων την κατα φαντασιαν δοξαν.
§ 4. Παραδοσεως ιερομυσται. Ιερομυσται λεγονται οι τα ιερα μεμυημενοι.
Κρυφιας και ανεκφοιτητους: Κρυφιας ενωσεις φησι τας περι της θειας ουσιας ακαταληπτους γνωσεις· την ουσιαν αυτην της αγιας Τριαδος, τι εστιν, ουδεις γνωσεται ποτε.
Τας διακρισεις: Διακρισεις φησι τας ενυποστατους προσκυνητας υπαρξεις, τουτεστι, του μεν Υιου τον εκ Πατρος ανεκφραστον απαυγασμον, του δε αγιου Πνευματος την εκ Πατρος ανεννοητον εκπορευσιν.
Η υπερ εναρχιαν: Η υπερ εναρχιαν ενοτης το υπερ πασαν ενοτητα και απλοτητα εν τοις ουσι της θειας φυσεως αμερες τε και απλουν σημαινει.
Το αφθεγκτον. Αφθεγκτον δια το ακατονομαστον της ουσιας, πολυφωνον δε, οτι τη ποικιλια των ευεργετουμενων το πολυφωνον εχει.
Το παννοητον: Πως αγνωστος και παννοητος ο Θεος, και πως εν αγνωσια την περι αυτου κτωμεθα γνωσιν, ρητεον· αγνοια γαρ γινεται γνωστος ο Θεος· αγνοιαν δε, μη την δια της αμαθιας λαβης· αυτη γαρ σκοτος εστι ψυχης· μητε την γινωσκουσαν, οτι αγνοειται ο αγνωστος· ειδος γαρ και αυτη γνωριστικον· αλλα κατ' εκεινην την αγνοιαν γινωσκεται γνωστος, καθ' ην απλωθεντες υπερ τας νοησεις, αιτινες πληθυνομεναι σκεδαννυνται, και αυθις συμπτυσσονται, ουκ ουσαι ενας. Οθεν ουν πασαν νοησιν περι Θεον υπερβαντες, απλοι γινομεθα, αγνοουντες (≡14S_064≡> λοιπον και αδιακριτοι μενοντες δια την προς την ενοτητα στασιν, και βεβαιως εστωτες εν τη ενωσει, αγνοουμεν οτι αγνοουμεν, τουτεστιν ουχ ετερου τινος ειδοτες, ημεις ως αμαθεις αγνοουμεν, δυναμενοι μαθειν α τεως αγνοουμεν, αλλα τα παρα πασης λογικης κτισεως ευσεβως αγνοουμενα αγνοουντες· εν ταυτη γαρ σταντες τη αγνοια, ειδος γινομεθα του προ παντων οντος· εασαντες μεν παντα τα ειδη και τας νοησεις, εν αφασια δε κρειττονι πασης φθεγξεως ιδρυμενοι, τω μηδε τουτο γινωσκειν, οτι αγνοουμεν· ειτα παλιν υποστρεψαντες εκ της εν αφασια σιωπης, και απο της σιγης εις φθεγξιν καταβαινοντες, συνιεντες οτι ηγνοουμεν, αφισταμεθα λοιπον του περι αγνωστου ζητειν. Παννοητος δε παλιν ο Θεος, εκ των φιλοδωρων προνοιων νοουμενος, ο,τι εστι, και εκ των δημιουργηματων· εκ των μεν, οτι σωτηρ εστιν, εκ των δε, οτι δημιουργος. Και θεσιν μεν την υπαρξιν φησιν, ως εξ αυτης της παντων ουσης υπαρξεως. Λεγουσι δε και οι φιλοσοφοι 'θεσιν' τα επιτιθεμενα ειδη τη υλη, 'αφαιρεσιν' δε, οταν αι ποιοτητες αφαιρεθωσι των ειδων, οιον γης το βαρυ, υδατος το υγρον. Ο ουν Θεος, ο και ταυτα μετασχηματιζων, η παντων θεσις και αφαιρεσις εστι· θεσις μεν παντων, ως τα παντα θεις και ποιησας και ιδρυσθαι παρασκευαζων· εν αυτω γαρ τα απαντα συνεστηκεν· αφαιρεσις δε παντων εστιν, ως και την θεσιν αυτην των οντων και την ποιησιν μεταρρυθμιζων και μετασκευαζων και αφαιρων εκ των τεθειμενων τα κατα φυσιν· ει γαρ ομολογειται τα εν γενεσει, παντως και φθειρεσθαι· αυτος δε πλουτω αγαθοτητος των μεν ανειλε και το φθαρτον, ως αγγελων και ψυχων, των δε το φθαρτον εις αφθαρσιαν και το θνητον εις αθανασιαν μεταγει, ως τα σωματα ημων εν τη αναστασει· δηλον ως αυτος ταυτα (≡14S_066≡> ημιν υπαρχων, αυτος και υπερ θεσιν εστι και αφαιρεσιν, και θεμελιος και ριζα παντων ων, ου τοπικως, αλλα κατα το αιτιον· ουτε αφαιρεσις αυτος ων, ων αυτος εχει· αυτο γαρ αθανατον αυτος εχει. Το γαρ αθανατον και ακαταληπτον και αγνωστον και οσα τοιαυτα εχει, ουχ ως μη ων το εναντιον, αλλα κατα ιδιοτητα τινα πασιν αρρητον και ανεπινοητον· εξηρηται γαρ των απαντων, ως αφηρημενος των οντων, και υπ' ουδενος νοουμενος των εν δημιουργια η καταλαμβανομενος, ως αυτος εαυτον αρπασας δια της απειριας· ου γαρ εστιν αυτου περας. Σημειωσαι δε το εν αλληλαις ειναι, κατα τινα μονην και ιδρυσιν τας θειας υποστασεις, ως το· «Εγω εν τω Πατρι, και ο Πατηρ εν εμοι»· ουτω και περι του αγιου Πνευματος ο Αποστολος λεγει.
Καθαπερ φωτα λαμπτηρων: Ολος ο νους του πατρος τουτον εχει τον τροπον. Παραδειγμα ειπεν επι της αγιας Τριαδος, ωσπερ τριων τινων λυχνων, φησιν, η κηρων ημμενων εν τινι ναω η οικω, ταις μεν υποστασεσι διακεκριμενων, ηγουν κεχωρισμενων αλληλων· αλλος γαρ και αλλος λυχνος εστιν ιδικως ο καθεις, τω δε φωτι ηνωμενην εχουσι και αχωριστον την κοινωνιαν της φυσεως και της ενεργειας· και ουδεις δυναται εν τω οικω εν τω αερι αυτου διακριναι και ειπειν, ποιον μεν εστι φως τουδε του λυχνου, ποιον δε του ετερου. Ταυτα ειπων, μετερχεται λοιπον εκ του τριαδικου εις τον της οικονομιας λογον και την ενδοξον εξοδον του Θεου Λογου την εκ Πατρος κατα την αυτου φωνην την φασκουσαν, οτι, «εκ του Πατρος μου εγω εξηλθον, και προς τον Πατερα μου υπαγω», σαφηνιζει καθα φησιν· Αλλ', ει και τον ενα τις των πυρσων υπεξαγοι του δωματιου, (≡14S_068≡> συνεξελευσεται και το οικειον απαν φως, ουδεν της των ετερων φωτων εν εαυτω συνεπισπωμενον λαμπηδονος, η το εαυτου τοις ετεροις καταλειπον. Ελθων γαρ ο Υιος εκ του Πατρος και επιδημησας εν τω κοσμω ουδε τον Πατερα και το Πνευμα συνηγαγεν εν εαυτω, ουδε μην των οικειων εξελθων εκεινοις κατελιπεν, αλλ' αδιαιρετον της εαυτου μονης εποιησατο την εξοδον.
Οπου γε και την υπερουσιον: Αι των σωματων ενωσεις, των τε στοιχειωδως θεωρουμενων και των αλλως πως μιγνυμενων, δυναμεσι και ποιοτησι το παρηλλαγμενον εχουσι, και ετερον τι παρα την των απλων φυσιν η τουτων ενωσις αποτελει· ωσαυτως και ψυχικαι δυναμεις το ετεροειδες κατα την κινησιν διαφορον εχουσι· και μην και αι των αγγελων προς τας θειας ελλαμψεις ενοτητες το ανα μερος και αναλογον ταις οικειαις ταξεσιν εχουσιν, η δε εν τη αγια Τριαδι θεοτης και οσα ταυτης, ουδενι των ειρημενων διακοπτομενη η εαυτης διαφερουσα, εικοτως υπερ ταυτας τας ενωσεις ειναι δοξαζεται.
Και υπερουρανια φωτα: Σημειωσαι, οτι και τας ψυχας και τους νοας απαντας υπερουρανια φωτα καλει, και φησιν ενουσθαι τας ζωουσας ουσιας ταυτας απασας, ως ειρηται εν τω παραδειγματι των εν οικω τινι πολλων λαμπτηρων αλληλοις αμιγως τε και ασυγχυτως ενουμενων, θεοειδεις τε ουσας και μετεχουσας αναλογως εαυτοις της του Θεου υπερηνωμενης ενωσεως, αστινας, ενωσεις δηλονοτι, επι τα ασωματα, α και δι' αλληλων ασυγχυτως χωρει.
§ 5. Υπερουσιου θεογονιας: Σημειωσαι, οτι υπερουσιον θεογονιαν και πηγην τον Πατερα καλει, και οτι ουκ αντιστρεφει τα ονοματα.
Ενωσεις τε και διακρισεις: Τα περι της αφραστου Τριαδος μεχρι τριων υποστασεων προοδου νυν θεολογει, οτιπερ ο Θεος και Πατηρ, κινηθεις αχρονως και αγαπητικως, προηλθεν (≡14S_070≡> εις διακρισιν υποστασεων, αμερως τε και αμειωτως μεινας εν τη οικεια ολοτητι υπερηνωμενος και υπερηπλωμενος, του οικειου απαυγασματος εις υπαρξιν προελθοντος, ως εικονος ζωσης, και του παναγιου Πνευματος προσκυνητως και υπεραενναως εκπορευομενου εκ του Πατρος, ως μυσταγωγει ο Κυριος· αγαθοτητι δε επληθυνθη επι τρισυποστατον θεαρχιαν η αιτια παντων και πηγη. Ταυτα και ο θεολογος Γρηγοριος εν τοις Κατα Ευνομιου λογοις φησιν. Εστι δε και κατα αλλον λογον θεια διακρισις, η δια πληθος αγαθοτητος προοδος του Θεου εις την πολυειδειαν της δημιουργιας της αορατου και ορατης. Κοιναι δε εισι της τρισυποστατου και διακεκριμενης εναδος αι δημιουργικαι προνοιαι τε και αγαθοτητες· η γαρ παμβασιλις Τριας εν μεθεξει των δυναμενων μετεχειν γινεται ασχετως τε και αμεθεκτως· ταυτον γαρ δηλοι εκατερον· μετεχεται γαρ ο Θεος ασχετως ου κατεχομενος εν τοπω τω μετεχοντι, ουδε αισθητως μετεχομενος, αλλ’ ολος εν μετοχη εκαστου ων και εξηρημενος των απαντων· ωσπερ φωνης μεγαλης γενομενης απαντες μετεχουσιν οι παροντες κατα την οικειαν δυναμιν, και ανηρ και νηπιον και αλογα, αλλ’ οι μεν ερρωμενεστερον, οι δε αμυδροτερον, προς την της ακουστικης ενεργειαν, και εστι μεθεκτη η φωνη, και εφ' εαυτης αμεθεκτος μεινασα.
Εκ των μετοχων και των μετεχοντων: Το κατ' ουσιαν μεν η θεοτης ου μετεχεται, ουτε νοειται· μεθεκτη δε εστιν εν τω εξ αυτης ειναι τα παντα, και υπ' αυτης συνεχεσθαι εις το ειναι.
Εν εκαστω των εκτυπωματων: Παραδειγματικως φησι, πως αμεθεκτως μετεχεται ο Θεος.
§ 6. Ουκ εστιν η σφραγις: Αντιθεσις και λυσις εκ του παραδειγματος της σφραγιδος.
(≡14S_072≡> Απομοργματα: Απομοργματα ενταυθα τα εκτυπωματα λεγει.
Και μητε αντιτυπα: Ως λιθοι και ξυλα, η παλιν τα της υγρας ουσιας, ων ουδεν επιδεχεται την εκ δακτυλιου σφραγιδα.
Διακεκριται δε: Σημειωσαι, οτι διακεκριται της αγιας Τριαδος η ενανθρωπησις του Λογου ολικως και αληθως.
Το καθ' ημας: Ενταυθα περι της οικονομιας παλιν διαλαβων, τω Θεω Λογω ταυτην προσαπτει, μητε Πατρος, μητε του Πνευματος επικοινωνησαντων, πλην κατα βουλην μονην. Σημειωσαι δε την ακριβη της οικονομιας διηγησιν, οτι ουσιωθη ο υπερουσιος Θεος Λογος αναλλοιωτως, επει μεμενηκε Θεος, και ουσιωθη καθ' ημας εξ ημων ολικως, τουτεστι, σωμα και ψυχην λογικην κατα αληθειαν εσχηκως, και οτι Θεος Λογος εστι κατ' αληθειαν ο παθων, δηλονοτι σαρκι, και οτι ανθρωπικη αυτου εστι θεουργια παντα τα εν τη οικονομια, και οτι ουκ εκοινωνησεν εις ταυτα Πατηρ, ουτε το Πνευμα το αγιον, ει μη τη ευδοκια και βουλησει της σαρκωσεως και εις το συνεργαζεσθαι τω Υιω Θεω τας θεοσημειας. Σημειωσαι δε ταυτα μαλιστα κατα Νεστοριανων και Ακεφαλων και Φαντασιαστων.
Διακεκριται: Τουτ' εστι κεχωρησθαι του τριαδικου και θεολογικου Λογου το καθ' ημας εξ ημων ολικως και αληθως σαρκωθηναι, τουτ' εστιν ο της ενανθρωπησεως και σαρκωσεως του Χριστου Λογος, και δρασαι και παθειν οσα της ανθρωπικης αυτου θεωριας εστιν εκκριτα. Αδιατηρητα φησι και εξαιρετα, τουτ' εστιν καθαρα και αδιαβλητα της ανθρωπινης αυτου φυσεως, ατινα εστι τοκος, νηπιοτης, αυξησις, διψα, κοπος, λυπη, δακρυον, πτυελος, αιμα, τρησις, φθορα, ρυσις, εκουσιος νεκρωσις, αφθεγξια, ακινησια, και τα ομοια. Τουτοις γαρ ο Πατηρ και το Πνευμα κατ' ουδενα τροπον η λογον κεκοινωνηκεν, ειμη τις φαιη κατ' ευδοκιαν τε και βουλησιν.
(≡14S_074≡> Γεγονως ο αναλλοιωτος: Πως λεγει τον Λογον παθειν, ως και το, «αι χειρες ημων εψηλαφησαν» περι του Λογου της ζωης, εξεθεμεθα.
§ 7. Τοις δε ως μυστικοις: Κατα την δυναμιν την ενυπαρχουσαν εν τω αρτω και τω ποτηριω.
Υπερ νοεραν ενεργειαν: Των περι Θεου λεγομενων την διανοιαν μεν αναπτυσσει ο ιερος νους, ηγουν ερμηνευει, ο τοις θειοις διολου ενασχολουμενος, και τοις γηινοις και εμπαθεσιν ανεπιθολωτως μενων, αυτοις δε τοις θειοις ουκ αλλως επιβαλλει, η κατα αποπαυσιν πασης κινησεως νοητικης των οντων· τουτο· γαρ δηλοι το υπερ νοεραν ενεργειαν ειπειν, τουτεστιν οταν τω ακαταληπτω του Θεου παντοθεν περισχεθη, τοτε καταλαμβανει το ζητουμενον.
Ταις μετοχαις μοναις: Προσυπακουστεον ονοματα. Μετοχας δε φησιν, ων μετεχομεν την εξ αυτου του Θεου παροχην.
Κρυφιοτητα: Οτι και το Θεος ονομα ου δηλοι ουσιαν, ουδε τι εστιν ο Θεος, αλλ’ ευεργεσιαν τινα εις ημας· και οτι εκ των μετοχων των υπο του Θεου δωρουμενων ημιν, και τας περι Θεου ονομασιας ποιουμεθα, το δε τι εστιν ο Θεος, πασιν εστιν ανεπινοητον· και γαρ η θεια υπαρξις, ουτως αξιως ποσως υμνηθησεται, οτε πασης ενεργειας, και της δραστικωτατης, νοερας δε, παντως υφ' ημων απολυθεισα, δεξεται ημας δια σιγης αγιας, επιβαλλοντας ταις εκειθεν εκφοιτωσαις δωρεαις· θεληματι γαρ τα οντα παραγει, σταντων ημων βεβαιως εν τη του ημετερου νου αδιακρισια, ην εκαλεσε προ μικρου 'γνωσιν εν αγνωσια'.
Παλιν, οτι μεν εστι πηγαια: Σημειωσαι τα σεβασμια και φρικτα επι της αχραντου Τριαδος ονοματα, οτι πηγαια θεοτης ο Πατηρ, ο δε Υιος και το Πνευμα το αγιον βλαστοι εισι της θεογονου (≡14S_076≡> θεοτητος, τουτεστι του Πατρος, θεοφυτοι, και ανθη, και φωτα υπερουσια. Μαλλον δε βλαστους φησιν ειρησθαι εν τη Γραφη απο της των ελαιων οπτασιας Ζαχαριου του ενδεκατου των προφητων· δυο γαρ κλαδους της ελαιας φασιν οι Εβδομηκοντα, οι δε αλλοι ερμηνευται σταχυας και βλαστους· φωτα δε, εν οις ειρηται, «Πατρος των φωτων» και «Φως εκ φωτος». Πατριαν δε λεγει την οιονει πατροτητα. Επιφερει γουν υιοτης· και γουν φησιν ο Αποστολος· «εξ ου πασα πατρια εν ουρανω και επι γης ονομαζεται»· το γαρ ειναι τε πατερας και υιους ονομαζεσθαι ανωθεν ερρευσεν, εκ του Πατρος μεν φυσει του Υιου οντος, Πατρος δε παντων δημιουργικως και διδασκαλικως· οθεν και ασωματοι και νοητοι θεων πατερες και υιοι διδασκαλικως και υπερκειμενως εν αγγελοις και δικαιοις, ως και ο Αποστολος δηλοι, παντων των πατερων αρχοντος του κυριως Πατρος, ατε και την τοιαυτην μεθεξιν δοντος, και παντων των υιων αρχοντος του Υιου, ατε και αυτου μεθεκτου εν τουτω γινομενου, ως αυτος φησιν· «εφανερωσα σου το ονομα τοις ανθρωποις»· οτι καλειται Πατηρ ο αυτον εχων Υιον, τον ταυτα ειποντα.
§ 8. Τοις αιτιατοις: Αιτιατα εστι παντα τα παραχθεντα εις κτισιν, ειτε εν ουρανω, ειτε επι γης, αιτια δε τα υπεροντα, τουτεστιν αι τρεις υποστασεις της αγιας Τριαδος. Προδηλον ουν οτι ουδεμια εμφερεια τουτων προς αλληλα, αιτιων φησι και αιτιατων. Καλως δε προσεθηκε το 'ενδεχομενας'· ου γαρ απασας.
Και ζην ει τις φαιη: Οτι περισσως και ουσιωδως προσενεστι τα των αιτιατων τοις αιτιοις. Ωστε ου καλως λεγομεν ζην και φωτιζεσθαι το θειον· τουτο γαρ του ζην ημας και φωτιζεσθαι (≡14S_078≡> αιτιον· ουσιωδως ουν προσενεστι τω θειω, απερ ημιν κατα χαριν· τουτο γαρ σημαινει το 'κατα μεθεξιν’· λεγει γαρ ο Αποστολος· «χαριτι εστε σεσωσμενοι»· και ημεις μεν σεσωσμενοι λεγομεθα, αυτος δε ημων Σωτηρ εστι. Και παλιν· «απο γαρ του πληρωματος αυτου ημεις παντες ελαβομεν».
§ 9. Αλλα και το πασης θεολογιας: Οτι θεολογιαν καλει τα περι της ενανθρωπησεως, και οτι καθ' ημας θεοπλασιαν φησι την του Κυριου Ιησου σαρκωσιν. Ταυτα κατα Νεστοριανων μαλιστα, το ανδρικως αυτον ουσιωθηναι λεγειν· ορα δε οτι εκ των παρθενικων αιματων φησι το σωμα του Κυριου Ιησου διαπλασθηναι. Σημειωσαι δε, πως φησι, πρεσβυτατους αγγελους ειναι τινας, και πρωτον αυτων τινα ειναι. Λεγει δε πρεσβυτερους αγγελους ο θειος Ιωαννης εν τη Αποκαλυψει· και επτα ειναι τους πρωτους εν τω Τωβια ανεγνωμεν, και παρα Κλημεντι βιβλιω ε' των Υποτυπωσεων. Πρεσβυτατους δε αγγελους ειωθε καλειν, τας ανωτατω τρεις ταξεις, θρονους, σεραφιμ, χερουβιμ, ως δηλοι εν τω Περι της ουρανιας ιεραρχιας λογω πολλακις· φησι δε ενταυθα, μητε τω πρωτιστω των αγγελων εφικτον ειναι τον τροπον της ενανθρωπησεως.
Και τω κλεινω: Ενδοξω.
Καθηγεμονι: Καθηγεμονα οικειον, τον αγιον Ιεροθεον αινιττεται, ως ευθυς δηλοι· μετα γαρ τον Παυλον εκ τουτου ωφεληθη· λεγει δε οτι ισως παθων τα θεια εκεινος, ουτως ενεπνευσθη· τι δε εστιν ου μονον μαθων, αλλα και παθων, ειρηται μεν ουν και εν τη προς Εβραιους· «εμαθε γαρ αφ' ων επαθε την υπακοην». Ο γαρ παθων πειρα λαμβανει το διδασκομενον, (≡14S_080≡> οιον ο τυπτομενος, μαλλον του μονον ακουσαντος· ου μην και τυπτηθεντος ποτε, τις ο τοιουτος πονος γινωσκει, και μαλλον αν παραστησειεν, οποιον εστι το αλγος· ουτω και ο δι' αποκαλυψεως μυουμενος, θειοτερον ερμηνευσει τα θεια. Το δε παθειν τα θεια τοιουτον εστιν· ειρηται τω Αποστολω, «συνταφωμεν τω Χριστω, ινα και συναναστωμεν αυτω και συμβασιλευσωμεν», ο δε σταυρων εαυτον και την εαυτου σαρκα, αυτος τα στιγματα του Χριστου εν τω οικειω σωματι περιφερει· εικοτως ουν και συμβασιλευει τω Χριστω και τα θεια αυτου θαρρειται μυστηρια, οταν και ο αγιος Ιεροθεος λεγεται μη μονον μαθειν, αλλα και παθειν τα θεια· και ο δι' αποκαλυψεως τα θεια μυουμενος, εξισταται εαυτου, και καλως λεγεται παθειν το επωφελες τουτο παθος, ινα Θεου γενηται καταγωγιον. Αλλως. Παθειν αυτον εφη τα θεια, ως ου διδακτως δια λογου την περι τουτων δεξασθαι μυησιν λεγων, αλλα τη θεια εκλαμψει εντυπωθηναι, και οιον ενσημανθηναι τη διανοια την γνωσιν των υπερ φυσιν, και την τοιαυτην των θειοτερων μυησιν συμπαθειαν εκαλεσεν, ηγουν συνδιαθεσιν.
§ 10. Η παντων αιτια: Τα θεια ταυτα παριστησι ρηματα, πως και ο Υιος «τα παντα εν πασι», και «κεφαλη παντων» κατα τον Αποστολον· και φησιν, οτι παντων εστι πληρωμα και συνοχευς, την αλληλουχιαν των δημιουργηματων συσφιγγων, τουτεστι τα μερη τω παντι, ως το παν ων· ως του παντος ουν συναγωγευς, και μερος εικοτως, επειδη και παν μερος του παντος εστι μερος, και ουτε παν, ουτε μερος, ως μηδεν ων εξ αυτων (≡14S_082≡> των, αλλα και υπερ πασαν ουσιαν· μερη δε ολου του κοσμου εισι τα κατ' ειδος ορωμενα, αηρ, γη, φυτα, και τα λοιπα· και εστι μεν οια τις τελεια λεγομενη η αυτου θεοτης, ως προς ημας τους ατελεις, ως παρα Ματθαιω · «τελειοι γινεσθαι, οτι εγω τελειος ειμι»· προς δε αγγελους τους τελειους ου τελειος, αλλ’ υπερτελειος εστι· και τελεταρχης ο Υιος, ως αρχων πασης τελειοτητος, επειδη και προτελειος. Ουτω και ειδος λεγεται εν τοις ανειδεοις και ασωματοις, ως απασης της ειδοποιιας δημιουργος, και αρχη παντος ειδους· προς δε ταυτα τα ειδη ανειδεος και υπερ ειδος, επειδη δευτερα αυτου και τα ειδη και αι ιδεαι.
Αφοριζουσα: Αντι του διακρινουσα και προς το ασυγχυτον διασωζουσα.
Και μετρον εστι: Μετρον εστι των οντων, επειδη εν αυτω τα παντα πεπερασται, και αιων μαλιστα δικαιως αν λεγοιτο· ει γαρ αιων λεγεται, οιονει αει ων, αυτος εστιν ο αει ων· ειρηται γαρ, «Συ δε ο αυτος ει, και τα ετη σου ουκ εκλειψουσι»· και παλιν· «ο αριθμων πληθη αστρων, και τον ουρανον μετρων σπιθαμη, και την γην δρακι». Ποιητης δε αιωνων, ατε των αγγελων ποιητης ων· αθανατοι γαρ ουτοι, και η αθανασια, παρατασις, αειζωια, αιων, αλλ’ ου χρονος, ατελευτητος και αει εσομενος, λεγεται· ου κατα τουτο ουν λεγεται αιων, κατα τον χρονον τον τελος εχοντα, αλλα κατα το αει ων, εις αιωνας τελος ουκ εχοντας.
Πληρης εν τοις ενδεεσιν; Οπερ ειπεν ανω, ατελης δε εν τοις τελειοις, ωδε φησιν υπερπληρης εν τοις πληρεσι· και το ατελης ουν ουτως οφειλεις νοειν, υπερτελεια εν τοις τελειοις.
(≡14S_084≡> Και εως φυσεως: Ορας πως φησιν, επειδη και εως φυσεως εληλυθε· φυσεως μεν της ημετερας νοησον· και οτι το φυσεως ου καλως λεγομεν επι Θεου· ιδου γαρ πως φησιν, 'εως φυσεως κατηλθε', τουτεστιν, εως εκεινου εφθασε του ατιμοτερου, και ουπερ αυτος ουκ εκεκτητο. Σημειωσαι τας εμφασεις των λεξεων.
 Αναλλοιωτως. Σημειωσαι, οτι αναλλοιωτως και ασυγχυτως εκοινωνησεν ημιν και απαθως, και οτι εν τοις φυσικοις ημων εμεινεν υπερφυης, και εν τοις κατ' ουσιαν υπερουσιος, και ειχε τα ημων υπερ ημας, οιον το εκ παρθενου, το αναμαρτητον, το εν εξουσια Θεου λαλειν και παντα πραττειν, το περιπατειν επανω του υδατος, και οσα τοιαυτα. Σημειωσαι ουν, οτι ουδεις ουτω θεολογει περι της οικονομιας κατα Νεστοριανων και Ακεφαλων και Φαντασιαστων.
§ 11. Τα κοινα και: Κοινα και ηνωμενα τα της αγιας Τριαδος ονοματα, οσα εκ των αυτης δωρεων των εις τα μετ' αυτην ονομαζεται, ας τινας δωρεας διακρισεις φησι, και οιονει πληθυσμους.
 Πληθυεται δε ενικως: Τουτο κατα Φαντασιαστων, πολλαπλασιαζεσθαι λεγεται το εν· επειδη γαρ εξ αυτου απαντα, και δι’ αυτου, και εις αυτον εκτισται, και αυτος εστι κεφαλη παντων των οντων, και αυτος τας ολας ουσιας παρηγαγεν, εικοτως πολλαπλασιαζεσθαι λεγεται δια των παρ' αυτου γενομενων, οταν και παντων υποταττομενων τω Πατρι, αυτος λεγεται δια των παρ' αυτου γενομενων, τω Πατρι υποταττεσθαι, ως φησιν ο Αποστολος, «τοτε και αυτος ο Υιος υποταγησεται»· και ο τοιουτος εν τω πληθυσμω της παντων παραγωγης εμεινεν εις και ο αυτος εν τη ανελαττωτω χυσει των αυτου μεταδοσεων, εν (≡14S_086≡> τω παντι μερος ων, και μηδεν ων του παντος· εστι γαρ υπερουσιος· και ημιν ανεφικτος· ερμηνευει δε αυτο υποκατιων.
Και τη ενιαια: Ενιαιαν εφη των ολων παραγωγην, δηλων αμα τω βουλεσθαι, και ου κατα μικρον τι και μερικως κτισθηναι, ητοι προς το ειναι ελθειν τα γεγονοτα. Ανελαττωτον δε μεταδοσιν, ητοι οτι κτιζων τα οντα ο Θεος, ουδεν των οικειων μειοι αγαθων.
Εννοησας ο κοινος ημων: Κοινος καθηγεμων και χειραγωγος ο αποστολος Παυλος δηλονοτι· δι' αυτου γαρ επιστευσεν, ως εγνωμεν εν ταις Πραξεσι. Και σημειωτεον, οτι και ο αγιος Ιεροθεος τω αγιω Παυλω εμαθητευθη.
Και γαρ ειπερ εισι λεγομενοι: Το, καν θεοι πολλοι και κυριοι ωσι, πλην ενα ειναι τον αληθως Θεον και Πατερα, και ενα τον αληθως Κυριον Ιησουν, τουτο δηλοι, οτι η παντων αιτια, και δημιουργος θεοτης κατα μεταδοσιν αμεριστον και ασκεδαστον της επωνυμιας της οικειας θεοτητος και κυριοτητος τους λεγομενους θεους και κυριους προηγαγεν, ου κατακερματισθεισης της θεοτητος εις μερη θεοτητων, ως χρυσος εις νομισματα πολλα, ουτε των πολλων θεων συμπληρουντων την αυτου θεοτητα, ον τροπον τα πολλα ειδη, τον ενα κοσμον, αλλα πληθυνεσθαι λεγεται ο Θεος, τω καθ' εκαστον εις παραγωγην των οντων βουληματι, προνοητικαις προοδοις, πολλαπλασιαζομενος μεν, μενων δε αμερες εν, ωσπερ ηλιος ακτινας πολλας εκπεμπων, και μενων εν τη ενοτητι· ειρηται γαρ και περι του Ηλιου της δικαιοσυνης, ο καθ' ημεραν μεριζομενος, και μη δαπανωμενος· καλως δε και επι των θειων ειρηται, τας ενωσεις των διακρισεων επικρατεστερας ειναι· και γαρ ου δει τον νουνεχως ακροωμενον περι Θεου, εναδα περι αυτου ακουοντα, υπονοειν ασθενειαν, ουτε απλουν ως αδυνατον· ουδεν γαρ επι Θεου οικειως (≡14S_088≡> παρ' ημων λεγεται της ιδιοτητος εκεινης εφικνουμενον, ουτε κατα στερησιν, ως αθανατος, και τα ομοια· ουτε κατα θεσιν, ως ζωη τυχον και το εν, αλλα το εν, ως πασιν ασυμβλητον ρητεον, οπερ ωσαυτως εχει και εν ταις ανεκφοιτητοις της οικειας εναδος των λοιπων υποστασεσι· μενει γαρ ο αυτος, καν το βουλημα δοκη διακρινεσθαι εις την των λοιπων παραγωγην. Πασης ουν διακρισεως, τουτεστιν εις το ειναι τα παντα παροδου. Προαιτια δε και επικρατεστερα η του Θεου αμεριστος ενας. Επι δε των αισθητων το εναντιον· ουδε γαρ αυτων εστιν ενας, αλλ’ αι διακρισεις των στοιχειων, προϋπουσαι, συνδρομοι γινομεναι και ενουμεναι, δευτερας τας εκ της συνθεσεως ενωσεις εργαζονται· επι δε των θειων ουχ ουτως· επι αυτων γαρ προϋπουσα η ενωσις τας διακρισεις βουληματι δευτερας ποιει.
Και μετα την του ενος; Ενωσεις μεν επι των θειων φησιν, ητοι τα ενιαιως τε και μοναδικως επι της θεοτητος θεωρουμενα, ανευ γε δηλαδη ων προϋπεστειλατο ιδιοτητων, τουτεστι πατροτητος, υιοτητος, και της εκ του Πατρος Πνευματος εκπορευσεως· διακρισεις δε, το πολλα ειναι τα των θειων μετεχοντα δωρεων προκαταρχουσι τοινυν και επικρατουσι τα των ενωσεων· ου γαρ εκ των πολλων συνηχθη τα της μιας θεοτητος και κυριοτητος, αλλα εκ του ταυτης μοναδικου, ο εν εκεινοις πληθυσμος θεωρειται.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Γ' 
 
§ 1. Την αγαθαρχικην: Την αρχηγον πασης αγαθοτητος.
Ου παντα δε: Πως ου παντα παρεστι τω Θεω, φησι μεν και αυτος, νοησεις δε αυτο και εκ θειου χρησμου· «εγγισατε προς με, και εγω εγγιω προς υμας, λεγει Κυριος».
 Ημας ουν αυτους: Σημειωσαι, οτι η ευχη ημας αναγει προς (≡14S_090≡> τον Θεον, ουκ αυτον προς ημας καταγει· σημειωσαι δε και τα παραδειγματα ωραια οντα.
Πολυφωτου σειρας: Καλως απεικασεν ουρανια σειρα την καθ' ημας προσευχην. Ωσπερ γαρ ο εις υψος ουρανου ανιεναι θελων επιδραττεται ταις χερσιν ισχυρως της σχοινου ταυτης.
Πεισματων: Σχοινιων.
Την απανταχη: Πως πανταχου παρεστι και ουδαμου ο Θεος, ειρηται ημιν ανωτερω εν τη εξηγησει, ης η αρχη, Θεσιν φασιν οι φιλοσοφοι. Ωσπερ ουν ο κατα μικρον εαυτον της γης κουφιζων ταις χερσι δοκει μεν καθελκειν την σειραν, αυτος δε κουφιζεται και προς υψος αιρεται τη κατα μικρον αναβασει, ουτω και ο εκτενως προσευχομενος δια των πραξεων, ας ο λογος χειρας καλει, τη κατα μικρον εργασια και προσευχη τον νουν αυτου προς Θεον ανυψοι· εαν δε τας χειρας απολυσωμεν της σειρας και μη φροντισωμεν της επι τα ανω φορας, πιπτομεν εξ υψους. Το αυτο και περι της νηος, ινα νοησωμεν ναυν την ημιν διανοιαν ριπιζομενην τοις του βιου ανεμοις, θαλασσαν δε τον βιον τον γεμοντα πολλων χειμωνων, πετραν δε τον Χριστον, ον κρατουντες ασαλευτοι διαμενομεν προς αυτον, τον βιον ημων ελκοντες.
§ 2. Του κλεινου: Ενδοξου.
Εικαιολογησαι: Ματαιολογησαι.
Στοιχειωθεντας: Στοιχειωθεντας λεγει αντι του ωφεληθεντας. Ιστεον δε, οτι μετα Παυλον εμαθητευθη τω αγιω Ιεροθεω. 'Υφαρπαζοντας' δε λεγει αντι του 'κρυφιως ιδιοποιουμενους και σφετεριζομενους'.
Πρεσβυτικως: Το πρεσβυτικως μεν ισως ελαβεν αντι του εμπειρως και επιστημονικως· συνοπτικους δε ορους φησι τους συντομον εχοντας την θεωριαν· τουτο γαρ εδηλωσε και 'ενιαιας' ειπων· συνελιξεις δε φησι τας δι' ολιγων εκφρασεις.
(≡14S_092≡> Ως οιον ημιν: Τουτεστιν ως δυνατον εμοι και αυτος προετρεψας ερμηνευσαι, και οσοι καθ' ημας διδασκαλοι ουτως ηρμηνευσαν· αυτη η συνθεσις του υπερβατου.
Δευτερα λογια: Σημειωσαι, οτι τα του αγιου Ιεροθεου Συγγραμματα ως δευτεραν αγιαν Γραφην νομιστεον.
Αυτοπτικην: Την ανεπικαλυπτον και εμφανεστεραν κατανοησιν λεγει.
Πρεσβυτικης: Οτι η πρεσβυτικη αξια τελειοτερα και διδασκαλικωτερα παντων ιερεων εστι. Τι δε εστι πρεσβυτικη, νοησεις εξ Ησαιου λεγοντος· «ου πρεσβυς, ουκ αγγελος, αλλ’ αυτος ο Κυριος ηξει και σωσει ημας»· και εκ της του αγιου Ιωαννου Αποκαλυψεως, ος εικοσι τεσσαρας πρεσβυτερους ειπεν εωρακεναι εν ουρανοις περι τον του Θεου ανεκλαλητον θρονον.
Του ζωαρχικου: Ζωαρχικον και θεοδοχον σωμα ταχα το της αγιας Θεοτοκου λεγει, τοτε κοιμηθεισης. Σημειωσαι δε και το, ο αδελφοθεος Ιακωβος, και οτι συμπαρην Πετρω και Ιακωβω τοις αποστολοις ο θειος ουτος ανηρ.
Των θεολογων: Περι των αγιων αποστολων λεγει.
Της θεαρχικης ασθενειας. Θεαρχικην ασθενειαν ενταυθα φησιν την εκουσιον του Υιου αχρι σαρκος, αμαρτιας διχα, συγκαταβασιν· αμαρτιαν γαρ παντη αγνοησας, κατηξιωσεν υπερ ημων, μη εκστας των οικειων, αναμαρτητως αμαρτια δια της δι' εαυτου ημων υιοθεσιας εις την αρχαιαν επαναγαγη ελευθεριαν· πλουσιος γαρ ων θεοτητι, πτωχευει την πλουτοποιον πτωχειαν, αναλαβων υπερφυως την ημων σαρκα, ινα ημεις την εκεινου πλουτησωμεν θεοτητα, και εν μορφη Θεου και Θεος (≡14S_094≡> κατ' ουσιαν υπαρχων, την του δουλου δι' υπερεκχυσιν αγαθοτητος υπεδυ μορφην, Λογος απλους ων, ενυποστατος, και γεγονως ατρεπτως σαρξ· ετι προς τουτοις και πασαν την ενσαρκον αυτου πενιχραν πολιτειαν, την φατνην, την εις Αιγυπτον φυγην, την μετα πορνων και τελωνων αδιαφορον συνδιαγωγην, την εκλογην των πτωχοτατων αλιεων, το αοικον αυτου, το αυτοσχεδιον και απροπαρασκευον παντη της ολης αυτου ενσαρκου ζωης, τον ατιμον επι σταυρου θανατον («επικαταρατος γαρ πας ο κρεμαμενος επι ξυλου»), την μετα των κακουργων ληστων συναριθμησιν, τας διαπερονησεις των ηλων, την δια της λογχης νυξιν της πλευρας, τα ραπισματα, τα εμπτυσματα, το οξος, την χολην, τον ακανθινον στεφανον, τους διαπαιγμους και διαγελασμους, τας γονυπετησεις, την ευτελεστατην κηδειαν τε και ταφην. Τουτο το ωσανει μωρον και ασθενες του Θεου, τω λογω της οικονομιας σοφωτερον και ισχυροτερον ασυγκριτως των ανθρωπων, τη υπερδυναμω και υπερσοφω εκνικησει του κρειττονος διαπρυσιως απεδειχθη, αφθεκτω σιγη δι' εργων, εκβοωμενον παση τη κτισει ακαταληπτως· «ει γαρ και εσταυρωθη εξ ασθενειας, αλλα ζη εκ δυναμεως», κατα Παυλον τον θεσπεσιον. Εις το αυτο καλως το της ασθενειας της θεαρχικης ειρηκε· δια γαρ την προς ημας εκουσιον συγκαταβασιν, παντα υπομεινας αχρι θανατου, θανατου δε σταυρου και τας ασθενειας ημων αυτος αιρει, και περι ημων οδυναται, και «τω μωλωπι αυτου ημεις παντες ιαθημεν», και το παθος αυτου ιδιον λεγεται κατα την του Πετρου φωνην την λεγουσαν· «Χριστου ουν παθοντος υπερ ημων σαρκι»· και, «ει εγνωσαν, ουκ αν τον Κυριον της δοξης εσταυρωσαν»· οθεν και κυριοκτονοι οι Ιουδαιοι λεγονται.
(≡14S_096≡> Υμνολογος κρινομενος: Οτι και ψαλμους ελεγον τοτε εμμελεις οι περι τον αγιον Ιεροθεον και ωδας, ως δηλοι και το υμνολογειν και το υμνωδειν και οτι τα μεν υψηλα και μυστικα αρρητα τοις πολλοις δει φυλαττειν, ομιλειν δε και διδασκειν δει τους πολλους τα δυνατα και ευαποδεικτα.
§ 3. Των θειων: Γραφων δηλονοτι και θεωρηματων.
Δια περισσην ευλαβειαν: Οτι ευλαβες το μη ζητειν τα θειοτερα.
Ειληφαμεν: Σημειωσαι οτι ου δει της ενδεχομενης των θειων γνωσεως αμελειν, αλλα και ετεροις μεταδιδοναι· και οτι κατα φυσιν οι νοες εφεσιν εχουσι προς την εγχωρουσαν των υπερφυων θεωριαν.
Τα μεν υπερ ημας: Οτι ου δει τα υπερ ημας πολυπραγμονειν, ουδε αμελειν της θειας γνωσεως, αλλα και ετεροις μεταδιδοναι των ενδεχομενων· ειρηται γαρ, «υψηλοτερα σου μη ζητει, και βαθυτερα σοι μη ερευνα· α προσεταγη σοι, ταυτα διανοου».
Εγκελευομενη: Κατα τον Αποστολον ειποντα· «ταυτα παραθου πιστοις ανθρωποις».
Τουτοις ουν και ημας: Σημειωσαι, ποθεν επι το συγγραφειν ηλθεν.
Ιεροθεω: Οτι εν τοις λεχθησομενοις τα Ιεροθεου ερμηνευει.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Δ' 
 
§ 1. Ειεν δε ουν: Αγε δη ουν.
Αφοριζουσι: Το μεν αφοριζουσι αντι του ανατιθεασιν (≡14S_098≡> εκληπτεον, το δε απο παντων δηλουσθαι την θειαν αγαθοτητα, το παντα εξ αυτης παρηχθαι προς υπαρξιν δηλοι.
Ως ουσιωδες: Οτι ουσιωδες αγαθον αυτο το Θειον, και οτι του αγαθου παντα τα οντα μετεχει, ως του ηλιου τα ποιητα.
Ωσπερ ο καθ' ημας ηλιος: Μηδεις υπολαβετω προς το του ηλιου παραδειγμα ολοκληρως τα περι Θεου κρινειν τον μεγαν Διονυσιον, αλλ’ ουτω νοεισθω, ωσπερ ο ηλιος, ουκ αλλο τι ων παρα το φως, ου συμβατον εχει το φως και ως αλλο τι ων η ψυχικως προαιρεσει του ευεργετειν εσωθεν λαμβανει το φως και διαδιδωσιν εις παντα· τουναντιον γαρ· ουτε ψυχικος ων, ουτε προαιρεσιν εχων ευεργετει, αλογος γαρ· και ουδε ετερωθεν το φως λαμβανων· αυτο γαρ τουτο φως εστι και φωτιζει· ουτω χρη τουτο μονον και επι Θεου νοειν, οτι ο Θεος το αγαθον ου συμβεβηκοτως εχει, καθαπερ τινα ποιοτητα, ως ημεις τας αρετας, αλλ' ουσια του αγαθου αυτος ο Θεος υπαρχων, ωσπερ και το φως, ουσια ηλιου, και ως αυτο το αγαθον ων ο Θεος εκτεινει περι παντας την της αγαθοτητος αιγλην δια του ευεργετησαι τους φωτιζομενους· οθεν φησι το του ηλιου παραδειγμα, ως σκοτεινην και σχεδον αφανη εικονα του παντελως ακοινωνητου αρχετυπου εχει· ει γαρ αι εικονες αληθειαν ειχον, ουκετι ησαν παραδειγματα, αλλ' αρχετυπα.
Αι νοηται και νοεραι: Κατα κυριοτητα ετερον εστι νοητον, και ετερον νοερον. Το γαρ νοητον τροφη οια τις του νοερου εστιν, ειπερ το νοουμενον, ο εστι νοητον, μειζον εστι και προεπινοουμενον του νοουντος, ο εστι νοερον. Τα μεν ουν υπερκειμενα και προσεχη τω Θεω ταγματα νοητα κυριως λεκτεον, τα δε υποβεβηκοτα νοερα, ατε νοουντα τα υπερκειμενα· ουχ οτι δε νοητα εστι τα νοουμενα, νομιστεον αυτα μη νοειν· νοει γαρ και (≡14S_100≡> αυτα, επειδη νοες εισι και ουσιαι ζωης και νου ανωτατου δημιουργηθεισαι, αλλα και ενεργειαι εκει ενυποστατοι εισι και ουσιαι· πασα γαρ κινησις και ηρεμια εκει μεντοι ενυποστατοι εισι, και δυναμεις ζωσαι, και των ρευστων και σωματικων αλλοιωσεων υπερτεραι· διο νοουνται μεν, ως αϋλοι, νοουσι δε τα οντα, ως νοες ασωματοι και υπερκοσμιοι ανωθεν ελλαμπομενοι τους περι των οντων λογους και διαβιβαζοντες αυτους μυστικως εις τους υποβεβηκοτας αγγελους νοητως και αποκαλυπτικως. Δυνη δε και αλλως νοησαι το 'δυναμεις' και 'ενεργειαι'· δυναμεις μεν γαρ, οτι, και μηπω των εν τη κτισει φανεντων, δυναμει παντα εν τω Θεω προϋφεστηκει, μελλοντα παραγεσθαι δι' αυτου εις το ειναι· ενεργειαι δε, οτι και προς εργον η δημιουργια παρηχθη. Σημειωσαι δε και το της ρευστης αλλοιωσεως ως ηρμηνευσα, επειδη τρεπτοι και οι αγγελοι, κατα γνωμην δηλονοτι, και ουκ ουσιαν, ως μαρτυρει ο διαβολος και το ταγμα αυτου, πεσων εκ του ουρανου, ως και εν τω Ιωβ εχομεν.
Φθορας και θανατου: Ταυτα γαρ σωματων ιδια.
Οικειως ελλαμπονται: Οτι τα ασωματα και ουρανια νοουνται και νοουσι.
Και φρουρα και εστια: Μονη και εστια εκ παραλληλου ταυτον σημαινουσι. Φιλων ο Ιουδαιος εν τω Περι της φλογινης ρομφαιας και των χερουβιμ λογω φησιν ουτως· Η δε μονη, των του κοσμου μερων εστωσα παγιως, εστια προς των παλαιων ευθυβολως ωνομασται. Τουτο δε και ανω φησι, περι το τελος του πρωτου κεφαλαιου, εν τη εκτη παραγραφη.
§ 2. Εκειθεν αυταις: Σημειωσαι τα περι των αγγελων, και οτι τα αϋλα και εν αλληλοις χωρει ασυγχυτως και αποχωρει, και οιονει βαθμος και ταξεις εισιν πρωται και δευτεραι, και οτι (≡14S_102≡> οι θειοι νοες εκει περι εαυτους ελισσονται, ουχ ελιξιν τινα σωματικην, αλλ’ υπερκοσμιον και νοεραν, και οιαν πεφυκε νους ελιττεσθαι, εξ εαυτου προϊων εις επινοησεις και εις εαυτον αναστρεφων, ου μην εξω εαυτου χωρων σκεδαστως και μεριστως· τουτο αινιττονται και οι παρα του θεσπεσιου Ιεζεκιηλ τροχοι πολυομματοι· και οτι περι τον θειον ερωτα εν ταυτοτητι εισι και ακροτητι· ταυτοτητα δε νοητεον την αναποστατον προς Θεον προσοχην, ακροτητα δε, την της νοησεως αυτων και ουσιας ηδη πως εις θεωσιν προοδον νοησον· και τας ενωσεις δε, τας προς αλληλας των νοητων, τον προς αλληλους θεοπρεπη νοησον ερωτα, ος, θειος ων και ενοποιος, συναπτει αυτους, ου σωρηδον συγκομιζων, αλλ' αγαπητως συνδεσμων. Των δε οντων και των νοητων, ως και των νοητων, ως και των αισθητων ομωνυμως λεγομενων, τα μεν εστιν ηνωμενα και αλληλουχουμενα, τα δε διηρημενα και εν παραθεσει, οιον σωρηδον· και νοητων μεν ηνωμενα, οιον ζωον και φως και νοητος κοσμος και οσα τοιαυτα, διηρημενα δε και εν παραθεσει, οιον στρατια, ταξις, πατρια, χορος· επι δε αισθητων ενωσις, ζωον, δενδρον, κοσμος, διαιρεσις δε κατα σωρειαν, ποιμνη, δημος σωρος, χορος.
Εν τω Περι των αγγελικων: Ιδου αλλο πονημα Διονυσιου ζητειται, Περι των αγγελικων ιδιοτητων και ταξεων.
 Αι αγγελοπρεπεις: Αγγελοπρεπεις καθαρσεις φησιν, οιον την Ησαιου και την Ιεζεκιηλ φαγοντος εν εκστασει την κεφαλιδα του βιβλιου. Τελεσιουργιαν δε αγγελων λεγει, ως επι του Δανιηλ και του αγγελου του ερμηνευσαντος αυτο, και περι του ποιμενος τον Ερμαν τελειωσαντος, ως εκει ανεγνωμεν εν τω (≡14S_104≡> Ποιμενι· αλλα και αυτοι οι αγγελοι πως καθαιρονται και τελεσιουργουνται φησιν εν τω Περι ουρανιας ιεραρχιας λογω.
Και ειναι αγγελους: Δια τι αγγελοι λεγονται, και οτι και αυτοι φωτα.
Αι ψυχαι: Σημειωσαι, οτι αι ψυχαι αλλαι μετα τους αγγελους εισιν υποβεβηκυιαι αυτων, και οτι αθανατοι εισιν, ατε κτισθεισαι ουσιωδεις ζωαι· και οτι δια των αγγελων αι ψυχαι χειραγωγουνται, αι ζωην αγγελικην επιτηδευουσαι· ουτω και εν τω Ποιμενι ανεγνωμεν.
Αγαθαρχιαν: Σημειωσαι, οτι επι την παντων των αγαθων αγαθαρχιαν αναγονται αι των δικαιων ψυχαι, ηγουν επι τον Θεον, και εν μετουσια των ελλαμψεων αυτου γινομεναι, παρρησιασμενως πρεσβευουσι.
Εν τοις Περι ψυχης: Ζητειται το Περι ψυχης.
Αλογων ψυχων: Αλογων ψυχων και αισθητικων φησι· και σημειωσαι οτι αλλο ψυχη, και αλλο ζωη.
Αμφιβιως λαχοντα: Τα ερπετα λεγει αμφιβιως λαχοντα, ως βατραχοι, οκταποδες, εγκεχωσμενα δε, ως ασπαλακες και οσα τοιαυτα· σημειωσαι δε, οτι αι ψυχαι εισι μετα τους αγγελους υποβεβηκυιαι αυτων, και οτι αθανατοι εισιν, ατε κτισθεισαι ουσιωδεις ζωαι· και οτι δια των αγγελων αι ψυχαι χειραγωγουνται, αι ζωην αγγελικην επιτηδευουσαι, καθα και ανωτερω λελεκται.
Δι' αυτο της ουσιωδους εξεως: Και ηδη ανω ειπομεν, οτι εξις εστι ποιοτης εμμονος· οσα ουν εστιν αζωα και αψυχα, δια την αγαθοτητα του Θεου ουτω παρηχθη, πεποιωμενα εκτικως, οιον λιθοι διαφοροι, αλλα και βοταναι και ριζαι και γη και τα μεταλλικα περι τι χρησιμον ποιωθεντα, και οσα περι την ιατρικην και την ημων χρησιν· ταυτα ουν ουκ εξωθεν την εξιν κτωνται, αλλ’ εν τη ουσια και την της εξεως ποιοτητα θεοθεν ελαχον.
§ 3. Ει δε και υπερ παντα: Ορα πως αι στερησεις επι
 (≡14S_106≡> Θεου υπερβολαι εισι θεσεων δραστηριοι, και ως ανειδεος, αννουσιος, αζωος, ανους· ταυτα γαρ εννοιαν εχοντα του μη οντος, ομως εν τω Θεω τω υπερουσιως οντι κατα την αφαιρεσιν απαντων (ουδεν γαρ εστι των οντων) υπεροχικως νοουνται· εν δε τοις εξης τελειοτερον αυτο σαφηνιζει.
Και αυτο το μη ον: Πως το μη ον εφιεται του αγαθου; Ει γαρ μη εστιν αυτο, πως εφιεται; Λεγομεν, οτι το μη ον ενοησεν ειναι το κακον, ως κατω αποδεικνυει· οτι και αυτο το λεγομενον κακον του αγαθου ενεκα γινεται.
§ 4. Και των ουρανιων: Το αιτιον των ουρανιων αρχων και υποπερατωσεων φησιν ειναι την αγαθοτητα του Θεου· και ταυτα γαρ δι ' αγαθοτητος υπερβολην παρηγαγεν ο Θεος· αρχας δε ουρανιας και υποπερατωσεις νοητεον την εκ σημειου, ητοι κεντρου, του θεληματος του Θεου κυκλικως υποστασαν των ουρανων σφαιροειδη δημιουργιαν· το γαρ κυκλικον σχημα αρχομενον εξ εαυτου, εις εαυτο περατουται· την δε ουρανιαν ουσιαν αναυξη και αμειωτον φησιν, ως τελειως εχουσαν και αυταρκως προς ο γεγονε· διο και αναλλοιωτον αυτην λεγει, εξ ου γεγονεν, ου παρατραπεισαν· τελειον δε εστιν, ο μητε αυξει, μητε μειουται. Υποπερατωσεις δε αυτα κεκληκε, και ουκ αποπερατωσεις, δια το σφαιρικην μεν ειναι την κινησιν, ου κυριως δε περας εχειν, αλλ’ οιονει περας την επι το αυτο, ωσπερ απο τινος αρχης επι τι, οιον περας φερεσθαι τυχον ανατολην. Σημειωσαι δε, οτι και κινεισθαι αψοφως φησι και ανεπαισθητως τον ουρανον· το δ' ενιων αστερων μεταβατικης πολυκινησιας περι των πλανητων φησι. Σημειωσαι δε και τουτο, οτι αυτους μονους εδεξατο κινεισθαι. Σημειωσαι δε και ποθεν αι χρονικαι αριθμησεις.
Και της των δυο φωστηρων, ους τα Λογια καλει μεγαλους: (≡14S_108≡> Δυο φωστηρας τον ηλιον και την σεληνην φησι· μεγαλους δε ειπεν επομενος τω Δαβιδ· Λογια δε τους εκεινου Ψαλμους ονομαζει. Περιοδικην δε αποκαταστασιν την απο του αυτου εις το αυτο φοραν λεγει, ην ο ηλιος μεν κατ' ενιαυτον ποιειται τον ζωδιακον κυκλον περιϊων, η δε σεληνη δι' ημερων τινων τον απο συνοδου μεχρι της παντελους ταυτης μειωσεως. Σημειωσαι δε, ως και αι χρονικαι αριθμησεις εκ τουτων εισι, και ετι εκ των μηνων.
Αφοριζουσι: Τελεως οριζουσιν.
Επεκεινα θεοτητος: Τουτο και εν τοις ανω παρεγραψα, οτι και εν τοις πασιν ο Θεος, και ουδεν των απαντων. Ενταυθα δε το πλεον φησιν, οτι και ετι υπερ πασας τας ουσιας εστιν, οπερ λεγει κατωτερω, οτι και των μη οντων εστι πληρωτικος. Ορα δε πως λεγει μητε των ανω φθανουσων αυτης την υπεροχην, μητε των κατω ταυτην διαβαινουσων· τουτεστιν, ουτε αρχην, ουτε περας εχει το Θειον, των ουρανιων και υπερτερων δυναμεων ταυτην μη καταλαβουσων, ουχ οτι εστι μεν, ου κατεληφθη δε· μη ουτω νοησεις· αλλ' οτι αυτο ουτε εστι· τουτο γαρ εστιν 'η εν αγνωσια γνωσις'. Υπερτεροι γαρ γενομενοι και δια φιλοθειας ενωθεντες ταις ανω δυναμεσι, γινωσκομεν οτι μετα παντων την θειαν αγνοουμεν φυσιν.
Και φωτιζει: Τουτεστι τα χωρουντα την ολοτητα αυτου προς το μετρον ο χωρουσι· διο και μετρον ειναι λεγεται των οντων· η οτι την αρχην και το περας απαντων επισταται, ως μονος δημιουργος· εαυτον γαρ παρακατιων ερμηνευει.
Τας ταξις: Ταξις δια τουτο λεγεται ο Θεος, η επειδη μετ' ευταξιας τα παντα εδημιουργησεν, η οτι πιστει παρα των εις αυτον φοιτωντων χωρειται, μητε τω πληθυσμω τους ασθενεστερους καταβαπτιζων, μητε τη συγκαταβασει επ' ελαττον (≡14S_110≡> παρα των αγιωτερων χωρουμενος, αλλα προς το εμον αγγειον ουτως εμοι πηγαζων την αγαθοτητα.
Κατα πολλοστον απηχημα: Ωσπερ ο αισθητος ηλιος παντα τα ορατα φωτιζει, και τα μη μετεχοντα του φωτος αυτου δι' οικειαν αδρανειαν ου μετεχει, ουτω και επι του Θεου, παντες παρ' αυτου αγιαζονται, οσοι βουλονται. Καλως δε το απεμφαινον των επι τω ηλιω λεγομενων ευθυς εθεραπευσεν ο θειος Διονυσιος· επειδη γαρ εμφανη εικονα της αγαθοτητος του Θεου τον ηλιον ειπε τον αψυχον, το δημιουργημα του δημιουργου καλεσας εικονα, πρωτον μεν παραχρημα επηγαγε ‘κατα πολλοστον απηχημα', εν δε τω εξης κεφαλαιω τελεωτερον αυτο σαφηνιζει. Τι δε εστι ‘πολλοστον απηχημα' λεκτεον. Ωσπερ γαρ ει τις μεγα βοησας και ανακραξας ειποι τι, και οι μεν παρεστωτες, εαν ερρωμενοι τας ακοας ωσι, και της βοης και του λεχθεντος ακουουσιν, οι δε βραχυ αφεστωτες, οσον απεχουσι, τοσουτον αδρανεστερον του φθεγματος ακροωνται, οι δε επι μειζον διαστημα κεχωρισμενοι πολλοστον τι μερος και αμυδροτατον του απηχηματος λαμβανουσιν, ως φωνης μεν ασημου τινος ακουσαι, μη νοησαι δε το εκφωνηθεν· τοσουτον εστιν υπολαβειν το ηλιακον φως τω αληθινω, ως και ασυμβλητον ειναι το μεσον.
Αλλα και προς την γενεσιν: Μη νομισης τον ηλιον γενεσεως η ζωης η αυξησεως η τελειοτητος αιτιον ειναι των οντων τινος, ωσπερ ουδε αλλο τι στοιχειον, ει και σφοδρα τυχοι των αναγκαιων, οιον το υδωρ· δυνατον γαρ ημας διαγενεσθαι και ηλιου χωρις και υδατος, ει και μη τελειως, αλλ’ ουν ικανον χρονον· αλλ’ ειδως ο Θεος, οτι το μεν ψυχρον απαν αγονον παντελως, το δε μεμετρημενως θερμον γενεσιουργει, και οτι φυτα και τα σπερματα θερμοτητος δειται, ως και τα σωματα (≡14S_112≡> παντα τα ζωην εχοντα ειτε αισθητικην ειτε φυτικην, καθαιρονται δε πολλα, ως και εις λευκοτητα φερεσθαι, ως εσθητες και αλλα, ανανεοι δε και τα ψυγεντα σπερματα, τουτου χαριν τον ηλιον ουτως εχειν φυσεως εποιησεν, ινα τα ειρημενα παντα ποιη εκ του δημιουργου το δυνασθαι λαβων, ουκ εκ προαιρεσεως ιδιας η δυναμεως. Τουτο τελειως φησιν ο αγιος Διονυσιος, εαυτον ωσπερ επεξηγουμενος κατωτερω εν τω τελει του πεμπτου κεφαλαιου και εν τω τελει του εκτου. Νοει ουν ασφαλως, και μη διαστρεφου.
Μετρον εστι: Μετρον δια τουτο λεγεται ο ηλιος και αριθμος ωρων, επειδη της ημερας αρχει· η δε ημερα ανακυκλουμενη τον χρονον ποιει· δια τουτο μετρον εκληθη, οια την ημετεραν μετρων ζωην· λεγει γαρ παντος του καθ' ημας χρονου.
Αυτο γαρ εστι το φως: Σημειωσαι, οτι ο ηλιος και τας τρεις ημερας τας προ της αυτου ποιησεως εφωτιζεν ασχηματιστος ων· και οτι το πρωτοκτιστον φως τη τεταρτη ημερα μετεσχηματισθη εις ηλιον, και οτι ημερων τριαδα φησιν, ως και ο μεγας Βασιλειος εν τη Εξαημερω σαφως φησιν εκεινο δε μη παραδραμης, οτι τα προειρημενα ου περι του ηλιου, αλλα περι του σχηματισθεντος εις ηλιον πρωτοκτιστου φωτος ερρηθη.
Ως εναρχικη. Τουτεστιν αρχη και αιτια της προ το οντως ενωσεως η ομοιωσεως.
Και ου εφιεται παντα. Ορα πως διαιρει το οντα παντα, και περι τον παντων οντα βασιλεα, ου και τα οντα εφιεται παντα. Φησιν ουν πρωτον νοερα, ειτα λογικα. Νοερα ουν εισι τα μη μεμιγμενα σωμασιν, οιον αι υπερκοσμιοι δυναμεις πασαι· λογικα δε αι ανθρωπιναι ψυχαι, αι την σχεσιν εχουσαι προς το σωμα, καθως εστιν ο αισθητος ανθρωπος· ει γαρ ο εσω ανθρωπος μονον ενεργει, κατα τον Αποστολον, τουτεστιν η ψυχη, μη την πασαν (≡14S_114≡> εχουσα σχεσιν προς σωμα, τοτε νοερος ο ανθρωπος, ου μην λογικως καλοιτο αν, κατα το παν ζωον το εκ σωματος και λογικης ψυχης συνεστως. Γνωστικως δε φησι τα νοερα και λογικα εξιεσθαι του Θεου, ως φυσει προσουσης αυτοις της ορεξεως ταυτης, του γνωναι τον των παντων βασιλεα, και μετεχειν της αγαθοτητος αυτου, δια το ειναι την ψυχην γνωστικην και λογικην, καλως λεγεται και η εφεσις του αγαθου. Τα δε αλογα ζωα κατ' αυτην την αισθητικην δυναμιν ζωης εφιεται· διο και του αγαθου· τα δε αναισθητα, οιον τα φυτα και τα αψυχα και αζωα, εφιεται μεν φυσικως του αγαθου, ου μην ινα και γνω αυτο, αλλ’ ινα μεινη, οπερ εστι μονον τη φυσικη εφεσει συνεχομενα παρα του αγαθου εις το ειναι αυτα.
Παντα αολλη ποιει: Αολλη, συνηθροισμενα. Οτι ο ηλιος λεγεται παρα το αολλη ποιειν και συναγειν τα διεσκεδασμενα, και οτι αναιρει το ειναι Θεον τον ηλιον, ει και πολλα ειπομεν της ευχερως διαστρεφομενης δοκουντα εναντια ειναι.
Κατα τον της παλαιοτητος: Κατα τον της παλαιοτητος λογον, η οτι Ελληνες υπηρχον, θειος Διονυσιος και ο θειος Τιμοθεος, ως εν ταις Πραξεσι των αγιων αποστολων δηλουται· η τον μωρον [τον] των Ελληνων λογον φησι· παλαιον γαρ και αρχαιον τον ηλιον ελεγον, ως εν τη κωμωδια ειρηται.
§ 5. Ανακαθαιρειν: Ειρηται γαρ· «προσελθετε προς αυτον, και φωτισθητε, και τα προσωπα υμων ου μη καταισχυνθη».
Οτι ηγαπησαν πολυ: Τω γαρ αγαπωντι πολυ και πολυ δοθησεται, τω δε ελαττον, προς το μετρον της αγαπης· οπερ λεγει ανω, οτι ταξις και μετρον ημων εστιν ο Θεος.
(≡14S_116≡> § 6. Και υπερκοσμιον: Το υπερκοσμιον ειρησθαι νουν, ως τινων μεν υπερ τους παντας κοσμους οντων νοων αγιων ανωτατω, ταξεων αγγελικων, τινων δε επικοσμιων, τουτεστι των επι τη λειτουργια των κοσμων, εις διοικησιν αυτων τεταγμενων, των παρα τισι και κοσμαγωγων λεγομενων. Τινων δε εγκοσμιων νοων οντων, ανθρωπων τε και αγγελων, εθναρχων τε και πολιουχων· και επι των εκκλησιων και των αγιων, ως εν τη Αποκαλυψει φησιν ο θειος Ιωαννης, και επι των ετερων κοσμικων διαταξεων· και ο ψαλμωδος δε φησι· «παρεμβαλει αγγελος Κυριου»· υπερκοσμιος εστιν ο πνευματικος, περικοσμιος ο ψυχικος, εγκοσμιος ο σαρκικος. Αλλως υπερκοσμιος εστιν ο και την θεολογιαν κατορθωσας, περικοσμιος ο την φυσικην θεωριαν, εγκοσμιος ο την πρακτικην αρετην.
Παντα συναγουσα: Ομου παντα ποιουσα, και θαλπουσα, και αυξουσα, και μεταποιουσα.
Διαιρετικη: Διαιρει γαρ απο του Θεου η αγνοια, ως μαλλον το φως συναγει, και αολλη ποιει, ως εφη ανω.
Δοξασματων: Των ειδωλων και της αυτων πολυθειας.
Φαντασιας: Φαντασιας φησι τας πλασματωδεις εννοιας περι αισθητα, η ως αισθητα.
§ 7. Και ως καλον: Καλος μεν ειρηται ο Θεος και εν τω Ασματι των ασματων, ωσπερ ουν και καλλος λεγεται· και ο Δαυιδ· «ωραιος καλλει παρα τους υιους των ανθρωπων». Λεγεται δε καλον και το καλλους μετεχον. Και σημειωσαι, πως διαιρειται το καλον και το καλλος επι των οντων, εις μετεχοντα και μετεχομενα, επι δε του Θεου, ουχ ουτω· καλλος μεν γαρ λεγεται (≡14S_118≡> δια την εξ αυτου διαδεδομενην πασι καλλονην, και οτι παντα προς εαυτου καλει· καλον δε, ως αει ον και μηδεποτε μειουμενον η αυξον.
 Μεθ' εαυτου μονοειδες: Μονοειδες καλον εστιν ο Θεος, επει μητε σκεδαννυται εις εξεις και διαφορας καλλοποιους, μητε προς ενιους μεν το καλον κεκτηται, προς ενιους δε ου, αλλ' ατρεπτως αυτο το καλον αναρχως και απολυτως, ανεπιτηδευτως και ωσαυτως αει εστι· και δια τουτο προεχειν εν εαυτω λεγεται την καλλονην, ως και προ των δημιουργηματων πηγη, και αρχη, και αιτιον ων του καλου· οθεν και υπεροχικως εχει το καλον· καν γαρ πολλα καλα, αλλ’ εξ αυτου εισι καλα, και ουδε κατ' αυτον καλα· ποθεν ο γε αναιτιως καλον, αυτα δε αιτιατως και κατα μετοχην· ενοειδως γαρ εστι καλον ο Θεος, επει εξ αυτου τα μετ' αυτον καλα, και ως εν ποιοτητι κεκτημενα το καλον.
Εκ του καλου τουτου: Το, «ιδου παντα καλα λιαν», και το κατα τον Ζαχαριαν, «παν ει τι καλον αυτου» εκειθεν εκ του αναιτιου καλου γεγονε· δια γαρ το καλον αι των στοιχειων γεγονασιν αλληλουχιαι, ας εφαρμογας φησι· και αι των οντων ευτακτοι συνδεσεις διαρκουσι, λεγομεναι φιλιαι και κοινωνιαι παντων εναρετων λογικων, αι προς Θεον που διανοησεις, ως η των πρωτοτοκων Εκκλησια εν ουρανω και επι γης· επι δε των αλογων αι αγελαιαι συνδιαγωγαι, επι δε των αψυχων αι προς αλληλα εκτικαι συμπαθειαι. Παντα ουν ηνωται τω καλω τη μεθεξει προς τον αιτιον επεστραμμενα.
Και περας παντων: Περας παντων λεγεται ο Θεος, και ως συνεχων παντα, και ως παντων εις ασφαλειαν περιδεδραγμενος, και ως αυτου γε ενεκα παντων εις το ειναι παραχθεντων και ετερου τινος εις το τετελεσθαι ου δεομενων· οθεν ως αρχη παντων, ατε αιτιος, λεγεται, ουτω και μεσον, ως την εις το συνεσταναι (≡14S_120≡> παρατασιν διδους, και τελευτη, ως, εν τω θεληματι αυτου περατουμενων των οντων, εφ' ον και επεστραπται, καθο και τελικον αυτον φησιν, ως αρχην οντα και τελος, κατα τον θειον Ιωαννην εν Αποκαλυψει, και παραδειγματικον, ως παντων των εσομενων τους προορισμους εν εαυτω προειληφοτα, και πριν η προαγαγειν, ως φησιν ο Αποστολος, «ους και προωρισε», και τα εξης· ταυτα γαρ ο αγιος Διονυσιος παραδειγματα ενοησε, το προωρισθαι εν εαυτω προγνωστικως τα εσομενα, και πριν παραχθη, τουτεστι πριν αφορισθη και διακριθη δια της περιεχουσης τα παντα ενιαιας προγνωσεως του Θεου. Ταυτα ευρησεις και εν τω εξης πεμπτω κεφαλαιω. Σημειωσαι δε, οτι ταυτον ειναι φησιν τω αγαθω το καλον.
Οτι και το μη ον: Πως δυναται το μη ον μετεχειν του αγαθου; Ει γαρ μη υπεστιν αυτο, ουτε εφεσιν εχει, ουτε μετοχην προς τι των οντων. Λεκτεον ουν οτι το μη ον διαφορως νοει ο θειος ουτος ανηρ· ποτε μεν γαρ αυτο το Θειον ουτω καλει, ως μηδεν ον των οντων, ποτε δε την υλην, ετι δε οτε και το κακον ουτω καλει κατα διαφορως εννοιας. Εστιν ουν ειπειν οτι η υλη μετεχει του αγαθου, καθο μετεβληθη εις ειδος και απηλλαγη της πρωην αμορφιας· η οτι το κακον μετεχει του αγαθου, καθο προαιρεσει καλη και αυτο το δοκουν θελει κακον ειναι, και οτι αει βουλεται ειναι το κακον· παν δε του ειναι εφιεμενον, του αγαθου εφιεται. Ανω δε προ δυο φυλλων, τον Θεον φησι και υπερ τα οντα ειναι· ουκουν καλως αν ειποι τις τον Θεον υπερ τα οντα ειναι, και το μη ον μετεχειν του αγαθου, ως και υπερ τα (≡14S_122≡> οντα οντος, και μηδεν οντος των οντων. Σημειωσαι αναγκαιον, πως φησι, το μη ον ευρισκεται καλον και αγαθον, οτε περι Θεου λεγεται· ο γαρ Θεος και ον λεγεται, και μη ον, ως ουδεν ων των οντων, αλλ’ υπερηρμενος αγνωστως των απαντων· ου γαρ εστι τι το γινωσκον κατα τι ουδεν εστιν ο Θεος.
 Αι ουσιωδεις υπαρξεις: Καλως το ουσιωδεις. Υπαρξεις καθ' εαυτας ανωτεραι των ουσιων εισι, νυν δε, επειδη περι των κτιστων φησιν, εικοτως τω 'υπαρξεις' προσεθηκε το 'ουσιωδεις'. Ενωσεις δε λεγονται, ουχ οτι συνεκειντο σωρηδον εν τι αποτελουντα, αλλ’ οτι πηγη αυτων και αρχη ην ο Θεος, και εξ αυτου παρηχθησαν ελλαμψαντα και υποσταντα καθ' υποβασιν απαντα τα οντα ως και εις διακρισεις υποστασεων φηνηναι. Ταυτοτητες δε εισιν αι αναγωγοι και ενωτικαι προς Θεον δυναμεις των νοητων, ως και ομοιοτητες, επειδη και εξ αυτου εισι και προσεχεις αυτω. Ετεροτητες δε καθο καταγωγος ουσα η ετεροτης και μεριστη, εν ταις υποβεβηκυιαις και εσχαταις προοδοις του θειου θεληματος εις ορατα επληθυνθη. Ανομοιοτητες δε παλιν, επειδη το γινομενον ετερον αν ειη του δημιουργησαντος κατα παντα, και ουκ εμφερες. Κοινωνιαι δε των εναντιων αι των στοιχειων εισι κρασεις· εκ γαρ των τεσσαρων στοιχειων εισι τα σωματα παντα. Αλληλουχιαι δε των ομοστοιχων εισιν αι των κοσμων, του τε ορατου και του νοητου, καθ' υποβασιν καταταξεις, εκ μιας ουσιας της υλης εις σωματα πληθυνθεισαι στερεωματων, και οιονει σειρα, αλληλων εχομεναι· εκ τουτων νοησεις και τα εξης. Ασυμμιξιαι δε των ηνωμενων εισιν, ως επι της του ανθρωπειου γενους κοινοτητος, και της καθ' εκαστον ανθρωπον ιδιοτητος· τω μεν γαρ κοινω της ουσιας λογω παντες ηνωμεθα, τη δε καθ' εκαστον ιδιοτητι, το ασυμμικτον εχομεν. (≡14S_124≡> Αι στασεις πασαι: Στασεις και κινησεις λεγει τρεις, ας και καταλεγει, νοων και ψυχων, και σωματων· δει τοινυν· προσφορως νοειν. Οι μεν ουν νοες ιστανται και κινουνται, ως Ησαιας φησι και Ιεζεκιηλ περι των σεραφιμ και χερουβιμ· επειδη αυτοι εισιν οι αναβαινοντες και καταβαινοντες, ως φησι Μωϋσης· το μεν γαρ επεστραφθαι αληκτως επι τον Θεον και ιδρυσθαι εν τη προς αυτον ανατασει, καν αποστελλοιντο και καταβαινοιεν επι τα υποβεβηκοτα, προνοιας χαριν των ωφεληθησομενων, τουτο εστι το εσταναι βεβαιως εν τη προς Θεον εγγισει, και κινεισθαι εις τας περι τους ευεργετουμενους διακονιας· κινουνται δε εν τω νοειν τα υπερβεβηκοτα, και εστασιν εν τω νοεισθαι παρα των καταδεεστερων, ως νοητα, μενοντα εν τη οικεια ταυτοτητι· φρουραι γαρ εισι εαυτων και μοναι, και εις εαυτα οικειουνται, και εφ' εαυτα συνεστραμμενα, και ασκεδαστα επι τα αλλοτρια της θεοσεβειας. Και γουν παντα τα καταδεεστερα επεστραπται επι τα υπερβεβηκοτα. Αι δε κινησεις των νοων και ψυχων τροχοειδεις εισι και κυκλικαι, ως και Ιεζεκιηλ φησιν, επειπερ εξ εαυτων προιασι, και εις εαυτα επαναστρεφουσιν ανεξοδευτα εαυτων. Και ταυτα μεν επι των ασωματων· στασις δε και κινησις επι των σωματων νοηθησεται, μενουσης μεν της υλης εν υποκειμενω, κινουμενης δε εις τας των γινομενων εξ αυτης τροπας και μεταλλαγας σωματων εμψυχων τε και αψυχων.
 Κυκλικως μεν: Σημειωσαι, πως κινουνται τα ουρανια κυκλικως, και κατ' ευθειαν και ελικοειδως, και πως νοειται ψυχης ελικοειδης κινησις.
 Οι θειοι νοες κινουνται.
 η κυκλικως, η κατ'ευθειαν, η ελικοειδως.
 Ψυχης δε κινησις: Επειδη και, ως ανω προεγραψαμεν, νοερα μεν εισι τα νοουντα, νοητα δε τα νοουμενα, τροφη δε των νοερων τα νοητα, εικοτως ουν επι ψυχης νοερας φησι δυναμεις (≡14S_126≡> αυτης, ως μονον νοουσης τα υπερβεβηκοτα· αυτη γαρ υπ ' ουδενος νοειται, και παντων των νοητων εσχατη εστι. Δυναμεις δε εισι ψυχης αι προς τας αισθησεις επιτηδειοτητες.
 Ελικοειδως; Ορας εντευθεν, ποση διαφορα ψυχης προς τα νοητα· τα μεν γαρ νοερως και ενιαιως, τουτεστι κατα αθροαν επιβολην, νοει τας υπερκειμενας θειας ελλαμψεις, κατα το αυτων μετρον αποκαλυπτομενας, η δε ψυχη λογικως και διεξοδικως, τουτεστιν εις μερικα μεριζομενη, και εκ μετοχης διδασκομενη· ο γαρ νους, εις λογισμους κατιων, οιονει μεριζεται και δεεται του δια πλειονων παραδειγματων διεξοδευοντος λογου προς παρατασιν του νοουμενου, το υπεραναβεβηκος. Συμμικτως ουν ενεργει η ψυχη και μεταβατικως, οτε και νοει· τουτο γαρ οικειον ψυχης, και οτε εξωθεν επι τα υψηλοτερα χειραγωγειται· εκ γαρ των αλλοτριων αναβαινει.
Αι ψυχαι αι λογικαι κινουνται
η κυκλικως, η ελικοειδως, η κατ' ευθειαν.
Τουτων ουν και των αισθητων: Ορα, οτι και των αισθητων τρεις φησιν ειναι τας κινησεις· την κυκλοειδη και την ελικοειδη και την κατ' ευθειαν· προαγομεθα δε ταυτας νοειν εκ των περι ψυχης ειρημενων· κυκλικην μεν αυτην, οταν τα αισθητα αυτα κατα τας οικειας δυναμεις και ποιοτητας ενεργη, οιον πυρ θερμαινον, και υδωρ ψυχον, και τα εξης ομοιως· ελικοειδως δε, οταν μεταβατικως ενεργη, οιον εξ υδατων ιχθυες και πετεινα και η ραβδος Μωϋσεως εις οφιν και τα τοιαυτα· κατ' ευθειαν δε, οταν αυθις εις τας οικειας ανατρεχη, οιον οταν μετα διαλυσιν των γινομενων παλιν εις τα στοιχεια τα φθειρομενα αναλυηται.
Και κινησιν: Κινησιν αν τις προαχθειη νοησαι των αισθητων (≡14S_128≡> την αλλοιωσιν και την φθοραν· εξ ου γαρ η στασις, τουτων σημαινει την γενεσιν, προδηλον ως η κινησις το εναντιον εμφαινει· σημειωσαι ουν, οτι και τα αλλοιουμενα και τα φθειρομενα εξ αυτου, και δι' αυτου, και εις αυτον ορα.
 Δι ' ου πασα στασις: Δι ' ου αγαθον και καλον δηλονοτι.
 Παν εν και πληθος. Πως νοηθησεται το παν εν και πληθος; Υποθου τον παντα κοσμον φυτον μεγα, καθ' ολα τα μερη αυτου τα εμψυχα ζων τροπον τινα, οιον πρεμνα και στελεχη, και των μερων τα μερη, οιον κλαδους, ακρεμονας τε και φυλλα· ει γαρ μοι τουτων εκαστον οιον αυτοτελες ζωον υπολαβοις, τηρουν δε την εν τω ολω ενωσιν τε και ταξιν, καθ' ην αυτο δε το δενδρον ζη καθ' εαυτο, και μετα των αυτου μερων· ως εστι ζην, τα μεν νοερα νοερως τε και λογικως, τα δε αλογα αισθητικως, τα δε αψυχα και απνοα φυτικως τε και εκτικως, 15 και ζων καθ' εαυτο, ως εφην εκαστον ζην και μετα του ολου κινητικως τα μερη μετα των καθολικων, γνωση του παντος την εις το εν συμφυιαν τε και συζησιν, και την εις το πληθος, ως εκαστου προσφορως τε και ιδιως ζωντος, ως εφημεν. Και παλιν ει εξ ενος και μονου Θεου τα παντα, εικοτως και εν λεγονται δια την συνδεσιν και αρμονιαν, και πληθος δια την πολυειδειαν των καθ’ εκαστον.
 Οι οροι: Οροι εισιν οι ερμηνευτικοι λογοι της ουσιας εκαστου των πραγματων, και του γενους, και της διαφορας, και το τι εστι δηλουντες.
 Αρχη παραδειγματικη: Παραδειγματικον αιτιον, ητοι αρχη εστιν του προς ο γινεται το γινομενον· τουτο δε εστιν η ιδεα, ητις εστι νοησις αυτοτελης, αϊδιος του αϊδιου Θεου, η παραδειγμα αιωνιον ενεστως τη φυσει, προς ο γινεται τα γινομενα· ασωματοι γαρ αι ιδεαι και τα παραδειγματα· τελικον δε αιτιον, ητοι (≡14S_130≡> αρχη εστιν, το ου ενεκα το γινομενον τελειουται, η τελικον αιτιον εστιν, ο αχωριστον εστι του αποτελεσματος, η εξ ου ενυπαρχοντος γινεται το γινομενον, ως η των ολων υλη· ο δε Θεος και ταυτην παρηγαγε· ποιητικον δε αιτιον εστι το κεχωρισμενον του αποτελεσματος, ως ο Θεος, και πας υφ' ου γινεται το γινομενον.
Και παντα τα ουκ οντα: Πως τα μη οντα εν τω αγαθω ουτω νοησον· επειδη αι στερησεις εν αυτω εισιν υπερουσιως· ουτε γαρ αν ειπομι ουσιαν την στερησιν, οιον αναρχος, αφθαρτος, αθανατος και οσα τοιαυτα εστι· και γαρ ουκ εστι ταυτα ο Θεος, επει και προ τουτων εστιν· εξ αυτου γαρ εγνωσθη, τι εστι ταυτα και γουν ουδε τι ουκ εστιν ο Θεος, γινωσκομεν, η πως αρρητος και ακαταληπτος· ου γαρ ταυτα αρχη αυτου, αλλ’ εξ αυτου. Αυτος ουν και του μηδενος αιτιος, παντων αυτου υστερων οντων, κατα την του ειναι και μη ειναι αιτιαν· και γαρ αυτου το μηδεν στερησις εστιν· εχει γαρ το ειναι δια το μηδεν ειναι των οντων, και μη ων εστι δια το ειναι και υπερ ειναι, παντα ως ποητης, και μηδεν ων, ως υπερβεβηκως, μαλλον δε και υπεραναβεβηκως και υπερουσιος ων. Αναγνωθι και εν τω προτερω φυλλω την εμην παραγραφην περι του μη οντος.
Και τα ηττω των κρειττονων: Παρεγραψα και ανω το ομοιον εν τω πρωτω κεφαλαιω, οτι αει τα υποβεβηκοτα επεστραπται προς τα υπερκειμενα, ως υπ' εκεινων περιεχομενα και προνοουμενα· κοινωνικως δε τα ομοστοιχα των ομοταγων, και απλως παντα αλληλων και αυτων ερα. Αλλα και ο Θεος παντων ερα, ινα τα παντα αγαθα ποηση.
Αυτος γαρ ο αγαθοεργος: Θαυμαστως λεγει, οτι αγαθος ερως, εν τω αγαθω προϋπαρχων, ουκ εμεινεν αγονος, αλλ’ ετεκεν ημιν τον αγαθον ερωτα, δι' ον του καλου και αγαθου εφιεμεθα· (≡14S_132≡> πρακτικον γαρ και γεννητικον το Θειον κατα το ειρημενον, «ο Πατηρ μου εως αρτι εργαζεται, καγω εργαζομαι». Σημειωσαι δε εντευθεν κινησιν θειαν· ο γαρ αγαθοεργος ερως εκινησε το Θειον εις προνοιαν, εις συστασιν ημων, ινα και πρακτικον η κονουμενον, και μη μεινη αγονον· εκ τουτου νοησεις και το 'μοναδος μεν κινηθεισης', και τα εξης ειρημενα τω Θεολογω Γρηγοριω εν τω πρωτω περι Υιου.
Γεννητικην υπερβολην: Τουτεστι την κτισιν παρηγαγεν, ωστε περι αυτην τα της αγαπητης επιδεικνυσθαι κινησεως.
§ 11. Και μη τις ημας οιεσθω: Σημειωσαι, οτι ου δει τα απεμφαινοντα ονοματα λεγειν περι Θεου, ει μη γε και εν θεια εμφεροιντο Γραφη, ως και νυν περι ερωτος φησι, και οτι ου χρη προσεχειν λεξεσιν, αλλα τη δυναμει του σκοπου· θειως γαρ αυτα διεξεισι.
Δι' ετερων ομοδυναμων: Οτι και δια των ισοδυναμων ου κωλυομεθα εκφωνειν τας λεξεις. Σημειωσαι ως μητριδα και πατριδα ταυτο φησιν.
Δεον ειδεναι: Δια τι συλλαβαις και λεξεσι χρωμεθα· σκοπει την αναγνωσιν· ο θελει ειπειν, τουτο εστιν· Ηνικα τον προφορικον λογον κινουμεν, τουτον περι τινος των αισθητων, τοτε λεξεων και συλλαβων και στοιχειων και γραφων δεομεθα προς δηλωσιν του λαλουμενου ει δε αφ' εαυτης η ψυχη προς τα νοητα κινειται δια των ορθων ενεργειων, περιτται μετα των αισθητων αι αισθησεις· υψηλα γαρ φανταζεται· οταν δε θεοειδης γενηται, προκοπτουσα ταις κατα μικρον ανατασεσι, και δι' ενωσεως αγνωστου προς το απροσιτον φως τας επιβολας εχη, τοτε (≡14S_134≡> και αι νοηται ενεργειαι περιτται εισιν, ως και αισθησεις, επειδη τα υψηλοτερα τουτων η ψυχη διανοειται, λοιπον ηνωμενη Θεω · οταν δε ομου χαμαιζηλα φαντασθη και περι τινος των αισθητων σπευση κινηθηναι, τοτε τους σαφεστερους λογους και τα τρανοτερα των ορατων χρη επιζητειν.
Ωσπερ και αι νοεραι δυναμεις: Σημειωσαι, οτι ετερον νους και ετερον ψυχη. Νοερας ενεργειας και δυναμεις φησι τα νοησεις, αιτινες κατωτεραι εισι και σκεδασμος του νου. Οταν ουν η ψυχη βουληται προς Θεον ανανευσαι και κατα το δυνατον ενωθηναι αυτω, το ομμα αυτης, τουτεστι τον νουν αυτον αποστρεψαι οφειλει των μερικων, και επι τα καθολικωτερα αναπηδησαι· μερικα δε εισιν αι νοησεις, ως εφημεν· τοτε γαρ νους ολη γενομενη και εις το εσω στραφεισα, ενας λοιπον και απλοτης γενομενη, επιλαβειν δυνησεται ταις θειαις ακτισι, δια της επαινετης αγνωσιας, ου της εξ αμαθειας αγνοιας, αλλα της γινωσκουσης οτι αγνοει τα περι Θεου ακαταληπτα· γνωσεται δε απολαυουσα των θειων μαρμαρυγων· ου δια των αισθητων ομματων, ου γαρ καταλαμβανεται τουτοις, αλλα ταις ανομματοις του νου καταστασεσιν.
Επιδηλοτεραι των αισθησεων: Εξηγειται, τι εισιν αι επιδηλοτεραι των αισθησεων διαπορθμευσεις, και φησιν αυτας τους σαφεστερους λογους και τα τρανεστερα των ορατων.
§ 12. Καιτοι εδοξε τισιν: Οτι και η αγαπη ερωτα δηλοι, και οτι θειοτερον ονομα του ερωτος.
Ακουετωσαν: Σημειωσαι, οτι και τοτε ησαν τινες επιλαμβανομενοι ονοματων, ους επιστομιζει εκ της θειας Γραφης.
Ο θειος Ιγνατιος: Και εκ τουτου τινες οιονται διαβαλλειν ευκαιρως το παρον συνταγμα, ως μη ον του θειου Διονυσιου, επειδη Ιγνατιον λεγουσι μεταγενεστερον αυτου ειναι· πως δε δυναται τις των μεταγενεστερων μεμνησθαι; Πλασμα δε και (≡14S_136≡> τουτο δοκουν αυτοις· ο γαρ αγιος Παυλος, ο φωτισας Διονυσιον, μεταγενεστερος ην τω χρονω του αγιου Πετρου, μεθ' ον ο Ιγνατιος επισκοπος γινεται Αντιοχειας, μετατεθεντος Πετρου εν Ρωμη· επεζησε δε ο αγιος Παυλος χρονον πολυν, ο φωτισας Διονυσιον, και Διονυσιος μετ' αυτον εζησεν· ο δε Ευαγγελιστης Ιωαννης επι Δομετιανου εξοριζεται εις Πατμον, ω αντιγραφει Διονυσιος. Ιγνατιος δε προ Δομετιανου μαρτυρει· ωστε προγενεστερος Διονυσιου.
Ο εμος ερως: Ζητητεον πως επι Ονησιμου του μετα Τιμοθεον Ιγνατιου διαλεγομενου, και γραφοντος Ρωμαιοις το, 'εμος ερως εσταυρωται', Διονυσιος νυν Τιμοθεω γραφων τουτου μεμνηται, ως Ιγνατιου ηδη γραψαντος, και μηποτε παρα τινος των φιλολογων εξω παρατεθεν, προς πλειονα συστασιν των περι θειου ερωτος τω αγιω Διονυσιω ειρημενων, υστερον κατα αγνοιαν εσω παρενετεθη, οπερ εν πολλοις πολλακις γενομενον εγνωμεν· και γαρ διχα τουτου ισταται απαραλειπτως το σωμα του λογου· η ταχα συνηθες αυτω ειναι αποφθεγμα, ως και το θεοφορος πολλακις αυτω λεγομενον τε και γραφομενον, τεκμηριον δε το μη προσκεισθαι, Γραφει δε τισι, τουτεστι Ρωμαιοις, αλλ' απλως, Γραφει δε και ο θειος Ιγνατιος.
Και εν ταις προεισαγωγαις: Επιστητεον, οτι προεισαγωγας καλει της θειας Γραφης τα Σολομωντος, αφ' ου και τα ρητα.
α) Οτι η αγαπη ερωτα δηλοι, και οτι θειοτερον ονομα του ερωτος.
(≡14S_138≡> β) Τοις θειοις μαλλον: Δια τι τοις θειοις μαλλον ανατιθεασι τον οντως ερωτα οι θεολογοι.
γ) Τα πληθη: Σημειωσαι, οτι προς ο χωρουσι τα πληθη, δει και ταις λεξεσι χρησθαι· λεγει δε τι ποιει ο ερως, και περι δυο ερωτων, θειου και μεριστου, ητοι σωματοπρεπους.
δ) Ως δυσχερεστερον: Ως διαβεβλημενον δηλονοτι.
ε) Επεπεσε, τις φησιν: Ο Δαυιδ λεγει περι του Ιωναθαν εν τη πρωτη των Βασιλειων.
ς) Ταττεται προς των ιερων: Οτι το αυτο δυναται αγαπη και ερως, και τις η του ερωτος ενεργεια.
ζ) Συγκρατικης: Τουτεστι συγκιρνωσης τα ερωντα προς αλληλα.
η) Δια το καλον: Οπερ ειπεν ανω, οτι ο θειος ερως, προϋπαρχων εν τω αγαθω, ετεκε τον εν ημιν ερωτα, δι ' ου του αγαθου εφιεμεθα.
 § 13. θ'. Εκστατικος: Περι εκστασεως ερωτικης και ο Δαυιδ· «εγω ειπον εν τη εκστασει μου».
Εξεστηκως: Σημειωσαι, πως νοειται το, 'εξεστηκως Θεω'.
Τολμητεον: Οτι και ο Θεος παντων ερα.
 Διο και ζηλωτην: Κατα τι λεγεται ζηλωτης ο Θεος, ως εραστης της παντων σωτηριας.
 § 14. Τι δε ολως: Της μεν αγαπης και του ερωτος αυτον δηλαδη τον Θεον προβολεα φησι και γεννητορα· αυτος γαρ ταυτα εν εαυτω οντα προηγαγεν εις τα εκτος, τουτεστι τα περι τα κτισματα, και κατα τουτο ειρηται, «ο Θεος αγαπη εστι», και εν τω ασματι ομοιως αγαπη ειρηται· και παλιν γλυκασμος και επιθυμια, ο εστιν ερως· το δε αγαπητον και οντως εραστον αυτος εστι. Τω μεν ουν το αγαπητον ερωτα εξ αυτου προχεισθαι, (≡14S_140≡> αυτος κινεισθαι λεγεται ο τουτου γεννητωρ, τω δε αυτον ειναι το αληθως εραστον και αγαπητον, κινει τα προς τουτο ορωντα, και οις η του εφιεσθαι δυναμις αναλογως αυτοις.
 Εραστον και αγαπητον: Προσαγωγικον και κινητικον προς ερωτικην συναφειαν την εν πνευματι τον Θεον ειναι μοι νοει, τουτεστι μεσιτην ταυτης, και προς εαυτον συναρμοστην του ερασθαι αυτον υπο των αυτου ποιηματων και αγαπασθαι· κινητικον δε φησιν, ως κινουντα εκαστα, κατα τον οικειον λογον προς αυτον επιστρεφεσθαι. Το δε της προαγωγιας ονομα, ει και παρα τοις των εξωθεν πραγμα σημαινει ουκ ευαγες, αλλ’ ενταυθα την προξενον της εν Θεω ενωσεως μεσιτειαν φησι.
 Και τω μεν κινειται: Σημειωσαι κινησιν θειαν, εν η κινειται και αυτου εστι προαγωγευς και κινητικος ο Θεος.
 Και της εξηρημενης: Η προς Θεον αγαπητικη ενωσις πασης εξηρηται και υπερκειται ενωσεως· εξηρημενην ουν την ανωτεραν φησιν, αναρχον δε και ατελευτητον τον θειον ερωτα λεγει, ως εκ του αγαθου προϊοντα και προς το αγαθον επαναστρεφοντα κατα σχημα κυκλικον· επει και η του κυκλου γραμμη ου γνωριμον εχει οθεν ηρξατο και ου κατεληξε· και γαρ εξ αυτου η του αγαθου εφεσις, και εις αυτον παλιν ορα· εν εαυτω δε και εστι και μενει το εραν της συμφυους αγαθοτητος, και των προς το αγαθον ανατεινομενων.
 Ερωτικην κινησιν: Οτι η ερωτικη κινησις, του αγαθου προϋπαρχουσα, εν τω αγαθω απλη και αυτοκινητος ουσα, και εκ του αγαθου προϊουσα, αυθις επι το αυτο επιστρεφει, ατελευτητος και αναρχος ουσα, οπερ δηλοι την ημων εφεσιν προς το Θειον. Σημειωσαι δε, οτι αιδιον κυκλον προϊων φησιν ειναι εν τω αγαθω, προϊοντος μεν αυτου επι τα νοητα και αισθητα, παλιν δε προς εαυτον υποστρεφοντος και μητε ισταμενου, μητε ληγοντος.
 
Εκ του αγιου Ιεροθεου.
 
 (≡14S_142≡> § 15. α. Τον ερωτα: Επιστησον, οπως μεγας Ιεροθεος τα περι του επαινετου ερωτος αριστα φιλοσοφει· πρωτον μεν θειον αυτον λεγων, επειδη και πρωτον αιτιον του ουρανιου ερωτος ο Θεος εστιν εξηρημενως και αναιτιως· ει γαρ ο ερως αυτος εστιν η αγαπη, ως προειρηται, γεγραπται δε, οτι «Θεος αγαπη εστι», δηλον οτι παντων ενοποιος ερως, ητοι αγαπη, ο Θεος εστιν. Εκειθεν ουν μεταβατικως προεισιν επ' αγγελους, οθεν και αγγελικον αυτον φησιν, ενθα μαλιστα και τον της ενοτητος ευροι τις αν ερωτα θειον· ουδεν γαρ ασυμφωνον η στασιαζον παρ' αυτοις· ειτα μετ' αγγελους, και νοερον φησιν ερωτα, τουτεστι παρα θεοσοφοις ανδρασιν, οι εισι της Εκκλησιας, προς ους ο Παυλος φησιν, «ινα το αυτο λεγηται», και τα εξης, και ο Κυριος, «ινα ωσιν εν, καθως και ημεις εν εσμεν». Και ταυτα μεν περι των εξ αληθειας Χριστιανων, λοιπον δε και περι παντων ανθρωπων, εν οις ο περι φιλιας νομος· τας δε λογικας ψυχας νοερας προσειπεν εκ του θειου νου προσειπων αυτας· ψυχικον δε εκαλεσεν ερωτα τον των αλογων, την αισθητικην φιλιαν, ανουν μεντοι δηλονοτι· εκ γαρ της ερωτικης ταυτης δυναμεως και πτηνα αγεληδον ιπτανται, ως κυκνοι και χηνες και γερανοι και κορακες και οσα τοιαυτα· και πεζα μεντοι εισι τοιαυτα, ελαφοι, βοες, και τα παραπλησια· και νηκτα δε εισιν, ως θυννοι και κεφαλοι και οσα ομοιοτροπα. Και τα μη αγελαια δε προς την των ομοστοιχων συνοδον ενθεν κινουνται. Φυσικον δε ερωτα φησι τον των αψυχων και αναισθητων κατα την εκτικην επιτηδειοτητα, ητοι της ποιοτητος, ερωντων του (≡14S_144≡> δημιουργου δια το υπ' αυτου συνεσταναι· κατα ουν την ζωτικην, ητοι την φυσικην κινησιν, και αυτα επεστραπται προς τον Θεον.
§ 16. Επειδη τους εκ του ενος: Και ανω ειπομεν, νοερα μεν ειναι τα νοουντα, νοητα δε τα νοουμενα, και αζητητως τα νοερα υπερβαινεσθαι υπο των νοητων, οθεν και τροφην ειναι των νοουντων τα νοουμενα· των ουν νοητων τα νοερα ερα, ως επεστραμμενα προς αυτα και ωσπερ αναβεβηκοτα· ερα δε και τα νοητα των νοερων προνοητικως τω μεταδιδοναι της ισης ωφελειας· ωμολογηται ουν, οτι οι των τοιουτων ερωτες υπερεστασι των αισθητων. Αλλα ταυτα, οιμαι, νοητα και νοερα ειρηται εκ μετοχης του οντος αγαθου τοιαυτα γενομενα. Οι δε αυτονοητοι ερωτες οι θειοι εισιν, αντι του οι του Θεου· ωσπερ γαρ εστιν αγαθον ωτινι εστιν αγαθον, και αλλο το απλως αγαθον και αυτο το αγαθον, ουτως εστι και νοητον τω τινι νοητον, ατε νοουμενον υπ' αυτου, και απλως νοητον· ουχ ο χρονος η ο τοπος (νοητα γαρ και ταυτα, επει μη αισθητα), αλλα νους νοητων, ενεργεια ων και ζων και ζωη· τα γαρ μετα τουτο νοητα εκ ζητησεως και της περι τα προβληματα ακολουθιας ευρισκουσιν, η εξ αποκαλυψεως εχουσιν.
 Ασχετος αιτια: Ασχετον φησι το απολυτον, ου προς το παν ουδεμια σχεσις, ητοι οικειοτης φυσικη.
 § 17. Απαντων ολικος ερως. Ειπων 'ολικον ερωτα', δηλοι και μερικους, λεγων τον Θεον ειναι τον ολικον και τον μερικον, ως αιτιον και πασι χορηγουντα κατα την εκαστου δυναμιν, ερωτικην οιονει απορροην, Πως ουν ο Θεος το ολον και το μερος, ανεκφοιτητως εαυτω συνων, ειναι δυναται, εκ του (≡14S_146≡> σπερματικου λογου σαφες εσται· οταν μεν γαρ το σπερμα αδιακοπως ομου εις την μητραν καταβληθη εν αποτελειται το εμβρυον, εαν δε μερισθη το σπερμα εις διαφορους κυστιδας της μητρας, εκαστον μερος ολοκληρον εμβρυον αποτελει· εσται δε του σπερματος το μεν ρις, το δε οφθαλμοι, και τα εξης, και παντα τελεια. Ομοιον ουν τι και περι τον παντελειον νουν κατα αναλογιαν θεωρητεον· ολη γαρ η ενεργεια περιεχει και τα μερη, των δε μερων εκαστον απηρτισται· και το μεν αυτοδικαιοσυνη, το δε αυτοανδρια, και τα εξης· ουτω και ουτε συγκεχυται εις αλληλας, αλλα και εκαστη διακεκριται, και ουτε μετα αταξιας το αδιαιρετον εχουσιν εν τω μεταλαμβανειν αυτων εκαστον ως δυναται. Των γαρ ειδων μεταλαμβανει εκαστος προς την οικειαν επιτηδειοτητα· ουτω και ο Θεος και ολον και μερη του ερωτος.
 § 18. Εφιεται γαρ αυτου: Επειδη ειπε, και το μη ον εφιεσθαι πως του αγαθου και εν αυτω βουλεσθαι ειναι, οπερ και ανω προ ολιγων φυλλων ευρησεις αυτον λεγοντα, ει και εξ ελληνικων σαφηνιζεται δογματων (προς γαρ Ελληνας μαχεται μαλιστα, και Μανιχαιους τους του κακου δογματος προεστωτας), δει πλατυτερον παραστησαι, τι ονομαζεται μη ον, και δια τι μιαν αρχην των οντων ευσεβες και επαναγκες ειναι. Τουτο γαρ υγιες εστι φρονειν. Εστι γαρ αυτη ο Θεος· ει γαρ ειεν αρχαι διαφοροι, παντως απειροπληθεις φανησονται. Ει ουν αρχη μια ο Θεος, ουτω και το οντως ον, και αυτο το αγαθον. Ευρησει δε ο λογος και τα εναντια των ειρημενων αναγκαιως· ενθα γαρ αρχη, εσται παντως και εσχατον· και ει εστιν ον, εσται και μη ον· και ει εστιν αγαθον, εσται και κακον. Αλλ' επειδη τα οντα ουσιαι εισι και ειδη, το μη ον ανειδεον αν ειη και ανουσιον, λογω μονω θεωρητον. Το μη ον ουν τουτο και ανειδεον υλην εκαλεσαν οι παλαιοι, ην και εσχατον αισχος ονομαζουσι.
(≡14S_148≡> Λεγεται δε μη ον η υλη, ουχ οτι παντελως ουδεν εστιν, αλλ ' οτι μη εστι· το γαρ οντως ον ο Θεος, και αυτο το αγαθον· παρηκται γαρ εκ μη οντων υπο του Θεου και η υλη· αλλ’ ουχ ως τινες υπελαβον ανειδεος και ασχηματιστος· οθεν ουδε αρχη των αισθητων η υλη, αλλα μαλλον συμπληρωτικη τουτων και εσχατον τι και υποσταθμη των οντων. Διο ουτε εικων Θεου, ως τα λογικα, ουτε ειδωλον του οντως οντος. Και το αισθητον δε ειδωλον του οντως νοητου κοσμου, οπερ αισθητον, ουκ ανευ μεν υλης εστι, κρειττον δε της υλης, ειδους οπωσουν μετεχον. Ουδεποτε ουν δειχθησεται η υλη διχα του ειδους και των ποιοτητων, αιτινες εισιν εξεις· ποτε γαρ γεγονε το πυρ ανευ θερμοτητος η φωτος η του λευκου της χροιας, η το υδωρ ανευ ψυχροτητος η υγροτητος η του κυανιζοντος χρωματος; Η γη και ο αηρ ομοιως. Δια τουτο και λογω θεωρητην ειπον την υλην ανειδεον, και αποιον, και ασχηματιστον· εξ ου γαρ τα ορατα και τα αορατα γεγονεν, εκ μη οντων δηλονοτι υπο Θεου παρηχθη, ου προτερον υλης αμορφου υποκειμενης, ειτα κοσμηθεισης, ως διδασκει Μωσης ο θειος. Εν μεν ουν τω Θεω εστιν, ατε και υπ’ αυτου παραχθεισα η υλη· υπερουσιος δε, τα παντα εκεινου ως αγαθου συνεχοντος, νοειται εν αυτω. Ταυτα ευρησεις εν τοις λεχθησομενοις σποραδην εγκειμενα.
 Πως η δαιμονια πληθυς: Λοιπον προβληματα διαγυμναζει λεγων, οτι, Ει παντα εκ του αγαθου, ποθεν τα κακα, και ποθεν αγγελοι εγενοντο δαιμονες; Παντα κατα Μανιχαιων.
 β. Ουκ εστιν αγαθοειδες: Καλως και ακριβως επι των αγγελων τεθεικε το αγαθοειδες· ο μεν γαρ Θεος ουσιωδως αυτο το αγαθον ων, τα δε μετ' αυτον, ως εκ μετοχης και εξωθεν αγαθυνομενα τη περι αυτον εφεσει, εικοτως αγαθοειδη λεγονται, ουκ αυτοχρημα αγαθα.
 (≡14S_150≡> γ. Και πως ο αγαθος: Ορα οπως προβληματα ως εν ζητησει παραγει, εχοντα μεν και αυτας τας των εχθρων αντιθεσεις, οιον Μανιχαιων, δηλουσας δε ομως τον σκοπον του θειου τουτου ανδρος το ορθον. Λεγει γαρ, εκ τινος αρχης παρηχθη το κακον· και ει εξ αλλης αιτιας, και οσα τοιαυτα των αντιδικων εισιν. Ειτα λοιπον, πως ο αγαθος αυτο παραγαγειν ηβουληθη, πως δε και προνοια εστι το κακον, εκ τουτων δεικνυς, οτι, ει και ολως παραγωγην εσχε το κακον, εκ του αγαθου ταυτην εσχε, και οτι μονη η προνοια διοικει το ολον, ως εκ τουτου μιαν αγαθην αρχην ειναι τοις ουσι. Ταυτα και εν τοις προβλημασιν εξητασεν ο θειος ουτος ανηρ· παρακατιων γαρ αναλυει σαφως τα προβληματα, δεικνυς ως ουτε ενυποστατον το κακον, ουτε εν φυσει, αλλα κατα στερησιν του αγαθου γινομενον, ουτε ον, ουτε ως μη ον λογιζομενον. Και τουτο αινιττεσθαι το εν ψαλμω τριακοστω εκτω ειρημενον· «ειδον τον ασεβη υπερυψουμενον ως τας κεδρους του Λιβανου, και παρηλθον, και ιδου ουκ ην, και εζητησα αυτον», τουτεστι τον τοπον αυτου, «και ουχ ευρεθη»· τουτο γαρ δηλοι, οτι το κακον, η και σφοδρα επαιρεται, αλλ’ ουν ουκ εστιν, ουτε καταλειψει τοπον εαυτου, τουτεστιν ιχνος· αμα γαρ τω φανηναι διαλελυται, μη εχον υποστασιν· μη ουν υπολαβοις αυτον εναντιον λεγειν τι.
§ 19. Το κακον ουκ εστιν εκ ταγαθου; Σημειωσαι, πως θαυμασιως πλεκει την λυσιν εκ διαφορων επιχειρηματων.
Ο των οντων σκοπος: Και γαρ ο οργιζομενος, ητοι θυμουμενος (ως εν υποδειγματι δε ο λογος, ως δοκει), κακον τι ποιουντος του προς ον θυμουται, προς το εναντιον τουτον μεταγαγειν βουλομενος, τουτεστι το αγαθον τη τοιαυτη κινησει χρηται.
Και ει τα οντα παντα: Εφημεν ανωτερω, ει ο Θεος υπερουσιως (≡14S_152≡> ων λεγεται ως αναρχος και παντων αιτιος, το αντιθετον, ως εσχατον των οντων, και ανουσιον, ως υπερουσιου του Θεου, τουτεστιν η υλη, και μη ον λεγεται, και εν Θεω λεγεται, δι' αγαθοτητα αυτου γενομενη, ει και δια του μεμιχθαι τοις αισθητοις ου παντη κακον, ουτε παντη αγαθον, ως δηλοι δια το αστατον· εχει μεν γαρ το κακον εν τω αστατω μεριδα δε του αγαθου, επειδη και υπο Θεου παρηχθη, και εν Θεω εστι· αυτοκακον (ου λεγω η κακια, ητις ως ειδος και ποιοτης συμβαινει τω λογικω και αποσυμβαινει, αλλ’ αυτο το απλως κακον) ουτε εν τοις ουσιν εστι, τοις οπωσουν εφιεμενοις του αγαθου, ουτε εν τοις μη ουσιν, αντι του 'εν τοις υλικοις' ως νοουμενοις εν τω υπερουσιω, αλλα και του μη οντος, ο εστι της υλης, το κακον πλεον αφεστηκε του αγαθου, και εστιν εντευθεν εικοτως ανουσιωτερον της υλης, το αυτο κακον ως παντη ουδεν ον. Το ουν απλως αυτοκακον ουδαμη ουδαμως, το δε της υλης κατ' ελλειψιν της αγαθοτητος, καθο και αναισθητος και ανειδεος οραται· οθεν νοησεις και το παρα Αβδιου τω προφητη ειρημενον, «και εσονται ως μη οντες», προς τους αμαρτωλους δηλονοτι.
Ποθεν ουν εστι το κακον: Εντευθεν αντιθεσιν προτιθεις, πλατεως γυμναζει την υποκρουσιν, ως εξ ευλογαφανους αντιθεσεως· ει γαρ μη δοιημεν ειναι τι τω καλω εναντιον, τουτεστι το κακον, ουκ οφθησεται αγαθον η αρετη, αλλ’ αναμιξ αδιακριτα εσται παντα, ουτε αρετης επαινουμενης, ουτε του εναντια εσται. Νυν δε φησιν ο αντιθεις, ει μη δοιημεν κακον εναντιον (≡14S_154≡> τω αγαθω, εσται αυτο το αγαθον εναντιον εαυτω εν τοις κατ’ ελλειψιν του αγαθου αμαρτανουσιν· αλλα και προ της ενεργειας της αρετης του εναρετου ανθρωπου ορωμεν εν τη ψυχη αυτου διακεκριμενας της αρετης τας κακιας· οταν μεν γαρ το λογικον μερος της ψυχης τα οικεια ενεργη, εις ουδεν των αγαθων εμποδιζεται, οταν δε το αλογον μερος της ψυχης, οπερ μεμικται υλη και σωματι, επικρατη, τοτε εμποδιζεται το λογικον οικειως ενεργειν. Κακυνεται ουν το αλογον εκ της προς την υλην επιμιξιας, το δε λογικον ου τω μεμιχθαι τη υλη, αλλα τω νευειν εις υλην, τουτεστι τω ενδιδοναι τω αλογω και μη κρατειν αυτου, κακυνεται, ως ομμα σκοτους οντος, κωλυεται οραν· ου δεικνυσιν ουν τουτο, ει υφεστηκε το αυτοκακον· ου γαρ το τινι κακον, τουτ' εστι το αυτοκακον, αλλα και κακια εστιν ειδος ουσα και συμβεβηκος του κακου· ταις γαρ προσθηκαις καθισταται εις το τοδε τι ειναι, οιον αδικια μεν ψυχης εστι πονηρια, και παλιν,. της αδικιας ειδη προς την της ορεξεως υλην, η μεν γαρ περι χρηματα, η δε περι τιμας συμβαινει. Γινεται δε και κατα προσθηκας ειδη κακων και απο των μερων της ψυχης· δειλια μεν γαρ η θρασυτης απο του θυμικου, ακολασια δε η ηλιθιοτης απο του επιθυμητικου. Γινεται δε και απο των ενεργειων ειδη κακων· η μεν γαρ δειλια οιον περι το ορμαν εστιν ελλειψις, η δε θρασυτης περι το ορμαν υπερβολη, η δε ακολασια περι το πασχειν. Σαφες ουν γεγονε, πως εν ψυχη και προ ενεργειας διακεκριται τα κακα εκ των αρετων, δια του αλογου και του λογικου, μερων οντων της ψυχης. Ταυτα δε τα του αλογου ετερον νομον δεικνυσιν ημιν «αντιστρατευομενον τω νω», ως φησιν ο Αποστολος, (≡14S_156≡> και εν τω μη κρατεισθαι αιχμαλωτευοντα το λογικον, ως απεδειξαμεν.
Προς τον λογον: Αντι του, προς το λογικον της ψυχης μερος.
Και ει φθορα εστι των οντων: Αντι του, ει εν τοις ουσι το φθειρεσθαι οραται, ηγουν ει τινα των οντων υποκειται φθορα, εκ τουτου δεικνυται το ειναι το κακον· το γαρ 'ουκ εκβαλλει', τουτο δηλοι.
Η ουχι πολλακις: Ετι της αντιθεσεως εισι και ταυτα, οτι μαλλον και εν τοις ουσιν εστι, και ον το κακον· καν γαρ το κακον φθορα εστι των οντων, αλλ’ ουν η φθορα αυτη, ετερον εσθ’ οτε εις γενεσιν αγει, οιον το ωον φθειρεται μεν, μεταστοιχειουται δε εις πτηνον· και ο κυαμος δε, καταμασσομενος και εν τη γη κρυπτομενος, μετασχηματιζεται εις εμβρυου ειδος· και τα σωματα δε ημων εις σκωληκας, και ετερα ζωα, και αλλα μυρια τοιαυτα, ως ιπποι μεν σφηκων γενεσις, ταυροι δε μελισσων.
Και εσται το κακον: Λυσις των προβληθεισων αντιθεσεων, ει η φθορα κακον, φθειρει δε η φθορα και το κακον, πως εσται το κακον αυτο εαυτο φθειρον; Ει γαρ εν τη υλη το κακον, ευδηλον, ως το ευφθαρτοτερον· υλη δε εστι, και τουτο εαυτο φθειρει· δια τουτο γαρ η υλη και ανουσιος λεγεται κατα αντιπαραθεσιν της υπερουσιου του Θεου ουσιας, ως αυτη φθαρτη ουσα, και ουκ αει ουσα, και ανειδεος κατα αντιπαραθεσιν του ειδους του Θεου, ως εκαλεσε Μωϋσης τον δημιουργον Λογον. Και μη ον δε λεγεται η υλη κατα αντιπαραθεσιν της θειας κατα ουσιαν υπαρξεως.
§ 20. Η κακον: Το 'η κακον' αντι του καθ' ο κακον.
(≡14S_158≡> Μαλλον δε. Σημειωσαι, οτι και εν τοις θειοις λογοις ακωλυτος η εξ επιλογισμου των ακριβεστερων παραδοσις· ιδου γαρ, ως ορας, μετα την εκθεσιν της προτερας γνωμης εξ επιλογισμου τα ακριβεστερα παραδιδωσιν.
Και αμιγη και ολοκληρα: Τα μεν αμιγη αγαθα και ολοτελη· εκ του αγαθου εγγινεται τοις υπερκοσμιοις νοητοις, ατε και ασωματοις, τα δε μεμιγμενα αγαθα περι τα λογικα σωματα θεωρειται, τουτεστιν εν ημιν, του μεν αλογου της ψυχης μερους, ως ειρηται, μετεχοντος υλης δια του σωματος του ειδους μετεχοντος, του δε λογικου μερους, ρεποντος προς το αλογον και ενδιδοντος εσθ' οτε αυτω, και δια τουτο προς υλην νευοντος· το μεν γαρ αυτοκακον δει θεωρειν αυτοαμετρον, αυτοανειδεον, εαυτω κακον ουσιωδες, ου μην ετερω κακον· τουτο γαρ ειδος εστι και συμβεβηκος κακιας. Δει ουν το κακον τοιουτον τι ειναι, οιον εφην, ωσπερ ο Θεος παντων αυτοπερας και αυτομετρον, και αυτοειδοποιον, και αυτοαγαθον ουσιωδες· ου γαρ λεγω νυν τω ετερω αγαθον· συμβεβηκος γαρ τουτο· πως ουν εσται το κακον ουσιωδες και ετεροις, παντων καθαπαξ των οντων μεμιγμενως κακυνομενων και εχοντων το ειναι εν τω αγαθω, ουδενος κατα το παντελες αμετοχου οντος του αγαθου, αλλα παντων προς την ιδιαν επιτηδειοτητα μετεχοντων του αγαθου; Το ουν κακον ουκ εν υπαρξει, αλλ' εν παρεισδυσει, εν τη του αγαθου στερησει φαινομενον.
Εκτεινεται δε αχρι των εσχατων: Εσχατον νοητεον τα υλικα σωματα και γηϊνα· ωσπερ γαρ παντων αρχη ο Θεος, ως και ηδη εφημεν, ουτω παντων εσχατον το σκυβαλωδες τουτο το παχυ της υλης μερος και γεωδες· οθεν και υποποδιον λεγεται του Θεου, ως και εσχατον, και ομως μετεχον αγαθοτητος αυτου, ως και φερον αυτον εσχατως· λεγει γαρ και η Σοφια· «βριθει γαρ το γεωδες τουτο σκηνος νουν πολυφροντιδα», ως του αλογου της ψυχης μερους μεμιγμενου τω υλικω σωματι, και κατακρατουντος εσθ ' οτε του λογικου της ψυχης.
(≡14S_160≡> Παρεστι ταγαθον: Οσον γαρ επι το παχυτερον και υλικωτερον υποβαινει τα εν δημιουργια, τοσουτον κατα στερησιν και ελλειψιν του αγαθου ηττον μετεχει, ως εξ αμυδρου και εσχατου απηχηματος· ως γαρ εφημεν, ηδη υποθου τινα βοησαι μεγα· και τους μεν πλησιον οντας και ερρωμενους το ακουστικον ολην δεξασθαι την βοην και γνωναι και το λαληθεν, τους δε αφεστηκοτας αναλογως τη διαστασει ηττον ακουσαι του φθεγματος, τους δε πανυ πορρω διεστηκοτας αμυδροτατα ως απηχηματος υστατου ποσως αισθεσθαι.
Και την εαυτου στερησιν: Το μη ολως εστερημενον του καλου, αλλα μερικως, και αυτο το εστερημενον του αγαθου, συνεσταναι ποιει, τω ολως κατα τι μετεχειν του αγαθου· ου γαρ η μερικη, αλλ' η παντελης ελλειψις του αγαθου εστι το κακον.
Και τα μαχομενα αυτω: Ορα πως φησιν, οτι και τα μαχομενα τη δυναμει του αγαθου δι' αυτου υπεστη και σωζεται. Ουκουν αιτιος των κακων ο Θεος; Μη γενοιτο! Ο μεν γαρ Θεος, ως παντων αρχη και δημιουργος, δι' υπερβολην αγαθοτητος και δι' αγαπην αφατον, και αμαρτωλων ανεχεται, ινα και την ιδιαν δειξη φιλανθρωπιαν, και το του πλασματος αυτεξουσιον· ειρηται γαρ· «η αγαπη παντα στεγει»· και παλιν «ο ανατελλων τον ηλιον αυτου επι δικαιους και αδικους».
Το δε κατα παντα τροπον. Το προκειμενον αυτω εστιν αποδειξαι, οτι ουκ εστιν ουσια το απλως αυτοκακον· και φησιν, οτι ουδεν των εν τοις ουσι και εν δημιουργια αμετοχον εστι παντελως του αγαθου· τα γαρ παντη αμοιρα του αγαθου, ως μηδε παραχθεντα υπο του αγαθου, ουτε εισι. Τις αλλος δημιουργος; Αλλ' ουτε δυναται τι υφεσταναι, μη της εξεως, (≡14S_162≡> ητοι ποιοτητος, του αγαθου μετεχον κατα συμβεβηκος· πολλα μεν γαρ και καταλειφθεντα υπο της προσγενομενης εξεως, ητοι ποιοτητος, μενει συνεστωτα· οιον ο σιδηρος πυρωθεις και θερμοτητος ακρας μεταλαβων, σβεσθεντος του πυρος, μενει οπερ ην· και το υδωρ καθ' εαυτο μεν το στοιχειον αποιον λεγεται ειναι, δια δε γης παριον, εκειθεν ποιουται· και ομως μετοχετευθεν, παυεται της ποιοτητος, και ετι συνεστηκεν· ουτω και τα χιονιζομενα και ψυχομενα, παυσαμενης της ψυχροτητος, ετι συνεστηκεν, Αλλα και τα ζωης αμοιρα, ως δενδρα, και λιθοι, και αστρα, και τα νου, ως τα κτηνη, ομως υφισταται. Και ουσιας δε ο Θεος εξηρηται υπερουσιος ων, και ομως εστι και προεστιν· ουτω δε και ουκ εστιν ειπειν επι του αγαθου· ει μη γαρ μετεχοι ποιοτητος του αγαθου, εν ω συνιστασθαι χρη, ου δυναται υφεσταναι «εν αυτω γαρ ζωμεν και εσμεν», ως φησιν ο Αποστολος. Τι ουν; ο ακολαστος εν τω ακολασταινειν ουκ εστερηται του αγαθου; και ομως υφεστηκε· και φησι μεν κατ' αυτο το ακολασταινειν, ως εν στερησει ων του αγαθου κυριως ουκ εστιν, αλλ' ουτε οντων εκθυμει· τι γαρ εστιν αυτοακολασια διχα του ειδους του ακολασταινειν; Ομως, επειδη κατα ψευδοδοξιαν δοκει αυτος αγαθου τινος εχεσθαι και ηνωσθαι κατα φιλιαν τω συμφθειρομενω αυτω, καν διεφθαρμενη δοκη η φιλια ειναι, ομως του θειου ερωτος αμυδρον εστιν απηχημα, και δια του αγαθου φαντασιαν εχει· ου γαρ δει αγνοειν, οτι, οταν κρατηθη υπο του αλογου μερους το λογικον της ψυχης, εμποδιζεται μεν τα οικεια ενεργειν, συνδοξαζει δε ουτω λοιπον τω αλογω, (≡14S_164≡> ως μητε κρατειν αυτου των ορμων, μητε συμψηφιζεσθαι ταις πραξεσιν αι γαρ ψευδοδοξιαι ουκ εισι του λογικου δοξαι, ουτε αι ψευδεις διανοιαι των διανοιων του λογικου μερους· ουτε γαρ διανοιαι κυριως αι ψευδεις. Ενθεν και ο θυμικος εσθ' οτε εσφαλμενως επεξεισιν· ομως ουκ αμοιρος αγαθου, δοκων επι διορθωσει του κολαζομενου τω θυμω χρησθαι, και ο αισχρος ουτως υπονοων αγαθον τελος την ηδονην. Εκ τουτου ουν και οι θεομαχουντες, δια το ολως ειναι υπο του αγαθου, συγχωρουνται· το γαρ μη εστερημενον του καλου, αλλα μερικως αυτο το εστερημενον του αγαθου συνεσταναι, ποιει το ολως μετεχειν τι του αγαθου. Ου γαρ η μερικη, αλλ’ η παντελης ελλειψις του αγαθου εστι το κακον· και ου το μερικως, αλλα το παντελως του αγαθου εστερημενον, τουτο ουτε ην, ουτε εστιν, ουτε εσται, ουτε ειναι δυναται.
Ουτε οντων επιθυμει: Οτι ο ακολαστος, ει και κατα το αυτο το ακολασταινειν ουτε εστιν ουτε οντων επιθυμει, ομως κατ' αυτο το της ενωσεως και φιλιας σχημα αμυδρως μετεχει του αγαθου.
Προς το δοκουν καλον: Σημειωσαι, οτι και ο τω θυμω αποχρωμενος μετεχειν λεγεται του αγαθου εν τω προς διορθωσιν κινεισθαι των δοκουντων κακων· ουτω και ο χειριστης, ηγουν κακιστης ζωης εφιεμενος, μετεχει του αγαθου εν τω της αριστης ζωης αυτω δοκουσης εφιεσθαι· και ο το κακον δε μετιων, εν τω δοκειν καλον ποιειν, μετεχει του αγαθου.
Καθ' οσον και νοσος: Η νοσος, ευδηλον, ως ελλειψις εστιν υγιειας, και υπερβολη σωματων ενυλων, ουτε μετρον, ουτε ταξιν εχομενη, αλλα δι' ακρασιας των υλων μιας υπερ την ευτακτον στασιαζουσης ποιουντων την νοσον. Επι τοσουτον (≡14S_166≡> μεν ουν η νοσος εστιν εν τω σωματι, εφ' οσον οπωσουν η ταξις ελλειποι και το σωμα συνισταται· ει γαρ παντελης αμετρια λυσει το σωμα, τουτεστι των υλων την ταξιν, και η νοσος αφανιζεται, του σωματος λυομενου εν ω συνεστηκει η νοσος· ουτω και επι του αγαθου, εν οσω σωζεται εν ημιν, εχομεν εξουσιαν πραττειν και το κακον· αφισταμενου γαρ του αγαθου, ουτε κακον εστιν ευρειν εν ημιν.
Το γαρ παντη αμοιρον: Ο σκοπος του θειου Διονυσιου εκ πολλων σαφης· μαχομενος ταις τινων Ελληνων δοξαις περι του κακου, λεγει γαρ μη ειναι ον το κακον. Κακον γαρ αυτο καθαπαξ ουσιωδες ουκ αν ειη, ει μη το κατα παντελη ελλειψιν του αγαθου ολοσχερως αμοιρον ον τουτου· τουτο γαρ ουκ εστιν ουδαμου ευρειν, ουδε εν τη υλη αυτη τη ανειδεω, καν τουτο τισι των Ελληνων δοκη· ο γαρ ολως υπο Θεου παρηκται, καν αμυδρως και εσχατως, μετεσχε δ' ουν ομως του αγαθου. Τουτο δε προϊων εν τω δεκατω κεφαλαιω τουτου του προβληματος τελειως αποδεικνυσιν. Ει γαρ μικτον ειη τω αγαθω το κακον, τουτεστι, πη μεν μη ον δια της επ' ολιγον ελλειψεως του αγαθου, πη δε μη ον δια το ειναι ολως τον ποιουντα, ου κακον τουτο· ου γαρ εν τη οπωσουν ελλειψει, αλλ’ εν τη παντελει ελλειψει του αγαθου το κακον. Το γουν ελλειπον ολιγον του αγαθου ου κακον· δυναται γαρ και τελειον ειναι ως προς την εαυτου φυσιν· εστι μεν γαρ τι ως προς μεν το αγαθον ελλιπες, ως δε προς την εαυτου φυσιν τελειον, ο δη αγαθον μεν εστι, κακον δε ουδαμως· καιτοι τε ελλειψεως μετεχον ως προς το πρωτον αγαθον. Το δε μη παντελως αμοιρον του αγαθου, αλλα κατα το πλεον εγγιζον τω κακω, ου παντη κακον· ωσπερ και το ελλατον εγγιζον τω αγαθω, εχει τι του αγαθου, και ουσιουται εξ αυτου, (≡14S_168≡> και την εαυτου στερησιν ουσιοι εν τω ολως μαχεσθαι εκ του αγαθου· ει γαρ ακρατως και παντελως απουσια ειη του αγαθου, δηλον ως ουτε καθ' ολου αγαθον, ουτε μικτον αγαθον, ουτε αυτοκακον· ενθα γαρ ουκ εστι το αγαθον, ουδ' εστι τι εν τη φυσει. Πως ουν εσται το κακον μη υπο τινος ουσιουμενον; Ανελε γαρ τα σωματα και το φως, και ουκ εσται σκια. Ουκουν ουκ ον το κακον απλως, αλλ' ως εν υποκειμενω, το δε αγαθον και διχα του υποκειμενου και φυσιν εχει και σωζεται, και αυτο καθ' εαυτο αγαθον, το δε κακον διχα του υποκειμενου του υπο του αγαθου φυλαττομενου· παντα γαρ εξ αυτου ουτε εστιν, ουτε φαινεται, ουτε φθειρεται· πως γαρ, μη οντος υποκειμενου τινος; αλλα παντελως ανυπαρκτον και ουδαμη ουδαμως ον.
Και ουσιοι: Τουτεστιν ουσιοι το κακον· ει γαρ το κακον στερησις εστι του αγαθου, το δε αγαθον ουσιοι την εαυτου στερησιν, ουσιοι αρα το κακον, οπερ στερησις εστι του αγαθου.
Τη ολως αυτου μεθεξει: Οτι τη μερικη του αγαθου μεθεξει, και η στερησις αυτου ουσιωται.
Ηνικα τοις μεν εστι κακον: Ταυτα ειδη εισι του κακου, ως προειπομεν· ου γαρ το ουσιωδες αυτοκακον, ο μηδε εστι. Το γαρ τοδε ειναι κακον, ηδονης δε αισχρας ως αγαθου τινος αντεχεσθαι, ουκ αυτοκακον, αλλ’ ειδος κακου· το γαρ παντη κακον αυτο ουτε εστιν, επειδη μετεχει, καν κατ' εσχατον απηχημα, του αγαθου· ορα γαρ, τι φησι παρακατιων· ει γαρ παντα μετεχει του αγαθου και εν πασι τοις ουσιν εστι το αγαθον, το κακον, προδηλως, η ουκ εστιν, η εν τω αγαθω εστιν· ουδε γαρ φυσις πυρος το ψυχειν· ει δε αρξεται ψυχειν, ουκ εσται πυρ. Ουκουν και το κακον, εαν μεν υπεστι, μετεχει αμυδρως του αγαθου· παντα (≡14S_170≡> γαρ τα οντα εν τω αγαθω εισι και μενουσιν· ει δε ουδεν εχει αγαθου, ουτε υπεστιν· αυτο γαρ το θελειν υπειναι αγαθης εστι μεταληψεως, ως ανωτερω πολλακις ειρηται.
Ατοπον και αδυνατον: Σημειωσαι, οτι και επι του Θεου καλως λεγεται εν τισι το 'ου δυναται;, ως και ο Αποστολος φησιν· «ει απιστουμεν, εκεινος πιστος μενει, και αρνησασθαι εαυτον ου δυναται».
Πασα γαρ δυας: Οτι πασα δυας ουκ αρχη· μονας δε πασης δυαδος αρχη. Σημειωσαι κατα Μανιχαιων.
Παντελως εναντια: Σημειωσαι ταυτα· πανυ γαρ κατα Μανιχαιων αγωνιζεται, των δυαδα αρχην εναντιων δογματιζοντων ανοητως· η μεν γαρ αριθμητικη το εν αριθμοις διαιρεσιν εχον πληθους εις περας αναγει, την μεν μοναδα του παντος αριθμου αρχην τιθεμενη, την δε δυαδα των αρτιων. Η τοινυν αρχη το απλουστατον εν εκαστω γενει δηλοι. Πως ουν η δυας αρχη παντων εσται; ου γαρ εστιν απλη αρχη η δυας, αλλα συνθετος. Ουκουν ουχ απλουν η εκ συνθεσεως αρχη· και πως αν κληθειη αρχη; Προ γαρ της συνθετου ταυτης αρχης εσται η κυριως αρχη, το εν, αφ' ου μοναδων συντεθεισων, δυας απετελεσθη. Δηλον ουν απανταχοθεν, ως ασυστατον των δυο αρχων το δογμα.
Και μην ουτε δυο: Οτι ου δυνατον δυο εναντιας αρχας εναντιων ειναι.
Ουδ' εκτος δυσχερειας: Ουκ αβλαβης.
Διο και φιλα τα αγαθα: Επειδη του αγαθου παντα μετεχει, και αυτω τω ειναι εις το αγαθον αναγονται, το αγαθον και το καλον των παντων ουκ αν ειη το πρωτον καλον, ου παντα μετεχοντα, (≡14S_172≡> καλα γινονται, ομοιωθεντα πως τη μεταληψει τω καλω, πλην πολλω αμυδροτατα ομοιουται του ενος αγαθου και καλου, καθαπερ αυξομενου και εις την των καλων φυσιν εκφαινομενου· οθεν, και παντα καλα λιαν. Η δε των καλων φυσις, προϊουσα κατα πληθος, ηδη πως και εις τα συνθετα, α δη και μαλιστα καλα ειωθασι καλειν οι ανθρωποι, αποδεικνυται πολλαχως του κακου συντιθεμενου και κατα πολλους τροπους λεγομενου· το δε εν τοις ουσι καλον ουτε ουσια εστιν, ουτε γενος, αλλα συμβεβηκος ομοιοτητα τινα κεκτημενον, κατα μικρον συναπτομενην· ου γαρ καθ' εν ειδος λεγεται τα καλα, αλλα πολλαχως· προσεοικε δε μονον αλληλοις ως ομοια, καν πολυειδως περι το και αυτα καλα ειναι κατα τα οικεια ειδη εκαστα, και κατα τουτο ατε ομοιουμενα και προσηγορα οντα αλληλοις.
Ει δε εν Θεω ταγαθον: Οτι το αγαθον εν Θεω υπαρξις εστιν.
Ουτε απλως: Αντι του, αϊδιως.
Κατα χρονον. Αντι του, μεθεκτως.
§ 22. Αλλ' ουτε εν αγγελοις: Περι αγγελων, οτι ουτε εν αυτοις το κακον, και δια τι αγγελοι λεγονται.
Την αγαθοτητα την θειαν: Θεια λεγει τα περι φυσεως αγγελων των μειναντων θεοειδων. Ειπομεν δε ανωτερω, διατι αγαθοειδεις και ουκ αυτοαγαθους τους αγγελους φησι· κατα τας αιτιας τοινυν ταυτας ουτε εν αγγελοις το κακον. Ετυμολογει δε, δια τι εκληθησαν αγγελοι.
Εικων εστι του Θεου: Σημειωσαι, οτι τους αγγελους εικονας φησι του αγαθου· και σημειωσαι πως λεγει.
(≡14S_174≡> Αλλα τω κολαζειν: Ως εξ υποκρουσεως προλαμβανει την τινων αιρεσεων αντιθεσιν, των τους κολαστας κελευσει Θεου αγγελους, και αυτην δε την κολασιν του κακου τιθεμενων· και ευθυς εκλυει ταυτα φιλοσοφωτατα και προσφυως, και εκ των ιερεων τους εναγεις και βεβηλους της Εκκλησιας ειργοντων και εξωθουντων επι βεβηλοις και εναγεσι πραξεσι, δηλων ως ουδε αυτοι, τιμωρουμενοι τους εναγεις, εκ του κακου εισι· μη γενοιτο! ειρηται γαρ· «ου γαρ εικη την μαχαιραν φορει· διακονος γαρ εστι Θεου εις οργην τω το κακον πρασσοντι». Σημειωσαι ουν τας λυσεις· πολλας γαρ ζητησεις διαλυει των λεγοντων, Ει εκ Θεου οι δημιοι και οι αρχοντες.
Οι τον βεβηλον των θειων μυστηριων απειργοντες: Σημειωσαι, οτι δει τους βεβηλους απειργεσθαι των θειων μυστηριων δια των ιερεων.
Ουδε το κολαζεσθαι: Οτι ου το κολαζεσθαι κακον, αλλα το κολασεως αξιον γενεσθαι. Σημειωσαι περι ιερεων και αρχοντων, των βεβηλους κολαζοντων.
Αλλ' ουτε οι δαιμονες: Οτι ουτε οι δαιμονες φυσει κακοι.
Επειτα ουδε τουτο παντι. Σημειωσαι, οτι ου παντι και αει κακον η φθορα, ως επι θηριων και ερπετων και βοτανων ολεθριων.
Αλλ' ουδε φθειρεται: Οτι ουδε φθειρεται τι των οντων, καθ' ο ουσια.
Αλλα τη ελλειψει: Σημειωσαι, οτι φθοραν καλει και την πλημμελη και αναρμονιον παρα την ταξιν κινησιν της φυσεως. Εχεις δε και τουτο παρα τω Ιεζεκιηλ περι του διαβολου· «εφθαρη η επιστημη σου συν τω καλλει σου»· φησι δε το παρ' (≡14S_176≡> Ελλησι και Μανιχαιοις λεγομενον διαλυων, οτι ουτε οι δαιμονες φυσει κακοι. Ειτα τα καθ' υποθεσιν παρ' αυτων αντιτιθεμενα προτιθησι και διαλυει, λεγων· Πρωτον μεν ου φθειρουσιν οι δαιμονες ουσιας· αι γαρ ουσιαι καθ' ο ουσιαι, ου χωρουσιν εις ανυπαρξιαν· επειτα, και ει τουτο ην, ου πασιν ουδε παντων η φθορα κακη, ως εν τοις θηριοις, και τοις ερπουσιν, και ποαις ολεθριαις, και τοις αλλοις τοις ομοιοις. Ζητητεον ουν, μη δυναμιν η ενεργειαν φθειρουσιν οι δαιμονες, και τεως εν συντομω χρη ειπειν, τι δυναμις και τι ενεργεια· ιστεον ουν, οτι η διαφορα της δυναμεως προς την ενεργειαν τοιαυτη εστιν, ως η εξις προς την ενεργειαν την κατα την εξιν· η μεν ουν εξις ποιοτης εστιν εμμονος. Σαφες δε εσται ουτω· Το πυρ δυναμιν εχει θερμαντικην, και εστιν αυτου εξις, ητοι ποιοτης, το θερμαντικον. Εστιν ουν ενεργεια η κατα την εξιν, ητοι ποιοτητα, οτε και τι σωμα θερμαινεται· ιδου γαρ αποτελειται η ενεργεια της εξεως του πυρος· η ουν δυναμις παρ' εαυτης εχει την ενεργειαν· αυτης γαρ εστι της δυναμεως η ενεργεια το εξ αυτης αποτελουμενον· η γαρ δυναμις κατα το ποιειν λαμβανεται. Φθορα ουν δυναμεως η ενεργεια, ωσπερ ουν και ουσιας η δυναμις, ταυτον δε και περι της ενεργειας η παρα την ταξιν και την συμμετριαν και αρμονιαν ασθενης προοδος, καθ' ην προϊουσαν πλημμελως ου δυνανται μενειν ως ειχον η δυναμις, και η ενεργεια, και η ουσια· ει γαρ παντελης, ως εφημεν, εσται ασθενεια, ου μην η μερικη των ειρημενων· και το υποκειμενον φθειρει, εν ω η δυναμις και η ενεργεια, και ουτε η δυναμις και η ενεργεια, ως ουτε η ουσια, (≡14S_178≡> αλλ’ ουτε αυτη η φθορα παραλειφθησονται, απολομενων εκεινων περι α η φθορα. Ενεργεια μεν ουν νοητων και νοερων νοων το κατα φυσιν πραττειν, τουτεστι το εις Θεον ανατετασθαι· δυναμις δε νου το εις νοησεις κατιεναι, περι ου τα ειρημενα, πλημμελως κινουμενα, ελλειπουσι του αγαθου. Φυσει ουν κακον ουδεν.
Αλλ' ελλιπες αγαθον. Ως μη την τελειαν φθοραν της φθορας εισαγον.
Ειτα, πως οι εκ Θεου: Προς τους λεγοντας· Ει εκ Θεου εγενοντο οι δαιμονες, πως εισι κακοι; Εστι δε λυσις της πευσεως, ει κακοι εισιν οι δαιμονες· και φησιν, οτι ου καθο αγαθοι εισι κατα την παραγωγην της ουσιας αυτων (εκ του αγαθου γαρ παρηχθησαν αγαθοι), αλλα καθο ησθενησαν της φυσικης αυτων ενεργειας.
Και αγαθην ελαχον ουσιαν. Οτι αγαθη των δαιμονων η ουσια.
Ως τα Λογια φησι: Σημειωσαι, πως νοει το, 'αγγελους τε τους μη τηρησαντας την εαυτων αρχην'· αρχην γαρ αυτων φησι την εις το ειναι παραγωγην· παρηχθησαν γαρ και αυτοι εις παν εργον αγαθον, ωσπερ και ημεις. Εκ τουτων ουν εισιν οι δαιμονες, εν τουτω μονω κακυνομενοι, εν τη παυσει της εξεως των αγαθων, και εν τω μη εγεργειν το αγαθον· ωστε κατα προαιρεσιν εισι κακοι, αλλ’ ου κατα φυσιν· το δε αγαθον προσετι τοις ουσι κατα φυσιν· πολλη τοινυν διαφορα.
Των θειων αγαθων εξεως: Σημειωσαι το εξεως και ενεργειας· ιδου γαρ ην προειπε δυναμιν, ταυτην νυν εξιν φησιν, ως ηρμηνευσαμεν εν τοις ανωτερω εν τη μεγαλη παραγραφη.
Ουκουν, ει αει: Οτι ου παντη αμοιροι οε δαιμονες του αγαθου.
Το γαρ αει ταυτον: Οτι το αει ταυτον, ιδιον του αγαθου.
(≡14S_180≡> Κακοι δε ειναι: Δια τι κακοι λεγονται οι δαιμονες.
Αυτοις εκβασις: Εκβασιν την αναχωρησιν του αρμοζοντος λεγει, ατελειαν δε την του τελειου, ητοι της τελειοτητος την ελλειψιν.
Φαντασια προπετης: Τι εστι φαντασια, εν πρωτω κεφαλαιω ειπομεν.
Αλλα ταυτα: Ιδου και ετερα λυσις του μη ειναι το κακον φυσει κακον, αλλα κατα εκπτωσιν του αγαθου· το γαρ εν φυσει ον αει ωσαυτως εχει και ου καταβαλλεται, ωσπερ αυτο το αγαθον, το δε κακον αστατον εστιν, επειδη φθειρει και αλλοιοι το προστυχον, ως ειπομεν ανω. Ουκουν ουκ εν φυσει το κακον, ωσπερ επι των δαιμονων φησιν ο θειος ουτος ανηρ ει γαρ εν φυσει ον, αει ωσαυτως εχει. Απεδειξεν ουν, οτι και δαιμονες καθο εισι και νοουσι και ζωσι και εφεσιν εχουσι του αγαθου, ουκ εισι φυσει κακοι, αλλα κατα παρατροπην του αγαθου, εν ω και εγενοντο.
α. Ουδε αυτα καθ' αυτα κακα: Ο θυμος ο αλογος καθ' εαυτον, και η ανους επιθυμια καθ' εαυτην, και η προπετης φαντασια, ου παντως και επι παντων κακον, καθ' εαυτα σκοπουμενα, αλλ' εσθ' οτε και η αναιρεσις αυτων λυμαινεται τω ταυτα εχοντι ζωω, ως φησι τελειως εν τω ζ' κεφαλαιω τουτου του λογου. Καλως δε εν ταις σχεσεσι ταυταις τα διαβαλλοντα τεθεικεν, επει εστι και θυμος μετα λογου, ως ο κατα της αμαρτιας και κατα των εχθρων του Θεου· και επιθυμια εννους, ως το επιθυμειν του βελτιονος, και το, «επιθυμια επεθυμησα φαγειν το πασχα τουτο μεθ' υμων». Ουτως εστι και φαντασια ου προπετης, (≡14S_182≡> καθ' ην εφαπτομεθα των νοητων, τω νω ημων τουτο ποιουντες.
Ουχ η σχεσις: Σχεσιν μεν φησιν αυτο το εχειν απλως, τα δε προειρημενα, λεγω δη θυμος και τα συνημμενα, της εν τισι ζωοις ιδιοτητος συστατικαι δυναμεις εισι, και κατα τουτο ου κακον τα τοιαυτα.
β. Αλλ ' η ουκ εστι: Κατα κοινου το κατα φυσιν.
γ. Ου μηποτε αυτας: Ιδου ενταυθα σαφως φησιν, οτι εξ αγγελων οι δαιμονες· τας γαρ δοθεισας αυτοις αγγελικας δωρεας ουκ αποβαλλουσι, τουτεστιν οπερ εκ φυσεως εχουσιν αγαθον, ου μετατρεπουσιν, ει και αυτοι μη βουλονται οραν το εν αυτοις φως, μυσαντες αυτων τας αγαθοπτικας δυναμεις, ως το ειρημενον περι των Ισραηλιτων· «τους οφθαλμους αυτων εκαμμυσαν, και τοις ωσιν αυτων βαρεως ηκουσαν, μηποτε επιστρεψωσι και ιασωμαι αυτους», Σημειωσαι δε, οτι φωτοειδεις και οι δαιμονες, μαλλον δε φωτα κατ' ουσιαν, ως και οι λοιποι αγγελοι· ουτω και εν Ευαγγελιοις· «εθεωρουν τον Σαταναν ως αστραπην».
δ. Λεγονται κακοι: Ουχ απλως το λεγεσθαι, αλλα το ον τη φυσει ζητητεον. Το δε, 'καθο ουκ εισιν', ουτω νοητεον· Ου γεγονασιν επι παρατροπη των θεοθεν αυτοις δεδομενων αγαθων, εξεων τε και ενεργειων, ηντινα αποθεμενοι, γεγονασι κακοι, καθ' ην ουκ εισι το ειναι λαχοντες.
α. Και του μη οντος: Πως οι του μη οντος εφιεμενοι του κακου εφιενται, λεκτεον ουτως. Ο Θεος ον εστιν υπερ τα οντα, και η αληθεια ουν το ον εστιν, επειδη και η αληθεια ο Θεος (≡14S_184≡> εστιν· εικοτως ουν το αντικειμενον τη αληθεια ψευδος εστι, μητε ον· εξω γαρ εστι του Θεου παντελως· μητε εικων αληθειας ον· ουδεν γαρ αγαθον εκ του Θεου εχει. Επειδη δε πειθει τινας ολως ειναι τι, εσται σκοτεινον και αμυδρον των οπωσουν οντων ειδωλον. Διο και ενεργεια ειδωλον, και ενεργεια ψευδος, τουτεστιν αληθινως και οντως ψευδος· οθεν και ενεργεια μη ον, ουκ ον εστι, και οντως μη ον. Τοιγαρουν ωσπερ και επι των ψευδως οντων, και το ολον τουτο ψευδος οντων, το ψευδος, αναιρεθεν, πασαν την ουσιαν του πραγματος αναιρει, ουτω και ο του ψευδους ερων, ωσπερ οι δαιμονες, του μη οντος ερα, και εν τω οντι, τουτεστιν εν τη αληθεια ουχ εστηκεν, ως αυτη η Αληθεια φησιν. Οι ουν δαιμονες, καθως φησιν ο Ιησους, «ψευσται οντες, και πατερες του ψευδους», ουτε εισι, και του μη οντος εφιενται, οταν και κακου εφιενται του ψευδους.
β. § 24. Ει δε το κακυνεσθαι: Σημειωσαι, οτι το συγγινεσθαι κακοις επι προνοια του και αυτα αγαθυνεσθαι ου κακον, κατα το ειρημενον· «εγενομην τοις ανομοις ως ανομος, ινα και ανομους κερδησω». Εφημεν δε και ανωτερω εν τω ε' κεφαλαιω, μη παντελη στερησιν γενεσθαι του αγαθου εν τοις ουσιν, επει και παντελης εγενετο αν φθορα και αυτης της φθορας, αλλα κατ' ελλειψιν του αγαθου μερικην. Ουκουν κατα τουτο ουτε η ψυχη παντελες εχει το κακον, αλλα το μεν εξει, το δε ουχ εξει· και το μεν αγαθον ουσιωδες, το δε κακον εξωθεν. Αλλα και ουτως ερει τις κακον ειναι τη ψυχη τον εμποδισμον (≡14S_186≡> της οικειας κατα φυσιν ενεργειας. Ει και εξωθεν τοινυν ην ο εμποδισμος, αλλ’ ουν ως εν σκοτω βλεπειν κωλυομενη ψυχη, ποιησει κακα. Προς ο λεκτεον, οτι εκ των ειρημενων ευρισκεται ο εμποδισμος ποιητικον κακου, ου μην αυτοκακον· ου γαρ η κακια πρωτον κακον, αλλ' ειδος κακου, ωσπερ η αρετη συνεργον τι εστι προς αγαθον, ου τοι πρωτον αγαθον.
γ. Το κακον, ως ον κακον: Τουτεστιν ουκ ουσια τις το κακον, αλλ’ ουδε εν τοις κατ' ουσιαν ουσι ως συμπληρωτικον ταυτης οραται, ωσπερ δυναμις και ενεργεια το κακον· και προς την τοιαυτην της εννοιας αποδοσιν ο πας περι τουτου σκοπος οραται του πατρος.
Αλλ' ως ελλειψις: Πως νοειται το κακον.
δ. § 25. Αλλ' ουδ' εν ζωοις: Οτι ουτε εν ζωοις αλογοις εστι το κακον, επει μητε φυσει κακα εισιν, αλλ' ουτε αι σχεσεις αυτων κακαι, οιον θυμος, επιθυμια, φαντασια προπετης.
ε. Ει γαρ ανελοις: Οτι φυσικαι εισιν αι σχεσεις των αλογων, ωσπερ λεοντι και ερπετοις ο θυμος, και κυσι το υλακτικον· οθεν ως φυσικαι, ουτε κακαι.
ς. § 26. Αλλ' ουδ' εν τη ολη: Φυσις εστι καθ' εξιν θεια τεχνη εις γενεσιν προϊουσα, ης θειας τεχνης τα αποτελεσματα φυτα τε και ζωα και καρποι και των στοιχειων εις αλληλα μεταβολαι, αρχη κινησεως ουσα και στασεως. Ωσπερ ουν επι των κηροπλαστων και των τας πλαστικας μετιοντων τεχνας δει ειναι τι εν αυτοις μενον, τουτεστι λογον και νουν, οι δια χειρων ποιουσι τα εαυτων εργα, ουτω και επι της φυσεως των ολων, εστι τι εν αυτοις μενον, τουτεστι η δυναμις, ου δια χειρων εργαζομενη, αλλα βουλησις και διανοησις ουσα Θεου, (≡14S_188≡> προϊουσα οιον τεχνη εις γενεσιν των φυομενων· ου γαρ δειται η φυσις τινων μενοντων, ετερων δε ως κινουμενων· η γαρ υλη εστιν η εις γενεσιν κινουμενη, το δε κινουν αυτην ο ακινητος εστι λογος ο εν τω ολω, ος εστιν η θεια τεχνη, ην εφημεν φυσιν, ειδος ουσα, ου μην εξ υλης και ειδους· τι γαρ αυτη υλης δει, θερμης η ψυχρας; η γαρ δεδημιουργημενη υλη τουτο φερει εν εαυτη· ου γαρ δει πυρ προσελθειν, ινα πυρ η υλη γενηται, αλλα λογον· ο και σημειον εστι ου μικρον του και εν τοις ζωοις και τοις φυτοις, τους λογους ειναι τους ποιητικους κατα την φυσιν ειναι λογον τον μενοντα· λογους δε τους κατα τας μορφας των ορωμενων της φυσεως ειναι γεννηματα, ητοι του κατ' αυτην ακινητου και μενοντος λογου. Πως ουν εν τη καθολου φυσει το κακον, των εν τοις δημιουργημασι λογων φυσικων οντων, και εν ουδενι εναντιουμενων τη ολη φυσει εξ αγαθου ουση; Ει τοινυν αποδεδεικται την καθολου φυσιν εκ ταγαθου ειναι, τους δε καθ' εκαστον εν τοις δημιουργημασι λογους μη εναντιουσθαι τη καθολου φυσει, προδηλον ως ουδε εν φυσει το κακον· τουτο δε τω καλω εναντιον· ουκουν ουκ εστι το κακον, ουδε εν τω καθολου. Τα δε εν τοις κατ' ειδος της δημιουργιας εναντια, ειτε εν κρασεσιν, ειτε εν ζωοις και λοιποις, ουχ εαυτοις εισι παρα φυσιν, αλλα τοις αλλοις· εν οις δε παρα φυσιν πλημμελως φερονται, του κατα φυσιν εστιν ασθενεια, ου μην τουτο κακον· κακια δε ταξεως μαλλον εστι.
Της καθολου φυσεως: Καθολου φυσιν την θειαν φυσιν καλει.
ζ. Ει γαρ οι παντες. Παντες, φησιν, οι της φυσεως λογοι, ηγουν αι αιτιαι καθ' ας γεγονασι και εισι, παρα της θειας φυσεως υπαρχουσιν, ην, ως ειρηται, καθολου καλει, επειδη εξ αυτης εφυ τα ολα· ολην δε φυσιν παντα τα υπο του Θεου κτισθεντα (≡14S_190≡> εκαλεσεν. Ουδεν ουν εστιν εν τη φυσει, οπερ ολον ολοις αντικειται· το γαρ τινι των οντων παρα την αυτου φυσιν ετερω φυσις εστι· τουτο δε αγαθον. Παση ουν φυσει το μη μενειν εφ' οις γεγονε, κακον· τουτο γαρ εφη στερησιν των της φυσεως, το μη εκτελειν καθ' οποιανουν αιτιαν τα εφ' οις παρηχθη προς γεννησιν.
η. § 27. Αλλ' ουδ' εν σωματι: Ωσπερ το καλλος συμμετρια εστι μελων και μερων μετα ευχροιας, ουτως αισχος ασυμμετρια εστι των αυτων.
θ. Αιτιον τη ψυχη: Επειδη τινες των φιλοσοφων φασιν, εκ του αλογου της ψυχης μερους, υλη και σωματι μεμιγμενου, ρεπουσης επ' αυτο της ψυχης τα κακα πραττειν, ως ανωτερω διηλθεν, παγκαλως ο θειος Διονυσιος λυει το επαπορημα εκ των αλλων ασωματων και αμιγων σωματος παντη, οι και διχα σωματος, ελλειψει του αγαθου πλημμελουσι.
Παρυφιστασθαι κακιαν: Οτι δυνατον και ανευ σωματος παρυφιστασθαι κακιαν, ως εν τοις δαιμοσι.
Και σωμασι κακον: Τι εστι κακον.
§ 28. Η μηδε το πασχειν δυνασθαι καθ' εαυτην: Ευλογον επιδρομαδην εκθεσθαι τας δοξας των λεγοντων την υλην μη ον, και πως καλουσιν αυτην μη ον, ινα και οι συλλογισμοι του θειου Διονυσιου νοηθωσι. Καλουσιν ουν την υλην μη ον εκ του τοιουτου· φασι γαρ, οτι το ον, ο εστιν εν τοις νοητοις διακοσμοις, εκ του πρωτου του υπο το ον οντος εγενετο. Επει ουν εκεινος υπερ το ον εστι, το ον εξ αυτου ον εκληθη, ετερον ον του οντος καθ' υποβασιν· το γαρ ον, ο λεγουσι, την των νοητων υλην ονομαζουσι, λογω μονω θεωρητην, ην και αυτην ειδος και ζωην φασιν, οιονει το υποκειμενον ταις νοηταις ουσιαις· (≡14S_192≡> την δε εν τοις αισθητοις υλην, ως ενδεη παντων των εν τοις νοητοις· ουτε γαρ ειδος, ουτε ζωη αυτη. Εγενετο δε αυτη, ως φασιν, υπο του οντος, ον εφησαν γενεσθαι απο του πρωτου και υπεροντος· ωστε ετερον αυτην ουσαν του οντος ου λεγουσιν αυτην ειναι ον, αλλα μη ον· φασι γαρ χρηναι την υποβασιν και μεχρι των εσχατων ιεναι, και δια τουτο ετερον φασι την υλην του οντος και του καλου, ως μηδε καλον ειναι. Ουδεν ουν φασιν αυτην ενεργεια ειναι, αλλα παντων εστερησθαι των επ' αυτης συμβαινοντων, οιον ειδους και ποιοτητος· ουτε γαρ εαυτην μορφοι εις ειδος, οιον ουρανου, γης, αερος, υδατος, ζωων, αστερων, ουτε ποιοι, αλλ’ εξ ετερου κοσμειται εις ταυτα. Ως ουν ουδεν ουσα των οντων επ' αυτη, ειδους φασι και ποιοτητος, μονον δε δυναμει ουσα ταυτα, τουτεστιν εις ειδος και ποιοτητα ενεχθηναι δυναμενη, ου μην ενεργεια τι ουσα τουτων, εικοτως μη ον εστι, καθ' εαυτην ενεργεια μη ουσα, διο και ως ανειδεος και ως αποιος, και μη ον, και ως παντων ενδεης, εκληθη κακον παρ' αυτων. Ταυτα ουν λυων ο θειος Διονυσιος φησι· Πως ποιησει κακον η υλη, η παντελως μη ουσα τη ενεργεια; το γαρ ποιειν ενεργειας εστιν· αλλα μηδε πασχειν τι δυναμενη, καθ' εαυτην μονον ουσα· εξ ετερου γαρ καθ' ημας κοσμειται εις ειδος και ποιοτητα· ου πασχει ουν καθ' εαυτην ουσα. Ει δε μη ον αυτην λεγετε, ως παντελως ουδεν ουσαν, ουτε κακον εσται ουτε αγαθον· ει δε εστι τι ον, η εκ Θεου εστιν η εξ εαυτης, η εξ ετερας αρχης, και αυτη και ο Θεος· ει δε αναγκαιον η υλη, ως συμπληρωτικον κοσμου, πως κακον η υλη; Ορος γαρ αναγκαιου, αιδιον, αληθες, ως ωφελιμον, οια εστιν η αρετη ωφελουσα. Αλλο ουν το κακον, και αλλο το αναγκαιον.
Το γαρ κακον, η κακον: Ανατρεπων τας δοζας των λεγοντων (≡14S_194≡> κακον ειναι την υλην, φησι· Πως ουν εξ υλης γενναται και τρεφεται η εκφυσις των απο γης, φυτα και ζωα; και ταυτα γαρ εξ ειδους και υλης εισι. Το ουν αυτοκακον πως γεννα και τρεφει, και ουκ ευθυς φθειρει και φθειρεται; αυτη γαρ εξις του κακου. Αλλ' ουτε, ως εφημεν ανω λεγειν τινας, εφελκεται εις κακιαν τας ψυχας η υλη δια του αλογου μερους της ψυχης, δια του σωματος μεμιγμενη τω αλογω της ψυχης· πολλοι γαρ εκρατησαν του τοιουτου μερους, ως οι αγιοι του Θεου. Επειδη δε ενιοι των Ελληνων φασι, δια τουτο τον ουρανον και τα αστρα μη φθειρεσθαι, δια το εκ του καθαρωτερου της υλης γενεσθαι, τα δε προσεχη τοις φθαρτοις σωμασιν εκ της υποσταθμης και παχυτερας υλης λεγουσι γενεσθαι, αναγκαιως καθ' υποβασιν των κτισθεντων, εσχατην ουσαν, αποβηναι τοιαυτην· διο και φθειρονται τα κατωτερα και αστατουσι, μη δυναμενα ιδρυσθαι και βεβαιως εχειν εφ' εαυτοις, ως ο ουρανος και τα αστρα. Ει ουν αναγκαιως ουτω γεγονε, πως η υλη κακον, εχουσα καθ' ημας εν εαυτη το αναγκαιον; Ουκ ουν ουδαμως η υλη κακον.
29. Η στερησις κατα δυναμιν: Η στερησις ουκ εστιν υποστασις τις, αλλα περι το εστερημονον του πεφυκοτος και επιβαλλοντος ειδους γινεται, ως και ενταυθα· μερικως γαρ της στερησεως ουσης εν τη υλη του ειδους, εσται του αγαθου τι εν αυτη, καθο και ειδους και κοσμου ερα, και δεχεται ταυτα ως αγαθα. Το δε αυτοκακον ουτε αγαθου μετουσιαν δεχεται, διο ουτε εστιν· η γαρ παντελης στερησις και αυτο το υποκειμενον σωμα φθειρει, ως μηδε νοσον ετι υπομειναι· οθεν και αδυναμον αυτην ειπεν· η δε μερικη, ως εχουσα τι του αγαθου, δυναμιν λεγεται εχειν.
Αλλα καθο ου παντελης: Ορος συντομος του κακου, οτι (≡14S_196≡> ου κατα φυσιν, αλλα κατα μερικην ελλειψιν του αγαθου εστι.
§ 30. α. Και της ολης αιτιας: Ολην αιτιαν την των ολων φησι. Το δε μερικον ειρηκεν, ινα το καθολου ανελη· παντελης γαρ ελλειψις το μη ειναι συνιστησιν.
Οιδεν ο Θεος το κακον: Και τα λεγομενα κακα οιδεν ο Θεος εσθ' οτε ως αγαθα. Κακα δε νυν φησιν, οιον πολεμους, νοσους παιδευτικας, θανατους και τα τοιαυτα· νομιζονται γαρ ημιν κακα, εισι δε δυναμεις αγαθοποιου αιτιας· και γαρ δια των ειρημενων μετανοια και επιγνωσις Θεου και ευσεβειας τοις πλειοσιν εγενετο προφασις· και εν τοις προφηταις η κακια παιδεια λεγεται. Αναγνωθι το κβ ' κεφαλαιον.
β. Παρ' αυτω αι αιτιαι: Αιτια του εν τω ασελγαινειν κακου η επιθυμια παρα λογον κινηθεισα. Αλλ' αυτη η επιθυμια δυναμις αγαθοποιος λογικοις μεν προς το δι' αυτης προς το οντως ανατεινεσθαι αγαθον, αλογοις δε προς ορεξιν των επιτηδειων της οικειας διαμονης.
γ. Ει δε το κακον αιδιον: Ταυτα κατα Μανιχαιων ελεγχος και της δοξης αυτων ανατροπη. Ει γαρ και μηπω η αιρεσις, αλλα προφυλακτικως ενεπνευσθη τα την πλανην αυτων ανατρεποντα. Ισως δε και προς τινας των εξωθεν δοξας τα τοιαυτα.
δ. Παν το κατα φυσιν: Τουτεστιν ουκ ατακτοι των φυσεων οι λογοι, επεται δε τω κατα φυσιν το ωρισμενον· ορος γαρ εστι και ο ερμηνευτικος λογος της ουσιας των πραγματων, και το τι ην ειναι δηλων, του τι ην ειναι, τω τι εστιν ισα δυναμενου. Παν ουν το κατα φυσιν εξ αιτιας ωρισμενης εστι, δι' ην αιτιαν γινεται το γενομενον. Ει ουν το κακον αναιτιον εστιν, ου γαρ (≡14S_198≡> δια τι γεγονεν, εικοτως και εν αοριστια· ου γαρ εστι αυτου λογος, το τι ην ειναι ερμηνευων, εξ αναγκης, ουδε κατα φυσιν. Ει ουν παρα φυσιν, ουχ εξει εν τη φυσει λογος, ως ουτε εν τη τεχνη η ατεχνια,
ε. Ει μεν φυσει: Ει μη κατα στερησιν μερικην του αγαθου κακυνεται ψυχη, εξωθεν της ουσιας αυτης, αλλ' αλλοτριου τινος επισυμβαινοντος, εσται της ουσιας αυτης η στερησις του αγαθου, και εσται ουσιωδες αυτη το κακον. Και πως εσται ψυχη; ουτε γαρ εσται ζωσα ου γαρ εξει ζωην· αγαθον δε ζωη. Ει δε ψυχη εστι, μετεχει του αγαθου, τουτεστι ζωης· ουσιωδες ουν εξει το αγαθον, και ου το κακον· διο και αγαθοειδης λεγεται. Ασθενεια δε τη περι τα οικεια, κατα φυσιν ενεργειν κακυνεται, ως ασθενης και ευκινητος ουσα προς τα παθη. Ασθενεια δε ψυχης ουχ ως επι σωματων παχυτης η ισχνοτης εις την ουσιαν αυτης, αλλ' επι τα υλικα και προσκαιρα ενδοσις· οθεν και πλημμελως λοιπον κινειται. Εκγονα δε ταυτης ενταυθα τα ποιηματα λεγει. Σημειωσαι δε οτι η ενεργεια της ψυχης ουκ εχει το αμεταβλητον, ως συμβαινουσα και αποσυμβαινουσα.
Ει δε ταις ενεργειαις: Ινα η ο νους εν συντομω ουτως· η φυσις της ψυχης αγαθη, επειδη εκ του αγαθου παρηχθη, και αι ενεργειαι αυτης αγαθαι· ορωμεν γαρ τους αγαθους ανδρας ενεργουντας τα οικεια· εκ παρατροπης δε και ελλειψεως του αγαθου παρεισδυνει το κακον. Ουκουν ουκ εν φυσει, ουδε ενουσιον το κακον.
§ 31. ς. Ει τω αγαθω το κακον: Τω ενι εναντια τα πολλα· ουκουν ει τω ενι και αγαθω αιτιω εναντιον τα πολλα αιτια, πολλα τω κακω· και, ει των κατα φυσιν, ως ανω εφην, λογοι και δυναμεις εισι τα ποιητικα, των παρα φυσιν ποιητικα αι πλημμελεις των κατα φυσιν εξ ασθενειας και αδυναμιας συμβαινουσαι, (≡14S_200≡> δι' ων και παρυφισταται το κακον. Ποιει δε κακα εσθ' οτε και μιξις των ανομοιων ασυμμετρος, οταν η το θερμον η το ψυχρον, η το ξηρον, η το υγρον πλεον των αλλων κρατηση· οθεν και νοσοι πολλακις. Πως δε συσταιη κακον, των γενομενων απαντων, ως εποιηθησαν, μενοντων; Ταυτα μεν γαρ εκ κινησεως βουληματι Θεου παρηχθη και ακινητα εν τοις ιδιοις οροις μενει εστωτα και πεπερασμενα εν τω Θεω, το δε τουτων εναντιον το αυτοκακον, αστατον, και περας ουκ εχον ουτε ωρισμενον, ων ουδεν εν τη δημιουργια ορωμεν. Πως ουν ενυποστατον το κακον;
ζ. Λογοι και δυναμεις: Τουτεστιν ου κατα λογον αναγκαιον τη φυσει, η τινα ουσιωδη ιδιοτητα ταυτα λογιζεσθαι χρη. Μιξιν δε των ανομοιων οιμαι νοησαι την των φυσικων δυναμεων επι τα μη προσηκοντα κινησιν, οπερ η αμετρια ποιει, μη λογω κρατουμενων των κινησεων εισω μενειν των ορων, εφ' οις και γεγονασι.
Παντων και των κακων: Οτι παντων και των κακων αρχη και τελος εστι το αγαθον, επειδη και παν ποιουντες, αγαθον ποιειν νομιζομεν, και οτι υποστασιν ουκ εχει το κακον, αλλα παρυποστασιν, του αγαθου ενεκα, και ουχ εαυτου γινομενον. Τουτο δε και ανωτερω ειρηκαμεν, οτι ου προς το κακον ορωντες τουτο πραττομεν, αλλα δοκουντες αγαθον ποιειν, ει και η εκβασις τουναντιον δεικνυσιν.
Οτι του αγαθου ενεκα: Ο ειπε και εν τω προ τουτου κεφαλαιω, 'δια το αγαθον', επειδη νομιζομεν ο ποιουμεν αγαθον.
(≡14S_202≡> § 32. Τω οντι δε ουκ ορθον: Εφιεμενοι γαρ κατα φυσιν και δυναμιν του αγαθου εκτικην, πραττομεν εσθ' οτε αγνοουντες το κακον, ο ημιν μεν νομιζεται καλον, τη δε αληθεια εστι κακον. Τι γαρ; Οτι, τιμωρουντες τω ηδικημενω, φονευομεν εσθ' οτε τον αδικησαντα μη αξιον οντα θανατου. Ουτω νοει, και ου σφαλλη.
Στερησις αρα εστι: Θαυμασιως εδειξεν ανυποστατον το κακον, στερησιν αποδειξας των εν ταξει και φυσει. Η δε στερησις ουκ αυτοϋποστασις, ως προεφημεν, αλλα το πεφυκος και επιβαλλον παρειναι μη παρον· οθεν και αμαρτιαν, τουτεστιν ατευξιαν και αποπτωσιν τινα του προσηκοντος, αυτο το της στερησεως καλει, και ασκοπον, αντι του, παρα τον σκοπον βαλλον, εκ μεταφορας των τοξευοντων· ωσπερ γαρ εκεινοι, επιτυγχανοντες του σκοπου, τουτεστι του σημειου εφ' ο τοξευουσιν, ο δη και σκοπος λεγεται, καλως προιασιν, ουτως οι εξω του σκοπου τοξευοντες αμαρτανουσι του προσηκοντος.
Και αμαρτια: Το 'αμαρτια' μη νοησης την γενομενην εν ημιν, οιον μοιχειαν, η αδικιαν, η αλλο τι τοιουτον, αλλ' ο λεγει, τοιουτον εστι. Του αγαθου και της κατα φυσιν κινησεως, ητοι ταξεως, αποτυγχανοντες, φερομεθα εις την παρα φυσιν αλογον και παντελη και ανουσιον ανυπαρξιαν· οθεν και μηδαμη μηδεν ον λεγει το κακον.
Ου παντα πασι: Θειως τας υποβασεις των εν τη δημιουργια διεσωσεν· ο μεν γαρ νους, καθ' ον ουσιωνται οι θειοι νοες και παντη αϋλοι, ανωτερος ψυχης εστιν. Ο ουν αγγελος, ο παρα τον αγαθοειδη νουν κινηθεις, δαιμων απεβη, η δε ψυχη, καθο νοερα και λογικη, ου κατα λογον ενεργουσα τον υποβεβηκοτα (≡14S_204≡> νουν τον νοητον, ουκ ενεργει τα οικεια, τα δε σωματα τα υποβεβηκοτα τον νοερον λογον παρα φυσιν ευρεθεντα, ουκ ερρωνται εις τα εαυτων.
§ 33. Πως ολως τα κακα: Ει προνοια εν πασι, ουδαμου φυσει το κακον.
Αλλα και τοις γινομενοις: Οτι και τοις γινομενοις και νομιζομενοις κακοις αγαθοπρεπως κεχρηται ο Θεος προς διορθωσιν η ωφελειαν ημων η ετερων.
Η αλλων η ιδικην: Προς τους λεγοντες, οτι εχρην ημας και ακοντας ειναι αγαθους.
Οι χρηναι φασι την προνοιαν: Σημειωσαι, πως επιπληττει τοις λεγουσι· Δια τι γαρ μη εποιησεν ημας ο Θεος ουτως, ινα, καν θελωμεν, μη αμαρτανωμεν; Τουτο γαρ ουδεν ετερον εστιν, η λεγειν· Δια τι μη ανοητα και αλογα ημας εποιησε; το γαρ εξ αναγκης ημας αγεσθαι επ' αρετην ουτε αυτοκρατορας τινας ημας εδεικνυ των καθ' εαυτους, ουτε την νοεραν ψυχην· ανελε γαρ ημων το αυτεξουσιον, και ουτε εικων Θεου εσομεθα, ουτε ψυχη λογικη και νοερα, και τω οντι φθαρησεται η φυσις, ουκ ουσα οπερ εδει αυτην ειναι. Οπερ δε φησιν, αυτοκινητων, αντι του αυτεξουσιων και αυτοκρατορων ειρησθαι νοητεον· ου γαρ των εαυτους κινουντων, οιον εμψυχων, προς αντιδιαστολην των ακινητων, ως οικων και ορων, η ετεροκινητων, ως λιθων και ξυλων. Περι γαρ αρετης διαλεγομενος τους αυτοκινητους παρελαβεν, ων φησι προσφορον την προνοιαν, οιον την δια νομου και προφητων, την δια των ευεργεσιων, ως και ο Αποστολος δηλοι, δημηγορων παρ' Αθηναιοις.
Ακοντας ημας: Καλως ανετρεψε τον λογον των λεγοντων, (≡14S_206≡> οτι εχρην ημας και ακοντας και αναγκης ειναι καλους· τουτο γαρ φθορα ην ημων της ουσιας· ανηρητο γαρ το αυτεξουσιον.
§ 34. Και αλλοιωσις: Σημειωσαι, οτι και τα ασωματα και τα αϋλα αλλοιουται, μη μενοντα εν τη του αγαθου ολοτελως ταυτοτητι· το μεν γαρ αγαθον ταυτον, ως αει εστως και βεβαιον, το δε τρεπομενον ου ταυτον.
§ 35. Εν γνωσει δε αμαρτανοντας: Ορα πως ερμηνευει το, «ουαι τοις εν γνωσει αμαρτανουσι», και το, «ο δουλος ο ειδως το θελημα του κυριου αυτου, και μη ποιων αυτο, δαρησεται πολλας».
Η της γνωσεως: Γνωσιν φησιν ισως την εκ διδασκαλιας προσγινομενην, ην και ληθη πολλακις δυναται αμαυρωσαι, ην και ανωτερω φησιν εξ ακοης εγγινεσθαι· αληστον δε την γνωσιν οιητεον την εκ φυσικης θεωριας η ελλαμψεως αδιδακτως προσγινομενην.
Αλλα ταυτα μεν ημιν: Σημειωσαι, οτι και αλλο εστιν αυτου συνταγμα περι δικαιου και θειου δικαιωτηριου· σημειωσαι δε, και οτι εικοσι και τρεις συλλογισμους εχει το κεφαλαιον τουτο, αποδεικνυντας, οτι ουκ εστιν ον το κακον.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Ε' 
 
§ 1. Ου την υπερουσιον: Εν ωνομασαν τον Θεον οι παλαι ουχ ως αριθμων αρχην, αλλα δια το παντων εξηρησθαι και (≡14S_208≡> μηδεν εχειν συναριθμουμενον των μετ' αυτον, αλλα και δια το ασυνθετον και απλουν· ου τουτο δε παριστησι, τις η ουσια του Θεου· κυριως γαρ ουσια επι Θεου ουκ αν λεγοιτο· εστι γαρ υπερουσιος.
Θεαρχικης ουσιαρχιας: Ουσιαρχιαν φησι την πασης αρχην ουσιας και αιτιαν· αυτη γαρ η θεοτης υπερ πασαν ουσιαν. Προοδον δε την θειαν ενεργειαν λεγει, ητις πασαν ουσιαν παρηγαγε.
Και γαρ η ταγαθου θεωνυμια: Πως αγαθος λεγεται ο Θεος. Ορα δε πως φησι το αγαθον, ητοι την αυτου θεωνυμιαν, εκτεινεσθαι εις τα οντα παντα και εις τα ουκ οντα ειναι· το δε εν υπερ τα οντα ειναι και υπερεκτεινεσθαι αυτο· την δε ζωην υπερ τα ζωντα ειναι, και την σοφιαν υπερ τα νοερα και λογικα και αισθητικα εκτεινεσθαι, ως ειναι δηλον, οτι το αγαθον, τουτεστιν ο Θεος, και του οντος και ζωης και σοφιας αιτιον, το δε ον, ζωης και σοφιας αιτιον, τοις ουσι νοει ακολουθως (τοις λοιποις).
Και εις τα ουκ οντα εκτεινεται: Και εις τα ουκ οντα εκτεινεται το αγαθον, ως εις το ειναι καλουν αυτα, η και κατα το ειρημενον αυτω τω πατρι, οτι και αυτο το μη ον καλον, οταν εν Θεω δια το υπερουσιον θεωρηται. Οντα δε τα ουκ οντα υλικα φησιν, ως πολλακις εδηλωσαμεν ανω· η ουτως, επειδη ου περιγραφεται τοπω ο Θεος, εικοτως φησι και υπερ τα ουκ οντα αυτον ειναι, ινα δειξη το απεριγραπτον αυτου.
Και υπερ τα ζωντα: Επισημηνασθαι χρη, πως, οταν μεν περι αγγελων φησι και ανθρωπων, τους αγγελους νοητα φησι, τας δε ημετερας ψυχας νοερας, ως πολλακις ανωτερω παρεστησαμεν και τας ερμηνειας εκθεμενοι του νοητου και νοερου. Νυν δ' επειδη περι του Θεου πρωτον φησιν, εικοτως και τους αγγελους μεθ' ημων νοερους φησιν, ατε και αυτους δια του νοειν τον Θεον, οσον οιον τε, τρεφομενους τη νοησει, τω επεστραφθαι (≡14S_210≡> επι την θειαν σοφιαν, ως και αι ανθρωπιναι ψυχαι, και τα αισθητικα δε, τουτεστι τα αλογα. Εμψυχα δε ομως παντα σοφιας μετεχουσι θειας και εν ταις φυσικαις αυτων ορμαις, ως και ο θειος Βασιλειος εν τη Εξαημερω δεικνυσι, και αυτο δε το εν σοφια γενεσθαι παντα, κατα το ειρημενον, «παντα εν σοφια εποιησας». Η δε σοφια εστιν ο Υιος ο ων· παντα ουν εν τω Υιω τω οντι εγενοντο, φησιν.
§ 2. Εκφαντορικας: Εκφαντορικας φησι τας εκφαινουσας, ητοι παριστασας.
Της υπερ πασαν αγαθοτητα: Σημειωσαι, οτι καλως λεγομεν, οτι εστιν υπερ πασαν αγαθοτητα και θεοτητα· υποβεβηκυιας ουν θεοτητας νοησον αγγελων και ανθρωπων δικαιων.
Εν αποκρυφοις: Ως το, «εθετο σκοτος αποκρυφην αυτου», και παλιν· «εν αποκρυφω καταιγιδος».
Και αισθησεως μετειληφοτων: Επειδη προ μικρου εδοξε πως υποβασιν λεγειν το αγαθον, ειπων του οντος αιτιον, και ουτω καθεξης, ινα μη οι ασυνετως αναγινωσκοντες ευρωσι μεμψεως αφορμην, φησιν· Ουκ αλλο δε ειναι το αγαθον, και αλλο το ον, και αυ παλιν, αλλο την ζωην, η την σοφιαν· εν γαρ ειναι των απαντων αιτιον, και ου πολλα, και μιαν εικοτως θεοτητα παντα παραγουσαν, την αγιαν και μακαριαν Τριαδα, και μη πολλας θεοτητας δημιουργους· τουτο δε ου περιττως ειπεν, αλλα καθαπτομενος των παρ' Ελλησι σοφων και των απο Σιμωνος αιρετικων, οι κοσμοποιους φασι θεους, καθοσον υποβεβηκασι, τοσουτον και τα ασθενεστερα των κτισματων παραγοντας, εως και της των απαντων υποσταθμης, ως φασι, τουτεστι της υλης.
(≡14S_212≡> Και την μεν ειναι: Την του αγαθου επωνυμιαν παντελους προνοιας δεκτικην ειναι φησι, τας δε λοιπας, μερικας, οιον ζωην και σοφιαν και λογον· και παντα μεν γαρ τα οντα δι' αγαθοτητα Θεου παρηχθη προς υπαρξιν, και εισιν αγαθα, ητοι καλα λιαν, ου παντα δε ζωης η λογου η σοφιας μετεχουσι· διο τας τοιαυτας επωνυμιας κατα αντιδιαστολην της παντελους τεθεικεν. Ολικωτερας δε φησι τας επι πλειονων θεωρουμενας, οιον ζωην· φθανει γαρ επι φυτων και ζωων, λογικων τε και αλογων· σοφια δε και λογος μερικωτεραι επι μονων γαρ λογικων ορωνται ταυτα.
§ 3. Και της ζωης την σοφιαν: Ασαφεστερον πως εγκειμενης της ρησεως, οιμαι το λεγομενον τοιουτον τινα νουν υποφαινειν· ως τινος επαπορουντος και λεγοντος· Δια τι, του ονοματος αυτου του οντος υπερεχοντος της ζωης την προσηγοριαν, και παλιν του ονοματος της ζωης υπεραιροντος την σοφιαν, ατε και της ταξεως τουτο απαιτουσης, ως και αυτος προ βραχεως εδηλωσεν ειπων, και ον, και ζωην, και σοφιαν την ουσιοποιον και ζωοποιον και σοφοδοτιν αιτιαν των ουσιας, και ζωης, και νου, και λογου μετειληφοτων, και αισθησεως, ουκετι την ταξιν ταυτην ορωμεν εν τοις ουσι; Δεον γαρ, κατα τους ειρημενους υπο σου βαθμους, τα οντα πλεον των ζωντων και των αισθανομενων και των νοερων και λογικων, τουτεστι του νου και λογου μετειληφοτων, πλησιαζειν Θεω· ουκετι μεν ουτως, εξ εναντιου δε εστιν, οιον ουρανου και αστρων και γης και υδατος και αερος και των εξ αυτων πλησιαιτερα περι την προνοιαν του Θεου τα ζωντα, ει και την φυτικην ζωσι ζωην, οια τα φυτα και τα τοιαυτα, και των ζωντων πλησιαιτερα τα αισθητικα, τουτεστι τα αλογα· των γαρ φυτων και βοτανων τιμιωτερα εν ζωη τα αλογα, καθ' ο καν μονον αισθανωνται, των φυτων μη αισθανομενων, των δε λογικων οι νοες, τουτεστιν αι υπερκοσμιοι (≡14S_214≡> δυναμεις, ως ημων των λογικων ανωτεραι, κατα το αυλον και νοερον εγγιζουσαι μαλλον ημων τω Θεω· καιτοι εδει το εναντιον, τα οντα και μειζονων δωρεων απολαυοντα του Θεου υπερ τα αλλα ειναι, οιον τον ουρανον, τα αστρα και τα τοιαυτα, Και αυτη μεν η επαπορησις· λοιπον ουν αποκρινεται ο θειος Διονυσιος εκ του νου και του λογου και της αισθησεως καθ' υποβασιν και τα προτιμησεις ταττων· ουτως ευρησεις ματα μιαν σελιδα.
Καιτοι εδει τα των μειζονων: Μειζονας δωρεας φησι τας επι πλειονων θεωρουμενας, οιον το ον και την ζωην, αλλα τα τουτων μονον μετεχοντα ουκ εν πρωτοις και κρειττοσιν, αλλ' εν τοις ηττοσιν ορρωνται, επειδη τα μεν υπερεχοντα και τας των υφειμενων εχουσιν ιδιοτητας του ειναι, του ζην, και κατα τουτο κρειττονα, ει και δια μερικωτερων επωνυμιων σημαινονται, τα δε των ολικωτερων ου μετεχουσι της των κρειττονων ιδιοτητος, τουτεστι σοφιας και λογου και νοεροτητος, και κατα τουτο ηττονα, ως ηττονων, ηγουν ολιγωτερων δωρεων μετεχοντα, ωσπερ ουν τα ετερα, ως πλειονων, και κρειττονα και Θεω πλησιαιτερα.
Και ζωσιν υπερ τα αλλα: Οτι τα υπερκειμενα και μαλλον Θεω πλησιαζοντα λεγεται πλεον ζην των υποβεβηκοτων, οιον οι θειοι νοες υπερ ημας ζωσιν, ως μαλλον Θεω πλησιαζοντες. Παλιν ημεις ως λογικοι, των αλογων πλεον λεγομεθα ζην· παλιν τα αλογα, ως αισθησιν εχοντα, πλεον ζην των φυτων, ως αισθησιν μη εχοντων, αλλα μονην την φυτικην ζωην.
§ 4. Ο ων ολου του ειναι. Το 'ον' επι του Θεου λεγομενον, ολου συλληβδην του ειναι υπερεστι· τουτο γαρ φησιν υπερουσιον, (≡14S_216≡> αντι του υπερ το εν γενεσει ον· το γαρ ον ουσια· απο γαρ του ειναι το ονομα παρηκται της ουσιας. Ο ουν Θεος, ως και του ειναι υπερκειμενος (το γαρ ειναι εξ αιτιας τινος δηλοι εις το ειναι αχθηναι) ων, υπερουσιως νοειται· διο και αιων λεγεται ειναι των παρηγμενων υπ' αυτου αιωνων· οπερ γαρ μηδε ην, μητε εσται, αλλ’ εστι μονον, τουτο εστως εχων το ειναι, το μη μεταβαλλειν εις το εσται, μητ' αυ μεταβεβηκεναι απο του ην εις το εστι, τουτο εστιν αιων· ου γαρ μονον τα οντα παντα δει παρειναι τω παντι και ολω, αλλα και το μηδεν του ποτε μη οντος· ουδε γαρ τι προσγεγονεν αυτω, μη ον προτερον. Αυτη ουν η διαθεσις και φυσις καλοιτο αν και ειη αιων· αιων γαρ απο του αει οντος ειρηται. Ει τις ουν ουτω τον αιωνα λεγοι ζωην απειρον, τω πασαν ηδη ειναι και μηδεν αναλισκειν αυτης τω παρεληλυθεναι, μηδ' αυ μενειν, ουκ αν ειη πασα, εγγυς δε αν ειη του οριζεσθαι τι αιων. Εκεινο γουν εστιν απειρον, το μη επιλειπον· και τουτο κυριως, οτι μηδεν εαυτου αναλισκει ουτως ουν ο Θεος και αιων, και αιωνας ποιων. Αιων τοινυν εστιν ου το υποκειμενον, αλλα το εξ αυτου του υποκειμενου εκλαμπον· τα ουν νοητα και τα μη ορωμενα κατα τον Αποστολον αιωνια, αιωνιον δε ουκ αυτος εστιν ο αιων, αλλα το αιωνος μετεχον, τουτεστι της αδιαστατου και απειρου ζωης. Ως ουν και των αιωνος, τουτεστι του αει οντος μετεχοντων, καθ' ομοιοτητα αιωνων λεγομενων ποιητης ο Θεος, πεποιηκεναι τους αιωνας λεγεται, αντι του τα νοητα, αιων αυτων ων και συνοχευς, ουτω (≡14S_218≡> και χρονος ο αχρονος λεγεται, ατε και χρονων αιτιος· οπερ γαρ εν τοις νοητοις αιων, τουτο εστιν εν τοις αισθητοις χρονος. Ωσπερ ουν τα ορωμενα εικονες εισι των αορατων και νοητων, και αιωνα λεγομεν την ατρεμη εκεινην και ομου πασαν ζωην, και απειρον ηδη και ακλινη παντη και εν ενι και προεστωσαν, ουτω και τον χρονον τοτε μεν εν τω αει οντι αναπαυεσθαι, εκφανηναι δε καθ' υποβασιν, οτε και υστερον φυσιν ορατην εχρην προελθειν. Την ουν εις τα αισθητα προοδον της εις το ταυτα δημιουργειν αγαθοτητος του Θεου καλουμεν χρονον· ου γαρ η κινησις των εις μοιρας και ωρας και νυκτας και ημερας διαστασεων, τουτο χρονος, αλλ' ομωνυμον τω χρονω· ωσπερ γαρ το μετρουν και μετρουμενον ειωθαμεν ομωνυμως καλειν, ουτω και ενταυθα· οιον, εαν το υπο πηχεως μετρουμενον, ειτε εδαφος, ειτε τειχος, η ετερον, πηχυν λεγομεν. Αι γουν των αστερων φοραι, κατα το ειρημενον, «εστωσαν εις τα σημεια και εις καιρους και εις ενιαυτους», προς διορισμον και δηλωσιν ημιν εναργη παρα Θεου εγενοντο. Ο ουν και ταυτα διαταξας, αυτος αν ειη υπεραιωνιως και αχρονως ταυτα ως αιτιος.
Και ουτε ην: Οτι ουτε το ην, ουτε το εστιν, ουτε το εσται κυριως λεγεται επι Θεου· υπερ γαρ ταυτα ο Θεος. Λεγεται δε και ταυτα δια το κατα πασαν επινοιαν υπερουσιως αυτον ειναι.
Ουτε ην: Καλως ειπεν, ουτε ην· το γαρ 'ην' δηλωτικον εστι χρονου. Εστι δε ο Θεος και υπερ το ην, τουτεστιν υπερ χρονον. Ερεις ουν· Και πως κειται περι του Θεου Λογου, «εν (≡14S_220≡> αρχη ην ο Λογος»; Ιδου γαρ ενταυθα κειται το ην. Πολλακις λεγομεν, οτι αρχη και αιτια παντων ο Πατηρ δια τουτο ουν, «εν αρχη ην», φησιν, «ο Λογος», επειδη ο Υιος εν τω Πατρι εστι. Καλως ουν ειπεν, «εν αρχη ην ο Λογος»· το δε εσται σαφες εστι. Τουτο γαρ δηλοι, οτι νυν ουκ εστιν, αλλ' εσται ποτε, οπερ επι Θεου λεγειν ανοσιον και απροσφορον.
Μαλλον δε ουτε εστι: Προσυπακουστεον και ταυτα οις επιλεγεται κυριως το 'εγενετο' και τα συν αυτω κειμενα· η και ετερως νοητεον, ως υπερ πασαν του ειναι εννοιαν τε και φαντασιαν υπαρχων. Δια δε του ειπειν 'τα οντα' το ολως αυτα προς υπαρξιν αχθηναι δηλοι, το δε 'και αυτο το ειναι των οντων' προσθεις, την διαμονην αυτων εσημανε.
§ 5. Και εστιν αυτο καθ' αυτο: Ταυτα ου δει νομιζειν περι του των απαντων αιτιου λεγεσθαι, αλλα περι των εξ αυτου δημιουργικως υποσταντων νοητων τε και νοερων και αισθητων και λοιπων· καθα γαρ προειρηκαμεν, ο Θεος προ του ειναι και γαρ εστι προων· το δε ειναι οιον εμφασιν εχει τινα προϋποντος αιτιου. Προων μεν ουν λεγεται ο Θεος, και λοιπον λεγεται και ων, ως απαντων αιτιος· ειτα το ειναι τα παντα εξ αυτου. Το ουν ειναι κατ' επινοιαν εκ μετοχης υπεστη του προειναι αυτου, ουχ ως μερισθεντος του Θεου εις το ειναι και προειναι, αλλα το θελημα αυτου το παραγαγον εις το ειναι τα οντα, τουτο λεγεται ειναι προϋποσταν εν τω Θεω, και τουτου του θειου θεληματος εις το ειναι κτισιν προορισθεντος, εικοτως προ των αλλων, ων μετεχει τα οντα του Θεου, πρεσβυτερα τις αρχη η του ειναι, επινοειται αυτος ο Θεος· πρωτον γαρ εστι τι, και τοτε εστι και ζωη και σοφια. Οι γουν αορατοι και ανωτατοι νοες (≡14S_222≡> πρωτον του ειναι μετεσχον, και ουτω ζωης και σοφιας. Ωσπερ γαρ εφ' ημων πρωτη τις υπεστη υλη, αφ' ης εσμεν, ουτω και επι των ασωματων νοων, οιονει υλη, νοειται αυτο το ον εκαστου δια ζωης ειδος, και καθ' ο ουσιωται εις ζωην και σοφιαν και ομοιοτητα. Ομοιοτητα δε και ανω διεξηλθομεν και ταυτοτητα, τας αναγωγους επι Θεον δυναμεις, καθ' ας ομοιουνται αυτω προσεχεις αυτω ουσαι, και τουτων καθ' υποβασιν μετεχουσι τα μετα ταυτα πρωτον και αυτα του ειναι μετεχοντα. Αρχας δε των οντων τας πρωτας υποστασεις εν τη κτισει ουσιας νοησον, αρχας λεγομενας, ουχ οτι εξ αυτων τα οντα, ως απο στοιχειων, αλλ' οτι, καθα ειρηται, προ των μετ' αυτας εδημιουργηθησαν· οιον επι μεν των νοητων αρχη κτισεως θρονοι, και ουτω τα εξης, επι δε των αισθητων αρχη κτισεως ουρανος και γη· «εν αρχη γαρ εποιησεν ο Θεος τον ουρανον και την γην»· των γαρ αισθητων πρωτοκτιστα ταυτα. Ειτα και αλλως αι ιδεαι και τα παραδειγματα, απερ εισι νοησεις αυτοτελεις αιδιοι του αϊδιου Θεου, καθα προεφημεν, επινοουνται οιονει στοιχεια και αρχαι και υλη αϋλος και ασωματος των μετεχοντων και αυτων των ιδεων, οιον των παραχθεισων ασωματων ταξεων· η γαρ αυτοζωη και αυτοσοφια και αυτοταξις και ταλλα τα εν Θεω παραδειγματα εισιν, ων μετεχουσιν αι δημιουργιαι, ως σημειου, ητοι κεντρου, αι κατ' ευθειαν γραμμαι επι τον κυκλον φερομεναι.
Παντων ουν εικοτως: Εαυτω ταυτην την προσηγοριαν εθετο ο Θεος, ειπων, «Εγω ειμι ο ων»· διο προ των αλλων, οσα περι αυτου λεγεται, οιον ζωης και σοφιας και των τοιουτων, (≡14S_224≡> εικοτως αναγορευεται. Τω δε ειπειν 'προειναι' και 'υπερειναι', το αναρχον και παντη ακατανοητον του ειναι τον Θεον υφηγησατο, ος και τω προορισμω της οικειας αρρητου γνωσεως προϋπεστησατο το ολως ειναι τα παντα· τουτω γαρ αθροω κατα πρωτην προσβολην επιβαλλει ο νους τω ειναι, ειθ' ουτω το οπωσουν ειναι αυτα θεωρει. Το ουν απλως ειναι, ου το πως ειναι εδηλωσεν, ειπων καθ' αυτο το ειναι, ωσπερ εξης την αυτοζωην, την αυτοομοιοτητα, και τα συν αυτοις ειπων, το ολως ειναι ζωην, και απλως το ζην, ουχι δε την τοιανδε ζωην εισηγησατο, και τα αλλα δε ομοιως, τουτο πρωτον κατηγορουνται το ειναι.
Και ει βουλει των ζωντων: Ωσπερ λογω τινι επι των ποιοτητων οιονει προΰπεισιν αι αυτοποιοτητες· ειτα συμβαινουσαι ποιουσιν, ουτω και ταυτα νοει, οιον η αυτοσωματος λευκοτης, επιγενομενη σωματι, λευκαινει τουτο· ουτω και τα ειρημενα ωδε νοησον αναλογως, οτι προϋπων ο Θεος, ητοι η ζωη, ζωοι παντα τα αυτου μετεχοντα.
Τας αυτομετοχας: Μετοχας φησιν, ων τα οντα μετεχουσιν, οιον αυτο το ειναι η ζωη, η σοφια, η ταξις, και τα λοιπα, αιτινες μετοχαι θειαι τυγχανουσι δωρεαι, ας και αρχας των οντων εκαλεσε.
§ 6. Και εστιν εξ αυτης και εν αυτη: Ουτω νοητεον· η αυτοϋπεραγαθοτης, νους ουσα, και ολη ενεργεια, εις εαυτην εστραμμενη, ενεργεια εστιν, ου δυναμει, προτερον ουσα αφροσυνη, ειτα νους ενεργεια γινομενη· οθεν και εστι νους μονον καθαρος, ουκ επεισακτον εχων το φρονειν, αλλα παρ' εαυτου παντως νοει. Ει γαρ η μεν ουσια αυτου αλλη εστιν, α δε νοει ετερα αυτου, αυτος ανοητος εσται, ηγουν η ουσια αυτου· ει τι δε (≡14S_226≡> εχει, παρ' εαυτου εχει, ου παρ' αλλου· ει δε παρ' εαυτου και εξ αυτου νοει, αυτος εστιν α νοει. Ουκουν νους ων, οντως νοει, τα οντα ως ων. Ει ουν νοων εαυτον τα οντα νοει, αυτος εστι τα οντα· η γαρ ετερωθι οντα αυτα νοησει, η εν εαυτω, ως αυτου οντα· αλλαχου μεν οντα ουν ου δυνατον νοησαι· που γαρ οντα εν αισθητοις; τα γαρ αισθητα ουκ εισιν οντα, ατε τρεπτα οντα, και γινομενα, και απολλυμενα. Εαυτον ουν αρα και εν εαυτω νοει. Επειδη δε και ποιητης των οντων εστιν ο Θεος, εν τω μηπω οντι νοησει αυτα, αλλ’ αυτος αρχετυπος εστι τουτου του παντος· και α νοει, ου τυπους λαμβανων αφ' ετερων, αυτος ων των οντων παραδειγμα· ωστε ουτε αυτος εν τοπω, ουτε τα εν αυτω ως εν τοπω, αλλ’ εχει αυτα ως εαυτον εχων και ενων αυτοις, παντων μεν ομου οντων, και εν αμερει οντων εν αυτω, διακεκριμενων δε, εν τω αμερει αμερως. Αι τοινυν νοησεις αυτου εισι τα οντα, τα δε οντα εισι τα ειδη. Νοησεις δε ουχ ουτως ακουστεον, οτι, επειδη τοδε ενοησεν, εγενετο τοδε, η εστι τοδε· ταυτης γαρ της νοησεως προηγεισθαι δει νοουμενον τι, ινα αυτο νοησας ποιηση· αλλα νοει τα οντα, ατε εαυτον νοων και τοις ενουσι συναπτομενος· αυτη γαρ αυτω η νοησις γενεσις εστι τοις ουσι. Το ουν ενον εν αυτοις, τουτο εστι το ειδος, και τουτο εστιν η ιδεα· αυτος δε, νους ων ολος, ολος εστιν επιστημη, τα δε εξ αυτου και εν αυτω νοες εοικοτες θεωρημασι της επιστημης. Εισι δε ομου πολλαι επιστημαι ουσαι, ασυγχυτοι μενουσι, και ενεργουσι εξω κατα μιαν, οταν δεη· και πασας ομου τας δυναμεις η ψυχη εν εαυτη εχει, καθ' ας προνοει του σωματος, και ομως ασυγχυτως αυτας κατα καιρον προβαλλει, την μεν φυσικην (≡14S_228≡> ενεργουσα περι το σωμα δυναμιν, καθ' ην τρεφει τουτο και αυξει και προς γενναν επιτηδειον ποιει, την δε αισθητικην ενεργει δυναμιν περι φλεβας και αρτηριας και την σαρκα και τα νευρα, καθ' ην δυναμιν των αισθητων αντιλαμβανομεθα· την δε δοξαστικην, καθ' ην κρινει τα αισθητα· αναζωγραφικην δε, καθ' ην αναπλαττει· και μνημονευτικην, καθ' ην μεμνηται· ορεκτικην δε, καθ' ην ορεγεται και κινει το ζων κατα τοπον· και εικαστικην, και θυμοειδη, και επιθυμητικην. Ταυτας γαρ εχει δυναμεις σωματι χρωμενη εν τω αλογω αυτης μερει. Μετα δε θανατον ο νους μονος εσται ενεργων, τουτων αργουσων.
Και τα οπωσουν τω ειναι: Εκ της του Θεου υπεραγαθοτητος φησιν, ητις εστιν αυτο το ειναι αυτου του Θεου, η υπαρξις των οντων και η τουτων διαμονη. Ενιαιως φησιν, ηγουν κατα απλην τινα και περιεκτικην των ολων αιτιαν και ασχετον· ουδενι γαρ λογω η νοηματι και πραγματι εχει το Θειον την προς τα οντα σχεσιν τε και κοινωνιαν, αλλ’ εστι παντη και κατα παντα υπερηρμενον, μονω τω συνεχειν και προνοεισθαι τουτων εφαπτομενον, ως αν τις ειποι. Τα δε εξης υποδειγματα πιστωτικα του λογου του ειναι παντα εκ Θεου, ως αιτιου της τουτων υπαρξεως, αλλο παρα ταυτα υπαρχοντος και εν εαυτω συνεσταναι αλλω παρα ταυτα υπαρχοντι.
Και εχει παντα αριθμον: Ο γαρ αριθμος εκ πολλων μοναδων συντιθεμενων εις μεγεθος παραυξει· η ουν μονας, ως αιτια αριθμων, ενοειδως τους παντας περιειληφεν αριθμους· ουτω και το κεντρον, ητοι σημειον, τας επι τον κυκλον ευθειας περιεχει.
Και εν κεντρω: Ταυτα βεβαιωτικα του λογου υποδειγματα. Σημειωσαι, ως και απο των γραμμικων τα περι Θεου σαφηνιζει, κεντρω αυτον περεικαζων.
(≡14S_230≡> Ενοειδως ηνωμενας: Το ενοειδως ενταυθα τεθεικεν αντι του απλως και ομοιως· ου γαρ ετεροιως.
Αλλα και εν τη ολη των ολων: Προδηλον οτι εν τω ολω τα μερη· ουκουν οι εν τοις καθ' εκαστον των οντων φυσικως θεωρουμενοι των ενυπαρχουσων αυτοις δυναμεων η κινησεων λογοι εν τη καθολου λαμβανομενη φυσει θεωρουνται, φησιν· οιον οι της εξω φιλοσοφιας παντα τα καθ' εαυτων υπαρχοντα και εν αλλοις θεωρουμενα, α εμψυχα τε και αψυχα φαμεν· ταυτα παντα υπο μιαν κατηγοριαν ηγαγον, ειποντες ουσιαν· εν τη τοιαυτη φωνη περιλαμβανονται και τα της καθ' εκαστον ουσιας ιδιωματα, και οι λογοι ασυγχυτοι μενοντες· ετερος γαρ των εμψυχων, και αλλος των αψυχων ο λογος· ωσαυτως και των αισθητικων, τουτεστι λογικων τε και αλογων, καιτοι κατα τον της ουσιας, ητοι του απλως ειναι, συνηνωμενοι λογον, Το δε εν ψυχη μονοειδως ειρηκε, σημαινων μιαν ειναι την εκ ψυχης ενδιδομενην ολω τω σωματι ζωτικην δυναμιν, ποικιλως ενεργουσαν εν τοις μελεσιν.
§ 7. Αρχη γαρ εστι των οντων: Ει αιτιον εστι το δι' ο γινεται το γινομενον, εικοτως εν τω παντων αιτιω παντα προϋφεστηκεν, ως εν ιδεα και παραδειγματι, καθα προεφημεν ομου και ενοειδως, και τα εναντια, ως εν τω Θεω ειρηται επιθεωρουμενα. Πως δε και ηνωμενως και εναντια, ουτω νοησεις· το κοσμηθεν εχει το ειδος μεμερισμενον, ως εν τω κοσμω, αλλαχου τα αστρα, και αλλαχου τον ανθρωπον· και αυθις αλλη το πυρ, και αλλη το υδωρ. Εναντια γαρ οντα, εαν ομου γενωνται, συμφθειρονται· εν δε ταις νοησεσι του Θεου και παντα ομου ησαν οντα και ασυγχυτως, και ουκ εν τοπω· ου γαρ σωματα εισιν, ουτε εν σωματι, αλλ' εν αϊδιοις νοησεσιν, αιτινες (≡14S_232≡> εισι παραδειγματα· οθεν και παντων αρχη ο Θεος· αρχη γαρ εστι παν το προϋφεστως του γινομενου, και προς τοις αλλοις, και ταξις εστι των ως τεταγμενων· ταξις δε εστιν εργασια ομοιοτητος προς αλληλα παντων των οντων, και συμμετρια γινομενη αιτια κοινωνιας των προς αλληλα παντος του οντος, αλλα και πασα στασις και πασα κινησις εστι των οντων ο Θεος. Διαφορως δε ταυτας νοητεον· και επι μεν των νοητων και των νοερων η φυσις, αρχη ουσα κινησεως και στασεως, ητοι ηρεμιας, ταυτον γαρ εστι, ενεργειαν δηλοι· η τε γαρ κινησις η εις διακονιας θειας και διδασκαλιας των υποβεβηκοτων ενεργεια εστι ζωτικη, η τε ηρεμια και στασις αιωνιος ουσα και ατρεπτος, τα οικεια ενεργειν δηλοι τους νοας και των θειων εμφορεισθαι. Επι δε των αισθητων η φυσις αρχη ουσα κινησεως και στασεως, ητοι ηρεμιας, την μεν κινησιν δηλοι εις το ειναι παραγωγην, την δε στασιν, ητοι ηρεμιαν, την δια της φθορας του ειναι η παυσιν η μετεβολην. Λεγεται δε ταυτα ειναι ο Θεος, ως αιτιος αυτος υπαρχων υπερουσιως. Κινησις δε επι Θεου η εις τα εξ αυτου και δι' αυτου εν αγαθοτητι προνοητικη προοδος, στασις δε το αει ωσαυτως εχειν και ανεκφοιτητως εαυτου την ανεπιγνωστον ηρεμιαν και ατρεμη αοχλησιαν κεκτησθαι. Σημειωτεον δε, οτι τας νοητας δυναμεις αιωνιας εκαλεσεν, ως αιωνος μετεχουσας, η δε τουτο λεγουσα Γραφη εστι· «τα γαρ βλεπομενα προσκαιρα, τα δε μη βλεπομενα αιωνια». Τα δ' εν ετεροις υπαρχοντα εισιν, οιον αγιασμος, αθανασια, ευζωια· ταυτα γαρ εν νοηταις και νοεραις ουσιαις τοιαυτα εισι, κατ' επινοιαν δε λεγονται εν τοις νοητοις και ημιν, ως θεοι και κυριοι και δυνατοι ισχυϊ αγγελοι κατα μεθεξιν και ανθρωποι.
(≡14S_234≡> Πας ορος και τα αλλα: Οσα τω ειναι οντα εισι, ταυτα φησιν εν ετεροις θεωρουμενα υπαρχειν, και ου καθ' εαυτα· αι γαρ ουσιαι (ταυτα γαρ εκαλεσεν οντα), των καθ' εαυτα εισι, αστινας χαρακτηριζουσιν αθανασια, σοφια, ταξις, αρμονια, και τα συν αυτοις, απερ εν ετεροις υπαρχειν λεγονται· ωσπερ και τα κατ' αισθησιν περι τα σωματα ορωμενα, οιον χρωμα, σχημα, πηλικοτης, και τα ομοια, απερ σωματων εκτος συνιστασθαι αδυνατον. Διειλε δε αυτα ο πατηρ των κατ' επινοιαν· ταυτα δε ειναι φαμεν τα τη νοησει καταλαμβανομενα, οιον νοημα, λογον, αισθησιν, και τα τοιαυτα, ατινα τη επινοια μονη οιονει τη επενθυμησει γνωριζομεν, η και κατ' επινοιαν λεγει τα νοητα, και αισθησει υποπιπτοντα μηδαμως.
§ 8. Αι νοηται και νοεραι: Σημειωσαι δε, οτι το 'νοηται' ως προς ημας, το δε 'νοεραι ' ως προς τον Θεον νοειται.
Και το ειναι: Και το θεοειδως ειναι.
Και τα αλλα παντα: Οτι αυτος αιτιος του ειναι τα παντα, και προ του ειναι, ατε και ιδεα, ητοι παραδειγμα, ων του ειναι, ως εντευθεν δηλουται· το γαρ αυτο ειναι, ουκ αυτο εστιν ο Θεος, δια το ειναι τον Θεον, αλλα δια τον Θεον, και το ειναι εστι και λεγεται· διο εν τω Θεω εστι το ειναι ως ιδεα, ου μην ο Θεος εν τω ειναι εστι· προ γαρ του ειναι ην· ομως δια το παντων αιτιος ειναι, και παραγωγευς δεικνυται, και εξω παντων εστιν, ως αιτιος παντων, και τοις των παντων γνωρισμασι προσαγορευεται, ως τα παντα παραγαγων.
Και αυτου εστι το ειναι: Αυτου μεν, ως εξ αυτου εστι το ειναι, εν αυτω δε, τω συντηρεισθαι παρ' αυτου· ουκ αυτος δε του ειναι, ουδε εν τω ειναι συνεχομενος· υπερ γαρ το ειναι ο υπερουσιος.
(≡14S_236≡> Και ουκ αυτος εν τω ειναι: Προσυπακουστεον εν αμφοτεροις το αιτιον, τουτεστι το ειναι αυτον εχει αιτιον, και ουχι αυτος ως εκ προηγουμενης αιτιας εχει το ειναι.
Κατα πασαν των οντων επινοιαν: Η των οντων θεωρια, ην ενταυθα επινοιαν εκαλεσε, πολλη τις ουσα και ποικιλη παση επιβολη του νου, προϋπαντωσαν ευρισκει του αιτιου την εννοιαν, ηγουν του δημιουργου· το ουν πολλαπλασιαζεσθαι δηλοι, το εν τοις πολλοις τον αυτον αιτιον θεωρεισθαι.
Και το εστι και το εσται: Απερ εν τω προ αυτου απεφησε, νυν επειπων τω Θεω αναγκαιως εαυτον ερμηνευων κατα την του αιτιου εννοιαν ταυτα νοειν υποβαλλει. Το μεν ουν εγενετο και γινεται και γενησεται επι μεν των κτισματων κυριως κατηγορειται· τα μεν γαρ απαξ εγενετο, οιον ουρανος, αγγελοι, ηλιος και τα τοιαυτα, εφ' ων χωραν ουκ εχει το γινεται, γενησεται, το δε παρα του Δαυιδ λεχθεν, «ο ποιων τους αγγελους αυτου πνευματα», η κατα το συντηρεισθαι ληπτεον, καθα ειρηται, «ο Πατηρ μου εως αρτι εργαζεται», η κατα την συνηθειαν της Γραφης, ενηλλαγμενως την σημασιαν την χρονικην πολλακις προαγουσης, και αντι παρωχηκοτος μελλοντι κεχρημενης, και το εμπαλιν. Επι τουτων μεν ουν κυριως το εγενετο· γινεται δε και τα εν γενεσει και φθορα παντα και οσα κατα αντιπεριχωρησιν, οιον η νυξ, η ημερα, θερος, και εαρ, και τα τοιαυτα, γενησεται δε μονον, ατινα ουπω γεγονασιν ολως, προσδοκωνται δε, οιον η του παντος μεταστοιχειωσις και τα συν αυτη. Ως τουτων ουν απαντων αιτιος ο Θεος υμνειται· ου γαρ ειπε, 'ταυτα επ' αυτου κατηγορειται', αλλα «κυριως υμνειται». Το δε ην και τα συν αυτω κατα πασαν επινοιαν ουκ αλλω τινι η τω Θεω αρμοσει, δια το (≡14S_238≡> πασης αρχης ανωτερον επ' αυτου θεωρεισθαι το ην. Το δε 'εστι' και το 'εσται' ως παντη το αναλλοιωτον και κατα παντα αμεταβλητον εχοντος· διο και υπερουσιος λεγεται. Διο και παντα αυτου και αμα κατηγορειται. Κατα την του αιτιου εννοιαν παντα αυτου φησι του Θεου λεγεσθαι, η επ' αυτου νοεισθαι. Το γαρ κατηγορεισθαι κατα φιλοσοφους τουτο δηλοι. Αυτος δε ουδεν των παντων εστιν, ων εστιν αιτιος, δια το ειναι και υπερειναι· διο και αι αποφασεις τουτο δηλουσιν, οιον το αμορφος, το ακαλλης, και τα ομοια· το δε πανσχημος και πανειδεος το παντος ειδους και σχηματος αιτιον αυτον υπαρχειν δηλοι. Καθο και τα εξης νοητεον,
Εις το αυτο. Πως ανωτερω ειπων, ουτε ην, ουτε εστιν, ουτε εγενετο, ουτε γινεται, ουτε γενησεται, ενταυθα φησιν, επ' αυτου και το εστι, και το εσται, και το εγενετο, και το γινεται, και γενησεται κυριως υμνειται; αρα εναντιως εαυτω λεγει ο αγιος Διονυσιος; Μη γενοιτο. Ανω μεν γαρ αυτον δημιουργον ειπε πασης υπαρξεως, υποστασεως, ουσιας, φυσεως και του χρονου· εικοτως ουν επι αυτου το 'ην' εταξε και τα ετερα, ινα νοησης, οτι ουτε απο χρονου, ουτε εν χρονω, ουτε μετα χρονον ηρξατο ο Θεος, αλλ' οτι και αυτου του ειναι ανωτερος εστι. Εν αυτω, γαρ ειπε, το ειναι· ενταυθα δε, επειδη κατα πασαν επινοιαν ειπεν αυτον πολλαπλασιαζεσθαι, δικαιως ειπεν, επ' αυτου και το ην, και το εσται, και τα εξης, ινα, οιον καιρον η χρονον επινοησης, εκει τον Θεον ευρησεις, και υπερ τα οντα και προοντα, και αυτων και των οντων αιτιον και δημιουργον, και ουδεν εξ αυτων οντα, ωσπερ λεγομεν, οτι ουδεν των οντων εστι, και εν τοις πασιν εστιν.
Και ουδεν εστι των παντων: Προς το 'πανσχημος' το (≡14S_240≡> 'αμορφος', δια το υπερ ασωματιαν και υπερ αϋλιαν ειναι, ου μεμορφωμενον προς τι των οντων, προς δε το 'πανειδεος' το 'ακαλλης'. Ακαλλη δε λεγει, ως και του καλλους εξ αυτου γεγονοτος, αυτου δε και υπερ καλλους οντος. Αι δε χρησεις, «και ειδομε αυτον, και ουκ ειχεν ειδος, ουδε καλλος», και τα εξης.
Ει γαρ ο καθ' ημας ηλιος: Κατω εν τω τελει του εξης λογου, ητοι του εκτου κεφαλαιου, οπου το σημειον δεικνυσιν, οτι ουδεν αφ' εαυτου ποιει ο ηλιος, αλλ’ εκ της παντων αιτιας και αρχης, ητις εστιν ο Θεος. Καλως δε απεδειξεν εκ του ηλιου το περι Θεου νοουμενον· ωσπερ γαρ αυτος εις ων ο ηλιος, παντα τα αισθητα ζωογονει και τρεφει και αυξει και εναλλαττει, τουτεστιν απο μικρων μεγαλα ποιει, η και απο σπορου το εξ αυτου φυομενον βλαστον η δενδρον, και εν πασι τοις ορωμενοις εστι, μηδεν εξ αυτων υπαρχων, ουτω και ο Θεος και αυτου του ηλιου και παντων των αισθητων και των νοητων και των νοερων ων αιτιος, ουδεν εκ των οντων εστι, και εν τοις πασιν εστι· αυτου γαρ τα παντα μετεχει· διο και η Γραφη «δικαιοσυνης Ηλιον» αυτον ονομαζει.
Παραδειγματα: Τα παραδειγματα, ατινα και ιδεας καλουσιν, ηδη μεν και ανωτερω εδηλωσαμεν, οπως οριζονται, οτι ποιησιν αυτοτελη αϊδιον του αϊδιου Θεου την ιδεαν, ητοι το παραδειγμα, φησι· και ενταυθα μεντοι σαφηνιζει ο μεγας Διονυσιος την Γραφην, προορισμους καλων τας ιδεας, αινιττομενος τον θειον Παυλον, ος εν τη προς Ρωμαιους φησιν· «ους δε προωρισε, τουτους και εκαλεσε»· και ετερωθι· «προορισας ημας εν τω θεληματι αυτου»· θελημα γαρ και προορισμον τα παραδειγματα και τας ιδεας λεγει. Παραγει μεντοι και τον μακαριον Κλημεντα, τον Ρωμης επισκοπον, ου μεμνηται ο Αποστολος, (≡14S_242≡> ειποντα, 'εν τοις ουσιν ειναι παραδειγματα αρχηγικωτερα, οιον των προς τι'. Σαφεστερον δε ουτως εσται το λεγομενον· εστι τις δοξα γραμμη απεικαζουσα τα παντα, και της γραμμης το μεν ανω μερος τοις νοητοις αποδιδουσα, το δε κατω τοις αισθητοις. Και τουτων, τοις μεν αρχηγικωτεροις, απερ εισι τα ιδιως νοητα, το πρωτον και ανωτερον μερος, τοις δε εκ των νοητων, το μετ' εκεινο· ειθ' ουτω καθ' υποβασιν της γραμμης, τα αλλα· δειξαι γαρ θελει η τοιαυτη δοξα, μη της αξιας της αυτης ειναι τα παντα, αλλ’ εξ αλληλων ενια γενομενα, οιον τα υφειμενα ειδη, των καθολικων εν δημιουργια και αρχων, ας καθολικας αρχας αρχηγικωτερα φησι. Τον ουν ιερον Κλημεντα φησι λεγειν, ειναι και εν τοις ποιημασι παραδειγματα γενικωτερα, ητοι ιδεας των προς τι, αντι του των υποβεβηκοτων ειδων των προς τι των υπερβεβηκοτων υποδειγμα υποσταντων, οιον το ενυλον πυρ προς το αιθεριον· αλλ' ου ταυτα κυριως ιδεας φησιν ο μεγας Διονυσιος, αλλα τας νοησεις του Θεου· καν γαρ λεγηται παραδειγματα εν κτισει, αλλ’ ου προσκυτητα, ως φησι Μωϋσης. Που δε ταυτα ειπεν ο αγιος Κλημης, ουκ εδηλωσε.
Παραδειγματα δε φαμεν ειναι: Πλατων μεν τας ιδεας και τα παραδειγματα ταπεινως και αναξιως Θεου εξειληφεν, ο δε πατηρ τη μεν λεξει εχρησατο, την δε εννοιαν ευσεβως εξηγησατο. Αφοριστικα δε εφη τα θεια θεληματα και ποιητικα, το μεν, οτι μονω τω βουλεσθαι τα παντα υφιστησι και ποιει· το δε, και δια το ετεροειδη και διαφορα τα οντα γενεσθαι. Σημειωσαι ουν, οτι παραδειγματα καλει τους εν τω Θεω των οντων ουσιοποιους και ενιαιως προϋφεστωτας λογους, ητοι προορισμους.
§ 9. Προεισι μεν, ου δια κυριων: Μαλλον ο μακαριος (≡14S_244≡> Κλημης δοξη τινι κατηκολουθησε λεγουση, και εν τη γενεσει των οντων αισθητων ειναι αρχικας τινας αιτιας, οιον τα των νοητων, ητοι ασωματων αγγελων ενεργειας, ητοι εις ουσιαν παραγωγους, αιτιας αρχικας εχειν τας ιδεας, ητοι νοησεις, του Θεου· περι ας ιδεας παραδειγματικας ουσας, τα νοητα ειναι ως ενεργειας αρχικας και ευδαιμονικας και ηγεμονικας· επι δε των αισθητων, αιτιον αρχικον και ευδαιμονικον και δημιουργικον το ειδος, το επι τη υλη η ειρημενη φησι δοξα· τον γαρ λογον της εν γενεσει φυσεως, καθ' ην ειδοποιηθη τα αισθητα, τοιουτον ειδος φησιν αρκτικον. Εοικεν ουν ταχα τουτο ειρηκεναι ο μακαριος Κλημης· ουκ εστι δε κυριως ταυτα ειπειν παραδειγματα, ητοι ιδεας αρκτικας, ηγουν αρχικα αιτια· ου γαρ εξ αυτων ταυτα, αλλ' εκ των Θεου νοησεων, ος μονος προσκυνητος.
Προοδου και αγαθοτητος: Προοδον φησι το μη μονον αυτην περι την αυτης ασχολεισθαι θεωριαν, αλλα χυθηναι και οδευσαι και τα οντα υποστησασθαι.
Παντα μεν εν εαυτη: Οτι επι πασι τοις ουσιν αγαλλεσθαι φησι τον Θεον, κατα το ψαλμικον· «ευφρανθησεται Κυριος επι τοις εργοις αυτου», και εν Παροιμιαις· «Εγω ημην η προσεχαιρε». Το δε προεχει ενταυθα αντι του προωρισε και προειληφε κειται.
Πασαν διπλοην: Επειδη τινες τας ιδεας και τα παραδειγματα ενυποστατα εφησαν, τουτους επιρραπιζει νυν Ελληνας οντας, και φησιν· Ει γαρ μη απλως και ενιαιως ειεν αι ιδεαι, νοησεις υπερηπλωμεναι ουσαι του υπερηπλωμενου και υπερηνωμενου Θεου, συνθετος αν ειη ο Θεος εκ παραδειγματος και (≡14S_246≡> εαυτου, οπερ διπλοην ωνομασε, Το δε αγαλλομενη συμφωνει τω Δαβιδ· «ευφρανθησεται Κυριος», και τα εξης.
Καθαπερ και φωνη μια: Σημειωσαι το της φωνης, οτι ασωματος και μια ουσα υπο πολλων ομοιως ακουεται, και ουτε δαπαναται εκ του πληθους. Ουτω και ο Θεος υπο παντων επισης μετεχεται· τουτο γαρ εστι το 'ενικως'. Κατα αναλογιαν δε της πιστεως, και ουτε μεριζομενος δαπαναται.
§ 10. Ως του ενεκα: Ανω εν τω προ τουτου κεφαλαιω ειπομεν, τελειως ορισαντες τελικον αιτιον ειναι το ου ενεκα το γινομενον.
Και περας παντων: Τω περατι παντως η απειρια αντεπινοειται, ο δε Θεος περας παντων· ουδεν γαρ εκβαινει την αυτου προνοιαν και δυναστειαν· και απειρια δε, επει κατα την θειαν Γραφην· «και της συνεσεως αυτου ουκ εστιν αριθμος»· και παλιν· «και της βασιλειας αυτου ουκ εσται περας». Ως ουν απεριληπτος και απειρος· ταυτα γαρ υπερεξοχως εχει ο Θεος και παντα υπερβεβηκως και περας παντος περατος ων· εις αυτον γαρ τα παντα περατουνται, και απειρια εστι πασης απειριας. Καν ουν απειρια λεγηται και η υλη, ως αει μετασχηματιζομενη και αλλοτε εις αλλα ειδη μεταβαλλουσα, αλλ’ ουν πεπερασται εν τω Θεω, ει και αστατος εστι και αοριστος υπο Θεου μεταγομενη εις ειδοποιιας. Και εικοτως ο Θεος περας εστι της τοιαυτης απειριας και απειρος τοις περασι των οντων, ως και την υλην εξ ουκ οντων παραγαγων· φησι γαρ η Γραφη· «εξ αυτου και δι' αυτου και εις αυτον τα παντα».
(≡14S_248≡> Εν ενι γαρ, ως πολλακις: Αντικειται το περας τη απειρια κατα αποφασιν και καταφησιν, ως το θνητον και το αθανατον. Καλως δε το 'ως αντικειμενων'· ου γαρ κυριως ταυτα αλληλοις αντικειται, οιονει κατα την εξιν η στερησιν, αλλ', ως ειρηται, κατα αποφασιν και καταφασιν.
Παρων τοις πασι: Πανταχου γαρ παρων, και τοις καθ' εν εκαστον και τοις πασιν ομου παρεστι και ομοιως. Και εστως δε λεγεται ο Θεος, τω κατα μηδεν ολως εν αυτω μεταβολην θεωρεισθαι, κινουμενος δε, τω συνεχειν τα οντα και συντηρειν· και ταυτα δε υπερ πασαν επινοιαν· διο και επηγαγε το 'ουτε εστως', 'ουτε κινουμενος'.
Και εστως και κινουμενος: Δοκει πως εναντιον ειναι το ειρημενον, το 'εστως' και 'κινουμενος', και, 'ουτε εστως', 'ουτε κινουμενος'· πως γαρ το αυτο πραγμα και ισταται και κινειται, η ουτε ισταται ουτε κινειται; Πρωτον μεν ου δει εκ των αισθητων κατανοειν τα θεια, η τας εικονας εντευθεν λαμβανειν· ινα δε μη δοξαιμεν λυσεως απορειν, στασιν ειπομεν εν τοις εμπροσθεν την γενεσιν, κινησιν δε την αλλοιωσιν, ητοι μεταβολην. Εστιν ουν ο Θεος παντων γενεσις· αει γαρ ταυτα εις το ειναι παραγει· ωστε εστηκεν ο Θεος· κινειται δε παλιν, διοτι παντα μετασχηματιζει και αλλοιοι προς το κρειττον· δι' αυτου γαρ καλλιους γινομεθα· οθεν και περι αυτου προ μικρου φησιν ο θειος Διονυσιος, 'παντων αρχη και τελευτη των οντων'· το γαρ 'ουτε εστως', 'ουτε κινουμενος', το προς αυτου εξηγειται το μενων εφ' εαυτου, και επι παντα προϊων· μεταδιδωσι γαρ πασι τοις ουσι της οικειας ολοτητος, και ατρεπτος και αναλλοιωτος αυτος εστι κατα το ειρημενον, «Συ δε ο αυτος ει». Ουκουν και προεισι και εφ' εαυτου μενει ο Θεος.
Ουτε εν τινι των οντων: Ουκ εν τινι ειπεν· εν πασι γαρ, και (≡14S_250≡> δια το εν πασιν ασχετον· αιωνιως γαρ οντα, τας υπερκοσμιους φησιν ουσιας, δια το προ της του χρονου φυσεως γενεσθαι αυτας· χρονος γαρ απο της του ουρανου και γης ποιησεως αριθμειται.
Η των χρονικως: Ειρηται και ανωτερω, αιωνιον λεγεσθαι κυριως ουκ αυτον τον αιωνα, αλλα το αιωνος μετεχον. Το δε 'προσηκει τι' νοησον κατ' ουσιαν. Σημειωσαι δε, οτι εισι τινα των οντων αιωνια, οιον αγγελοι, και οτι ου το αιωνιον, ηδη και αναρχον. Εν δε τω εφεξης κεφαλαιω ευθυς εν αρχη, τη του αιωνιου φωνη και επι του Θεου κεχρηται.
Και τα των οντων μετρα: Μετρα των οντων εισιν οι αιωνες των νοητων και ο χρονος των αισθητων· τα γαρ νοητα, ως υπο μετρου μετρειται του αιωνος, ει και ομωνυμως τω μετρουντι αιωνι και τα μετρουμενα λεγονται· αιωνες γαρ λεγονται και οι αγγελοι· ουτω και επι των αισθητων· τα γαρ μετρουμενα τω χρονω ομωνυμως χρονοι λεγονται, ως και η κινησις των αστρων, και του ηλιου, και οι βιοι· μετρουμενοι γαρ υπο χρονου, χρονοι λεγονται.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ S' 
 
§ 1. Και συνοχικης αιτιας: Συνοχικην ωνομασεν, ως την ζωην των εν τοις ουσιν ου μονον δημιουργησασαν, αλλα και εις το διαμενειν συνεχουσαν.
Εξ αυτης και αι ψυχαι: Μετα την των αγγελων ζωην ακολουθως ταττει την των ημετερων ψυχων, ατε και λογικων ουσων αθανασιαν· μετα δε τας λογικας ψυχας, επαγει λοιπον την ζωην της αισθητικης ψυχης και της θρεπτικης, ητοι φυτικης, ητοι των αλογων, και των φυτων, ας και κατ' εσχατον απηχημα φησιν, οπερ ανω πολλακις ηρμηνευσαμεν. Αι δε ζωαι των (≡14S_252≡> αλογων και των φυτων ουκ εισι θειαι, αλλα του ενυλου πυρος τε και πνευματος. Περι τουτων ουν μονων των εσχατων, ως ειρηται, ζωων φησι το του Δαβιδ ειρησθαι· «αντανελεις το πνευμα σου και εκλειψουσι και εις τον χουν αυτων επιστρεψουσιν. Εξαποστελεις το πνευμα σου και κτισθησονται και ανακαινιεις το προσωπον της γης»· επι γαρ αισθητικης μονης ψυχης και της φυτικης ζωης ταυτα δεχεται τα θεια λογια ο μεγας, Διονυσιος· περι γαρ της των νοητων ζωης η της καθ' ημας ου νοει ταυτα· την γαρ ζωην ταυτην ουσιωδως δημιουργησας εις αθανασιαν ο Θεος, τοις νοητοις και ταις ψυχαις ημων ουκ αν αφελοι αυτων το ζην· επει ουσιαι εσονται, αλλα και περι ζωων απο γης ανανεουμενων φησιν ο Δαβιδ, ου μην περι τουτων· και περι της ζωης δε των εκουσιως αποβαντων δαιμονων, επαγει, οτι και αυτη διαμενει ανωλεθρος, του κτισαντος αυτους Θεου τουτο βουλομενου, καν αυτοι απεστησαν του Θεου· «αμεταμελητα γαρ τα χαρισματα του Θεου», του εξ αρχης ποιησαντος αυτους αθανατους· εσχατον δε απηχημα λεγει την αμυδροτεραν μετοχην της ζωης, και οιον ειπειν, ολιγως μετεχουσαν ζωτικης δυναμεως.
Ης ανταναιρουμενης: Το μεν ψαλμικον ρητον περι ανθρωπων, και της τελευταιας και κοινης αναστασεως λεγει, ην μικρω προσθεν τρανοτερον τιθησιν ο πατηρ· ενταυθα δε το ρητον παρηγαγε, τον λογον ποιουμενος περι παντων των οπωσουν ζην εχοντων, δεικνυς μη αλλως ταυτα η εκ Θεου το ζην θεωρεισθαι εν αυτοις. Το δε «ανταναιρεισθαι» αντι του 'κεχωρισθαι' τεθεικεν, ωσπερ και το «επιστρεφομενα» αντι του 'μετεχοντα'. Ασθενειν δε ταυτα προς το μετεχειν της ζωης ταυτης φησι, δια το μη οικοθεν και παρ' εαυτων εχειν την ζωην, αλλ’ (≡14S_254≡> επακτην εκ Θεου· τα γαρ οσον εφ' εαυτων, ουκ εν τω ζην θεωρουμενα, τη δε προς τον Θεον αναθεσει τουτο εχοντα, τροπον τινα αναζη, και ως αυτος φησι, παλιν ζωα γινεται.
§ 2. Την ως συμμικτοις: Θαυμασιως παντα τα δογματα μετα ορθοτητος διδασκει. Τον γαρ περι της αναστασεως τροπον νυν παραδιδους, θνητους μεν ημας αποφαινει, ατε εξ αθανατου ψυχης και θνητου σωματος οντας θνητους, την δε ζωην ουσιωδη της ψυχης ελαττονα φησι των αγγελικων ουσιων, παρ' οσον αυτην και αγγελοειδη ζωην, ου μην αγγελικην ονομαζει, ουχ ως αυτοαγγελικην, αλλα παρεμφερη· και ημας μεν μερικως φησιν ειναι τας λογικας ψυχας, ολους δε ημας τους εκ ψυχης και σωματος οντας· απαθανατιζεσθαι δε φησι τα σωματα ημων εν τη αναστασει, φασκων το περι αναστασεως δογμα απιστον δοκειν τη παλαιοτητι, αντι του 'τη ανοητω δοξη των Ελληνων', δια το παρα φυσιν ειναι της υλης το απαθανατιζεσθαι. Παλαιοτης δε λεγεται η ανοησια· ει δε και υπερ φυσιν το πραγμα της αναστασεως, οιον προς τον παροντα βιον τον δια τροφης και εκκρισεως και νοσων διεξαγομενον, αλλα προς τον Θεον, ουδεν παρα φυσιν ουδε υπερ φυσιν, επειδη αυτος εστιν ο πασης ζωης αιτιος.
Φημι και τα συζυγη σωματα: Οτι και τα σωματα ημων αθανασιας μετεχειν ο θειος βουλεται λογος, κατα τον Αποστολον· «δει γαρ το θνητον τουτο ενδυσασθαι αθανασιαν».
Υπερ φυσιν: Τουτο φησι δια το μονω Θεω κατα φυσιν ειναι το ζωουν.
Σιμωνος αντιρρητικοι λογοι: Σιμωνος φησιν αντιρρητικους ειναι λογους κατα του δογματος ημων του λεγοντος, 'το σωμα (≡14S_256≡> ημων ανιστασθαι και αθανατιζεσθαι', ως παρα φυσιν οντος του πραγματος. Οι δε ειρηκοτες κατα Σιμωνος και περι τουτων αυτον ελεγχουσιν Ειρηναιος και Ωριγενης και Ιππολυτος και Επιφανιος. Ο δε μεγας Διονυσιος θειως εκλυει το λεγομενον παρα Σιμωνος, παρα φυσιν ειναι την αναστασιν των σωματων· τω γαρ Θεω ουδενος οντος εναντιου, πως εσται τι παρα φυσιν; Το δε οιεσθαι τινα εκ φανερων και αισθητων τουτων τας αποδειξεις ποριζεσθαι κατα της ακαταληπτου και πασαν αφανους αιτιας των παντων, τουτεστι κατα του Θεου, τουτο εστι αληθως παρα φυσιν· τα γαρ δοξαστα και νοητα πως ανατρεψει το υπερ πασαν αισθησιν και νοησιν;
Τω προφανει της αισθησεως: Ου χρη, φησι, δια τα τη αισθησει ληπτα απιστειν τοις περι Θεου λογοις, ος εστιν η παντων αφανης αιτια. Κυριως γαρ τουτο εστι παρα φυσιν ειπειν, το αθετειν τα υπερ αισθησιν, δια το των αισθητων προφανες.
§ 3. Ειτε λογικην, ειτε αισθητικην, ειτε θρεπτικην: Σημειωσαι, πως διαιρει τα περι ζωης μεθεκτης· ζωης γαρ αρχην φησιν, οιον την ημετεραν ψυχην και την αισθητικην δε· αυται γαρ αρχαι εισι ζωης τοις δι' αυτων αρχομενοις εις ζωην κινεισθαι σωμασι· ζωης δε ουσιαι αι νοηται δυναμεις και αι ημετεραι ψυχαι· την γαρ ουσιαν ζωην ουσαν εχουσιν, οιον υλην τινα και υποκειμενον και αυτοειδος, ο εστι ζωης υπαρχουσαν· διο και ζωουσι τα σωματα, ως εφην, αι ψυχαι. Ο ουν Θεος, ως αιτιος και συμπληρωτικος της ζωης ημων, ως συνοχευς και διαιρετικος, ως τας διαφορας πασης ζωης διαταξας, νοητων, λογικων, αισθητικων, αυξητικων, αρχη παντων εστιν· ωστε, επειδη ανω ειπε και τον ηλιον ζωην διδοναι και τρεφειν παντα, μη νοησης, οτι αφ' εαυτου τουτο εχει, αλλ’ εκ της παντων αρχης και αιτιας.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Ζ' 
 
(≡14S_258≡> § 1. Υπερ πασαν σοφιαν: Εισι τινες των ακαιρων φιλοσοφων λεγοντες, οτι, Εαν βουλησθε τον Θεον λεγειν υπερ πασαν σοφιαν και συνεσιν, ποιειτε αυτον ασοφον και ασυνετον. Προς ους λεκτεον· Ο Θεος ημων υπερ παντα τα νοουμενα και οντα εστιν. Ειτε ουν σοφια, ειτε συνεσις, ειτε ζωη, ειτε υποστασις, ειτε υπαρξις, ειτε ουσια νοειται παρ' ημων, υπερ ταυτα παντα εστιν, ουχ ως μη μετεχων αυτων (τουτο γαρ ανοητον· ο γαρ αιτιος των γινομενων πως ου μετεχει των εξ αυτου;), αλλ’ ως των παντων εξ αυτου προελθοντων και της αυτου μετεχοντων ολοτητος· παν γαρ το μετεχομενον αρχαιοτερον εστι των εξ αυτου. Διο και ων, και αιων κυριως, και χρονος ονομαζεται, ως και τους αιωνας και τους χρονους ποιησας· ουτως ουν και επι της σοφιας και της ζωης λεκτεον, οτι και αυτων εστι δημιουργος· ει γαρ ταυτα αλλως εχειν ειπωμεν, ευρισκεται ο Θεος υστερον σοφισθεις η συνετισθεις, οπερ της αυτων εστι τολμης, ουχ ημετερον· μη γενοιτο!
Και του καθηγεμονος ηλιος: Σημειωσαι, οτι ηλιον εαυτου και του αγιου Ιεροθεου τον αποστολον Παυλον φησι. Σημειωσαι δε, πως ελαβεν ο πατηρ το ρητον του Αποστολου· ο γαρ Χρυσοστομος και οι λοιποι των Πατερων περι του σταυρου αυτο ελαβον.
Και συνηθες εστι τοις θεολογοις: Το ειρημενον εθος ειναι τοις θεολογοις αντιπαθως επι Θεου τας στερησεις εκφερειν, ουτως αν νοησαιμεν· βουλομενοι γαρ εκεινοι το φως το θειον οσον οιον τε παρισταν, οτι απροσπελαστον και ακατοπτευτον, ω μη δυναται προσβαλειν μηδεν, μητε αϋλον, μητε αισθητον, σκοτος ωνομασαν, ως το· «εθετο σκοτος αποκρυφην αυτου», (≡14S_260≡> οπερ ο θειος Αποστολος φησι, «Φως οικων απροσιτον»· ω γαρ μηδεν προσεισιν, ομοιον εστι τω μη ορωντι υπεροχικως σκοτω. Παλιν ειρηται· «εθαυμαστωθη η γνωσις σου εξ εμου, λιαν εκραταιωθη, ου δυνωμαι προς αυτην». Ωσπερ ουν η ακαταληπτος και απερινοητος ακρατως του Θεου γνωσις αγνωσια παρεικαζεται τη υπερουση πασαν εν κτιστοις γνωσιν (η γαρ περι Θεον αγνωσια των περι τα θεια σοφων ουκ εστιν αμαθια, αλλα γνωσις, σιγη γινωσκουσα, οτι εστιν αγνωστος ο Θεος), ουτως ουν και κενωσιν καλουσι του Θεου Λογου την ενανθρωπησιν, καιτοι πληρη τυγχανουσαν, μαλλον δε υπερπληρη σοφιας και δυναμεως και σωτηριας· αλλα και ασθενειαν Θεου το δια σταυρου τροπαιον ονομαζουσιν, οιον επειδη θανατω αι πονηραι και αορατοι δυναμεις του διαβολου κατελυθησαν, και αντι θανατου αναστασις νεκρων και βασιλεια ουρανων αντεισηχθη· τουτον ουν τον τροπον και μωρια Θεου, η πασαν σοφιαν και επιστημην υπεραιρουσα των ανθρωπων συνεσις του Θεου. Νοησαι δε αν τις το λεγομενον, εννοων τους απο των αιρεσεων, μεθ' ων και τους Ελληνας, οι συλλογισμοις αισθητοις αποδεικνυναι φανταζονται Θεου σαρκωσιν αδυνατον ειναι μεχρι θανατου οικονομηθεισαν. Προς ους εννοων ο θειοτατος Παυλος ιλιγγιασας ανεκραγεν· «ω βαθος πλουτου και σοφιας Θεου, ως ανεξερευνητα τα κριματα αυτου». Το ουν υπεραιρον πασης κτιστης σοφιας μεθοδον ισον αν ειη τοις ου θεοδιδακτοις μωριας λογοις. Λογοις γαρ ουκ αν εξομαλισθειη, η δι' αισθητων αποδειξεων το μυστηριον, πιστεως ου προηγουμενης.
Αντιπεπονθοτως επι Θεου: Αντιπεπονθοτως, τουτεστιν (≡14S_262≡> αντιπεριτροπην του Λογου πασχοντος· δια των τας στερησεις δηλουσων αποφασεων, η περι Θεου υπεροχη δηλουται, οπερ εν ετερω 'δυναμιν υπεροχικης αποφασεως' ειρηκε.
Το φαινομενον εν αυτη παραλογον: Και γαρ το κατα τον σταυρον παθος, και το λεγειν Θεον παθοντα σαρκι, και παραλογον δοκει και ατοπον, οπερ την οντως εδηλου αληθειαν. Σημειωσαι, πως νοει ο πατηρ το του Αποστολου ρητον· ο γαρ Χρυσοστομος και οι λοιποι των Πατερων περι του σταυρου τουτο εξελαβον.
Ενειλουμενοι. Εν αλλοις ενιλλομενοι, τουτεστιν επιστρεφομενοι, εγκαλινδουμενοι. Δεικνυσι δε δια τουτων, οτι ου δει τα θεια τοις ανθρωπινοις παραβαλλειν.
Την μεν εχει δυναμιν: Και ανωτερω ειπομεν, οτι, ο νους νοειν βουλομενος, κατεισιν εαυτου εις τας νοησεις καταβαινων· αι γαρ νοησεις κατωτεραι εισι του νοουντος, ως νοουμεναι και καταλαμβανομεναι, και σκεδασμος εικοτως και μερισμος της ενοτητος του νου αυτου· ο μεν γαρ νους απλους και αμερης, αι δε νοησεις παμπληθεις και σκεδασται, και οιον ειδη του νου· δια τουτο τα νοερα, τουτεστι τα νοουντα, ελαττονα εισι των νοητων, αντι του, των νοουμενων. Ενωσιν δε φησι του νου, καθως εν τοις εξης σαφεστερον λεγει, δι' ης προς τα επεκεινα εαυτου ανατεινεται, ηγουν τη περι Θεου προσβαλλει θεωρια, τω παντων εκστηναι των αισθητων και των νοητων, ετι δε και της οικειας κινησεως, ειθ' ουτω της θειας γνωσεως δεξασθαι την ακτινα.
Ταυτην ουν την αλογον: Ενταυθα μαλιστα τρανοι, πως μωρια του Θεου, το υπερσοφον της περι Θεου ακαταληψιας μεγεθος· φησι γαρ οτι τω αισθητω περικεκλεισμενοι, το περι αϋλιας και υπερουσιοτητος φερε ειπειν του Θεου κατεξεταζοντες (≡14S_264≡> δογμα, πλανωμεθα, εκ των αισθητων εκεινα σταθμωμενοι· οιον το περι Τριαδος της μονης προσκυνητης διεξιοντες κηρυγμα, και τρισυποστατον αμεριστον και αδιαιρετον ακουοντες τινες θεολογιαν, ευθυς ιλιγγιωσιν, εις τα σωματα προσεχοντες, και τοπου δεομενα και διαστηματων, λεγοντες, Πως οιον τε τρεις υποστασεις υφ' εαυτων ειναι, και αδιαιρετους ειναι; Και γαρ αγνοουσι μωραινειν εν τοις αισθητοις, ινα τα θεια σοφισθωσι, και τοιαυτα ετερα μυρια, προς ους ο Κυριος αποτεινεται· «ει τα επιγεια ειπον υμιν και ου πιστευετε, πως, εαν ειπω υμιν τα επουρανια πιστευσετε;»· και ο θειος Παυλος λεγει, οτι «ο ψυχικος ανθρωπος ου δεχεται τα του πνευματος· μωρια γαρ αυτω εστιν». Ωστε ουν η παρα ανθρωποις μωρια του Θεου τα πνευματικα εισιν, ατινα μεταδιωκτεον· μωραν γαρ σοφιαν ειπε, τω μηδεμιαν αυτη δυνασθαι προσβαλλειν σοφιαν· ωσπερ ουν και αλογον και ανουν, ως μη εχουσαν λογον η νουν ερμηνευτικον, ηγουν καταληπτικον αυτης.
§ 2. Εξ αυτης αι νοηται: Σημειωσαι, ως και εν αλλοις νοηται εισι και νοεραι δυναμεις· και εικοτως εν αυτοις εισιν οι αυτοι και νοητοι και νοεραι, ωσπερ αι ανω ταξεις· νοηται μεν καθ' ο εκ των υποβεβηκοτων νοουνται, νοεραι δε, καθ' ο και ανωταται εισι, και τον υπερ παντα Θεον νοειν, οσον εφικτον, ανατεινονται, ανωθεν μεν τρεφομεναι τη νοησει, τρεφουσαι δε τους υφειμενως νοουντας, Αι γαρ ημετεραι ψυχαι νοεραι μονον· νοουσαι γαρ επιστητως, οσον οιον τε, τα υπερβεβηκοτα, ουκετι εχουσι νοερον τι μετα ταυτας, ινα και νοηθωσιν· η αλογος γαρ και ανους ψυχη μεθ' ημας, αι δε νοησεις των θειων νοων ουκ (≡14S_266≡> εν διανοησεσι ταις καθ' ημας, εις ας διανοησεις κατεισιν ημων ο νους εκ των μεριστων, τουτεστι των αισθητων και διεξοδικων λογων, αντι του των ειδων και του πληθους, οπερ εστι των υλικων συλλεγουσαι τας νοησεις αΰλως, παντα εν τω απλω θεωρουσαι.
Νοηται: Το νοηται νοησον ως προς ημας, το δε νοεραι ως προς τον Θεον.
Η απο μεριστων: Ημεις εν μεριστοις τοις αισθητηριοις· αλλο γαρ ακοη, και ετερον οψις, και τα αλλα ομοιως· και απο μεριστων των κατα ταυτα αισθητων την των οντων γνωσιν αναλαμβανομεν, η εν μεριστοις μεν τοις κατα μερος νοημασι, απο μεριστων δε των μαθησεων, ητοι των νοουμενων· εσθ' οτε δε και δια λογων των διεξοδικων, τουτεστι σαφη και διηπλωμενην την εξηγησιν ποιουμενων. Αι δε νοεραι φυσεις, ακοινωνητως εις τα τοιαυτα παντα εχουσαι, ενιαια και απλη νοησει της αληθειας την γνωσιν ελλαμπονται.
Και εστιν αυταις: Τοις αγγελοις νοεραν ειναι φησι δυναμιν και ενεργειαν εκ της υπερφυους σοφιας του Θεου γενομενην· εξ αυτου γαρ οι θειοι αγγελοι κατα μετοχην την δυναμιν της νοερας ενεργειας εχουσι, καθ' ην νοουσιν εαυτους και τα οντα, και τας ιδεας εποπτικως νοουντες, ας νοησεις ωνομασε του Θεου ειναι. Επεισακτον ουν εχουσιν εξ αιτιου του Θεου την νοεραν ταυτην ενεργειαν, και νοουσι τα οντα λιαν υπεραναβεβηκοτως των ψυχων, ει γε αι μεν ψυχαι εκ των οντων αυτων νοουσι τα οντα και τοις ειδεσιν επιβαλλουσιν, οπερ διεξοδικωτερον εστι νοειν, και κυκλω περιειναι τα παντα. Οι γε μην αγγελοι κατα την ενουσαν αυτοις θεοειδειαν, ενιαιως τα πληθη της κτισεως νοουσι, και ου μεριζονται εις τον σκεδασμον της ποικιλιας των οντων, ητοι εις τα αισθητα, ως αι λογικαι ψυχαι· εκεινου δε ποσως αξιουνται αι ψυχαι, εις μιμησιν αγγελων, οτε, την νοησιν (≡14S_268≡> των πολλων εις εν συνελιττουσαι, εχουσιν ομου παντα εν αυταις ασυγχυτως διακεκριμενα· και εξωθεν μεντοι αι ψυχαι επεισακτον εχουσι το νοειν, των αγγελων εξ εαυτων και εν εαυτοις νοουντων, ατε και θεοειδων οντων. Και ταυτα μεν περι των νοητων· περι δε Θεου οπως νοει, εχεις και ωδε και ανω εν πεμπτω κεφαλαιω εγγυς του τελους· ο δε ειπομεν περι ψυχων, οτι αγγελοειδως εις εν τα πολλα συνελιξασαι νοουσι, μαλιστα εν τη αναστασει τελειως εξουσιν, οτε αυθις εν τοις εαυτων σωμασι γενομεναι, την των οντων γνωσιν τελειαν αποληψονται. Ταυτα δε η των δικαιων αναστασις τελειως εξει, κατα το ειρημενον· «και ουτως παντοτε συν Κυριω εσομεθα»· και παλιν· «νυν ως εν κατοπτρω και αινιγματι βλεπομεν, τοτε δε προσωπον προς προσωπον», την των οντων γνωσιν δηλονοτι παιδευθησομεθα.
Διεξοδικως δε και κυκλω: Ειρηται τι το διεξοδικως νοειται. Διεξοδικως τοινυν και κυκλω, τουτεστιν ουκ αθροα του νου επιβολη η ανθρωπινη ψυχη την θειαν κατακαλυπτεται γνωσιν, αλλα την αληθη των οντων κατανοησιν εκ του κατα μερος δεχομενη, καθ' ο και της αγγελικης απολειπεται θεοπτιας, περι το εν αιτιον την των ποικιλως θεωρουμενων συναγει εννοιαν και των ισαγγελων αξιουται νοησεων.
Τυχειν ουν εφιεται: Εφιεται μεν εξ αλογιας το ισοθεον ο δαιμονιος νους, ουκ οιδε δ' οπως τουτου τυχειν ενεστιν, ου φυσει παθων την αγνοιαν, αλλ' εκουσιως το παρα φυσιν αιρουμενος. Σημειωσαι δε, οτι οι δαιμονες, καθ' ο νουν εχουσιν, εκ του αγαθου τουτον κεκτηνται· αλογισαντες δε και μη βουληθεντες μειναι οπερ ησαν, εκπτωσιν σοφιας υπεμειναν.
(≡14S_270≡> Καθ' υπεροχην: Περι του, οτι τα κατα στερησιν λεγομενα επι του Θεου και τα εναντια, υπεροχικως νοουνται.
Και παντα ταλλα ενδοθεν: Μηδεις εκ τουτων προς ατοπους απαγεσθω εννοιας, ωστε λεγειν και των κακων εν εαυτω κατ' αιτιαν προεχειν τον Θεον, ηγουν αιτιον αυτων εκ τουτου ειναι συναγεσθαι· ου γαρ περι τουτων εστιν ο λογος τω πατρι· ηδη γαρ εδειξε μητε ον, μητε εν τοις ουσι το κακον, αλλα περι των εν ουσια οντων, οιον αγγελων και των λοιπων κτισματων, καθως και προειπεν, ων την γνωσιν ουκ εκ του μανθανειν αυτα, οποια τινα εισιν, εχει· τουτο γαρ εδηλωσεν ειπων· Ουκ εκ των οντων τα οντα μανθανων, και το, Ου κατ' ιδεαν εκαστοις επιβαλλων, αλλ’ ως ποιητης τουτων την ειδησιν των οικειων εργων προεχει, ειδως οπως αυτα, και εφ' οις παραξει προς γενεσιν, ων η παρατροπη και ελλειψις, ηγουν η αποτυχια και αδυναμια, το κακον εισαγει, τη στερησει του κατα φυσιν το παρα φυσιν ποιουσα· προς τουτο γαρ το του φωτος παρηγαγεν υποδειγμα· τη γαρ τουτου στερησει το σκοτος παρυφισταται, και αιτιαν εχει την απουσιαν της του φωτος φυσεως, ωσπερ και των στερησεων αι εξεις αρχηγικωτεραι τυγχανουσι, και ως αν τις ειποι, αιτιαι. Ενταυθα ουν ο πατηρ περι των υπο Θεου εις γενεσιν αχθεντων και της εκαστου τουτων φυσεως τον λογον ποιειται, α και προϋφεσταναι εν τω Θεω κατα προγνωσιν και το προωρισθαι ειρηκε.
Και ουσιαν προεχει: Οτι η γνωσις την ουσιαν προεχει και προσυνειληφεν.
Ωσπερ και το φως: Απτωτον το της παραβολης· ωσπερ γαρ ει τις υποθοιτο το φως τουτο το ορατον εννουν ειναι και λογικον, ειτα πυθοιμεθα αυτου, ει γινωσκει το σκοτος, το δε ειποι, γινωσκειν και πριν γενηται αν το σκοτος· γινωσκειν δε ου κατα τινα πειραν (πως γαρ ιδοι σκοτος το φως; ει γαρ το φως, ουκ εσται σκοτος), αλλα γινωσκειν ειποι το φως καθ' ο φως (≡14S_272≡> εστι· διο και οιδεν, οτι, εαν συστειλη το οικειον φως, ουδεις οψεται· ουτω και ο Θεος κατ' αιτιαν εν εαυτω την παντων ειδησιν εχει, ου τη πειρα ταυτην επικτησαμενος, επει ουτως ευρισκεται μεταγενεστερος ο Θεος της γνωσεως, η κατα τινα χρονον μη γινωσκων. Σημειωσαι δε το σκοτος ειναι το αιτιατον, εξ ελλειψεως του φωτος παρυφισταμενον, οπερ εστι κατα Μανιχαιων.
Του σκοτους: Οτι το σκοτος ουχ ετερωθεν, αλλ’ απο του φωτος γνωριζεται.
Και ουκ εκ των οντων: Ορα πως φησι τον Θεον ειδεναι τα οντα, ουκ εκ της παντων γνωσεως, αλλ’ εκ της ιδιας, ωσπερ το φως οιδε τα του σκοτους, ουδεν του σκοτους εχων εν εαυτω. Ταυτα δε πολλαχως εν τω πεμπτω κεφαλαιω ειρηται πως ο Θεος εαυτον γινωσκων, ητοι νοων, νοει και γινωσκει τα οντα παραδειγματικως.
Ουκ αρα ο Θεος: Εν ουδεμια γαρ διπλοη το Θειον, παντη απλουν ον, και υπερ παν απλουν.
Και γαρ και τους αγγελους: Το τους αγγελους ειδεναι τα επι γης ου δι' αισθησεως προσβαλλοντας τοις αισθητοις, ως ημεις, αλλα δια δυναμεως επαναβεβηκυιας επιβαλλων νοεισθαι, εκ διαφορων λογιων, οιον ως εν τω Τωβια, οπου ειρηται, οτι ο θειος Ραφαηλ ο αγγελος ειπε τω υιω του Τωβιου, λαβειν την χολην του ανελθοντος ιχθυος, ως αφαιρουσαν λευκωματα οφθαλμων γινομενα απο αφοδευματων στρουθιων· ου γαρ αν τις υπονοησειεν, οτι παθων εμαθε την ιατρειαν. Αλλα και ο εν τοις Κριταις αγγελος επι του Γεδεων εις την θυσιαν εκβαλων εκ της πετρας πυρ, ουκ αισθησει οιδεν, οτι το πυρ καυστικον, ως ημεις, αλλ' ανωτερω προσφορω· ουτω και τα λοιπα. Ει δε τις ειποι, Και πως του αιωνιου πυρος αισθησεται ο διαβολος (≡14S_274≡> και οι αγγελοι αυτου; Εν τω προσφορω τοπω λεχθησεται. Αλλα και εν τω Δανιηλ, εν τω κεφαλαιω του Βαλθασαρ, οιδεν ο γραφων γραμματα μη μαθων. Σημειωσαι δε, οτι ου κατ' αισθησιν τοις αγγελοις η γνωσις των αισθητων· ουδε γαρ τοις καθ' ημας αισθητηριοις κεχρηνται, αλλα νου δυναμει και φυσει.
§ 3. Επι δε τουτοις ζητησαι χρη. Συζητει πως Θεον γινωσκομεν, και φησιν ορθως, οτι Θεου μεν φυσις, οτι ποτε εστιν, ουτε τινι πωποτε των εν δημιουργια εγνωσθη, ουτε επιστητως, ουτε εποπτικως· τουτοις γαρ επιβαλλομεν τοις ασωματοις· αλλα γινωσκεται ο Θεος εκ της των κτισματων διαταξεως· ει γαρ, κατα τον θειον Αποστολον, η των δημιουργηματων καλλονη τον γενεσιουργον, τουτεστι τον των εν γενεσει ποιητην, μηνυει, εικοτως η των οντων διαταξις γνωσις εστι του διαταξαντος· τα γαρ οντα, τουτεστι τα ειδη, και αι καθ' εκαστον κτισεις, οιον αι αγγελικαι ταξεις, και τα αισθητα παντα, εικονες εισι και ομοιωματα των θειων ιδεων, ητοι παραδειγματα των εν νω, ατινα παραδειγματα αι αϊδιοι νοησεις εισι του Θεου, δι' ας και καθ' ας απαντα ην εν αυτω, ουχ ετερα οντα αυτου και παραχθεντα γεγονεν, ως και εν τη Αποκαλυψει ο θειοτατος Ιωαννης φησι τινα των πρεσβυτατων αγγελων ειπειν αυτω, οτι τα παντα ησαν και γεγονασι, τας ιδεας λεγων οτι ησαν· και τας εικονας και τα ομοιωματα των ιδεων, ητοι παραδειγματων, τα γεγονοτα παντα. Των γαρ νοητων τα νοερα εικονες, και των υπερβεβηκοτων τα υποβεβηκοτα. Κατα αφαιρεσιν ουν τουτων (≡14S_276≡> παντων (αφηρηται γαρ των οντων ο Θεος, ουδεν ων των υπ' αυτου κτισθεντων, αλλ' αφατως υπερεχων παντων) υπεροχικως γινωσκεται ο Θεος.
Εκ της αυτου φυσεως: Σημειωσαι αναγκαιον προχειρον εις ευσεβειας απολογιαν.
α. Και εικονας τινας: Ενταυθα 'θεια παραδειγματα' τους προορισμους εκληπτεον, ων εικονες τα της κτισεως αποτελεσματα. Τους δε προορισμους προθεσεις εκαλεσεν ο Αποστολος, ως εν τη προς Εφεσιους ειπων, «κατα προθεσιν των αιωνων». Εν πασι δε τοις κτισμασι δηλαδη ο Θεος γινωσκεται, ως ο τεχνιτης εν τοις τεχνητοις. Παντη δε κεχωρισται το κατ' ουσιαν των παντων· καντευθεν αγνωστος ων τοις τεχνητοις, εκ της τοιαυτης αγνωσιας γινωσκεται, ωσπερ ουν και δια της των κτισματων επιστημονικης κατανοησεως τε και γνωσεως. Ταυτα ουν επαναλαμβανων συνηψε τα επομενα εις το αυτο.
β. Επειδη και αι ιδεαι των ζωων εν τω Θεω και παντων των κατα φυσιν εισι καθολου, αλλ' ουχ ως των καθ' εκαστα ειδωλα και ομοιωματα εισι των εκει τα ενταυθα· παντα γαρ τα ωδε ειδωλα των εκει· η γαρ ψυχη και αυτη εικων και ομοιωμα της ιδεας.
γ. Και δια γνωσεως ο Θεος: Πως δια των εναντιων γινωσκεται ο Θεος, και δια των θεσεων και των αφαιρεσεων, δηλοι επεξιων αυτα. Ει γαρ και ανω εν τω πρωτω κεφαλαιω ειπε, μηδεν ειναι της ουσιας του Θεου παραστατικον, μη νοησιν, μη επαφην, μη φαντασιαν, μη δοξαν, μηδ' οσα εφη εκει και ενταυθα, ατινα και ηρμηνευσαμεν εν εκεινοις· νυν λεγει και δια των (≡14S_278≡> εκει απηγορευμενων γινωσκεσθαι τον Θεον, ου μην την ουσιαν αυτου· και παλιν μηδεν αυτον εχειν τουτων εις καταληψιν. Ως μεν ουν αιτιος απαντων, γινωσκεται εκ των εξ αυτου, ως δε μηδεν ων των εξ αυτου, μενει αγνοουμενος υπο παντων· πως δε και δια της αγνωσιας γινωσκεται, και ενταυθα φησι, και ανωτερω ειρηται εν κεφαλαιω δευτερω.
Και ουτε νοειται: Δια γαρ των δεδημιουργημενων νοουμεν, εφαπτομεθα της επιστημης, εχομεν οτι Θεος εστι. Τις δε, η ποταπος, η πηλικος αυτος ο Θεος, ουτε νοουμεν, ουτε ονομαζομεν, ουτε νω η αισθησει καταλαμβανομεν. Ομοιον γαρ τουτω εστι και το· Εν πασιν εστιν ο Θεος, και εν ουδενι των παντων εστι.
Κατα την υπερ νουν ενωσιν: Σημειωσαι, οτι κατα τα προπαρατεθειμενα την ενωσιν ελαβε της υπερ νουν του Θεου θεωριας.
Αυτη γαρ εστι κατα το Λογιον: Τουτο και εκ της Σοφιας Σολομωντος εστιν, ενθα λεγεται τεχνιτις η σοφια των παντων· και εκ των Παροιμιων, ενθα ειρηται εκ της Σοφιας· «Εγω ημην αρμοζουσα παρ' αυτω»· και ο Δαβιδ· «παντα εν σοφια εποιησας».
Λογος δε ο Θεος: Περι του Θεου Λογου, και δια τι λεγεται Λογος, τι δηλουσης της τοιαυτης ονομασιας, και μιαν αιτιαν ενταυθα φησι, καθ' ην ονομαζεται Λογος, δια το τας των οντων παντων αιτιας εν εαυτω εχειν· οι γαρ λογοι φυσεως απασης εν αυτω εισιν, ως αιτιω πασης δημιουργιας· δι' αυτου γαρ τα παντα· αι τε γαρ ιδεαι και τα παραδειγματα εν αυτω, ουχ ετερα εν (≡14S_280≡> ετερω, αλλα νοησεις αιδιοι ουσαι, και λογοι ποιουντες τα παντα, τουτεστι φυσις· και η φυσις γαρ λογος, αιτιαν εχων και φυσιν, ως ουκ εικη και ματην αι φυσεις των οντων εισι. Λεγει δε αυτον Λογον, και ως και παντων χωρουντα ακωλυτως, και παντα περιιοντα, και μεχρι των εσχατων, ως εν τη προς Εβραιους· «ζων γαρ ο λογος και ενεργης», και τα εξης.
Ουτος ο Λογος εστιν: Οτι ο Θεος Λογος, η αυτο και τω οντι ουσα αληθεια, εικοτως εστι και απλη των οντων γνωσις. Τι δε εστι γνωσις, ευθυς επισυναπτει διδασκων.
Ει γαρ η γνωσις ενωτικη: Τα περι της αληθους γνωσεως σαφηνιζων, αυτος ο Θεος Λογος Χριστος Ιησους, περι ου ο λογος, και οτι η γνωσις αληθως ενωτικη εστι των εγνωκοτων και των εγνωσμενων, φησι· «καγω γινωσκω τα εμα προβατα, και γινωσκομαι υπο των εμων· καθως γινωσκει με ο Πατηρ, καγω γινωσκω τον Πατερα». Ωσπερ γαρ η γνωσις γνουσα εκεινο ο γνωναι ηθελησεν, ενουται τω γνωσθεντι, ουκετι αμφιβολιαν εχουσα περι αυτου, ουδε δια την αμφιβολιαν σχιζομενη εις ετερας εννοιας και αστατουσα, και αγνοια δια τουτο γενομενη, δια το μη πεισθηναι οτι εγνω, ουτως οι πιστοι τη γνωσει ενωθεντες τω γνωσθεντι Χριστω, ος εστιν ο Θεος Λογος, και την πιστιν εις αυτον ερεισαντες, μονιμωτατην και ασαλευτον των εγνωσμενων την πιστιν εχοντες, οτι Θεον εγνωσαν και υπο Θεου εγνωσθησαν, εξεστηκασι μεν της αγνοιας, ην ειπομεν διαιρειν και σχιζειν και διασαλευειν εις αλλοτε αλλας αμφιβολιας, ως μη γνουσαν ο δει γνωναι, εφεστηκασι δε τη βεβαιοτητι, τη πιστει πληροφορηθεντες, οτι εγνωσαν και ηνωθησαν δια (≡14S_282≡> τουτο τω γνωσθεντι. Ο μεν ουν εν τω σκοτω της αγνοιας, κατα τον Αποστολον, ων, υπο της πλανης αυτης σαλευομενος, περιφερεται παντι ανεμω της κυβειας των ανθρωπων, ωσπερ οι εν πελαγει κλυδωνιζομενοι (και ταυτα γαρ φησιν ο Αποστολος), και νομιζει τους γνωστικους μαινεσθαι, ως και ο Φηστος εφη τω Παυλω κηρυττοντι την θειαν γνωσιν, «μαινη, Παυλε». Ο γνωστικος και τω οντι Χριστιανος, ατε τη αληθεια γνους Χριστον και δι' αυτου την θεογνωσιαν κτησαμενος, την ενιαιαν λεγω της αληθειας γνωσιν (ενιαια δε εστιν η απλη και ασυνθετος γνωσις), εξεστηκε μεν του κοσμου, μη ων εν τη κοσμικη των απιστων γνωμη και πλανη, εαυτον δε γινωσκει νηφοντα και απηλλαγμενον της πολυπλανους απιστιας· διο και καθ' εκαστην ημεραν αποθνησκουσιν υπερ της αληθειας, ου μονον μεχρι θανατου κινδυνευοντες εκαστοτε δια την αληθειαν, αλλα και τη αγνοια τελευτωντες παντοτε, τη δε γνωσει ζωντες και Χριστιανοι μαρτυρουμενοι.
Διαιρεσεως αιτια: Διαιρεσιν ενταυθα το της γνωμης ανιδρυτον και εις πολλα μεριζομενον εφη.
Εστιας: Μονης, οικησεως.
Τη ενιαια των Χριστιανων: Ενιαιαν την καθ' ημας πιστιν ωνομασεν, ως απλην τε και απλανη την του οντος αληθως εχουσαν γνωσιν.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Η' 
 
§ 1. Και ως δυναμιν: Κατα τι λεγεται δυναμις ο Θεος.
Και την κυρειαν: Ως το, «Κυριος των δυναμεων αυτος (≡14S_284≡> εστιν ο Βασιλευς της δοξης»· παλιν· «Κυριος των δυναμεων μεθ' ημων, αντιληπτωρ ημων ο Θεος Ιακωβ.
Δυναμεων αφοριζουσα: Αφοριζουσα, τουτεστιν αποδιαστελλουσα και χωριζουσα.
§ 2. Κατα δυναμιν ακλιτον: Ακλιτον εφη, τουτεστι της οικειας ακροτητος μη υποκατιουσαν· ου γαρ κλινομενος εις δυναμιν δημιουργει, αλλ' ακινητος και ακαμπτος υπαρχων της ιδιας ισχυος παραγει τα οντα. Ταχα δε λεκτεον ακλειτον και το οιον μη κλειομενον· διο επαγει και απεριοριστον· ου γαρ κλειεται, ως αδυναμουσα εν τινι, αλλ’ αει ανεωγεν εν δυναμει του παντα ποιειν η του Θεου δυναμις.
Και την ασθενειαν δυναμοι: Ασθενειαν καλει τα υλικα ταυτα και περιγεια σωματα, ατινα και εσχατα απηχηματα φησι, καθα πολλακις ανωτερω εφημεν, δια το αμυδρως και κατα την οικειαν επιτηδειοτητα μετεχειν της δυναμεως του Θεου. Και περι μεν των καθ' ημας σωματων ειρηται, «παντα ισχυω εν τω ενδυναμουντι με Χριστω», θεωρητεον δε τουτο και εν τοις λοιποις ζωοις, ως επι των εμπιδων και των μυιων και των τοιουτων, οποσον ισχυουσιν εν τοις οικειοις κεντροις, τα ουτως ασθενη και εξουθενημενα ζωα, ενδυναμωθεντα παρα του ποιησαντος Θεου· οθεν και εν Ιωηλ τω θειω προφητη φησιν ο Θεος περι ακριδος και βρουχου και καμπης, «η δυναμις μου η μεγαλη», και πως αχρι τουτων το απειροδυναμον του Θεου φθανει, φησιν εικονας θαυμαστας και αληθεστατας. Αλλα και εν τοις αψυχοις το αυτο ευρησεις, εν ποαις και βοταναις και μεταλλοις θεωρων δυναμεις βλαπτικας και ωφελιμους· και ευθρυπτα (≡14S_286≡> τα πλειω, και αλλα ισχυρα και ανενδοτα, ως τον αδαμαντα. Αλλως. Ασθενειαν δυναμουμενην εν τουτοις τα ασθενεστατα των ζωων φησι, ταυτην εχοντα του οντως ειναι την δυναμιν, η ασθενειαν οιητεον την αψυχον και παντη ακινητον φυσιν, ητις την ουσιωδη, τουτεστι την του ολως ειναι δυναμιν, ειληφεν εκ Θεου.
§ 3. Και αυτο δε, ει θεμις: Τουτεστιν, ουκ ην δυνατον ειναι τι ολως, μη τουτο της θειας δυναμεως υποστησαμενης.
Δυναμιν εις το ειναι εχει: Την δυναμιν ου μονον την εις το συνεσταναι ισχυν νοει, αλλα και την επιτηδειοτητα εις το τοιωσδε ειναι δυναμιν σημαινει. Διαδοσιν δε καλει δυναμεως την εις τα εξω περι τα οντα προοδον της προνοιας του Θεου και αγαθοτητος, εις το ειναι τα οντα και παραχθηναι. Και πρωτην μεν δυναμιν φησι την των οντων· ταυτα δε εισι τα νοητα και ασωματα οντα λεγομενα, ως αθανατα, τοις δε γε νοητοις και τα νοερα συγκατατακτεον, ως ψυχικας τας και λογικας νυν λεγομενας· ο γαρ λογος νους εστι, καθ' ον η ψυχη καθ' υποβασιν μετα τους αγγελους νοερα λεγεται. Ειτα και ταυτης υφειμενη δυναμις η αισθητικη, η των εμψυχων αλογων· ειτα η ζωτικη και η φυτικη, η των φυτων απαντων και βοτανων, καθ' ην φυτικην ζωην ανθουσι· μετα δε πασας η ουσιωδης δυναμις, τουτεστιν η των αψυχων, οιον των μεταλλικων και γεωδεστερων, ητις δυναμις η συνιστωσα και εις το ειναι διαρκειν ποιουσα, και την των ποιοτητων δυναμιν διδωσι θερμων η ψυχρων η των εξης κρασεων, και ητοι ωφελειν, η τοιωσδε ωφελειν. Και τας ορεκτικας δε δυναμεις, του θελειν αει τα λογικα δυνασθαι και επιθυμειν, ο χορηγων εστι Θεος, και δυναμοι προς φιλιαν τα ηνωμενα και προς κοινωνιαν, τουτεστι τα σπερματα παντων, ητοι τα στοιχεια συμμετρως προς συνοδον οδευοντα (≡14S_288≡> και προς αλληλα μιγνυμενα και πλησιαζοντα πραως, εις δυναμιν αγει του τα αισθητα ομοια γενναν. Της γουν ενωσεως ταυτης και του μιγματος των ηνωμενων εις φιλιαν, ως εφημεν, στοιχειων τρεπομενου εις διαφοραν και χωρισμον, διακρινομενα τα μερη χωριζεται εις γενεσεις και ζωων και φυτων και των εξης, και λαμβανει θεοθεν η διακρισις αυτη, ητοι ο χωρισμος, δυναμιν εις το ειναι και παραγωγην του ειναι τα κατ' ειδος γινομενα. Τας ουν συγκρισεις και διακρισεις, ενωσεις και φιλιας εφη, και ασυγχυτα και ασυμφυρτα τα ειδη διακρισιν ωνομασε. Σημειωσαι, ως και αυτην την εφεσιν εκ Θεου εχουσιν αι αγγελικαι δυναμεις.
§ 4. Και το ειναι ταυτα: Η των οντων φυσις το ειναι επιζητει ου προαιρετικως, αλλα τω αναγκαιω τε και χρησιμω της υπαρξεως και τουτο ουν φησι το ουτως ειναι, και την δυναμιν του επιζητεισθαι, ως αναγκαιον το ειναι παρα της θειας και απειροδυναμου ουσιας.
§ 5. Και ευθημοσυνας: Ευθημοσυνας φησι τας ευ εχουσας θεσεις, και ταξεις ευθετους τας ευσχημους δημιουργιας, αγγελικων δε εναδων των απλοτητων φησιν· η εναδας καλει τας των ουσιων αυτων απλοτητας και ασωματιας και αϋλιας. Σημειωσαι δε, οτι τους αστερας διαιωνιζειν λεγει.
Και ταξεις αναλλοιωτους: Αναλλοιωτους τας ουρανιας ουσιας, μη κατα το αϊδιως ειναι νοησης (αυτοι γαρ, κατα το γεγραμμενον, λειτουργικα πνευματα εισιν), αλλα περι την φυλακην των εξ αρχης αυταις υπο Θεου τεταγμενων ορων το αναλλοιωτον νοησον. 'Προοδους δε του χρονου' το μηκος τουτου και την επι το προσω φοραν λεγει, 'διακρισιν' δε την δια της (≡14S_290≡> εναλλαγης των καιρων, ητοι ωρων, σημειωσιν προς τα αυτα παλιν αποκαθισταμενην· διο και συνελιξεις εκαλεσε του χρονου την κινησιν· η 'προοδους χρονικας' φησι τας των πλανητων αστρων κινησεις, επι τινα αριθμον χρονου διερπουσας τα ιβ' των λεγομενων οικων διαστηματα· 'αποκαταστασεις' δε τας απο σημειου τινος επι το αυτο σημειον επαναδρομας· οιον ο ηλιος δι' ενιαυτου περιπολει τους ιβ' οικους απο του λεγομενου κριου επι τον αυτον κριον διερχομενος, η σεληνη δια μηνος, και οι εξης ε' ουτως· εκ γαρ τουτων οι χρονοι μετρουνται.
Και τας του πυρος δυναμεις: Του αιθεριου δηλονοτι. Φησι δε περι των τεσσαρων στοιχειων, και οτι η γη επ' ουδενος τεθεμελιωται, η δε Γραφην φησιν, «επι υδατων εθεμελιωσας».
Τας ουσιωδεις: Ισως ουσιωδη λεγονται και τα παντα αψυχα και αναισθητα, δηλονοτι απο του ειναι ουτω λεγομενα.
Και την θεωσιν: Εκθεουνται οι δικαιοι και οι αγγελοι, κατα το «Εγω ειπα· θεοι εστε».
Παντελως θεσις: Θεσιν καλει την εις το ειναι παραγωγην, αντι του, Ο μη μετεχει δυναμεως, ουδε εν δημιουργια εστι.
§ 6. Καιτοι φησιν Ελυμας ο μαγος: Δεικνυται εντευθεν του αγιου τουτου ανδρος η αρχαιοτης· α γαρ ειπεν Ελυμας ο μαγος, ος και αντεστη τω αγιω Παυλω εν Κυπρω, γινωσκει, ου αι Πραξεις των αγιων αποστολων μεμνηνται. Ομως πολλους ομοιους τω Ελυμα η Αραβια εχει, οι φασι προς ημας λεγοντας, Ιησουν Χριστον τον Θεον Λογον σαρκι παθειν υπερ ημων, αλλα μη θεοτητι, οτι, 'Ει μη δεχεσθε αυτον θεοτητι παθειν ως (≡14S_292≡> ηθελησεν, αδυναμον ποιειτε τον Θεον, φασκοντες μη δυνασθαι θεοτητι παθειν ει εθελοι'. Προς ους λεκτεον, οτι αυτο ουκ ηβουληθη ο Θεος, εχων εις τι παθοι, το παρα φυσιν γενεσθαι, ινα η θεοτης παθοι η κατα φυσιν απαθης. Ορα πως ερμηνευει το αποστολικον ρητον, «ου δυναται ο Θεος εαυτον αρνησασθαι».
Η γαρ εαυτου αρνησις: Οπερ εφην, Ελυμας ο μαγος σκωψας τον θειον Παυλον ειποντα, «μη δυνασθαι αρνησασθαι εαυτον τον Θεον», και το γε επι Παυλω αδυνατον δεικνυσθαι τον Θεον, δυναμενον α βουλεται, τουτεστιν αρνησασθαι εαυτον, φιλοσοφωτατα λυει ο μεγας Διονυσιος. Φησι γαρ, οτι ο Θεος αληθεια εστιν, η δε αληθεια ον εστι, το δε ψευδος, ως ανυποστατον, ουδε ον εστιν. Εαν ουν αρνησηται εαυτον ο Θεος, η αληθεια ψευσαμενη, μη ον γινεται. Και πως οιον τε τουτο συμβηναι; Το ουν 'μη δυνασθαι', επι Θεου ταττομενον, αφατου δυναμεως εστι σημειον. Ομοιον γαρ εστιν ειπειν, οτι δυναται ο Θεος εαυτον ποιησαι μη ειναι Θεον, αλλα χωρησαι εις ανυπαρξιαν, ο μετα του αδυνατου και το βλασφημον εχει. Πως τοινυν λεχθησεται, ο ων εσται μη ων; Ου δυναται τοινυν ο Θεος, τουτεστιν αναχωρητον εστι μη ειναι αυτον, ηγουν ανενδεκτον μη ειναι αυτον. Ουκουν και το μη δυνασθαι τον Θεον, τουτεστι το αδυνατον ειναι τον Θεον, ου δυνατον γενεσθαι. Ωσπερ γαρ το φως, καθ' ο φως, ου δυναται σκοτος γενεσθαι, ουτω και ταυτα αδυνατα τω Θεω δια την ανυπερβλητον αληθειαν. Ουτως ουν ουκ οιδεν ο Θεος κατα στερησιν το μη ειδεναι, οιον ου πεπειραται (≡14S_294≡> ο Θεος· ο εστιν, ουκ οιδε τι εστιν αυτο το μη ειδεναι, ητοι αγνοειν τι. Κατα στερησιν δε ουκ οιδε το αγνοειν· στερησις γαρ εστιν η αγνοια, ουχ υποστασις, αλλ’ εξωθεν της ουσιας, περι ην συμβαινει η στερησις· ελλειψις γαρ εστι του οφειλοντος παρειναι. Ουκουν εστερηται ο Θεος του αγνοειν, και ουδεποτε οιδε το μη ειδεναι· ει γαρ μη κατα στερησιν ειποιμεν μη ειδεναι τον Θεον την αγνοιαν, ευρισκεται της ουσιας αυτου το μη ειδεναι, και ην αν ουσιωδης αυτου η αγνοια, και ευρισκεται ο Θεος σκοτος· η γαρ αγνοια σκοτος εστιν. Ουτως υψηλως νοησεις και το, «αδυνατον ψευσασθαι Θεον», και το, «ου δυναται ποιειν ο Υιος ουδεν αφ' εαυτου, εαν μη τι βλεπη τον Πατερα ποιουντα», οπερ ομοιον εστι τω ειπειν· Αμηχανον εστιν ετερα βουλομενου του Πατρος, ετερα βουληθηναι τον Υιον. Εν γαρ θελημα της μονης προσκυνητης Τριαδος κατα την θεοτητα· ουδε γαρ αγνοουμεν, οτι περ ο Υιος του Θεου, και Θεος, ο εις της πανυμνητου και παναχραντου Τριαδος γενομενος ανθρωπος, προσελαβεν ανθρωπινον θελημα φυσικον και αναμαρτητον.
Και το μη ειναι ουκ εστιν: Αποφασις κατα αποφασεως τιθεμενη καταφασιν ποιει. Ο ουν λεγων, οτι το μη ειναι ουκ εστιν εν Θεω, το ειναι αυτον συναγει. Ουτως ουν φησιν, 'ου δυναται μη δυνασθαι', ωσαυτως και το 'μη ειδεναι ουκ οιδεν', εξ ων συναγεται το παντως αυτον ειδεναι και δυνασθαι. Καλως δε προσεθηκεν ενταυθα το κατα στερησιν· ου γαρ υπεροχικως ταυτα λεγονται, αλλα στερητικως, το, 'ου δυναται' και 'ουκ οιδε'.
§ 7. Δικαιοσυνη δε υμνειται: Κατα τι δικαιοσυνη εστιν ο (≡14S_296≡> Θεος. Ορος δε δικαιοσυνης εστιν, αρετη διανεμητικη του κατ' αξιαν η ιδιοπραγιαν των της ψυχης μερων· η μεσοτης πλεονεξιας και μειονεξιας· η εξις απονεμητικη ισοτητος· η εξις του κοινη συμφεροντος εστοχασμενη· η επιστημη απονεμητεων, και μη, και ουδετερων.
Διαλοιδορουνται: «Περι των λαλουντων κατα του Θεου αδικιαν», ως φησιν ο ψαλμωδος. Ενταυθα ευκαιρως ειπεν, αλλοκοτα τα αυτων δεικνυς ρηματα· αυτοκινητοι γαρ οντες, τουτεστιν αυτεξουσιοι, και των ιδιων ορμων αρχοντες, δια τι, φασιν, αυτεξουσιοι γεγοναμεν· και ου μαλλον και ακοντες κωλυομεθα αμαρτανειν, αγνοουντες οτι λιθοι ετεροκινητοι βουλονται ειναι, και, γηινα σωματα εχοντες, δια τι μη εν ταυτοτητι, φασι, μενομεν, τουτεστιν ατρεπτοι, αθανατοι οντες, και χρωμενοι τοις υλικοις και προσκαιροις; Οπερ αγνοουντων εστι φυσιν αισθητων και νοητων και πολλην αλογιαν νοσουντων· το γαρ σωμα ημων υλικον και προσκαιρον και τρεπτον υπαρχον, εικοτως εδεετο των ομοιων, προσκαιρων φημι και υλικων· η δε ψυχη αϋλος και αθανατος κτισθεισα, εικοτως το αυτεξουσιον εχει δια την προς τον δημιουργον ομοιοτητα· απερ μη νοουντες εν εκατερω οι λοιδοροι μεμφονται την θειαν προνοιαν, τοσαυτην ορωντες ευταξιαν· τουτο γαρ δηλοι το, 'και ολως τα αλλων αλλοις αποδιδοασιν'.
Αυτοκινητοις: Αυτεξουσιοις.
§ 8. Αλλ' ειποι αν τις: Προς τους λεγοντας, Πως ουκ αδικος ο Θεος ο συγχωρων τους δικαιους υπο των φαυλων κακουσθαι;
(≡14S_298≡> Αλλως: Ενταυθα ζητει κεφαλαιον προτεθεν ημιν υπο ετερου· φησι γαρ· Ειποι αν τις, και τα λοιπα, λυομενος ευσεβως και θεοφιλως· λεγει γαρ δι' ην αιτιαν συγχωρει ο Θεος, δικαιος ων, αδικεισθαι τους οσιους ανδρας υπο αδικων και πλεονεκτων (πολλους γαρ ορωμεν δικαιους ζημιας υπομενοντας, η εν χρημασιν, η εν πραγμασι παρα των αδικων και πλεονεκτων), και απολογειται δεξιως. Λεγει γαρ, οτι οι οσιοι ουκ οφειλουσι τοις γηινοις και προσκαιροις προσπασχειν, επει ουκ ετι οσιοι· προτιμαν γαρ οφειλουσι τα οντως εραστα και θεια· χρηματων γαρ εφιεμενοι, ουκ ετι οσιοι. Και λελυται η ερωτησις· τουτο γαρ ο θειος Παυλος φησι, «δια τι γαρ μη μαλλον αδικεισθε», λεγων μη περι τα κοσμικα επτοησθαι. Και παλιν τον θειον ερωτα εισηγουμενος, περι ον ουτε αδικια, ουτε πλεονεξια δυναται γενεσθαι, φησι· «τις ημας χωρισει απο της αγαπης του Χριστου; θλιψις η στενοχωρια;» και τα εξης. Προσυλους δε φησι τους εμπαθεις και μονοις της γηινοις προκειμενους. 'Παρευδοκιμεισθαι' δε εστι το ηττονως ευδοκιμον φαινεσθαι.
Ταις αγγελικαις αρεταις: Οτι καλως λεγεται και επ' αγγελων αρετη, ωσπερ και επι Θεου, κατα το, «εκαλυψεν ουρανους η αρετη αυτου», και οτι αδικεισθαι τους περι τα υλικα πραγματα της θειας εστι προνοιας συνεθιζουσης αυτους των θειοτερων εφιεσθαι.
Της των υλικων προσπαθειας: Ορα πως φησιν, οτι το μη προσπασχειν τοις υλικοις πραγμασιν αρρενοτητα δηλοι, τουτεστιν ανδριαν· οι γαρ δουλευοντες κοσμικοις και σωματικοις παθεσι θηλυδριαι εικοτως προσαγορευονται. Και οτι η θεια δικαιοσυνη ου βουλεται δια τουτων ημας θελγειν και απολλυειν, (≡14S_300≡> αλλα συνεθιζει προς την τουτων περιφρονησιν, κατα το ειρημενον, «ον γαρ αγαπα Κυριος, παιδευει· μαστιγοι δε παντα υιον ον παραδεχεται». Τι ουν; Οι τον πλουτον εχοντες ουκ αγαπωνται υπο του Θεου; Ερεις, οτι πρωτον μεν ουχ ο πλουτος καθ' εαυτον κακος, αλλ' η περι τουτον προσπαθεια και η κακη χρησις· επειτα οιδεν ο Θεος τους εν ημιν ασθενεις, και βουλομενος αυτους περισωσαι εις προτροπην, και χρηματα ισως και βιου περιφανειαν διδωσιν αυτοις, ουκ αγνοων οπερ εισι· πως γαρ ο γινωσκων παντα πριν γενεσεως αυτων; Αλλ' ινα μηδεμιαν εχωμεν απολογιαν κατα τον Αποστολον, «δια τουτο αναπολογητος ει, ω ανθρωπε»· και παλιν· «εχομεν Αρχιερεα μεγαν, δυναμενον συμπαθησαι ταις ασθενειαις ημων».
Το μη θελγειν: Θελγειν εστι το δι' ηδονης απαταν· λεγεται δε και το απλως ηδυνειν.
Των αριστων: Των επιθυμητων.
Αμειλικτω στασει: Αμειλικτον στασιν φησι την ανενδοτον προς τον γαργαλισμον των γηινων ενστασιν, και το μη καμπτεσθαι προς τα υλικα δια των πειρασμων.
§ 9. Της εν τοις ολοις ιδιοπραγιας: Ιδιοπραγιαν ωνομασε την εκαστου των οντων κατα φυσιν ιδιαζουσαν κινησιν· ουδε γαρ τα αγγελων ανθρωποις πραττειν δυνατον, η τα πυρος υδατι, και το εμπαλιν.
Και ως εκ των χειρονων: Τα χειρω ενταυθα μη νοησης προς τα ποιηματα (ουδεν γαρ εν αυτοις κακον), αλλα προς την αμαρτιαν, ητις εκ της ημων προαιρεσεως κατα στερησιν αγαθου παρυπεστη. Αναρπαζει γαρ ημας ο Θεος εξ αυτης εκοντας, ει προσδραμοιμεν αυτω.
(≡14S_302≡> Και αρρεπη προς τα χειρω: Ταυτα περι των αισθητων και υπο την κτισιν οντων νομιζε λεγειν αυτον, οτι παντα εν τη οικεια ευταξια διαφυλαττει· ουδεν γαρ αυτων μετετραπη, αλλ' ουτως ως εκτισθησαν, εμειναν· τουτο δηλοι το αμεταβλητα. Αρρεπη δε προς τα χειρω, η οτι προαιρετας αυτας πεποιηκεν, η οτι ουδεν εξ αυτων της οικειας εξεστη καταστασεως, η προς τα υποδεεστερα μετηνεχθη. Ο γαρ ουρανος και η γη εμειναν, και τα εν αυτοις ωσαυτως εχοντα. Το δε την αλλοτριοπραγιαν εξοριζειν και αμεταπτωτους φυλαττειν τας εκαστου ιδιοτητας, ουτω νοησον, οτι τα στοιχεια εναντια μενουσιν αλληλοις, οιον το θερμον και ψυχρον, και υγρον και ξηρον, και εκαστον αυτων εν τη ιδια ολοτητι εναπομενει, και ου μεθισταται προς το εναντιον· ουδεποτε γαρ το πυρ υδωρ γινεται, ουδε το υδωρ πυρ. Ει δε και συνελθοιεν κατα την του δημιουργου κελευσιν, μενει εκαστον αυτων, σωζον την οικειαν ιδιοτητα.
Και τας αναλογιας: Αναλογιας φησι τας αρμοδιοτητας εκαστης φυσεως και συμμετριας.
Ουκ απο σκοπου: Τουτεστιν ουκ εξω του σκοπου της Γραφης.
Υπερειδουσα: Υποστηριζουσα.
Των λελωβημενων: Βεβλαμμενων, των λωβην και αχρειωσιν προξενουντων.
Και πασα ανισοτης: Ουχ απλως φησι την ανισοτητα εξοριζειν, αλλ' εν τοις καθ' εκαστον, τουτεστι το μη ισως και ομοιως εκαστον των γεγονοτων εν ταυτοτητι τη κατα φυσιν διαμενειν· διο και το κατα στερησιν προσεθηκεν, επει κατα το αδιαφορα ειναι τα οντα και ανισα η ανισοτης ουκ εκβαλλεται.
Της εν αυτοις εκαστοις ισοτητος: Δυο τροπους καθ' ους ανισοτης λεγεται ειδως, τους δυο τρανοι, και φησιν, οτι δικαιοσυνη κατα τουτο λεγεται ο Θεος, καθ' ο και την ισοτητα παντων (≡14S_304≡> επιμετρει, και την ανισοτητα παντων εξοριζει. Ανισοτητα δε νυν φησι την κατα στερησιν της ισοτητος συμβαινουσαν, τουτεστι την πλεονεξιαν· το γαρ ισως νεμειν εκαστοις τα κατ' αξιαν, τουτο συγκρατει παντα και σωζει. Ταυτα φησας, επιφερει και τον ετερον τροπον, καθ' ον ανισοτης λεγεται. Και γαρ οιδε τινας, τα μεν νοητα και ασωματα ειδη, και τας πρωτας των οντων αρχας, φημι δη την αθανατον δημιουργιαν, τας εναδας, τουτεστι τας απλας ουσιας, ισοτητα και ταυτοτητα ονομασαντας, τα δε αισθητα, α και μεριστα εισι και εν μεταβολη και διαφορα, και αλλοτε αλλως εχοντα, ανισοτητα και ετεροτητα καλεσαντας. Λεγει ουν, οτι, καν ταυτην την ανισοτητα νοηση τις, την των αισθητων εις ειδη διαφοραν, δι' ης αι των ζωων και των φυτων και των εξης γενεσεις υφιστανται, αλλα και ταυτης της ανισοτητος ο Θεος φυλαξ και φρουρος εστι, μη εων τα εναντια εις εν συμμιχθηναι και συνδραμοντα δια της φυρασεως εις φθοραν ελθειν. Ως γαρ παρηγαγε παντα, ουτω συντηρει αυτα, και εισιν ως εξ αρχης εγενοντο.
Την γαρ ανισοτητα: Σημειωσαι, οτι την ανισοτητα φησι και την εν τω ολω προς ολα διαφοραν των ολων, και οτι την τοιαυτην ανισοτητα η του Θεου δικαιοσυνη φρουρει. Σημειωσαι δε, οτι εστι και φυσικη ανισοτης. 
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Θ' 
 
§ 1. Τουτων των θεωνυμικων: Σοφωτατα φησι θεωνυμικων αγαλματων, εξ Ελληνων επι το αληθες μεταγων· εκεινοι γαρ οια τινας ανδριαντας εποιουν, μητε χειρας μητε ποδας εχοντας, ους Ερμας εκαλουν· εποιουν δε αυτους διακενους θυρας εχοντας, καθαπερ τοιχοπυργισκους. Εσωθεν ουν αυτων ετιθεσαν (≡14S_306≡> αγαλματα, ων εσεβον θεων, εξωθεν δε απεκλειον τους Ερμας· εφαινοντο ουν οι Ερμαι ευτελεις, εσωθεν δε τουτων θεων αυτων καλλωπισμους ειχον. Ουτως ουν κανταυθα νοησεις, τα μεν περι του οντος και αληθινου Θεου μονου εν τη Γραφη ονοματα αναξια ειναι περι Θεου λεγομενα, ως το μικρον, και το καθησθαι, και τα εξης, αναπτυσσομενα δε τα ονοματα και αξιως Θεου ερμηνευομενα, εχουσιν εσωθεν τα αγαλματα και τους θειους τυπους της περι Θεου δοξης.
Μεγας ουν ο Θεος εν τοις Λογιοις υμνειται. Ου προς αντιπαραθεσιν ο Θεος μεγας, φησιν, ετερου, ωσπερ βους μειζων προβατου, η κυαμος κεγχρου, αλλα δια το απαραθετον και οντως ακαταληπτον της θειας μεγαλειοτητος· τουτο γαρ εσημανε το 'ιδιως', ηγουν ιδιοτητα ειπων.
§ 2. Μεγας μεν ουν ο Θεος ονομαζεται: Ει και ερμηνευει των επι Θεου κατηγορουμενων τας προσηγοριας, αλλ’ αναγκη Γραφικαις μαρτυριαις ταυτας τρανωσαι. Μεγας μεν ουν ειρηται, ενθα γεγραπται, «μεγας ο Κυριος ημων, και μεγαλη η ισχυς αυτου», και οσα τοιαυτα εν τη Γραφη, το δε ειναι και μικρος, δηλουται εν τη τριτη των Βασιλειων, ενθα φησι προς Ηλιαν τον προφητην· «ιδου φωνη αυρας λεπτης, και εκει Κυριος»· δηλοι γαρ ως περιεχομενον αυτον υπο της αυρας, ο εστι λεπτοτητος και σμικροτητος, το δε 'αυτος' εχεις ενταυθα, και εν τω, «Εγω ειμι, και ουκ ηλλοιωμαι». Το δε ετερον, οτε τω Ιεζεκιηλ ωφθη ως ανθρωπος εκ πυρος και ηλεκτρου, και ετερωθι· «οι οφθαλμοι αυτου ως λαμπαδες», και τα λοιπα· ως ειδος χαλκου και κλιβανου, οπερ φησιν Ιωαννης εν Αποκαλυψει· και (≡14S_308≡> ομοιος, οτε καθ' ομοιοτητα αυτου λεγει δημιουργειν τον ανθρωπον· ανομοιος δε, εν Ησαια, οταν λεγη, «τινι με ωμοιωσατε, λεγει Κυριος», ατε ουδεν εχων ομοιον. Και εστως και ακινητος εν τω λεγειν Μωϋσει περι της πετρας, «ωδε εγω εστηκα προ του σε ειναι εκει», και τα ομοια. Καθημενος δε ενθα ο Βαρουχ φησι· «Συ καθημενος εις τον αιωνα, και ημεις απολλυμενοι εις τον αιωνα»· και παλιν· «ο καθημενος επι των χερουβιμ». Κινουμενος δε, ως οταν λεγη· «και επεβη επι χερουβιμ και επετασθη»· και παλιν· «δευτε καταβαντες, συγχεωμεν τας γλωσσας αυτων», και, «εκλινεν ουρανους και κατεβη». Και ταυτα μεν νυν, εν δε ταις κατα μερος εξηγησεσι τα δεοντα σαφηνισθησεται.
Το μεγεθος τουτο και απειρον εστιν: Επειδη παντελειον περας εχει ο Θεος και υπερτελειος ων και υπεραπειρος εστιν, ως το, «και της βασιλειας αυτου ουκ εσται περας», αλλα και υπερ παντα εστιν αριθμον· ει γαρ και λεγοιτο ο Θεος εις και εν, αλλ’ ουν υπερ το εν εστι. Κυριως μεν γαρ το 'εν' σχεσιν δηλοι προς τους εξ αυτου πολλους αριθμους και οιονει αρχη πληθους αριθμων ειναι δοκει, ομως ηξιωσεν ο Θεος και το εν εκ των εξ αυτου δεξασθαι, επειδη το εν απλουν εστι και αμερες καθ' εαυτο και ασυνθετον, αλλα και ουτως υπερηνωται, αντι του, υπερ το εν εστι· διο ειρηται, «και της συνεσεως αυτου ουκ εστιν αριθμος».
§ 3. Ουτως ουν επι Θεου το σμικρον: Παντα γαρ τα οντα, και τα λιαν μεγαλα, και τα αγαν μικρα, μετεχουσι της του μικρου μετουσιας· ουδεν γαρ των οντων διεφυγε το σμικρον εν πασιν αναφαινομενον· η οτι εκ μικρου προς το μειζον προεισι (≡14S_310≡> τα εν αυξησει, τουτο φησιν ο πατηρ, η οτι εν τω μειζονι το μικρον ενθεωρειται και ουκ εν τω μικρω το μειζον κατ' αυτο το μειζον ειναι.
Και διικνουμενον: Το υπεροξυτερον της του Θεου και επι τα ασωματα χωρησεως εντευθεν δηλουται· το γαρ διικνεισθαι αχρι μερισμου ψυχης και πνευματος ουτω γαρ εχειν δοκει· τουτο αποφαινει, οτι και αυτο το ασωματον της ψυχης ενοειδες υπο του Θεου διαιρεισθαι δυναται. Διο και τας εννοιας ο Θεος νοει, ας ο νους κινουμενος και ενεργων νοει, και της τοσαυτης ασωματιας και αδιαιρεσιας (τι γαρ μεταξυ νου και νοησεως;), ο Θεος μεσος χωρει, ως και ειρηται· «συ συνηκας τους διαλογισμους μου απο μακροθεν»· αλλα και μεταξυ της ψυχης και του πνευματος, τουτεστιν εν ω τας αισθησεις επεστηριγμενας εχομεν, δι' ου και τοις αισθητοις η ψυχη προσβαλλει, και το διανοητικον των σκεψεων εχομεν, ακωλυτως χωρει ο Θεος. Τουτο δε το πνευμα δυναμιν και οιονει δευτεραν ψυχην αισθητικην της ψυχης οι παρ' Ελλησι σοφοι καλουσιν· η ουν αισθητικη αυτη ψυχη εστιν η μεχρι μυελων και φλεβων και αρτηριων και οστεων και ολου του σωματος διηκουσα.
§ 4. Αμειωτον, αγεννητον: Σημειωσαι ποσαχως λαμβανεται του αγεννητου η σημασια, η το μηπω γενομενον, γεννησομενον δε, ως η Σαρρα ειπε το, «ουπω μεν εμοι γεγονεν», η ως ατελειωτον, ως ο εν Χαλανη πυργος· η υπο του, ως το, «Παυλος αποστολος ουκ εξ ανθρωπων»· η τοδε, ως «Ιουστος εις των δωδεκα»· η μηδαμη μηδαμως ον, ως οσα τερατευονται Ελληνες, Σκυλλαν και Χιμαιραν και τα ομοια. Ιδικως ουν και (≡14S_312≡> απολυτως το αγεννητον επι Θεου. Εις το αυτο. Ειπων αγεννητον τον Θεον, τας παλιμφημους ερμηνειας του ονοματος αποκαθαιρει, και φησιν. Ορα μη εις το γεγεννησθαι δεξη την λεξιν, ως του Θεου εχοντος τον υπερ αυτον, ινα εκ του προ αυτου γενηται τοδε, οιον δημιουργος, η αγαθος, η πνευμα, η πυρ, η τι τοιουτον· αλλα μηδε αγεννητον υπολαβης το αυτον, μηδε οντα παντελως μητε εν γενεσει, μητε ετερον τι. Πως ουν δει το αγεννητον ακουειν, φησιν εφεξης. Ταυτα δε κατα Αρειανων και Ευνομιανων ποιει, των εκ γεννητου και αγεννητου τον Θεον βλασφημησαντων.
Αλλ' ωσπερ παναγεννητον; Επειδη, ως φησιν, υπερ παν αγεννητον οντα τον Θεον, ποιει νομιζεσθαι και λεγειν αυτον εκ τουτου ειναι τινα μετα την αγιαν Τριαδα αγεννητα εν τη κτισει, φερε σαφες ποιησωμεν το σημαινομενον. Και τεως δηλος εστιν εξ αρχης ο Θειος Διονυσιος, ατε μαλιστα τοτε εν Εφεσω ακμαζοντων των φιλοσοφων, ενθα και η Ιωνικη φιλοσοφια συνειστηκει, παντα τα εκεινοις εσφαλμενως λεγομενα, επι την αληθειαν μεταγαγειν. Ηδει ουν ειναι δογμα τινων αυτων λεγοντων τα νοητα παντα και αθανατα, και νοερα γεννητα παντα και αγεννητα· γεννητα μεν, ως εξ αιτιου του Θεου υποσταντα κατα προοδον ελλαμψεως, αγεννητα δε, καθ' ο μη εν χρονω, αλλ’ αιωνιως, τουτεστιν εν τοις αιωσι προηλθον. Και γαρ εφημεν ανω τα αισθητα τον χρονον εχειν, τα δε νοητα τον αιωνα, οθεν και αιωνια λεγονται. Ως ουν εκ προοδου λαμψαντα και αγεννητα αυτα ειπον· παλιν ηδει ετερους και τονδε του ορατου ειποντας κοσμον και γεννητον και αγεννητον· και γεννητον μεν, καθ' οσον εις τονδε το παν, η εξ ενος και πολλα οδευει, οπερ εστι (≡14S_314≡> επι τας γενεσεις των κατ' ειδος ζωων και φυτων και των αλλων· η εκ των πολλων επι το εν, αντι του, οταν επι φθοραν οδευη, εις την επι τα στοιχεια αναλυσιν· αγεννητον δε αυθις τον αυτον λεγοντας κοσμον, ητοι αιδιον, καθ' οσον των κινησεων των επι γενεσιν, και των αποκαταστασεων των επι φθοραν, ουδεποτε κατ' αυτους εφισταται. Φησιν ουν ο μεγας Διονυσιος, οπως ποτ' αν λεγοιτο το αγεννητον, ειτε ως εφην, ειτε ως οι Ελληνες, μη επι του Θεου τουτο δεξη, τα μεν αλλα αιτιατως λεγεται αγεννητα, ο Θεος δε αναιτιως και απολυτως· τις γαρ αιτια Θεω παντων απαξαπλως υπερεχοντι;
Μονοειδως και ταυτοειδως: Μονοειδως μεν εφη δια το παντελως απαραβλητον της θειας φυσεως, ταυτοειδως δε δια το αναλλοιωτον και αμεταβλητον, αφοριζομενον δε το δεικνυμενον, απο του οριζειν, η το εξηρημενον και κεχωρισμενον.
Και το ταυτον: Το αει ταυτον και ωσαυτως εχον επι μονης της των ολων ποιητικης οραται αιτιας, εξ ης και τοις κτισμασι το εν ταυτοτητι διαμενειν δεδωρηται, και η των εναντιων, ηγουν ετεροιως εχοντων προς αλληλα συνταξις. Ταυτως ουν απαν, και τα μη εν ταυτοτητι φυσεως, εν τω Θεω θεωρειται· παντων γαρ των οντων ταυτως, ηγουν ομοιως, αιτιος ο Θεος.
Κατα την μιαν και ενικην: Το αει ωσαυτως και αναλλοιωτως εχειν, οπερ εστι ταυτον, ο Θεος εστι· και υφ' ετερου μεν αυτος ου περατουται, ουδ' εστι τι αυτου περας, εις αυτον δε τα παντα περατουται· και εστιν ο αυτος αει Θεος, ως μονας ων, και το αληθως ταυτον, και ορος εαυτου, και των απαντων ορος εκ παντων αφωρισμενος, και υπεραναβεβηκως μονοειδως και ταυτοειδως, τουτεστι κατα το μονας ειναι η παντων αμιγης και απλη και κατα το ταυτον, αντι του κατα το ωσαυτως εχειν· ουδεν (≡14S_316≡> γαρ διαφερει μοναδα ειπειν η μονοειδες, και ταυτον η ταυτοειδες· το γαρ αυτο σημαινει. Μεταδιδωσι και τοις εξ αυτου κτισμασι του ταυτου ο Θεος, οθεν τα παντα κατα τα αυτα και ωσαυτως, καθως και εγενοντο, εν τη συμπνοια και σωτηρια και συμπαθεια μενουσιν, ως δυνανται τουτου μετεχοντα. Ουτω και τας ετεροτητας, τουτεστι τας εξ αυτου των δημιουργηματων διαφορους προοδους, εν εαυτω σωζομενας εχει και συντεταγμενας, ομως της ταυτοτητος εαυτου εχομενος, και εις ετεροτητα μη αλλοιουμενος, μητε εις εναντιοτητα, καιτοι και εναντια εν τοις αισθητοις συνεχων.
§ 5. Επειδη πασι προνοητικως: Καθ' υπερβατον εστιν η συνταξις προς το οιητεον εχουσα την αποδοσιν, ινα η το τελος, 'οιητεον, επειδη πασι προνοητικως παρεστιν ο Θεος', και τα εξης.
Ως γαρ ει την ψυχην: Ορα πως ενεστι την ψυχην σωματικως νοησαι, και πως νοει μερη ψυχης ειναι σωματικως· καλως γαρ αυτην διαπλαττει τω λογω.
Τη αμερει: Αμερης η ψυχη ουχ απλως, αλλ’ ως προς σωμα αμερης· μερη γαρ αυτης και τας δυναμεις φησιν, ων εις εικονα τα μερη του σωματος εσθ' οτε παραλαμβανεται.
Αναπτυξεσιν: Αναπτυξιν δε λεγει εξαπλωσιν, ητοι σαφηνειαν της εγκεκρυμμενης εν τη λεξει εννοιας, το δε 'ανακαθαιρεσθαι', το παντοιως των σωματικων απαλλαξαι το θεωρουμενον.
Τα τριττα των σωματων σχηματα: Τριττα σχηματα των σωματων φησι το τριχη διαστατον, ως ευθυς σαφηνιζει· και καλως εντευθεν νοησεις το ειρημενον τω Αποστολω, «ινα (≡14S_318≡> γνωτε τι το βαθος, και τι το υψος», και τα εξης, οπερ τινες εις τον σωτηριον σταυρον εδεξαντο. Σημειωσαι δε, τι μηκος, και βαθος, και πλατος επι Θεου.
Νυν δε αυτην την θειαν: Το ενοτητα, και ταυτοτητα, και ισοτητα, και ομοιοτητα, το αιτιον της των ολων συμπαθειας και προνοιας και σωτηριας αιτιον εκαλεσαν οι παλαιοι, οπερ και εν ελεγον ετεροτητα δε και ανομοιοτητα την εις τα μεριστα και μεταβλητα και αισθητα και την εις τα οντα δε, ητοι νοητα, δημιουργικην προνοιαν εκαλουν, αναλογως τοις δηλουμενοις νοουντες και τα ονοματα, ως και ανω διαφορως ειρηκαμεν. Αλλοι δε την ταυτοτητα και ετεροτητα, ητοι ταυτον και ετερον ειδος και στερησιν ειπον, ετεροι δε περας και απειρον. (Οτι συνταττειν επαγγελλεται Συμβολικην θεολογιαν). Ενιαιον δε πολλαπλασιασμον φησι το εν οικεια απλοτητι μενοντα τον Θεον, τα ποικιλα και παντοδαπη ειδη της κτισεως παραγαγειν· προοδον γαρ λεγει την προς το κτισαι τα οντα, οιον κινησιν και ορμην.
§ 6. Ομοιον δε τον Θεον: Εφ' ημων ουκ εστιν ειπειν ομοιον· το γαρ σωμα ημων εξ ομοιομερων και ανομοιομερων συνεστηκεν, ως και Αριστοτελης δεικνυσιν εν τη αρχη της Περι ζωων γενεσεως πραγματειας. Ο δε Θεος, ο εστιν, ολως ομοιως εστιν, επει τοι γε η θεια Γραφη, ως αει τον αυτον αναλλοιωτως οντα ανομοιον πασι φησιν, ως το· «τις εν θεοις ομοιος σοι, Κυριε;»· και παλιν· «τινι με ωμοιωσατε, λεγει Κυριος»· και αυθις· «Εγω ορασεις επληθυνα, και χερσι των προφητων ωμοιωθην», τουτεστιν, αυτος εγω εμαυτω, ως Ειρηναιος λεγει εν τοις Καθ' αιρεσεων.
(≡14S_320≡> Τη κατα δυναμιν μιμησει: Εστι μεν την μιμησιν λαβειν εν τουτοις επι της νοερας και λογικης φυσεως προς τον Θεον επιστρεφομενης, κατα το «γινεσθε τελειοι, και γινεσθε οικτιρμονες, ως ο Πατηρ υμων ο ουρανιος»· απερ επι Θεου μεν κυριως και υπερ παντα ορον και λογον, επι δε των κτισματων κατα την εκαστου δυναμιν αναλογως τη φυσει. Εστι δε μιμησιν εν τουτοις νοησαι και την μετοχην των εν Θεω θεωρουμενων υπερουσιως, ην τα πραχθεντα προς γενεσιν ειληφε, του ειναι και των λοιπων μετεχοντα, ων διεξηλθον εν τοις προ τουτων. Το δε ειπειν 'ομοια Θεω κατα την θειαν εικονα', ουκ αναιρουντος εστι το επι του ανθρωπου τουτο ειρησθαι, αλλα κατα τον της μετοχης λογον και επι των λοιπων την λεξιν παρωδησε.
Και κατα θειαν εικονα: Πως το «κατ' εικονα και ομοιωσιν» νοητεον, ενταυθα φησιν· οτι ου κατ' ειδος, αλλα κατα το επεστραφθαι και τον νουν ανατεταμενον εχειν προς τον Θεον τον αιτιον του ειναι και ευ ειναι, οπερ ετεροι το αυτεξουσιον ενοησαν, επει ου κατα την ουσιαν ο Θεος ομοιος τοις λογικοις· ουτε γαρ ημεις ομοιοι εσμεν ταις εικοσιν ημων ταις εκ κηρου τυχον η χαλκου, ατινα ετερουσια ημιν εστι και ποσως ομοια· τα μεν γαρ ομοταγη, τουτεστι τα της αυτης ταξεως και ουσιας, ως τα χερουβιμ και σεραφιμ και λοιπαι ταξεις, ομοιουνται αλληλοις κατα το προηγουμενον ειδος, οπερ ειδος επι των νοητων εστιν, οια τις υποκειμενη υλη αϋλος ζωη ουσα, και αυτο το ειδος ο εστιν εκαστον των νοητων. Ο δε Θεος ουχ ουτω προς τα εξ αυτου· ου γαρ ομοιον το αιτιον τοις αιτιατοις. Ο δε ειπον επι των νοητων νοησον και επι των νοερων ημων ψυχων.
(≡14S_322≡> Επι μεν γαρ των ομοταγων: Ομοταγων φησι των ομοφυων, εξ ων η ομοιοτης αντιστρεφει, οιον Πετρος Παυλω ομοιος κατα την φυσιν, και αντιστροφως Παυλος Πετρω ομοιος. Επι δε του ανθρωπου και της τουτου εικονος ουχ ο αυτος λογος· ου γαρ ο της ουσιας λογος ο αυτος επ' αμφοιν, οπερ εκαλεσε προηγουμενον ομοιου ειδος. Ο δε ανθρωπος και ετερως λεγεται ουχ ομοιος τη ιδια εικονι, οτι η εικων μεν προς την του ανθρωπου γεγονεν ομοιοτητα, και ουχι ο ανθρωπος προς την ταυτης. Ουτως ουν και επι του αιτιου και των εξ αυτου, μη δεκτον ειναι το αντιστρεφειν· αντιστρεφειν δε εστιν, α και τοις τον εναντιον χειριζουσι λογον επισης εστιν ειπειν, οιον ει ζωον το κατα γαστρος, και το εναντιον, ει ου ζωον το κατα γαστρος. Ουτω φησιν ο Κλημης εν αρχη του πεμπτου Στρωματεων, ωσπερ ουν και ενταυθα. Ει ουν ομοια τα ομοταγη, και εκ του εναντιου, ει ουχ ομοια τα ομοταγη.
Της αυτοομοιοτητος: Εθος εστι τω μεγαλω Διονυσιω, τον Θεον λεγειν επι των αιτιατων αυτον ειναι το αυτοον και του αυτοειναι υποστατην· και αυτον ειναι την αυτοομοιοτητα και της αυτοομοιοτητος υποστατην. Φησι δε ταυτα, ουχ ως ετεραν μεν φασκων ζωην αυτον τον Θεον, ετεραν δε παρηχθαι ζωην ουσιωδη, και οιον ει τινα ενυποστατον παρα τον Θεον, ης μετεχει τα της ζωης μετεχοντα, αλλ’ ως αυτος εαυτον ερμηνευει εν τω ενδεκατω κεφαλαιω, αυτοζωη και αυτοδυναμις, και αυτοομοιοτης, και τα τοιαυτα λεγεται ο Θεος, ως αρχικως τουτο ων, και θεϊκως και αιτιατικως· τουτων γαρ αυτος τω οντι πηγαιος εστι, της δε αυτοζωης εστιν υποστατης και αυτοομοιοτητος και των τοιουτων, ως μεθεκτως αυτοις τοις πρωτως εν τοις ουσι (≡14S_324≡> της δωρεας ταυτης μετεχουσι χορηγων. Παντα γαρ οικειως εαυτοις μετεχει των τοιουτων· αι μεν πρωται και ανωταται των νοητων κτισεις αρχηγικως, τα δε εξης υποβατικως. Ομοιοτητα δε και ανω εφημεν την των ολων ενοτητα, καθ' ην τα ολα του κατα το ωσαυτως εχοντος και κατα τα αυτα εις συμπνοιαν μετεχει, κατα μετουσιαν του πρωτου αιτιου. 'Ενδεχομενον' δε ειπεν, ου γαρ τελειως, ουδε καθ' ολου η μιμησις.
§ 7. Το αποδεον: Απολειπον.
§ 8. Τι δε και περι της θειας στασεως: Την στασιν και την καθεδραν το αυτο δεχεται· στασιν γαρ ου την εις το ορθον γενεσθαι απο του συγκεκαμφθαι εν τη καθεδρα υπονοιαν φησιν, αλλα το ακλονητον και αμετατρεπτον του Θεου βεβαιαν στασιν εκαλεσεν· ως και το καθησθαι το εν τη ανωνομαστω βασιλεια, και αναπαυσει διαρκως και ακαταληπτως εχειν. Και μην εν τη Γραφη, ως απο του καθησθαι ανισταμενος ειρηται, ως εν τω, «αναστηθι, Κυριε, προφθασον αυτους»· και παλιν ως απο στασεως επι τω καθησθαι μεταβαινων, εν τω· «οτι επιβηση επι τους ιππους σου», και, «η ιππασια σου σωτηρια»· και αυθις· «επεβη χερουβιμ και επετασθη», μαλιστα δε το· «εκαθισας επι θρονου, ο κρινων δικαιοσυνην», και, «ο Θεος καθηται επι θρονου αγιου αυτου». Ταυτα δε ου σαρκικως, αλλα θεοειδως.
§ 9. Και επι παντα προϊοντα: Επι παντα προϊων και κινουμενος λεγεται ο Θεος, ως εν τω Ιερεμια· «Εγω Θεος εγγιζων, και ουχι πορρωθεν»· και παλιν· «ο επι παντων και δια παντων», και μαλιστα· «εαν αναβω εις τον ουρανον, συ εκει», και τα εξης. Εν δε ταις θεοφανειαις· «κλινον ουρανους σου και καταβηθι», και, «ανεβη ο Θεος εν αλαλαγμω».
(≡14S_326≡> Ου κατα φοραν η αλλοιωσιν: Διδασκων ευσεβως νοειν τα περι Θεου λεγομενα, φησιν· Ακουων κινεισθαι τον Θεον, μηδεποτε νοησης κινησιν την επι των κτιστων νοουμενων, και μαλιστα των αισθητων· τα γαρ υλικα κινειται μεν κατα φοραν· φορα δε εστιν η καθ' ολον τοπον εναλλαγη, και μαλιστα η μη δυναμενη εφ' εαυτης στηναι, οταν εθελη· κινησις δε εστιν η κατα αλλοιωσιν· αλλοιωσις δε εστιν οταν, μενοντος του υποκειμενου αισθητου οντος, μεταβαλλη εν τοις αυτου παθεσιν εναντιοις ουσιν, η και μεταξυ εναντιων και μη· οιον το σωμα υγιαινει, και παλιν καμνει· το αυτο και ο χαλκος, ποτε στρογγυλος, ποτε γωνοειδης, τουτεστιν εις γωνιας μετασχηματισθεις· οταν δε ολον μεταβαλλη, μη υπομενοντος αισθητου τινος, ως υποκειμενου του αυτου, αλλ’ οιον εκ γης πασης αιμα, και εξ υδατος αηρ, η εξ αερος παντος υδωρ, η ως η ραβδος Μωϋσεως εις οφιν, η το υδωρ εις αιμα, τουτο και τροπη και γενεσις και φθορα, μετακινηθεντων των προτερων· αλλ’ εστι και κατα ετεροιωσιν κινησις εις το ανομοιον, και απο χρωματος εις χρωμα. Παλιν τοπικη τις εστι κινησις η εκ τοπου εις τοπον μεταστασις, ητις κινησις η κατα την εις ορθην πορειαν γινεται, η κατα κυκλοφοριαν, ως ο τροχος κινειται, κατα τινας δε και ο ουρανος· η κατα την μικτην εξ ευθειας και κυκλικης, ως η ελικοειδης πορεια, οια εστιν η των οφεων· εστι και νοητη κινησις, καθ' ην ο νους ενεργων, η και οι θειοι νοες νοουσι τα οντα. Εστι και ψυχικη κινησις, καθ' ην εις νοησεις κινειται, και εις το κινειν τας αισθησεις. Εστι και αλλη κινησις φυσικη, η εις αυξησιν και τροφην κινουσα τα επιτηδεια. Ο ουν Θεος ου κατα μιαν τουτων κινειται, αλλα κινησις του ακινητου και αει ωσαυτως εχοντος λεγεται η εις το γενεσθαι τα οντα βουλησις αυτου και προοδος της εις παντα προνοιας αυτου.
(≡14S_328≡> Ου την εξ αμφοιν: Κινησιν την μεταβατικην λεγει, ην και ελικοειδη ονομαζει ασχετω δε, τουτεστιν απολυτω και συναφει.
Αλλα,και κινησεις Θεου: Απαγορευσας τα των σωματικων κινησεων επι Θεου, οπως χρη θεοπρεπως νοειν κινησιν επι Θεου σαφηνιζει, τας αισθησεις εν τω παντι κινησεις αναγωγικως ερμηνευων.
Και το μεν ευθυ: Πως η κατα κυκλον και η κατ' ευθειαν και η ελικοειδης κινησις επι Θεου νοειται αναγνωθι το τεταρτον κεφαλαιον, μετ' ολιγα φυλλα της αρχης του κεφαλαιου, και μαθηση, πως επι αγγελων και ψυχων και σωματων αι τοιαυται νοουνται.
Τα μεσα και ακρα. Αει τα υπερβεβηκοτα περιεχει τα υποβεβηκοτα. Ακρα μεν ουν καλει τας ανωτατω δυναμεις και πελαζουσας Θεω, μεσα δε τας μετ' εκεινας μεν, των δε αισθητων απαντων υπερκειμενας. Αι μεν ουν ανωταται περιεχουσι τας μεσας, αι δε μεσαι τα αισθητα· δια τουτο γαρ και ταξεις εν τοις ουρανοις αγγελων ειπεν η Γραφη. Ο μεντοι Θεος απαντα περιεχει, ως ο κυκλος τα εντος αυτου παντα, και εις εαυτον ως προς αιτιον επιστρεφει. Σημειωσαι δε, τι το 'ταυτον' και 'δικαιοσυνη' επι του Θεου και το 'ισον'.
§ 10. Ομοιαν χωρησιν: Ομοια χωρησις δι' αλληλων και επι των στοιχειων· η γαρ επισης κρασις τουτων, και το μη υπερταλαντευειν εν τοις συγκριμασι τας γενεσεις του κοσμου ποιει· ει γαρ τι των στοιχειων πλεονασειε, φθειρεται το γινομενον.
Και κατα το πασαν ισοτητα νοητην: Ιστεον, οτι νοητον μεν εστι το τη αισθησει ουχ υποπιπτον, ουτε το νοερον εχον εν εαυτω, ως αι δυναμεις της ψυχης και των αισθησεων· νοερον δε το απλας και απολυτους εχον τας νοησεις, ως αγγελοι· λογικον δε το δια λογου και θεωριας τας των οντων γνωσεις δεχομενον, (≡14S_330≡> ως ο ανθρωπινος νους· αισθητον δε το τη αισθησει υποπιπτον, ως τα μερη της κτισεως, απερ διαιρουνται εις ουσιωδη και φυσικα, τουτεστιν ει τε τα ακινητως και παντη αναισθητως οντα, και εις τα την οποιανουν εχοντα κινησιν· την γαρ φυσιν αρχην κινησεως και ηρεμιας οριζονται. Θελητην δε ισοτητα την προαιρετικην· ουκ αγνοω μεντοι, ως και καταχρηστικως και επι της του ανθρωπου ψυχης νοερα τε και λογικη.
Πασης ισοτητος ποιητικην δυναμιν: Εστιν ισοτης η εν ταις φυσεσιν εκ Θεου του παντων ποιητου διδομενη, και εστιν ισοτης θελητη, ην εθελοντες και εκ προαιρεσεως κατορθουσιν, οι το δικαιον και το περι τον βιον ισονομικον μετιασι. Και αυτη ουν η ισοτης εκ Θεου συνεστη. Πασαν γουν ισονομιαν και δικαιοσυνην ο Θεος εν εαυτω απλως και αμερως, ως εν ιδεαις και παραδειγμασιν εν ταις αϊδιοις αυτου νοησεσι προεχει, ητοι περιεχει κυριως ειπειν.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Ι' 
 
§ 1. Ως παντοκρατορα και ως παλαιον: Πολιος μεν ωφθη ο Θεος τω Δανιηλ, λευκην εχων την κεφαλην ως εριον, καθ' ο και 'Παλαιος ημερων' ωνομασθη· νεωτερος δε του πολιου γεροντος, οταν ως ανηρ ωφθη τω Αβρααμ μετα των αγγελων και νεανισκος, α και θεωρων απελυσεν ωδε· πρεσβυτην μεν, ως παντων εκ Θεου τε οντων και μετ' αυτον, διο και νεωτερων αυτου· νεον δε, ως αει εν ακμαια και ευσταθει μακαριοτητι απαλαιωτον οντα. Ει δε και ειποις το συναμφοτερον, τουτεστιν το γηραλεον και νεον αμα, ως απ' αρχης αυτον δηλουν επι παντα διηκοντα και προϊοντα αχρι τελους διαιωνιζειν, οπερ τελος (≡14S_332≡> της αρχης εστι νεωτερον, εξει, φησι, και τουτο λογον· ειτα παραγει και γνωμην Ιεροθεου του θειου· περι τουτου γαρ επιβαλλω λεγειν αυτον οικειον ιεροτελεστην, ατε διδασκαλον εαυτου αποκαλουντα.
§ 2. Και πολιος και νεος: Πως ποτε μεν πολιος, ποτε δε νεος ο Κυριος γραφεται, ως το· «Ιησους Χριστος χθες και σημερον ο αυτος, και εις τους αιωνας»· το γουν σημερον του χθες νεωτερον.
Επειπερ η μονας: Επειδηπερ η αριθμητικη το εν αριθμοις διαιρεσιν εχον πληθος εις περας ανηγαγε· μοναδα μεν αρχην θεμενη του παντος αριθμου, δυαδα δε αρτιων, και των εξης εις μεγεθος προϊοντων αριθμων κατα παραθεσιν μοναδων, επειδη το πληθος, τουτεστιν η κτισις, εκ του Θεου εστιν, ο δε αριθμος επι τω πληθει εστιν, εικοτως το κατ' αριθμον νεωτερον ονομαζεται· το γαρ πληθος, το και αριθμουμενον, μετα τον Θεον αφατως και εκ του Θεου παρηχθη, αλλα και του νεωτερου τουτου αριθμου της κτισεως αρχηγικωτερον εστιν η μονας, ως εφην, η και των αριθμων αιτια, και εχουσα σχεσιν τινα προς τα εξ αυτης πολλα. Ουκουν ο Θεος, ως και τουτων αιτιος και μοναδος λογον επεχων, νεωτερος κατα την ειρημενην θεωριαν εκ των εξ αυτου προσαγορευεται. Εισι δε οι τα σωματα αριθμον ωνομαζον.
§ 3. Χαι απολυτως αγεννητα: Ανω μεν εν τω πεμπτω κεφαλαιω περι αιωνος και χρονου πλατεως διελαβομεν, νυν δε τα ζητουμενα σαφηνιστεον· ου μονον γαρ η Γραφη, φησιν, αιωνιον καλει τον Θεον, εν τω λεγειν, «ο Θεος ο αιωνιος, ο κατασκευασας τα ακρα της γης»· τον γαρ Θεον λεγει απολυτως αγεννητον, ατε και αναιτιως οντα τουτο, αλλα και τα μετεχοντα (≡14S_334≡> αφθαρσιας και αναλλοιωτα περι αυτην την ουσιαν αιωνια λεγει, ειτε αγγελους, ειτε ανωτερον ουρανον, ως το· «εστησεν αυτα εις τον αιωνα, και εις τον αιωνα του αιωνος», και το· «τα μη βλεπομενα αιωνια». Αναλλοιωτα δε φησι μειναντα ως εγενοντο· και 'πυλας αιωνιας' καλει ειτε ουρανους, ειτε τους εφεστηκοτας τουτους αγγελους, οια πυλωρους· και τα αρχαια δε αιωνια καλει, ως και το· «ετη αιωνια εμνησθην»· και τον καθ' ημας χρονον αιωνα φησιν, ως το· «εως της συντελειας του αιωνος», και το· «οπως εξεληται ημας απο του ενεστωτος αιωνος πονηρου», και αναπαλιν, τον αιωνα χρονον λεγει, ως το· «Εγω αναστησω αυτον εν τη εσχατη ημερα»· αιων γαρ, αλλ’ ουχ ημερα, τα εν τη αναστασει· και παλιν· «εν οις ο Θεος του αιωνος τουτου ετυφλωσε τα νοηματα των απιστων»· και τον χρονον δε αιωνα φησιν, ως το· «αι ημεραι του αιωνος», και· «Μωαβιτης και Αμανιτης ουκ εισελευσονται ες τον οικον Κυριου εως δεκατης γενεας εις τον αιωνα»· τας γαρ δεκα γενεας αιωνα φησιν. Αλλως. Ου χρη, φησιν, ενθα η Γραφη αιωνιον λεγει, παντως το Θειον νοειν (τουτο γαρ εστι το παντη και απολυτως, τουτεστι κατα πασαν εννοιαν, αγεννητον και αιδιον), αλλα και αγγελους τη τοιαυτη λεξει σημαινεσθαι, ως το εν ταυτοτητι διαμενειν εχοντας.
Αιωνος μεθεξειν: Οτι και ουτος ο πατηρ αιωνα λαμβανει, κατα τον Θεολογον Γρηγοριον, του διηνεκους, ηγουν του αει ειναι την δηλωσιν.
Και εγχρονος αιων δοξαζεται: Εγχρονος αιων το εν Ψαλμοις· «εκοπιασεν εις τον αιωνα και ζησεται εις τελος». Αιωνιος δε χρονος τα παρα τω Αποστολω, οιον το· «προ χρονων αιωνιων», (≡14S_336≡> και, «χρονοις αιωνιοις σεσιγημενου»· και εν Μωσει το· «εσται σοι κατοχιμος εις τον αιωνα». Σημειωσαι δε, οτι αφθαρτος και αει ωσαυτως εχων ο μελλων αιων.
Η και μαλλον ισμεν αυτοις: Αυτοις τοις αγιοις δηλονοτι. Σημειωσαι δε, οτι τα νοητα, οντα καλει, οις και τον αιωνα συναριθμει, τα δε αισθητα, γενεσιν λεγει, ων και τον χρονον ειναι σημαινει. Ταυτα τελειως εχεις εν κεφαλαιω πεμπτω.
Ουχ απλως συναιδια Θεω: Σοφωτατα κατασφαλιζεται τον ακροατην εις ευσεβειαν, φασκων μη χρηναι υπονοειν τα λεγομενα αιωνια, κατα τουτο και συναιδια ειναι Θεω τω προ αιωνων. Και ηδη μεν γαρ ανω ειρηκαμεν αιωνιον λεγεσθαι κυριως ουκ αυτον τον αιωνα, αλλα το αιωνος μετεχον· ουκουν τα νοητα κυριως και οντα ως αθανατα γενομενα, και αιωνια ως ατελευτητα βουλησει Θεου διαμενοντα χρη λεγειν, ατε και παραχθεντα υπο Θεου, ου προτερον οντα· κυριολεκτων δε μαλιστα, τα των παρ' Ελλησι φιλοσοφων σεμνα μεταγει επι την ευσεβειαν ασφαλως. Φησιν ουν, οντα μεν ειναι και αιωνια τας ασωματωδεις δυναμεις υπο Θεου δημιουργηθεισας, ου μην συναϊδιους Θεω, ως Ελληνες ληρωδουσιν, 'Αμα Θεος, αμα παντα', λεγοντες. Εισι δε και τα γινομενα ταυτα, φησι, τα προσγεια σωματα, α και γενεσιν και φθοραν ονομαζουσιν, ως της υποσταθμης οντα της υλης, και παχυτερα παντα τα μετα σεληνην. Εισι δε μεσα οντα, ητοι αιωνιων και γενομενων, ητοι παχυτερων και προσγειων σωματων, των γινομενων τε και απογινομενων πυκνως εις γενεσιν και φθοραν, ατινα μεσα τουτων (≡14S_338≡> σωματα μεν εισι και αυτα, πλην και αιωνος μετεχουσι, και χρονου ποσως· τα δε μεσα εισιν ουρανος και αστερες παντες· σωματα γαρ και ταυτα, ει και λεπτομερεστερα, και της υλης το ειλικρινεστατον, ως φησιν ο Αποστολος, «σωματα επουρανια και σωματα επιγεια»· ειτα σαφηνιζων ποια εισιν, επαγει· «αλλη δοξα ηλιου, και αλλη δοξα σεληνης, και αλλη δοξα αστερων», Ο μεν ουν ανωτερος ουρανος εν τοῑς αιωσι γεγονε και η γη· προ γαρ του κτισθεντος φωτος, του και ημερας κληθεντος, εδημιουργηθησαν, ως φησι Μωϋσης· εν τοις χρονικοις διαστημασι, το στερεωμα και οι αστερες, πλην καν σωματα και εγχρονα· εισι γαρ και απτα και ορατα, ομως αιωνια εσονται, μεθεξοντα και αυτα του αιωνος, ως και τα σωματα ημων μετασχηματιζομενα εις αφθαρσιαν· ως και ο Αποστολος δηλοι, «το σχημα», λεγων, «παραγειν του κοσμου τουτου», ου τον κοσμον· διο και περι των μεσων τουτων σωματων ειρηται εν ψαλμοις· «εστησεν αυτα εις τον αιωνα, και εις τον αιωνα του αιωνος· προσταγμα εθετο, και ου παρελευσεται». Σημειωσαι ουν οτι οι αστερες και ο ηλιος και η σεληνη και ο ουρανος, σωματα μεν εισι λεπτομερεστερα, αθανατα δε Θεου βουλησει εγενοντο, ως και τα σωματα ημων γινονται μετα την αναστασιν. Αλλως. Μεσα οντων και γινομενων αγγελους εφη και ψυχας, πη μεν αιωνος μετεχοντα, δια το αφθαρτον και αθανατον, πη δε χρονου, δια το εν γενεσει ορασθαι· διο ταυτα εγχρονα και αιωνια φησι· προειπε γαρ τα μενοντα τω αιωνι δηλουσθαι, τουτεστιν (≡14S_340≡> οσα και περι Θεου λεγεται, τα δε εν γενεσει τω χρονω· ει και ακουοντας αιωνια και εγχρονα, ουχ απλως ουτω ταυτα λαμβανειν χρη, αλλα κατα τους συνεγνωσμενους αυτοις τροπους φησιν, ηγουν τους σαφως πιστευομενους.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ ΙΑ' 
 
§ 1. Αρχισυναγωγον ειρηνην: Σημειωσαι, οτι τον Θεον εκαλεσεν αρχισυναγωγον, το δε 'μεριστον πληθος' νοησον το αισθητον.
Εις την ολην ενοτητα: Ολην ενοτητα οι μεν ελαβον την απλην και αμερη των οντων αιτιαν, προς ην τα παντα επεστραπται, ως εν αυτη συνισταμενα, οι δε την του παντος αρμονιαν εξ ετεροφυων των στοιχειων συγκεκραμενην· διο και πολεμον εμφυλιον ωνομασε την των εν αυτοις ποιοτητων εναντιοτητα, θερμου προς ψυχρον, και υγρου προς ξηρον, και των αλλων ομοιως, απερ εις ενος κοσμου συμπληρωσιν ηνωται.
Ενουσης εις ενοειδη συνοικιαν: Μη νοησης ως οι αθεοι Μανιχαιοι, οτι στασιαζουσα προς εαυτην η υλη απεκυησε τα δαιμονια ταυτα, αλλ' οτι φυσει τω ξηρω το υγρον πολεμιον, και το ψυχρον τω θερμω· Θεος γαρ και τα ουτως εχοντα συναπτει προς φιλιαν και συστασιν του παντος. Το εμφυλιον ουν εμφυτον νοησον.
Αι γουν πρεσβυτεροι: Πρεσβυτερας δυναμεις ουχ απλως την των σεραφιμ ταξιαρχιαν φησιν, αλλα προς το συναγειν, ηγουν συναπτειν, ταις θειαις ελλαμψεσι τας υφειμενας το πρεσβειον εχουσαν· την γαρ πρωτην αυται δεχονται θεοφανειαν· αμερως δε, τουτεστιν ουκ εν μερει τισιν, αλλ’ αθροως τοις ολοις.
Χυθηναι προς το απειρον: Μεγαλας πλανας φιλοσοφων (≡14S_342≡> Ελληνων διελεγχει νυν και προς την ευσεβειαν μεταγει· πολλων γαρ εν εκεινοις στασιαζοντων, και των μεν εξ εναντιωσεως και πολεμου παντα δι' εριδος και μαχης λεγοντων γεννασθαι, των δε, εκ φιλιας και συμφωνιας μονον δημιουργεισθαι τα παντα, Θεου δε μη κατ' αξιαν δη φροντιζοντων, ουτος, τας εκεινων ονοματοποιιας εις ορθοτητα μεταφερων, Θεον εφιστησι του παντος και ποιητην και συναγωγεα, εμφυλιον μεν πολεμον του παντος νοων των ασωματων και αΰλων και νοητων προς την των σωματων και υλικων και αισθητων φυσικην ασυμφωνιαν· ανομοια γαρ ταυτα ταις ουσιαις και ασυμφωνα· «η γαρ σαρξ επιθυμει κατα του πνευματος, και το πνευμα κατα της σαρκος». Ου μονον δε τουτο, αλλα και τα αισθητα παντα, ητοι σωματα, απειρα λεγοντων ενιων και εις απειριαν φθειρεσθαι, και το μιγμα των απαντων, οπερ φησιν απειριαν, τρεπομενον εις διαφοραν και χωρισμον και μερη, διακρινεσθαι και χωριζεσθαι εις γενεσεις, και εκ τουτου μαλλον αυξανομενης της διαστασεως, και μη μονον τα μεμιγμενα των ασυμφυων και αλλοτριων αποκαθαιρουσης, αλλα και εις τομην και θραυσιν ηδη των συμφυων φερομενης, και εις ανομοιοτητα πασαν και διαφοραν τα συγκριματα αγουσης, λυεσθαι και φθειρεσθαι παντα, πλην των απλων, ητοι στοιχειων, και τουτο πολεμον λεγοντων το μη εαν ηνωσθαι τα ολα· ο μεγας Διονυσιος, ατε της αληθειας φιλος τυγχανων, τον τοιουτον, ως εφην, φυσικον πολεμον (τουτον γαρ φυσικον καλει, τον εμφυλιον, ως και συμφυλον τον ομοφυα), λυειν φησι τον Θεον, αντι του εμφυλιου πολεμου, ειρηνην και αρμονιαν και συμπνοιαν τω παντι δωρουμενον, και εν εαυτω συνεχοντα παντα και αποκαταλλαττοντα, ως φησιν ο Αποστολος, και αποκαταλλαξει τα επουρανια τοις επιγειοις, δι' (≡14S_344≡> ων, τας μεν επιτεταγμενας τοις καθ' εκαστον δυναμεις και διακονικως διοικουσας τη αγαπη των υποτεταγμενων ενοι, τα δε παντα προς εαυτον επιστρεφει, πηδαλιουχων και συνεχων τα παντα.
Ην ο ιερος Ιουστος αφθεγξιαν καλει: Σημειωσαι περι Ιουστου, και οτι την του θειου ειρηνην αφθεγξιαν και ακινησιαν ονομαζει. Τουτου δε του αγιου Ιουστου μεμνηνται αι Πραξεις των αγιων αποστολων, φασκουσαι αυτον και Ιωσην καλεισθαι. Μαλλον ουν και συνεγραψε τι, η και αγραφοις διδασκαλιαις εχρησατο. Και τουτο ουν παρατιθεται του αγιου Διονυσιου την αρχαιοτητα, και οτι τοις αποστολοις αυτοις και αποστολικοις ανδρασι συνηκμασε. Σημειωσαι δε οτι και οι θειοι εκεινοι ανδρες φιλοσοφοις λεξεσιν εχρωντο, αφθεγξιαν και ακινησιαν την του Θεου ειρηνην ονομαζοντες.
Απολειπει την εαυτης ενωσιν: Ενωσιν ενταυθα το απλουν και ενιαιον, ηγουν αδιαιρετον, φησιν.
Ενδον ολη μενουσα: Τουτεστι την εαυτου κρυφιοτητα παρεξιουσα και απολειπουσα.
Τας νοητας αυτης και ρητας: Νοητας και ρητας μετουσιας φησιν οσα δια των ειρημενων τη Γραφη εφειται νοειν ημας.
§ 2. Κατα την ασυγχυτον αυτων ενωσιν: Οτι και τα εις συνθεσιν ιοντα ενωσιν καλει, καν η ανομοια· και ποιον φησιν, ον προεφη εμφυλιον πολεμον.
Ομως ακραιφνη: Ει και τα στοιχεια, φησι, την προς αλληλα και μιξιν και συμπλοκην αδιαιρετον εχουσιν, αλλ’ ομως αι τουτων ποιοτητες την ακροτητα αυτων ου παραπολλυουσιν, οιον το θερμον, το ξηρον, και τα λοιπα εν τη των ετεροειδων κρασει, την εν τω παντι θεωρουμενην.
Προς τα αντικειμενα κρασεως: Κρασιν ενταυθα νοητεον ου την ως επι του υγρου φυρασιν, και την αφανιζουσαν τα υποκειμενα, αλλα την συμπνοιαν και αλληλουχιαν, την εν αρμονια (≡14S_346≡> φυλαττουσαν τα εφεστωτα και τα υποτεταγμενα, νοητα φημι και αισθητα, τουτεστι τα εν γενεσει, και αυτα δε τα εναντια, οιον ειρηνευοντα προς αλληλα, ως το υδωρ και την γην, ω περιβεβλημενη η γη ου λυεται, και ο ουρανος εξ υδατος ων, και ο αιθηρ ου λυων τον ουρανον· και ουτος εστιν ο εμφυλιος πολεμος, ον ου μονον ο δημιουργος σοφως εξευρεν, αλλα και σοφωτερως εις φιλιαν και αρμονιαν αγει τα παντα δι' αυτων των απλων στοιχειων, κατα το ειρημενον, «θερος και εαρ συ εποιησας».
Και αμιγη: Αμιγη και συγκεκραμενα ειπε κατα την προτεθεισαν εκδοχην.
Δι' ην οι θειοι νοες ενουμενοι: Ειπομεν και ανω τους θειους νοας και εαυτους νοειν, και τους επαναβεβηκοτας, και τα υποδεεστερα· και μενειν μεν εν εαυτοις, οταν τα εαυτων ενεργωσι ταις εαυτων ενουμενοι νοησεσιν, εις δε τα εξω δοκειν προϊεναι, οταν δε τα υποβεβηκοτα νοωσι και τα υπερκειμενα, και ουτως ως εφικτον εις το νοειν, και των παντων αιτιον επανιωσιν. Ουτω δε νοουντες οι θειοι νοες, ομολογουμενως ενουνται τοις νοουμενοις· το γαρ νοουν τη γνωσει ενουται τω γνωσθεντι και νοηθεντι, ως και ο αγνοων σκεδαννυται, μη καταλαβων ο ηγνοησε. Νοων ουν ο τοιουτος νους εις εαυτον ανακαμπτει, ου σκεδαζομενος εξω εαυτου, αλλ’ ενουμενος εαυτω, δι' ων εις εαυτον ανεστρεψεν. Αλλη δε παρα τους αγιους νοας, ητις ψυχης εστι νοητικη ενωσις· οι μεν γαρ νοητοι, η δε νοερα, παντων υποβεβηκυια των αγγελων. Νοερα δε μονον εστι, δι' ας ειρηκαμεν ανωτερω αιτιας, ενθα και πλατεως διεξηλθομεν περι των ενταυθα λεγομενων εν κεφαλαιω πρωτω.
(≡14S_348≡> Δια της αΰλου και αμερους: Οτι και επι των ημετερων ψυχων ενδεχεται αμερη και αϋλον ευρεθηναι νοησιν, οταν τους παντοδαπους αυτων λογισμους προς μιαν νοεραν καθαροτητα συναγωσι· τοτε γαρ και επι την υπερ νοησιν ενωσιν οικειως εαυταις οδω τινι και ταξει προβαινουσι.
Συμφωνια παντελει και ομονοια: Παντελη ειρηνην λεγει την παντων τελειαν των αγαθων, τουτεστι τον Θεον.
Και συνδεουσα τα ακρα: Ακρα φησι τας ανω δυναμεις και τας κατω, και μεσα, ως προεφημεν, τα εκ της καθαρωτατης υλης, οιον ουρανους, και αστερας, και τα ετερα ακρα τα επιγεια και γεωδη αυτα· ακρα μεν γαρ απο των ανω επι τα κατω τα νοητα· παλιν δε ακρα κατωθεν επι τα ανω τα γηϊνα ταυτα, α και συναπτονται τοις μεσοις. Ομογνια δε τα συγγενη και εκ του παντων αιτιου προελθοντα.
Και ταις εσχαταις; Εσχαταις του παντος αποπερατωσεις τας αψυχους ουσιας φησι, τουτεστιν εν αις ουδεμια κινησις αυξητικη η θρεπτικη η των αλλων τις θεωρειται. Ομογνια δε τα αδελφα και ομοστοιχα. Διαφερει δε ενοτης ενωσεως· η μεν γαρ το ιδιαζον και αμιγες της καθ' εκαστον δεικνυσι φυσεως, η δε ενωσις την προς ετερα συγκρασιν, η απλως μετουσιαν.
 Ολη προς ολην: Και νυν την οικειαν ακριβειαν φυλαττει· ειπων γαρ ομογνια, τουτεστι συγγενη, και του αυτου γενους, ατε παρα του παντος γεναρχου Θεου προεληλυθοτα, κατα τον χρησαμενον τω ρηματι Αποστολον, «του γαρ και γενος εσμεν», λεγει δε και την αιτιαν, καθ' ην ομογνια τα παντα· και φησιν, οτι τεως τα νοητα ταις ενοτησι, τουτεστι κατα το απλουν και (≡14S_350≡> ασυνθετον των ουσιων, και κατα την αθανασιαν, ην ταυτοτητα λεγουσιν οι περι τουτων διαλεχθεντες, συγγενη ποιει ο Θεος και ομοστοιχα. Ωσπερ ουν και τα αισθητα ταις εκ των διαφορων στοιχειων ενωσεσιν, ητοι συγκριμασι, και ταις συναγωγαις των τοιουτων μιγματων εις γενεσιν αγων τας αλληλουχιας, οιον τινας συγγενειας αποτελει.
§ 3. Πως δε, φαιη τις: Αντιθεσις προς τους λεγοντας, μη εφιεσθαι παντα ειρηνης, και τι εστιν ετεροτης.
Των οντων ιδιοτητα: Σημειωσαι, τι φησιν ιδιοτητα· οτι το ειναι εκαστον, ως εχει φυσεως, και κατα το αυτο ως γεγονε. Ταυτα κατα Ακεφαλων, των και αγνοουντων, τι εστιν ιδιοτης. Επι πολυ δε κατεξεταζει την περι της ιδιοτητος κυριολεξιαν, σαφηνιζων αυτην.
Αλλα και ταυτην ειρηνης εφεσιν: Εντευθεν η λυσις. Των εαυτων δε φησιν αντι του των ιδιωματων.
 Ακινησιαν: Ακινησιαν φησι το μη μεταπιπτειν της οικειας φυσεως και κινησεως.
§ 4. Και ει τα κινουμενα παντα: Καλως ειπε τα παντα κινεισθαι ου μιαν κινησιν, αλλ' ιδιαν τινα και καταλληλον κινησιν· τα μεν γαρ νοητα και νοερα αλλως, τα δε αισθητα την εις γενεσιν, η και ποιαν τινα κινησιν κινειται, περι ων εν τω ενατω κεφαλαιω διεξηλθομεν τελειοτερον.
 Και την παντων των κινουμενων ιδιοτητα: Οτι ιδιοτης εστι και η κινητικη ζωη του καθ ' εκαστον.
§ 5. Ει δε την κατ' εκπτωσιν: Προς τους λεγοντας ετεροτητα ειναι την κατ' εκπτωσιν της ειρηνης, και εντευθεν ισχυριζομενους, μη πασιν εραστην ειναι την ειρηνην. Σημειωσαι τας δυο ετεροτητας μιαν μεν την κατ' εκπτωσιν ειρηνης, και ετεραν την των οντων εκαστου ιδιοτητα.
(≡14S_352≡> Το γαρ παντη αστατον: Θαυμασιως αθετει τας των Ελληνων και των τοιουτων αιρετικων γνωμας, οιον Ουαλεντινιανων και Μανιχαιων, των την υλην υποθεμενων αρχην, τα εναντια φερουσαν εν εαυτη τοις του Θεου· αστασιαν γαρ και περιφοραν και απειριαν και αορτιστιαν, και ταυτα παντα διηνεκη την υλην εφησαν, οπερ αποδεικνυται ψευδες αληθως παντελως. Ουδεν γαρ εστιν, ουδε γεγονεν, ο μη αφ' ου παρηχθη και διακεκοσμημενον υπο Θεου παρηχθη εις ειδος και του οντως εχειν ως παρηχθη, προνοιας ετυχεν απο Θεου.
Αμαυροις ειδωλοις: Αντι του αμυδροις εικονισμασιν· εφιενται γαρ της προς τας ρεουσας και φθειρομενας ηδυπαθειας, απολαυσεως και συναφειας, και το προς ταυτας αστασιαστως οραν αιρουμενοι, ηγουν τουτων μετεχειν, δια το μη τουτο αυτοις, φησι, κατα νουν χωρειν, εκταρασσονται,
Και ταυτα ισταν: Ουτω δει το ρητον τουτο συνθειναι, οτι και οι φιλεριδες και αστατοι αμαυροις και αυτοι ειδωλοις του αγαπαν ειρηνην κατεχονται· υπο γαρ παθων ενοχλουμενοι, και τα παθη κατα αγνοιαν, ως καλα θελοντες ισταν, δοκουσιν ειρηνης ορεγεσθαι, εφιεμενοι αδεως εαυτους απολαυειν των ρευστων και κακων παθων, εκταραττομενους, εαν αποτυχωσι του απολαυειν των νομιζομενων καλων, οντων δε παθων. Κατα κοινου ουν το εαυτους τακτεον, ινα η, εφιεμενοι εαυτους, ατε εκταραττομενους, εαν αποτυχωσι των παθων, δοκουσιν ειρηνευειν εαυτους εις το απολαυειν των παθων. Ουτω νοησον και το 'παντας εφιεσθαι ειρηνης', τουτεστι του αγαθου.
Τι αν τις ειποι περι της κατα Χριστον: Πως ειρηνη Ιησους Χριστος ημων και αγγελων, παυσας τον πολεμον, και το μεσοτοιχον του φραγμου λυσας, και ειρηνην μεταξυ ημων βραβευσας, (≡14S_354≡> σας, και ποιησας τα αμφοτερα εν, ως ο θειος Αποστολος εν τη προς Εφεσιους φησιν.
Καθ' ην ου μη μαθωμεν ετι πολεμειν: Εκεινος εστιν ο μη εαυτω πολεμων, ο θυμον και επιθυμιαν καθυποταξας τω λογω. Ειρηνευει δε και προς ανθρωπους ο την γνωμην μιαν προς παντας κτησαμενος. Ο δε τον εαυτου νουν προς τα δια των αγγελων κινουμενα παρασχων πειθηνιον, ουτος και μετα των αγγελων την ειρηνην εκτησατο.
Αλλα και αυτοις τα θεια: Τουτεστι την αυτην αυτοις περι το Θειον σεβας λατρειαν και προσκυνησιν επιτελεσωμεν.
Εν ταις θεολογικαις: Σημειωσαι, οτι εστιν αυτου και θεολογικων υποτυπωσεων συνταγμα· τουτο και εν αρχη του πρωτου κεφαλαιου φησι:
 § 6. Δι' επιστολης επυθου: Πως νοει τον Θεον αυτοζωην ειναι και της αυτοζωης υποστατην, και τα ομοια. Καλως δε αυτο φησι και κατα το εν ταις επιστολαις, μαλιστα τη δευτερα. Σημειωσαι, οτι και εκ των οντων και εξ αυτου παραχθεντων ο Θεος ονομαζεται, ως αιτιος αυτων υπαρχων,
Εκ των πρωτως οντων: Πρωτως οντα, οιμαι, αυτον ειρηκεναι τας υπερκοσμιους φυσεις, ως πρωτως και ακραιφνως των θειων δωρεων μετεχουσας, ζωης και των λοιπων. Εκ των οντων τοινυν, τουτεστι των εν τοις ουσι θεωρουμενων, λεγεται ο Θεος της αυτοζωης, ηγουν του αυτου πραγματος και του ειδους αυτης υποστατης και παραγωγευς· εξ ενος γαρ του της ζωης και περι των ομοιων ημας ομοιως νοειν δει. Οταν δε ο Θεος αυτος λεγηται αυτοζωη και τα παραπλησια, ως ταυτα υπαρχων υπερ φυσιν πασαν λεγεται, ηγουν και υπερ αγγελους και πασαν νοεραν ουσιαν.
 Εκ των πρωτως: Πρωτως οντα τας νοητας φησι δημιουργιας, τας και ασωματους, τουτεστι τους αγγελους. Σημειωσαι το αρχηγικως, οτι πρωτως υφεστηκε, φησι, το υπερουσιον (≡14S_356≡> αντι του, ο Θεος· μονος γαρ ποιητης νοητων και αισθητων· ου γαρ δει πειθεσθαι τοις λεγουσι τας δημιουργικας δυναμεις του Θεου, θεους ειναι, οπερ ουκ εστι· μονος γαρ ο Θεος δημιουργος. Σημειωσαι, οτι μονος ο Θεος ποιητης παντων νοητων και αισθητων.
Αγκυλον: Επικαμπες.
Και θεους των οντων: Οτι ουκ εισι θεοι η δημιουργοι αγγελοι, ουδε αλλο τι παρα τον Θεον.
Αληθως και κυριως: Σημειωσαι, οτι ουδε ουτος ο θειος ανηρ διαφοραν οιδε του κυριως και αληθως.
 Την αυτοουσιωσιν: Εν τουτοις σαφεστερον την λυσιν εποιησατο του προτεθεντος προβληματος, οπως χρη λαβειν το, ποτε λεγεσθαι μεν αυτον αυτοζωην και τα συν αυτω τον Θεον, ποτε δε τουτων υποστατην, ηγουν ταυτα υποστησαντα· οτι ο μεν, ως αιτιος τουτων και αρχη υπεραρχιος, ουτω ταυτα λεγεται· τα δε οντα τουτων μετεχοντα, καλουνται εξ αυτων ζωντα και οντα και ενθεα. Την ζωωσιν γουν, την ουσιωσιν αντι του τα πραγματα, υπεστησεν ο Θεος. Πρωτως ουν εννοουμεθα αυτο το πραγμα, ειθ' ουτω την καθολικην αυτου εννοιαν, οιον την παντοιως θεωρουμενην ζωην η ουσιαν, και τοτε τα μερικα, τουτεστι την του καθ' εκαστον ειδος εννοιαν λαμβανομεν, οιον της αγγελικης η της ανθρωπινης ζωης, και των λοιπων οις συνεισβαλλει, και αυτων των μετεχοντων η μνημη. Επαγαγων δε ειτα των ολων αυτων μετεχοντων, εδηλωσεν ως ου παντα παντων μετεχουσι· τα μεν γαρ ουσιας μονης, τα δε ζωης, τα δε και νοησεως η και νοεροτητος, τα δε προς τουτοις και θεωσεως.
 Ον τα οντα οικειως εαυτοις: Το δοκουν ασαφεστερον σαφηνιστεον ουτως· ο Θεος παντα εις σωτηριαν εν εαυτω προεχων υπερηνωμενως και ασυνθετως, και ως πηγαια αρχη δι' αγαθοτητος υπερβολην, και τοις εξ αυτου δημιουργικως υποστασι, (≡14S_358≡> καθαπερ ακτινας τινας αφιεις, μενων ολως εν εαυτω μεταδιδωσι μεθεκτως εκαστω οικειως των μεγαλων αυτου προτερηματων· αι ουν εκ των ενοντων αυτω αγαθων εις μεταδοσιν ελλαμψεις πρωτοτυπως λεγονται και αυτοειναι και αυτοζωωσεις και αυτοθεωσεις και οσα τοιαυτα κατα μιμησιν των αρχων, τουτεστιν των αυτου δη του Θεου οντων, φημι της αυτοθεοτητος και αυτοαγαθοτητος και αυτοζωης· δευτερως δε και ολα αυτα υποστηναι λεγεται, δια των κατα προοδον υποστασων υπ' αυτου ουσιων, ζωων ουσων ουσιωδως και διδομενων μεθεκτως τοις αξιοις· τριτως δε των μερικων τουτων μεταδοσεων· τινα γαρ μετεχει ζωωσεως μονης, τινα δε και θεωσεως, τινα δε και των ολων ομου τουτων, ως αι ανωταται νοηται δυναμεις.
Των μερικων: Μερικα φησι τας διαδοχας των γενων.
Και της αυτοαγαθοτητος: Οτι και της αυτοαγαθοτητος και θεοτητος υποστατης εστιν ο υπεραγαθος και υπερθεος. Σημειωσαι ουν οτι ουκ εστιν ουσια Θεου τα τοιαυτα. Αναγνωθι εν τη β ' προς Γαϊον επιστολη.
 Προνοιας και αγαθοτητας: Προνοιας και αγαθοτητας φησιν, απερ προειπεν ουσιωσιν, ζωωσιν, αγαθοτητα, θεοτητα, καλλος, και τα ομοια.
 Εκ Θεου του αμεθεκτου: Προ βραχεος ειπων μεθεκτον τον Θεον, νυν αμεθεκτον αυτον φησιν ειναι· μεθεκτος μεν ουν ο Θεος κατα τας φιλοδωρους αυτου μεταδοσεις, αμεθεκτος δε κατα το αυτον αιτιον οντα, και τουτο υπερ παντα εχειν ιδιως, ων παντα προσφορως μετεχει· ομοιον γαρ εστι τουτο τω ειρημενω ανω εν κεφαλαιω πεμπτω, οτι το ον και εν τοις πασιν (≡14S_360≡> εστι, και ουδεν των παντων εστι· δια γαρ το συνεχειν και ζωουν και φυλαττειν λεγεται εν τοις πασιν ειναι, ουδεν δε των οντων εστι· καθ' ο αιτιον της παντων παραγωγης, ουκ αν δε το αιτιον εκ των αιτιατων ειη. Ουτω και ενταυθα, μεθεκτος μεν ο Θεος καθ' ο παντα τα οντα αυτου μετεχει, και δι' αυτου συνεστηκε· το γαρ αυτου μη μετεχον, ουτε εστιν, ουτε εσται, ουτε ην. Αμεθεκτος δε παλιν, επειδη της αυτου ουσιας ουδεν των οντων μετεχει· υπερ τα οντα γαρ ο Θεος κατα την ιδιαν φυσιν.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ ΙΒ' 
 
§ 1. Τω διπλασιασμω των ονοματων: Διπλασιασμον ονοματων φησι το προς το απλουν υπερθετικον, οιον Αγιον αγιων, Κυριον κυριων, Θεον θεων, και Βασιλεα βασιλεων, και τα ομοια τουτων.
 § 2. Διο και κυριοτης: Ταυτα φασιν οι δυο Γρηγοριοι, ο τε Θεολογος και ο Νυσσης.
 § 3. Απολυτως υμνητεον: Απολυτως, τουτεστιν ου κατα τι μεν, κατα τι δε ου, η ως προς τι ετερον, αλλα κατα απλην εννοιαν, τουτεστι κυριως.
 Και ανισοτητα: Αυτη εστιν η ενοτης, το της ισοτητος και ταυτοτητος λεγω· τουτο γαρ εστι το αιτιον της συμπνοιας και της συμπαθειας και της σωτηριας των ολων· ο γαρ της ενοτητος λογος, ο κατα τα αυτα και ωσαυτως εχων, εν εικοτως αν προσαγορευοιτο· και γαρ το εν τοις κατα μερος εν τοιουτον υπαρχει, ηνωμενον τοις μερεσι, και συμπνουν κατα μετουσιαν του πρωτου αιτιου. Κατα τουτον τον λογον και ο Κυριος υπο των μαθητων αιτει, «ινα ωσι και αυτοι εν, ως και ημεις εν εσμεν, ινα ωσι τετελειωμενοι εις το εν», ο δηλοι την αγιοτητα, (≡14S_362≡> ο δηλοι την βασιλειαν, γαννυται δε, ητοι ευφραινεται επι τοις ιδιοις ποιημασιν ο Θεος, κατα το εν ψαλμοις· «ευφρανθησεται Κυριος επι τοις εργοις αυτου», ο δηλοι την κυριοτητα.
 § 4. Ο αμεθεκτος αιτιος: Αμεθεκτος ο Θεος κατα τον της φυσεως λογον.
 Αγιος αγιων υμνειται: Πως Αγιος αγιων και τα τοιαυτα υμνειται ο Θεος, θαυμασιως ετρανωσε, και φησι, καθ' οσον διαφερει φυσις ακραιφνης και αιτια ποιοτητος και αιτιατου· τουτο γαρ εστι το ον προς το μη κυριως ον, και καθ' οσον τουτου μετεχοντος αυτο το μετεχομενον, κατα τοσουτον διαλλαττει ο Θεος ταυτα λεγομενος των κατα μεθεξιν τουτο εσχηκοτων· τα γαρ παντα εκ Θεου εστι και λεγεται και εχει, ο Θεος εξ ουδενος. Δια τι Αγιος αγιων, και Βασιλευς βασιλευοντων, και Κυριος των κυριων, και Θεος θεων λεγεται.
 Αγιους δε και βασιλεις: Θειας επινοιας ο μακαριος ουτος ηξιωμενος, ευσεβως τα παρα τισιν εις πολυθειαν εκπεσοντα φιλοθεως μυσταγωγει και τας εφεστηκυιας των υποβεβηκοτων αρχας κατα εξοχην αγιους και βασιλεις και κυριους και θεους λεγεσθαι φησιν, ωσπερ και εν ανθρωποις οι εξοχωτατοι ουτω προσαγορευονται, και ωσπερ εν ημιν οι εν αρετη προυχοντες διδασκαλοι την αρετην εν τη ψυχη ενιαιως συνηθροισμενην εχουσι, δια δε της διδασκαλιας ετεροις τας αρετας μεταδιδοντες προς την διαφοραν του πληθους των διδασκομενων πληθυνεται και η μεταδιδομενη παρ' αυτων αρετη· ουτως ισχυροτερω τινι και θειοτερω τροπω εστι των ασωματων ταξεων θεωρητον· και δια των ανωτερων και πλησιαιτερων Θεω αι υποβεβηκυιαι ταξεις μετεχουσι των δωρεων του Θεου, ωσπερ εκ κρατηρος υπερβλυζοντος και πηγαζοντος, τα μεν πλησιαζοντα (≡14S_364≡> σκευη πρωτα πληρουνται, δεχομενα το επι τα αυτα φερομενον, ειτα, και αυτων υπερβλυζοντων, διαχειται εις ετερα υποκειμενα σκευη, και προς το πληθος των δεχομενων και την διαφοραν ειτε μικρων ειτε μεγαλων, οιον διαρραντιζεται το εκ του κρατηρος αναβλυζον των πρωτων σκευων εν εαυτοις εχοντων κατα την ενοτητα του πληρωματος το πρωτως εκ του κρατηρος ενεχθεν· ουτω παχυτερω λογω την αφθονιαν της μεταδοσεως των θειων δωρεων μεριζομενην εις απαντας δια των πρωτων διακοσμων νοητεον. Και ο Αποστολος «σκευος γαρ εκλογης» ωνομασθη. Σημειωσαι δε, οτι αμεθεκτον νυν τον Θεον κατα τον της φυσεως λογον φησι.
 Διαφορας πληθυουσι: Τουτεστι πλειους δεικνυουσιν· οσον γαρ διαφορα τα μετεχοντα, τοσουτον και αι δωρεαι πολυειδεις διαφαινονται.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ ΙΓ' 
 
§ 1. Υφ' εαυτου μονοειδως αφοριζομενον: Ο Θεος εαυτου και ορος και τοπος, και ουδεν υπερεκτεινεται του Θεου, αλλα και τα απειρα αυτος περατοι· τους γαρ αιωνας απειρους οντας (ουδε γαρ εχουσι περας) αυτος τω απειρω μεγεθει υπερεχων τω εαυτου απειροπλασιω περιεχει, και πασαν αοριστιαν ζωης, ως επι των νοητων· ου γαρ ωριστα τουτοις ο βιος, ως επι ανθρωπων, αλλ’ αθανατοι εκτισθησαν. Ο δε Θεος εν τω υπεραιωνιω εστως, της ιδιας αϊδιτητος οριζεται.
 § 2. Εν δε, οτι παντα: Πολλα τω αριθμω, εν δε τω ειδει, (≡14S_366≡> τα νομισματα και τα αργυρια και οι οβολοι· το γαρ ειδος εν, η χαλκος η χρυσος η αργυρος, το δε πολλα ταις δυναμεσιν, ως αι ποαι, εν δε τω ειδει· πασαι γαρ χορτος· το δε πολλα τοις ειδεσιν, οιον ιππος, βους, ανθρωπος, και τα νοητα, εν δε τω γενει, οτι ταυτα ζωον εισι· το δε πολλα ταις προοδοις, αι δημιουργιαι, εν δε τη αρχη· Θεος γαρ αιτιος παντων.
Αλλ' ωσπερ απας αριθμος: Καλως αποδεικνυσιν οπερ και βουλεται. Σκοπος γαρ τω θειω τουτω ανδρι και απο της αριθμητικης συστησαι τα εαυτου. Λεγει γουν, οτι ουδεν εστι των οντων αμετοχον του ενος, τουτεστι του Θεου· διοτι και πας αριθμος μοναδος μετεχει· ει γαρ εκ των δυο αρξεται τις, μιαν δυαδα πρωτην αριθμει, και εκ των δεκα ομοιως, το πλεον φησιν, οτι, καν εν των λεγομενων πολλοστημοριων αρξηται τις πρωτον, αριθμει ημισυ εν, και τριτον εν, δεκατον εν, και ουτως εφεξης, ωστε μη ειναι αριθμον μη μετεχοντα του ενος, ητοι της μοναδος· καν γαρ μοριου επιμνησθης, ερεις ημισυ εν, και τριτον εν, και δεκατον εν, και εφεξης· και οτι μια δυας, και μια δεκας λεγεται, ως και τουτων εξ αυτης συμπληρουμενων.
Τοο παντων αιτιον εν: Ο σκοπος δηλος, οτι 'εν' λεγομενος ο Θεος, ουχ ομοιως τοις αριθμητοις εν λεγεται· ο μεν γαρ Θεος εν εστι, καθο απλους τε και αμερης και της κατ' ειδος διαφορας αμοιρος και παντων παθηματων και συμβεβηκοτων αλλοτριος· λεγεται και εν, αρχη τις ωσπερ και στοιχειον των εσομενων νοουμενος. Το δε ταυτον, η ετερον, η μειζον, η ελαττον, ετι δε αρτιον η περιττον, η ισον η ανισον, οπερ εν τοις αριθμοις θεωρειται, ουκ αν τις ευλογως επι την αρχην αναφεροι, αρχην αυτα ποιουμενος· τα γαρ τοιαυτα παθη και συμβεβηκοτα εξ αναγκης εισι. Των μεν ουν εν αριθμοις διαιρεσεων εις πληθος το περας (≡14S_368≡> εις μοναδα αναγεται, η δε αρχη εν εκαστω γενει απλουστατον εστι· και εν τοις ουσιν ουν, ειτε το εν πολλα εστιν, ειτε τα πολλα εν, αρχη τις και στοιχειον το απλουστατον εστι, και παντων αμετοχον εν, εξ ου ωσπερ εκ παραδειγματος και ιδεας και το εν τοις ουσιν εν, οιον καν το αισθητον φως πολλα η τοις μερεσιν, αντι του τοις αστροις πασιν, αλλ’ ολον συλλεγομενον, εν φως εστι· και πολλα τοις συμβεβηκοσιν, οιον το ταως· εχει γαρ και χρυσιζοντα και κυανεα και λευκα, εν τω υποκειμενω σωματι εστιν· ουτω και τα εξης νοητεον.
Ουδε γαρ εστι πληθος: Ωδε εξ αριθμητικης περιγινεται του λεγομενου. Σημειωσαι δε, οτι και προ του ενος λεγει ειναι τον Θεον εικοτως, επειδη παντων υπαρχει, οθεν και του αριθμου δημιουργος, ητοι εφευρετης εστιν.
 Αλλα το μεν πολλα: Προσυπακουστεον εφ' εκαστου τουτων το 'υπαρχον', ινα η το λεγομενον τοιουτον, το υπαρχον τοις μερεσι πολλα εν εστι τω ολω, οιον το σωμα, ουτω και τα λοιπα εν τω υποκειμενω εστιν, ητοι ουσια· αλλα πολλα τοις συμβεβηκοσιν, οιον ο ανθρωπος. Συμβεβηκοτα δε τα μεν χωριστα, ως το καθεζεσθαι, περιπατειν, και τα ομοια, τα δε αχωριστα, ως το γλαυκον η γρυπον και τα ομοια, και παλιν, εν μεν ειδος, ιππος η βους, αλλα τουτο πολλα υπαρχει τω αριθμω· πολλοι γαρ ιπποι, και πολλοι βοες. Αλλα και ταις δυναμεσι ταις φυσικαις πολλα υπαρχει· και αυθις τα πολλα ειδη, οιον ανθρωπος, ιππος, κυων και τα αλλα, εν εισι τω γενει· ζωον γαρ τουτων εκαστον· ουτω γουν και το πολλα υπαρχον ταις περιοδοις, ηγουν τοις βουλευμασιν, η και τοις εργοις εν εισι τη αρχη.
 Παντα και ολα παντα: Παντα λεγεται, οταν ειδη και μερη και διαφοραι εν ταις διαιρεσεσιν ωσιν, ολον δε, οταν τα μερη (≡14S_370≡> συλλεγομενα εν ολοκληρον αποτελωσιν, η τα ειδη εν γενος, η και τα εναντια και αντικειμενα εις συμπνοιαν και συμπαθειαν ησυχαζη, ως υδωρ ομου, και γη, και αηρ, και τα πυρωδη αστρα, και ουρανος· λεγεται γαρ ολα ταυτα κοσμος.
Και ανευ μεν του ενος: Επειδη το εν δοκει πως εχειν σχεσιν προς αριθμον, ανευ ενος ουκ αν ειη πληθος· συνθεσις γαρ μοναδος εισιν οι εις πληθος αριθμοι, οπερ ειπεν ανω, οτι πολλαπλασιαζεται ο Θεος, ως απο αριθμητικης νοουμενος. Το δε εν και καθ' εαυτο υφεστηκε και εστι.
Και ει πασι τα παντα: Το 'υποθοιτο τις', και το 'καθ' υποθεσιν' λαμβανεται επι των πραγματικως ουκ οντων, αλλα λογω τυπουμενων· ενταυθα μεντοι ουχ ουτω ληπτεον, αλλα το κατα επινοιαν λογω τουτο θετεον, δια την του εκτισθαι ταυτοτητα, και το ολον εν τοις μερεσι θεωρεισθαι, και εν τω ολω τα μερη.
 Οτι κατα το ενος εκαστου προεπινοουμενον: Ει μη προεπινοηθειη, φησι, το του ανθρωπου ειδος, ηγουν η φυσις, ουκ αν τις ειποι τους ανθρωπους ηνωσθαι αλληλους· δηλον δε οτι κατ’ αυτον τον της φυσεως λογον.
§ 3. Και ει ανελοις το εν: Ουτω το ρητον συνθετεον, οτι ηνωσθαι λεγεται τα ηνωμενα κατ' ειδος προεπινοουμενον ενος εκαστου· προειπομεν γαρ, οτι τα ειδη και τα πολλα στοιχειον τι αρχην το εν επιγραφονται, εις γενος εν αναγομενα, ου γενους ειδη εισι· ταυτα γαρ ηνωμενα αυτω τω ειδει, οιον ιπποι, βοες, και τα εξης, απερ εις εν γενος αναγονται, το καλεισθαι ζωον.
Την ολην θεαρχιαν: Ολη θεαρχια η παναγια και προσκυνητη Τριας, δια δε την ανεκφραστον της φυσεως ενωσιν, ο εις και εν χρηματιζει. (≡14S_372≡> Υφ' ης και εξ ης: Τω 'υφ' ης' συνταξον το 'εστι', και τω 'εξ ης' το 'συντετακται', και τω 'δι' ης' το 'μενει', και τω 'εν η' το 'συνεχεται', ηγουν φυλαττεται, και τω 'εις ην' το 'επιστρεφεται', ει και ο πατηρ ιδιως και υφ' εν τα ρηματα εταξε, και το 'παντα' δε απο κοινου. Καλως δε ειπεν, οτι, εαν ανελης το εν, ουτε ολοτης, ουτε πολλοστημοριον, ουτε αλλο ουδεν· τουτο γαρ προηνιξατο και ανω ειπων, και ημισυ εν, και τριτον, και δεκατον, δηλονοτι και τα μορια του ενος μετεχουσι.
Το παντων αιτιον εν: Ουκ απολυτως ενι παντι τα παντα συνεστηκεν, αλλ ' εκεινω μονω τω ενι, καθ' ο εν, ο Θεος και εις και εν ονομαζεται· τουτω γαρ μονω τω ενι τα οντα εστιν· αυτο γαρ το ονομα το εν ο λεγων κατα αποφασιν του πολλαπλου τουτο σημαινει· το μεντοι εν αυτοαρχη και πρωτον εστι τω προς τι πως εχειν· των γαρ εξ αυτου πολλων εννοιαν εισαγει. Ταυτα δε ουκ επιτηδεια επι Θεου· τοιουτον δε ον μονον το εν, παντελως απαθες και αδιαιρετον και αυταρκεστατον εστι· κατα γαρ την αυτου φυσιν ετερω συμπλεκεσθαι ου πεφυκεν, ωσπερ το εν αριθμοις εν· απωθειται γαρ το πληθος και πασαν συνθεσιν και διαιρεσιν αυτο το κυριως εν, και προ παντος ενος. Τουτο γαρ ουτε μικρον, ουτε μετριον καλειται ει δε δει και τολμησαι, ουτε καλον, ουτε αγαθον· ταυτα γαρ παθη πως, οιον εισι και σχεσεις και συμβεβηκοτα. Αυτο δε το εν και υπερ παντα νοειται, τα δε παθη, ως το μικρον και μετριον, και συν αλλω νοουνται, και ουτε απλα δια τουτο, ουτε στοιχειωδη. Το εν ουν, ως ειρηται, οπερ απλουν και απαθες, μη εχον τα λεχθεντα, ουτε ως γενος θετεον των οντων· τα δε γενη παντως διαιρειται εις τα ειδη, αλλ’ ουτε στιγμην η μοναδα κυριως· σχεσιν γαρ εχει (≡14S_374≡> ταυτα προς τα εφεξης. Το δε εστιν απλουστατον, και ουτε μιαν διαφοραν εχον· ουτε γαρ κινησιν τινα και στασιν, οιον ηρεμιαν εχει, αλλ’ ουτε ον θετεον αυτο το εν, αλλα αρχην οντος και σπερμα. Τω δε οντι πληθος εξ αναγκης παρεπεται, τω πληθει το ον προσγινεται, οπερ ουκ εστιν επι Θεου. Το γαρ ον ουσια εστιν, απο του ειναι. Ο δε Θεος και υπερουσιος, και υπερ το ον, και ενικως αντι του εξαιρετως και αμιμητως υπερ το ον· ο γαρ Θεος τα παντα εστι και υπερ παντα. Θαυμασιως ουν τα περι αριθμων φυσιολογησας. Καν τριας, επαγει, καν μονας υμνειται η υπερ παντα θεοτης, ουτε τριας ουτε μονας εστιν, η παρ' ημων δι' αριθμων γνωριζομενη, η παρ' ετερου, αλλ' υπερ παντα νουν και εστι και ονομαζεται ο Θεος· δια γαρ του ειπειν 'οπερ ουκ εστι', νοουμεν ο,τι εστιν ο Θεος.
 Και αυτο το εν ον οριζον: Οτι και υπερ το ον ο Θεος, ως παντα υπαρχων, και αυτος του αριθμου ποιητης και εφευρετης υπαρχων.
 Εναριθμον εστι: Σημειωσαι, οτι το εναριθμον αριθμου δηλωσιν σημαινει· επι των οντων τοινυν, τουτεστι των κτισματων, το εν εντιθεμενον, κατα αριθμου εννοιαν τιθεται.
Ουκ εστιν ουδε μονας: Μη απλως το 'ουκ εστι μονας, ουδε τριας' εξακουσης, αλλα προς το, 'διεγνωσμενη', συνταξον το 'ουκ εστιν'· ου γαρ ανελειν τα της τοιαυτης ομολογιας, αλλα το ανεξιχνιαστον ο λογος διδαξαι βουλεται.
 Και το θεογονον αληθως: Το θεογονον φησι δηλουσθαι εκ της ονομασιας της Τριαδος· ινα γαρ παραστη των ανεκλαλητων υποστασεων η προσκυνητη εκφανσις, ο αριθμος επενοηθη, καθα φησι Βασιλειος, και οι θειοι Γρηγοριοι. Γονιμον δε τον Πατερα καταχρηστικως ωνομασεν, ατε και προσκυνητου Υιου (≡14S_376≡> Πατερα, και του συμπροσκυνητου αυτοις παναγιου Πνευματος πηγην. Γονιμοτης ουν, η ετερον τι ονομα των συνεγνωσμενων ανθρωποις, η και αυταις ταις νοηταις δυναμεσιν, ουκ αν παραστησει τρανως τα ως ειστιν εκ παντων αποκεκρυμμενα του Θεου· πως γαρ δυνατον ονομασαι απο τινος των οντων τον Θεον, μητε τι των παντων οντα, αλλα και υπερ παντα τα οντα;
Ουδε ονομα αυτης εστι: Καλως ο θειος ουτος ανηρ λεγει, οτι ουδε το ονομα αυτης εστιν, ουδε λογος, αλλα εν αβατοις εξηρηται, ου τοποις, μη γενοιτο! αλλα λογισμοις και ενθυμησεσιν· αβατος γαρ παντι νω και ενθυμησει ο περι Θεου λογος. Το δε μητε ονομα αυτου ειναι, καλως και ευαπαλλακτως νοησον· τα γαρ οντα παντα και δι' ονοματων και δια πραγματων γνωστικων σημαινονται. Ποιον τοινυν ονομα η πραγμα δυνατον επιθειναι τω Θεω, τω υπερ παντα τα οντα εξηρημενω και πεποιηκοτι τα παντα και αιτιω των παντων; Διο και την αγαθοτητα αυτην η το καλον φησιν ο θειος ουτος Διονυσιος μη κυριως εφαρμοσαι αυτω τω Θεω, επειδη και εν τοις ουσιν ευρισκονται ταυτα. Και ανωτερω ουτως ευρησεις, οτι ταυτα τα παθη και συμβεβηκοτα λογιζοντα εν τοις ουσιν, οπερ εστιν επι Θεου του υπεραναβεβηκοτος παντων.
 Αλλα ποθω του νοειν: Σημειωσαι, ωραιον φησιν, οτι δια το ολως νοειν τι και λεγειν περι Θεου, τω περι αυτον ποθω κατεχομενοι, το της αγαθοτητος ονομα επεβαλον τω Θεω οι θεολογοι, επει κυριως και υπεραγαθος και υπερουσιος εστιν ο Θεος, η δε αγαθοτης, ως φησιν ουτος, σεμνοτατον ονομα των παντων. Αι δε αποφασεις, ητοι αρνησεις και στερησεις, επι Θεου ουχ απλως ειρηνται τοις θεολογοις· ου γαρ, ως λεγονται, νοουνται, αλλα υπεραναβεβηκοτως θεωρουνται· το γαρ αθανατος, και αορατος, και αφθαρτος, και ανενδεης, και αναμαρτητος, ουκ αν τις, σοφιας μετεχων, δημωδεστερον υπολαβοι, ουτε (≡14S_378≡> οσα επι Θεου τοιαυτα λεγεται, αλλα των δηλουμενων εξισταμενος επι τας σεσιγημενας και θειοτερας εννοιας ανανευσει· διο και θειοτερας θεωνυμιας εφεξης αυτας καλως προσαγορευει. Εξισταμενη γαρ η ψυχη των σωματικων πασων αισθησεων και κοσμικων, ταυτα γαρ εαυτη εποιησε συμφυλα· ουτω συναπτεται τω ακραιφνει της γνωσεως του Θεου, καθ' οσον δυνατον εστιν ανθρωπινη φυσει, ως και ο Αποστολος αινιττεται λεγων· «και ουτω παντοτε συν Κυριω εσομεθα»· και παλιν· «νυν ως εν αινιγματι και εν εσοπτρω ορωμεν, τοτε δε το προσωπον προς προσωπον οψομεθα».
 Το των ονοματων σεπτοτατον: Σημειωσαι, οτι παντων ονοματων σεπτοτατον η αγαθοτης· διο και πρωτως τω Θεω αφιερωται.
 Των εαυτη συμφυλων: Συμφυλων φησι των συμφυων και γνωριμων και της κτισεως ιδιων.
 § 4. Τουτο γαρ αληθως και αγγελοι: Οτι και αγγελοις τα περι Θεου ακαταληπτα, και οτι και ο κατωτατος των αγγελων μειζων παντων των εν τη Εκκλησια θεολογων περι Θεου θεωρει, ουκουν και των αποστολων.
 Και ει τι των ομοδυναμων. Οτι, καν ετεραι ομοδυναμοι θεωνυμιαι εν τη Γραφη ευρεθωσι, χρη και ταυτας κατα τας αυτας εκφαντορικας μεθοδους προσυπακουειν.
 Και υμιν και ετεροις ιεροις ανδρασιν: Οτι ου πασιν αζητητως μεταδοτεον των μυστικων, αλλα τοις ικανοις και ιεροις ανδρασιν, οπερ και ο θειος Παυλος τουτω τω ιερω ανδρι Τιμοθεω γραφει.
 Ημεις τε ειπειν ικανοι: Ταυτα αγιοπρεπως μετριαζων φησιν ο πατηρ, ωσαυτως και τα εξης παντα. (≡14S_380≡> Επι δε την συμβολικην θεολογιαν: Οτι θεολογιαν συμβολικην λεγει τεως μη φερομενην, ως και εν αλλω κεφαλαιω φησιν· ει δε βουλει την διαφοραν ειδεναι της θεολογικης υποτυπωσεως και της συμβολικης θεολογιας, αναγνωθι το τριτον κεφαλαιον του Περι μυστικης θεολογιας λογου.
 
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΥΣΤΙΚΗΣ ΘΕΟΛΟΓΙΑΣ
 
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Α' 
 
(≡14S_384≡> § 1. Ενθα τα απλα: Απλα και απολυτα εισι τα διχα συμβολων νοουμενα και εποπτευομενα ως εχουσιν, ου μην παραβολικως. Απολυτα ουν εφη τα μη κατα αναπτυξιν ονοματων η συμβολων λεγομενα, αλλα τη εκ παντων των οντων και τη των νοησεων αποπαυσει και απολυσει συναγομενα, ηντινα ανενεργησιαν της ιερας κινησεως εν μεν τοις προ τουτου ανοησιαν εκαλεσεν, ενταυθα δε σκοτεινοτατον γνοφον και αορατον κατα τον Ψαλμωδον, «νεφελη και γνοφος κυκλω αυτου», και, «εθετο σκοτος αποκρυφην αυτου».
Τους ανομματους νοας: Ου γαρ αισθητων οφθαλμων εισι μεστοι, αλλ’ εστιν αυτων η ουσια, ατε ζων νους, ολη οφθαλμος οξυδερκεστατος, οθεν και πολυομματοι λεγονται εν τη Γραφη.
Και τας αισθησεις απολειπε: Εκ παραλληλου το αυτο δηλουται· τα γαρ αισθητα αυτα καλουσιν οι παλαιοι μη οντα, ατε μεταβολης απασης μετεχοντα και μη ωσαυτως αει οντα· τα δε νοητα, ως αει οντα αθανατα βουλησει του ποιησαντος και την ουσιαν μη μεταβαλλοντα, λεγουσιν οντα. Ταυτα δε πολλακις παρατεθεικαμεν εν τω Περι θειων ονοματων λογω.
Υπερ πασαν ουσιαν: Την απλοτητα και υπερ πασαν εναδα. Πως δε αγνωστως ανατεινεται τις προς Θεον και εν τω (≡14S_386≡> Περι θειων ονοματων κεφαλαιω πεμπτω ειρηται, και ενταυθα μετα βραχεα ευρησεις.
 Ασχετω και απολυτω: Ασχετον εκστασιν φησι την αναχωρησιν πασης σχεσεως, αντι του, ινα μηδεμια κατεχοιτο σχεσει, μητε προς αυτον, μητε προς τι των κτισματων.
Σκοτους ακτινα: Και ενταυθα σκοτος την παντελη ακαταληψιαν εφη.
§ 2. Μηδεις των αμυητων: Σημειωσαι, οτι αμυητους φησι τους μεν των μυστικων αμετοχους, τοις δε αισθητοις ενειλουμενους και ουδεν υπερ τα οντα ειναι φανταζομενους. Αμελει περι των καθολου αμυητων ευθυς παρακατιων φησι. Και σημειωσαι, οτι αλλους τους αμυητους λεγει και αλλους τους αμυστους, ηγουν αμυσταγωγητους.
Ει δε υπερ τουτους εισι: Τα μεν προ τουτων εφη περι των πιστευσαντων μεν τω ονοματι του Χριστου, μη μην επι την τελειοτεραν ελθοντων γνωσιν, αλλα συμμετρουντων τη οικεια δοξη την αληθειαν και μη ειδοτων διαφοραν οντων κυριως και ομωνυμων οντων, ουσιων και αυτου του υπερ τα οντα, διο και υπερουσιου. Οι γουν τοιουτοι, ως αμυητοι, των υψηλοτερων υπολαμβανουσι κατα αληθειαν σκοτος ειναι το αφεγγες τουτο το παρ' ημιν σκιασμα καλυπτον τον Θεον και αποκρυπτον αυτον της απαντων θεας, οπερ ως αληθως νοσουσι πολλοι και εν ημιν, ατε μη γινωσκοντες το ανυπερβλητον φως πασαν οψιν σκοτιζειν. Ει ουν εισι, φησιν, εν ημιν τοιουτοι, τι αν ειποιμεν περι ειδωλολατρων των πανταπασι παντων μυστικων αμετοχων και προς ξοανα τεθηποτων; Κυριως μεν ουν οντα τα νοητα, ομωνυμως δε τα αισθητα. Το δε υπερ τουτους, τους πιστους δηλονοτι, τους εν τοις φθαρτοις ενισχημενους.
 Δεον επ' αυτη: Ως παντα ουσης θεοπρεπως και μηδεν ουσης υπερουσιως· αυτη γαρ και θεσις εστι και αποφασις, επει και κυριως αμφοτερα επι της θειας λεγονται μεγαλειοτητος. Τι δε εισιν αι αποφασεις των αφαιρεσεων και αι καταφασεις των (≡14S_388≡> θεσεων, και τι αι στερησεις, και ενταυθα σαφηνιζεται, και μαλιστα εν τω τριτω κεφαλαιω, και εν τω Περι θειων ονοματων λογω διαφορως και πλατεως παραθεμεθα.
Αντικειμενας ειναι: Οτι επι Θεου ουκ αντικεινται αι αποφασεις ταις καταφασεσιν· υπερ πασαν γαρ εστιν ο Θεος και αφαιρεσιν και θεσιν. Αναγνωθι και εν τοις Περι της ουρανιας ιεραρχιας μετ ' ολιγον της αρχης.
§ 3. Ουτω γουν ο θειος Βαρθολομαιος: Σημειωσαι και εντευθεν το απλαστον του ειναι ταυτα τα θεια συνταγματα του μεγαλου Διονυσιου. Προς οις γαρ εν τοις προτεροις λογοις τινων των συνοντων τοις αποστολοις μνημην χρησεων εποιησατο, νυν παραπλησιως του θειου Βαρθολομαιου χρησιν αγει, ως δηλοι το «φησιν»· ει γαρ αγραφως ην διδαξας, ειρηκει αν, 'εφη'. Σημειωσαι δε οτι του αγιου Βαρθολομαιου χρησιν προφερει, πως πολλη και ελαχιστη η θεολογια.
Οτι και πολυλογος: Πολυλογος παροξυτονως ο πολλα λεγων, πολυλογος δε προπαροξυτονως ο πολλων λογων δεομενος· ως και πρωτοτοκος προπαροξυτονως ο πρωτως τεχθεις, πρωτοτοκος δε παροξυτονως η πρωτως τεκουσα γυνη, ως και Ομηρος.
«Πρωτοτοκος Κινυρη, ου πριν ειδυια τοκοιο».
Ος ουτε λογον: Δηλαδη της οικειας φυσεως παραστατικον εν τοις εξωθεν. Ομοιως και περι νοησεως νοητεον.
Παντα θεια φωτα και ηχους: Ηχους και λογους ουρανιους φησι τα περι Θεου εν ταις Γραφαις ειρημενα, ως μη κατα την ανθρωπινην και γηινην επινοιαν, αλλα κατα θειαν επινοιαν λεχθεντα και παραδοθεντα.
Ο θειος Μωϋσης: Σημειωσαι, πως διεξερχεται τα περι (≡14S_390≡> Μωϋσεως, οτι, εν τω ορει ανελθων και εισελθων εις τον γνοφον ειδεν, ως εφικτον ανθρωπω, τον Θεον. Σημειωσαι και την ταξιν των τελεσθεντων επι Μωσει, πριν αξιωθηναι εισελθειν εις τον θειον γνοφον.
 Αλλα τον τοπον ου εστη: Τις ο τοπος εν ω εστη ο Θεος επι Μωϋσεως, και τι εστιν ακροτητος νοητων, και τι ορατων, εν τω Περι της εν ουρανοις ιεραρχιας εις το τελος του πρωτου κεφαλαιου διεξηλθομεν.
Υποθετικους: Υποθετικους λογους φησι τους υπογραφικους, η ως θεωρητικους των οντων, απερ υποβεβλημενα εφη τω Θεω ειναι· δι' αυτων γαρ, ηγουν της τουτων διαμονης και συντηρησεως, τοις πασιν αυτον παρειναι διδασκομεθα, ου μεταβατικως, αλλα προνοητικως· νοητας δε ακροτητας τας ουρανιας και νοερας ουσιας τας περι Θεον ουσας καλει, ας και τοπους αυτου αγιωτατους ωνομασεν, ων και αυτων υπερκειται, η ως απολυεται, κατα μηδεν αυτοις ολως προσεοικως.
Και τοτε και αυτων απολυεται: Την κατα συνθεσιν του ρητου εξηγησιν ουτω νοητεον, οτι ο Μωϋσης, θεωρησας τον τοπον ου ειστηκει ο Θεος, και τοτε απολυθεις των τε ορωμενων, τουτεστιν αισθητων απαντων, και των ορωντων, αντι του λογικων απαντων, νοητων τε φημι και νοερων ουσιων, μεθ' ων και των ημετερων ψυχων, τηνικαυτα εις τον γνοφον εισηλθε, τουτεστιν εις την περι Θεου αγνωσιαν, ενθα, πασας απομυσας τας γνωστικας αντιληψεις, εγενετο εν τω αναφει τω νω και αορατω πασων αντιληψεων γνωστικων του περα παντων Θεου, και ενωθεις δια του τοιουτου τροπου τη αγνωσια και ανενεργησια, ου λεγω τη περι αυτου ανενεργησια του ιδιου νου, ουτε τη ετερου ανενεργησια εν τω μητε αυτον μητε ετερον τι νοειν, αλλ’ ενωθεις τω παντελως αγνωστω πασης γνωσεως (≡14S_392≡> του παντων επεκεινα τοτε τη αγνοια το παν εγνω. Σημειωσαι δε, ως γνοφον την αγνωσιαν ενοησε. Πως δι' αγνωσιας ο Θεος γινωσκεται, και ωδε φησι, και εν τω Περι θειων ονοματων λογω πλατυτερον διεξηλθομεν εν κεφαλαιω β'. Χρη δε ειδεναι, ως εν τη Εξοδω, ενθα γεγραπται, οτι «εισηλθε Μωϋσης εις τον γνοφον ου ην ο Θεος», το μεν Εβραϊκον εχει αραφελ, οι δε Εβδομηκοντα και Ακυλας και Θεοδοτιων το αραφελ γνοφον εξεδωκαν. Συμμαχος μεντοι ομιχλην το αραφελ ερμηνευσεν. Ο δε Εβραιος λεγει το 'αραφελ' ονομα ειναι στερεωματος, εις ο εφθασε Μωϋσης· επτα γαρ στερεωματα φασιν, α και ουρανους καλουσι, και τα ονοματα λεγουσιν, ων μνημονευσαι νυν ουκ αναγκαιον. Ανεγνων δε τουτο επτα ουρανους και εν τη συγγεγραμμενη Αριστωνι τω Πελλαιω διαλεξει Παπισκου και Ιασονος, ην Κλημης ο Αλεξανδρευς εν εκτω βιβλιω των Υποτυπωσεων τον αγιον Λουκαν φησιν αναγραψαι. Ομως το περι του γνοφου, εις την θειαν αγνωσιαν θεωρουμενον, θειοτερον πεφιλοσοφηται και εν ταις επιστολαις αυτου· εν τη πεμπτη δε τελειως περι τουτου γραφει.
Της πασης γνωσεως ανενεργησια: Σημειωσαι, οτι τη πασης γνωσεως ανενεργησια τω αγνωστω ενουμεθα.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Β' 
 
Κατα τουτον ημεις: Και ενταυθα περι θειου γνοφου και της αγνωσιας λεγει. Και σημειωσαι, οτι τουτο εστι το υπο τον θειον γνοφον γενεσθαι, το δι' αβλεψιας και αγνωσιας ιδειν και (≡14S_394≡> γνωναι το υπερ θεαν και γνωσιν, κατ' αυτο το μη ιδειν μηδε γνωναι· τουτο γαρ εστι, φησι, το οντως ιδειν και γνωναι· ουδαμου δε ουτω σαφηνιζει την εν αγνωσια γνωσιν. Αναγνωθι δε και την ε' προς Δωροθεον επιστολην.
Δια της παντων των οντων: Τουτεστι δια του μηδεν των οντων προσφυες αυτω νοειν· τουτο γαρ αφαιρεσιν ωνομασεν. Αυτοφυες δε αγαλμα φησιν, ο γινεται εν υλη ατμητω, οιον εν πετρα ολοκληρω, εν οσω εστηκεν, οταν γλυψη τις ζωον τι, ως δηλοι και Ευριπιδης εν Ανδρομεδα·
Παρθενου τ'εικονα τινα
Εξ αυτομορφων λαινων τειχισματων,
Σοφης αγαλμα χειρος.
Αυτομορφον γαρ αγαλμα της πετρας το αυτοφυες ειπεν· αλλα και οταν μερος τι του δενδρου γλυψη εστωτος και ανθουντος, και μερος κλινης ποιηση, οπερ, ως φησιν Ομηρος, εν Οδυσσεια εποιησεν Οδυσσευς· η και εν τω τοιουτω δενδρω εγλυψε τροπαιον νικης. Φησι δε και τιμιας λιθου αγαλματα, οιον οταν η σμαραγδος, αποκαθαρθεισα του περιεχοντος γεωδους, αυτη αναφανη αγαλμα, τουτεστιν αγλαϊσμα· προς ο μαλιστα νυν βλεπων ειπε το προκειμενον, ως Διονυσιος ο ποιητης εν β' βιβλιω Λιθικων·
Της βαθυχλοαοντος ιασπιδος, η αμεθυστου
Πορφυροεντος αγαλμα, μελαγκρατετης υακινθος.
Ταυτα γαρ παντα δεικνυσι το πολυμαθες του αγιου τουτου ανδρος.
Χρη δε, ως οιμαι, τας αφαιρεσεις: Το παρον χωριον εν τοις εξης αυτος ο πατηρ σαφηνιζει. Θεσεις μεν ουν εισιν οσα οικειως επι Θεου λεγεται οτι εστιν, οιον το ων, το ζωη, το (≡14S_396≡> φως, και τα αλλα, αφαιρεσεις δε οσα ως αλλοτρια Θεου αποφασκεται· οιον οτι ου σωμα ο Θεος, ου ψυχη, ουδε τι των γνωστων η τη νοησει υποπιπτοντων. Αλλως· Τι εισι θεσεις και αι αφαιρεσεις, εν τω Περι θειων ονοματων λογω διαφορως εγνωμεν.
 Εν πασι τοις ουσιν: Αι των οντων γνωσεις, φησι, το περι Θεου αγνωστον ουκ εκκαλυπτουσι και εις φανερωσιν αγουσιν, αλλα μαλλον συγκαλυπτουσι και αποκρυπτουσι. Το δε εν τοις ουσι φως υποληπτεον το γνωναι τα οντα η οντα εστι, καθως και εν τοις εξης ευρισκομεν.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Γ' 
 
Πως η θεια και αγαθη φυσις: Τι περιεχει ο λογος των Θεολογικων υποτυπωσεων. Ιδου θεολογιας υποθηκαι και αφορμαι, πασης εχομεναι θειας και πεφωτισμενης γνωσεως και ορθοδοξιας· το ειδεναι, πως ενικη η θεια φυσις, οι νεωτεροι Πατερες τινες ομοουσιον προσειπον· πως τριαδικη, ο φαμεν τρισυποστατον, και το ειδεναι των προσωπων τας ιδιοτητας, και τι δηλουσιν, οιον πατροτητα και υιοτητα, και τις η του θειου Πνευματος αγιαστικη δυναμις και θεολογια· και πως ειρηται το, «εξηρευξατο η καρδια μου λογον αγαθον», και πως περι του προσκυνητου Πνευματος ειρηται, οπερ εκ του Πατρος εκπορευεται· και πως εν τω Πατρι και εν αυτοις και εν αλληλοις ο Υιος και το Πνευμα συναϊδιως και ασχιστως και αδιαιρετως εν μονη εισιν ανεκφοιτητω. Δει δε ειδεναι, οτι μονη και στασις (≡14S_398≡> ταυτον εισι, κινησις δε ετερον εστι της μονης. Φησιν ουν οτι, και εν μονη ακινητω, αει ουσα η θεια φυσις, δοκει κινεισθαι εν τη εν αλληλοις χωρησει.
 Και της εν αυτω και εν αυτοις: Ουτος ο νους των ειρημενων· συναιδιος, φησιν, η υπαρξις της αγιας Τριαδος, και ουχ ετερως μεν υπηρξεν, ετερως δε μετα ταυτα κατεστη, η χωρισμον τινα η μεταβολην εσχηκεν, αλλ’ αμα και κατα ταυτον το τε εκ του Πατρος ειναι τον Υιον και το Πνευμα το αγιον, και ου μετ' αυτον.
Πως ο υπερουσιος Ιησους: Σημειωσαι κατα Νεστοριανων και Ακεφαλων.
Πως αγαθος: Τι περιεχει ο Περι θειων ονοματων λογος.
Και γαρ εχρην: Δια τι αι θεολογικαι Υποτυπωσεις και ο Περι θειων ονοματων λογος ολιγοστιχοι εισι μαλλον η η Συμβολικη θεολογια.
Της συμβολικης: Των πρωτων τα της Συμβολικης θεολογιας φησι.
Ταις συνοψεσι των νοητων: Συνοψεις των νοητων τας τη αΰλω αυτων απλοτητι πρεπουσας θεωριας εκαλεσε, το δε «περιστελλονται» αντι του 'συστελλονται' τεθεικεν.
Αλλ' αλογιαν παντελη: Αλογιαν φησι το μη δυνασθαι λογω παραστησαι τα υπερ λογον, και ανοησιαν ουν το ανεννοητον και ο μη δυναται τις νοησαι, ως υπερ νουν.
Κακει μεν απο του ανω: Επειδη τα νοητα και υπερ νουν του Θεου εναδες εισι, και εν ο Θεος, μαλλον δε και υπερ το εν, εικοτως συνεσταλται, ατε και αμερες και απληθυντον. Τα δε μετα Θεον, οσω μαλλον κατεισιν επι τα αισθητα, τοσουτω μαλλον ομιλουνται τοις μεριστοις και σκεδαστοις, και πεπληθυσμενοις συμπληθυεται αυτοις προς τον μερισμον και το πολυσχιδες των αισθητων. Προς τα εσχατα δε, τουτεστιν απο της θεολογικης υποτυπωσεως. (≡14S_400≡> Απο του πρωτιστου: Πρωτιστου φησι του μαλλον οικειοτερου και τη εννοια προεισβαλλοντος, οιον οτι ων ο Θεος, οπερ εαυτον ωνομασεν.
Οτι το υπερ πασαν: Πως δει κεχρησθαι ταις θεσεσι και ταις αφαιρεσεσιν επι Θεου, και οτι τας μεν θεσεις απο του πρωτιστου και μαλλον συγγενους τω Θεω ποιουμεθα, τας δε αφαιρεσεις απο των εσχατων και μαλλον αυτου διεστηκοτων.
Την υποθετικην καταφασιν: Καταφασις εστι λογος αποφαντικος η του καθολου, η του μαχομενου, η συμπλεκομενου τινος, η συγκρινομενου, οιον 'ο Θεος ζωη εστιν', 'ο Θεος αγαθοτης εστιν'. Υποθετικη δε εστι λογος αποφαντικος η του καθολου, η μαχομενου τινος, η συμπλεκομενου δηλωτικος. Η ουν υποθετικη καταφασις επι Θεου, οτι 'ο Θεος ζωη εστι και αγαθοτης' μαλλον η αηρ και λιθος· αι δε αφαιρεσεις κατα αποφασιν λεγονται εναντιως τη θεσει· η μεν γαρ θεσις κατα υποθετικην, ως ειρηται, καταφασιν λεγεται, οτι ζωη ο Θεος η αηρ, η δε αποφατικη αφαιρεσις 'ου μεθυσκεται ο Θεος', 'ουκ οργιζεται'· και επι των θεσεων εκ των συγγενεστερων αρχομεθα· οικειοτερον γαρ Θεω ζωη και αγαθοτης μαλλον, η αηρ και λιθος. Επι δε των αφαιρεσεων απο των εσχατων ανιμεν, οιον το μη λογω δηλουσθαι τον Θεον, και το μη νοεισθαι, οικειοτερον μαλλον τω Θεω, η το μη κραιπαλαν, μηδε οργιζεσθαι, και ολως εκ του δευτερου της αφαιρεσεως αρχομεθα· οιον, ου μεθυει μαλλον ο Θεος η ου λεγεται· και ου μηνια μαλλον ο Θεος η ου νοειται. Κραιπαλη μεν ουν εστι η πολλη και σφοδροτατη μεθη, οιονει καραπαλη τις ουσα, ο εστιν η το καρα, ητοι την κεφαλην, παλλουσα και πανυ κινουσα. Μηνις δε ουχ η τυχουσα οργη, αλλ' η επιμονος. Απο γουν των αισθητων ανιοντας επι τα νοητα, πασας ταυτας τας ασωματους αφαιρεσεις μη ταπεινως νοειν χρη, (≡14S_402≡> αλλ' εφ' εκαστω των ειρημενων προσυπακουειν, οπερ αυτος ο μακαριος Διονυσιος ειπεν· ουδεν γαρ εστιν ο Θεος των ειρημενων, ων ημεις γινωσκομεν η νοουμεν, αλλ’ ουτε ων γινωσκουσιν αι νοηται δυναμεις πασαι· παντα γαρ τα ειρημενα καθαπαξ εκ Θεου εισι και αυτου δωρεαι· και πως αυτος εξ αυτων ο προνοουμενος αυτων κυριως; Παντα δε διαφορως διεξηλθομεν εν τω Περι θειων ονοματων· παντα γαρ ταυτα, ως συμβεβηκοτα, και εν ουσιαις των μετα Θεον, ο δε Θεος και υπερ ουσιαν, και τουτων αιτιος, ουκουν και υπερ αυτα, Αλλως· Ζωη και αγαθοτης, ιδου καταφασις, ητοι θεσις· ου κραιπαλα, ουδε μηνια, ιδου αποφασις, ητοι αφαιρεσις.
Η αηρ και λιθος: Αηρ μεν, κατα το εν Βασιλειαις ειρημενον, εν αυρα λεπτη· λιθον δε ο προφητης ειδε. Τουτων ουν οικειοτερον μαλλον θεσεις και δηλωσεις επι Θεου η ζωη και η αγαθοτης. Ωσπερ ουν και εκ της αφαιρεσεως επι του εναντιου, οιον το κραιπαλαν και μηνιαν, πορρω Θεου και αλλοτρια, το δε μητε λεγεσθαι μαλλον πρεπον Θεω και εγγυτερω, δια το υπερ παντα νουν τε και λογον.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Δ' 
 
Ουδε εν τοπω εστιν: Αναγκαιως ο πατηρ δια τουτων προσησφαλισατο τον ακροατην, ωστε μη ταις εξης αποφασεσιν (≡14S_404≡> οιεσθαι ολως μη ειναι το Θειον, αλλ’ εν τουτοις μεν το ειναι αυτο υπεθετο, εν εκεινοις δε το και μηδεν των οντων ειναι, αλλ’ υπερουσιον.
 
ΕΙΣ ΤΟ ΚΕΦΑΛΑΙΟΝ Ε' 
 
Ως ουτε ψυχη εστιν, ουτε νους: Διαφερει ταυτα αλληλων, ως εν τοις ανωτερω δεδηλωται, φαντασια, δοξα, λογος, νοησις, α κατα τον νουν θεωρειται. Προσεπινοητεον δε το κατα τον ημετερον λογον μη εχειν λογον· ομοιως και νοησιν κατα την εν τοις νοεροις κτισμασι· και τα εξης δε ουτως εκδεχεσθαι χρη. Αλλως· Και επι τουτων ομοιως το ως ημας ειδεναι θετεον· των μετ' αυτην δε, δηλαδη την θειαν φυσιν, τουτεστι των κτισματων τας θεσεις ποιεισθαι φησιν εν τω λεγειν ζωην η φως κατα τα εν τοις γεννητοις θεωρουμενα, εξ ων το ταυτα υποστησαντα εννοουμεν και ου της αυτου φυσεως δια τουτων θεσιν τινα εισαγομεν· και παλιν αφαιρεσιν ποιουμεν τω κατα μηδεν τουτων ειναι λεγειν το Θειον.
 Ουδε εν ουδε ενοτης: Διαφερουσιν αλληλων εν και ενοτης· το μεν γαρ δηλοι το υπερκειμενον, το δε την τοιαυτην ποιοτητα, ωσπερ λευκον και λευκοτης, αγαθον και αγαθοτης. Σημειωσαι δε οτι ουτε η θεοτης ουσια εστι του Θεου, ωσπερ ουδε εν τι των ειρημενων ουδε των εναντιων αυτοις διο ουδεν αυτων εστιν. Ου γαρ εστι ταυτα ουσια αυτου, αλλα δοξα περι αυτον· Ουτω και Σεξτος ο εκκλησιαστικος φιλοσοφος ειπε, και ο Θεολογος Γρηγοριος εν τω τριτω των Θεολογικων αυτου, ως ουτε η θεοτης, ουτε το αγεννητον, ουτε η πατροτης ουσιαν σημαινουσι Θεου.
 Ουδε θεοτης η αγαθοτης: Σημειωσαι δε και οτι ουδε (≡14S_406≡> Πνευμα εστιν, ως ημας ειδεναι, ουτε υιοτης, ουτε πατροτης. Και το 'ως ημας ειδεναι' επι πασης της εν τοις προκειμενοις αποφασεως λαβε· δηλοι δε το κατα την ημετεραν ειδησιν.
Ουδε τα οντα γινωσκει: Μη σε ταρασσετω το κεφαλαιον τουτο και νομισης βλασφημειν τον θειον τουτον ανδρα· σκοπος γαρ αυτω δειξαι τον Θεον μηδεν των οντων οντα, αλλ' υπερ τα οντα· ει γαρ τα παντα αυτος δημιουργησας παρηγαγε, πως εχει ευρεθηναι εν τι των οντων; Ειπε γαρ, οτι ουδε τα οντα γινωσκει τον παντων αιτιον Θεον· τουτο δε απωλεια σαφης, το μη γινωσκειν Θεον· αλλα ταχεως αυτο εσαφηνισεν, ειπων, η αυτος εστι, τουτεστιν, ουδεν των οντων γινωσκει Θεον, καθ' ο αυτος εστιν, αντι του την ανεννοητον και υπερουσιον ουσιαν αυτου, η υπαρξιν καθ' ην υπαρχει· ειρηται γαρ· «ουδεις γινωσκει τον Υιον, ει μη ο Υιος». Και εκ του εναντιου επαγει ο μεγας Διονυσιος και φησιν, και οτι «ουδεις γινωσκει τον Θεον η εστιν», ουδε αυτος ο Θεος γινωσκει τα οντα η οντα εστι, τουτεστιν ουκ οιδεν επιβαλλειν τοις αισθητοις αισθητως, η ταις ουσιαις ως ουσιαις. Ανοικειον γαρ τουτο Θεω· οι γαρ ανθρωποι τα αισθητα η δια θεας η γευσεως η αφης νοουμεν τι εισι, τα δε νοητα απο μαθησεως η διδασκαλιας η ελλαμψεως καταλαμβανομεν. Ο δε Θεος ουδε εξ ενος τροπου τοιουτου οιδε τα οντα, αλλα γνωσιν εχει την αυτω πρεπουσαν· τουτο γαρ αινιττεται το ρητον το λεγον, «ο ειδως τα παντα πριν γενεσεως αυτων», οπερ δηλοι οτι ου κατα τον λογον της γενεσεως των οντων οιδεν (≡14S_408≡> αυτα ο Θεος, οπερ εστιν αισθητως, αλλα καθ' ετερον γνωσεως τροπον. Οι αγγελοι δε γνωστικως αυτα και αΰλως γινωσκουσιν, ουχ ως ημεις αισθητως. Ουτως ουν και ο Θεος ασυγκριτως και υπεραναβεβηκοτως, ου μην ταις ουσιαις επιβαλλων οιδε τα οντα. Αλλως· Τα οντα, ηγουν τα κτισματα, υπερ την εαυτων φυσιν εκταθειναι ταις νοησεσιν ου δυναται· εικοτως ουν εις εαυτα βλεποντα αγνοει την θειαν φυσιν, καθ' ο αυτη εστιν. Ουτως ουν και η θεια φυσις, εις εαυτην βλεπουσα, ουκ οιδεν εν εαυτη ειναι τα οντα κατα τον της ουσιας αυτων λογον· τουτο γαρ εδηλωσεν ειπων, «η οντα εστιν», επειδη υπερ παντα τα οντα και αυτο το ειναι κεκτηται υπερουσιως· ετερως γαρ ουκ αν τις ειποι αγνοειν τον Θεον τα εαυτου κτισματα.
Εις το αυτο. Οτι ουδεις γινωσκει την αχραντον Τριαδα, καθ' ο αυτη εστιν, αντι του, ουδεν εστιν ως αυτη, ινα και γινωσκη αυτην ως αυτη εστιν· ημεις ανθρωποι εσμεν, την δε υπαρξιν της αχραντου Τριαδος ουκ ισμεν τι εστιν· ου γαρ εσμεν εκ της ουσιας αυτης· ουτως ουδε ο Θεος ειδε τα οντα η εστι, καθως ημεις ου γαρ εστι τι των οντων η κατ' αυτα· καν γαρ αυτος Πνευμα ο Θεος, και το αγιον μεντοι Πνευμα ουτως ωνομασται, αλλ' ουκ εστι Πνευμα γνωριμον ημιν η αγγελοις. Τι δε ανωτερω ειπων, 'ουκ εστι φως, ουδε αληθεια', υποκαταβας παλιν λεγει, 'ουκ εστι σκοτος, ουδε φως, ουδε πλανη, ουδε αληθεια'; Δυνατον ουν επιχειρουντα ειπειν, οτι το μεν πρωτον περι του απολυτως φωτος λεγει, ουδε πλανη ως εν ουσιαις των αγγελων, και αληθειαν την αυτοαπολελυμενως και αναιτιως αληθειαν· τα δε εφεξης, οτι ουτε των προς τι, οιον εκ σκοτους μεταβαλλων φως, (≡14S_410≡> ωσανει εκ του δυναμει φωτος εις το ενεργεια φως μεταβαλλων εκ των σχετικων εις αλληλα φως και σκοτος· ουτε γαρ γνοφος εστιν, ουτε πολυ φως, ουτως ουτε εκ του εναντιου, εκ του κατα δυναμιν πλανην ειναι εις αληθειαν ενεργεια μετεβαλε· παντα γαρ ταυτα, δευτερα αυτου, εξ αυτου προνοητικως εκφοιτησαντα. Ουδεν ουν εστι των εξ αυτου.
 
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΕΠΙΣΤΟΛΑΣ ΤΟΥ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΑΡΕΟΠΑΓΙΤΟΥ
footer
  • Σάββατο 18 Νοεμβρίου

    Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 69 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ