ploigisi h3
bottom_neo.jpg

ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *

8ος Τομος - 15 Α

ΜΙΚΡΑ ΘΕΟΛΟΓΙΚΑ ΚΑΙ ΠΟΛΕΜΙΚΑ

ΠΡΟΣ ΜΑΡΙΝΟΝ ΤΟΝ ΟΣΙΩΤΑΤΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ

(≡15Α_010≡> Σκοπον θεμενος σαυτω την πανυμνητον προς τον Θεον στειλασθαι φιλιαν, θεοτιμητε Πατερ, ευτακτως προς αυτην διανυεις τον δρομον. Λογω μεν προς αρετης γενεσιν την των οντων φυσιν περιγραφων(1) νω δε, προς απλανους ενωσεως (γνωσεως) συστασιν, παντος αιωνος και χρονου περιοριζων την κινησιν· αις θερμοτερος ο του Θεου συνεισερχεται ποθος· τη τε απειρια συμπαρεκτεινων σου του ποθουντος την κινησιν· και τω ακαταληπτω του ποθουμενου, την εφεσιν σοι ποιων ακαταληπτον· ης τελος αυτος εστιν ο Θεος· ποθου τοις αξιοις γινομενος πληρωσις, ως απολαυσις αγαθων αυθυποστατος· ης μονην την πειραν οιδε καταληψιν ο λογος, οια σαφως υπερ νοησιν τυγχανουσαν, ενωσιν, ως μηδενι τυπω νοερω καθοτιουν υποπιπτουσης. Δια τουτο, του μεν λογου σοι γεγονε προσωπον(2) ο βιος· του δε βιου φυσις, (=0012=) ο λογος· τον καινον αληθως κατα Χριστον υπογραφοντες ανθρωπον· ευμιμητως φεροντα του κτισαντος Θεου την εικονα και την ομοιωσιν· αστινας υποληπτεον νυν την αληθειαν και την αγαθοτητα· την μεν θεωριας, την δε, πραξεως τελος υπαρχουσαν· και την μεν, ψευδους, την δε, πονηριας αντιπαλον.
(≡15Α_012≡> Εντευθεν σοι τη κατορθωσει των αρετων, η των θειων συνηφθη δογματων καταληψις· τω τε πληθει της γνωσεως, και τη δυναμει συνεχομενη της αποδειξεως· καθ᾿ ην, το προς τινων ουκ ηκριβωμενως περι θεληματων προταθεν διαγνους, και παρωσαμενος, ταυτον αλληλοις ειναι φαμενων θελημα και βουλησιν, και βουλην, και προαιρεσιν και γνωμην· εξουσιαν τε και δοξαν και φρονησιν, μονοις αλληλων, διαφεροντα τοις ονομασι· του τε Θεου και των αγιων εν θελημα γενησεσθαι· και δια τουτο βεβαιουμενων τον Χριστον εν θελημα προαιρετικον εχειν και διατεινομενων· ουκ ηρκεσθης σαυτω προς την του καλως κριθεντος βεβαιωσιν, δια την συντροφον πτωχειαν του πνευματος· αλλα καμε τον ιδιωτεια συντεθραμμενον συμψηφον λαβειν των εγνωσμενων σοι καλως κατηξιωσας. Οπερ ποιησων ηκω· καν προπετες· τω της ευπειθειας μισθω νενικημενος. Εκαστου δε τουτων καθ᾿ ειρμον την γραφην ποιησομαι συντομον, και οιον οριστικην· ουκ εμους εγχαραττων λογους· πως γαρ, ο τουτων πενομενος, αλλα τους περι τουτων αλλοις πονηθεντας ερανισαμενος· ινα γνωμεν ως αμφοιν· διαφερουσιν αλλητων ταυτα· λεγω δε κλησει και πραγματι.

ΠΕΡΙ ΦΥΣΙΚΟΥ ΘΕΛΗΜΑΤΟΣ, ΗΓΟΥΝ ΘΕΛΗΣΕΩΣ
Θελημα γαρ ειναι φυσικον, ηγουν θελησιν, δυναμιν του κατα φυσιν οντος ορεκτικην· και των ουσιωδως τη φυσει προσοντων συνεκτικην παντων ιδιωματων. Τουτω γαρ συνεχομενη φυσικως η ουσια, του τε ειναι και ζην και κινεισθαι κατ᾿ αισθησιν τε και νουν ορεγεται, της οικειας εφιεμενη φυσικης και (≡15Α_014≡> πληρους οντοτητος. Θελητικη γαρ εαυτης, και των οσα συστασιν αυτης ποιεισθαι πεφυκε, καθεστηκεν η φυσις· τω του ειναι αυτης λογω, καθ᾿ ον εστι τε και γεγονεν ορεκτικως επηρτημενη. (=0013=) Διοπερ ετεροι τουτο το φυσικον οριζομενοι· θελημα φασιν ειναι, ορεξιν λογικην τε και ζωτικην· την δε προαιρεσιν, ορεξιν βουλευτικην των εφ᾿ ημιν. Ουκ εστιν ουν προαιρεσις η θελησις· ειπερ η μεν θελησις απλη τις ορεξις εστι, λογικη τε και ζωτικη· η δε προαιρεσις, ορεξεως και βουλης και κρισεως συνοδος. Ορεγομενοι γαρ προτερον βουλευομεθα· και βουλευσαμενοι, κρινομεν· και κριναντες, προαιρουμεθα του χειρονος το δειχθεν εκ της κρισεως κρειττον· και η μεν, μονον ηρτηται των φυσικων· η δε, μονων των εφ᾿ ημιν, και δι᾿ ημων γινεσθαι δυναμενων. Ουκ εστιν ουν θελησις η προαιρεσις.

ΠΕΡΙ ΒΟΥΛΗΣΕΩΣ
Αλλ᾿ ουτε βουλησις εστιν η προαιρεσις. Βουλησις μεν γαρ εστιν ορεξις φανταστικη των εφ᾿ ημιν και ουκ εφ᾿ ημιν· τουτεστι μονη τη διανοια μορφουμενη. Η δε ορεξις φανταστικη, μονης εστι της διανοητικης δυναμεως ανευ του βουλευτικου λογου των εφ᾿ ημιν· η ποια φυσικη θελησις. Η δε προαιρεσις, ορεξις βουλευτικη των εφ᾿ ημιν πρακτων. Ηρκει μεν ουν και μονος ο της υπογραφης λογος, δειξας την τουτων διαφοραν, παυσαι φιλονεικιας τους περιττως φιλολογουντας· και τοις καλως εγνωσμενοις, ουκ οιδ᾿ οπως ευφημως ειπειν, σαφως αντιλεγοντας. Επειδη δε ποθουσι πως οι φιλοπευστουντες δια πλειονων επιστηναι τοις ζητουμενοις, ερουμεν και αλλως. Φασιν οι περι τουτων διειληφοτες. Ου πασιν οις αρμοζει το προαιρεισθαι, παντως αρμοζειν και το βουλεσθαι. Βουλεσθαι μεν γαρ υγιαινειν και πλουτειν και (≡15Α_016≡> αθανατισθηναι φαμεν· προαιρεισθαι δε πλουτειν και υγιαινειν και αθανατισθηναι, ου λεγομεν· επειδη η μεν βουλησις, και επι των δυνατων και επι των αδυνατων εστιν· η δε προαιρεσις, επι μονων δυνατων, και δι᾿ ημων γενεσθαι δυναμενων. Και παλιν, η μεν βουλησις, του τελους εστιν· η δε προαιρεσις, των προς το τελος. Τελος ουν ειναι φασι το βουλητον· οιον, την υγιειαν· προς το τελος, δε, το βουλευτον· οιον, τον της υγιειας τοπον. Την αυτην ουν αναλογιαν ην εχει το βουλητον προς το βουλευτον, εχειν την βουλησιν φασι (=0016=) προς την προαιρεσιν· ειπερ ταυτα μονα προαιρουμεθα, α δι᾿ ημων οιομεθα δυνασθαι γενεσθαι. Βουλομεθα δε και τα μη δι᾿ ημων οια τε γενεσθαι. Δεδεικται τοινυν, ως ουδε βουλησις εστιν η προαιρεσις· δειχθησεται δε παλιν, ως ουτε βουλευσις εστιν ηγουν βουλη.

ΠΕΡΙ ΒΟΥΛΗΣ ΗΓΟΥΝ ΒΟΥΛΕΥΣΕΩΣ
Την βουλην ηγουν βουλευσιν ειναι φασιν ορεξιν ζητητικην περι τι των εφ᾿ ημιν πρακτων γινομενην. Προαιρετον δε, το εκ της βουλης κριθεν. Δηλον ουν εντευθεν, ως η μεν βουλευσις, επι τοις ετι ζητουμενοις εστιν· η δε προαιρεσις, επι τοις ηδη προκεκριμενοις. Και δηλον, ουκ εκ μονου του ορισμου, αλλα και της ετυμολογιας. Προαιρετον γαρ εστι το ετερον προ ετερου αιρετον. Ουδεις δε προκρινει τι, μη βουλευσαμενος· ουδε αιρειται μη κρινας. Ουκ εστιν ουν βουλη, τουτεστι βουλευσις, η προαιρεσις.

ΠΕΡΙ ΠΡΟΑΙΡΕΣΕΩΣ
Προαιρεσιν ειναι φασιν ορεξιν βουλευτικην των εφ᾿ ημιν (≡15Α_018≡> πρακτων. Μικτον γαρ τι, και πολλοις συγκρατον η προαιρεσις· εξ ορεξεως και βουλης συγκειμενη και κρισεως. Ουδετερον γαρ τουτων υπαρχει καθ᾿ αυτο θεωρουμενον η προαιρεσις· ουτε γαρ μονον ορεξις καθ᾿ αυτην, ουτε βουλη, ουτε κρισις· αλλα εκ τουτων συγκρατος, καθως ο καθ᾿ ημας ανθρωπος εκ ψυχης και σωματος συνθετος. Επειδη τοτε προαιρεσις, και προαιρετον γινεται, το προκριθεν εκ της βουλης, περι ου η προαιρεσις, οταν προσλαβη την ορεξιν. Αναγκαιως ουν η προαιρεσις περι ταυτα εστι μετα την κρισιν, περι α η βουλη προ της κρισεως. Εκεινα γαρ προαιρουμεθα, περι ων βουλευομεθα.

ΠΕΡΙ ΤΙΝΩΝ ΒΟΥΛΕΥΟΜΕΘΑ
Βουλευομεθα δε περι των εφ᾿ ημιν και δι' ημων γινεσθαι δυναμενων· και αδηλον εχοντων το τελος. Το μεν ουν εφ᾿ ημιν ειρηται, επειδη περι των πρακτων μονον βουλευομεθα. Ταυτα γαρ εφ᾿ ημιν· ου γαρ περι της αυθυποστατου σοφιας. Ουτε γαρ περι Θεου, ουτε περι των εξ αναγκης και αει ωσαυτως γινομενων· οιον της κυκλικης των χρονων κινησεως· ουτε περι των ουκ αει μεν οντων, αει δε ομοιως γινομενων, οιον ανατολης ηλιου και δυσεως· ουτε περι των φυσει μεν, ουκ αει δε ομοιως γινομενων, (=0017=) αλλ᾿ ως επι το πλειστον· οιον, περι του πολιουσθαι τον εξηκοντουτην, η γενειασκειν τον εικοσαετη· ουτε περι των φυσει μεν, αλλοτε δε αλλως αοριστως γινομενων· οιον περι ομβρων και αυχμων και χαλαζης. Δια ταυτα μεν το εφ᾿ ημιν, ειρηται· Το δε, Δι᾿ ημων γινεσθαι δυναμενων· επειδηπερ ου περι παντων ανθρωπων (των ανθρωπινων), ουτε περι παντος πραγματος βουλευομεθα· αλλ᾿ ουδε περι παντων των εφ᾿ ημιν, και δι᾿ ημων γινομενων· αλλα δει (≡15Α_020≡> προσκεισθαι, και αδηλον εχοντων το τελος. Εαν γαρ η φανερον και ομολογουμενον, ουκ ετι περι αυτου βουλευομεθα· καν εφ᾿ ημιν, και δι᾿ ημων γινηται. Εδειχθη δε, ως ουδε περι του τελους, αλλα περι των προς το τελος, η βουλη. Βουλευομεθα γαρ ου πλουτησαι· αλλ᾿ οπως και δι᾿ ων πλουτησομεν. Και συντομως ειπειν, περι τουτων μονον βουλευομεθα, ων η πραξις επισης ενδεχεται· εστι δε επισης ενδεχομενον, ο αυτο τε δυναμεθα, και το αντικειμενον αυτω. Ει δε το ετερον μονον των αντικειμενων ηδυναμεθα, τουτο μεν ην ομολογουμενον, ως αναμφιβολον· το δε αντικειμενον, αδυνατον. Οιον, αρτου και λιθου προκειμενων, ουδεις βουλευεται ποιον ποιησεται βρωμα· του μεν ομολογουμενου· του δε σαφως οντος αδυνατου. Ταυτα γουν προαιρουμεθα, τα επισης ενδεχομενα, περι ων και βουλευομεθα.

ΠΕΡΙ ΓΝΩΜΗΣ
Αλλ᾿ ουτε γνωμη τις εστιν η προαιρεσις, καν οι πολλοι τουτο προχειρως νομιζωσιν· αλλα γνωμης· ειπερ την γνωμην ειναι φασιν ορεξιν ενδιαθετον των εφ᾿ ημιν, εξ ης η προαιρεσις· η διαθεσιν επι τοις εφ᾿ ημιν ορεκτικως βουλευθεισι. Διατεθεισα γαρ η ορεξις τοις κριθεισιν εκ της βουλης, γνωμη γεγονε· μεθ᾿ ην, η κυριωτερον ειπειν, εξ ης η προαιρεσις. Εξεως ουν προς ενεργειαν επεχει λογον, η γνωμη προς την προαιρεσιν.

ΠΕΡΙ ΕΞΟΥΣΙΑΣ
(≡15Α_022≡> Αλλ᾿ ουτε εξουσια εστιν η προαιρεσις. Η μεν γαρ προαιρεσις, ως πολλακις εφην, ορεξις εστι βουλευτικη των εφ᾿ ημιν πρακτων· η δε εξουσια, κυριοτης εννομος των εφ᾿ ημιν πρακτων· η κυριοτης ακωλυτος της των εφ᾿ ημιν χρησεως· η ορεξις των εφ᾿ ημιν αδουλωτος. Ουκ εστιν ουν ταυτον εξουσια και προαιρεσις· ειπερ κατ᾿ εξουσιαν μεν προαιρουμεθα· ουκ εξουσιαζομεν δε κατα προαιρεσιν· και η μεν επιλεγεται μονον· η δε χραται τοις εφ' ημιν, και τοις επι τοις εφ᾿ ημιν, ηγουν, προαιρεσει και κρισει και βουλη. Κατ' εξουσιαν γαρ βουλευομεθα, (=0020=) και κρινομεν, και προαιρουμεθα, και ορμωμεν, και χρωμεθα τοις εφ᾿ ημιν.

ΠΕΡΙ ΔΟΞΗΣ
Αλλ᾿ ουτε δοξα τις εστιν η προαιρεσις. Η μεν γαρ δοξα διττη· λογικη τε, και αλογος· η δε προαιρεσις τρεπτη. Την μεν ουν αλογον δοξαν ειναι φασιν, απλην γνωσιν και προχειρον· ως οταν τις προφερη δοξαν αλλοτριαν, αγνοων την αυτης αιτιαν. Οιον, αθανατον λεγων την ψυχην, και μη διδους αποδεικτικην αιτιαν της αθανασιας αυτης. Την δε λογικην δοξαν, γνωσιν ειναι λεγουσι, κατα αποπερατωσιν της διανοιας συνισταμενην· ως οταν τις λογισαμενος τι, και την αιτιαν αυτου επιστημονικως αποδιδωσι. Διανοια γαρ εστιν, η διηκουσα και διαστηματικως ενεργουσα, απο προτασεως αρχομενη μεχρι συμπερασματος. Οιον, προτιθεται τις δειξαι την ψυχην αθανατον, και λεγει· Επειδη αυτοκινητος εστιν η ψυχη· το δε αυτοκινητον, αεικινητον· το δε αεικινητον, αθανατον· η ψυχη αρα αθανατος. Η παλιν· Επειδη (≡15Α_024≡> ασυνθετος εστιν η ψυχη· το δε ασυνθετον, αδιαλυτον· το δε αδιαλυτον, αθανατον· η ψυχη αρα αθανατος. Διανοιας γαρ ιδιον, το διανυειν τινα οδον επι την του πραγματος γνωσιν φερουσαν· οδευει δε απο των προτασεων δια των συλλογισμων επι τα συμπερασματα, και ποιει την λογικην δοξαν. Και παλιν, η μεν δοξα ου μονον των εφ᾿ ημιν, αλλα και των ουκ εφ᾿ ημιν· η δε προαιρεσις, μονον των εφ᾿ ημιν· και δοξαν μεν αληθη λεγομεν και ψευδη· προαιρεσιν δε, ου λεγομεν αληθη και ψευδη· αλλα καλην και κακην· και η μεν δοξα, των καθολου· η δε προαιρεσις, των καθεκαστα· περι γαρ των πρακτων η προαιρεσις· ταυτα γαρ τα καθεκαστα. Δια πλειονων, ως οιμαι, φανερον γεγονε, μη ειναι δοξαν, την προαιρεσιν. Ει γαρ η μεν δοξα κατ᾿ αποπερατωσιν της διανοιας συνισταμενη, γνωσις εστιν· η δε προαιρεσις, ορεξις βουλευτικη των εφ᾿ ημιν πρακτων, ουκ εστι τη δοξη ταυτον η προαιρεσις.

ΠΕΡΙ ΦΡΟΝΗΜΑΤΟΣ, ΗΓΟΥΝ ΦΡΟΝΗΣΕΩΣ
Αλλ᾿ ουτε φρονημα ηγουν φρονησις εστι η προαιρεσις. Ειπερ την μεν φρονησιν, ορεξιν θεωρητικην λογικων και γνωστικων μαθηματων φασιν· (=0021=) η εξιν ανοιας τε και υπερνοιας αντιπαλον· την δε προαιρεσιν, ως διαφορως αποδεδωκεν ο λογος, ορεξιν βουλευτικην των εφ᾿ ημιν. Γινεσθαι δε την φρονησιν φασι κατα τον τροπον τουτον· οιον, την μεν πρωτην του νου κινησιν, νοησιν καλουσι· την δε περι τινος νοησιν, εννοιαν λεγουσι· ητις επιμεινασα και τυπωσασα την ψυχην προς το νοουμενον, ενθυμησις προσαγορευεται· η δε ενθυμησις εν ταυτω μεινασα, και εαυτην βασανισασα, φρονησις ονομαζεται· η δε φρονησις πλατυνθεισα, ποιει τον διαλογισμον· ενδιαθετον λογον (≡15Α_026≡> παρα τοις ταυτα δεινοις ονομαζομενον· ον υπογραφοντες φασι, κινημα της ψυχης ειναι πληρεστατον εν τω διαλογιστικω γινομενον, ανευ τινος εκφωνησεως· εξ ου τον προφορικον λογον φασι προϊεναι.
Φρονημα δε παλιν ειναι λεγουσι, την εκ της φρονησεως επιγινομενην τω φρονητικω γνωσιν του φρονηθεντος· φρονησιν γαρ, και φρονητον και φρονητικον και φρονημα φασι. Και φρονησις μεν εστιν, η σχεσις· φρονητον δε, το φρονουμενον· φρονητικον, το φρονουν· και φρονημα, η γενομενη εκ της φρονησεως τω φρονητικω γνωσις του φρονηθεντος πραγματος. Ει τοινυν τουτο μεν ουτως· η δε προαιρεσις ουχ ουτως· αρα προαιρεσις ουκ εστι το φρονημα.
Δεδεικται τοινυν, ως οιμαι, σαφως, ουκ ειναι ταυτον αλληλοις τα προταθεντα, κατα τους τουτο νομιζοντας. Ει δε φαιεν αλληλοις παντως ειναι ταυτον, δια το παντων επισης, ως γενος κατηγορεισθαι την ορεξιν, ηγουν την ορεκτικην της φυσεως δυναμιν· ειπατωσαν αλληλοις ειναι ταυτον και παντα τα ειδη, τα τε χερσαια, και πτηνα και ενυδρα, δια το παντων επισης ως γενικωτερον, κατηγορεισθαι γενος το ζωον, φρουδος αυτοις η του παντος γενησεται διακοσμησις· πραγματων ουκ ουσα διαφορων υποστασις, αλλα μονον ψιλων ονοματων εκφανσις.

ΟΤΙ ... ΟΥΚ ΕΣΤΑΙ ΜΕΤΑ ΤΗΝ ΑΝΑΣΤΑΣΙΝ ΕΝ ΤΟ ΘΕΛΗΜΑ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΣ ΑΛΛΗΛΟΥΣ ... ΘΕΟΝ
Ουκουν η προαιρεσις προσλαβουσα την επι τοις εφ᾿ ημιν ορμην τε και χρησιν, περας της κατ᾿ ορεξιν, ημιν λογικης υπαρχει (≡15Α_028≡> κινησεως. Το γαρ φυσει λογικον, δυναμιν εχον φυσικην τον λογικην ορεξιν, ην και θελησιν της νοερας καλουσι ψυχης· ορεγεται και λογιζεται· και λογισαμενον βουλεται. Βουλησιν γαρ ειναι φασιν, ου την απλως φυσικην, αλλα την ποιαν· τουτεστι, την περι τινος θελησιν· (=0021=) και βουλομενον ζητει· και ζητουν σκεπτεται· και σκεπτομενον βουλευεται· και βουλευομενον κρινει· και κρινον προαιρειται· και προαιρουμενον ορμα· και ορμων, κεχρηται· και χρωμενον παυεται της ορεκτικης επ᾿ εκεινο κινησεως. Ουδεις γαρ κεχρηται, μη προτερον ορμησας· και ουδεις ορμα, μη προαιρουμενος· και ουδεις προαιρειται, μη κρινας· και ουδεις κρινει, μη βουλευσαμενος· και ουδεις βουλευεται, μη σκεψαμενος· και ουδεις σκεπτεται, μη ζητησας· και ουδεις ζητει, μη βουληθεις· και ουδεις βουλεται, μη λογισαμενος· και ουδεις λογιζεται, μη ορεγομενος· και ουδεις λογικως ορεγεται, μη υπαρχων φυσει λογικος. Λογικον ουν φυσει ζωον υπαρχων ο ανθρωπος, ορεκτικος εστι, και λογιστικος, και βουλητικος, και ζητητικος, και σκεπτικος και προαιρετικος, και ορμητικος και χρηστικος.
Ει δε μετα των λοιπων και προαιρετικον φυσει ζωον ο ανθρωπος· η δε προαιρεσις των εφ᾿ ημιν, και δι᾿ ημων γινεσθαι δυναμενων, και αδηλον εχοντων το τελος εστιν· εφ᾿ ημιν δε, και ο των αρετων λογος, των κατα φυσιν δυναμεων υπαρχων ενεργουμενος νομος· και ο κατα παραχρησιν των αυτων δυναμεων τροπος, τα παρα φυσιν παθη παρυφιστων· αρα πας φυσει προαιρετικος, των αντικειμενων επιδεκτικος τε και κριτικος. Ει δε των αντικειμενων κριτικος, και προαιρετικος παντως· ει δε προαιρετικος, ως υπ᾿ αυτω κειμενης της επ᾿ αμφω κινησεως, (≡15Α_030≡> ουκ ατρεπτος φυσει καθεστηκεν(3). Ουκουν επειδη των αμφιβολων εστιν, ως εφ᾿ ημιν, η τε βουλη και η κρισις και η προαιρεσις, οταν ουκ εστι τα αμφιβολα, της αυθυποστατου πασιν εμφανους αληθειας δειχθεισης, προαιρεσις ουκ εστι δια των μεσων και εφ᾿ ημιν οντων κινουμενη πραγματων· οτι μηδε κρισις, αφορισμον ποιουμενη των αντικειμενων, ων το κρειττον ποιουμεθα προ του χειρονος αιρετον· ει δε τοτε κατα τον νυν κρατουντα νομον της φυσεως, προαιρεσις ουκ εστι, πασης απογενομενης των οντων αμφιβολιας, ορεξις ενεργης εσται μονη νοερα, τοις ουτω κατα φυσιν ορεκτικοις· μονης αφραστως επειλημμενη της του κατα φυσιν ορεκτου μυστικης απολαυσεως, προς ην εσχε δια των απηριθμημενων την κινησιν· ης ο κορος εστιν, η επ᾿ απειρον επιτασις αυτης της των απολαυοντων ορεξεως· εκαστου τοσουτον υπερφυως μεθεξοντος, οσον εποθησε· και προς αυτο το φυσει ποθουμενον αμεσος συνανακρασις. Ει δε οσον τις εποθησε, (=0025=) τοσουτον μεθεξει του ποθουμενου· τω μεν της φυσεως λογω, μια δειχθησεται παντων η θελησις· τω δε της κινησεως τροπω, διαφορος.
Ει δε τροπω τω κατα την κινησιν ου μια παντων ανθρωπων η θελησις· ουδεποτε μια του τε Θεου και των σωζομενων, ως τισιν εδοξε, κατα παντα τροπον γενησεται θελησις· καν εν το θεληθεν εστι τω τε Θεω και τοις αγιοις, η σωτηρια των σωζομενων· σκοπος υπαρχουσα θειος, ως τελος παντων προεπινοηθεν των αιωνων· περι ο, των τε σωζομενων προς αλληλους και Θεου του σωζοντος, κατα την θελησιν γενησεται συμβασις· ολου εν πασι γενικως , και το καθ᾿ εκαστον ιδικως χωρησαντος του Θεου, του τα παντα πληρουντος τω μετρω της χαριτος· (≡15Α_032≡> και εν πασι πληρουμενου, μελων δικην, κατα την αναλογιαν της εν εκαστω πιστεως αυτω συμφυεισιν. Ει γαρ του μεν Θεου το θελημα φυσει σωστικον, το δε των ανθρωπων φυσει σωζομενον ταυτον ουκ αν ειη ποτε το φυσει σωζον, και το φυσει σωζομενον· καν εις αμφοτερων σκοπος, η σωτηρια των ολων καθεστηκεν· υπο μεν του Θεου προβεβλημενη· υπο δε των αγιων προηρημενη.
Ει δε ταυτον εσται και εν αριθμω το τε θειον και το ανθρωπινον θελημα, κατα τους λεγοντας, επειδη θεληματι παντας ο Θεος υπεστησε τους αιωνας, εσται τω αυτω θεληματι δημιουργος και ο των αγιων χορος, ειτε φυσικω, ειτε γνωμικω· και απλως, ω πεφυκασι προς το θειον ταυτιζεσθαι· οπερ ατοπον, και μονης, ως οιμαι, ρεμβαζομενης εργον διανοιας εστιν. Εως γαρ αν μη παντες δημιουργοι, η μονον αποστολοι, η μονον προφηται· και ουτοι παλιν, η Πετρος μονον, η Μωσης μονον· και ου μια, πολλαι δε παρα τω Θεω και Πατρι μοναι τοις αγιοις εισι· τω τε κατα φυσιν αγαθω θεληματι, το κατα μιμησιν προς αυτο κινηθεν ανθρωπινον, ποιοτητι τε φυσικη και ποσοτητι ειη ταυτον, οπερ αμηχανον (πως γαρ αν τω φυσει μεθεκτικω, το φυσει μεθεκτον ειη ταυτον;) μιαν γνωμην κατα παντα τροπον ειναι του τε Θεου και του των αγιων χορου, αδυνατον· καν, ως ειπον, εν εστιν αμφοτεροις το θεληθεν, η σωτηρια των ολων· περι ην των θεληματων η ενωσις. Αλλ᾿, ως εοικεν, αγνοουτες οιος αυτοις εξ ων λεγουσιν ατοπιας αναφυεται λογος, ασκοπως εφ᾿ α μη δει φερεσθαι την σφων αυτων συγχωρουσι διανοιαν. Ει γαρ ουκ εστι θελημα, οπωσουν νοουμενον η λεγομενον ασχετον, και το προς τι γενος ουκ εχον κατηγορουμενον· ποιοτης εστιν, αλλ᾿ (≡15Α_034≡> ου των καθ᾿ αυτα, ως εν ετερω δηλαδη θεωρουμενον. Ει δε των εν ετερω θεωρουμενων εστι το θελημα, συμβεβηκος παντως εστιν· ει δε συμβεβηκος, η ουσιας(4), η υποστασεως εσται χαρακτηριστικον (=0028=) (τουτων γαρ ουδεν μεσον εστι καθ᾿ αυτο θεωρουμενον, ητοι μηδετερων μετεχον, η εξ αμφοιν συνθετον)· και ει μεν ουσιας, μιαν του τε Θεου και των αγιων φυσιν κατηγορησουσι· παντων δια του ενος θεληματος, την εις μιαν ουσιαν παθοντων συναιρεσιν. Το γαρ γενικως τινων επισης κατηγορουμενον, ουσιας, υφ᾿ ην τελουσιν, υπαρχει δηλωτικον. Ει δε υποστασεως, μια παντων εσται του τε Θεου και των αγιων υποστασις, παντων αλληλοις εις ταυτον συγχωνευθεντων. Το γαρ ιδικως τινι καθ᾿ υποστασιν εμπεφυκος, αλλοις απαραλλακτως ενθεωρουμενον, παντας αλληλοις συγχει· και τον εκαστου του, πως ειναι λογον, ποιει παντελως αδιαγνωστον.

ΟΤΙΠΕΡ ΕΝ ΘΕΛΗΜΑ ΟΥ ΔΥΝΑΤΟΝ ΕΠΙ ΧΡΙΣΤΟΥ ΛΕΓΕΣΘΑΙ· ΕΙΤΕ ΦΥΣΙΚΟΝ, ΕΙΤΕ ΠΡΟΑΙΡΕΤΙΚΟΝ...
Ουκουν, ειπερ εν τουτοις αυτων ο λογος ησθενησεν· ουδε επι τον Κυριον ημων και Θεον, και Σωτηρα των ολων Χριστον μεταβαινων, και εν οπωσουν λεγομενον επ᾿ αυτου θελημα κατασκευαζων ευσθενησοι ποτ᾿ αν. Ει μεν γαρ φυσικον ειποιεν του Χριστου τουτο το θελημα, την Μανιχαϊκην αυτοθεν νοσησαντες δειχθησονται φαντασιαν, ως την ουκ ουσαν, ουτε γενησομενην μιαν Χριστου φυσιν, καταλληλω θεληματι δηλουμενην πρεσβευοντες· την τε μανιαν Αρειου κατα ταυτον, και την Απολιναριου ζηλωσαντες φωραθησονται συνουσιωσιν· ως του Θεου και Πατρος, και της αχραντου Μητρος, τον Χριστον κατα την ουσιαν αλλοτριωσαντες. Το γαρ φυσικον θελημα, φυσιν χαρακτηριζει· και ουδεις αντερει λογος. Ει δε φυσιν χαρακτηριζει, δηλον ως φυσιν, οι τουτο λεγοντες, τον Χριστον καταγγελλουσι. Ει δε (≡15Α_036≡> φυσις ο Χριστος, ουτε Θεος φυσει, ουτε μην ανθρωπος φυσει εστιν αληθως· ειπερ μη φυσει Χριστος αληθως ο Πατηρ, η φυσει Χριστος αληθως η μητηρ. Ει δε φυσει Θεος ο Χριστος, καθο φυσει Χριστος, πολυθεος ο τουτο λεγων· αλλην Πατρος ως Θεου φυσιν, ουκ οντος φυσει Χριστου· και αλλην Χριστου φυσιν, ως Θεου πρεσβευων, οντος φυσει Χριστου· και περας αυτοις της τοιαυτης τερατολογιας, η προς πολυθειαν εσται κατακρισις.
Ει δε προαιρετικον, οπερ καλουσι γνωμικον, η κατα φυσιν εσται παντως, τον τροπον της των επι Χριστω πρακτων χρησεως εχον δια παντων συνευοντα τω λογω της φυσεως· και ουκ απαθης, αλλ᾿ εγκρατης ουτω γε παθων κατ᾿ αυτους ο Χριστος υπαρχων δειχθησεται· και κατα προκοπην αγαθος, ο τι ποτε την φυσιν εστι. Τοιουτον γαρ η κατα φυσιν προαιρεσις των επι τω αιρουμενω πρακτων, το κρειττον ποιουμενη προ του χειρονος αιρετον· (=0029=) η παρα φυσιν, και τον τροπον της των επ᾿ αυτω χρησεως δειξει φθαρτικον του λογου γεγενημενον της φυσεως· τοιουτον γαρ η παρα φυσιν προαιρεσις, των επι τω αιρουμενω πρακτων, το χειρον ποιουμενη προ του κρειττονος προαιρετον. Κατορθωθεισης γαρ η παρασφαλεισης της του αιρουμενου των επ' αυτω πρακτων κατα την βουλευσιν κρισεως, ης οιονει ψηφος εστιν η προαιρεσις, η ο κατα φυσιν αυτω δια της ευχρηστιας υφισταται λογος, η ο παρα φυσιν δια της αχρηστιας παρυφισταται τροπος· ο μεν, της κατα φυσιν· ο δε, της παρα φυσιν προαιρεσεως γινομενος αγγελος.
Και ει μεν κατα φυσιν η του Χριστου προαιρεσις η, ου μονον επι τοις αυτοις παλιν αυτους αιτιασομεθα, φυσιν αλλην Χριστου θεοτητος μεσην και κτισεως τολμηρως σχεδιαζοντας· αλλα και (≡15Α_038≡> ληρουντας γελασομεν, φυσει των αντικειμενων κατα προαιρεσιν ως ψιλον ανθρωπον κατα Νεστοριον τον Χριστον δεκτικον ποιουμενους. Ει δε παρα φυσιν, σιωπω παρατρεχων το βλασφημον, μηπως λαθων τοις κατ᾿ αυτων ελεγχοις την γλωτταν χρανθησομαι. Προαιρετικον γαρ επι Χριστου θελημα φασκοντες, υποστασιν Χριστου παντως υπεδειξαν κατα φυσιν κινεισθαι και παρα φυσιν δυναμενην. Τοιουτον γαρ, ως εφθην ειπων, η προαιρεσις· ει δε της του Χριστου χαρακτηριστικον εστιν υποστασεως, αφωρισαν αυτον, κατα δη τουτο το θελημα, του τε Πατρος και του Πνευματος ετεροβουλον τε και ετερογνωμον. Το γαρ τω Υιω, καθ᾿ υποστασιν ιδικως ενθεωρουμενον, Πατρι και Πνευματι καθ᾿ υποστασιν παντελως ακοινωνητον. Οσοι τοινυν των αγιων Πατερων(5) επι της κατα Χριστον ανθρωποτητος προαιρεσεως επεμνησθησαν, την ορεκτικην της φυσεως δυναμιν ουσιωδως· ταυτον δε φαναι, την φυσικην θελησιν, η την ημων αυτων προαιρεσιν τω σαρκωθεντι Θεω κατ᾿ οικειωσεν ενυπαρχουσαν, παρεδηλωσαν.
Ο δη μαλιστα σκοπησας ο σος δουλος και μαθητης, εν τοις προς τον αγιωτατον μου κυριον και διδασκαλον περι των απορων της αγιας Γραφης εκτεθεισι Θαλασσιον, ειπον προαιρεσιν· ειδως, ως ειπερ ημιν γεγονεν ανθρωπος ο ποιητης των ανθρωπων, ημιν δηλονοτι και την ατρεψιαν κατωρθωσε της προαιρεσεως, ως ατρεψιας δημιουργος· τα μεν της ημων επιτιμιας δι᾿ αυτης της πειρας, ουσιωδως (=0032=) κατ᾿ εξουσιαν παθη δεχομενος· τα δε της ατιμιας, κατ᾿ οικειωσιν φιλανθρωπως αναδεχομενος· ων την μεν οικειωσιν, της προαιρετικης απαθειας αιτιαν τω γενει πεποιηται· την δε πειραν, της επομενης φυσικης αφθαρσιας πιστον αρραβωνα δεδωρηται. Το γαρ ανθρωπινον του Θεου, κατα προαιρεσιν ως ημεις ου κεκινηται, δια βουλης πεποιημενον (≡15Α_040≡> και κρισεως την των αντικειμενων διαγνωσιν· ινα μη φυσει κατα προαιρεσιν νομισθειη τρεπτον· αλλ᾿ αμα τη προς τον Θεον Λογον ενωσει το ειναι λαβον, αδιστακτον, μαλλον δε στασιμον την κατ᾿ ορεξιν φυσικην ητοι θελησιν, κινησιν εσχεν· η κυριωτερον ειπειν, την στασιν ακινητον εν αυτω κατα την ακραιφνεστατην ουσιωσιν τω Θεω Λογω παντελως θεωθεισαν· ην φυσικως τυπων τε και κινων(6), ως οικειαν, και της αυτου ψυχης φυσικην, αφαντασιαστως πεπληρωκε το μεγα της υπερ ημων οικονομιας μυστηριον· μηδεν του προσλημματος φυσικον παντελως απομειωσας, πλην της αμαρτιας· ης ουδεις ουδενι των οντων καθαπαξ ενεσπαρται λογος.
Της ουν διαφορας των ονοματων φανερας ημιν γεγενημενης, δια της ευκρινως εκαστω προσαρμοσθεισης υπογραφης, μη ταρασσωμεθα των επι συγχυσει των νοουμενων πραγματων, αδιακριτως τοις ονομασι κεχριμενων ακουοντες· ειπερ εν πραγμασιν ημιν, αλλ᾿ ουκ ονομασιν η αληθεια· και νομισωμεν ταυτον ειναι το μη ταυτον· αλλ' ευσεβως πιστευοντες, ομολογησωμεν τον Χριστον Θεον τελειον αληθως, και ανθρωπον τελειον αληθως, τον αυτον πραγματι κυριως κατ᾿ αληθειαν οντα, και ου μονη ψιλη κλησει τουτο λεγομενον· και δια τουτο φυσεις δυο, ων αυτος εστιν υποστασις, ειπερ ουκ ασαρκος, αυτον καταγγειλωμεν· και δυο θεληματα φυσικα, κατα τους Πατερας· ειπερ ουκ αψυχος και ανους, εχειν αυτον παρρησιασωμεθα· και μη θαρρησωμεν καινισαι φωνην, εφ᾿ η καταφυγην ουκ εχομεν την πατρικην αυθεντιαν. Εν γαρ θελημα Χριστου φυσικον, η προαιρετικον, ου μονον δια την δειχθεισαν ατοπιαν δεος ειπειν τους ευσεβειν εσπουδακοτας, (=0033=) αλλ᾿ οτι και μηδεις των αγιων πωποτε τουτο φησας πεφανται· αληθως ειδοτες, ως η προαιρεσις (≡15Α_042≡> των επ᾿ αμφω· τα καλα τε λεγω και τα κακα, κινεισθαι δυναμενων εστιν· οπερ επι Χριστου της οντως ουσιας των αγαθων και πηγης, καν εννοειν, μη οτι γε λεγειν, πασης ασεβειας πληρεστατον. Και περι μεν τουτων ταυτα.
Περι δε της εν τω εβδομω κεφαλαιω των απορων του μεγαλου Γρηγοριου κειμενης μιας ενεργειας, σαφης ο λογος. Την εσομενην γαρ κατα το μελλον των αγιων υπογραφων καταστασιν, εφην μιαν ενεργειαν του Θεου και των αγιων, την παντων εκθεωτικην των αγιων, της ελπιζομενης μακαριοτητος· του μεν Θεου κατ᾿ ουσιαν υπαρχουσαν, των αγιων δε κατα χαριν γεγενημενης. Μαλλον δε, μονον Θεου προσεπηγαγον· επειδη μονης αποτελεσμα της θειας ενεργειας εστιν(7), η κατα χαριν των αγιων εκθεωσις, ης ημεις ουκ εχομεν εγκατεσπαρμενην τη φυσει την δυναμιν. Ων δε την δυναμιν ουκ εχομεν, τουτων ουδε την πραξιν, φυσικης δυναμεως ουσαν συμπληρωσιν. Εχεται ουν η μεν πραξις, δυναμεως· η δε δυναμις, ουσιας, Η τε γαρ πραξις, απο δυναμεως και η δυναμις, απο της ουσιας και εν τη ουσια. Τρια ουν ταυτα εστιν, ως φασιν, αλληλων εχομενα· δυναμενον, δυναμις, δυνατον. Και δυναμενον μεν λεγουσι, την ουσιαν· δυναμιν δε, καθ᾿ ην εχομεν την του δυνασθαι κινησιν· και δυνατον, το παρ᾿ ημιν κατα δυναμιν γενεσθαι πεφυκος. Ει δε το παρ᾿ ημιν γινεσθαι πεφυκος, κατα δυναμον εχομεν φυσικην. Ουκ εστι δε των παρ᾿ ημων κατα δυναμιν γινεσθαι πεφυκοτων η θεωσις, ουκ ουσα των εφ᾿ ημιν· ουδεις γαρ εν τη φυσει, των υπερ φυσιν λογος. Αρα της ημων ουκ εστι δυναμεως πραξις η θεωσις, ης ουκ εχομεν κατα φυσιν την δυναμιν· αλλα μονης της θειας δυναμεως, ουκ εργων υπαρχουσα δικαιων τοις αγιοις αντιδοσις(8)· αλλα της του πεποιηκοτος αφθονιας αποδειξις· τουτο θεσει ποιησαντος τους εραστας των καλων, οπερ αυτος υπαρχων φυσει (≡15Α_044≡> δειχθησεται, καθ' ους αυτος επισταται λογους· ινα και τελειως γνωσθη, και μεινη παντελως ακαταληπτος. Ουκ ανειλον ουν την φυσικην των τουτο πεισομενων ενεργειαν, ων αποτελειν πεφυκε πεπαυμενην, και μονην εμφηνας των αγαθων την απολαυσιν πασχουσαν· αλλα μονην υπεδειξα (=0036=) θεωσεως απεργαστικην την υπερουσιον δυναμιν, κατα χαριν των θεωθεντων γεγενημενην.
Και μηδεις υπονοησει τουτοις μιαν καταγγελλεσθαι Χριστου την ενεργειαν. Ου γαρ ανθρωπον αποθεωθεντα τον Χριστον καταγγελλομεν, αλλα Θεον τελειως ενανθρωπησαντα, και της οικειας αφραστου θεοτητος την απειρον, απειρακις απειρως υπεραπειρον δι᾿ ενεργους φυσει σαρκος νοερως εψυχωμενης εμφανη ποιησαμενον δυναμιν· ολον Θεον τον αυτον, και ανθρωπον αληθως· αμφω τε φυσει τελειον τον αυτον και πληρεστατον· και παν ει τι κατ' αμφω πεφυκος ανελλιπως εχοντα πλην αμαρτιας, ης λογος ουδεις. Ων γαρ αυτος φυσεων υποστασις ην, τουτων και τους ουσιωδεις φυσικως επεδεχετο λογους. Ει δε τους ουσιωδεις ων αυτος υποστασις ην, επεδεχετο λογους, και φυσικην εμψυχον σαρκος εικοτως ειχεν ενεργειαν, ης ουσιωδεις τη φυσει κατεσπαρται λογος. Ει δε φυσικην ως ανθρωπος ενεργειαν ειχεν, ης ο λογος της φυσεως υπηρχε συστατικος, και ως Θεος δηλονοτι φυσικην ειχεν ενεργειαν, ης ο λογος της υπερουσιου θεοτητος υπηρχεν εκφαντικος. Θεος γαρ υπαρχων τελειος, και ανθρωπος τελειος ο αυτος, καθ᾿ εκατερον ων υπηρχεν υποστασις, φυσικως ενηργει μη διαιρουμενος. Ει δε καθ᾿ εκατερον ων υπηρχεν υποστασις φυσικως ενηργει μη διαιρουμενος, δηλον οτι μετα των φυσεων, ων υποστασις ην, και τας (≡15Α_046≡> ουσιωδεις αυτων και συστατικας ενεργειας ειχεν, ων αυτος ενωσις ην· εαυτω προσφυως ενεργων, και οις ενηργει πιστουμενος, την των εξ ων, εν οις τε και απερ υπηρχεν, αληθειαν.
Εις ουν εκ δυο φυσεων ο Χριστος· θεοτητος τε και ανθρωποτητος· μονογενης Λογος και Υιος και Κυριος της δοξης· εν αις γνωριζεται, και αις αληθως υπαρχων πιστευεται· δυο τε φυσικας και γενικας, και των εξ ων ην συστατικας κινησεις, ηγουν ενεργειας εχων, ων αποτελεσματα τα κατα μερος ην ενεργηματα· εξ αυτου τε προβαλλομενα, και υπ᾿ αυτου τελειουμενα, χωρις τομης των εξ ων υπηρχε, και της οιασουν διχα συγχυσεως. Ου γαρ υπομενει τομην η συγχυσιν, ο μηδεποτε τροπαις υποκειμενος, και πασι τοις ουσι την τε του ειναι, και πως ειναι διαμονην τε και συστασιν παρεχομενος.
(=0037=) Ταυτα της σης χαριν επιτομως, ηγιασμενε Πατερ, ειρησθω κελευσεως· ινα εχοις ειπερ τι χρησιμον φεροιεν, πως διακρουσασθαι την των φιλολαλων αδολεσχιαν, αδειαν λαβουσαν την των καιρων δυσκολιαν. Και μη παριδης τον σον δουλον πενομενον· αλλα θειω πλουτισον Πνευματι, της ευπειθειας αντιδους τας ευσθενεις σου δεησεις· και παρατιθεμενος Χριστω τω μεγαλω Θεω και ποιητη των ολων μη διαλειποις, τω παρα πασης προσκυνουμενω της κτισεως, συν Πατρι και αγιω Πνευματι εις τους αιωνας. Αμην.

ΣΧΟΛΙΑ
1. Λογω μεν η φυσις περιγραφεται των οντων προς αρετης γενεσιν, κατα προοδον· ητις εστι παντελης κατ᾿ αρετην της φυσεως αρνησις. Νω δε περιοριζεται η παντος αιωνος και χρονου κινησις, προς συστασιν απλανους ενωσεως, κατα αναβασιν· ητις (≡15Α_048≡> εστι των εν οις εστιν η φυσις υπερβασις· λεγω δε τοπον και χρονον, εν οις των οντων υποστασις. Η δε προς τον εξ ου τα παντα και δι' ου και εις ον ως περας των ολων, κατα χαριν αποκαταστασις, κατ᾿ αναληψιν γινεται· ητις εστι του μεν αναλαμβανομενου παθος· ενεργεια δε του αναλαμβανοντος.
2. Προσωπον, ητοι υποστασις· φυσις, ητοι ουσια. Ουσια γαρ, το κατ᾿ εικονα, ο λογος· το καθ᾿ ομοιωσιν δε, ο βιος, υποστασις εστιν, εξ ων αμφοτερων η αρετη συμπεπληρωται. Υποστασιν γαρ σοφιας, την αρετην· ουσιαν δε φασιν αρετης ειναι την σοφιαν. Διο της μεν σοφιας απλανης εκφανσις εστιν, ο τροπος της των θεωρητικων αγωγης· της αρετης δε βασις, ο λογος της των πρακτικων θεωριας καθεστηκεν. Αμφοτερων δε χαρακτηρ αψευδεστατος, η προς το κυριως ον ακλινης ενατενησις.
3. Οτι ουκ ατρεπτος φυσει ο ανθρωπος· και πως.
4. Οτι το θελημα, η ουσιας η υποστασεως εστι χαρακτηριστικον· και μεσον τουτων ουκ εστιν, ουτε κοινον και συνθετον εξ αμφοιν· ουτε ουδετερου μετεχον.
5. Οτι η προαιρεσις επι Χριστου, την φυσικην σημαινει θελησιν· ητοι την ορεκτικην της φυσεως δυναμιν.
6. Βλεπε το της οικονομιας μυστηριον.
(=0040=) 7. Εις το, Δι᾿ αυτου γαρ ζωμεν και κινουμεθα, και εσμεν· ητοι περι ουσιας, και δυναμεως, και ενεργειας.
8. Περι θεωσεως. Ακουσαις δε τουτων και συ, Νειλε· και φρονησαις α φρονουσιν οι της αληθειας διδασκαλοι.

ΠΡΟΣ ΜΑΡΙΝΟΝ ΤΟΝ ΟΣΙΩΤΑΤΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ

ΕΚ ΤΗΣ ΠΕΡΙ ΕΝΕΡΓΕΙΩΝ ΚΑΙ ΘΕΛΗΜΑΤΩΝ ΠΡΑΓΜΑΤΕΙΑΣ, ΚΕΦΑΛ. Ν'
(≡15Α_050≡> Οτι Σευηρος κακουργως ταυτον ειναι λεγει τη φυσει την υποστασιν, ινα την συγχυσιν δια της μιας κυρωση φυσεως, και φυγη τον ελεγχον, υποστασιν λεγων νενοηκεναι την φυσιν· και παλιν την διαιρεσιν εισηγησηται, την εξ υποστασεως πρεσβευων ενωσιν· και δοξη λανθανειν αντι φυσεων εκδεχεσθαι φασκων τας υποστασεις. Και αυθις την ανυπαρξιαν των φυσεων, δια της ψιλης διαφορας εγκαλουμενος, ευρη καταφυγην απολογιας, την ψιλην εν ποιοτητι φυσικη διαφοραν. Και οτι καθαπερ Νεστοριος ψιλην λεγων την ενωσιν, πραγματικην εισηγε διαιρεσιν· ουτω και Σευηρος ψιλην λεγων φυσεων διαφοραν, πραγματικην ποιειται τη συγχυσιν.
Αλλα τουτοις Σευηρος στενοχωρουμενος τοις λογοις και μη φερων της αληθειας την βασανον, παλιν εαυτω συνηθως το ψευδος προβαλλεται συμμαχον· ταυτον ειναι φασκων επι της οικονομιας τη φυσει την υποστασιν· και την εν ποιοτητι φυσικη διαφοραν, τη πραγματικη και κατα φυσιν· δια το και φυσικην ειναι πασαν ποιοτητα, και πραγμα προσαγορευεσθαι· ινα, ει μεν αλους τοις ελεγχοις φωραθη, σαφως δια της μιας συνθετου φυσεως, την τε Μανεντος φαντασιαν, και την Απολιναριου συγχυσιν, (≡15Α_052≡> και την Ευτυχους μετα την ενωσιν εις μιαν ουσιαν των ενωθεντων πρεσβευων συναιρεσιν, χαμαιλεοντος δικην τας χροας υπαλλασοντος, την οικειαν μεταβαλοι φωνην, φασκων, υποστασιν νενοηκεναι την φυσιν. Ει δε παλιν εξ υποστασεων ηγουν προσωπων λεγων γεγενησθαι την ενωσιν, την Εβιωνος, Παυλου τε του Σαμωσατεως και Νεστοριου διαιρεσιν αποδειχθη φρονων, και την ως εν προφητη του Λογου κατα χαριν ενεργειαν θεσπιζων, ετοιμον (=0041=) αυθις σχοιη το ψευδος συνηγορον, αντι φυσεων ειρηκεναι τας υποστασεις αποφαινομενος. Ει δε παλιν εγκληθη δικαιως, επι τη ψιλη διαφορα, την των ενωθεντων πραγματων δογματιζων ανυπαρξιαν, ευροι προς απολογιαν καταφυγην την ως εν ποιοτητι φυσικη διαφοραν· ποιοτητων λεγων φυσικων, αλλ' ου φυσεων, ηγουν ουσιων επι Χριστου διαφοραν μετα την ενωσιν· δια της λυουσης την συγχυσιν φωνης· τουτεστι, της διαφορας, πλεον ο πανουργος σοφιστης, διασφιγγων την συγχυσιν· των εναντιων κατα τον νομον της φυσεως, ου λυσιν τα εναντια ποιουμενος, αλλα συστασιν, παρα τον ορον και νομον της φυσεως· και τοιουτος γενομενος περι την διαφοραν εις πλανην των ακοουντων, οιος υπαρχων περι την ενωσιν απεφανθη Νεστοριος. Εκεινος τε γαρ κατα μονην ψιλην την προσηγοριαν, ονομαζων την ενωσιν, κατ᾿ ενεργειαν την των πραγματων εισηγε διαιρεσιν· και ουτος ψιλην την διαφοραν πρεσβευων μετα την ενωσιν, κατα μεν την επινοιαν ειναι φρονει των διαφεροντων την υπαρξιν· κατα δε την ενεργειαν, την αυτων επιδιατιθεται συγχυσιν. Ει γαρ μη ψιλην εφρονει Νεστοριος γεγενησθαι την ενωσιν, ειπεν αν την εκ της ενωσεως των φυσεων αποτελεσθεισαν του Χριστου μιαν υποστασιν συνθετον· και ουτος, ει μη ψιλην εκηρυττε την διαφοραν, ου παρητειτο λεγειν εν Χριστω μετα την ενωσιν την ατμητον και αδιαιρετον των διαφεροντων ποιοτητα, γινωσκων οτι παση διαφορα, παντως συνεισαγεται ποσοτης· και παση ποσοτητι, συνεζευκται ο δηλωτικος αυτης αριθμος. Αμηχανον (≡15Α_054≡> γαρ, η διαφοραν ποσοτητος ειναι χωρις, η ποσοτητα διχα του δηλουντος αυτην αριθμου διαγνωσθηναι.
Και ο μεν, την φυσεων μονην επι Χριστου γινωσκων ποσοτητα, το δε κατα συνθεσιν εκ των φυσεων της υποστασεως μοναδικον ουκ ειδως, επικαλυμμα ποιειται διαμπαξ (της) των φυσεων διαιρεσεως, την ψιλην της ενωσεως προσηγοριαν· ο δε, το κατα μονην την φυσιν αντι του καθ᾿ υποστασιν πρεσβευων μοναδικον, το δε κατα φυσιν ποσον ουκ ειδως, επικαλυμμα ποιειται της των φυσεων συγχυσεως την ψιλην εν ποιοτητι φυσικη διαφοραν. Και ο μεν, την εν μονη ποιοτητι γνωμικη των φυσεων ενωσιν πρεσβευων, αρνειται την μιαν υποστασιν, αληθη των πραγματων κατ᾿ ουσιαν γεγενησθαι την συνοδον λεγειν ουκ ανεχομενος. Αυθεντια γαρ και αξια, και τοιαδε θελησις, ων εφασκε Νεστοριος ειναι την ενωσιν, γνωμης υπαρχει κινηματα σαφως, αλλ᾿ ου φυσεως. (=0044=) Ο δε, την ψιλην εν μονη ποιοτητι φυσικη λεγων διαφοραν μετα την ενωσιν, των ενωθεντων ποιειται προδηλως αναιρεσιν, την κατ᾿ ουσιαν αυτων των ενωθεντων εν ετεροτητι φυσικη διαφοραν απαρνουμενος. Και συντομως περι τουτων ειπειν· ο μεν, την των γνωμικων ποιοτητων ενωσιν εις την των φυσει πραγματων εφευρε διαιρεσιν· ο δε, τουναντιον, την των φυσικων ποιοτητων διαφοραν, εις την των πραγματων επενοησε συγχυσιν. Οντως κακη ξυνωρις ανδρων παρανομων, διασπαν μαινομενων κακως δια των εναντιων την των ορθων δογματων αληθειαν. Ο μεν γαρ, ποιοτητων γνωμικων εισηγουμενος ενωσιν την των μηδολως κατ᾿ αυτον ενωθεισων φυσεων ποιειται διαιρεσιν· ο δε, ποιοτητων φυσικων λεγων μονον ειναι διαφοραν μετα την ενωσιν, ωσαυτως την των μηδολως κατ' αυτον ενωθεισων φυσεων εισηγειται συγκεχυμενην αλλοιωσιν· ουκ ειδοτες ο τι και λεγουσιν. Εχρην γαρ ειπερ εαυτοις στοιχειν διεγνωκεισαν, (≡15Α_056≡> τον μεν Νεστοριον, γνωμικων ποιοτητων λεγοντα γεγενησθαι την ενωσιν, μη διαιρειν τας φυσεις, ων μηδε την αρχην παντελως επρεσβευσεν ενωσιν· αλλα την ων ειναι φασκει την ενωσιν, γινωσκειν διαφοραν μετα την ενωσιν· τον δε Σευηρον, ποιοτητων φυσικων διαφοραν εισηγουμενον, μετα την ενωσιν μη συγχειν τας φυσεις, ων ου συγχωρουμεν αυτω λεγειν την ενωσιν, εως αν αυτων αγνοει την διαφοραν μετα την ενωσιν. Των γαρ ενωθεντων η διαφορα θεωρειται μετα την ενωσιν, καν Νεστοριος μεμηνε· και των μετα την ενωσιν διαφεροντων η ενωσις, καν Σευηρος παραταττεται, και πολλην υπερ του ψευδους ποιειται την συνηγοριαν.
Ει μεν ουν κατα τον Νεστοριον, μονων των γνωμικων θεληματων ενωσις γεγονε, τουτων ειπατω και την διαφοραν μετα την ενωσιν, αφεις την των μηδαμως ενωθεντων πραγματων διαιρεσιν· και συνηγαγε τη των γνωμικων θεληματων διαφορα, και την της γνωμης παραλλαγην· καθ᾿ ην ουχ η κατα φυσιν διαφορα δεικνυσθαι πεφυκεν, αλλ᾿ η καθ᾿ υποστασιν, ποιουμενη της αγαθοτητος εν τη διαφορα των γνωμικων θεληματων, ανεσιν και επιτασιν· και πεποιηκεν αμαρτωλον, τον κατα προκοπην παρ᾿ αυτου θεοποιουμενον ανθρωπον· ως μη κατα παντα τροπον τε και λογον την αυτην τω Θεω γνωμικην εχοντα θελησιν. Η γαρ διαφορα των γνωμικων θεληματων, την της γνωμης, ως εφην, ποιειται παραλλαγην· (=0045=) η δε της γνωμης παραλλαγη, της αγαθοτητος εισηγειται την μειωσιν· υφ᾿ ης ο καθοτιουν ετι κρατουμενος, τελειως ουπω κατα την γνωμην γεγονεν αναμαρτητος.
Ουκουν το καθ᾿ υποστασιν εκ της συνοδου των φυσεων εν μη δεχομενος ο Νεστοριος, και την των γνωμικων θεληματων διελυσεν ενωσιν, ουχ ευρισκων ειπειν τε ποτε εστι το εκ της ενωσεως των γνωμικων θεληματων αποδεικνυμενον εν. Ου γαρ εχει ταυτοτητα λεγειν της αγαθοτητος, της των γνωμικων θεληματων σαφως διαφορας μετα την ενωσιν, την κατ᾿ επιτασιν και (≡15Α_058≡> ανεσιν ταυταις ετεροτητα προφαινουσης. Ων γαρ η συνοδος, τουτων αναγκη παντως λεγειν και την διαφοραν. Και ματην αυτω της ταυτοβουλιας ο λογος επενοηθη, καν προς δηλωσιν της των προσωπων διαιρεσεως εστιν αρμοδιος. Η γαρ ταυτοβουλια, βουλων εστιν ενωσις φυλαττουσα την των κατ᾿ αυτην ηνωμενων διαφοραν, ειπερ ασυγχυτος αις η των βουλομενων προσωπων συνεπιθεωρειται διαιρεσις.

...ΔΥΟ ΘΕΛΗΜΑΤΑ ΛΕΓΟΝΤΕΣ ΟΙ ΠΑΤΕΡΕΣ ΕΠΙ ΧΡΙΣΤΟΥ, ΤΟΥΣ ΦΥΣΙΚΟΥΣ ΝΟΜΟΥΣ, ΟΥ... ΓΝΩΜΑΣ
ΕΚ ΤΗΣ ΑΥΤΗΣ ΠΡΑΓΜΑΤΕΙΑΣ ΚΕΦΑΛ. ΝΑ'
Οτι δυο θεληματα λεγοντες οι Πατερες επι Χριστου, τους φυσικους νομους, ου τας γνωμας εσημαναν.

Αλλα μηδεις ευθυνετω τον λογον, την των γνωστικων θεληματων απαγορευοντα δυαδα· παντας ευρισκων σχεδον τους ενδοξους διδασκαλους, δυο θεληματα λεγοντας· μηδ' αυ παλιν κατα Σευηρον, προς εν θελημα δια τουτο τον ευσεβη μεθορμησοιτο νουν, ινα μη κακου κακον ποιηται διαδοχον· της διαιρεσεως λεγω την συγχυσιν. Ου γαρ ειπον οι θεσπεσιοι Πατερες επι Χριστου ποσοτητα γνωμικων θεληματων, αλλα φυσικων· τους ουσιωδεις τε και φυσικους των ενωθεντων νομους τε και λογους, θεληματα καλως προσαγορευσαντες. Και γαρ φυσικην της νοερως εψυχωμενης σαρκος, αλλ᾿ ου την γνωμικην του τινος ανθρωπου, του κινημασι διανοησαντες ορεξιν, εχουσαν της του οντος φυσικην εφεσεως δυναμιν, φυσικως κινουμενη τε και τυπουμενην υπο του Λογου προς την της οικονομιας εκπληρωσιν, θελημα σοφως προσηγορευσαν· ου χωρις ειναι την ανθρωπινην φυσιν, αδυνατον. Θελημα γαρ εστι φυσικον, δυναμις του κατα φυσιν οντος ορεκτικη, και των ουσιωδως τη φυσει προσοντων, (=0048=) συνεκτικη παντων ιδιωματων· καθ᾿ ην αει τω φυσει θελητικω, το (≡15Α_060≡> πεφυκεναι θελειν, εμπεφυκεν· ου ταυτον δε το πεφυκεναι θελειν, και θελειν· ως ουδε το πεφυκεναι λαλειν, και λαλειν. Πεφυκε μεν γαρ αει το λαλητικον, λαλει δε ουκ αει· επειδη το μεν ουσιας εστι λογω φυσεως συνεχομενον· το δε βουλης, τη του λαλουντος γνωμη τυπουμενον· ωστε φυσεως μεν το αει πεφυκεναι λαλειν· υποστασεως δε, το πως λαλειν· ωσπερ και το πεφυκεναι θελειν και θελειν. Ει δε το πεφυκενει θελειν, και θελειν ουκ εστι ταυτον (το μεν γαρ, ως εφην, ουσιας· το δε, της του θελοντος υπαρχει βουλης)· ειχεν αρα το πεφυκεναι θελειν ο σαρκωθεις Λογος ως ανθρωπος, τω αυτου θεϊκω θεληματι κινουμενον τε και τυπουμενον. Το γαρ εκεινου θελειν, φησιν ο μεγας Γρηγοριος, ουδεν υπεναντιον Θεω, θεωθεν ολον. Ει δε τεθεωτο, τη του θεουντος δηλονοτι συμφυια τεθεωτο· το δε θεουν και θεουμενον, δυο παντως· αλλ᾿ ουχ εν και φυσει ταυτον. Ειπερ των προς τι, το τε θεουν, και το θεουμενον· τα δε προς τι, παντως αλληλοις συνεισαγεσθαι πεφυκε, και θατερω συνεπινοεισθαι θατερον. Ουκουν ως φυσει πεφυκως, και την προς τον θανατον συστολην θελων επισημαινεται σαρκικως μετα των λοιπων παθων ως ανθρωπος ο Σωτηρ, πασης καθαραν την οικονομιαν δεικνυς φαντασιας, και την φυσιν των κατακριθεντων αυτης δια την αμαρτιαν παθηματων, λυτρουμενος. Και παλιν την ορμην επιδεικνυται, σαρκι θανατωσας την θανατον· ινα και το φυσει πεφυκως (≡15Α_062≡> ως ανθρωπος εν εαυτω δειξη σωζομενον, και την απορρητον και μεγαλην του Πατρος ως Θεος παραδειξη βουλην, σωματικως πληρουμενην. Ου γαρ ινα παθη, σωση δε, προηγουμενως γεγονεν ανθρωπος. Διο φησι· Πατερ, ει δυνατον, παρελθετω τουτο το ποτηριον απ᾿ εμου· πλην μη το εμον, αλλα το σον γενεσθω θελημα· δεικνυς αμα τη συστολη, την ορμην του ανθρωπινου θεληματος, εν τη συμφυια του θεϊκου, κατα την του φυσικου λογου προς την της οικονομιας τροπον συμπλοκην, τυπουμενην τε και γινομενην· ειπερ η σαρκωσις, εναργης εστι φυσεως και οικονομιας αποδειξις· του τε φυσικου λεγω των ηνωμενων λογου, και του καθ᾿ υποστασιν της ενωσεως τροπου του μεν πιστουμενου, του δε καινοτομουντος τας φυσεις, διχα τροπης και συγχυσεως. Αλλ᾿ ου το αυτο, κατα το αυτο, καταργηθηναι τε και ενεργηθηναι δεομενος, οπερ ατοπον· ειπερ του Υιου φυσει θελημα, το του Πατρος. Ειχεν ουν θελημα φυσικον ως ανθρωπος ο Σωτηρ, τω αυτου θεϊκω θεληματι τυπουμενον, ουκ εναντιουμενον· ουδεν γαρ ηναντιωται πανταπασι Θεω φυσικον, οποταν ουτε γνωμικον· ενθα και (=0049=) προσωπικη θεωρειται διαιρεσις, ανπερ η κατα φυσιν· επει τον ποιητην αιτιατεον της μεμψεως, εαυτω πεποιηκοτα το φυσει μαχομενον.
Πως δε γεγονε κατ᾿ αληθειαν ανθρωπος σαρκωθεις ο Λογος, του μαλιστα την φυσιν ως λογικην χαρακτηριζοντος ερημος; Το γαρ της κατ᾿ εφεσιν ορεκτικης εστερημενον κινησεως, και πασης ζωτικης δυναμεως αμοιρησειεν αν. Το δε ζωτικην ουκ εχον εκ φυσεως δυναμιν, ουδε την οιανουν δηλονοτι ψυχην, ης χωρις ουδε σαρξ υποσταιη ποτ᾿ αν. Ουκουν ψιλη μορφωσει (≡15Α_064≡> σαρκος την οικονομιαν εφαντασεν· αλλ᾿ ου φυσει σαρκος, νοερως τε και λογικως εψυχωμενης καθ᾿ υποστασιν σαρκωθεις ο Λογος πεπληρωκε, θελημα φυσικον κατα Σευηρον ουκ εχων ως ανθρωπος· ει γαρ φυσικω θεληματι κατ᾿ αληθειαν ως ανθρωπος ην ελλιπης, τελειος κατ' αληθειαν ου γεγονεν ανθρωπος, ουδ᾿ ολως ανθρωπος γεγονεν. Τις γαρ ατελους φυσεως υπαρξις, ης ουδε λογος εστι;
Σκοπος ουν Σευηρω, και τοις αμφ᾿ αυτον, δια τινος παντως ελλειψεως φυσικης, την προσληφθεισαν καθ᾿ ενωσιν αρρητον εξωσασθαι φυσιν· της τε Μανεντος φαντασιας, και της Απολιναριου συγχυσεως, και της Ευτυχους συνουσιωσεως επικυρωσαι το μυσος. Μεμνημαι γαρ κατα την Κρητων νησον διαγων, τινων ψευδεπισκοπων προς εμε διενεχθεντων της Σευηρου μεριδος· ακουσας, ως δια τουτο δυο κατα τον Λεοντος τομον ενεργειας ουχ ομολογουμεν επι Χριστου, δια τα επομενα ταυταις θεληματα, οις εξ αναγκης προσωπων συνεισαγεται δυας· αλλ᾿ ουδε μιαν παλιν, απλην θεωρεισθαι μη δυναμενην· εν δε θελημα, και πασαν θειαν τε και ανθρωπινην ενεργειαν εξ ενος και του αυτου Θεου Λογου σεσαρκωμενου, (=0052=) κατα Σευηρον προϊεναι φαμεν. Προς ους αν τις σχετλιαστικως εκεινο της προφητειας εποισει το μερος· Ω, ω, φευγετε απο Βορρα· εις Σιων ανασωζεσθε, οι κατοικουντες θυγατερα Βαβυλωνος. Βορρας γαρ ως αληθως Σευηρου διανοια, τοπος γενομενη ζοφερος, και της του θειου φωτος εστερημενη διατριβης· Θυγατηρ δε Βαβυλωνος, η κακως εκ της προσγενομενης αυτω χειριστης εξεως γεννηθεισα συγκεχυμενη των ψευδων διδασκαλια δογματων, ην κατοικουσι οι το φως (≡15Α_066≡> απεστραμμενοι της γνωσεως, και προς την Σιων, λεγω την Εκκλησιαν, ανασωθηναι δι᾿ επιστροφης ουκ εθελοντες. Ομου γαρ της τε θεολογιας και της οικονομιας, ο Σευηρου βασανιζομενος καταγωνιζεται λογος. Ει γαρ κατ᾿ αυτον, ταις ενεργειαις επεσθαι τα θεληματα πεφυκε τοις δε θελημασιν εισαγεσθαι προσωπα, καθαπερ αιτιοις αιτιατα· ινα μη λεγω τις η αποδειξις· και παντι προσωπω δηλονοτι, κατ' αυτον, θελημα· και τουτω παντως ενεργεια συνεισαχθησεται προσφορος. Ο γαρ τον προς τι, λογος, αλυτον εχων την σχεσιν, ισην ποιειται την των σχετων ακολουθως αντιστροφην.
Ουκουν επειδη πολυσημον εστι το απλως λεγομενον, ει μεν φυσικα τα κατα αντιστροφην συνεισαγομενα τοις προσωποις ειεν θεληματα, η μακαρια Μονας, κατα Σευηρον, και φυσεων εσται Τριας. Ει δε γνωμικα, στασιασει παντως προς εαυτην μη συμβαινουσα τοις θελημασιν, ως προσωπων Τριας· η παντως, ειπερ εν θελημα της υπερουσιου Τριαδος εστι, μονοπροσωπος εσται Θεοτης τριωνυμος.
Και παλιν, ει τη ενεργεια παντως κατα την Σευηρου προτασιν επεται θελημα· τουτω δε συνεισαγεται προσωπον, εξ αναγκης αναιρεθειση τη ενεργεια, και το επομενον αυτη συνανηρηται θελημα, και το τουτω συνεισαγομενον προσωπον. Ει δε τη μεν ενεργεια, το θελημα· τω δε θεληματι, συναιρειται το προσωπον, ανυποστατος εσται κατα Σευηρον ο Χριστος· τη ενεργεια, δια το συναιρουμενον αυτη θελημα του συνεισαγομενου τω θεληματι προσωπου συναναιρεθεντος.
Και παλιν, ει ταις ενεργειαις κατ᾿ αυτον επεται παντως θεληματα, τοις δε θελημασι συνεισαγεται προσωπα· εξ ενος δε και του αυτου Θεου Λογου (=0053=) σεσαρκωμενου προϊεναι φησι πασαν (≡15Α_068≡> θειαν και ανθρωπινην ενεργειαν· και παν θελημα κατ᾿ αυτον (δηλονοτι θειον τε και ανθρωπινον), ως ταις ενεργειαις επομενον μετα των ισαριθμως συνεισαγομενον αυτοις προσωπων, εξ ενος και του αυτου Λογου σεσαρκωμενου παντως συμπροαχθησεται· και ουδεις αντερει λογος.
Εσται τοιγαρουν τη μεν αναιρεσει των φυσικων ενεργειων ο Χριστος κατα Σευηρον, ανουσιος· τη δε παραγραφη της μιας, παλιν αβουλος και ανυποστατος· και τη παση προαγωγη θειας τε και ανθρωπινης ενεργειας, πολυβουλος τε και πολυπροσωπος· η το γε κυριωτερον ειπειν, απειροβουλος τε και απειροπροσωπος. Ο γαρ πασαν φησας ενεργειαν, ποσοτητος πεποιηκε δηλωσιν αναριθμητον.
Ουκουν κατα μεν την αντιστροφην της Σευηρου προτασεως, ο της θεολογιας αυτω διαπεπτωκε λογος, Αρειανην πολυθειαν, και Σαβελλιανην αθειαν, και μαχομενην ελληνικως εαυτη φυσιν θεοτητος εισηγουμενω· κατα δε την προτασιν, σαφως ο της οικονομιας αυτω νενοθευται λογος, τον ενα Χριστον ανουσιον, αβουλον, ανυποστατον· και παλιν τον αυτον απειροβουλον τε πρεσβευοντι και απειροπροσωπον· ου τι δυσσεβεστερον;
Ορατε που φερων ο Σευηρου κανων απαγει τους πειθομενους; Τοιουτος γαρ απας καθεστηκε λογος, την αηττητον βασιν ουκ εχων αληθειαν. Εν δε Χριστου θελημα λεγων, ω βελτιστε, πως και ποιον τουτο φης; Ει μεν ως Χριστου φυσικον, Πατρος φυσει και Μητρος αυτον ηλλοτριωσας, ουδετερω κατ᾿ ουσιαν ενουμενον. Ουδετερον γαρ αυτοιν φυσει Χριστος· και πως εκφευξη τουτο λεγων, της πολυθειας τον κινδυνον; Ει δε γνωμικον, μονης εσται της αυτου χαρακτηριστικον υποστασεως. Προσωπου γαρ αφοριστικον υπαρχει το γνωμικον· και δειχθησεται (≡15Α_070≡> σαφως ετεροβουλος Πατρι τε και Πνευματι κατα σε, και μαχομενος. Ει δε της αυτου μονης θεοτητος, εμπαθης εσται θεοτης, παρα φυσιν βρωσεως και ποσεως αφιεμενη. Ει δε της αυτου μονης ανθρωποτητος, ουκ εσται φυσει δραστηριον. Πως γαρ, ειπερ ανθρωπινον; Και τερατωδης δειχθησεται σαφως η των θαυματων επιδειξις.
Ει δε αμφοτερων φυσει κοινον, πως εσται θελημα (=0056=) κοινον, ων η φυσις διαφορος; Ει δε ως ολου συνθετος, προς τω καινω μυθω και πλασματι. Τις γαρ θεληματος συνθεσις; παλιν αυτον του Πατρος ηλλοτριωσας, συνθετω θεληματι μονην χαρακτηρισας υποστασιν συνθετον. Ουτω μεν ουν πασαν φυτειαν εκριζοι προσελθων ο λογος, ην ο Πατηρ ουκ εφυτευσεν· επει μη πεφυκε το ξενον περιποιεισθαι γεωργιον.
Αλλ᾿, ως εοικε, το φυσικον θελημα της κατα Χριστον ανθρωποτητος Σευηρος ανειλεν, ουκ ειδως οτι κυριωτερον τε και πρωτον ιδιωμα πασης μαλιστα φυσεως λογικης, η κατ᾿ εφεσιν αυτης καθεστηκε κινησις· ην οι Πατερες σκοπησαντες, φυσικων, αλλ᾿ ου γνωμικων επι Χριστου θεληματων διαφοραν λαμπρως ωμολογησαν. Ου γαρ αν ελεγον ποτε γνωμικων επι Χριστου θεληματων διαφοραν, ινα μη διγνωμον και διβουλον, και οιον ειπειν μαχομενον εαυτω τη στασει των λογισμων· και δια τουτο διπροσωπον αυτον κηρυττωσιν· οι γε κατα μονην ταυτην γινωσκοντες την των γνωμικων θεληματων διαφοραν εν τω βιω γεγενησθαι· την τε της αμαρτιας εισοδον, και την προς τον Θεον ημετεραν διαστασιν. Εν ουδενι γαρ αλλω καθεστηκε το κακον, ει μη μονον εν τη προς το θειον θελημα διαφορα του κατα (≡15Α_072≡> γνωμην ημετερου θεληματος· ητινι παντως αντικειμενη συνεισαγεται ποσοτης, και ο ταυτης δηλωτικος αριθμος, δεικνυς ημων την προς τον Θεον του γνωμικου θεληματος αντιπαθειαν.
Εις ουν Νεστοριω τε των Σευηρω περι του δυσσεβειν υπαρχει σκοπος, καν ο τροπος διαφορος. Ο μεν γαρ δια την συγχυσιν, φευγων την καθ᾿ υποστασιν ενωσιν, την ουσιωδη διαφοραν προσωπικην ποιειται διαιρεσιν· ο δε δια την διαιρεσιν την ουσιωδη μη λεγων διαφοραν, την καθ᾿ υποστασιν ενωσιν φυσικην εργαζεται συγχυσιν· δεον μητε συγχυσιν επι Χριστου, μητε διαιρεσιν· αλλ' ενωσιν των κατ᾿ ουσιαν διαφεροντων, και διαφοραν των καθ᾿ υποστασιν ηνωμενων ομολογειν, ινα και των ουσιων ο λογος, και της ενωσεως ο τροπος, ευσεβως καταγγελληται· ων αμφω διαρραγεντες· ο μεν, την των γνωμικων μονον ποιοτητων ενωσιν· ο δε, την των φυσικων μονον μετα την ενωσιν επικυρωσας διαφοραν, αμφω της των πραγματων αληθειας απεπεσον· ο μεν, διαιρεσιν· ο δε, συγχυσιν του μυστηριου τολμηρως κατακριναντες.

ΠΡΟΣ ΓΕΩΡΓΙΟΝ ΤΟΝ ΟΣΙΩΤΑΤΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ ΚΑΙ ΗΓΟΥΜΕΝΟΝ
ΕΡΩΤΗΣΑΝΤΑ ΔΙ' ΕΠΙΣΤΟΛΗΣ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΧΡΙΣΤΟΝ ΜΥΣΤΗΡΙΟΥ
(≡15Α_074≡> Νουν μεν τον οικειον εφεσει θεια πτερωσας, (=0057=) και τον λογον διαρας σπουδη υλης και των περι ταυτην, θεοτιμητε Πατερ, ακορεστον εχεις των ιερογραφων Λογιων την εντευξιν , και της περι αυτα φροντιδος δι᾿ εμμελους προσοχης, ει και τις αλλος την ακαματον δυναμιν. Ου γαρ οιδε κορον το υπερ αισθησιν· ουτε μην την οιανουν περιστολην, το υπερ εννοιαν. Το μεν γαρ, ροης απασης και απορροης κατα φυσιν υπερανεστηκε· το δε παντος ειδους υπερανεχει και σχηματος· του τε κρυφιου την εκφανσιν, ως θεμις , εκεινο ποιειται· και του αοριστου την ενδεχομενην τουτο παρεχει καταληψιν· και οση προς αρπαγην διανοιας αυταρκης, και Πνευματος αγιου περιδραξιν. Εως γαρ τουτου, και δια τουτο καθεστηκεν, η φιλανθρωπος του υπερ ανθρωπου δι᾿ εκφανσεως συγκαταβασις· χαριτι θεουργουσα τους γνωμη συναναβαινοντας· και τη κενωσει του Λογου το κατ᾿ αυτο πληρωμα δεχομενους, εν τω απαρτισμω της των εντολων εργασιας· καθ᾿ ην προς εντελειαν φρονησεως και ανδρειας αυτος αναχθεις, το τε φαινομενον σωφρονως πιεζεις, και το κρυπτομενον, δικαιως πιαινεις· ιν᾿ εκεινω μεν την νεκρωσιν του Ιησου παραδειξης, πασαν ολικως αμαρτιαν εξαφανιζουσαν· εν τουτω δε την ζωην επιδειξης, αρετην πασαν υπερκοσμιως προβαλλομενην· (≡15Α_076≡> εξ ων πραξιν ιεραν κατορθωσας και θεωριαν, τελος ιερον εκομισω την σωτηριαν· ην ωστε μεταδουναι και αλλοις, και ταυτην γνωρισαι, το θεομιμητον, ειλου προς εμε τον αναξιον, ταπεινον τε και αγνωτην υπαρχοντα, τιμιαις προσχρησασθαι συλλαβαις· και πρωτα μεν, σοφισαι λογω και συνετισαι· προς δε και αγιασαι δια της ενουσης σοι χαριτος, πασι πανταχου διαδιδομενης· απεριγραφον γαρ, ως αιτιαν τον αναιτιον εχουσα Λογον.
Ειτα και προς επιστημην ικανως αγαγειν του καινου μυστηριου της κατ᾿ ανθρωπον θεοπλαστιας του δι᾿ ημας σαρκωθεντος Θεου Λογου και τελειως ενανθρωπησαντος· τω δι᾿ ερωτησεως εθελειν, ου το ηγουμενον μαθειν· εν περιληψει γαρ των καλων υπαρχεις απαντων· αλλ᾿ εις μυησιν προβιβασαι τελεωτεραν, το ουπω δεδεγμενον την ηττονα. Και σου τον ευσεβη τροπον αποθαυμασας, τον λογον προισχομαι κατα δυναμιν· φασκων, ως ουκ αλλο τι κατα (=0060=) φυσιν υπαρχει το κατα τον Σωτηρα ανθρωπινον, και αλλο το καθ᾿ ημας· αλλα ταυτον τη ουσια και απαραλλακτον, ειπερ εκ της ημετερας εληφθη, κατα την εκ των παρθενικων της παναγνου και Θεομητορος αχραντων αιματων αρρητον προσληψιν· οις δικην σπορας ενωθεις ο Λογος, γεγονε σαρξ, μη εκστας του ειναι κατ' ουσιαν Θεος· και τελειος καθ᾿ ημας εχρηματισεν ανθρωπος, πλην μονης της αμαρτιας· δι᾿ ην ημεις μεν πολλακις στασιαζομεν, και αντιπαλαιομεν τω Θεω κατα την θελησιν, ως εφ᾿ εκατερα την ταυτης κεκτημενοι ροπην· αυτος δε πασης κατα φυσιν ελευθερος ων αμαρτιας, ως ανθρωπος ου ψιλος, αλλ᾿ ενανθρωπησας Θεος, ουδεν εναντιον ειχεν· αλλ᾿ αχραντον, και παντη κυριως αμολυντον την ημετεραν φυσιν διεσωζε· καθο και ελεγε· Νυν ο αρχων του κοσμου ερχεται και εν εμοι ευρισκειν ουδεν· των οις ημεις δηλαδη την φυσιν παραχαραττοντες, την εναντιωσιν του θεληματος επιδεικνυμεν· δι᾿ ην τω καθ᾿ (≡15Α_078≡> ημας ανυποτακτος λεγεται και Χριστος, εως αν ταυτης και ημας απολυση τη δυναμει της ενανθρωπησεως· ης επικυρων την αληθειαν, παντα γεγονε δι᾿ ημας, και δεδρακεν εκουσιως υπερ ημων, μητε την ημετεραν ουσιαν, μητε τι των αυτης αδιαβλητων και φυσικων το παραπαν ψευσαμενος· ει και ταυτην μετ᾿ εκεινων απαντων εθεωσε, πυρακτωθεντος δικην σιδηρου, πασαν θεουργον αποφηνας, ως διολου κατ᾿ ακρον αυτη περιχωρησας δια την ενωσιν· και εν μετ᾿ αυτης ασυγχυτως και την αυτην και μιαν υποστασιν γεγονως.
Οθεν το κατ᾿ αυτον ανθρωπινον, ου δια τον λογον της φυσεως, αλλα δια τον καινοπρεπη της γενεσεως τροπον, προς το ημετερον παραλλαττει· ταυτον μεν υπαρχον κατα την ουσιαν· ου ταυτον δε κατα την ασποριαν επει μη ψιλη, αλλ᾿ αυτου κατ᾿ αληθειαν του δι᾿ ημας ενανθρωπησαντος ην. Ωσπερ ουν και το θελειν αυτου κυριως μεν ον φυσικον καθ᾿ ημας, τυπουμενον δε θεϊκως υπερ ημας. Δηλον γαρ ως ασπορια και σπορα, φυσιν ου τεμνει· περι δε την αυτην τεμνεται φυσιν, ωσπερ ουν και αγεννησια και γεννησις.
Επει τυχον ει διαφοραν προς την ημετεραν φυσιν ως ανθρωπος ειχεν ο Λογος δια την αποριαν· εξει γε παντως, και προς την του Πατρος ουσιαν, δια την γεννησιν. Ου γαρ ταυτον αγεννησια και γεννησις. Εξομεν δε και ημεις προς τε τον παλαιον Αδαμ και την Ευαν, διχα σπορας γενομενους· (=0061=) ο μεν γαρ, πλασμα του πλασαντος· η δε, τμημα του πλασματος. Αλλα μην ταυτον ο Υιος τω Πατρι δια την θεοτητα· Θεος γαρ και ομοουσιος· ωσπερ ουν και ημεις, προς τε τον Αδαμ και την Ευαν, και αυτον τον δι' ημας σαρκωθεντα Θεον, συγγενεις δια την ανθρωποτητα και ομοουσιοι. Ως γαρ ουκ ουσια Θεου το αγεννητον και γεννητον (τις γαρ ο λεγων), ουτως ουδε σπορα και ασπορια φυσις καθοτιουν ανθρωποτητος.
(≡15Α_080≡> Ουδεμιαν ουν ο μεγας θεολογος Γρηγοριος εμφασιν παρεχει, του αλλο ειναι κατα την φυσιν το κατα τον Σωτηρα ανθρωπινον, και αλλο το καθ᾿ ημας, ει και τισιν ενομισθη, τω φασκειν αυτον, "Ειπαμεν αν ως παρα του ανθρωπου τυπουσθαι τον λογον· ου του κατα τον Σωτηρα νοουμενου· το γαρ εκεινου θελειν, ουδεν υπεναντιον Θεω θεωθεν ολον· αλλα του καθ' ημας· ως του ανθρωπινου θεληματος, ου παντως επομενου τω θειω, αλλ' αντιπιπτοντος ως τα πολλα και αντιπαλαιοντος». Αυτου γαρ εστιν κυριως και λεγεται, ουχ ως ετερας η εξ ετερας ον παρεξ της ημετερας ουσιας και φυσεως· αλλ᾿ ως δι᾿ εκεινον και εν εκεινω, κατα την αυτην και μιαν υποστασιν γεγονος· και ου καθ᾿ εαυτο χωρις, η δι᾿ εαυτο πραχθεν, ωσπερ ημεις. Οθεν και σποραν ουκειαν καινοτομουντα τον επεισαχθεντα της γεννησεως τροπον αυτον εσχε τον Λογον, αμα τω ειναι φυσικως, και το υποστηναι θεϊκως εν αυτω κληρωσαμενον· ινα και το ημετερον κυρωθη· και το υπερ ημας πιστευθη . Δει γαρ εν πασιν και την υπ' αυτου του σαρκωθεντος και τελειως δι᾿ ημας ενανθρωπησαντος Θεου Λογου, και την προσληφθεισαν φυσιν μετα των αυτης φυσικων συντηρειν· ων ανευ το παραπαν ουτε φυσις εστιν, αλλα φαντασια μονη διακενος, και την ενωσιν διαφυλαττειν· την μεν, εν ετεροτητι φυσικη σωζομενην· την δε παλιν, εν υποστατικη γνωριζομενην ταυτοτητι· και ουτω τε σοφως αμα και ευσεβως, ολο διολου τον της οικονομιας λογον, αφυρτον ομου και αδιαιρετον αποφαινειν.
Ον αυτος ορθοδοξως κηρυττων, εξεις ανακηρυττοντα κατα την υποσχεσιν, και των οικειων δωρουμενον ωσπερ δι᾿ ελπιδος ενταυθα, ουτω δια πειρας εκει την απολαυσιν· ης καμε μετασχειν ικετευσον, Πατερ ηγιασμενε, δια της σης μεσιτειας προσαγων αυτω τω καλουντι και σωζοντι· και μισθον της εις (≡15Α_082≡> αλληλους των ομογενων συμπαθειας, τω συν αυτω και παρ᾿ αυτω δοξασθηναι χαριζομενω· ω η δοξα και το κρατος συν τω παναγιω Πατρι, και τω ζωοποιω αυτου Πνευματι, εις τους αιωνας των αιωνων. Αμην.

ΠΡΟΣ ΤΟΥΣ ΛΕΓΟΝΤΑΣ, ΟΤΙ ΜΙΑΝ ΧΡΙΣΤΟΥ ΧΡΗ ΛΕΓΕΙΝ ΕΝΕΡΓΕΙΑΝ ...
Προς τους λεγοντας, οτι μιαν Χριστου χρη λεγειν ενεργειαν κατ᾿ επικρατειαν· δια το ως δραστικωτεραν την θειαν αυτου, κατεπικρατειν της ανθρωπινης ουτω χρη απολογεισθαι.

Πρωτον μεν δυο ενεργειας και υμεις ομολογειτε· μιαν επικρατουσαν· την θειαν φημι· και μιαν κρατουμενην· την ανθρωπινην δηλονοτι· οπερ εστι των Προς τι. Τα δε Προς τι, παντως συνεισαγουσιν εαυτοις και τα αντιδιαιρουμενα.
Επειτα δε, οτι ει κατ᾿ επικρατειαν λεγετε την ενεργειαν, ως της ανθρωπινης δια το επικρατηθηναι αναιρουμενης, μειωσιν αυταις εισαγετε. Το γαρ επικρατουν, παντως και αυτο των πασχοντων εστι· και αυτο γαρ κρατειται υπο του επικρατουμενου. Ει γαρ και ελασσον, ομως δε κρατειται παντως· ωσπερ χρυσος επικρατων μεν του καταμιγνυμενου αυτω αργυριου, φερε ειπειν, η χαλκου· κρατουμενος δε και αυτος, ει και ηττον, δηλον δε οτι κατα την ποσοτητα την προσμιγεισαν.

ΠΡΟΣ ΤΟΥΣ ΛΕΓΟΝΤΑΣ, ΟΤΙ ΩΣΠΕΡ ΟΡΓΑΝΟΥ ΚΑΙ ΤΟΥ ΚΙΝΟΥΝΤΟΣ ΜΙΑ ΕΝΕΡΓΕΙΑ, ΟΥΤΩΣ ...
Προς τους λεγοντας, οτι Ωσπερ οργανου και του κινουντος μια ενεργεια, ουτως και θεοτητος και ανθρωποτητος μια ενεργεια.

Ει μεν φυσικον το οργανον φατε, συγχρονος εσται καθ' υμας (≡15Α_084≡> ο Λογος τη σαρκι, η η σαρξ τω Λογω συναιδιος· παν γαρ κεχρημενον φυσικω οργανω, συγχρονον τουτο εχει· ωσπερ το σωμα, η ψυχη· και ωρα ημας και κτισμα την θειαν φυσιν λεγειν, η το σωμα ακτιστον. Ει δε τεχνικον το οργανον λεγετε, αψυχον τουτο εισαγετε, και ιδια διεστηκος και μεμερισμενον· και ουκ αει κινουμενον, αλλ᾿ οτε τω εργαζομενω δοξει τουτο μετα χειρας λαβειν και εργαζεσθαι· και λοιπον η Νεστοριου του παραφρονος συμφρονες δειχθησεσθε, διαιρουντος και διιστωντος τα εις μιαν υποστασιν και εν προσωπον συνελθουσας Χριστου του Θεου δυο φυσεις· η Απολιναριου του ασεβους φοιτηται, το αψυχον και ανουν το σωμα του Χριστου λεγοντος.

ΠΡΟΣ ΤΟΥΣ ΛΕΓΟΝΤΑΣ, ΜΙΑΝ ΣΥΝΘΕΤΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΝΕΡΓΕΙΑΝ
Προς τους λεγοντας, μιαν συνθετον του Χριστου ενεργειαν.

Η συνθετος ενεργεια, παντως συνθετου φυσεως εστι. Πασα δε συνθετος φυσις, ομοχρονον και ακουσιον εχει την γενεσιν· κτιστη γαρ υπαρχει, και τοπω και κοσμω ιδιω περιγραφομενη· και ατομων (=0065=) πολλων εστι περιληπτικη. Ωρα ουν υμας μιαν Χριστου συνθετον λεγοντας ενεργειαν, και συνθετον Χριστου φυσιν λεγειν, ης και εστιν αφοριστικη, συγχρονα το μερη εχουσαν· και τουτων την συνοδον ακουσιον και ηναγκασμενην· κτιστην τε και κοσμω ιδιω και τοπω περιγεγραμμενην· λοιπον δε και πληθος Χριστων καθ᾿ ων αυτη κατηγορειται.

ΠΕΡΙ ΤΟΥ «ΠΑΤΕΡ, ΕΙ ΔΥΝΑΤΟΝ, ΠΑΡΕΛΘΕΤΩ ΑΠ' ΕΜΟΥ ΤΟ ΠΟΤΗΡΙΟΝ
Περι του «Πατερ, ει δυνατον, παρελθετω απ᾿ εμου το ποτηριον».

Ει το, Πατερ, ει δυνατον, παρελθετω απ᾿ εμου το ποτηριον, (≡15Α_086≡> συστολης εμφασιν εχον, απο του ανθρωπου λαμβανεις, "ου του κατα τον Σωτηρα νοουμενου (το γαρ εκεινου θελειν, ουδεν υπεναντιον Θεω, θεωθεν ολον), αλλα του καθ᾿ ημας, ως του ανθρωπικου θεληματος ου παντως επομενου τω Θεω, αλλ᾿ αντιπιπτοντος ως τα πολλα και αντιπαλαιοντος" η φησιν ο θειος Γρηγοριος· το εξης της ευχης, ηγουν το, Ουχ ο εγω θελω, αλλα το σον ισχυετω θελημα, τι σοι δοκει; συστολης υπαρχειν, η ανδρειας; συννευσεως ακρας, η διαστασεως; Αλλ᾿ οτι μεν ουκ αντιπτωσεως, ουτε δειλιας, συμφυιας δε μαλλον εντελους και συννευσεως, ουδεις αντερει των νουν εχοντων.
Και ει συμφυιας εντελους και συννευσεως, εκ τινος ταυτης προσδεχη; του καθ᾿ ημας, η του κατα τον Σωτηρα νοουμενου ανθρωπου; αλλ᾿ ει μεν εκ του καθ᾿ ημας, ημαρτηται περι αυτου διαγορευων ο του διδασκαλου λογος· " Ως του ανθρωπικου θεληματος ου παντως επομενου τω θειω θεληματι, αλλ᾿ αντιπιπτοντος ως τα πολλα και αντιπαλαιοντος». Ει γαρ επεται, ουκ αντιπιπτει· και ει αντιπιπτει, ουχ επεται. Θατερω γαρ θατερον ως αντικειμενον (=0068=) αναιρειται και υπεξισταται. Ει δε μη του καθ᾿ ημας, αλλα του κατα τον Σωτηρα νοουμενου ανθρωπου λαμβανης το, Ουχ ο εγω θελω, αλλα το σον ισχυετω θελημα, την ακραν του ανθρωπικου προς το θειον αυτου θελημα και πατρικον ωμολογησας συννευσιν· και δυο του διπλου την φυσιν· τας τε θελησεις και ενεργειας κατα φυσιν ουσας, παρεστησας· εν ουδετερα την οιανουν εναντιωσιν εχοντος· ει και την φυσικην εν πασι διαφοραν των εξ ων και εν αις τε, και απερ ην ο αυτος κατα φυσιν.
Ει δε τουτοις εξειργομενος τοις λογισμοις, επι το λεγειν (≡15Α_088≡> προαγη, μητε του καθ' ημας, μητε του κατα τον Σωτηρα νοουμενου ανθρωπου τυγχανειν το, Ουχ ο εγω θελω, αλλ' αρνητικως, επι της του Μονογενους αναρχου θεοτητος φερεσθαι· του, τι θελειν αυτον ιδιως παρα τον Πατερα διειργον· ουκουν και το θεληθεν, οπερ εστιν η του ποτηριου παραιτησις, επ᾿ αυτης αναγκη φερεις της αναρχου θεοτητος. Ει γαρ και του τι θελειν ιδιως αναιρεσιν φης εχειν την αρνησιν, αλλ᾿ ου του θεληθεντος αποσκευην· ου γαρ επ᾿ αμφοιν τιθεσθαι την αρνησιν δυνατον· και του τι θελειν ιδιως τον Μονογενη παρα τον Πατερα, και του θεληθεντος. Επει παντως η του κοινου Πατρος και Υιου θελησις θεληματος, αναιρεσις εσται του θεληθεντος Θεω, ηγουν της ημων σωτηριας. Τουτο γαρ αυτω φυσει καθεστηκε θελητον. Ει δε μη δυνατον επ᾿ αμφοιν τιθεναι την αρνησιν, δηλον ως ει ταυτην επι του τι θελειν ιδιως αγεις, ινα την του κοινου θεσιν ποιησης θεληματος, ουκ αναιρησης το θεληθεν, ηγουν την του ποτηριου παραιτησιν· αλλα κατα της κοινης εποισεις και αναρχου θεοτητος, εφ᾿ ης αρνητικως και το θελειν ανηγαγες. Ει δε τουτο καν εννοειν απευκτον, αρα γε σαφως ενταυθα η αρνησις, ηγουν το, Ουχ ο εγω θελω, παντη την εναντιωσιν αποσκευαζομενη, την του ανθρωπικου του Σωτηρος προς το θειον αυτου θελημα και πατρικον συμφυιαν παριστησιν· ως ολην ολου την φυσιν ουσιωθεντος του Λογου, και ολην τη ουσιωσει θεωσαντος. Οθεν ως δι' ημας καθ᾿ ημας γεγονως, ελεγεν ανθρωποπρεπως προς τον Θεον και Πατερα· Mη το εμον, αλλα το σον ισχυσατω θελημα· ατε θελησιν και ως ανθρωπος εχων αυτος ο φυσει Θεος, την του πατρικου θεληματος πληρωσιν. Διο κατ᾿ αμφω τας εξ ων, και εν αις, και ων υποστασις ην, φυσει θελητικος (≡15Α_090≡> και ενεργητικος της ημων υπαρχων εγνωριζετο σωτηριας· το μεν, ως ταυτην συνευδοκων Πατρι και Πνευματι· το δε, ως Πατρι δια ταυτην υπηκοος γενομενος μεχρι θανατου, θανατου δε σταυρου· και το μεγα της εις ημας οικονομιας, δια σαρκος αυτουργησας μυστηριου.

ΣΧΟΛΙΟΝ
Οτι οι λεγοντες το, Ουχ ο εγω θελω, (=0069=) αρνητικως επι της του Μονογενους αναρχου θεοτητος φερεσθαι· σημαινον, ως αυτοι φασι, το, μη τι θελειν αυτον ιδιον παρα τον Πατερα, αναγκην εχουσι, και το θεληθεν, οπερ εστιν η του ποτηριου παραιτησις, επ᾿ αυτης αναγειν της αναρχου θεοτητος· και οτι επειδη μη δυνατον επ᾿ αμφοιν τιθεσθαι την αρνησιν, και του τι θελειν ιδιως τον Mονογενη παρα τον Πατερα, και του θεληθεντος, παντως επι του τι θελειν ιδιως μονον ταυτην αναγωσιν, ουκ επι του θεληθεντος, οπερ εστιν η του ποτηριου παραιτησις, ηγουν η σωτηρια ημων· ου τι γενοιτο παραλογωτερον; Συμβαινει γαρ εθελειν παρελθειν τον Θεον, ο φυσει αυτω καθεστηκε θελητον. Επει ου εστι το, Ουχ ο εγω θελω, τουτου παντως και το. Παρελθετω απ᾿ εμου ποτηριον.

ΤΟΜΟΣ ΔΟΓΜΑΤΙΚΟΣ ΣΤΑΛΕΙΣ ΕΝ ΚΥΠΡΩ ΠΡΟΣ ΜΑΡΙΝΟΝ ΔΙΑΚΟΝΟΝ
(≡15Α_092≡> Ου μαλλον σου της πολλης ευλαβειας κατεπλαγην το κοσμιον η του μεγιστου ζηλου το ανδρικον απεθαυμασα, παναγιε Θεου θεραπον, και των αυτου πανσοφε μυστα και μυσταγωγε μυστηριων. Τη γαρ εξ αμφοιν ιερα συμπλοκη, την εν πασιν αγαθοις εκτησω τελειωσιν· κατ᾿ εκεινην μεν, ολος εν ολω διολου γενομενος τω Θεω, δια της των αυτου θειων εντολων εκπληρωσεως, ολος ειναι λογιζη δι' ακραν πτωχειας υπερβολην εν τοις κατ᾿ εμε προσυλω ψυχης διαθεσει, τω ιχωρι των ακαθαρτων ιλυσπωμενοι παθων· ομου τε το ασφαλες εντευθεν εαυτω κατα λογον περιποιουμενος· ουδεν γαρ αυθαιρετου πτωχειας εις πηξιν των καλων και συντηρησιν, ισχυροτερον· θεμελιος γαρ των εν ψυχη θειων οικοδομηματων καθεστηκεν αρραγης, και τοις αλλοις απασιν, οις το καλον διεσπουδασται, σωτηριας γενομενος προξενος· τω αγειν εξ υποδειξεως ενεργους μαλλον, η διδακτικης προσφωνησεως, εις μεγεθος αρετης δι᾿ υφεσεως υψηλης, τους προς σε τον τε νουν ομοιως και τον βιον σοφως απευθυνοντας. Κατα τουτον δε, φημι, τον ζηλον, ολην εχων την ζεσιν του Πνευματος, και το πυρ εν τη γη της καρδιας κτησαμενος, ο ηλθεν εν αυτη βαλειν, ο πασαν ημων εκδαπανων μοχθηραν εξιν και κινησιν, φιλαγαθος φυσει και φιλανθρωπος Λογος, φλογιζεις μεν τους εξ απατης τε και ανοιας υλομανουντας τε και υθλομανουντας, (≡15Α_094≡> εν τε πραξεσι φαυλαις και κιβδηλοις λογοις, τουτων απελεγχων (=0072=) το σαθρον τε και εικαιον, τη προβολη της ασβεστως εν σοι καιομενης κατα θειαν γνωσιν και αρετην μακαριας λαμπαδος· θερμαινεις δε, τους τη πηξει λιαν κατεψηγμενους, ταυτης δη της κρημωδους και αφεγγους προβολης, ταις ακτινοφανεσι των θειων λογων αυγαις· το τε νυχος παμπαν ελαυνων και διαλυων, και την ακραν συστολην προς ακραν ανδρειαν μεταγων και δυναμιν· φωτιζεις δε παλιν απο ορεων αιωνιων· των αΰλων φημι, και πασαν πασων αισθησεων υπερβεβηκοτων γνωσιν και δυναμιν, πατρικων λογων τε και δογματων, τους εφιεμενους φωτος· και τη κατα την σοφιαν γευσει, τουτο σαφως εκεινο δι᾿ ελπιδος εικονισθεντας ηδη καλως, οπερ αυτο φυσει καθεστηκε το ποθουμενον· προς την δια πειρας αγων αυτους, και προσαγων ευσεβως ολικην μεταποιησιν. Ουδεν γαρ ουτω της κατα σε θειας ιερωσυνης εικονιζει το εργον, ως ο κατα Θεον ευλαβεια συγκρατος και ανενδοτος ζηλος, και ο τουτου συνεκτικος αμα και εξαπτικος εν ημιν εμφυτος λογος, εκεινο δραν παρασκευαζων, και σοφως οιακιζων, απερ ο φυσει και πρωτος διακελευεται, προς την ημων ανοδον εις αυτον, και τελειαν δι᾿ εργων οσιων και δογματων αγαθων αποκαταστασιν· αποφυγην δε και αποστροφην, των ταυτης ημας ποιουντων διαμαρτειν της ιερας αναβασεως.
Και τι γε αλλο διαλυει ταυτην σφοδρως, και οιον αποτειχιζει· φημι δε την προς τον Λογον πορειαν, πλην της αυτου φοβερας προδοσιας των νυν επιφυεντων τοις την βασιλικην οδον των θειων και πατρικων δογματων οδευουσι· και μηδεμιαν των παρ' εκατερα δυστυχως φερομενων εν βαραθροις συγχυσεως και φαραγξι διαιρεσεως παρεκτροπην (=0073=) γινωσκοντων; η γνωναι καθοτιουν βουλομενων, χαριτι του σοφως οδηγουντος τε και χειραγωγουντος παναγιου Πνευματος, εις την προσωπον προς προσωπον τελειαν επιγνωσιν τε και μυησιν αυτου του μεγαλου Θεου και Σωτηρος των ολων Χριστου, τους κατ᾿ ευχας δι᾿ ειλικρινους (≡15Α_096≡> και ορθοδοξου πιστεως επειγομενους. Προδοσις γαρ εστι, η της ευσεβους αυτου τε και περι αυτου δοξης παραλλαγη, τη προσληψει της των ετεροδοξων ομολογιας και διδαχης απεμπολουσα αυτον, εις αναιρεσιν της εξ ημων παναγιας αυτου σαρκος· μαλλον δε της ολης οικονομιας ανατροπην· και προδοσια της εν πρωτοις, οτε σαρκι μεθ᾿ ημων υπηρχεν ο Λογος, γεγενημενης, βαρυτερα τοσουτον, οσω τελειωτερα τοις πασιν η τε της θεοτητος αυτου γνωσις, και της κατ᾿ αυτον ανθρωποτητος η αληθεια προδηλως γεγενηται· τα περατα της οικουμενης διαλαβουσα τη μεγαλοφωνια των αυτην κηρυττοντων αγιων Πατερων. Πασι γαρ πανταχου βεβαιως ομολογουμενου, και ορθοδοξως πιστευομενου, κατα την αυτων, φημι δη των θεοκριτων υφηγησιν διδασκαλων, ως ο εις της αγιας και ομοουσιου Τριαδος, ο μονογενης Υιος, τελειος κατα φυσιν υπαρχων Θεος, τελειος κατα θελησιν ανθρωπος γεγονε, σαρκα την ημων ομοουσιον εκ της αγιας Θεομητορος Αειπαρθενου κατ᾿ αληθειαν προσλαβων, λογικως τε και νοερως εψυχωμενην, και καθ᾿ υποστασιν εαυτω κυριως αδιασπαστως ενωσας, εις τε μετ᾿ αυτης υπαρχει καθα και προτερον· πλην ουκ ασυνθετος την υποστασιν· ει και την φυσιν απλους· ατε διαμεινας Θεος και τω Πατρι ομοουσιος· και αυθις διπλους ως γενομενος σαρξ· ινα τω μεν διττω της φυσεως, συγγενης η κατ᾿ ουσιαν τοις ακροις, και την προς αλληλα φυσικην των οικειων μερων σωζη διαφοραν· τω δε μοναδικω του προσωπου, την εν τοις μερεσι τελειαν εχων ταυτοτητα, και την προς τα ακρα προσωπικην, ως εις και μονος, κεκτηται διαφοραν· και τω ανελλιπει της προς αυτα (φημι δε τα ακρα) φυσικης και ουσιωδους απαραλλαξιας, τελειος η τα εκατερα· Θεος ομου και ανθρωπος ο αυτος· ατελη τουτον εισαγουσι, και των κατα φυσιν παθοντα την εκπτωσιν, οι την των προσοντων αυτω φυσικως απομειωσιν ασεβως δογματιζοντες. Ει γαρ εκατερας φυσεως ανελλιπως ου φυλαττει την ιδιοτητα, χωρις μονης αμαρτιας, (≡15Α_098≡> κατα τους θειους Πατερας, των εξ ων και εν αις κυριως εστιν ο σαρκωθεις Λογος και μετα την ενωσιν, ελλιπης υπαρχει Θεος· ειπερ ολως ανθρωπος μειωσιν των φυσικων κεκτημενος.
Ου χρη τοιγαρουν προφασει δηθεν ενωσεως μηδενι λυμαινομενης, αλλα μονον εις εν καθ᾿ υποστασιν συνδεουσης τα πραγματα, την υπαρξιν αυτων παραφθειρειν, τη αναιρεσει του τε φυσικου θεληματος (=0076=) και της ουσιωδους ενεργειας. Ειτε γαρ ως εκ μερων ολον τι, τα τε ουσιωδη δυο θεληματα και τας ισαριθμους φυσικας ενεργειας κατα συνθεσιν εις εν θελημα και μιαν ενεργειαν εκτηξομεν τυχον και χωνευσομεν, μυθικον το τοιουτον, και της προς τον Πατερα και ημας ξενον τε παντη και αλλοτριον δειχθησεται κοινωνιας· ως ου συνθετον εκεινου κατα φυσιν εχοντος θελημα, η ενεργειαν· ουδε παλιν ημων. Ουδεμιαν γαρ των εν υποκειμενω συνθεσις· οτι μηδε καθ᾿ εαυτα το παραπαν υπαρξις θεωρειται, και της υποκειμενης ουσιας εκτος. Προς γαρ τω αχαρι και λιαν καταπτυστον, ανω τε και κατω δια την φυσικην προς αμφω συγγενειαν κατα διαστολην εξ ημισειας μεριζεσθαι τε και τεμνεσθαι, προσομολογουντων· και ταυτα την καθ᾿ υποστασιν αδιασπαστον ενωσιν. Ειτε παλιν της θειας του σαρκωθεντος Λογου φυσεως αλωβητον, το τε φυσικον θελημα, και την ουσιωδως προσουσαν ενεργειαν συντηρησομεν, της δε κατ᾿ αυτον ανθρωπινης ουσιας ανελωμεν ταυτα και αποσκευασομεν· και ουτως την υπερφυα παραβλαπτομεν ενωσιν, ουκ εχουσαν ο τι και δησει προς μιαν υποστασιν, της λογικως τε και νοερως εψυχωμενης σαρκος, ηγουν της καθ᾿ ημας ουσιας και φυσεως, εν τω Λογω το παραπαν ουκ ουσης τελειως και σωζομενης. Που γαρ και ποια φυσις, των κατα φυσιν παθουσα τη εκπτωσιν;
Ει ουν τουτων, η τινος τουτων ελλιπης ην κατα σαρκα των φυσικων ιδιωματων ο Κυριος, ουδε σαρξ ολως υπηρχε και ανθρωπος· η γαρ δειξωσιν οι ταυτα λεγοντες, ανθρωπον οντα κατα (≡15Α_100≡> φυσιν τουτων εκτος, η ολως ανθρωπον· η, ειπερ ουδαμως το παραπαν εστι, δηλον ως ουκ ανθρωπος, τουτων η τινος αυτων κατα φυσιν εστερημενος, σαρκωθεις ο Λογος γεγενηται. Πως γαρ και τινι λογω, μηδεμιαν ελλειψιν των τοιουτων εχουσης της φυσεως; αλλ᾿ ετερον τι ξενον πανταπασι της ημετερας ουσιας υπαρχει και αγνωστον· και, η απ᾿ αρχης συνουσιωμενον αυτω, και ανωθεν κατελθοντι συγκατελθον αυτω, εκεινο σαφως οπερ λεγεται γεγονεναι· και τι λοιπον προς ημας η καταβασις, ουδαμως συνελθοντας δια της ουκ εξ ημων προσληφθεισης, και καθ᾿ υποστασιν ενωθεισης αγιας σαρκος; η φαντασια το παν, και σχημα μονον φαινακιζον την αισθησιν, αλλ' ουκ ουσια σαρκος, ως ουκ απαρχη του ημετερου γενους, το φυραμα κατα χαριν ενιζουσα, και των διαιρετικων απολυουσα παντων, ων η του παλαιου παραβασις Αδαμ αιτια γεγενηται· δι᾿ ην και ο θανατος κατεκριθη της φυσεως. Τι τοιγαρουν βασκαινουσιν ημιν της τελειας σωτηριας και ομολογιας; Τι τους αφυκτους δηθεν καθ' ημων διατεινουσι συλλογισμους, και ταις μεν ενεργειαις επεσθαι φασι τα θεληματα, και τουτοις συνεπεσθαι παλιν την εναντιωσιν, εξ ης και τους ταναντια θελοντας επεισαγουσιν;
(=0077=) Ινα δε τας συστασεις ευθυνειν παρω· ποθεν, και πως τα τοιαυτα σοφιζονται; Πυθεσθαι μονον ηθελον και μαθειν, ως αρα δρασαντες αυτοι τα τοιαυτα, και την καινην εκθεσιν ενεργησαντες, αθελητως τουτο πεποιηκαν, και τις ο βιαν επενεγκων; Ειτα μετα την πραξιν, ουκ ον προτερον παντελως, υστερον του γενομενου το θελημα προσεκτησαντο, ποθεν, κακ τινος ελθον; Και τις ο του πραχθεντος εχειν το θελημα βιασαμενος, ινα και παρα θελησιν πραχθη, και παρα βουλησιν στερχθη το πραττομενον; Πως δε παλιν, ει μητε φυσικως ως ανθρωπος ηθελε, και ενηργει τα κατα φυσιν, αυτος ο σαρκωθεις Λογος, εκουσιως την τε πειναν και διψαν, τον τε πονον, και κοπον, και υπνον, και τα λοιπα παντα (≡15Α_102≡> προσιετο θελων; Ου γαρ Λογος μονον ταυτα κατα φυσιν ηθελεν η ενηργει, την φυσιν εχων μετα Πατρος και Πνευματος υπερουσιον τε και υπεραπειρον· ει και παλιν η "εξουσιαστικως ως Θεος, εδιδου τη φυσει καιρον, οταν εβουλετο, τα εαυτης ενεργησαι"· καθαπερ φησιν ο θειος της Νυσσαεων καθηγητης και μεγας Γρηγοριος. Ει γαρ ως μονον Θεος ταυτα, και ουχ ως ανθρωπος ο αυτος ηθελεν, η σωμα φυσει το θειον, η την ουσιαν τραπεις, σαρξ κατ᾿ εκπτωσιν της οικειας θεοτητος γεγονεν· η παντως λογικως η κατ᾿ αυτην διολου και αλογος· η ειπερ εψυχωτο λογικως η κατ᾿αυτον ουκ εψυχωτο σαρξ· αλλ᾿ αψυχος ην κατ᾿ αυτην διολου και αλογος· η ειπερ εψυχωτο λογικως, και θελημα εκεκτητο το φυσικον. Παν γαρ φυσει λογικον, και φυσει θελητικον παντως εστι. Και ει θελημα φυσικον ειχεν ως ανθρωπος, εκεινα παντως ηθελε κατ᾿ ουσιαν, απερ αυτος ως Θεος τη φυσει προς συστασιν δημιουργησας ενεθετο φυσικως. Ου γαρ ηλθε παραχαραξαι την φυσιν, ην αυτος ως Θεος και Λογος πεποιηκεν· αλλ' ηλθε διολου θεωσαι την φυσιν, ην αυτος εαυτω θελων, ευδοκια Πατρος και συνεργεια Πνευματος, κατα την αυτην και μιαν υποστασιν ηνωσε, μετα παντων των προσοντων αυτη φυσικως, και διχα της αμαρτιας.
Ουκουν ως φυσει Θεος ηθελε τα κατα φυσιν θεια και Πατρικα. Συνθελητης γαρ υπηρχε του ιδιου (=0080=) Γεννητορος· και ως ανθρωπος φυσει παλιν ο αυτος, ηθελε τα κατα φυσιν ανθρωπινα· πασης καθαραν φυλαττων φαντασιας την οικονομιαν, μηδαμως αντιπιπτοντα τω θεληματι του Πατρος. Ουδεν γαρ των φυσικων, ωσπερ ουδ᾿ αυτη καθαπαξ η φυσις, τω αιτιω ποτ᾿ αν αντιπιπτει της φυσεως· αλλ᾿ουδε γνωμη και οσα γνωμης εστιν, οπηνικα μεντοι τω λογω συννευει της φυσεως. Και γαρ ει τυχον φαιη τις, ως αντιπιπτει Θεω τι των κατα φυσιν, αυτου μαλλον η της φυσεως υπαρχει το εγκλημα· πολεμον φυσικως ενθεμενου (≡15Α_104≡> τοις ουσι, προς την κατ᾿ αυτου και αλληλων στασιν και μαχην.
Οτι γαρ ουδεν αντικειται Θεω φυσικον, δηλον εκ του ταυτα κατα γεννησιν υπ᾿ αυτου δημιουργηθηναι, και μηδεμιαν υπερ της ουσιωδους εν ημιν τουτων συστασεως αιτιασιν εχειν· παν μεν ουν τουναντιον, δια την τουτων παρεκτροπην τας εγκλησεις σαφως υπομενειν. Κατα ταυτην μεν γαρ, πασης τε γνωμικως κακιας γινομεθα κατα τον αρχαικακον οφιν· κατ᾿ εκεινην δε, πλασμα Θεου και τιμιον κτισμα κατα φυσιν υπαρχομεν. Δια τοι τουτο κατα τους θειους Πατερας, ουτε θεληματων φυσικων, ουτε μην ενεργειων, ωσπερ ουδ᾿ αυτων φυσεων μειωσιν εργαζομεθα το παραπαν, επι του αυτου και ενος Θεου Λογου σεσαρκωμενου· τελειον τον αυτον κατα παντα Θεον ομου και ανθρωπον ορθοδοξως πιστευοντες, εκ του τελειως τα τε θεια και ανθρωπικα, και εχειν φυσικως, και θελειν και ενεργειν· και θειαν ομου και ανθρωπινην εχειν κυριως ουσιαν και θελησιν και ενεργειαν· ινα μη τη περι εκατερον των φυσικων ιδιωματων ελλειψει, την εκατερας των εξ ων και εν αις υπαρχει φυσεων, μειωσιν, μαλλον δε τελειαν υπαρξιαν, παρα το εικος δογματισωμεν.
Οτι γαρ θελημα κατα φυσιν ειχεν ανθρωπινον, ωσπερουν και κατ᾿ ουσιαν θειον, αυτος επιδεικνυται προδηλως ο Λογος, δια της ανθρωποπρεπους υπ᾿ αυτου δι᾿ ημας γενομενης οικονομικης του θανατου παραιτησεως, καθ᾿ ην ελεγε· Πατερ, ει δυνατον, παρελθετω απ᾿ εμου το ποτηριον· ινα δειξη της οικειας σαρκος την ασθενειαν· και ως ου φαντασια σαρξ εγνωριζετο τοις ορωσι, την αισθησιν παρακλεπτων· αλλ᾿ αληθεια κυριως ανθρωπος ην, της φυσικης τουτο μαρτυρουσης θελησεως, ης η κατα οικονομιαν υπηρχε παραιτησις.
Οτι δε παλιν διολου τεθεωτο, προς αυτο το θειον θελημα συννευων, εξ αυτου και κατ᾿ αυτο κινουμενον αει και τυπουμενον, δηλον εκ του μονην την του Πατρικου θεληματος επικρισιν τελειως ποιησασθαι, καθ᾿ ην ως ανθρωπος εφασκε· Μη το (≡15Α_106≡> εμον, αλλα το σον γινεσθω θελημα· τυπον ημιν εαυτον και παραδειγμα καν τουτω διδους, προς αθετησιν του ημετερου θεληματος, δια την του θειου τελειαν εκπληρωσιν, ει και θανατον επηρτημενον δια τουτο κατιδοιμεν. Ει γαρ μη ως ανθρωπος φυσει γενομενος, (=0081=) και φυσικον ηγουν ανθρωπινον θελημα κεκτημενος, τουτο τε κατ᾿ οικονομιαν υποκλινων, και προς ενωσιν του πατρικου συνελαυνων θεληματος, ελεγεν αυτω τω Πατρι· Μη το εμον θελημα γινεσθω, αλλα το σον· δηλον ως φυσει Θεος τουτο ελεγε· κακ τουτου λοιπον εαυτον εδεικνυ, μη το αυτο και ισον θελημα τω Πατρι κεκτημενον, αλλ᾿ ετερον και κατα φυσιν διαφονον· ο και υποτασσων, ητει γενεσθαι μονον το πατρικον. Και ει αλλο παρα το του Πατρος φυσικον εκεκτητο θελημα, δηλον ως και την ουσιαν ειχε παρηλλαγμενην. "Μιας γαρ ουσιας, εν δη και το θελημα», κατα τον σοφωτατον Κυριλλον. Διαφορου δε του φυσικου θεληματος οντος, διαφορος παντη τε και παντως η φυσις.
Δυοιν ουν θατερον· η γαρ ως ανθρωπος ειχε θελημα φυσικον, και δι᾿ ημας οικονομικως παρητειτο θελων τον θανατον· και παλιν ωρμα κατ᾿ αυτου δια της προς το πατρικον θελημα τελειας συννευσεως· η μη εχων ως ανθρωπος θελημα φυσικον, ως Θεος φυσει τα του σωματος εις ιδιαν ουσιαν επασχε παθη, συστελλομενην φυσικως τον θανατον, και αλλο κατ᾿ ουσιαν προς τον Πατερα θελημα φυσικον κεκτημενην· ο και μη γενεσθαι δι᾿ ευχης εζητει και παρεκαλει. Και τις Θεος θανατον κατα φυσιν σαρκος δεδιως, και δια τουτο παρελθειν το ποτηριον εξαιτουμενος, και αλλο παρα το πατρικον θελημα φυσικον κεκτημενος;
Ταυτην ουν των ημετερων ψυχων αποσκευαζομενοι την ατοπιαν, την ευσεβη των Πατερων ομολογιαν κατεχωμεν· και οταν λεγει "Πατερ, ει δυνατον, παρελθετω το ποτηριον τουτο", (≡15Α_108≡> καθως φησιν ο μεγας Αθανασιος εν τω περι Σαρκωσεως αυτου και Τριαδος λογω· πλην μη το εμον θελημα γενεσθω, αλλα το σον· το μεν πνευμα προθυμον, η δε σαρξ ασθενης· νοουμεν ως δυο θεληματα ενταυθα δεικνυσι· το μεν ανθρωπινον· οπερ εστι της σαρκος· το δε θεϊκον. Το γαρ ανθρωπινον δια την ασθενειαν της σαρκος παραιτειται το παθος· το δε θεϊκον αυτου προθυμον. Ταυτη και ο μεγας θεολογος Γρηγοριος εν τω περι Υιου δευτερω λογω σαφως εκδιδασκει, λεγων· "Το γαρ εκεινου θελειν, ουδεν υπεναντιον, θεωθεν ολον». Ωστε θελειν ειχεν ανθρωπινον, κατα τον θειον τουτον διδασκαλον· ου μην Θεω καθοτιουν υπεναντιον· οτι μη γνωμικον τουτο καθαπαξ, αλλα φυσικον κυριως ετυγχανεν, υπο της αυτου καθ᾿ ουσιαν θεοτητος τυπουμενον αει και κινουμενον προς την της οικονομιας εκπληρωσιν· και ολον δι᾿ ολου τη προς το πατρικον συννευσει τε και συμφυια τεθεωμενον, και θειον τη ενωσει κυριως, αλλ᾿ ου τη φυσει, και γενομενον αληθως και λεγομενον· μηδαμως τω θεωθηναι, του κατα φυσιν εκσταν.
Τω γουν θεωθεν ολον ειπειν, την του κατ᾿ αυτον ανθρωπινου θεληματος προς το θειον αυτου και (=0084=) πατρικον ενωσιν ο διδασκαλος παραστησας, πασαν εναντιωσιν, και τους ταναντια θελοντας εκ του κατα Χριστον μυστηριου τελειως απηλασε· τω δε φασκειν, "Το γαρ εκεινου θελειν», την τε του κατ᾿ αυτον ανθρωπινου θεληματος εμφυτον κινησιν, και την προς το θειον αυτου και πατρικον ουσιωδη και φυσικην διαφοραν επιδεικνυμενος, την συγχυσιν μετα της φαντασιας ολικως απεσκευασε. Ταυτην γαρ και την ομοτιμον αυτη επ᾿ ασεβεια διαιρεσιν πολεμουσας ειδοτες τον της οικονομιας λογον, ο τε θειος ουτος Πατηρ, και οι κατ᾿ αυτον αγιοι της καθολικης Εκκλησιας διδασκαλοι, μεγαλοφωνως την τε διαφοραν και την ενωσιν καθ᾿ εκατερας αυτης εδογματισαν· την μεν, εν τω φυσικω λογω πραγματικως και τελειως συντηρουμενην, την δε παλιν, εν τω οικονομικω τροπω (≡15Α_110≡> παγιως και υποστατικως σωζομενην, εις πιστωσιν των εν τω ενι και μονω Χριστω τω Θεω καθ᾿ ενωσιν την αδιασπαστον ουσιωδως οντων πραγματων και παντων των προσοντων αυτοις φυσικων. Παντες γαρ ωσπερ αλλην και αλλην, θειαν φημι και ανθρωπινην, και διπλην φυσιν επι του αυτου και ενος εδογματισαν· ουτως διαπρυσιως τους πασιν εκηρυξαν και αλλο και αλλο θελημα, θειον φημι και ανθρωπινον, και δυο θεληματα· και αλλην και αλλην ενεργειαν, θειαν τε και ανθρωπινην· και διπλην αυθις ενεργειαν, τουτεστι δυο. Ουτω γαρ και των ουσιων την εν αριθμω σημασιαν προδηλως εξεφωνησαν. Φαινεται γαρ ο αυτος ως ανθρωπος, και το κατα φυσιν υπαρχων Θεος, θελων οικονομικως παρελθειν το ποτηριον· και μεχρι τουτου τυπων το ημετερον, ως Κυριλλος ημας ο σοφος εξεπαιδευσεν· ινα της ημων φυσεως πασαν θανατου συστολην απελαση, και προς ορμην ανδρικως την κατ' αυτου φημι του θανατου, στομωση τε και διεγειρη. Φαινεται δε παλιν ως Θεος, καιπερ ανθρωπος ων κατ'ουσιαν, θελων την οικονομιαν πατρικως εκπληρωσαι, και την παντων ημων σωτηριαν εργασασθαι· δεικνυται δε και ως ανθρωπος, φυσει τυγχανων Θεος, ανθρωπινως ενεργων, και την πειραν των παθηματων δι' ημας εκουσιως δεχομενος· δεικνυται δε παλιν ως Θεος, και το κατα φυσιν ανθρωπος ων, θεϊκως ενεργων, και τας θεοσημειας φυσικως προβαλλομενος· εξ ων οτι και Θεος ομου και ανθρωπος ην ο αυτος εγνωριζετο, ταις εξ ων και εν αις υπηρχεν ουσιαις ισαριθμα τα θεληματα, και τας ενεργειας φυσικως κεκτημενος, εις βεβαιωσιν της των απερ κυριως ην τελειας υπαρξεως.
Ει δε τις προς την τουτων αθετησιν αντιφατικως, την τε του θεοφαντορος Διονυσιου θεανδρικην ενεργειαν, και την του σοφωτατου Κυριλλου συγγενη και δι᾿ αμφοιν επιδεδειγμενην εις μεσον τω λογω προισχεται, γινωσκετω μηδεμιαν εντευθεν ερανισομενος εαυτω κατα της ευσεβους ομολογιας ισχυν. Η μεν γαρ (≡15Α_112≡> θεανδρικη προσφορω φωνη προς του διδασκαλου φρασθεισα, διπλην του διπλου την φυσιν ενεργειαν (=0085=) περιφραστικως δηλονοτι σημαινει. Θειαν γαρ και ανδρικην, ηγουν ανθρωπινην, δια της κατα την εκφοραν συναφειας προδηλως εκηρυξεν· αλλ᾿ ουχ απλως· οθεν ουδε δι᾿ αριθμου ταυτην ωνομασεν, ει και μοναδικως την των φυσικων ενεργειων ενωσιν επισημαινων, ταυτην εδιδαξεν· ητις ου λυμαινεται τη φυσικη τουτων διαφορα· καθαπερ ουδ᾿ αυτη τη των ουσιων, η τουτων αδιασπαστος ενωσις· επειδη κατα τους λεγοντας, Ει μιαν ειχεν ενεργειαν, και ταυτην θεανδρικην· ει μεν φυσικην μιαν ο σαρκωθεις Λογος εκεκτητο ταυτην, προς δυο η μια κατα φυσιν ενεργεια, πως μερισθησεται; και ποιω λογω τας διαφορους ουσιας η μια κατα το αυτο συστησει και αφορισει ενεργεια; προς τε τα ομογενη την κατ' ουσιαν απαραλλαξιαν εχειν εκατεραν ποιουσα, και προς τα ετερογενη παλιν την κατ᾿ ουσιαν διαφοραν. Και παρω λεγειν, ως της προς τον Πατερα και ημας φυσικης συγγενειας εκπεπτωκεν, ως μητε παντελως εκεινου, μητε ημων θεανδρικη την εμφυτον και ουσιωδη κεκτημενων ενεργειαν. Ει δε γε παλιν υποστατικην, προς τη καινη δοξη· τις γαρ ο λεγων υποστατικην υπαρχειν ενεργειαν. Και ουτως αλλοτριον του Πατρος κατ' ενεργειαν αυτον ο τοιουτος αποφαινει λογος, ειπερ υποστατικην, και ου φυσικην εχει παρα τον Πατερα ενεργειαν. Τοις γαρ υποστατικοις ιδιωμασι, την προς αυτο κεκτηται διαφοραν προδηλως ο Λογος.
Και η "συγγενης δε και δι᾿ αμφοιν επιδεδειγμενη μια" παλιν "ενεργεια», κατα τον αοιδιμον Κυριλλον, ουκ επ᾿ αναιρεσει της των κατα φυσιν ενεργειων ουσιωδους διαφορας· των εξ ων και εν αις υπαρχει ο εις και μονος Χριστος ο Θεος· αλλ᾿ επι συστασει της ακρας τουτων ενωσεως ειρηται τω διδασκαλω. Και εοικε πως δι᾿ αλλων φωνων, τον θεοφαντορα Διονυσιον εκμιμεισθαι. Ινα γαρ δοξη μη γυμνον οντα τουτον Θεον, μητε ψιλον αυθις ανθρωπον· μητε ιδια Θεον ασωματως ενεργουντα, μητε ιδια ανθρωπον (≡15Α_114≡> τα κατα γνωμην πραττοντα· αλλα Θεον σεσαρκωμενον και τελειως δι᾿ ημας ενανθρωπησαντα, θεϊκως αμα και ανθρωπικως τον αυτον ενεργουντα, εφυσεν, ως ου λογω μονον, και τοις θεοπρεπεσιν επιταγμασιν, ενεργος ευρισκεται ο Σωτηρ εν τω τους νεκρους διανισταν και θεραπευειν πασαν νοσον και πασαν μαλακιαν· αλλα συνεργατιν ωσπερ τινα προς τουτο δη μαλιστα την αγιαν αυτου παραλαμβανειν ηπειγετο σαρκα· τουτο ποιων μεν ως Θεος τω παντουρω αυτου προσταγματι· ζωοποιων δε αυ παλιν και τη αφη της ηνωμενης αυτω καθ' υποστασιν αγιας σαρκος, ινα δειξη και ταυτην ζωοποιειν δυναμενην δια της ουσιωδους αυτου ενεργειας, ης εστι κυριως η αφη, η φωνη, και οσα τοιαυτα. Ειτα, ως εδειξε τας φυσικας ενεργειας αυτου, του εξ αμφοιν συγκειμενου Χριστου του Θεου, σωζομενας τελειως· την της θεοτητος αυτου, δια του παντουργου (=0088=) προσταγματος, την δε της ανθρωποτητος αυτου, δια της αφης· παρεστησε ταυτας ηνωμενας διολου τη προς αλληλας συμφυια και περιχωρησει· ως μιαν δια την ενωσιν αυτου τε του Λογου και παναγιας αυτου σαρκος δεικνυσθαι την ενεργειαν· ου φυσικην, ουχ υποστατικην· ου γαρ τι τοιουτον ειρηκεν ο διδασκαλος· αλλα συγγενη τοις μερεσι· δι᾿ ων, ως ειρηται, κατα τε προσταγμα παντουργον, κατα τε αφην χειρος επεδεικνυτο.
Δεδεικται τοινυν της ιερας του σοφου διδασκαλιας, ως και την διαφοραν των φυσικων ενεργειων, ωσπερ ουν καυτων των φυσεων ων και εισι, διαγορευει φυλαττομενην και μετα την ενωσιν· καυτην την ενωσιν αυθις οριζεται· την μεν, εν τω λεγειν, προσταγμα παντουργον και αφην· την δε, τω λεγειν, μιαν τε και συγγενη· δι' ων πασαν συναιρεσιν τε και διαιρεσιν του κατα Χριστον μυστηριου μεγαλοφυως αποπεμπεται· οι δε μη ουτω λαμβανοντες, αλλ᾿ ως μιαν Λογου τε και σαρκος την συγγενη νοουντες ενεργειαν, την Ευτυχους και Απολιναριου συνουσιωσιν δογματιζουσι. Δει τοιγαρουν εν πασι και τον λογον αλωβητον (≡15Α_116≡> διασωζειν, και τον της οικονομιας τροπον διατηρειν απαραφθαρτον· ινα μηδεμιαν η πονηρα ξυνωρις, η διαιρεσις, φημι, και η συγχυσις, κατα της αληθειας σχοιη παρεισδυσιν.
Κατα ταυτην ουν, και τα αλλας, ειπερ ευρεθειεν, μοναδικας των αγιων Πατερων φωνας, την ευσεβη διανοιαν εκληπτεον· και μηδαμως εις αντιφασιν ταυτας, προς τας των αγιων δυϊκας εκδεξωμεθα· γινωσκοντες, ως και αυται προς την διαφοραν κατα της συγχυσεως ισχυραι κακειναι προς την ενωσιν κατα δαιρεσεως ασφαλεις· αλλ᾿ αμφω, και ταυτας κακεινας, ψυχη τε και στοματι περιχαρως ασπασωμεθα, και ορθοδοξως ομολογησωμεν· και δια των κατα προφοραν δοκουντων πως εναντιων φωνων, τους κατα διανοιαν εναντιους επισης εαυτοις και αλληλοις, και τη αληθεια, σοφως τροπωσωμεθα· και της ημετερας αυλης, ηγουν της καθολικης του Θεου και αποστολικης Εκκλησιας, ανδρικως εξελασωμεν· και μηθ᾿ ολως την οιανουν παροδον κατα της ορθοδοξου πιστεως, τοις ληστρικως ορια πατρικα μηχανωμενοις μεταιρειν, παρασχωμεν, τω διαρριπτειν τι των ευσεβων οπλων τε και δογματων, δι᾿ ων γινεσθαι πεφυκεν η εκεινων καταστροφη και αναιρεσις.
Πλην κακεινο γινωσκειν χρεων, ως επι τε φυσεων και φυσικων ενεργειων, και μοναδικας προς ταις δυϊκαις φωναις των αγιων Πατερων ευρισκομεν· ως, "την μιαν φυσιν του Θεου Λογου σεσαρκωμενην», και, "την θεανδρικην ενεργειαν», και την "συγγενη και δι' αμφοιν επιδεδειγμενην»· επι δε φυσικων θεληματων, ουδεμιαν μοναδικην, ως εμε γινωσκειν, το παραπαν εκφωνησιν ευρειν δυνατον, (=0089=) αλλα τας εν αντωνυμιαις και αριθμω δυϊκας σημασιας. Πως ουν και τινι λογω, καν προσεξετασαι δεχωμεθα παντελως, εν η δυο θεληματα χρη λεγειν επι Χριστου του Θεου, της των Πατερων νομοθεσιας και διδασκαλιας δυο (≡15Α_118≡> φυσικα θεληματα παρακελευομενης ομολογειν επ' αυτου και πρεσβευειν, καθα και φυσεις αυτας, και τας τουτων φυσικας ενεργειας, μεχρι του γινωσκειν την διαφοραν;
Τουτων μοι παρεκβατικως νυν λελεγμενων προς την σην θεοτιμητον αγιστειαν, παρακαλω την επ᾿ αυτοις, η μη προσηκοντως ρηθεισιν, η μη νοηθεισι καλως, συγγνωμην ομου και διορθωσιν μοι χαρισασθαι, φιλαγαθω πατρικης ευσπλαχνιας στοργη και μιμησει· και Χριστω τω Θεω με παραθεσθαι, τω συν Πατρι και Πνευματι αγιω δοξαζομενω εις τους αιωνας των αιωνων. Αμην.

ΣΧΟΛΙΑ
1. Ατοπον, φησι, το εν θελημα μεριζεσθαι (τουτο γαρ αναγκαζει η φυσικη συγγενεια) και το μεν ημισυ τη μια, το δε λοιπον τη λοιπη φυσει διδοσθαι· και ουτως αλλοτριουν τον Χριστον του Θεου και ημων, ως ουκ εχοντων συνθετον θελημα.
2. Οτι την διαφοραν, και την ενωσιν οι Πατερες κατα της συγχυσεως, και της ομοτιμου αυτη διαιρεσεως εδογματισαν.
3. Ο Νειλος. Εστιν υποστατικη, αλλ᾿ εφ᾿ ημων η παραλογος, δι᾿ ην ανθρωπος ο Θεος, ιν᾿ επανασωση τον ανθρωπον· απαλλαξας ταυτης, οσοι φοβω θανατου δια παντος του ζην ενοχοι ησαν δουλειας· ηγουν οσοι φοβουμενοι την οδυνην, την ηδονην περιεποιουντο, την μητερα της οδυνης· την της φθορας αρχηγον· την του θανατου προαγωγον και προμνηστριαν.

ΙΣΟΝ ΕΠΙΣΤΟΛΗΣ ΓΕΝΟΜΕΝΗΣ ΠΡΟΣ ΤΟΝ ΑΓΙΩΤΑΤΟΝ ΕΠΙΣΚΟΠΟΝ ΚΥΡΙΟΝ ΝΙΚΑΝΔΡΟΝ
ΙΣΟΝ Επιστολης γενομενης προς τον αγιωτατον επισκοπον κυριον Νικανδρον, παρα του εν αγιοις Μαξιμου, περι των δυο εν Χριστω ενεργειων.

(≡15Α_120≡> Αυτος, θεοτιμητε και παμμακαριε Πατερ, φερωνυμως εχων μετα της ανδρειας, την κατα παντων αφανως, η φανερως την αγιαν του Θεου καθολικην και αποστολικην Εκκλησιαν πολεμουντων εχθρων ιερωτατην νικην· και τον υπερ αυτου αειθαλη τοις χαρισμασι, και ταις ενεργειαις του Πνευματος αμαραντινον στεφανον, ηδη κατ᾿ ελπιδας λαβων παρ᾿ αυτου, και ως εν χερσι κτησαμενος του κατα φυσιν εφετου, δια της προς αυτο τελειας συννευσεως την μακαριαν απολαυσιν· κακ τουτου σαφως, ει και τις (=0092=) αλλος, αυτου του Κυριου κατατρυφων, πως ποτε, και τινι τροπω ταυτην προσαπτειν, καν λογω ψιλω, μη τι γε δια τιμιων σου και μακαριων προσαγειν καταδεχη γραμματων τω αδρανει και δειλω, και μηδολως εις παραταξιν Θεου, και τον αυτου και υπερ αυτου, αγιον πολεμον, τας του νου πρακτικας δυναμεις, η τους κατα ψυχην ωσει τινας δακτυλους χειρων, λογισμους, μεχρι και νυν δεδιδαγμενω κινειν, και ταυτη τροπουσθαι γενναιως τους κατεναντι Κυριου παντοκρατορος ρημασι τε και δογμασιν επαιρομενους· και της αγαθης γης εξελαυνειν, ητις εστιν αυτος ο Κυριος ημων και Θεος, και η ταυτον ορθοδοξος πιστις· η οντως (≡15Α_122≡> παγια των ευσεβων δογματων εδρα και συστασις· και των αρετων η αενναος καρπογονια και φυσις. Αλλα τουτο χριστομιμητως πεποιηκας· ινα την τουτου προδηλως εις εμε, τον γνωμικως αυτου διεστηκοτα, και την μακραν απ᾿ αυτου της κακιας ωσπερ τινα χωραν εξιν, εμπροθετως οικουντα, και τα παθη της ατιμιας καθαπερ χοιρους δι᾿ ενεργειας εκτρεφοντα, φιλαγαθον επιδειξαμενος κενωσιν, και των ενοντων σοι θειων κατορθωματων τω μεγεθει της συγκαταβασεως υποδειξας την δυναμιν, εις εφεσιν ταυτης εγειρης, και προς ιερον τινα και μακαριον ζηλον, ατρεπτως στομωσης, της παμπολυ με παρα παντας βαρουσης νωθειας τε και αμελειας τον φορτον εις δυναμιν απορριψαμενον· και σε της περι εμε τον πτωχον σοφης οικονομιας και προμηθειας χαριν αποθαυμασας, μακαριε, την εν πλειοσιν ετεσι και αρεταις θειοτεραις διατηρησιν, σου του καλου και αγαθου ποιμενος τε και πατρος, μετα δακρυων, καιτοι λιαν υπαρχων αμαρτωλος, χαρισθηναι μοι και πασιν εντενως καθικετευσα τον Κυριον ημων και Θεον· ινα εχοντες σε μαλιστα νυν, ο τε της φυσει και οντως αληθειας την προρρησιν, η κατα την εκβασιν των πραγματων αληθεια σαφως επιστωσατο· και θλιψις, οια καθαπαξ ου γεγονεν απο καταβολης κοσμου, ουδ᾿ ου μη γενηται, παντας πανταχη δια τας αμαρτιας κατελαβε· τη τε πανσθενει βακτηρια των θεοπειθων προσευχων δυναμουντα τε και ρωννυοντα, και τη πανιερω συριγγι της θεοσοφου διδασκαλιας οδηγουντα καλως και φωτιζοντα, και εις τοπον χλοης της αειζωου των αρετων εξεως κατασκηνουντα δια της πραξεως· και επι υδατος αναπαυσεως της αειβλυστου των ιερων εν τοις δογμασι χορηγιας ναματων εκτρεφοντα δια της γνωσεως· και εις τοπον οχυρον και μανδραν υψηλην την καθολικην Εκκλησιαν, και τον ταυτην δι᾿ αιματος οικειου και ζωοποιου κατα θελησιν αρμοσαμενον Κυριον (≡15Α_124≡> ασφαλως διασωζοντα, της των εναντιων ελευθερωθωμεν καταδρομης· οι προσφορου καιρου της του παντος δραξαμενοι ταραχης και συγχυσεως, το μεγα της των απαντων σωστικης οικονομιας Χριστου του Θεου και απορρητον, ως παντας αιωνας και χρονους, και τους εν αιωσι και χρονω φυσικως περιγραφον, (=0093=) συγχειν μηχανωνται μυστηριον· οια της εξ ημων νοερως τε και λογικως εψυχωμενης, υπ᾿ αυτου κατ' ευδοκιαν Πατρος και συνεργειαν αγιου Πνευματος προσληφθεισης, και αυτω κατα μιαν και την αυτην υποστασιν ενωθεισης αγιας σαρκος, ουκ εχουσης μετα την ενωσιν τα προσοντα κατα φυσιν αυτη, διχα μονης της αμαρτιας· οτι μηδε της φυσεως ην· μαλλον δε, αυτου του σαρκωθεντος Λογου, και δι᾿ ημας ενανθρωπησαντος, τα την ημετεραν φυσιν ουσιωδως χαρακτηριζοντα καθ᾿ ημας τελειως ου σωζοντα· αλλ᾿ η ταυτα προς την εαυτου θειαν μετασκευασαντος φυσιν· και ταυτη, το ελλιπες της οικειας θεοτητος δειξαντος, δεομενης παρενθηκης τινος προς την κατ᾿ ουσιαν εντελειαν· η παμπαν εις ανυπαρξιαν μεταχωρησαι ποιησαντος, ως ου λιαν καλα, και της αυτου δημιουργιας το εργον εξαφανισαντος τω μη κατα λογον τινα και σοφιαν αυτα ποιησαι, και ενωσαι προς εαυτον καθ᾿ υποστασιν· επει πως, το λογω και σοφια γενομενον, εν αυτω τω λογω και τη σοφια καθ᾿ ενωσιν αδιασπαστως ου σωζεται; η πως σωζομενον και μετα την ενωσιν, ουχ ομολογειται; και δι᾿ ηντινα αιτιαν, ινα δια της ομολογιας οτι γεγονεν ανθρωπος ο φυσει Θεος πιστευθη κατ᾿ αληθειαν; Η τυχον ουδε την αρχην αυτα τα φυσει προσοντα τη φυσει προσλαβων μετα της φυσεως; Αλλα αψυχον τινα και αλογον, και ουδαμως εξ ημων, η ημιν υπαρχουσαν ομοουσιον σαρκα λαβων, η ουδε λαβων, αλλ᾿ ανωθεν και απ᾿ αρχης συνουσιωμενην αυτω κατενεγκας, ηνωσεν εαυτω· και την δ᾿ ημας και προς ημας οικονομιαν εφαντασεν, ανθρωπινω σχηματι προσπελασας ημιν, αλλ᾿ ουκ ανθρωπινη φυσει προσομιλησας, ινα το γενος απαν του παλαιου παραπτωματος ανασωσηται, και του δι᾿ αυτο κατακριματος ελευθερωση.
(≡15Α_126≡> Ταυτα γαρ, και τουτων πλειω δοξαζουσιν, οσοι μη παντελειως εν Χριστω τω Θεω τα φυσικα, και διχα της αμαρτιας, ωσπερ και τας φυσεις αυτας σωζεσθαι (=0096=) κατα τους αγιους Πατερας ορθοδοξως ομολογουσι· και μετα την ενωσιν. Ουδε γαρ την θειαν φυσιν και ακτιστον ανυπαρκτον τε και αθελητον η ανενεργητον καθορωμεν· ουτε μην την κτιστην καθ᾿ ημας και ανθρωπινην ουσιαν ανυπαρκτον τε και αθελητον η ανενεργητον επιγινωσκομεν. Και ει μηδεμιαν τουτων ερημον επισταμεθα φυσικης υπαρξεως, θελησεως τε και ενεργειας, εκ τουτων, δε θειας φυσεως και ανθρωπινης φυσεως λεγω, και εν ταυταις, και τουτων υποστασις εστι κατ᾿ αληθειαν ο εις και μονος Χριστος και Υιος, πως, ειπερ φυσει κυριως Θεος, και φυσει κυριως ανθρωπος ο αυτος, ουχι και θειον θελημα και ενεργειαν φυσει κυριως, και ανθρωπινον θελημα, και ενεργειαν φυσει κυριως ειχε, μηδετερου τουτων κατα φυσιν ων ελλιπης, δι᾿ ων επαληθευων τοις πραγμασι τα ονοματα, και τουτοις αυθις επικυρων τα πραγματα, προδηλως ο αυτος εγνωριζετο, τα τε θεια και ανθρωπινα φυσικως εχων και θελων και ενεργων, κακ τουτου τα εξ ων, και εν οις, και απερ υπηρχε, πιστευομενος; Επει, του φυσικου θεληματος και της ουσιωδους ενεργειας αναιρουμενων, της τε θειας και ανθρωπινης ουσιας, του εκ τουτων και ταυτας οντος και σωζοντος κατα μιαν υποστασιν, πως Θεος η ανθρωπος εσται; και πως τουτο, η εκεινο κατ᾿ ουσιαν υπαρχων δειχθησεται, μη σωζων εκατερας φυσεως ανελλιπως την ιδιοτητα, πασης αμαρτιας χωρις; Το γαρ των κατα φυσιν εκσταν, καν της εξω της ουσιας γεγενηται, μηδεμιαν υπαρξιν εχον· οτι μηδε κινησιν φυσικην. "Το γαρ μηδεμιαν κινησιν εχον», η φησιν ο θεοφαντωρ και μεγας αγιος Διονυσιος, "ουτε εστιν, ουτε τι εστιν· ουτε εστι τις αυτου παντελως θεσις». Δια τοι τουτο τας Χριστου του Θεου φυσεις ομολογουντας ημας, την θειαν φημι και την καθ᾿ ημας ανθρωπινην, (≡15Α_128≡> προς βεβαιαν της τε τουτων υπαρξεως πιστωσιν, και της ημων περι αυτων ομολογιας αληθειαν, και τα φυσικα τουτων ισαριθμως δει παντως πρεσβευειν θεληματα, και τας ουσιωδεις τοσαυτας ενεργειας ομολογειν· και μηδεν αυτων προφασει δηθεν της καθ᾿ υποστασιν θειας ενωσεως απομειουν η εξαρνεισθαι το συνολον· γινωσκοντας, ως η καθ᾿ υποστασιν ενωσις ουδεν παραβλαπτει των φυσικων, καθαπερ ουδε τας φυσεις αυτας· ει και ταυτας εις εν αγει δι᾿ εαυτης κατα την μιαν υποστασιν· του δυο, τω φυσικω λογω υπαρχειν ουδαμως εξιστωσα· ωσπερ ουν καυτα δη λεγω τα φυσικα ιδιωματα, τη προς αλληλα συμφυια διολου παλιν ενιζουσα, και μηδετερον του ετερου χωρις, η της θατερου προς θατερον κοινωνιας εκτος, κατα τον των ῾Ρωμαιων παπαν αοιδιμον Λεοντα θεωρεισθαι καθοτιουν συγχωρουσα, την τουτων ουσιωδη και φυσικην ουκ αμαυροι παντελως, αλλα τελειως φυλαττει διαφοραν· (=0097=) τω γαρ φυλαττειν φυλαττεται, και τω συντηρειν συντηρειται. Μεχρι γαρ τοτε σαφως ενωσις πραγματων εστιν, εως αν η τουτων σωζηται φυσικη διαφορα· επει ταυτης παυσαμενης, παυεται παντως κακεινη, τη συγχυσει τελειως αφανισθεισα.
Ταυτης τοιγαρουν, λεγω δε της ενωσεως, ου λυμαινομενης τοις πραγμασιν, ουδε τη τουτων διαφορα, αλλα μονον τη κλησει προσφυως ενοποιουσης τα κατ᾿ αυτην, εισι παντοτε και παντως αμειωτως εν αυτη και τελειως σωζομενα, τα κατα φυσιν διαφορα, την οιανουν παρατροπην ου παθοντα και συγχυσιν· ουκ εν ουσιαις αυταις, ου θελημασιν, ουκ ενεργειαις, ουκ αλλω τινι φυσικω. Πως ουν επικαλυμμα της ιδιας, ουκ οιδ᾿ οπως ευφημως ειπειν, καλοφροσυνης, ταυτην τινες προφασιζονται· και τον σαρκωθεντα Λογον αθελητον φυσει, και ανενεργητον τω καθ᾿ ημας, ηγουν τω ανθρωπινω, φασι· ατε κυριως αψυχου και αλογου της εξ ημων προσληφθεισης ουσιας εν αυτω τυγχανουσης. Το γαρ ανενεργητον, ακινητον τε και αψυχον προδηλως εστι· και το μηδεμιαν λογικην θελησιν εχον, αλογον σαφως και ανοητον. Και (≡15Α_130≡> ει τουτων χωρις κατα φυσιν υπηρχεν ο σαρκωθεις Λογος το καθ᾿ ημας, πως οτι και ανθρωπος γεγονε πιστευθησεται; πως δε μαλλον ουχι τραπεις την θειαν φυσιν, και σαρκος παθεσιν ακουσιως υποπεσων δειχθησεται κατ᾿ αυτην; Τη γαρ των φυσικων αναιρεσει, την των τοιουτων καταδρομην, Αρειος τε και Απολιναριος κατ᾿ αυτου πεποιηκασιν. Ο μεν γαρ, αψυχον, ο δε αλογον, οπερ ανενεργητον εστι και αθελητον, αυτον δογματισαντες, κτισμα τουτον και ποιημα καθ᾿ εαυτον εβλασφημησαν. Εκατερος γαρ παθητον φυσει θεοτητος, αλλ᾿ ου φυσει σαρκος ειπον τον Μονογενη· καν Απολιναριος ετι κατ᾿ ασεβειαν δαψιλευομενος, και τελειαν την εις σαρκα μεταβολην κατ᾿ εκπτωσιν και τροπην της αυτου θεοτητος απεφηνατο.
Χρη τοιγαρουν ευσεβουντας ημας, την τοιαυτην ομολογιαν διωσασθαι, και την των αγιων Πατερων κρατυνειν διδασκαλιαν· και δυο φυσικα θεληματα (=0100=) κατ᾿ αυτους, και ουσιωδεις ενεργειας, επι του αυτου και ενος ομολογειν. Ει γαρ εν επ᾿ αυτου θελημα και μιαν ενεργειαν ειποιμεν, η τουτον ουκ οντα φυσει και ανθρωπον, αλλα μονον Θεον· η φυσει μονον ανθρωπον, και ου Θεον· η ουτε ανθρωπον ουτε Θεον σαφως δογματισομεν. Οιον, ει μεν φυσικον το θελημα τυχον ειποιμεν, η θειον παντως, η ανθρωπινον τουτο εστι· και ει θειον, τα θεια κατ᾿ αυτο θελησει φυσικως ο Λογος· Θεον φυσει μονον και συνθελητην τω ιδιω γεννητορι δεικνυς εαυτον, και ουκ ανθρωπον· ου γαρ πεφυκε δια του φυσει θειου, το ανθρωπινον φυσει χαρακτηριζεσθαι· ωσπερ ουδε δια του κατ᾿ ουσιαν ανθρωπινου, το κατ᾿ ουσιαν θειον γνωριζεσθαι. Τουτο δε, και ει ανθρωπινον φωμεν το θελημα φυσει, κατα το ακολουθον συναχθησεται. Ει δε υποστατικον, της αυτου μονης υποστασεως εσται χαρακτηριστικον· και ουποτ᾿ αν κατ᾿ αυτο κοινωνηση Πατρι και ημιν· των γαρ ακρων υποστασει διαστελλεται και χωριζεται. Τα αυτα δε παλιν και περι ενεργειων εστιν ειπειν.
(≡15Α_132≡> Αλλ᾿ ου δια τουτο, μη γενοιτο, τας των θεοφορων Πατερων περι αυτων, φημι των ενεργειων, μοναδικας εξαρνουμεθα, την τε του λεχθεντος θεοφαντορος αγιου Διονυσιου "Θεανδρικην ενεργειαν», και την Κυριλλου του σοφου "μιαν τε και συγγενη δι᾿ αμφοιν επιδεδειγμενην ενεργειαν». Αυται μεν γαρ δια την ενωσιν, και την προς αλληλας διολου των φυσικων ενεργειων συμφυιαν, ευσεβως αυτοις εκηρυχθησαν· ωσπερ και αι δυϊκαι, δια την ουσιωδη και φυσικην τουτων διαφοραν. Η γαρ Θεανδρικη της θειας ομου και ανδρικης ενεργειας υπαρχει περιληψις. Καταλληλον γαρ ο διδασκαλος επινοησας φωνην, εκατεραν, ως εφην, τη προφορα συλλαμβανουσαν, και ταυτην μοναδικως εκφωνησας, την διπλην, του διπλου την φυσιν, ενεργειαν περιφραστικως παρεδηλωσεν. Επειδη γαρ προτερον εφησεν, "Ου κατα Θεον τα θεια δρασας, οτι μη γυμνος υπηρχε Θεος· αλλα δρασας μεν φυσει τα θεια· Θεος γαρ ην κατα φυσιν· δια σαρκος δε, της αυτω καθ᾿ υποστασιν ηνωμενης· ου τα ανθρωπινα κατα ανθρωπον, οτι μη ανθρωπος υπηρχε ψιλος· αλλα δρασας μεν φυσικως τα ανθρωπινα· φυσει γαρ ανθρωπος ην· κατ᾿ εξουσιαν δε θεϊκην», αλλ᾿ ουκ αναγκη τινι και βια καθ᾿ ημας φυσικη προς το πραττειν αγομενος, συνεπλεξε την τε θειαν αμα και ανδρικην του αυτου κατα φυσιν ενεργειαν· ως μηδετεραν της ετερας ουσαν χωρις, αλλ᾿ εν αλληλαις τε και δι᾿ αλληλων συμφυως γνωριζομενας, δια την αλυτον ενωσιν· και μοναδικη φωνη συλλαβων αμφω, περιφραστικως ανεκηρυξεν. Ινα τω μεν δρασαι τα τε θεια και ανθρωπινα ειπειν· ει και μη κατα Θεον, μητε μην κατα ανθρωπον· οτι μη γυμνος, ως εφην, Θεος, μητε ψιλος ανθρωπος ην· ομως δε κατ᾿ αληθειαν δρασαι, την των φυσικων ενεργειων ουσιωδη (=0101=) πιστωσηται διαφοραν· τω δε συλλαβειν ταυτας, και τη προσφορω φωνη συνοπτικως εξειπειν δια της θεανδρικης ενεργειας, την τουτων αδιασπαστον ενωσιν εκδιδαξη.
Και η Κυριλλου δε του σοφου «μια τε και συγγενης δι᾿ αμφοιν (≡15Α_134≡> επιδεδειγμενη ενεργεια», της του μεγαλου τουτου Πατρος μεγιστης εχεται διανοιας. Την γαρ των φυσικων ενεργειων καυτος συμφυιαν και ενωσιν δι᾿ αυτης εκπαιδευει. Θελων γαρ δειξαι και ο πανευφημος ουτος ανηρ, ως η τε σαρξ Θεος, και η κατ᾿ αυτην ουσιωδης ενεργεια, θεια τη προς τη φυσει Θεον Λογον ενωσει γεγενηται, και τα υπερ ανθρωπον ενηργει, μη εκστασα τουτου, ουπερ ην κατα φυσιν· ωσπερ ουν και αυτος ο Λογος τη ταυτης προσληψει δι᾿ ημας εκουσιως γεγονεν ανθρωπος, τα κατα ανθρωπον ενεργων· καιπερ υπαρχων φυσει Θεος, διαγορευει τουτον, μη παντουργω προσταγματι μονον ιασθαι και ζωοποιειν, ως μη Θεον οντα γυμνον· αλλα συνεργατιν ωσπερ τινα, προς τουτο δη μαλιστα, την αγιαν αυτου σαρκα λαμβανειν επειγεσθαι· και ζωοποιειν και θεραπευειν δι᾿ αυτης και της κατ᾿ αυτην αφης και φωνης· ινα ταυτην δεικνυη ζωοποιειν δυναμενην, δια το προς αυτην εν τη ενωσει γενεσθαι· και αυτου του φυσει ζωογονουντος τα συμπαντα, και ουχ ετερον σαρκα κυριως υπαρχειν. Διο και μιαν αυτου και αυτης, φημι της αγιας σαρκος και συγγενη δι' αμφοιν επιδεικνυει ενεργειαν· μιαν μεν, τη ενωσει· συγγενη δε παλιν, τοις μερεσιν· ως την αυτην ουσαν, εν τε παντουργω προσταγματι, και αφη της αγιας σαρκος· δι᾿ αμφοιν γαρ, ως Θεος, ο Λογος, ταυτην σαφως επεδεικνυτο· δεικνυς τω και δι᾿ αυτης ζωοποιειν, ως και αυτη γεγονεν δι᾿ ολου ζωοποιος· καθαπερ και πυρ δια σιδηρου καιον, ενωσει τη προς αυτον καυστικον αποφαινει τον σιδηρον· ως ειναι λοιπον δια τουτο μη του πυρος κατα φυσιν μονον την καυσιν, αλλα καυτου του σιδηρου δια την ενωσιν· και την εν τοις θαυμασι θειαν του Λογου παλιν ενεργειαν, μη του αυτου μονον δια την φυσιν υπαρχειν, αλλα καυτης της αγιας σαρκος, δια την προς αυτην καθ᾿ υποστασιν ενωσιν· συνεργατιν γαρ εαυτου ταυτην εν τοις θειοις παρελαμβανεν, (≡15Α_136≡> η φησιν ο διδασκαλος, ωσπερ και ψυχη το ιδιον σωμα, προς την των οικειων εργων εκπληρωσιν. Αυτη γουν η μια και συγγενης δι᾿ αμφοιν επιδεδειγμενη ενεργεια, των κατα φυσιν ενεργειων δηλουσα την ενωσιν· το ετερογενες τουτων και δυϊκον, καθαπερ και (=0104=) η θεανδρικη ενεργεια, δι᾿ εαυτης κυριως σημαινει τω προς αμφω τα μερη, των εξ ων και εν οις ο εις και μονος εγνωριζετο σεσαρκωμενος Λογος, αναφερεσθαι· και αμφοτερων υπαρχειν, ως δι᾿ αμφοιν, του τε παντουργου προσταγματος, και της αφης της αγιας σαρκος επιδεδειγμενη.
Ου δει δε τω συγγενει ξενιζεσθαι παντελως· επι τε γαρ ομοουσιων και ετερουσιων λελεκται τοις αγιοις Πατρασι το συγγενες· και μαρτυς ο Θεολογος και μεγας Γρηγοριος, περι ψυχης λεγων ουτως εν τω εις Καισαριον τον αυτου αδελφον Επιταφιω λογω, Μικρον δε υστερον και το συγγενες σαρκιον απολαβουσα, ω τα εκειθεν συνεφιλοσοφησεν. Ενταυθα δια την ενωσιν, αλλ᾿ ου την φυσιν συγγενη τη ψυχη την σαρκα κεκληκεν ο διδασκαλος. Και παλιν, Εν τω Εις τα φωτα, περι του μονογενους Υιου διδασκων, φησι· Και ο υπο του συγγενους μαρτυρουμενος Πνευματος. Νυν το συγγενες δια την φυσιν, αλλ᾿ ου την ενωσιν ειρηκεν. Αυτος δε Κυριλλος ο σοφος καπι τη ουσια και υποστασει διηρημενων το συγγενες απαρατηρητως λαμβανει· και ταδε λεγει τον ευαγγελιστην Ιωαννην υπομνηματιζων, περι της κατα το θειον βαπτισμα θεραπειας, "Συγγενως πως εχουσης προς αμφω των δεδηλωμενων. Πνευματι μεν γαρ αγιαζει του ανθρωπου το πνευμα· υδατι δε αυ, το σωμα», Τις δε, και ποια συγγενεια Πνευματος αγιου και υδατος κατα τε ουσιαν η υποστασιν, προς το ημετερον πνευμα και σωμα; ει και τα μαλιστα κατα χαριν ημιν και τοις εξ ων συγκειμεθα μερεσιν αυτη προσγινεται, δια την ιεραν αναγεννησιν.
(≡15Α_138≡> Αλλα καυτος αυθις ο μοναδικος αριθμος, ως πασιν ευδηλον, καθ᾿ εκαστον των εν πτωσει γενων εν τε ομοουσιοις και ετερουσιοις(1) προς των αγιων παραλαμβανεται, το καθ' ενωσιν, η δηλονοτι σκοπουντων, ως το, «Εις εξ αμφοιν, και δι᾿ ενος αμφοτερα», Και το, «Μια υποστασις και μια φυσις του Θεου Λογου σεσαρκωμενη». Και το, «Ει γαρ και το συναμφοτερον εν, αλλ᾿ ου τη φυσει, τη δε συνοδω». Και παλιν επι των ομοουσιων, ως το, " Και ην, και ην, αλλ᾿ εν ην. Φως και φως, και φως, αλλ᾿ εν φως. Και το " Εις Θεος, και μια φυσις η ανωτατη», φησιν ο Θεολογος Γρηγοριος. Ου δει τοιγαρουν τας μοναδικας των αγιων φωνων η συγγενεις δια την ενωσιν ειρημενας, επ᾿ ανατροπη των δυϊκων η ετερογενων λελεγμενων αυτοις, δια την διαφοραν εκδεχεσθαι παντελως· η παλιν (=0105=) κατ᾿ εκεινων ταυτας. Ο γαρ ουτως εκλαμβανων, και μη αμφοτερας επισης ασπαζομενος, και προσηκοντως, τας μεν, τη ενωσει, τας δε, τη φυσικη διαφορα προσαρμοζων· η διαιρεσει παντως, η συγχυσει κατα το εικος περιπιπτει· μαλλον δε φαναι κυριως, εαυτον περιβαλλει, και της των αγιων Πατερων διωθειται κοινωνιας αληθους και ομολογιας. Ει γαρ και προς τον Λογον εν η σαρξ καθ' υποστασιν γεγονε, και τη ενωσει την ενεργειαν αυτου κατεπλουτησεν· αλλ᾿ ουδαμως του κτιστην κατ᾿ ουσιαν υπαρχειν διεπεσεν, ουτε των φυσικων και αδιαβλητων παθων την οιανουν πεπονθεν εκδρομην. Και ει τουτο κυριως εστιν, ωσπερ ουν και εστι, διαφορον την τε φυσιν αυτην, και την φυσικην προς τον Λογον εκεκτητο προδηλως ενεργειαν. Ην αυτος εχων ο σαρκωθεις Λογος ως ανθρωπος· αυτου γαρ ην κατα φυσιν. Αιματος γαρ και σαρκος παραπλησιως ημιν κεκοινωνηκε, δυο φυσικας ειχεν ο αυτος ενεργειας ωσπερ ουν και φυσεις· την θειαν και Πατρικην, και την καθ᾿ ημας ανθρωπινην· δι᾿ ων οτι Θεος ην ο αυτος και ανθρωπος επιστευετο. Ων γαρ ειχε τας φυσικας ενεργειας, τουτων (≡15Α_140≡> δηλαδη και τας φυσεις. Ως γαρ Θεος, δια τε φωνης και αφης της αγιας σαρκος, ιωμενος τε και ζωοποιων εδεικνυτο κατα φυσιν· ουτω παλιν και ανθρωπος ων ο αυτος ουσιωδως εγνωριζετο, δια της αυτης αφης και χειρος, λεντιω διαζωννυμενος, και νιπτων τους ποδας των μαθητων· και κλων τους αρτους, και τουτοις διαδιδους· και το ψωμιον εις το τρυβλιον εμβαπτων· και παλιν δια της φωνης την προσουσαν λυπην καταμηνυων, Περιλυπος εστιν η ψυχη μου εως θανατου. Και, Νυν η ψυχη μου τεταρακται. Και, Ουτως ουκ ισχυσατε μιαν ωραν γρηγορησαι μετ᾿ εμου. Και οσα τοιαυτα, μηδαμως το φυσει πεφυκος εκατερας φυσεως, των εξ ων και εν αις συνεστηκεν, αθετων· αλλα φυσικαις ενεργειαις τας φυσεις πιστουμενος.
Ινα δε και δια Κυριλλου του σοφου δειχθη, ως ου φυσει μιαν, ωσπερ ουδε φυσιν, η σαρξ ειχε προς τον Λογον ενεργειαν, ει και συγγενης γεγονεν προς αυτον, τω θεωθηναι δια την ενωσιν, ακουσωμεν τι διεξεισι, το κατα Ματθαιον Ευαγγελιον ερμηνευων, εν τη δευτερα βιβλω της εξομολογησεως. "Δια τουτο φησιν ενεργειν εν Πνευματι Θεου. Και γαρ τοι κατα το αληθες, ου σαρκος ενεργεια φυσικη και ανθρωποτητος δυναμις, παραλυει τον Σαταναν, και καταισχυνει τον Βεελζεβουλ· επει διδασκετω σε τις παρελθων, ει βουλεται, τι το κωλυον τοις εθελουσι προκεισθαι την εξουσιαν την κατα πνευματων ακαθαρτων. Ιδου, ει τουτο ενεργει σαρκος φυσει· παντες γαρ εσμεν εν σαρκι, και εις παντων ο της ανθρωποτητος λογος· αλλ᾿ ουτε σαρκος εργον ιδικως, (=0108=) ουτε μεν ανθρωποτητος, το κατισχυσαι πνευματων, επει μη παντες ισχυουσιν· ενεργειας δε μαλλον οραται το κατορθωμα δια του Πνευματος». Ουκουν αληθες ειρηκεν ο Πατηρ, καθο νοειται σαρξ και ανθρωπος, οτι Πνευματος εργον ην, και (≡15Α_142≡> ουχι της σαρκος, ηγουν ανθρωποτητος, η κατα δαιμονων ισχυς. Αγιον μεν γαρ ομολογουμενως εστι το σωμα του Κυριου, και πασαν εχον κατα πασης νοσου την δυναμιν· αλλ᾿ ην τε, και εστιν αγιον, ουκ επειπερ απλως νοειται σαρξ, εν μονοις ουσα τοις ιδιοις λογοις, αλλ᾿ η εστι ναος του κατοικουντος εν αυτη Θεου Λογου, αγιαζοντος την ιδιαν σαρκα δια του ιδιου Πνευματος.
Ωστε, η φησιν ο θειος ουτος ανηρ, κατα το αληθες, ου σαρκος ενεργεια φυσικη, και ανθρωποτητος δυναμις παραλυει τον Σαταναν· ουδε τουτο ενεργει σαρκος η φυσις· επει και παντες ανθρωποι εν σαρκι οντες, και εις κατα τον της ανθρωποτητος λογον, ελομενοι αν ενεργειν, και την κατα πνευματων ειχον ισχυν. Ταυτα γουν διδαξας σαφως παρεστηκε, και των ιδιων ερμηνευτης γεγονε λογων, ως τω ενοικειν, οπερ εστιν ηνωσθαι καθ᾿ υποστασιν μιαν, αλλ᾿ ου τω σαρξ, υπαρχειν, εν μονοις ουσα τοις ιδιοις λογοις, αγια εστι και ζωοποιος, κατα πασης νοσου την δυναμιν εχουσα. Φυλαξωμεν τοιγαρουν και ημεις κατα την των αγιων υφηγησιν, τον τε της διαφορας λογον αλωβητον, τας φυσεις αυτας, και τα προσοντα κατ᾿ ουσιαν αυταις διασωζοντα και μετα την ενωσιν· και τον της οικονομιας τροπον παντελως αδιασπαστον, την ακραν των ηνωμενων συμφυιαν ενοειδως συντηρουντα· και την πασαν ημων εξελασωμεν διαιρεσιν τε και συγχυσιν.
Ει δε μη ουτως τας μοναδικως ειρημενας τοις αγιοις φωνας, την τε Θεανδρικην και την Μιαν τε και συγγενη, κατα τον της ενωσεως λογον ευσεβως εκδεξωμεθα και νοησωμεν, αλλ᾿ η ταυτην ως φυσικην, η παλιν υποστατικην υπολαβωμεν, φυσιν μιαν εξ αναγκης τον Χριστον δογματισομεν· μηδετερας των εξ ων συνεστηκε το παραπαν μετεχουσαν, οτι μηδεμια κατα φυσιν υπαρχει Χριστος. Φυσις γαρ προς φυσιν ουκ αν κοινωνηση κατα φυσιν ποτ᾿ αν· αλλ᾿ αμετοχος, παντη κατ᾿ ουσιαν προς πασαν εστι διαφορος· τουτο μεν ημιν συναχθησεται, φυσικην την ενεργειαν (≡15Α_144≡> λεγουσι· ει δε παλιν υποστατικην, αλλοτριωσομεν αυτον του Πατρος και του Πνευματος κατα την ενεργειαν. Ουδενι γαρ χαρακτηριστικω (=0109=) της ιδιας υποστασεως· κοινωνησοι ποτ᾿ αν Πατρι και Πνευματι ο Υιος.
Μηδαμως τοιγαρουν βουληθωμεν φυσικην η υποστατικην επ᾿ αυτου του σαρκωθεντος Λογου, και τελειως ενανθρωπησαντος ομολογειν την ενεργειαν. Ουδεις γαρ των απο της θειας αυτου προς ημας καταβασεως μεχρι νυν αγιων Πατερων, φυσικην η υποστατικην ομολογειν ενεργειαν επ᾿ αυτου παραδεδωκεν· αλλ᾿ ουδε μιαν ρητως, ως εμε γινωσκειν, η μονον Κυριλλος ο θεσπεσιος· ην ωσπερ ολοψυχως δεχομεθα, καιπερ αυτου μονου τυγχανουσαν, της ενωσεως χαριν· πως ουχι και τας των ολων σχεδον αγιων Πατερων, καυτου δε παλιν δεχεσθαι περιχαρως προσηκει δυϊκας φωνας, της φυσικης ενεκεν διαφορας· ινα μη της περι την μιαν και μονον αυτου λεξιν προσκλησει και παραδοχη, τουτου τε και αλλων αγιων την εκβολην και την ακυρωσιαν των λογων ποιησωμεν· ως μη αλλου τινος αυτων, η μονου Κυριλλου την ευσεβη του κηρυγματος πιστευθεντος ακριβειαν· και ταυτην ουκ εν τοις αλλοις λογοις αυτου, τοις την διαφοραν δηλουσιν, αλλ᾿ η μονον εν τη μια και συγγενει ενεργεια.
Αλλως τε, πως μιαν απλως επι Χριστου του Θεου τινες φασι την ενεργειαν; Αναγκη γαρ η των αυτου ταυτην υπαρχειν μερων, η αυτου παντως ως ολου. Αλλ᾿ ει μεν των μερων, μερισθησεται προς αμφω δηλαδη τεμνομενη· τουτο δε πασχουσα, λυθησεται παντως, και συνδιαλυσει τα κατ᾿ αυτην ηνωμενα. Ει δε του ολου, των εναντιων εσται δεκτικη, θνητη και αθανατος ουσα, κτιστη και ακτιστος, περιγραπτη και απεριγραφος. Και ει τουτο, καθ᾿ εξιν και στερησιν ουσαν και μη ουσαν την οικειαν ο Χριστος ειχεν ενεργειαν· δι᾿ ην, ως κατ᾿ αυτην προσφυως ενεργων, των εναντιων κατα το αυτο δεκτικος· αλλ᾿ ου κατ' αλλο και αλλο· ου τι δυσσεβεστερον;
(≡15Α_146≡> Το αυτο δε και περι θεληματος εστιν ειπειν. Πως δε αρα συνεργατιν την οικειαν ο Λογος παρελαμβανε σαρκα, κατα Κυριλλον τον σοφον, ουκ εχουσαν την κατα φυσιν ενεργειαν; Το γαρ μη εχον ενεργειαν μητε κινησιν φυσικην, νεκρον παντως και αψυχον· και τινι λογω προσιετο το νεκρον εις συνεργειαν; Το γαρ ανενεργητον, τη παντελει ακινησια καταργει. Πως δε ταυτην εδεικνυε ζωοποιειν δυναμενην, ως αυτος παλιν Κυριλλος εξεπαιδευσε, δια των κατα φυσιν αυτης κινηματων· οιον της αφης, της φωνης, του περιπατου, τουτων ουκ οντων αυτης, η εν αυτη κατ᾿ ουσιαν. Ει γαρ αυτης κατ᾿ ουσιαν, φυσικην παντως η σαρξ ειχεν ενεργειαν· ενεργειας γαρ αυτης ουσιωδους εστιν, η τε κινησις των χειρων και των ποδων, και η κατα την προφοραν φωνη. (=0112=) Ει δε ουκ αυτης κατα φυσιν ταυτα, ζωοποιειν δυναμενην ταυτην ο Σωτηρ ουκ απεδειξε.
Ταυτα μικρα εκ πολλων, υμας τε και των καθ᾿ υμας θεοσοφων αγιων παιδευθεις διδαγματων, δι την ιερωτατην υμων κελευσιν, εθαρρησα δια τουδε του μετριου γραμματος χαραξαι, και των υπερ δυναμιν κατατολμησαι, μικρος ων και ευτελης· και μητε νουν ευστοχον εις επιβολην, μητε λογον ευεικτον εις σαφηνειαν, μητε ηθος ευκοσμον εις την των κρειττονων εξανεσιν εχων· αλλα μαλλον χαριτι, δια της μεσιτειας υμων σκεπαζομενος υπο του παναγαθου Θεου, και καλυπτοντος τα πληθη των εμων αμαρτηματων. Δυσωπω δε μετα δακρυων, τοις τιμοιοις υμων ως παρων προκαλινδουμενος ιχνεσιν, επειδη υμας κατεστησε το Πνευμα το αγιον επισκοπους ψυχων και σωτηρας μη κατοκνησαι εν οις ουκ ηκριβωμενως γεγραφα, φιλαγαθον ποιησασθαι την διορθωσιν· ιν᾿ εκ τουτου μεσιτας Θεου μαλλον, η μιμητας εαυτους αναδειξηται· τον επι παντας αυτου φωτισμον, και το ελεος· ου μονον εξει λαχοντες, αλλα και αξια παρεχοντες· ω και παραθεσθαι την εμην του πενητος και φτωχου ασθενειαν καθικετευω, προς το σκεπασθηναι της το παν νεμομενης δια τας εμας αμαρτιας, ορατης τε και αορατου, φλογος· και εις την δροσον (≡15Α_148≡> της τε παναγιας αυτου και ορθοδοξου πιστεως, και της ιερας αρετης δια παντος επαναπαυεσθαι και φρουρεισθαι. Αμην

ΣΧΟΛΙΟΝ
1. Ιδε σοι το απορον λελυται. Προελθων δε Θεος μετα της προσληψεως, εν και εν εκ δυο των εναντιων, ειπων ο μεγας, δια την καθ᾿ υποστασιν ενωσιν· αλλ᾿ ου φυσιν το εν εξεδεξατο.

ΤΟΙΣ ΚΑΤΑ ΤΗΝΔΕ ΤΗΝ ΣΙΚΕΛΩΝ ΦΙΛΟΧΡΙΣΤΟΝ ΝΗΣΟΝ ΠΑΡΟΙΚΟΥΣΙΝ ΑΓΙΟΙΣ ΠΑΤΡΑΣΙΝ ...
Τοις κατα τηνδε την Σικελων φιλοχριστον νησον παροικουσιν αγιοις Πατρασιν, ηγουμενοις τε και μοναζουσι, και ορθοδοξοις λαοις, Μαξιμος ταπεινος και αμαρτωλος, αναξιος δουλος.

(≡15Α_150≡> Ειρηνη πολλη τοις αγαπωσι τον νομον σου, (=0113=) και ουκ εστιν αυτοις σκανδαλον, προς τον Θεον εφησεν ο Θεοπατωρ Δαβιδ· γνωριζων εντευθεν απασι, και διαγορευω τοις σωτηριας εφιεμενοις, ινα τη του εσχατου φυσει προσανεχοντες ορεκτου θειοτατη κατ᾿ ακρον αγαπη, ταυτη περιχαρως το της ειρηνης καλον προς εαυτους τε και παντας, ει δυνατον, αλυτως μεταδιωκοιεν· απαν εξ απαντων αφαιρουμενοι σκανδαλον, δια της ευσεβους εις αλληλους και ακρας ομοφροσυνης. Ου δη χαριν, καμοι τω ημετερω διεσπουδασθη δουλω, γραφη καταθεσθαι προθυμως, οπερ φθασας γλωττη συνεστησαμην, προς την των αγιωτατων υμων ασφαλειαν τε και πληροφοριαν, πασαν εξ ετερων γεγενημενην υμιν περι της ημων ταπεινωσεως υποψιαν, δια της απολογιας αποσκευασαμενος· "Ουδε γαρ ανεχομαι, καθα φησιν ο Θεολογος Γρηγοριος, πληττεσθαι τινας εν εμοι των παντα τηρουντων επιμελως τα ημετερα, ευ τε και ως ετερως εχοντα· καλον γαρ μητε αμαρτανοντα, μητε υπονοουμενον, εως αν οιον τε η, και ο λογος αιρη, τιθεναι προσκομμα τοις πολλοις η σκανδαλον· ειπερ και τοις ενα των μικρων σκανδαλισασιν, ισμεν οπως απαραιτητος και βαρυτατη παρα του αψευδους η τιμωρια».
(≡15Α_152≡> Γνωριζω τοινυν τοις αγιωτατοις υμιν, ως ουδαμως μοι πεφρονηται πωποτε, κατα την των επηρεαζοντων εισηγησιν η των αντιρροπων και εναντιων δογματων υποληψις. Ουδε γαρ μιαν εν ταυτω και δυο, τουτεστι τρεις, κατ᾿ αυτους, θελησεις και ενεργειας επι του αυτου και ενος Χριστου του Θεου διωμολογησαμην, η συνεγραψαμην το συνολον. Θατερω γαρ θατερον ανατρεπεται, πηξιν ουδεμιαν (=0116=) εχον την λογισμων φυσικων· προς το και αμαρτυρον ειναι δογμα τοις αληθειας, ηγουν τοις αγιοις Πατρασιν. Ει γαρ μια, πως και δυο· ει δε δυο, πως και μια; και τινι κατ᾿ αυτην ομοεργης, ειτουν ομοουσιος, ο σαρκωθεις καθεστηκε Λογος;
Ει μεν γαρ τω Πατρι φησειαν, διπλην εντευθεν εισαγουσι την θειαν ενεργειαν· ειπερ μη επ᾿ αναιρεσει των δυο του αυτου κατα φυσιν ενεργειων, της θειας λεγω και της ανθρωπινης, διομολογουσι την πλαττομενην αυτοις τριτην ενεργειαν. Ει γαρ μη επ᾿ αναιρεσει, δηλον ως δυο του αυτου τας θεϊκας ενεργειας πρεσβευουσι· φυσικην και υποστατικην. Ει δε δυο, διαφορους παντως· καντευθεν πολυθεον την οικειαν υποληψιν, ως εν ετεροτητι και ου ταυτοτητι φυσικη γνωριζομενης αυτοις, της εν Πατρι και Υιω θεϊκης ενεργειας. Και ου πολυθεον μονον την δοξαν· αλλ᾿ δη και αθεον· ως ουδεμιαν θεϊκην ενεργειαν εχειν κατασκευαζοντες την Υιον, α τε δη φυσιν και υποστασιν αλληλοις συμφυροντες, μετα των εκατερας ιδιωματων· και ταυτον συν Σαβελλιω γνωριζοντες, ως καθ᾿ εκατεραν τω Πατρι κοινωνουντα, φυσιν τε λεγω και υποστασιν, τον Υιον υπογραφοντες, οπερ της καθολικης Εκκλησιας εστιν αλλοτριον· ινα μη λεγω, οτι και φυσει παθητον τον Πατερα και σεσαρκωμενον, ειτουν ενανθρωπησαντα, τη προς τον Υιον ομοεργια, των τε θαυματων ομοιως και παθηματων. Ει γε μη αλλο τι παρα τα θαυματα και τα παθη φασιν ενεργειν τον Υιον, κατα την, ως ειρηται, πλαττομενην αυτοις τριτην (≡15Α_154≡> ενεργειαν· η και κοινωνειν, προς τη κατα φυσιν θεια, τω Πατρι τον μονογενη Λογον υπαγορευουσιν.
Ει δε τουτοις στενοχωρουμενοι, μη τω αναρχω μεν Πατρι· τη δε αχραντω μητρι κοινωνειν κατα ταυτην οριζονται τον Υιον την τριτην ενεργειαν, δυο κανταυθα παρεχουσιν αυτω κτιστας, ηγουν ανθρωπικας ενεργειας· φυσικην αυθις και υποστατικην· αλλοτριουντες αυτον δηλαδη, καθ' εκατεραν του Θεου και Πατρος· και τη Αρειου συνεκφερομενοι διατομη, κατα την εν αμφοτεραις ενεργειαις του Μονογενους προς τον Πατερα τελειαν κατ᾿ αυτους αποξενωσιν. Οπου γε και ημας θαυματουργους, (=0117=) αλλ᾿ ουχι μονον φυσει παθητους αποφαινουσιν· ει γε τη τριτη κατ᾿ αυτους, η ως εκεινοις φιλον καλειν, τη του ολου, τουτεστιν, τη της υποστασεως ενεργεια, το συγγενες προς ημας αποσωζειν φασι τον Χριστον· καθ᾿ ην εκουσιως, ου την πειραν μονον προσιεμενον των παθηματων, αλλα και την δυναμιν των θαυματων επιδεικνυμενον, τουτον εικοτως επιγινωσκουσιν, οπερ αδυνατον. Ου γαρ οιον τε την αυτην και μιαν ενεργειαν, η θελησιν, η φυσιν το συνολον, θειαν εν ταυτω και ανθρωπινην υπαρχειν· η ακτιστον, και κτιστον· η αναρχον και ηργμενην· η συνθετον, και ασυνθετον· ινα τη αυτη και μια προς εκατερον, τον τε Πατερα φημι και την Μητερα, το συγγενες αποσωζη φυσει και απαραλλακτον ο Υιος· η τα εκατερα δρα κατα την αυτην, τα τε θεια λεγω φυσει και τα ανθρωπινα. Τουτο γαρ ουδ᾿ αν οι τους τραγελαφους πλαττοντες εννοησαιεν.
Ει δε αδυνατον, την αυτην και ενεργειαν, η θελησιν, η φυσιν, θειαν εν ταυτω φυσει τυγχανειν και ανθρωπινην· η κατα την αυτην και μιαν εκατεροις, Πατρι φημι και Μητρι κοινωνειν, η εκατερα δραν, τα τε θεια και τα ανθρωπινα τον Υιον· προσφυως δε μαλλον, ως ειρηται· τη μεν θεια, τα θεια, τη δε κατ᾿ αυτον ανθρωπινη, τα ανθρωπινα· μετα μεντοι της θατερου κοινωνιας και συμφυιας, αλλ᾿ ου διηρημενως· αρα και ανωνυμος ως ανυπαρκτος, η τριτη κατ᾿ εκεινους ενεργεια, μηδενι κυρουμενη λογω τε θειω, και Πατρι παντελως.
(≡15Α_156≡> Και τι τω ολω παρεχομεν, φασιν, ει μη την μιαν ως ενι τω ολω δια την ενωσιν διδουμεν ενεργειαν; αλλ᾿ ηγνοησαν, ο τι και λεγουσιν, οι ταυτα προφεροντες. Οιομενοι γαρ αλλο τι το ολον ειναι παρα τα αυτου οικεια μερη, εξ ων και εν οις συνεστηκεν, ισχυριζονται πως οφειλειν, ουκ εξ αποδειξεως, αλλ᾿ αποφανσεως, και αλλο τι παρα το κατα φυσιν τοις μερεσιν ενυπαρχον, τω ολω προσαπτειν ως ολω· φημι δη, την μιαν ενεργειαν· Δειξουσιν ουν προτερον, εκατεραν παρα την των οικειων μερων υπαρξιν εχειν το ολον· και ειθ᾿ ουτως αυτω και ετεραν, ως ολω, παρα τας ενυπαρχουσας τοις μερεσιν ουσιωδεις ενεργειας, προσνεμωσιν αυθις ενεργειαν. Ει δε μη ετεραν κατα φυσιν υπαρξιν, ουδ᾿ ετεραν δηλονοτι κατα φυσιν ενεργειαν τω ολω παρα τας των μερων αποδωσωσιν. Εκατερα γαρ κατα φυσιν ων ο Χριστος· Θεος γαρ φυσει και ανθρωπος ο αυτος· τα εκατερας ιδια φυσεως κατα φυσιν εχει· την τε θειαν φημι θελησιν και ενεργειαν, και την ανθρωπινην θελησιν και ενεργειαν· αλλ᾿ ουχι μιαν μονην, επ᾿ αναιρεσει των δυο κατα φυσιν ενεργειων· η αλλην προς ταις δυσι κατα φυσιν· τουτεστι, τρεις ενεργειας τε και θελησεις.
Εκατεραν τοινυν, ωσπερ ουσιαν, ουτω και εκατεραν ουσιωδη θελησιν και ενεργειαν, τω αυτω (=0120=) και μονω Χριστω κατα φυσιν προσνεμομεν. Ει γαρ και την διαφοραν του αυτου μερων θεωρουντες, τη θεοτητι του αυτου τα θεια, και τη κατ᾿ αυτον ανθρωποτητι τα ανθρωπινα προσφορως παρεχομεν· εμπαλιν δε δια την ενωσιν, τα εκατερας ιδια φυσεως κατα αντιδοσιν τη ετερα προσαπτομεν· εξ ου και Θεον παθητον κατα της αμαρτιας φαμεν και σαρκα· «προσειλημμενην και γενομενην οπερ το χρισαν· και θαρρω λεγειν, ομοθεον», κατα τον θεολογον Γρηγοριον· «ουτε κατα Θεον τα θεια δρασαντα»· δια σαρκος γαρ, νοερως εψυχωμενης, και ενωθεισης αυτω καθ᾿ υποστασιν· αλλ᾿ ου (≡15Α_158≡> γυμνη θεοτητι, καθως το προτερον· «ουτε τα ανθρωπινα κατα ανθρωπον»· κατ᾿ εξουσιαν απειροδυναμον, αλλ᾿ ουκ αναγκη υπευθυνον. Ου γαρ εκτισις ην, ως εφ᾿ ημιν, αλλα κενωσις υπερ ημων του σαρκωθεντος Λογου το παθος. Ομως δ᾿ ουν ως ολω τω αυτω και ενι και μονω Χριστω κατα φυσιν, ολα παρεχομεν τα των, εξ ων εστι φυσεων, μονης διχα της αμαρτιας· διο και παθητον και απαθη τον αυτον· ακτιστον και κτιστον· περιγραπτον και απεριγραπτον· επιγειον και ουρανιον· ορωμενον και νοουμενον· χωρητον και αχωρητον κατα την φυσιν, ομολογουμεν. Ει δε τουτοις αυθις περιγραφομενοι το αποτελεσμα των δυο του αυτου κατα φυσιν ενεργειων, τουτεστι την εις αλλους, (ανθρωπους) τω Σωτηρι Θεω γιγνομενην θεοσημειαν· οιον, την αναστασιν, η την αναληψιν, η την καθαρσιν, η τι των τοιουτων τερατουργηματων, ενεργειαν μιαν και την αυτην υπαρχειν φασιν, ουδ᾿ ουτως ευαφορμος εκεινοις ο λογος. Ουδε γαρ μιαν ισμεν, αλλα και πολλας και απειρους τας του Σωτηρος θεοσημειας, περι ων φησιν ο θεολογικωτατος Ιωαννης, Εαν γραφηται καθ᾿ εν, ουδ᾿ αυτον οιμαι χωρησαι τα γραφομενα βιβλια τον τηδε κοσμον.
Επειτα και τοις εκτος γινομενοις, ουτε επ᾿ αλλου μεν τινος των οντων, μη τι γε δει λεγειν επ᾿ αυτου του υπερ παντα τα οντα Θεου λογου δι᾿ ημας σαρκωθεντος, την ουσιωδη παντελως επιγινωσκομεν υπαρξιν· αλλ᾿ οις αυτος εν αυτω χαρακτηριζεται φυσικοις ιδιωμασι· ταυτον δε φαναι θελησεσι φυσικαις και ενεργειαις· η ουτω δ᾿ αν, και τον τεκτονα ζωον ξυλουργον, αλλ᾿ ου λογικον, ουδε θνητον· ορισοιντο αν, την τουτου φυσιν εκ του θωκου τυχον, η του σκιμποδος, αλλ᾿ ου των ουσιωδως (=0121=) συνιστωντων αυτην ιδιωματων γνωριζοντες· οπερ καν εννοειν, αμαθες. Οθεν φυσει Θεον και ανθρωπον τον αυτον κυριως, ουχ ετερωθεν οντα διαγινωσκομεν, η εκ των θεϊκως αμα και ανθρωπικως χαρκτηριζοντων αυτον, εμφυτων ιδιωματων· της τε θειας, ως (≡15Α_160≡> εφην, θελησεως και ενεργειας, και της ανθρωπικης του αυτου θελησεως και ενεργειας· αις, και δι᾿ ων, ο ην και γεγονεν επισφραγιζει· θαυματουργων μεν υπερ ημας ως Θεος εκουσιως· πασχων δε δι᾿ ημας ο αυτος εκουσιως ως ανθρωπος· ως ουκ αλλο τι παρα των εξ ων, εν οις τε και απερ εστι γνωριζομενος, οιον τι νοθον και μεταιχμιον, ηγουν τριτον αποτελεσμα, κατα την των ημιονων παραδειξιν· ως η των κενολογων αιρετικων μυθοπλαστια τερατολογει, του ευσεβους αποσφαλεισα των αγιων Πατερων κηρυγματος αλλ᾿ αυτα κατ' αληθειαν κυριως ων, τα εξ ων, και εν οις κατ᾿ αληθειαν κυριως εστιν. Εκ θεοτητος γαρ και ανθρωποτητος, και εν θεοτητι και ανθρωποτητι κατα φυσιν υπαρχων· Θεος φυσει και ανθρωπος εστιν ο Χριστος· και αλλο το παραπαν ουδεν.
Και πως, φασι, Κυριλλος ο σοφος μεσην τινα ταξιν των επι Χριστου φωνων διαγορευει φρονειν, ουτωσι προς Ακακιον γραφων· "Αι μεν γαρ εισι των φωνων οτι μαλιστα θεοπρεπεις· αι δε, ουτω παλιν ανθρωποπρεπεις· αι δε μεσην τινα ταξιν εχουσι. Και τι τουτο συμβαλειται ποτ᾿ αν εκεινοις προς την οικειαν υποληψιν;" Ου γαρ εκ μεταβολης, η αποβολης των ακρων, θεοτητος φημι του Χριστου και ανθρωποτητος· η θειας του αυτου και ανθρωπινης θελησεως και ενεργειας, ετερον τι μεσον, ηγουν μεταιχμιον αποτελεσμα, μηδετερα φυσει των εξ ων εστι κοινωνουν· η παλιν, ενεργειαν τινα συνθετον οντα κατ᾿ αυτους, η εχοντα παραδιδωσιν εν τουτοις ημιν ο διδασκαλος, αλλ᾿ οτι ταυτα μεν κυριως εστι, τα εξ ων εστιν· ου διηρημενως δε ταυτα κατονομαζεται· ομου δε, και εν ταυτω τουτων εκατερον, ως εις ων και μονος ο Χριστος.
Και μαρτυρει περι τουτων αυτος υπαραπολογουμενος των Ανατολικων επισκοπων, και γραφων προς Ακακιον ουτως, "Οι δε γε κατα την Αντιοχειαν αδελφοι, μεριζουσι μεν κατ' ουδενα (≡15Α_162≡> τροπον τα ηνωμενα· διαιρεισθαι δε μοναι διατεινονται τας επι του Κυριου φωνας· πρεπειν τε τας μεν τη θεοτητι αυτου, τας δε τη αυτου παλιν ανθρωποτητι. Θεος γαρ εστιν ο αυτος και ανθρωπος· ειναι δε φασι και ετερας κοινοποιηθεισας τροπον τινα, και οιον επ' αμφω βλεπουσας· θεοτητα και ανθρωποτητα λεγω· οιον τι φημι, αι μεν γαρ εισι των φωνων οτι μαλιστα θεοπρεπεις, αι δε ουτω παλιν ανθρωποπρεπεις· αι δε μεσην τινα ταξιν εχουσιν, εμφανιζουσαι τον Υιον του Θεου Θεον οντα και ανθρωπον ομου τε και εν ταυτω». δεδειχε τοιγαρουν ημιν ο διδασκαλος, μεσην ταξιν ειναι φωνων, ουχ ετερον τι τον Χριστον ειναι, σημαινουσων, παρα τα εξ ων, εν οις τε και απερ εστιν, ως τινες υπειληφασιν· αλλα τον Θεον ομου και ανθρωπον (=0124=) τον αυτον κατα φυσιν υπαρχειν.
Και παρακομιζει προς αποδειξιν τουτων τας θεοπνευστους Γραφας ουτωσι φασκων. " Οταν μεν τω Φιλιππω λεγη, Τοσουτον χρονον μεθ᾿ υμων ειμι, και ουκ εγνωκας με, Φιλιππε; ου πιστευεις οτι εγω εν τω Πατρι, και ο Πατηρ εν εμοι εστιν; ο εωρακως εμε, εωρακε και τον Πατερα· και, Εγω, και ο Πατηρ εν εσμεν, θεωπρεπεστατην ειναι διαβεβαιουμεθα την φωνην. Οτε δε τοις των Ιουδαιων επιπληττει δημοις, εκεινο λεγων, Ει τεκνα ητε του Αβρααμ, τα εργα του Αβρααμ εποιειτε αν· νυν δε ζητειτε με αποκτειναι ανθρωπον, ος την αληθειαν υμιν λελαληκα· τουτο Αβρααμ ουκ εποιησεν· ανθρωποπρεπως ειρησθαι τα τοιαυτα φαμεν. Πλην του ενος Υιου τας θεοπρεπεις, και μεντοι τας ανθρωπινας. Μεσας δε ειναι φωνας εκεινας διαβεβαιουμεθα, οιον, οταν ο μακαριος γραφη Παυλος, Ιησους Χριστος χθες και σημερον ο αυτος, και εις τους αιωνας. Και παλιν· Εις Θεος ο Πατηρ, εξ ου τα παντα και ημεις εξ αυτου· και εις Κυριος Ιησους Χριστος, δι᾿ ου τα παντα, και ημεις δι᾿ αυτου. Και παλιν· (≡15Α_164≡> Ων οι πατερες, και εξ ων ο Χριστος, το κατα σαρκα, ο ων επι παντων Θεος, ευλογητος εις τους αιωνας, αμην. Ιδου γαρ, ιδου Χριστον Ιησουν ο ονομασας, χθες και σημερον τον αυτον ειναι φησι, και εις τους αιωνας· και δι᾿ αυτου γενεσθαι τα παντα· και τον κατα σαρκα εξ Ιουδαιων, επι παντας ονομαζει Θεον· και μην ευλογητον εις τους αιωνας, αμην. Μη τοινυν διελης εν τουτοις τας επι του Κυριου φωνας. Εχουσι γαρ εν ταυτω το θεοπρεπες και ανθρωπινον· εφαρμοσον δε μαλλον αυτας ως ενι τω Υιω, τουτεστι, Θεω Λογω σεσαρκωμενω». Τουτοις δη τοις λογοις του Πνευματος και αυτας ημιν αποδεδειχεν ο Διδασκαλος τας μεσας φωνας, μηδεν καθοτιουν ετερον επι Χριστου σημαινουσας, η το θεοπρεπες εν ταυτω, και το ανθρωπινον· οθεν αυτω ταυτας και εφαρμοζειν αδιαιρετως παρακελευεται δειν, ως Θεω τω αυτω, και ανθρωπω φυσει τυγχανοντι· και αλλο το παραπαν, ως εφην, ουδεν.
Και μην επι Χριστου, φασι, μιαν καυτος ομολογει την ενεργειαν. Ουτω γαρ τον αγιον ευαγγελιστην Ιωαννην ερμηνευων διεξεισι, " Και γουν, οτε του Αρχισυναγωγου το κοριον διανιστη, λεγων· Η παις, εγειρου· εκρατησε της χειρος αυτης, καθως γεγραπται· ζωοποιων μεν ως θεος, τω παντουργω προσταγματι· ζωοποιων δ᾿ αυ παλιν, και δια της αφης της ιδιας αυτου σαρκος· μιαν τε και συγγενη δι᾿ αμφοιν επιδεικνυς τη ενεργειαν». Αλλα τουτο δη και λιαν απερικαλυπτον εχει του διδασκαλου την εννοιαν· οτι μη εκατερων των εξ ων ο εις και μονος υπαρχει Χριστος ουσιων μιαν οριζεται την ενεργειαν, ως αν τινες υποτοπησοιεν· ειπερ προς Ερμειαν αυτος αποφαινεται, λεγων· "Ενεργησαι γαρ ομοιως (=0125=) τα την αυτην λαχοντα φυσιν· οις δε ο του πως ειναι λογος εξηλλαγμενος, τουτοις αν ειη και ο της εφ᾿ απασιν ενεργειας (≡15Α_166≡> λογος ουχ ο αυτος. Τα γαρ της αυτης ενεργειας οντα, και της αυτης ουσιας ωμολογηνται». Δυοιν ουν αναγκη θατερον, η προς εαυτον εισαγειν απομαχομενον τον διδασκαλον, η την αυτην αποδιδοντα φυσιν, ωσπερ ουν και ενεργειαν επι Χριστου την αυτην· αλλ᾿ ουκ εξηλλαγμενας υπαγορευειν τας φυσεις, εις ταυτον αλληλαις ιουσας τω απαραλλακτω της ενεργειας. "Τα γαρ της αυτης ενεργειας οντα, και της αυτης ουσιας ωμολογηνται», φησιν. Ει δε εκατερον απρεπες, το τε προς εαυτον ασυμβατως εχειν, και το μη παρηλλαγμενας επι Χριστου πρεσβευειν τας εξ ων εστι φυσεις, δηλον ως ου μιαν εκατερων των ουσιων, ηγουν του εξ αυτων συγκειμενου Χριστου, παραδιδωσι την ενεργειαν· δια του φαναι, "Μιαν τε και συγγενη δι᾿ αμφοιν επιδεικνυς την ενεργειαν»· αλλα Θεον οντα φυσει, και σαρκωθεντα παριστησι τον υπερουσιον Λογον, την ζωοποιον αυτου φυσει και θειαν ενεργειαν, ασωματως τε προαγειν και δια σωματος. Συγγενη γαρ ειπων, ουδεν ετερον, η την αυτην δι᾿ αμφοιν, προσταγματος τε παντουργου και αφης της αγιας αυτου σαρκος, εκφαινομενην τοις θαυμασι ζωοποιον ενεργειαν επεσημανε· ωσπερ και το πυρ αΰλως τε καιον και δι᾿ υλης, την αυτην εκατερως καυστικην επιδεικνυται δυναμιν. Ουκουν, ουκ επ᾿ αναιρεσει της του Σωτηρος ανθρωπικης ενεργειας, ταυτα φησιν ο διδασκαλος· σαρκος γαρ αφην ειρηκως, την ανθρωπινην εκδηλως εσημανεν· ειπερ η απτικη, της ανθρωπινης ενεργειας σαφης εστιν αποδειξις· αλλ᾿ουτε προς ταις κατα φυσιν δυσιν ετεραν παρ᾿ αυτου παραδεδωκεν· αλλα την ζωοποιον φυσει, καθα λελεκται, δι' αμφοιν· προσταγματος τε και αφης ενεργειαν, εξ ενος και του αυτου Θεου Λογου προερχομενην δεδηλωκεν.
Ει δε τουτοις περισχεθεντες τοις των Πατερων ευσεβεσι κηρυγμασι, την προς Αχιλλιον Ηρακλειανου παρακομιζουσιν (≡15Α_168≡> επιστολην, καθ᾿ ην υποβαλλουσι και μιαν προς τοις δυσι φυσιν επι Χριστου λεγειν, ως ολου, και κινησιν, αυτοι ταυτην ερμηνευετωσαν. Εχει γαρ ωδε το γραμμα· " Μια μεν η καθ᾿ αυτην ολη του Κυριου φυσις τε και κινησις· δυο δε αι κατα αναφοραν. Μιαν μεν η των μερων κινησις τε και φυσις κατ᾿ οικειωσιν· δυο δε , αι καθ᾿ αυτας. Κινησιν δε οταν φω· Ενεργειαν και παθος βουλομαι δηλουσθαι». Χρη τοιγαρουν τους ταυτα των οικειων δογματων προσβαλλομενους οχυρωσιν, διασαφηνισαι τω λογω, τις, και πως λεγομενη, και τινι των εγκριτων μεμαρτυρημενη Πατερων, ως η ολου του κυριου μια τε φυσις και κινησις· και τινες αι δυο κατα αναφοραν. Τις δε και η των μερων μια κατ᾿ οικειωσιν φυσις ομοιως και κινησις· και τινες αι δυο καθ᾿ αυτας· ηγουν αι τρεις αυται συζυγιαι των τε φυσεων του αυτου και κινησεων. Και τις την αυτην και μιαν κινησιν εκατερον δηλουν (=0128=) παραδεδωκεν· ενεργειαν τε φημι και παθος· και πως, ειπερ αμφω κατ' αυτους, ου κατα πασαν αυτου διεσχοινισται κινησιν του Πατρος ο Υιος, ως φυσει παθητος κατα πασαν· ειπερ ουχ εκατερον ενεργειαν ομου και παθος η του Θεου και Σωτηρος καθ οιον δηποτε τροπον επισημαινεται κινησις. Απαθες γαρ φυσει το Θειον, και ασχετον, και απλουν· μαλλον δε πασης υπερηπλωμενον απλοτητος. Πως δε παλιν ουχι ταις των τριων συζυγιαις κινησεων, ενεργειας τε και παθη δυοκαιδεκα παρεισαγουσιν, ειπερ η κινησις αμφω δηλοι κατ᾿ αυτους· και τις των αγιων κατ᾿ αναφοραν η κατ᾿ οικειωσιν τας επι Χριστου του Θεου διεπρεσβευσε φυσεις;
Ταυτα δειξατωσαν προτερον εκ Πατρικης επικρισεως, και ειθ᾿ ουτως αυτοις η των οικειων εντευθεν κυρωθησεται δογματων υποληψις. Ει δε αδυνατως εχοιεν, τουτων λοιπον αφεμενοι, μονοις συν ημιν τοις αυσεβως κεκριμενοις στοιχειτωσαν, εκ τε των θεοφορων της καθολικης Εκκλησιας Πατερων, και των αγιων οικουμενικων πεντε συνοδων· Θεον φυσει κατα παντα τελειον, (≡15Α_170≡> και ανθρωπον φυσει κατα παντα τελειον, πλην μονης αμαρτιας, τον αυτον και ενα και μονον Κυριον και Θεον Ιησουν Χριστον ομολογουντες· και μη τη αναιρεσει του επ᾿ αμφοιν κατα παντα φυσει τελειου, την θειαν η την ανθρωπινην του αυτου συνανελωσι θελησιν τε και ενεργειαν γινωσκοντες, ως ουτε ο ην αναρχως και αναιτιως, ουτε ο γεγονεν υστερον δι᾿ αιτιαν· ηγουν την ημων σωτηριαν, εμειωσεν η ηλλοιωσεν, η εξηφανισε κατα τι γουν ολως ο υπερουσιος Λογος· ολικως δε μαλλον και τελειως, διχα μονης της αμαρτιας, εν εαυτω τε και δι᾿ εαυτου, κατα παντα τε και εν πασιν εφυλαξεν, αυτα τε κυριως, ως εφην, καθ᾿ υπαρξιν, ων φυσικην· οθεν και θελητικον φυσει, και ενεργητικος ο αυτος και μονος και εις Κυριος ημων και Θεος, καθ᾿ εκατεραν αυτου φυσιν, εξ ων και εν αις συνεστηκε, της ημων σωτηριας εστιν. Ειπερ Θεος κατα φυσιν εξουσιαστικος υπαρχων, και της των απαντων εξουσιας δημιουργος, ουκ ανους γεγονεν ανθρωπος, η ζωης αμοιρος της καθ᾿ ημας φυσικης, και παρ᾿ αυτου το ειναι κατα δημιουργιαν λαχοντων· αλλα νοερος, ητοι θελητικος φυσει και ενεργητικος κατ᾿ αληθειαν εχρηματισεν ανθρωπος, αυτος ο φυσει και μονος Θεος· ολον με προσλαβων μετα των εμων, ιν᾿ ολω μοι την σωτηριαν χαρισηται· ολον λυσας το κατακριμα της αμαρτιας επειδη η το απροσληπτον, αθεραπευτον· ο δε ηνωται τω (=0129=) Θεω, τουτο και σωζεται, καθα φησιν ο της θεολογιας επωνυμος.
Αλλ᾿ επειδη τουτοις δη τοις των αγιων Πατερων ευσεβεσι διδαγμασι, την των ετεροζυγουντων αποσκευαζομενοις παραλογον ενστασιν, ετερωθεν ημιν επιφυονται· την των ημετερων εις ημετεραν καταδρομην· μαλλον δε, την των ακεραιοτερων συναρπαγην, ποιουμενοι γραμματων προσαγωγην, ηγουν της προς Μαρινον, ως φασι, γεγονυιας ημιν τον πρεσβυτερον· και της προς τον Πυρρον επιστολης, αναγκαιον και περι τουτων βραχεα ειπειν· (≡15Α_172≡> την υμετεραν εν πασι πληροφορουντες αγιωσυνην, ως προς Μαρινον μεν τον πρεσβυτερον διαφορως, περι διαφορων επεσταλκαμεν γραφικων κεφαλαιων· ου μην γε τοι καθ᾿ οιον δηποτε τροπον, η λελεκται ( ημιν ) περι των αντιρροπων ουτωσι, και εναντιων δογματων· της τε μιας λεγω και των δυο, τουτεστι, των πλαττομενων αυτοις επι του αυτου και ενος Χριστου τριων ενεργειων η θελησεων· ως ταυτας επ'αυτου συνιστωντων ημων, εκεινοις εφαμιλλον, η προς ετερον τινα παντελως. "Ει γαρ α κατελυσα, ταυτα παλιν οικοδομω, παραβατην εμαυτον συνιστανω», φησι το σκευος της εκλογης. Οθεν και ουτωσι προφερομενην, ητοι πλαττομενην, ως εξ ημων δηθεν προς Μαρινον επιστολην, αλλοτριαν ουσαν παντη και ουχ ημετεραν, ημεις τε αυτοι διαρριπτομεν, και παντας ομοιως ημιν διαρριπτειν παρακαλουμεν, τους ευσεβως ομολογουντας τον Κυριον· ινα πασαν τοις εναντιοις διατειχισωμεν αφορμην, προφασεις προφασιζομενοις εν αμαρτιαις, και της οικειας αντιλογιας συγκαλυμμα, την καθ᾿ ημων ποιουμενοις συκοφαντιαν· οι επειδη τω οικειω μη συνιστανται λογω, τη του αληθους προσβολη φθειρομενω, τω του ημετερου δηθεν γραμματος προσωπειω, την κατα των αφελεστερων εαυτοις απεργαζονται δολιαν παρεισδυσιν· ην ουκ αν παθοιεν λοιπον, η δρασοιεν, οι του ψευδους το αληθες, την καθ᾿ ημας περι τουτων απολογιαν προκρινοντες.
Προς δε τον Πυρρον παλιν, γεγραφοτα προτερον ημιν τομον πολυστιχον, και αγαν ημας, ουκ οιδ᾿ οπως, εν τουτω τιμησαντα· κατ᾿ εξετασιν δε, και ουκ αποφασιν, εν αυτω δη τω τομω τον περι μιας και δυο του αυτου ποιησαμενον λογον ενεργειων· (=0132=) και την ημετεραν οιον επιζητουντα, και προσκαλουμενον περι εκατερου λογου κρισιν τε και υποληψιν, εικοτως και ημεις αυτον εν προοιμιοις, του προς αυτον ημετερου γραμματος, αντετιμησαμεν, (≡15Α_174≡> αποστολικην εκπληρουντες παραινεσιν. Τη τιμη γαρ αλληλους προηγουμενοι φησιν ο θειος Αποστολος· οπου γε και τους ετερως εχοντας, η επιστελλοντας προς ημας αγαπαν τε και ευλογειν ο θειος παρακελευεται λογος. Και αμα σπουδη μοι καθειστηκει, μη εκτραχυνειν· ομαλιζειν δε μαλλον τον ανδρα, τοις εις αυτον εγκωμιοις, προς συγκαταθεσιν ιεναι των ευσεβως μοι δεδογματισμενων, κατα την των αγιων Πατερων διδασκαλιαν· οθεν και ουτω νενοηκεναι κατα την γεγονυιαν αυτω παρ᾿ εμου συγγραφην, τα υπ᾿ εκεινου μοι γραφεντα διωμολογουν· παρορμων αυτον οιον, ως εφην, και προσκαλουμενος, εις την του ευσεβους επινευσιν λογου, σωτηριαν αυτω μεγιστην προξενουντος, ειγε τουτο στερξας συν ημιν ωμολογησεν ( ωμολογησειεν), ως γεγραφαμεν· τουτεστι δυο του αυτου και ενος Χριστου του Θεου κατα φυσιν ενεργειας, ωσπερ ουν και φυσεις ηνωμενας ασυγχυτως και αδιαιρετως, θειαν και ανθρωπινην· ακτιστον και κτιστην· αλλ'ου μιαν και την αυτην οπωσουν λεγομενην. Ου γαρ Πατρικος, αιρετικος δε μαλλον ο περι μιας και της αυτης ενεργειας η θελησεως η φυσεως λογος, επι του αυτου και ενος Κυριου ημων και Θεου.
Της μεν ουν προς αυτον εκεινον, ηγουν τον Πυρρον, ημετερας ευφημιας τοιουτος ο τροπος καθεστηκε, της αντιρροπου δοξης αυτον ηρεμα διϊσταν επειγομενος, και προς τον ορθον επαναβιβαζειν λογον της πιστεως. Ει δε τις του καθ᾿ ημας, διαμαρτανων σκοπου, προς την ευφημιαν ετι δυσφορει, την της ημετερας οικονομιας εν τουτω δη μαλιστα λογον ουκ αποδεχομενος, παρεισθω δη τουτω, και διαρριπτεσθω κατα το δοκουν η ευφημια, μηδε ημιν λοιπον επεραστος ουσα, προσαντης δε μαλλον μετα την τελειαν τανδρος εκτροπην· κυρουσθω δε συν ημιν των προς αυτον ορθοδοξως δογματισθεντων η δυναμις.
Εχετε, Πατερες αγιοι, της πληροφοριας δια της ημετερας απολογιας τον λογον· αλλ᾿ ανδριζεσθε, και κραταιουσθε πνευματι, μη παρακλινομενοι δεξια η αριστερα, προς των εναντιων ανδρων και δογματων· αλλ᾿ οδω βασιλικη στηριζομενοι τε και ποδηγουμενοι (≡15Α_176≡> παρ᾿ αυτου του ειποντος, Εγω ειμι η οδος, και η ζωη, και αληθεια,- συμψυχοι, το αυτο φρονουντες,- και ο Θεος της ειρηνης εσται μετα παντων υμων, ευσεβως αει κηρυττομενος, και οσιως παρ᾿ υμων λατρευομενος· και περας της ενταυθα μακαριας πολιτειας τε και ομολογιας, εαυτον εκεισε μακαριωτεραν παρεχομενος υμιν κληροδοσιαν τε και αναπαυσιν· μεθ᾿ ου τω Πατρι συν τω αγιω Πνευματι, δοξα, τιμη, κρατος, προσκυνησις, νυν και αει, και εις τους αιωνας των αιωνων. Αμην.

ΙΣΟΝ ΕΠΙΣΤΟΛΗΣ ΠΡΟΣ ΤΟΝ ΚΥΡΙΟΝ ΜΑΡΙΝΟΝ ΤΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ ΤΗΣ ΚΥΠΡΟΥ
(=0193=) Ισον επιστολης προς τον κυριον Μαρινον τον πρεσβυτερον της Κυπρου.

(≡15Α_178≡> Νομω θειω κατα Θεον ευθυνομενος, θεοτιμητε πατερ, νομον υπερειδες ανθρωπινον, κενωσει το μετριον υπεραρας, και πτωχεια το εντελες μεγαλυνας της εμης περι τε το νοειν και λεγειν απειριας, η προπετειας, ειπειν οικειοτερον· ου γαρ αισχυνομαι τα εμα και της εμης ασθενειας, παθη δεοντως εξαγορευειν, και τοσω προθυμια μαλλον αποκαλυπτειν, η οσον φιλανθρωπια επικαλυπτειν εσπουδασας. Τις γαρ ποτ᾿ αν αλογου λογον ουτω προσηκατο, και φρενιτιδος νουν διανοιας εδεξατο, μη τι γε παντελως ειπειν, απεσεμνυνεν ως συ το εμον, θεοτιμητε πατερ, ουχ οσον μονον δι᾿ αγαπην παραδραμων το απαιδευτον, κατ᾿ ακρον ετιμησας· ο δη μεγιστον τω ακοσμω προς ευδοξιαν, αλλα και οσον δια χαριν επιβαλων το αιδεσιμον, ω την οικειαν παγκαλως ειωθας ωραιζειν διανοιαν, υπερβολη κατεφαιδρυνας· εξ ων ο τε λογος και τροπος συνισταται της αληθους ευγενειας, η Θεου συγγενειας, ειπειν αληθεστερον η και οικειοτερον· ου μαλλον μετεωριζειν ειδως· ου γαρ πεφυκεν η μετριαζειν ποιων· και γαρ ειωθε πως αμεταβολως εδραζειν προς υφεσιν, τη υπερβολη των ου προσοντων πλειον αποκαλυπτων την ενδειαν, και γνωριζων την γυμνωσιν· και τη παραδειξει των υπερ αξιαν, αυστηροτεραν (≡15Α_180≡> ενιεις των κατ' αξιαν την αισθησιν, ηνικα του της ψυχης βαθους κατακρατησας, το μεγεθος του απεμφαινοντος ιδειν, απαρακαλυπτως ποιησειεν· ο δη μαλιστα πεπονθως, τη των υμετερων ευχων διατρανωσει, θειων ηψαμην θεσμων, ους λογος οικονομιας της υπερ εννοιαν ειδε προνοητικως συντηρειν και προβαλλεσθαι τοις κατ᾿ εμε χειραγωγιας προσδεομενοις και χρηζουσιν.
Και μετα βραχεα. Αμελει τοι γουν των του νυν αγιοτατου, Παπα συνοδικων, εν τοσουτοις, οσοις (=0136=) γεγραφατε, κεφαλαιοις, οι της βασιλιδος των πολεων επελαβοντο· δυσι δε μονοις, ων, το μεν υπαρχει περι θεολογιας, οτι τε φησιν ειπεν, " Εκπορευσθαι κακ του Υιου το Πνευμα το αγιον»· το δε αλλο, περι της θειας σαρκωσεως· οτιπερ γεγραφε· "Διχα τον Κυριον ειναι της προπατορικης αμαρτιας ως ανθρωπον». Και το μεν πρωτος, συμφωνους παρηγαγον χρησεις των ῾Ρωμαιων Πατερων· ετι γε μην και Κυριλλου Αλεξανδρειας, εκ της πονηθεισης αυτω εις τον ευαγγελιστην αγιον Ιωαννην ιερας πραγματειας· εξ ων, ουκ αιτιαν τον Υιον ποιουντας του Πνευματος, σφας αυτους απεδειξαν· μιαν γαρ ισασιν Υιου και Πνευματος τον Πατερα αιτιαν· του μεν κατα την γεννησιν· του δε, κατα την εκπορευσιν· αλλ᾿ ινα το δι᾿ αυτου προϊεναι δηλωσωσι· και ταυτη το συναφες της ουσιας και απαραλλακτον παραστησωσι.
Τω δε δευτερω, μηδεμιας χρηζουσι το παραπαν απολογιας. Ποια γαρ εν τουτω αμφισβητησις· ει και τοις προφασιζομενοις νομιζεται δια το δυστροπον. Ομως δ᾿ ουν εξεδυσωπησαν, ειποντες «Μητε την κατα νουν εχειν αμαρτιαν, καθ᾿ ην πρωτοπαθησας φαινεται πως ο Αδαμ, μητε την εξ αυτης προϊουσαν δια σωματος πραξιν του κακου και ενεργειαν».
Ουτοι μεν ουν ταυτα, περι ων ουκ ευλογως ανεκληθησαν· εκεινοι δε περι ων και μαλα δικαιως, ουδεμιαν μεχρι και νυν πεποιηνται την απολογιαν, οτι μηδε την παρεισαχθεντων των υπ᾿ αυτων εκβολην. Μεθερμηνευειν δε τα οικεια, του τας υποκλοπας (≡15Α_182≡> χαριν διαφυγειν των υποπιπτοντων κατα την υμετεραν κελευσιν, παρεκαλεσα τους ῾Ρωμαιους· πλην εθους κεκρακηκοτος ουτω ποιειν και στελλειν, ουκ οιδα τυχον ει πιστειεν. Αλλως τε και το μη ουτως δυνασθαι διακριβουν εν αλλη λεξει σε και φωνη τον εαυτων νουν ωσπερ εν τη ιδια και θρεψαμενη, καθαπερ ουν και ημεις εν τη καθ᾿ ημας τον ημετερον. Γενησεται δε παντως αυτοις, πειρα την επηρειαν μαθουσι, και η περι τουτου φροντις.
Τω δε περι ουσιας και φυσεως, υποστασεως τε δη και προσωπου, και των καθεξης κεφαλαιων, ενετυχον σχεδει Θεοδωρου του της Φαραν· και ως εν εισαγωγης τροπω τυχον ουκ ασυντελουσιν· εν δε τω περι προσωπου και της υποστασεως λογω, ου τοις περι τουτων κανοσι μαλλον, η εαυτω φαινεται στοιχησας πως, υποστατικην λεγοντι την ενεργειαν· ον και της οικειας δοξης καθηγητην και συνηγορον, οι της εναντιας προβαλλονται· την πασαν εξ αυτου και των αυτου ρηματων σχεδον τυπωσαντες τε και υπαγορευσαντες Εκθεσιν. Και γαρ κατα ταυτα λογον συνεσκιασε πως και ημαυρωσε, τω προσωπω δεδωκως ως προσωπω την χαρακτηριζουσαν την φυσιν ενεργειαν· ουχι τον πως και οποιον της (=0137=) κατ᾿ αυτην εκβασεως τροπον· καθ᾿ ην η διαφοροτης των τε πραττοντων και των πραττομενων γνωριζεται, κατα φυσιν, η παρα φυσιν εχοντων. Ως γαρ τι ων προηγουμενως, αλλ᾿ ουχ ως τις εκαστος ημων ενεργει· τουτεστιν, ως ανθρωπος· ως δε τις, οιον Παυλος η Πετρος, τον της ενεργειας σχηματιζει τροπον, ενδοσει τυχον η επιδοσει, ουτως η εκεινως υπ᾿ αυτου κατα γνωμην τυπουμενος. Οθεν εν μεν τω τροπω το παρηλλαγμενον των προσωπων κατα την πραξιν γνωριζεται· εν δε τω λογω, το της φυσικης απαραλλακτον ενεργειας. Ου γαρ ο μεν μαλλον, ο δε ηττον εστιν ενεργης η λογικος· αλλ᾿ επισης απαντες τον τε λογον εχομεν και την τουτου κατα φυσιν ενεργειαν. (≡15Α_184≡> Μαλλον δε και ηττον· και ουτως η εκεινως δικαιος η αδικος, τω τον μεν τοις κατα φυσιν εψεσθαι πλεον· τον δε τουτων αφεψεσθαι. Τηρητεον δε δι᾿ ακριβειας τους περι τι παρεγκληθεντας. Επειδη βιαζονται πως και ελκουσι τους τε των πραγματων ορους, και τους κανονας προς το δοκουν, ωσπερ εξ επιταγματος μεταφεροντες, ινα τα οικεια δηθεν εκ παρατροπης υποστησωσι.
Τας σταλεισας τετραδας, καιτοι μη κατα σχολην μετιων, λεγω δη τας περι ψυχης και των λοιπων κεφαλαιων, το δοκουν περι αυτων γνωριζω. Το γαρ ταχος του εξορμωντος, ου συνεχωρει ταυτας διελθειν· οτι και μετα πλειους ημερας του καταλαβειν εν τω Βυζακιω, προς την εμην γεγονεν ουδενιαν εν Καρθαγενη. Λοιπον δε και ειργομενω μοι κακ της προσουσης μοι των ομματων ως ειπειν αδρανειας· επει και την περι τουτων κελευσιν υμων, ως ταχος ηβουλομην πληρωσαι, πεπομφα. Η κριθεισα της μεταγραφης χαριν του τειχους οικονομια, τοις αγιωτατοις υμιν, του την ερμηνειαν εχοντος του ευαγγελιστου Ιωαννου, καμοι τω ημετερω λιαν πεφανται προσηνης, ως μη καταδρομης αιτια γενηται κατα του εκθεμενου, τοις παντα κατα το δοκουν μεταλλευειν ου καλως πειρωμενοις.

ΕΚ ΤΗΣ ΕΠΙΣΤΟΛΗΣ ΤΗΣ ΕΝ ΡΩΜΗ ΓΡΑΦΕΙΣΗΣ
Εκ της επιστολης της εν ῾Ρωμη γραφεισης.

(≡15Α_186≡> Ταυτα γαρ τα περατα της οικουμενης, και οι τον Κυριον ειλικρινως και ορθοδοξως πανταχου γης ομολογουντες, ωσπερ εις ηλιον φωτος αϊδιου εις την ῾Ρωμαιων αγιωτατην Εκκλησιαν και την αυτης ομολογιαν και πιστιν, ιθυτενως αποβλεπουσιν, εξ αυτης την απαστραπτουσαν αιγλην προσδεχομενοι, των πατρικων και αγιων δογματων, καθως αι θεοληπτοι και θεσπεσιοι ειλικρινως και πανευσεβως εξεθεντο αγιαι εξ συνοδοι, εκφαντερικωτατα φασκοντες το συμβολον της πιστεως. Απαρχης γαρ της προς ημας καταβασεως του σαρκωθεντος Θεου (=0140=) Λογου, μονην κρηπιδα και θεμελιον αι πασαι πανταχου των Χριστιανων Εκκλησιαι, την αυτοθι μεγιστην εκτησαντο τε και εχουσιν· ως ουδαμως μεν κατισχυομενην κατα την αυτην του Σωτηρος επαγγελιαν, υπο αδου πυλων· αλλ᾿ εχουσαν τας κλεις της εις αυτον ορθοδοξου πιστεως και ομολογιας· και τοις ευσεβως προσερχομενοις ανοιγουσαν την οντως φυσει και μονην ευσεβειαν· αποκλειουσαν δε και εμφραττουσαν παν αιρετικον στομα, λαλουν αδικιαν εις το υψος. Και γαρ απερ αυτος ο των ολων δημιουργος και Δεσποτης Κυριος ημων Ιησους Χριστος, οι τε τουτου μαθηται και αποστολοι, και οι καθεξης αγιοι Πατερες τε και διδασκαλοι και μαρτυρες, ιερουργηθεντες οικειοις εργοις τε και λογοις, αγωσι τε και ιδρωσι, και πονοις και αιμασι, και τελευταιον εξαισιοις θανατοις δια την ημων των εις αυτον πιστευοντων καθολικην και αποστολικην Εκκλησιαν εθεμελιωσαν και ωκοδομησαν, δια δυο ρηματων απονητι και διχα θανατου (καματου), ω της του Θεου μακροθυμιας και ανοχης! καταλυσαι σπουδαζουσι, και ακυρωσαι το μεγα και παμφωτον και πανυμνητον της Χριστιανων ορθοδοξου θρησκειας μυστηριον.

ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΤΟΥ ΧΡΙΣΤΟΥ ΦΥΣΕΩΝ
Περι των δυο του Χριστου φυσεων.

(≡15Α_188≡> α´. Ο Αρειος τας τρεις υποστασεις ομολογει· αλλα την Μοναδα αρνειται· και ου λεγει ομοουσιον την αγιαν Τριαδα. Ο δε Σαβελλιος, την Μοναδα ομολογει· αλλα την Τριαδα αρνειται· τον γαρ αυτον λεγει Πατερα και Υιον και αγιον Πνευμα· η δε Εκκλησια του Θεου, και την Μοναδα ομολογει, και την Τριαδα κηρυττει. Ο Μακεδονιος ομοια τω Αρειω πρεσβευει· το γαρ αγιον Πνευμα, κτισμα υποτιθησιν· η δε Εκκλησια, ομοουσιον τω Πατρι και τω Υιω το Πνευμα το αγιον ανακηρυττει, και Θεον πως διαβεβαιοι. Ομοιως και επι του ενος της αγιας Τριαδος, Νεστοριος την φυσικην διαφοραν λεγει· αλλα την ενωσιν ουχ ομολογει, ου γαρ λεγει ταυτην καθ᾿ υποστασιν γεγονεναι. Ο δε Ευτυχης, την μεν ενωσιν ομολογει· την δε κατ᾿ ουσιαν διαφοραν αρνειται, και συγχυσιν των φυσεων εισαγει. Η δε Εκκλησια, και την καθ᾿ υποστασιν ενωσιν δια το αδιαιρετον, και την κατ᾿ ουσιαν διαφοραν δια το ασυγχυτον πρεσβευει.
β´. Πως η ακρα ενωσις και ταυτοτητα εχει, και ετεροτητα; Η ταυτοτητα ουσιων και ετεροτητα προσωπων, και το εμπαλιν. Οιον επι της αγιας Τριαδος, ταυτοτης μεν εστιν ουσιας· ετεροτης δε προσωπων· μιαν γαρ ουσιαν ομολογουμεν· τρεις δε υποστασεις. Επι δε του ανθρωπου, ταυτοτης μεν εστι προσωπου· ετεροτης δε ουσιων· ενος γαρ οντος ανθρωπου, αλλης ουσιας εστιν η ψυχη, και αλλης η σαρξ. Ομοιως δε και επι του Δεσποτου Χριστου· ταυτοτης μεν εστι, προσωπου· ετεροτης δε, ουσιων· ενος γαρ οντος προσωπου, ητοι υποστασεως, ετερας (=0148=) ουσιας εστιν η (≡15Α_190≡> θεοτης, και ετερας η ανθρωποτης. Ωσπερ γαρ αδυνατον της αγιας Τριαδος ομολογειν μεν την ενωσιν, μη εκφωνειν δε την διαφοραν· ουτως αναγκη πασα επι του ενος της αγιας Τριαδος, και την ενωσιν και την διαφοραν κηρυττειν.
γ´. Ωσπερ γαρ ου δια των αυτων σημαινεται λεξεων, η τε διαφορα και η ενωσις επι της αγιας Τριαδος· αλλα δια του μεν λεγειν τρεις υποστασεις, η διαφορα· δια του ομολογειν δε μιαν ουσιαν, η ενωσις ομολογειται· ουτω και επι του ενος της αγιας Τριαδος· δια μεν του γνωριζειν τας δυο φυσεις, η διαφορα· δια δε του κηρυττειν μιαν υποστασιν συνθετον, η ενωσις ομολογειται.
δ´. Ωσπερ γαρ Αρειον αναθεματιζομεν, ουχ ως κηρυττοντα επι της αγιας Τριαδος την καθ᾿ υποστασιν διαφοραν· αλλ᾿ ως μη λεγοντα την φυσικην ενωσιν· ουτω και Νεστοριον αναθεματιζομεν, ουχ ως γνωριζοντα την φυσικην διαφοραν επι του Χριστου· αλλ᾿ ως μη λεγοντα την καθ᾿ υποστασιν ενωσιν.
ε´. Ωσπερ Σαβελλιον αναθεματιζομεν, ουχ ως κηρυττοντα επι της αγιας Τριαδος την φυσικην ενωσιν· αλλ᾿ ως μη λεγοντα την καθ᾿ υποστασιν διαφοραν· ουτως Ευτυχεα αναθεματιζομεν, ουχ ως μη λεγοντα την καθ᾿ υποστασιν ενωσιν επι του Χριστου· αλλ᾿ ως μη γνωριζοντα την φυσικην διαφοραν;
στ´. Την καθ᾿ υποστασιν διαφοραν επι της αγιας Τριαδος, και την φυσικην διαφοραν επι του ενος της αγιας Τριαδος, ουκ εν αισθησει χρη λεγειν, αλλα νοησαι τοις της διανοιας ομμασιν. Και πως, επι μεν της αγιας Τριαδος εκφωνειτε τας τρεις υποστασεις δια την καθ' υποστασιν διαφοραν· επι δε του ενος της αγιας Τριαδος, ουκ εκφωνειτε δυο φυσεις εν μια υποστασει, δια την φυσικην διαφοραν;
ζ´. Ωσπερ για το ομοουσιον της αγιας Τριαδος, μιαν ουσιαν· (≡15Α_192≡> και δια το ετεροϋποστατον τρεις υποστασεις λεγεις· ουτω δια το ετερουσιον του Λογου και της σαρκος, δυο ουσιας· και δια το μη ιδιοϋποστατον, μιαν υποστασιν λεγε.
η´. Ωσπερ επι της αγιας Τριαδος την μιαν ουσιαν, ουκ επι συγχυσει των τριων υποστασεων λεγομεν· ουτε τας τρεις υποστασεις επι αναιρεσει της μιας ουσιας· ουτως επι του ενος της αγιας Τριαδος, (=0149=) την μιαν υποστασιν, ουκ επι συγχυσει την δυο φυσεων αυτου λεγομεν· ουτε τας δυο φυσεις, επι διαιρεσει της μιας υποστασεως.
θ´. Ο μη λεγων επι Χριστου δια την των φυσεων διαφοραν, την καθ᾿ υποστασιν ενωσιν, Νεστοριανος εστι· και ο μη λεγων εν τη καθ᾿ υποστασιν ενωσει την φυσικην διαφοραν, Ευτυχιανιστης εστι· ο δε και την καθ᾿ υποστασιν ενωσιν, και την φυσικην διαφοραν κηρυττων επι του ενος της αγιας Τριαδος, την βασιλικην και αμωμητον πιστιν κρατει.
ι´. Ο τοινυν λεγων και διαφοραν και ενωσιν επι του Χριστου, ουτε την διαφοραν αναιρει, ουτε την ενωσιν συγχεει. Και γαρ ο θειος Κυριλλος αναθεματιζει τους δια την διαφοραν αναιρουντας την καθ᾿ υποστασιν ενωσιν· και η οικουμενικη συνοδος αναθεματιζει τους δια την καθ᾿ υποστασιν ενωσιν αναιρουντας την φυσικην διαφοραν επι του ενος της αγιας Τριαδος.

ΟΡΟΙ ΔΙΑΦΟΡΟΙ
Οροι διαφοροι.

(≡15Α_194≡> Ουσια και φυσις, ταυτον· αμφω γαρ κοινον και καθολου, ως κατα πολλων και διαφεροντων τω αριθμω κατηγορουμενα, και μηποτε καθοτιουν ενι προσωπω περιοριζομενα.
Ενυποστατον εστι, το κατα την ουσιαν κοινον, ηγουν το ειδος, το εν τοις υπ᾿ αυτο ατομοις πραγματικως υφισταμενον, και ουκ επινοια ψιλη θεωρουμενον.
Αλλως, η παλιν ενυποστατον εστι, το αλλω διαφορω κατα την ουσιαν εις ενος συστασιν προσωπου και μιας γενεσιν υποστασεως, συγκειμενον τε και συνυφισταμενον, και ουδαμως καθ᾿ αυτο γνωριζομενον.
Ομοουσιον εστι το της αυτης ουσιας αλλω τυγχανον, διαφορον δε προς το αυτο κατα την υποστασιν ον· ως επι τε ανθρωπου και των αλλων εχει ειδων. Ει τι ουν αλλω ταυτον υπαρχει κατα την ουσιαν, ου ταυτον υπαρχει τω αυτω και κατα την υποστασιν· και ει τι εν και ηνωμενον τω αυτω τυγχανει κατα την ουσιαν, ουχ εν ουτε ηνωμενον τω αυτω τυγχανει και κατα την υποστασιν· και ει τι διαφοραν εχει προς αλλο κατα την υποστασιν, τουτο ενωσιν εχει προς το αυτο κατα την ουσιαν.
Ουσιωδης ουν ενωσις εστιν, η τας διαφορους κατ᾿ αριθμον και πολλας υποστασεις εις μιαν και την αυτην ουσιαν συναγουσα. Ουσιωδης και διαφορα τυγχανει, λογος καθ᾿ ον η ουσια, ηγουν φυσις, αμειωτος τε και ατρεπτος, αφυρτος ομου και ασυγχυτος διαμενει, και την προς αλλο κατ᾿ ειδος ετερον εις μιαν υποστασιν (≡15Α_196≡> ποιουμενη συνοδον, ουδ᾿ ολως της κατα φυσιν ιδιας εξισταται φυσεως.
(=0152=) Υποστασις και προσωπον, ταυτον· αμφω γαρ μερικον τε και ιδιον, ως εφ᾿ εαυτων την περιγραφην, αλλ᾿ ουκ εν πλειοσι την κατηγοριαν φυσικως κεκτημενα.
Ενουσιον εστι το μη μονον ενθεωρουμενον εχον εφ᾿ εαυτου το των ιδιωματων αθροισμα, καθ' ο αλλο απ᾿ αλλου γνωριζεται, αλλα και το κοινον της ουσιας πραγματικως κεκτημενον.
Ομοϋποστατον εστι, το εις μιαν και την αυτην υποστασιν αλλω συντεθειμενον· διαφορον δε προς το αυτο κατ᾿ ουσιαν τυγχανον· ως επι τε ψυχης και σωματος εχει, και των αλλων οσα φυσεως ετεροτητι διαφεροντα, καθ᾿ υποστασιν ηνωται. Ει τι ουν αλλω καθ᾿ ενωσιν συντεθεν, ταυτον υπαρχει κατα την υποστασιν, τουτεστιν, υποστασις μετ᾿ αυτου γεγονε μια, ετερον τω αυτω κατα την ουσιαν εστι. Και ει τι εν και ηνωμενον αλλω τυγχανει κατα την υποστασιν, τουτο ουχ εν ουτε ομογενες εστι τω αυτω και κατα την ουσιαν. Και ει τι συντεθειμενον αλλω διαφοραν εχει κατα την ουσιαν, τουτο ενωσιν εχει προς το αυτο κατα την υποστασιν.
Υποστατικη ουν ενωσις εστιν, η τας διαφορους ουσιας ηγουν φυσεις εις εν προσωπον, και μιαν και την αυτην υποστασιν συναγουσα τε και συνδεουσα. Υποστατικη δε διαφορα, τυγχανει λογος, καθ᾿ ον η κατα το αθροισμα των ενθεωρουμενων ιδιωματων τω κοινω της ουσιας ετεροτης, τεμνουσα κατ᾿ αριθμον αλλον απ᾿ αλλου, την των ατομων ποιειται πληθυν.
Σχετικη ενωσις εστι, η τας διαφορους γνωμας εις εν συναγουσα θελημα. Σχετικη δε διαφορα εστιν η το εν θελημα γνωμης ετεροτητι διατεμνουσα κινησις.
Σχετικη ενωσις εστι, φιλικη συνδιαθεσις, η θεληματων ομονοητικη συμπνοια και επινευσις. Σχετικη διαφορα εστι, γνωμης (≡15Α_198≡> ετεροτης, η θεληματων ανομοιοτης, η διαιρεσις διαθεσεως.
Συγχυτικη ενωσις εστιν, η εξ υποστασεων εις ολου τινος κατα συνοδον γινομενη συνθεσις, η τις την των μερων εαυτης μετα την ενωσιν εν ειδει και σχηματι, σωζομενην ουκ εχει το συνολον υπαρξιν· αλλ᾿ ηφανισμενην ομου και πεφυρμενην και αγνωστον, και των κατ᾿ αυτην συνδεδραμηκοτων ουδεμιαν ουδαμως κεκτηται διαφοραν, την ουσιωδη τουτων ιδιοτητα διασημαινουσαν.
Διαιρεσις εστι, τομη διαμπαξ ανα μερος τιθεισα τε και χωριζουσα και καθ᾿ εαυτην θεωρεισθαι παρασκευαζουσα, κατα τε ουσιαν και υποστασιν, την εκαστου πραγματος υπαρξιν.
Υποστασεως ιδιον εστι, το καθ᾿ εαυτην ορασθαι, και των ομοειδων κατ᾿ αριθμον διαστελλεσθαι. Ενυποστατου ιδιον εστι, η το μετ᾿ αλλου διαφορου κατα (=0153=) την ουσιαν εν υποστασει γνωριζεσθαι καθ᾿ ενωσιν αλυτον· η το εν ατομοις φυσικως τυγχανειν καθ' υπαρξιν.
Ουσιας ιδιον, το εν πασι και παντων φυσικως κατηγορεισθαι τε και προφαινεσθαι. Ενουσιου ιδιον, το πραγματικως υφιστασθαι, και φερειν απαντων εφ᾿ εαυτου των προσωπικων ιδιωματων τους αληθεις χαρακτηρας.
Δυναμις εστιν, ενυλος ενεργεια· ενεργεια, αϋλος δυναμις. Η παλιν, ενεργεια εστι δυναμεως φυσικης αποτελεσμα.
Θελημα φυσικον εστιν, ουσιωδης των κατα φυσιν συστατικων εφεσις. Θελημα γνωμικον εστιν, η εφ᾿ εκατερα του λογισμου αυθαιρετος ορμη τε και κινησις.
Διαφορα εστι λογος, καθ᾿ ον η προς αλληλα των σημαινομενων ετεροτης σωζεσθαι πεφυκε, και του πως ειναι δηλωτικος.
Ταυτοτης εστιν απαραλλαξια, καθ᾿ ην ο του σημαινομενου λογος το παντη κεκτηται μοναδικον, μηδενι τροπω διαφορας γνωριζομενον.

ΠΝΕΥΜΑΤΙΚΟΣ ΤΟΜΟΣ ΚΑΙ ΔΟΓΜΑΤΙΚΟΣ, ... ΕΚΘΕΣΙΝ ΗΡΑΚΛΕΙΟΥ ... ΣΕΡΓΙΟΥ ...
Πνευματικος τομος και δογματικος, αποδεικνυς την κατα καινοτομιαν γεγονυιαν επεισακτον εκθεσιν Ηρακλειου του βασιλεως, εξ υποστολης Σεργιου του Κωνσταντινουπολεως προεδρου, απαδουσα μεν των ιερων Λογιων τε και Πατερων· συναδουσα δε τοις ανιεροις αιρετικοις τοις την τε συγχυσιν αμα, και την διαιρεσιν τερατολογουσιν επι του κατα Χριστον τον Θεον ημων μυστηριου. Γραφεισα απο ῾Ρωμης προς Στεφανον τον αγιωτατον επισκοπον Δωρων, τελουντα υπο τον αγιον και αποστολικον θρονον της αγιας Χριστου του Θεου ημων πολεως.

(≡15Α_200≡> Νυκτι μεν τον παροντα βιον, μυλωνι δε την τουτου κινησιν, και κλινη την αναπαυσιν απεικασας ο Κυριος, των εν εκατεροις οντων (μυλωνι τε λεγω και κλινη) τον μεν αιρεσθαι, τον δε αφιεσθαι διωρισατο. Και αιροντα (αιρεσθαι) μεν τυχον, τον εκεινης μεν δια θεωριας, ταυτης δε δια πραξεως απολυθεντα· και μητε περιγραφη διαστηματων, εν οις οραται των ορωμενων η κινησις, μητε θρυψει παθων, εν οις η αναπαυσις, εναπομειναντα κατα διαθεσιν· αφιεσθαι δε, τον τουτοις αυθαιρετως ενισχημενον, δια το της ψυχης φιληδονον τε και φιλομετεωρον. Τι δε κρατεισθαι με τον ημετερον δουλον πειρα προτερον, καθαπερ ακοη τημερον μεμεθηκοτες, θεολαμπεις και παναριστοι, πως αν οις (≡15Α_202≡> γεγραφατε συμπαθως ειλεσθε γε προς υφεσιν ουτως αχθηναι του πτωχου τε και πενητος, οι τοσουτον απο γης αρθεντες κατα θεου χαριν, και υψωθεντες, ωστε τον βιον τω λογω, και τον νουν τω Κυριω των τηδε, και υπερ των τηδε διαραι· τω αρχετυπω την εικονα προσοικειουμενοι τε και ενιζοντες· η μαλλον ειπειν αληθεστερον, ενδειξιν εθελοντες υψους ποιεισθαι την αυθαιρετον υφεσιν της υπερτατης υμων καλλονης, ως αν τω περιοντι και ημας αγαγοιτε προς το μετρον του Θεου Λογου, κενωσει τη προς ημας το της οικειας δοξης απεριγραφως υψος επιδεικνυντος· εφ᾿ ω τε μεταπλασαι τοσουτον ημας επιποθεστερον, οσωπερ αν σαρκι δι' ημας αυτος εαυτον επλαστουργησε προς το ταπεινοτερον· φυσει γενομενος ανθρωπος διχα τροπης και συγχυσεως, ο διαφεροντως φιλανθρωπος· ελλειψας ουδεν εις προσληψιν των ημετερω, ινα μη και εαυτω την χαριν, και ημιν ελλειψη την σωτηριαν, ουχ ολην τη φυσει διδους, ως μη ολην την φυσιν λαβων· αλλα κατ᾿ εκεινο μειωσας εκεινην, καθ᾿ οπερ αν ου προσειληφε ταυτην. "Το γαρ απροσληπτον, αθεραπευτον», φησιν ο ιεγας Γρηγοριος.
Πως γαρ ο υπερουσιος δι᾿ ημας σαρκωθεις Θεος Λογος εκ Πνευματος αγιου και Μαριας της Αειπαρθενου και Θεομητορος προσληψει σαρκος ψυχην εχουσης την νοεραν τε και λογικην, νεος τε χρηματισας φυσει και γενομενος ανθρωπος, καινουργησει τον παλαι, μη δι᾿ ολου και ολον λαβων, μονης διχα της αμαρτιας, εξ ης η παλαιωσις· και δι᾿ ην ο θανατος κατεκριθη της φυσεως, τροφην εχων τοσουτον ημας, ως εκεινης γεγευμεθα, του ξυλου πικρως εμφορηθεντες της παραβασεως. Πως δε κενωθεις ο αυτος αναστησει τον πεπτωκοτα, μη δι᾿ ολου και ολον εξ αυτης ακρας συλληψεως ενωσας εαυτω καθ᾿ υποστασιν, διχα (≡15Α_204≡> μονου του ολισθηματος, εξ ου το συντριμμα, (=0157=) και δι᾿ ο το επιτιμιον; Ταυτη τοι ψυχην νοεραν και λογικην μετα του συμφυους αυτη σωματος, τουτεστι τελειον ανθρωπον παντος μωμου χωρις προσλαβων, και ενωσας εαυτω καθ᾿ υποστασιν, αυτος ο υπερ φυσιν Θεος, και την αυτης φυσικην λαβων, ειχε παντως αυτεξουσιον θελησιν. Ει παραβαντες την εντολην διχα θελησεως, αλλ᾿ ου θελησεως διχα, παρεβημεν, εδεομεθα της κατ᾿ αυτην ιατρειας· τη προσληψει του ομοιου το ομοιον, αυτου δη του σαρκωθεντος Θεου θεραπευοντος· αυτην δ᾿ αν και την ταυτης προσλαβων λογικην τε και ζωτικην ειχεν ενεργειαν· η την αμαρτιαν, ως ειθε μη ποτ᾿ αν, λογισαμενοι τε και ενεργησαντες, εχρηζομεν της κατ' αυτην σωτηριας, τη προσληψει μολυσμου παντος ταυτην αποκαθαιροντος, και ολην τη σαρκωσει θεουργουντος την ημετεραν φυσιν.
Ει γαρ ουσιωδως ταυτα εχουσαν ταυτην εδημιουργησε Θεος ων ο Λογος, την τε θελησιν φημι και την ενεργειαν, και την μεν αυτεξουσιον, την δε ενεργουσαν παρεστηκε, δηλον ως ουτω την φυσιν λαβων ηνωσεν εαυτω το καθ᾿ υποστασιν, ως απαρχης ταυτην εδημιουργησε, τουτεστι θελητικην φυσει και ενεργητικην· ινα μη την φυσιν μονον παθουσαν, αλλ' ου και τας αυτης εμφυτους δυναμεις προσειληφεν, ουδ᾿ αν την φυσιν προσειληφεν, αλλα την οικονομιαν εφαντασεν. Αδυνατον γαρ την ημετεραν, η των οντων ετερων ειναι ποτ᾿ αν η ονομαζεσθαι φυσιν, των αυτης εμφυτων διχα δυναμεων, αις ουσιωδως πας χαρακτηριζεσθαι πεφυκεν. Οθεν ουκ ανεθελητος η ημετερα φυσις επει μηδε ανθρωπου. Ουτε μην ανενεργητος, επει μηδε αψυχος. Ει δε ανεθελητος ην και ανενεργητος, το καθ'᾿ημας, ως τισι των παλαι και νυν εδοξεν αιρετικων, ουδε καθ᾿ ημας ολως γεγονεν ο υπερ ημας, μη πιστουμενος το ημετερον τοις ημετεροις, και οις αυτος (≡15Α_206≡> αρχηθεν δημιουργησας εχαρακτηρισε φυσικως, αυτεξουσιον και ενεργον ποιησας κατα φυσιν, τον ανθρωπον. Καιτοι τουτων εκατερων αναντιρρητως προσειληφεναι πιστουται την δυναμιν, οις ανθρωπον δι᾿ ημας εισαγει τον υπερουσιον Λογον θελοντα τε και ενεργουντα των αγιων Ευαγγελιων η συνταξις, πη μεν βοωσα· Και περι τεταρτην φυλακην της νυκτος ερχεται προς αυτους περιπατων επι της θαλασσης, και ηθελε παρελθειν αυτους· πη δε· Και αναστας εκειθεν εις τα ορια Τυρου και Σιδωνος, και εισελθων εις οικιαν, ουδενα ηθελε γνωναι, και ουκ ηδυνηθη λαθειν· και παλιν· Εκειθεν εξελθοντες παρεπορευοντο δια της Γαλιλαιας, και ουκ ηθελεν ινα τις γνω· και· Τη επαυριον ηθελεν ελθειν εις την Γαλιλαιαν. Και μετα ταυτα παλιν· Περιεπατει ο Ιησους εις την Γαλιλαιαν, ου γαρ ηθελε εν τη Ιουδαια περιπατειν, οτι εζητουν αυτον οι Ιουδαιοι αποκτειναι· και· Που θελεις ετοιμασωμεν σοι το πασχα φαγειν; (=0160=) και· Εδωκαν αυτω οξος μετα χολης μεμιγμενον, και γευσαμενος ουκ ηθελησε πιειν. Ταυτα γαρ, φημι δη το Ηθελε παρελθειν αυτους, και, Ηθελε εξελθειν, και Ουκ ηθελε περιπατειν, και Θελειν φαγειν το Πασχα, και μη θελειν το οξος πιειν, την καθ᾿ ημας ανθρωπινην αυτου πιστουται θελησιν και ενεργειαν. Οιον το μεν θελειν και ου θελειν παρελθειν, η φαγειν, η βαδιζειν, η πιειν, προδηλως εστι θελησις, δι᾿ ης φυσει θελητικος ων εγνωριζετο. Τω δε γευσασθαι και φαγειν, και εξελθειν, και μεταβατικως πορευεσθαι και βαδιζειν, δηλαδη την ενεργειαν ενεργητικος υπαρχων εδεικνυτο, καθ᾿ ο φυσει δι᾿ ημας υστερον γεγονεν ανθρωπος, αλλ᾿ ου καθ᾿ οπερ υπηρχεν αναρχως δι᾿ εαυτον φυσει Θεος. Επει μηδε πεφυκεν, η Θεος ην και Θεου κατα φυσιν Υιος ο Λογος, σωματικως εθελειν τι και εσθιειν, η μεταβατικαις κινησεσι τοπικως περιστελλεσθαι, πανταχου και υπερ το παν απειρακις απειρως υπαρχων· ουτω δι᾿ αν και την θειαν αυτον και πατρικην υπερουσιως (≡15Α_208≡> εχοντα θελησιν και ενεργειαν παριστωσα (η Γραφη) διδασκει σαφως· Ωσπερ ο Πατηρ εγειρει τους νεκρους, και ζωοποιει, ουτω και ο Υιος ους θελει ζωοποιει. Κανταυθα τοινυν, το μεν τους νεκρους εθελειν ζωοποιειν, την του αυτου θεϊκην μαρτυρεται θελησιν· αυτο δε το ζωοποιειν, την παντουργον αυτου κυριως ενεργειαν. Και απλως, ει τιπερ αλλο τοιουτο, της εξηρημενης των οντων εξηρτηται φυσεως, εις την ταυτης, ως οιον τε, δηλωσιν.
Αλλα τουτοις μεν αυτος, εαυτον δια των αυτου μαθητων κατ' αμφω τας αυτου φυσεις, εξ ων και εν αις συνεστηκε, θελητικον υπαρχοντα φυσει και ενεργητικον παριστησι της ημων σωτηριας ο Λογος· οι δε μετ᾿ εκεινους εκεινων διαδοχοι, και της εν σαρκι του Λογου θεοφανειας εκφαντορες, θεοκριτοι της καθολικης Εκκλησιας Πατερες, εκατεραν ομοιως του αυτου, την τε θειαν και την ανθρωπινην φυσιν· ου μονον δε, αλλα και την θελησιν και την ενεργειαν κηρυττοντες, ταδε μεγαλοφωνως φασιν. Ο μεν γαρ της αθανασιας επωνυμος, εν τω περι σαρκωσεως και Τριαδος λογω· "Και οταν λεγη, Πατερ, ει δυνατον, παρελθετω απ᾿ εμου το ποτηριον τουτο, πλην μη το εμον, αλλα το σον γενεσθω θελημα· και παλιν· Το μεν πνευμα προθυμον, η δε σαρξ ασθενης, δυο θεληματα ενταυθα δεικνυσι· το μεν ανθρωπινον, δια την ασθενειαν της σαρκος, παραιτειται το παθος, το δε θεϊκον αυτου προθυμον». Γρηγοριος δε ο της θεολογιας επωνυμος εν τω περι (=0161=) Υιου δευτερω λογω· " Εβδομον λεγεσθω, το καταβεβηκεναι εκ του ουρανου τον Υιον, ουχ ινα ποιη το θελημα το εαυτου, αλλα του πεμψαντος. Ει μεν ουν μη περι του κατεληλυθοτος ταυτα ελεγετο, ειποιμεν αν ως περι του ανθρωπου τυπουσθαι τον λογον, ου του κατα τον Σωτηρα νοουμενου. Το γαρ εκεινου θελημα, ουδε υπεναντιον Θεω θεωθεν ολον, αλλα του (≡15Α_210≡> καθ᾿ ημας· ως του ανθρωπινου θεληματος, ου παντως επομενου τω θειω, αλλ᾿ αντιπιπτοντος ως τα πολλα και αντιπαλαιοντος».
Ο δε τουτου ομωνυμος της Νυσσαεων γενομενος καθηγητης, μαλλον δε της οικουμενης Διδασκαλος, εν τω εις το Πασχα λογω· "Προσερχεται ο λεπρος διερρυηκος ηδη και ηχρειωμενος τω σωματι. Πως γινεται επι τουτω παρα του Κυριου η ιασις; Η ψυχη θελει, το σωμα απτεται, δι᾿ αμφοτερων φευγει το παθος. Απηλθε γαρ, φησιν, απ' αυτου παραχρημα η λεπρα». Και αυθις ο αυτος εν τω αυτω λογω· "Παλιν τους εν πολλοις χιλιασι κατα την ερημον αυτω προσεδρευοντας, απολυσαι μεν νηστεις ου θελει· ταις χερσι δε διακλα τουσς αρτους. Ορας πως δι᾿ αμφοτερων συμπαρομαρτουσα η θεοτης δημοσιευεται, τω τε ενεργουντι σωματι, και τη ορμη του εν τη ψυχη γινομενου θεληματος;" Εν δε τοις κατ᾿ Ευνομιου του δυσσεβους πονηθεισι δευτερου λογου· "Πως ο Κυριος τον κοσμον εαυτω καταλλασσων, επεμεριζε ψυχη τε και σωματι την παρ᾿ αυτου γενομενην τοις ανθρωποις ευεργεσιαν, θελων μεν δια της ψυχης, απτομενος δε δια του σωματος;" Και αυθις ο αυτος εν τοις κατα Απολιναριου φησιν· " Επειδη τοινυν αλλο το ανθρωπινον θελημα, και το θειον αλλο, φθεγγεται μεν ως εκ του ανθρωπου το τη ασθενεια της φυσεως προσφορον, ο τα ημετερα παθη οικειωσαμενος· επαγει δε την δευτεραν φωνην, το υψηλον τε και θεοπρεπες βουλημα κυρωθηναι παρα το ανθρωπινον υπερ της του κοσμου σωτηριας θελων. Ο γαρ ειπων· μη το εμον, το ανθρωπινον τω λογω εσημανε· προσθεις δε, Το σον, εδειξε το συναφες της εαυτου προς τον Πατερα Θεοτητος, ης ουδεμια θεληματος εστι διαφορα, δια την κοινωνιαν της φυσεως».
Ο δε τον της βασιλιδος καταφαιδρυνας θρονον Ιωαννης ο θειος, εν τω επιγεγραμμενω λογω, Προς τους απολειφθεντας της συναξεως, και το ομοουσιον ειναι τον Υιον τω Πατρι (=0164=) αποδειξις, (≡15Α_212≡> ου αρχη, Παλιν Ιπποδρομιαι, και παλιν ο συλλογος ημιν ελαττων γεγονεν· " Ορας πως και την προτεραν αυτου ηλικιαν προανεφωνησεν; ερωτησον τοινυν το αιρετικον, Θεος δειλια και αναδυεται; και οκνει και λυπειται; καν ειπη, οτι Ναι, αποστηθι λοιπον, και στησον αυτον κατω μετα του διαβολου, μαλλον δε κακεινου κατωτερω, ουδε γαρ εκεινος τολμησει τουτο ειπειν. Εαν δε ειπη, οτι Ουδεν τουτων αξιον Θεου· ειπε, οτι Ουκουν ουδε ευχεται Θεος. Χωρις γαρ τουτων, και ετερον ατοπον εστ᾿ αν του Θεου τα ρηματα η. Ουτε γαρ αγωνιαν μονον εμφαινει τα ρηματα, αλλα δυο θεληματα, εν μεν Υιου, εν δε Πατρος, εναντια αλληλοις. Το γαρ ειπειν· Ουχ ως εγω θελω, αλλ' ως συ, τουτο εμφαινοντος εστι. Τουτο δε ουδε εκεινοι ποτε συνεχωρησαν· αλλ' ημων αει λεγοντων το, Εγω και ο Πατηρ εν εσμεν, επι της δυναμεως, εκεινοι επι της θελησεως ειρησθαι τουτο φασι, λεγοντες, Πατρος και Υιου μιαν ειναι βουλησιν. Ει τοινυν Πατρος και Υιου μια βουλησις εστι, πως φησιν ενταυθα· Πλην ουχ ως εγω θελω, αλλ' ως συ; Αν μεν γαρ επι της θεοτητος το ειρημενον η τουτο, εναντιολογια τις γινεται, και πολλα ατοπα εκ τουτου τικτεται. Αν δε επι της σαρκος, εχει λογον τα ειρημενα, και ουδεν γενοιτ᾿ αν εγκλημα. Ου γαρ το μη θελειν αποθανειν την σαρκα, καταγνωσις. Φυσεως γαρ εστι τουτο. Αυτος γαρ τα της φυσεως απαντα χωρις αμαρτιας επιδεικνυται, και μετα πολλων της περιουσιας, ωστε τα των αιρετικων εμφραξαι στοματα. Οταν ουν λεγη, Ει δυνατον, παρελθετω απ' εμου το ποτηριον τουτο, και, Ουχ ως εγω θελω, αλλα ως συ, ουδεν ετερον δεικνυσιν, αλλ᾿ η οτι σαρκα αληθως περιβεβληται φοβουμενην θανατον. Το γαρ φοβεισθαι θανατον, και αναδυεσθαι και αγωνιαν, εκεινης εστι. Νυν μεν ουν αυτην ερημην αφιησι, και γυμνην (≡15Α_214≡> της οικειας ενεργειας, ινα αυτης δειξας την ασθενειαν, πιστωσηται αυτης και την φυσιν· νυν δε αυτην αποκρυπτει, ινα μαθης οτι ου ψιλος ανθρωπος ην. Ωσπερ γαρ ει δια παντος τα ανθρωπινα εδεικνυτο, τουτο αν ενομισθη· ουτως ει δια παντος τα της Θεοτητος επετελει, ηπιστηθη αν ο της οικονομιας λογος. Δια τουτο και ποικιλλει, και αναμιγνυσι και τα ρηματα και τα πραγματα, ινα μητε τη Παυλου Σαμωσατεως, μητε τη Μαρκιωνος και Μανιχαιου νοσω και μανια παρασχη προφασιν. Δια τουτο και προλεγει το εσομενον ως Θεος, και αναδυεται παλιν ως ανθρωπος».
Τι δε και ο της Αλεξανδρεων καθηγητης Κυριλλος εν τω εικοστω τεταρτω του Θησαυρου κεφαλαιω παιδευει, σαφως επακουσωμεν· " Οταν ουν φαινεται δειλιων το θανατον, και λεγων· Ει δυνατον, παρελθετω απ᾿ εμου το ποτηριον τουτο, εννοει παλιν οτι δειλιωσα τον θανατον η σαρξ, εδιδασκετο φορουμενη υπο του Θεου Λογου μηκετι τουτο πασχειν· (=0165=) ελεγε γαρ προς τον Πατερα· Ουχ ως εγω θελω, αλλ᾿ ως συ. Ουκ εφοβειτο μεν γαρ καθο Λογος εστι και Θεος τον θανατον αυτος, αλλ᾿ εις τελος διεξαγειν οικονομιαν ηπειγετο. Τουτο γαρ εστι το θελημα του Πατρος. Εχει δε και το μη θελειν αποθανειν, δια το παραιτεισθαι την σαρκα το θανατον φυσικως». Ουτος δε τον μεγαν ευαγγελιστην Ιωαννην υπομνηματιζων φησιν, " Ο αυτος τον επι τουτω λογον αποιησατο ο Χριστος, διδασκων, οτι το υπερ παντων τεθναναι θελητον μεν εχει, δια το βεβουλησθαι την θειαν φυσιν· ανεθελητον δε, δια τα επι τω σταυρω παθη. Και το οσον ηκεν εις την σαρκα παραιτουμενην το θανατον, τα τοιαυτα φησιν».
Ο δε Γαβαλων επισκοπησας Σευεριανος ο θεσπεσιος, εις το, Πατερ, παρελθετω το ποτηριον τουτο απ᾿ εμου· και εις το, Πατερ, σωσον με απο της ωρας ταυτης. "Προλαβων ο Κυριος (≡15Α_216≡> εμφραττει των αιρετικων τα στοματα, ινα δειξη οτι το πολυπαθες τουτο ενεδυσατο σωμα, το αγωνιων το θανατον· το τρεμον του θανατου την βιαν· το λυπουμενον και ταραττομενον προς το του βιου τελος. Λεγει· Νυν η ψυχη μου τεταρακται. Περιλυπος εστι η ψυχη μου εως θανατου· ουχ η θεοτης μου· απαθες γαρ το Θειον και αταρακτον και αδειλιατον. Το γαρ πνευμα, φησιν ο Κυριος, προθυμον· η δε σαρξ ασθενης. Ωστε δυο θεληματα εμφαινει· το μεν, θειον· το δε, ανθρωπινον».
Αλλ᾿ οιμαι ικανως δεδειχθαι τοις θεοφοροις τον περι τε δυαδος θεληματων του αυτου λογον, και αλλου και αλλου, και θειου και ανθρωπινου θεληματος, και του θελητον ειναι και ανεθελητον τω Σωτηρι τον θανατον· το μεν, δια το οπερ ην απ᾿ αρχης· το δε, δια το οπερ υστερον γεγονε· Αρκτεον δητα και του περι διαφορας ενεργειων, και δυαδος λογου, κατα ταξιν ημιν ταις των θεηγορων, και τουτο επισφραγιζουσι μαρτυριαις Πατερων. Αυτικα γουν ο μεγας ομολογητης και διδασκαλος Αμβροσιος, ο Μεδιολανων αρχιεπισκοπος, εν τω προς Γρατιανον δευτερω λογω, ταδε διεξεισιν· " Ισος ουν εν τη μορφη, ελαττων δε ο αυτος εν τη προσληψει της σαρκος, και τω του ανθρωπου παθει. Ποιω γαρ τροπω δυναται η αυτη ελαττων ειναι και ιση φυσις; πως δε ει ελαττων εστιν, η αυτη ομοιως ποιει απερ ο Πατηρ ποιει; Ποιω γαρ τροπω η αυτη ενεργεια εκ διαφορου εστιν ουσιας; (=0168=) μη γαρ ουτω δυναται η ελαττων, ωσπερ η μειζων ενεργειν; η δυναται μια ενεργεια ειναι, οπου διαφορος εστιν ουσια;"
Και μην ο της Ιεροσολυμιτων ιεραρχης Κυριλλος ο αοιδιμος, εν τω εις το ευαγγελικον ρητον λογω ενθα ο Κυριος το υδωρ οινον εποιησεν, ου η αρχη· "Θαυμα και τουτο θαυμα εγενηθη. Εθαυματουργησεν· εδειξεν την διπλην ενεργειαν, πασχων (≡15Α_218≡> μεν ως ανθρωπος, ενεργων δε ως Θεος ο αυτος· ου γαρ αλλος και αλλος, ει και αλλως και αλλως».
Ουτω δε και ο της μεγαλης ῾Ρωμαιων εξαρχος Εκκλησιας Λεων ο παναλκης και πανιερος, εν τω προς τον εν αγιοις Φλαβιανον κατα Νεστοριου και Ευτυχους των δυσωνυμων δογματικω τομω· " Ενεργει γαρ εν εκατερα μορφη μετα της θατερου κοινωνιας, οπερ ιδιον εσχηκε· του μεν Λογου κατεργαζομενου τουθ᾿ οπερ εστι του Λογου· του δε σωματος εκτελουντος απερ εστι του σωματος· και το μεν αυτων, διαλαμπει τοις θαυμασι· το δε, ταις υβρεσιν υποπεπτωκεν».
Ο δε το στομα χρυσουν, μαλλον δε Χριστου κεκτημενος Ιωαννης, εν τω λογω εις την Χηραν, την τα δυο λεπτα προσενεγκασαν εν τω Γαζοφυλακιω, ου η αρχη· " Απλη μεν η της νηστειας προσηγορια. Και εν μεν τοις αλλοις των συναφθεισων φυσεων διαφορος η ενεργεια της ανθρωποτητος, και της θεοτητος διαφορος η ισχυς. Οιον τι λεγω· Κατω κοπια, και ανω συγκροτει τα στοιχεια· Κατω πεινα, και ανωθεν υετους χορηγει. Κατω δειλια, και ανω βροντα. Κατω δικαστηριω παρεστηκε, και ανωθεν εαυτον θεωρει. Περι δε την ελεημοσυνην, συντρεχει το της διπλης ενεργειας. Ο γαρ ανωθεν εκ των Χερουβιμ βραβευων τοις ελεημοσιν, ουτος προ του Γαζοφυλακιου καθημενος δοκιμαζει τους φιλανθρωπους». Ο δε αυτος εν τω εις Θωμαν το αποστολον κατα Αρειανων λογω· "Ταυτα ακουσας, εκαθαρα την ψυχην απιστιας· απεδυσαμην την αμφιβολον γνωμην, ανελαβοςν το πεπεισμενον, ηψαμην του σωματος χαιρων και τρεμων. Εξηπλωσα μετα των δακτυλων και της ψυχης ομμα, και δυο λοιπον ενεργειων ησθομην».
Αλλα δη και ο σοφωτατος Κυριλλος ο της Αλεξανδρεων προεδρος, εν τω τριακοστω δευτερω του Θησαυρου κεφαλαιω· "Ου γαρ δη που μιαν ειναι φυσικην την ενεργειαν δωσομεν Θεου και ποιηματος· ινα μητε το ποιηθεν, εις την θειαν αναγωμεν ουσιαν· μητε μην της θειας φυσεως το εξαιρετον, εις τον τοις γενητοις πρεποντα καταγωμεν (=0169=) τοπον. Ων γαρ η ενεργεια, και η δυναμις (≡15Α_220≡> απαραλλακτως μια, τουτοις αναγκη και την του γενους ενοτητα σωζεσθαι».
Ταυτα μεν οιδε διαπρυσιως οι της ευσεβειας Πατερες, ους εκ πολλων η απειρων, και παντος οιον, γραφικως ειπειν, του των μαρτυρων νεφους, κατ᾿ επιδρομην, τον του γραμματος περιστελλομενοι προκεκομικαμεν ογκον, εις εναργεστατην αποδειξιν της αυτων περι του παντος Σωτηρος αληθογνωσιας Χριστου. Καθ᾿ ην ορμηθεντες, ταις αγιαις Εκκλησιαις πνευματοκινητως παρεδωκαν δυο καθαπερ του αυτου και ενος τας φυσεις, ουτως ισαριθμους ταις φυσεσι, τα τε του αυτου θεληματα και τας ενεργειας πρεσβευειν, και αλλην και αλλην, και θειαν και ανθρωπινην θελησιν και ενεργειαν, εις δηλωσιν των εξ ων, εν οις τε και απερ εστιν ο αυτος ουσιωδους διαφορας. Την τε φαντασιαν ομου και την συγχυσιν, και συν ταυταις παντελως την διαιρεσιν αποσκευαζομενης, ως ενι και τω αυτω δι᾿ ημας σαρκωθεντι Θεω Λογω, εξ ων εστι πραγματικως και ανεπιθολωτως γνωριζουσης (γνωριζομενης) καθ᾿ ενωσιν την αδιασπαστον. Διαφορας γαρ ουσιωδους επι της καθ᾿ υποστασιν ακρας ενωσεως ασυγχυτως ου γνωριζομενοις, αυτων τε των ηνωμενων, και των προσοντων αυτω φυσικως, ου δε της ενωσεως ασυγχυτως γνωρισθησεται λογος.
Οι δε της εναντιας και αντιπαλου μοιρας, το εμπαλιν. Απολιναριος μεν γαρ ο δυσσεβης, ουτως φησιν εν τω επιγεγραμμενω αυτω λογω. "Αποδειξις περι της θειας σαρκωσεως της καθ᾿ ομοιωσιν ανθρωπου· και ου μνημονευουσιν οτι το θελημα τουτο ιδιον ειρηται, ουκ ανθρωπου, του εκ γης, καθως αυτοι νομιζουσιν, αλλα Θεου του καταβαντος εξ ουρανου». Ο δε αυτος παλιν αβελτερος, " Εν τω επιγεγραμμενω· Αυτην επιφανειαν την ενσαρκον του Θεου· Εις γαρ ο Χριστος θεϊκω θεληματι μονω κινουμενος, (≡15Α_222≡> καθο και μιαν οιδαμεν αυτου την ενεργειαν, εν διαφοροις θαυμασι και παθημασι της μιας αυτου φυσεως προϊουσαν. Θεος γαρ ενσαρκος εστι, και πιστευεται· και μετα βραχεα». Και το· Πατερ, ει δυνατον, απελθετω το ποτηριον τουτο απ᾿ εμου· πλην μη το εμον, αλλα το σον θελημα γενεσθω, ουκ αλλου και αλλου θεληματος εμφασιν εχει, μη συμβαινοντων αλληλοις, αλλ᾿ ενος και του αυτου· θεϊκως μεν ενεργουμενου· οικονομικως δε παραιτουμενου τον θανατον· επει Θεος ην σαρκοφορος ο τουτο λεγων· μηδεμιαν εν τω θελειν εχων διαφοραν».
Ο δε εκεινου της ασεβειας μαθητης και διαδοχος, και φερωνυμως τω της αληθειας λογω πολεμιος, Πολεμων ο αιρετικος, εν τω προς τους αγιου Πατερας Αντιρρητικω, ταδε δυστροφως φησιν· " Ο Λογος γαρ (=0172=) Θεος ην ο Χριστος, και τελειοτητι σαρκος ενωθεις και γενομενος ανθρωπος ου τον τρεπτον νουν εαυτω καταμιξας, θεληματι φυσικω επι ταναντια κινουμενον, εαυτω δε μαλλον γενομενος νους, ατρεπτω θεληματι θεϊκω παντα πεποιηκεν. Αλλ᾿ ου το μεν θειον, το δε, θεωθεν, κατα τον Καππαδοκην Γρηγοριον, επει τρεπτον. Το γαρ θεωθηναι δυνηθεν, και γεωθηναι παντως ηδυνατο, κατα τον πρωτον Αδαμ». Και εν εκτη των προς τον Τιμοθεον αυτω γεγραμμενων γεγραμμενων επιστολη, τον αυτω συνεργατην, και της ασεβειας συλληπτορα πονηρον· " Ο δυο θεληματα λεγων Χριστου, κατα τους παλαι και νυν φησαμενους, η τον ενα δυο τινας εισαγει Χριστους, αλληλων ου φυσει μονον, αλλα δη και απεχθεια διηρημενους· η τον αυτον εαυτω διδασκει μαχομενον. Ενθα γαρ δυας, παντως διαιρεσις».
Αλλα και Θεσμιστιος, ο της μεν Σευηρου συμμοριας υπασπιστης, της δε των Αγνοητων εξαρχος κακοφροσυνης, εν κεφαλαιω με´ του λογου δευτερου των κατα του επιδοθεντος τομου (≡15Α_224≡> Θεοδωρα τη βασιλιδι παρα Θεοδοσιου του αιρεσιαρχου, των απ᾿ αυτου κατονομασθεντων αιρετικων, ταδε θεοστυγως· " Ου γαρ επει τε και ιερος Αθανασιος δυο θεληματα εφη τον Χριστος δεικνυναι, κατα τον του παθου καιρον, ηδη και δυο θελησεις αυτω περιθησωμεν· και ταυτας μαχομενας αλληλαις, κατα τους σους τουτους συλλογισμους· αλλ᾿ εισομεθα ευσεβως, την ως ενος μιαν θελησιν του Εμμανουηλ, πη μεν, ανθρωπινως κινεισθαι, πη δε θεοπρεπως». Ο δ᾿ αυτος παλιν συσαντητος αιρετικος, εν κεφαλαιω νβ´, λογω γ´της κατακολουθου του συμφυλετου της αυτου δυσσεβειας γεγονυ«ας αυτω πραγματειας· " Μιαν φημι του Εμμανουηλ την γνωσιν και την ενεργειαν, καθα και την θελησιν. Σκοπει ουν ουτως· Ο ατρεπτος, ως Θεος, ο παντος παθους ανωτερος, ανθρωποπρεπως κινηθεις κατα την θελησιν, παραιτειται το παθος· θεοπρεπως δε παλιν προς το παθος αναθαρρει, και δια σαρκος τουτων εκατερον». Και ταυτα μεν οιδε δυστροπως.
Οι δε τουτων επισης και της αληθειας αντιφρονες, τους της διαιρεσεως λεγω καθηγητας, προς την ισην εκεινοις και την αυτην περι τε θεληματος ενος και μιας ενεργειας συνελαυνομενοι κακοδοξιαν· οι και την εν σχεσει γνωμικην επρεσβευον ενωσιν, ταδε περιβομβουσι. Θεοδωρος μεν ο κακοφρων και δυσερις, ο την Μομψουεστινων ληϊσαμενος, εν τοις (=0173=) εις τα θαυματα παρεξηγηθεισιν αυτω λογου δευτερου· "Θελω, καθαρισθητι, προς τον λεπρον ειπων ο Σωτηρ, εδειξε μιαν ειναι την θελησιν, μιαν την ενεργειαν, κατα μιαν και την αυτην εξουσιαν προαγομενην, ου λεγω φυσεως, αλλ᾿ ευδοκιας, καθ᾿ ην ηνωθη τω Θεω Λογω ο κατα προγνωσιν, εκ σπερματος Δαυιδ υστερον γενομενος ανθρωπος, εξ αυτης μητρας την προς αυτον ενθιαθετον εχων οικειωσιν».
Ο δε της εκεινου μανιας οπαδος και διαδοχος, Νεστοριος ο αλητηριος, εν τη λεγομενη αυτω Εμφανει μυησει λογου δευτερου (≡15Α_226≡> της κατ᾿ αυτην πραγματειας ταδε κακουργως· " Ασυγχυτως φυλαττομεν τας φυσεις, ου κατ᾿ ουσιαν, γνωμη δε συνημμενας, δι᾿ ο και μιαν αυτων την θελησιν, ενεργειαν τε και δεσποτειαν ορωμεν, αξιας ισοτητι δεικνυμενας. Ο γαρ Θεος Λογος αναλαβων ον προωρισεν ανθρωπον, τω της εξουσιας λογω προς αυτου προεκριθη, δια την προγνωσθεισαν διαθεσιν». Ο δ᾿ αυτος αυθις παραφρων εν τη αυτη λογου τεταρτου· η Ουκ αλλος ην ο Θεος Λογος, και αλλος ο εν ω γεγονεν ανθρωπος. Εν γαρ ην αμφοτερων το προσωπον αξια και τιμη, προσκυνουμενον παρα πασης της κτισεως, μηδενι τοπω η χρονω ετεροτητι βουλης και θεληματος διαιρουμενον.
Αλλα μην και Παυλος ο Περσης ψευδοδιακονος ων της Νεστοριου μιαρωτατης αιρεσεως, εν τω Περι κρισεως αυτου λογω, ταδε συν εκεινοις φθεγγεται θεομαχων. " Επειδη κατ᾿ ουσιαν η του Θεου Λογου προς ον ανελαβεν ανθρωπον ου γεγονεν ενωσις, μια φυσις ου γεγονεν. Ει δε μια φυσις ου γεγονεν, μια μονοπροσωπος ο Χριστος ουκ εστιν υποστασις· ουκουν κατ' ευδοκιαν η ενωσις, βουλης και γνωμης ταυτοτητι κρατουμενη, ινα και το διαφορον των φυσεων ασυγχυτον δεικνυται, και το της ευδοκιας μυστηριον μοναδι βουλησεως διαδεικνυται».
Οις, ως ορατε, παναριστοι, τατε γραμματα, και προ τουτων διασκοπουντες τα δογματα, λιαν εν πασι ομοφωνας τε και ομολογος, η, ουκ οιδ᾿ οπως, νυν δια τας αμαρτιας ημων επεισφρησασα κατα της αμωμητου πιστεως καθεστηκεν ενωσις, το εν επι Χριστου θελημα κυρουσα, και την μιαν ενεργειαν ομοιως τοις αφροσι. Το μεν εν θελημα δια του λεγειν· " Οθεν τοις αγιοις Πατρασιν εν απασι, και εν τουτω κατακολουθουντες, εν θελημα του Κυριου ημων Ιησου Χριστου ομολογουμεν». Την δε μιαν ενεργειαν, δια του φασκειν· " Αλλα γαρ και επεσθαι ταυτη, τουτεστι τηρησει των δυο ενεργειων, το και δυο πρεσβευειν θεληματα». Και γαρ ει επεσθαι τη ενεργεια τα θεληματα διοριζεται, πασα πως αναγκη, του επομενου προς αυτης κυρωθεντος, λεγω δη (≡15Α_228≡> του ενος θεληματος, κυρουσθαι και το ηγουμενον, ηγουν την μιαν ενεργειαν. Ταυτην γαρ επειγομενη σοφιστικως τη μια θελησει συνεισαγαγειν, επεσθαι τη ενεργεια την θελησιν κατα δοξαν εθεσπισεν. (=0176=) Διο και Πατερας οιδεν οις εν τουτω και πασι κατηκολουθησεν, ου τους οντως, αλλα τους μηδ᾿ ολως αγιους. Ου γαρ δηπου ποτ᾿ αν περι ενος θεληματος φησειε τις Αθανασιον τον αοιδιμον, διαρρηδην βοωντα καθαπερ φθασαντες παρεστημεν η Δυο θεληματα ενταυθα δεικνυσι· το μεν, ανθρωπινον, το δε, θεϊκον». Ου Γρηγοριον τον Θεολογον, περι του ανθρωπικου του Σωτηρος θεληματος λεγοντα· "Το γαρ εκεινου θελειν, ουδε υπεναντιον Θεω, θεωθεν ολον». Ου τον ομωνυμον αυτω Νυσσαεων καθηγητην· " Η ψυχη θελει, το σωμα απτεται, φασκοντα», και· "Τω ενεργουντι σωματι, και τη ορμη του εν τη ψυχη γινομενου θεληματος». Και· "Θελων μεν δια της ψυχης, απτομενος δε δια του σωματος», και, " Αλλον το ανθρωπινον θελημα, και το θειον αλλον, και ειπων· Μη το εμον, το ανθρωπινον τω λογω εσημανεν· προσθεις δε, Το σον, εδειξε το συναφες της εαυτου προς τον Πατερα θεοτητος».
Ου τον Χρυσοστομον Ιωαννην, παιδευοντα· "Ου γαρ αγωνιαν μονον εμφαινει τα ρηματα, αλλα δυο θεληματα. Και αν μεν επι της θεοτητος το ειρημενον ην τουτο, αντιλογια τις γινεται. Αν δε επι της σαρκος, εχει λογον τα ειρημενα. Ου γαρ το μη θελειν αποθανειν την σαρκα καταγνωσις· φυσεως γαρ εστι τουτο. Αυτος δε τα της φυσεως απαντα χωρις αμαρτιας επιδεικνυται, και μετα πολλης της περιουσιας». Ου Κυριλλον τον Αλεξανδρειας σοφως εκδιδασκοντα· "Τουτο γαρ ην το θελημα του Πατρος, εις τελος διεξαγαγειν την οικονομιαν. Εχει δε και το μη θελειν αποθανειν, δια το παραιτεισθαι την σαρκα τον θανατον φυσικως». Και· "Θελητον μεν εχει το υπερ παντων τεθναναι, δια το βεβουλησθαι την θειαν φυσιν· ανεθελητον δε δια την σαρκα παραιτουμενην τον θανατον φυσικως». Ου Σευεριανον τον (≡15Α_230≡> των Γαβαλων προεδρον, μαρτυρουμενον, " Ωστε δυο θεληματα εμφαινει· το μεν θειον· το δε ανθρωπινον». Αλλ᾿ ουδε περι μιας ομολογιας τον μεγαν ομολογητην Αμβροσιον, εμφρονως κηρυττοντα, "Ποιω γαρ τροπω η αυτη ενεργεια διαφορου εστιν ουσιας. Μη γαρ δυναται μια ενεργεια ειναι, ο που διαφορος ουσια εστιν». Ου Κυριλλον τον Ιεροσολυμων, παρεγγυωμενον, " Εδειξε την διπλην ενεργειαν, πασχων μεν, ως ανθρωπος, ενεργων δε, ως Θεος ο αυτος». Ου Λεοντα τον θειον, αποφωνουντα τε συνετως, " Ενεργει γαρ εκατερα μορφη μετα της θατερου κοινωνιας, οπερ ιδιον εσχηκεν. Ου τον Χρυσοστομον αυθις. Και εν μεν τοις αλλοις, των συναφθεισων φυσεων διαφορος η ενεργεια, της ανθρωποτητος και της θεοτητος· περι δε την ελεημοσυνην, συντρεχει το της διπλης ενεργειας· και δυο λοιπον ενεργειων ησθομην». Ου Κυριλλον ομοιως τον Αλεξανδρειας ιερωτατον καθηγητην, "Ου γαρ μιαν δηπου ειναι φυσικην την ενεργειαν δωσομεν Θεου και ποιηματος».
(=0177=) Τουτους, η τινας τουτων, ουχ αγιους, ουτε μην εγκριτους ειναι διαγορευει της Εκκλησιας μυσταγωγους· αλλα και την αυτων περι τε θεληματων δυο και ενεργειων περιδοξον ομολογιαν, δυσσεβη τυγχανειν, και αλλοτριαν του Χριστιανικου δογματος αποφαινεται. Πιστουται γαρ ταδε φασκουσα τον λογον ημιν. Ωσαυτως δε και την των δυο ενεργειων ρησιν πολλους σκανδαλιζειν, ως μητε τινι των αγιων και εγκριτων της Εκκλησιας μυσταγωγων ειρημενην, αλλα γαρ και επεσθαι αυτη το δυο πρεσβευειν θεληματα εναντιως προς αλληλα εχοντα· και εντευθεν δυο, τους ταναντια θελοντας εισαγεσθαι· οπερ δυσσεβες υπαρχει και αλλοτριον του Χριστιανικου δογματος" Ιδου σαφως, και γυμνη τη κεφαλη, το δη λεγομενον, ουχ αγιων υπαρχειν, ουτε μην εγκριτων οριζεται της Εκκλησιας μυσταγωγων, το δυο πρεσβευειν θεληματα, και τας κατ᾿ αυτην ηγουμενας ισαριθμους αυτοις ενεργειας· δυσσεβων δε μαλλον, ως δυσσεβες, και αλλοτριον, η φησι, του Χριστιανικου δογματος· και δυο τους ταναντια (≡15Α_232≡> θελοντας επεισαγον τοις ταυτα κηρυττουσιν. Ηγουν τα δυο θεληματα, και τας ισαριθμους αυτοις ενεργειας πνευματοκινητοις Πατρασιν, οις ουδε ηλατο κατακολουθειν, η αγιους τουτους αποκαλειν, η ολως κατ' εκεινους συν εκεινοις ταυτα πρεσβευειν, εις την του κατα σαρκα Χριστου του Θεου μυστηριου βεβαιωσιν. Αλλα τισι και τινας τους περι ωνκαι οις εφησεν την της μιας ενεργειας ειρησθαι φωνην, και ακολουθειν εν τουτω καθα και εν πασι προς το εν θελημα Χριστου του Θεου ομολογειν, οι τε περιφανως οντες διεδειχθησαν, οι τε της συγχυσεως προμαχοι και της διαιρεσεως ηγεμονες.
Οιον, ουκ απεικως γαρ εις πιστωσιν και αυθις επιτομως επιδραμειν, Απολιναριος ο δυσσεβης ταδε θεομαχων· Εις γαρ ο Χριστος, θεϊκω θεληματι μονω κινουμενος, καθο και μιαν οιδαμεν αυτου την ενεργειαν, και μηδεμιαν εχων εν τω θελειν διαφοραν. Πολεμων ο της αληθειας πολεμιος. "Ατρεπτω θεληματι θεϊκω παντα πεποιηκεν· αλλ᾿ ου το μεν, θειον· το δε, θεωθεν, κατα τον Καππαδοκην Γρηγοριον». Και, " Ο δυο θεληματα λεγων Χριστου, κατα τους παλαι και νυν φυσωμενους, η τον ενα δυο τινας εισαγει Χριστους, η τον εαυτω διδασκει μαχομενον. Θεμιστιος ο αθεμιτος, Αλλ᾿ ισωμεθα την ως ενος μιαν θελησιν του Εμμανουηλ, πη μεν, ανθρωπικως κινεισθαι, πη δε, θεοπρεπως· και, Μιαν φημι του Εμμανουηλ, την γνωσιν και την ενεργειαν, καθα και την θελησιν. Θεοδωρος ο θεοπληξ, Εδειξε μιαν ειναι την θελησιν, μιαν την ενεργειαν, κατα μιαν και την αυτην εξουσιαν προαγομενην. Νεστοριος ο παμπληξ, Διο και μιαν αυτων την θελησιν, ενεργειαν τε και δεσποτειαν ορωμεν. Παυλος ο και την γνωμην Περσης, Κατ᾿ ευδοκιαν η ενωσις, βουλης και γνωμης ταυτοτητι κρατουμενη· και, Το της ευδοκιας μυστηριον μοναδικης βουλησεως διαδεικνυται. Τουτους δη τους εναγεις και αλαστορας, Πατερας αγιους οριζεται. (≡15Α_234≡> Τουτοις εγκριτους οιδε της Εκκλησιας μυσταγωγους, οις εν πασι, καν τουτω κατακολουθησασα, και μιαν Χριστου του Θεου συνοριζομενη θελησιν και ενεργειαν, τον της οικονομιας ομοιως αυτοις συγχει τε και διατεμνει λογον.
(=0180=) Πως ουν, τα των εναντιων φρονουσα, φρονειν ετερως υπειληφεν, αναλλαξ τιθεμενη τας ψηφους· και του οντος το μη ον αιρουμενη τε και προκρινουσα. Και γαρ αληθειας ουκ αδικιας κρινουσης, παντι που σαφες, ως εκεινος εκεινοις υπαρχων συμφωνος και ομολογος, ουχ ο λεγων α μη λεγουσιν, αλλ᾿ πρεσβευων α δογματιζουσιν. Ειπερ ασυμφωνια μεν το ετεροδοξον, συμφωνια δε, το ομοδοξον οιδε χαρακτηριζειν. Καιτοι μαρτυρεται πως και αυτη, βοωσα, μη δυο τετολμηκεναι θεληματα φαναι ποτ᾿ αν τον μιαρον Νεστοριον· αλλα αυτοβουλιαν, τουτεστιν, εν θελημα, των πλαττομενων αυτω δυο προσωπων ομολογειν. Ει τοινυν και κατα ταυτην, ου δυο μεν, εν δε θελημα πρεσβευει Νεστοριος· τουτο δε και Απολιναριος, και οι απ᾿ εκεινων δυσσεβεις απαντες, και μεντοι και μιαν ενεργειαν, ως ο λογος απεδειξεν, αναμφηριστως αρα δυο μεν ημας λεγοντας κατα τους θειους Πατερας, ετεροφρονας παντη· μιαν δε λεγουσαν εαυτην ομοφρονα Νεστοριω τε και Απολιναριω, και τοις αμφ᾿ αυτοις ουσαν, οις δογματιζει παρεστηκε· και τους μεν θειους παραγραφομενην, ως εφην, τους δε εναγεις, οικειους Πατερας επιγραφομενην.
Τινος δε ταυτην, η ποιας εκβιασαμενης αιτιας, κατα της ευσεβους εισκεκομικεν ομολογιας; Ει μεν ως ουκ εχοντων πιστιν ημων, ψευδης ο λογος· Χριστιανοι γαρ και προ ταυτης απαντες, οι τον ορθον λογον πρεσβευοντες. Ει δε ως εχοντων, φευκτος ο τροπος, το περιττον, ως κιβδηλος, επεισαγων, ω την αυτων συσκιαζοντες πανουργιαν, και ουδενος ουδε μιαν συνοδου καθαπαξ, η Πατρος, η Γραφης χρησιν προκομιζειν, εις την των οικειων εχοντες μαρτυριαν, ταυτα φασι, πλαττομενοι της ευσεβειας τα (≡15Α_236≡> δογματα, α παρεδωκασιν ημιν οι απ᾿ αρχης αυτοπται, και υπηρεται του Λογου γενομενοι, και οι τουτων μαθηται και διαδοχοι καθεξης, θεοπνευστοι της αληθειας διδασκαλοι· ταυτον δε ειπειν, αι αγιαι και οικουμενικαι ε´συνοδοι των μακαριωτατων και θεοφορων Πατερων. Αλλ᾿ ει ταυτα παρεδωκαν, τις η αποδειξις, η ποθεν εκεινοις των τοιουτων δογματων η πιστωσις; Αλλως τε τας αγιας προσεχοντων ημων και ομολογουντων συνοδους, δηλον ως των επεισακτων κιβδηλος η εφευρεσις. Ει δε μη ταυτα των αγιων συνοδων, τις ο του δραματος ογκος, κλησει των πανευφημων το δυσφημον επικαμπτων, ως αν δελεαρ η τοις απλουστεροις εις την της αληθειας αποστασιν, των περιδοξων Πατερων τε και συνοδων η προσηγορια, (=0181=) τοις ετεροφροσιν ανωθεν εξ αρχης ευμηχανως εξηυρημενη, προς τε την των οικειων, ως εφην, συγκαλυψιν, και των υπαγομενων δολεραν οιον υφαρπαγην. Οθεν εις παντελη των τοιουτων καταργησιν, λεγω δη των κατα καιρους τας απατηλας εξερευνωντων εξερευνησεις κατα της πιστεως, και συνοδικος οριζεται καλλιστα νομος της αγιας εν Χαλκηδονι συναξεως των μακαριων Πατερων, ωδε πη κελευομενος· " Ωρισεν η αγια και οικουμενικη συνοδος, ετεραν πιστιν μηδενι εξειναι προφερειν, ηγουν συγγραφειν η συντιθεναι, η φρονειν η διδασκειν ετερους· τους δε τολμωντας η συντιθεναι πιστιν ετεραν ηγουν προκομιζειν, η διδασκειν η παραδιδοναι ετερον συμβολον, τοις εθελουσιν επιστρεφειν εις επιγνωσιν της αληθειας εξ Ελληνισμου η Ιουδαϊσμου, ηγουν εξ αιρεσεως οιασδηποτουν, τουτους, ει μεν ειεν επισκοποι η κληρικοι, αλλοτριους ειναι τους επισκοπους της επισκοπης, και τους κληρικους του κληρου· ει δε μοναζοντες η λαϊκοι ειεν, αναθεματιζεσθαι αυτους».
(≡15Α_238≡> Τις ουν αρα των οποσουν ησθημενων Θεου, και της αυτου παμφαους δοξης εξηρτημενων, παρ᾿ ου, και δι᾿ ου, και εις ον η σωτηρια των ευσεβως ομολογουντων αυτον, ετ᾿ αν την δια των θεσπεσιων λογιων τε και Πατερων ανωθεν και εξ αρχης παραδεδομενην ημιν ορθοδοξον πιστιν απολιπειν, και προκριναι την προσφατον καινοτομιαν· καθ᾿ ης, ωσπερ δη και πασης ετερας παρα τον ευσεβη λογισμον εξηυρημενης τοις ετεροφροσιν, ο της εγκριτου και συνοδικης αρας ενθεσμος εξενηνεκται των εν Χαλκηδονι συνειλεγμενων αγιων Πατερων, ως ο λογος απεδειξεν· αι μη που της οικειας καταναρκησας ζωης, της απο Θεου δοξης την αλλοτριωσιν προτετιμηκε. Διο δη πραγμασιν αυτοις θεωμενοι, Δεσποτα, και κατανοουντες προοδον ουσαν φανερως αναφανδον και προκηρυξιν, εις τε θεοσεβειας απασης ανατροπην, και της του Μονογενους εξαρνησιν αληθους επιγνωσεως, εσχατης τε πλανης και του τελευταιου θηρος, κατα την των ταυτα φρονουντων αγιων ανδρων, εξ επιπνοιας θειας και μακαριωτατης ελλαμψεως προαγορευσιν, εις ημετεραν φρουραν των τα τελη των αιωνων κατειληφοτων, ταυτην δη την επεισακτον καινοτομιαν παντι σθενει της εαυτων εκαστος καρδιας τηρησωμεν, ως αν μη συναπαχθωμεν απεριμεριμνως οιον και ατημελως, αλλ᾿ ουκ εμβριθως λιαν και ανδρικως κατα πασης ασεβειας ισταμενοι, λογισμους, Γραφικως ειπειν, καθαιρουντες , και παν υψωμα επαιρομενον κατα της γνωσεως του Θεου.
Ταυτη τοι και αυτος ο των ολων Σωτηρ Κυριος ημων και Θεος, φιλανθρωπως ημας ασφαλιζομενος· Τοτε, φησιν, εαν τις υμιν ειπη· Ιδου ωδε ο Χριστος, ιδου ωδε· μη πιστευσητε, τας κιβδηλους περι αυτου των επιλοξων, και διαφορους πιστεις και υποληψεις, του κατ᾿ αυτον πορρωτατω μυστηριου διαπεμπομενος, και τους οικειου οπαδους αλλοτριας απασης ( δοξης ) ανειργων, (≡15Α_240≡> αις το (=0184=) ειλικρινες της εις αυτον ομολογιας εκταραττειν ειωθασιν αμα και πολεμειν, οι τον τροπον εριστικοι και αντιφρονες· ως αν μη ποτ᾿ αν ο ευσεβης καθ᾿ ημας και φιλοθεος νους τινι τουτων αλους, αποπεση αληθειας, πιθανοτητι μυθων παραρρυεις, αλλ᾿ ουκ αποδειξει πατρικων λογων βεβαιωθεις. Γρηγορειτε γουν και προσευχεσθε, παρεγγυα, δια τουτο παλιν ο λογος ημιν, ινα μη εισελθητε εις πειρασμον· εγρηγορσει μεν, την περι τουτο νηψιν, προσευχη δε, την αυτου κατα χαριν αντιληψιν βουλομενος ημιν εμποιησαι. Πειρασμον δε τον εκ πλανης, ουκ αναγκης φησιν ενταυθα, εις ον οικοθεν, ουχ ετεροθεν εισαγομεθα, της ευθειας παρεκκλινομενοι τριβου και βασιλικης· ην ευθυτομουντες αυτοι θεοδηγητοι, και τους κατ᾿ εμε τον υμετερον επ᾿ αμφοτερων χωλαναντας των ιγγυων σοφως οδηγησατε, προς το ασκιον ανακομιζοντες φως και ανεσπερον, της του λογου θειοτατης ομολογιας και πολιτειας, προς την εκειθεν αμοιβην αποβλεποντες. Επει και νομος παρακελευεται θειος τους καθ᾿ υμας δυνατους των ασθενουντων τα βαρη βασταζειν, και ουτω τον νομον αναπληρουν. Βαρυ δε βαρος υπερ τι αλλο καθεστηκε των δυσχερων, η περι των αυτων διαφορια λογων, εγγινομενη τοις νηπιωδεστεροις, χρονων τε και προσωπων υπαλλαγαις, απατη τυχον, η απειλη των κολακευοντων, σαινοντων η ακριβουντων· και εν καιρω μαλιστα της του παντος ανωμαλιας, ασχετως επιφυομενων. Χειρα τοιγαρτοι συμπαθως ορεγοντες τω υμετερω μη διαλειποιτε προσφυγι, τουτο μεν λογω καθαιροντες επιστημονως· τουτο δε προσευχη στηριζοντες φιλανθρωπως, και αυτω προσοικειουντες τε και προσαγοντες, τω παρ᾿ υμων ορθως τε προσκυνουμενω και πιστευομενω Θεω Λογω και παμβασιλει των αιωνων, νυν τε και κατα την αυτου φοβεραν επιφανειαν· ω συν Πατρι και αγιω Πνευματι, τιμη, κρατος, δοξα, προσκυνησις, εις τους αιωνας των αιωνων. Αμην.

ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΘΕΛΗΜΑΤΩΝ ΤΟΥ ΕΝΟΣ ΧΡΙΣΤΟΥ ΤΟΥ ΘΕΟΥ ΗΜΩΝ
Περι θεληματων β´ του ενος Χριστου του Θεου ημων.

(≡15Α_242≡> Αλλα μεν αλλοις εις ασφαλειαν τε ομου και κοσμον τεχνικως επινενοηνται, σχηματα τε και ειδη· και τουτοις εμπρεπειν δοκουσι τω φαινομενω, του κρυπτομενου δι᾿ ανοιαν καταναρκησαντες· σοι δε, Πατερ ηγιασμενε, προς αδιαστατον ηδη μετενεγκοντι βιον τον λογισμον, η ατεχνος και παντος ειδους και σχηματος υπερεχουσα, προς καλλος ηρκεσε και φρουραν αρετη, τοσουτον ωραιζουσα σου προς τω (=0185=) αφανει, και το πασιν ορωμενον, οσον ποθον του λυομενου και κοσμου ( κοσμικου ) τον ισταμενον, και ου ποτε κορον εχοντα προετιμησας. Μαλλον δε τοσουτον αποδεικνυσα, καθως θεμις, προσωκειωμενον Θεω και ομοιον, οσον υλης και των περι ταυτην ηλλοτριωμενον παντη κατα σχεσιν απεφηνε και ανομοιον. Ενθεν σοι και το αναλωτον προς τα δρωντα κακως περιεστιν. Ου γαρ πεφυκε προς εκεινων πασχειν ο γνωμη πεπονθως τα καλα, και προς εκεινων δι᾿ ολου κρατουμενος, ποθου τε πληρωσιν ειληφως, την εφ᾿ εαυτω του ποθουμενου τελειαν εκνικησιν, και παυλαν κινησεως την αεικινητον στασιν, καθ᾿ ην ο παλαι της φυσεως κρατησας εξαφανιζεται θανατος, ουχ ηττωμενης τουτω δια παραβασεως. Ου γαρ ετι σαλον υφιστασαι, δια την επικρατησασαν χαριν του Πνευματος, υφ᾿ ης τω αντεχεσθαι κατ᾿ ευχας αντεχομενος, και τας ταυτης επιστημονως εξανυων τριβους, υποδεικνυεις μεν κατ᾿ ενεργειαν, οσαι βασιλικαι και θειαι τυγχανουσιν, τοις προς απλανη τριβον την της ευσεβειας ιθυπορειν βουλομενοις· τουτων δε τας παρ᾿ εκατερον (≡15Α_244≡> εκτροπας διοριζεις· και των μεν τας ηπειλημενας ανιας· των δε τας επηγγελμενας ιερας αμοιβας υποφαινεις· ως αν δεει και ποθω προς την ενθεον αγαγοις τελειωσιν. Και σου την εργασιαν αποθαυμασας επαινω προσηκοντως την συνεσιν· μαλλον δε την περι εκατερα καταπλαγεις ευτονιαν, τον δυναμουντα σε και σοφιζοντα δοξαζω Θεον, λιπαρων ταις αυταις χρησθαι μεθοδοις προς τους ενδεεις φρενων, και μη καμνειν· ου γαρ εχει καματον η αρετη, παντων ουσα κατεργαστικη των καλων, μεχρις οτου νουν εμποιησης Χριστου, και τα βαθη του Πνευματος διερευναν εκπαιδευση, ου και τα εμφανη, πασαν των οντων περιγραφει σοφιαν και δυναμιν, και την εν μυστηριω λαλουμενην αποκαλυπτει, τοις κατα σε προσθεμενοις αυτω, και μηδεν εις συμβιωσιν τουτου προκρινασι τιμιωτερον.
Αλλ᾿ επειδη την πασων πρωτιστην ομοιως και τελευταιαν, ως πραγωγον και σφραγιδα περιλαμπουσαν αρετην κεκτημενος· λεγω δη την ταπεινωσιν, πυθεσθαι κατηξιωσας τον σον οικετην και μαθητην, δια τον περι φυσικου θεληματος ορισμον, ον ο ευλαβης πεποιηκε μοναχος, ει ευ εχει, η μη, φησας, "Δυναμιν υπαρχειν του κατα φυσιν οντος ορεκτικην, και των ουσιωδως τη φυσει προσοντων συνεκτικην παντων ιδιωματων». Και, οτι αλλο τουτο, και το γνωμικον αλλο, καλως εχειν υπολαμβανω, και της των θεοκριτων ουκ απαδοντα διδασκαλιας Πατερων, ει και τισιν ενομισθη μη ουτως εχειν, θελησιν και θεληθεν η θελητον (=0188=) ισχυριζομενοις το θελημα τους Πατερας οριζεσθαι. Και τις ουτως οριζεται, και ποιος των Πατερων, ηδεως αν ηρομην αυτους. Ει γαρ ουτως, τι ποτε αλλο τουτο καθεστηκεν, η διαλληλος δειξις, η τον αυτου καθ᾿ εαυτον μη διευκρινουσα λογον, (≡15Α_246≡> αλλ᾿ εκατερου τον αυτον δι᾿ εκατερου τιθεμενη παρα το εικος, και προισχουσα, οπερ υπαρχει το, θελησιν οριζειν το θελημα, και τουτο αυθις εκεινην. Αντιστρεφει γαρ προς τον οικειον ορον τα οριζομενα. Οτι γαρ και θελησιν το θελημα λεγουσιν, δηλον. Ου μην ως ορισμον θεληματος τουτο φασι. Τις γαρ ο δειξαι δυναμενος· επει και βουληματος βουλησις, και κινησις αυθις κινηματος, και ανθρωπου ανθρωποτης εσται, κατα τους λεγοντας, ορισμος. Ειτε δε ουτως, ειτ᾿ εκεινως σημαινουσι το σημαινομενον, ουδαμως την υπαρξιν αυτου παραβλαπτουσι, ειτε κινησις, ειτε ουσια το δηλουμενον η. Και γαρ ει τουτο, παντων καθολικων αμα και μερικων διαπεσειται παντως η υπαρξις. Διαφοροις γαρ εν πασι προσχρωμεθα σημασιαις. Κακεινο δε φημι, ως ει και θελησιν το θελημα προσαγορευουσιν, αλλ᾿ ουδαμως θεληθεν η θελητον. Πως γαρ ταυτον εφεσις, και εφετον; Ει γαρ τουτο, προς τι κινηθησεται, αυτο τουτο κυριως υπαρχουσα προς οπερ αν και κινειται, και μη αλλο παρ᾿ εκεινο την φυσιν τυγχανουσα; Μεση γαρ αυτη των ακρων σχεσις εστιν· ενωποιουσα μεν ταυτα δι᾿ εαυτης, ου συμβαινουσα δε τουτοις κατα την υπαρξιν. Και μαρτυς ο θειος και μεγας Γρηγοριος, το θεληθεν και γεννηθεν, ουκ εις ταυτον αγων τη θελησει και τη γεννησει καθαπαξ· αλλα δια τουτων ως σχεσεων φυσικων, αναγων επι τον γεννωντα και θελοντα. Ει γαρ μητε την αναφοραν του θεληθεντος η γεννηθεντος προς την θελησιν και την γεννησιν ποιησαι κατεδεξατο, καιτοι μεσης κατα φυσιν ουσης, "Ου γαρ επεται παντως, φησι, πως εμελλεν εις ταυτον αγαγειν, και εν ειναι ταυτα διαγορευειν».
Αλλως τε· ει θελημα φασι το θεληθεν, θεληθεν δε και θελητον κατα φυσιν ημεις· Θεου γαρ κτισμα τυγχανομεν, ουκ αλλο λοιπον η μονον ημας θελημα κατα φυσιν εχει Θεος, γινομενον τε και απογινομενον, καθα και ημεις· πριν δε ειναι, παντος ων θεληματος ερημος. Το αυτο δε και επι ημων συναχθησεται, και οικειον (≡15Α_248≡> μεν ημιν και φυσικον ου προσεσται, μονον δε το εξωθεν θεληθεν, ον τε και μη ον· καλον και μη τοιουτον, περιπλασθησεται· πως ( προς) δε και θεληθεν τε των εκτος υπαρχει. Δια γαρ τον προς αυτο θελησει κινουμενον, αλλ᾿ ου δι᾿ αυτο λεγεται, θεληθεν και θελητον. Ως εαν μηδεν θεληση των οντων, ο την φυσικην θελησιν εχων, ουδεν αυτω θεληθεν η θελητον. Τις ουν ο λογος τοις θελημα το θεληθεν ισχυριζομενοις υπαρχειν , η λεγεσθαι προς των αγιων Πατερων αποφαινομενοις;
(=0189=) Εστω δε και ουτω λεγομενον κατ᾿ αυτους, ου γαρ περι διαφορας ονοματων ημιν, αλλ' ευσεβων νοηματων ο λογος· εκεινο δε προσηκοντως ερομενοις αποκριθωσιν, ει αλλο κατα φυσιν εστι το θειον προς το ανθρωπινον θελημα· και αλλο προς εκεινο τουτο, καν ει μυριως καληται και ονομαζηται· τουτο διδαξωσι, και κραδαινομενην ημων επι τω αγνωστω στηριζωσι την διανοιαν· και οι λιαν αυτων ταις ονοματοθεσιαις δυσχερανομεν, αλλ᾿ ει τι και παρ᾿ εαυτων εν τουτοις συνεισενεγκομεν. Ει γαρ αλλο και αλλο κατ᾿ουσιαν ουκ εστι, δηλον ως εν φυσει και ταυτον. Και ει τουτο, και η φυσις εξ αναγκης μια και απαραλλακτος. Ου γαρ ετεροτης φυσικη θεληματων ουκ εστιν, ουδ' ουσιας το παραπαν και φυσεως. Ει δε αλλο φυσει και αλλο, διαφορα παντως· και ει διαφορα, πως τον εν ποσω τουτων αριθμον ουχ ομολογησαι χρεων; Η γαρ τουτου εξαρνησις, αυτης τε παμπαν αφανισμον, και των διαφεροντων, ως ουκ οντων, εργαζεται. Πως γαρ και ειναι δυνατον και μη αριθμεισθαι, και δι᾿ ηντινα την αιτιαν; η πως οντα μεν κατα φυσιν, ουκ αριθμουμενα δε τα θεληματα την αυτην, ειπερ ευλογως μη παυσοιντο του αριθμεισθαι καυται αι φυσεις; Το γαρ επ᾿ εκεινων καλον, εμφυτων οντων και συστατικων των πραγματων, και επ᾿ αυτοις υπαρχειν προσηκει τοις πραγμασι, και η κακ τουτων ανελωσι τον αριθμον, ως οτι (≡15Α_250≡> κατ᾿ αυτους λυμαινομενον, η μηδαμως παραβλαπτοντα, και επ᾿ εκεινων περιληφθη. Προς δηλωσιν της ενουσης αυτοις εμφυτου διαφορας, δι᾿ ην αυτω καν ταις ουσιαις προσχρωμεθα· η δειξωσι, πως μη αναιρεσιν παντωνς η συγχυσιν, του κατα ανθρωπον φυσικου του Σωτηρος θεληματος απεργαζονται, δια της κατα τον αριθμον παραιτησεως.
Και πως τελειος ανθρωπος ο σαρκωθεις Λογος, θεληματος εκτος φυσικου; Το γαρ θεωθηναι τη προς Θεον ενωσει, καθα και την φυσιν αυτην της λογικως τε και νοερως εψυχωμενης σαρκος, της κατ᾿ ουσιαν οντοτητος ουκ εξιστησιν· ωσπερ ουδε της οικειας τον σιδηρον, η ακρα και δι᾿ ολου προς το πυρ συνανακρασις τε και ενωσις· αλλα πασχει μεν τα πυρος, επειδη πυρ τη ενωσει γεγενηται· βριθει δε παλιν κατα φυσιν, και τεμνει, οτι μη της οικειας λωβην πεπονθε φυσεως, η φυσικης ενεργειας εξεστη το συνολον· καιτοι μετα πυρος υπαρχων κατα την αυτην και μιαν υποστασιν, και αδιαστατως δρων, τα τε κατα φυσιν ιδιαν· λεγω δε την τομην· και τα καθ᾿ ενωσιν αυθις, οπερ εστιν η καυσις. Αυτου γαρ υπαρχει, καθαπερ και του πυρος η τομη, δια την ακραν τουτων αις αλληλα περιχωρησιν τε και αντιδοσιν· και ουτε την φυσιν αυτου, φημι δε του σιδηρου, καν μετα πυρος οραται, (=0192=) κωλυομεθα το παραπαν ονομαζειν η αριθμειν, ουτε την φυσικην ενεργειαν, ει και μετα καυσεως καθοραται, και μηδεμιαν εχει προς ταυτην διαστασιν, αλλ᾿ ενοειδως συν αυτη τε και εν αυτη διαφαινεται και γνωριζεται. Τις ουν ο λογος, του το φυσικως τη φυσει προσον μη αριθμειν, τουτεστι το θελημα, και ταυτη το καθ᾿ ημας ατελες τω υπερτελει και προτελειω Θεω Λογω σεσαρκωμενω προσμαρτυρειν, καιτοι παντων επισης, ευδοκια Πατρος, και συνεργεια Πνευματος αγιου δια την ημων σωτηριαν, καθ᾿ ενωσιν την αδιαστατον των της φυσεως κεκοινωνηκοτι, καθαπερ ουν καυτης τελειως της φυσεως, πλην μονης της αμαρτιας, (≡15Α_252≡> οτι μηδε της φυσεως ην, αλλα γνωμης, παρα τον λογον και τον νομον κεκινημενης της φυσεως, εκτροπη και ολισθημα;
Και μοι δεοντως μαλιστα τουτου γε χαριν ο λεχθεις επιστησας φαινεται μοναχος, του φυσικου το γνωμικον διαστειλας θεληματος. Το μεν γαρ, κατα τον αυτου καλως εχοντα ορισμον, Δυναμις υπαρχει του κατα φυσιν οντος ορεκτικη. Παν γαρ ει τι των οντων και μαλιστα λογικων, φυσικως του κατα φυσιν οντος ορεγεται, και τουτου παρα Θεου λαβον κατ᾿ ουσιαν εχει την δυναμιν, προς συστασιν την εαυτου. Ει γαρ του κατα φυσιν οντος ουκ εχει την ορεξιν, του μηδαμως οντος, ποθεν και πως, μηδολως υπαρξιν η κινησιν εχοντος; Μονον γαρ αδρανες το μη ον και ανουσιον· και ουδαμως ουδε μια τουτου δυναμις εν τοις ουσιν υπαρχει, και κινησις. Το δε, αυθαιρετος ορμη καθεστηκε, τας εφ᾿ εκατερα ποιουμενη παρεκτροπας· και ου φυσεως υπαρχον αφοριστικον, αλλα προσωπου κυριως και υποστασεως. Και τουτο γε διαγνους ο διηρημενος και ανθρωπολατρης Νεστοριος, γνωμων ενωσιν ασεβως εδογματισεν· ιν᾿ εκατεραν δι᾿ εκατερας υποστασιν επικυρωση, και ο ψιλος ανθρωπος αυτω τηρηθη, γνωμη τινι και αυθαιρετω κινησει τη προς τον Θεον Λογον, ως αυτος φησι, την ενωσιν ποιησαμενος, εξ ης και την ταυτοβουλιαν συνιστησιν, η πολυβουλιαν, ειπειν οικειοτερον· οσω και καθ᾿ εκαστης του γνωμικου θεληματος κινησιν, κατα μερος εκ των ατελων επι τα εντελη κατ᾿ αυτον ιεται, φερομενη τε και προκοπτουσα· αλλ᾿ ουκ εξ αυτης της αφραστου συλληψεως, ολης τελειως μετα των αυτης απαντων, προς ολην και τα κατ᾿ αυτην απαντα, την ημετεραν φυσιν της του Λογου θεοτητος, καθ᾿ υποστασιν μιαν και την αυτην ενωθεισης.
Ως αν τοινυν και το ενελες διακριβωση της φυσεως επι του σαρκωθεντος Θεου, και το αντικεινενον διαρριψη ο λεχθεις μοναχος· το μεν φυσικον (=0193=) ωρισεν επ᾿ αυτου· το δε γνωμικον αποδιωρισε θελημα, μητε τη διαιρεσει χωραν δους τω στασιαζειν εν (≡15Α_254≡> τουτω, μητε τη φαντασια παρεισδυσιν, τω μη υπαρχειν εκεινο. Ει δε τις τυχον ισχυριζεται, μη αν αλλως απ᾿ αυτου δυνατον, η κατ᾿ εναντιωσιν τα δυο θεληματα λεγεσθαι· ει μεν ως κατ᾿ ουσιαν διαφορα, καγω δεχομαι, ει δε ως αντικειμενα, ψευδης ο λογος. Ου γαρ ει τι διαφορον παντως και αντικειμενον. Το γαρ αντικειμενον, γνωμης παραλογως δηλαδη κινουμενης· το δε το δε διαφορον, φυσεως λογω κρατουμενης εργον καθεστηκε· και το μεν φυσεως στασιαστικον, το δε προδηλως συστατικον. Διαφορα τοιγαρουν ουσιωδης, εις συστασιν των εν τη φυσει πραγματων εστιν, ου μη εναντιωσις, (αλλα ) προς την τουτων διαλυσιν. Ου γαρ εχει η φυσις το παρα φυσιν· ουδε λογος ουδεις του στασιαζοντος.
Αλλως τε, ει τα δυο θεληματα παντως εναντια και αντικειμενα, πως επι τε των φυσει και υποστασει διηρημενων λογικων, ου τουτο παντη τε και παντως συμβαινει. Συννευομεν γαρ εστιν οτε τουτοις, καιτοι γνωμικοις ουσι, και Θεω, και αγγελοις, και αλληλοις, αλλ᾿ ου δια τουτο της γνωμης ηδη, και του κατ᾿ αυτην θεληματος, διαπεπτωκαμεν. Ει γαρ τουτων, και της προς τους αλλους δηλονοτι συννευσεως, ειπερ εως ταυτην εχομεν, και των αλλων γνωμικων αντεχομεθα. Ει ουν ενταυθα τουτο, και ουδαμως αντιταξις καθοραται, καιτοι σωζομενων υπαρξει τε και αριθμω των γνωμικων θεληματων, και την φιλικην εν σχεσει διαθεσιν· πως επι του αυτου και ενος σαρκωθεντος Θεου Λογου, και τελειως δι᾿ ημας ενανθρωπησαντος, εν τοις φυσικως προσουσιν αυτω κατ᾿ ουσιαν θελημασιν, εναντιωσις εσται. Πως δε ταυτα φασιν εναντια, δι᾿ αυτον γε τον αριθμον, η και δι᾿ αυτο το υπαρχειν. Ει δε δια τουτο, και την φυσιν ανελωσι της σαρκος, αντικειμενην τω Λογω δια την υπαρξιν. Πολλω γαρ ισχυροτερον, ως πασιν ευδηλον, εις αντιταξιν, το υποκειμενον του εν υποκειμενω (≡15Α_256≡> καθεστηκεν. Ει δε δια μονον τον αριθμον, και τουτου τας φυσεις ερημους ποιησωσι, και μηδε μιαν αυτων αριθμειτωσαν; παραιτεισθωσαν δε και παλιν αυτον δια την αυτην, καπι των της μιας και αναρχου θεοτητος τριων υποστασεων, ινα μη κακεινη στασιαζη προς εαυτην, αλλ᾿ ατοπον γε τω μηδεν οντι το συνολον, ουκ ουσια, ου ποιον, ουκ αλλο τι των οντων, ισχυν τοσαυτην αποκληρουν· ατοπωτερον δε, και την υπαρξιν αυτην του φυσικου θεληματος αιτιασθαι, καντευθεν την αναιρεσιν αυτου κατασκευαζειν. Και ταυτα, των αλλων εν τη (=0196=) φυσει πρωτιστην ουσαν φυσικων ιδιωματων και κινηματων εμφυτον δυναμιν. Κατα ταυτην γαρ μονην, του ειναι και ζην, και κινεισθαι, και νοειν, και λαλειν, και αισθανεσθαι, και μετεχειν τροφης, υπνου τε και αναπαυσεως, και μη αλγυνεσθαι, μηδε θνησκειν, και απλως απαντων των συνιστωντων την φυσιν, εχειν τελειως τας εξεις, και των λυμαινομενων τας στερησεις, φυσικως εφιεμεθα.
Και μοι φαινεται καν τουτω προσηκοντως ποιησας, κατα τον αυτου ορισμον ο ευλαβης μοναχος, και προσθεις το· " Και των ουσιωδως τη φυσει προσοντων, συνεκτικην παντων ιδιωματων». Παντα γαρ αει συνεχει, και συνεχειν εφιεται , και ουδενος εχειν την στερησιν, το ουσιωδες εν ημιν και εμφυτον θελημα· μαλλον δε ημεις, δι᾿ αυτου τε και κατ᾿ αυτο· και οιμαι τον και ποσως του οντος, αλλα μη του δοκουντος λογον ποιουμενον συνθησεσθαι παντως δη, και ως ανθρωπον τον σαρκωθεντα Θεον φυσικον εχειν και ανθρωπινον θελημα· και των απηριθμημενων εκαστον θελειν κατ᾿ αυτο φυσικως, προς πιστωσιν της νοερως αυτου και λογικως εψυχωμενης σαρκος, ειπερ τελειος ανθρωπος γεγονε, μηδενι των ημετερων λειπομενος, πλην μονης της αμαρτιας· αλλα παντα εχων οσα και ημεις, απαραλειπτως το κατα φυσιν συστατικα της ημετερας ουσιας, ωσπερ ουν και τα της αναρχου και θειας, δι᾿ ων ανθρωπον εαυτον ομου και Θεον (≡15Α_258≡> οντα κυριως εγνωριζε, και την προς ημας, και τον Πατερα τελειως φυσικην συγγενειαν διασωζοντα μετα την ενωσιν.
Το γαρ δη λεγειν, ως εν τω καιρω μονω του σωτηριου παθους, ηνικα το ημετερον ετυπου πραγματικως εν εαυτω, και ως ανθρωπος παρητειτο τον θανατον, δυο θεληματα εχων εδεικνυτο, αποφαντικον, ουκ αποδεικτικον μοι δοκει. Πως γαρ εν τουτω μονω τω καιρω, και μη προ τουτου, και δι᾿ ηντινα την αιτιαν. Ει μεν γαρ ειχε τοτε, και απ᾿ αρχης ειχεν εξ ου γεγονεν ανθρωπος, αλλ᾿ ουχ υστερον εσχεδιασεν· ει δε απ᾿ αρχης ουκ ειχεν, ου δε κατα τον καιρον του παθους, αλλα μονον εφαντασε την παραιτησιν, και προς ταυτη τα λοιπα δι᾿ ων σεσωσμεθα, οιον το δακρυον, την ευχην, την λυπην, την αγωνιαν, τον σταυρον, τον θανατον, την ταφην· ενος γαρ ακυρουμενου των εν αυτω καθ᾿ ημας φυσικων σωζομενων, ουδε τα αλλα στησεται. Πως γαρ ουκ εκεινο μεν, ταυτα δε; Και τις ο λογος; εναντιωσις δε ποια το προσευχεσθαι, και φυσικης εκουσιως; της κατα την σαρκα λεγω, προσδειξιν ασθενειας ποιεισθαι δια της συστολης, και μη αντιτεινειν ολως, αλλα λεγειν· Ει δυνατον. Και· Μη τι εγω θελω, αλλ᾿ ει τι συ· και συναπτειν τη συστολη την ισχυραν κατα του θανατου και προθυμον κινησιν; Ετυπου μεν γαρ πραγματικως εν εαυτω το ημετερον, δια της φυσικης προς μικρον αγωνιας (=0197=) ινα και ταυτης ημας ελευθερωση, και της οικειας σαρκος την φυσιν πιστωσηται, και πασι καθαραν την οικονομιαν φαντασιας εργασηται· παριστη δε παλιν ευθυς την κατα του θανατου μεγιστην ορμην, και την ακραν του κατ᾿ αυτον ανθρωπικου, προς το οικειον αυτου και Πατρικον θελημα, συμφυιαν και ενωσιν, τω επικριναι τουτο και φασκειν· Μη το εμον, αλλα το σον γενεσθω. Ταυτη μεν την διαιρεσιν απωθουμενος, εκεινη δε παλιν την συγχυσιν.
(≡15Α_260≡> Ει δε, οτι αλλοτε φαινεται του θελειν εμφασιν πεποιημενος, η κατα τον καιρον του παθους, ταυτα φασι, τουτο και περι της εμφυτου νοησεως ειποιεν, και ανουν αυτον κατασκευασουσιν. Ου γαρ φαινεται λεξας οτι νενοηκα. Και περι οσφρησεως ομοιως, και των λοιπων καθ᾿ ημας φυσικων, ων μνημονευσας ουκ αναγεγραπται. Η και περι της ψυχης αυτης, ως ου προτερον ουσης καθ᾿ υπαρξιν, αφ᾿ ου γεγονεν ανθρωπος, αλλ᾿ η μονον οποταν αυτης εμνημονευσεν. Ου προ πολλου γαρ του παθους τουτο πεποιηκως ανηγορευται. Η τοινυν σχεδιασθεισαν αυτην αυτικα ειπωσιν, οτι μη πολλακις και απ' αρχης αυτης εμνημονευσεν· η τουτο μη λεγοντες, αλλ᾿ " Αμα σαρξ, αμα Θεου Λογου σαρξ εμψυχος, λογικη». κατα τον μεγαν Αθανασιον δογματιζουσι, και το φυσικον ως ανθρωπου του Σωτηρος θελημα, μη κατα τον καιρον ειναι του παθους λεξουσι μονον, ει και μνημην αυτικα τουτου πεποιηκεν· αλλ᾿ απ᾿ αρχης ως ανθρωπω καθ᾿ ημας φυσικως τω Σωτηρι συνουσιωμενον· και παυσοιντο λοιπον ουκ εν καιρω τα τοιαυτα κινουντες τε και συναγοντες. Καιρος γαρ ο παρων αιματων δια τας αμαρτιας ημων, αλλ᾿ ου δογματων εστι· και θρηνων ισχυρων, εις Θεου δυσωπησιν, αλλ᾿ ου σοφιστικων αντιρρησεων, εις περισσοτεραν καθ᾿ ημων αγανακτησιν.
Επεισι δε μοι θαυμαζειν και περι ενεργειας, ως μιαν ταυτην επι Χριστου σογματιζουσι, τη προς το ατομον, ως αυτοι φασιν, αποσκοπησει και αναφορα. Και ινα παρω λεγειν, ως ουδεν των φυσικων ως εις ατομον προηγουμενως, αλλα την τουτου φυσιν τε και ουσιαν εχει την αναφοραν. Τις γαρ ανευ των φυσικως προσοντων τη φυσει δυναμεων, ενεργειν τι δυναιτ᾿ αν; η ποθεν αυτω το ενεργειν η δυνασθαι, παρεξ της φυσεως; Εκεινο δε ερωτησαι βουλομαι· προς αναιρεσιν αρα των φυσικων ενεργειων ταυτην προισχοντο, η τι; Ει γαρ επ᾿ αναιρεσει, πως, ποτε και ποια κατα την εκεινων αποπαυσιν ειη το παραπαν ενεργεια; (≡15Α_262≡> ως γαρ φυσεων ουκ ουσων, και το εξ αυτων αφανιζεται παντως, η συνθετος λεγω υποστασις· ουτω και των φυσικων ενεργειων ουκ ουσων, ουδ᾿ αλλη το συνολον εσται. Και ου λεγω τουτο, ως αλλης ενεργειας εκ των φυσικων συνισταμενης. Ουδε μια γαρ των εν υποκειμενω συνθεσις· Οτι μηδε την καθ᾿ εαυτα το συνολον υπαρξιν, αλλα το (=0200=) εικαιον παριστα. Ως ει τας κυριως κατα φυσιν ουσας ουκ ειναι λεγουσι, πως υπαρξει το μηδαμως ον; Τις γαρ εστι υποστατικην λεγων ενεργειαν, και ποθεν τουτο, και παρα τινος λαβοντες πρσφερουσιν; Ει δε τουτο τυχον αποφαινονται, συνθετον δε την υποστασιν ομολογουσι προς ην αναφερεται, και των εναντιων και αντικειμενων δεκτικην· θνητην γαρ και αθανατον, ορατην και αορατον, περιγραπτην και απεριγραφον, αναρχον και υπο αρχην, εσται τουτο κατα το εικος και η ενεργεια. Και πως αλλως, η καθ᾿ εξιν δηλονοτι και στερησιν; και τα μεν, ως ουσα, πεισεται, τα δε, ως μη ουσα, παρυποστησει. Πως δε και ο τοιαυτην εχων ενεργειαν, κατα το αυτο και ουκ αλλο και αλλο, οτι μηδε εκεινη, τα ομοια πεισεται; προσφυως γαρ εχειν τη οικεια ενεργεια τον ενεργουντα, κακεινη τουτω, πασα αναγκη. Και πως Θεος, ο εξει, και μη φυσει Θεος; Πως δε ανθρωπος, ο στερησει, και μη ουσια κυριως τουτο υπαρχων; Τις δε φυσις ανενεργητος, η φυσικης ενεργειας εκτος; Ως γαρ ουδαμως υπαρξεως ερημος, ουτως ουδε δυναμεως φυσικης. Ει δε ταυτης αμοιρει, και της υπαρξεως αμοιρησειεν αν. Το γαρ αδυναμον, ως αδρανες παντη μονον εστι το μη ον. Παν γαρ ει τι των οντων, συστατικην εχει διαφοραν, την εμφυτον κινησιν τω γενει συμπαραλαμβανομενην, και ποιουσαν του υποκειμενου τον ορισμον, δι᾿ ου οτι εστι και τι εστι κυριως γνωριζεται, προς τε τα ομοειδη το απαραλλακτον εχον, και το διαφορον αυθις προς τα ετεροειδη· και ει τουτο, πως δυνατον φυσικη δυναμει αμοιρουντα (≡15Α_264≡> κατα σαρκα, τον ενανθρωπησαντα Λογον ανθρωπον τελειον, η ολως ανθρωπον χρηματιζειν. Ου γαρ διχα φυσικης ενεργειας ο ανθρωπος, ωσπερ ουδ᾿ αλλη φυσις της οικειας και ουσιωδους. Η γαρ ελλειψις ταυτης, η ουδε φυσιν ειναι ποιει την φυσιν, η τας πασας αλληλαις ταυτον, και αντι παντων μιαν, τη απολειψει της συνιστωσης συμφυρεισας δι᾿ ολου συγχυθεισας. Ει γαρ ουκ ανεργητον λεγουσι το καθ' ημας τον Λογον, δηλον ως εμφυτον και ανθρωπινην ενεργειαν εχοντα τουτον φασι. Πως γαρ αν αλλως; Ου γαρ ενεργειν δυνατον φυσικης ενεργειας χωρις· ωσπερ ουδε υπαρχειν ουσιας διχα και φυσεως. Αλλ' ουδε μιαν μονον, αν περ η την φυσιν διπλους, την εμφυτον εχειν ενεργειαν τον ενεργουντα, πασα αναγκη· επει και φυσιν μιαν παντως τον υφεστωτα, καν συνθετος η την υποστασιν. Ει γαρ δια την σχεσιν εκεινο, δια την αυτην παντως και τουτο. Μοναδικως γαρ επ' αμφοιν ταυτην φερομενην ορωμεν. Η τε γαρ ενεργεια προς τον ενεργουντα, και προς τον υφεστωτα παλιν η φυσις αναγεται. Χρη τοινυν ειπερ δια την ενωσιν και το μοναδικον του προσωπου, μιαν του ενεργουντος φασι την ενεργειαν, μιαν δια τουτο και φυσιν του εφεστωτος διαγορευειν, ινα μη σχετικην την ενωσιν δογματιζοντες φωραθειεν, ενεργειων ταυτην, αλλ᾿ ουχι και φυσεων λεγοντες. Ου γαρ προς υποστασιν ταυτας αυτους ενουν δυνατον, αλλ᾿ ουσιαν και φυσιν οσον επι ταις (=0201=) φυσικαις ενεργειαις, ουκ εις αλλο τι πλην ενεργειας προς αυτον ενουμενας. Επει ωσπερ η τουτων φυσικη διαφορα, δυο τους ενεργουντας ποιει κατ᾿ αυτους, ουτω δηπου παντως, και η των ουσιων εμφυτος ετεροτης, δυο τους υφεστωτας συναξει. Η τοινυν προς μιαν φυσιν και ταυτας συμφυρωσιν· η μηδαμως εκειναις, ουσιαις τε ουσαις φυσικως και αριθμουμεναις, διαιρεσιν επεισφρησωσιν. Οπερ γαρ εν εκειναις ου γινεται, ουδε εν ταυταις συμβαινη ποτ᾿ αν. Αλλα δηλουται (≡15Α_266≡> μεν η φυσικη διαφορα, δια του κατ᾿ αυτας αριθμου· εξισταται δε η διαιρεσις δια της ακρας ενωσεως. Ου γαρ δυνατον θειαν η ανθρωπινην φυσιν, οτι καν εστι γνωρισαι, μη οτι γε διαφερειν προς αλλην, ουσιωδους ενεργειας εκτος. Ορος γαρ του πραγματος, ο λογος της ουσιωδους δυναμεως κυριως εστιν· ης αναιρουμενης, συναναιρειται παντως και το υποκειμενον. Και δια τουτο ταυτας ομολογουμεν επι του σαρκωθεντος Λογου φυσικως σωζομενας· την μεν, εν τη σαρκος προσβολη των θειων· την δε παλιν, εν τη πειρα των ανθρωπινων εξουσιαστικως δεικνυμενην· ινα και τας φυσεις, ων εισιν ουσιωδεις ενεργειαι, ταυταις συνομολογησωμεν.
Τινι δε δηλον ουκ εστιν, ως επι μεν ουσιας και φυσεως της αυτης, διαφοραν υπαρξεως η φυσικης ενεργειας, ουκ εστιν ιδειν; Ουδεμια γαρ προς εαυτην διαφερει· τουτο γαρ πως αμηχανον. Εν ατομω δε και προσωπω παντη τε και παντως, ειπερ συνθετον· και διαφορους τε γαρ φυσεις, τας εξ ων συνεστηκεν, καθορωμεν, και τας φυσικας κινησεις, αις ενεργουν κατα φυσιν γνωριζεται, την οικειαν πιστουμενος υπαρξιν, και αλλο και αλλο τα εξ ων εστι, δια της κατ᾿ αλλο και αλλο φυσικης ενεργειας πραγματικως παριστα, δι᾿ ου, του προς αυτο, φημι δε το ατομον, αποσκοπουντος, και τας φυσεις εκοντι παρατρεχοντος, δια το τας φυσικας ανελειν ενεργειας, την καταδρομην, ου μαλλον εν τουτω βαρουσαν, η συνεργουσαν ευρισκομεν. Ει γαρ ουκ εις μιαν φυσικην το ατομον περικλειεται παντως ενεργειαν, ωσπερ ουν ουδε φυσιν· τις γαρ ο λεγων, η παραστησαι δυναμενος; δηλον ως ταις κατ᾿ αυτο φυσεσιν ηγουν ουσιαις, ισαριθμους εχει τας ουσιωδεις κινησεις, και ουδεις αντερει. Και παρω λεγειν, ως ουδε ατομον κυριως το κατα Χριστον συνθετον λεγεται προσωπον. Ου γαρ σχεσιν εχει προς την εκ του γενικωτατου γενους δια των υπαλληλα καθιεμενην γενων προς το ειδικωτατον ειδος διαιρεσιν, (=0204=) και εν αυτω την οικειαν προοδον περιγραφουσαν. Οθεν (≡15Α_268≡> δια τουτο, κατα τον σοφωτατον Κυριλλον, το Χριστος ονομα, ουτε ορου δυναμον εχει· ουδε γαρ ατομον εστι, προς ειδος εστι πολλων αριθμω διαφεροντων κατηγορουμενον, ουτε μην την τινος ουσιαν δηλοι. Ουδε γαρ ατομον εστι, προς ειδος η γενος αναγομενον, η κατ᾿ ουσιαν υπο τουτων περιγραφομενον· αλλ᾿ υποστασις συνθετος, την φυσικην των ακρων διαιρεσιν εν εαυτη κατ᾿ ακρος ταυτιζουσα, και εις εν αγουσα τη των οικειων ενωσει μερων. Ει δε τυχον, τοις δια του μη ανενεργητον ειναι κατα σαρκα τον Κυριον την εμφυτον αυτου και ανθρωπινην ομολογουσιν ενεργεια, το μη και ανυποστατον ειναι συναγουσι, την υποστασιν επηρεαζειν εστιν. Ου γαρ υποστασιν ειναι ποιει, το μη ανυποστατον ειναι την φυσιν. Ωσπερ ουδε σχημα παν ει τι σωμα, το μη ασχηματιστον ειναι το σωμα· ουδε γεννησιν, ουδε ορασιν(1), το μη αγεννητον, η ουκ αορατον ειναι, το γεννητον η ορατον. Και απλως παν ει τι αλλο μη ειναι τουθ᾿ οπερ ουκ εστιν αποφασκομενον, σχεσιν ειναι ποιει· το, περι ο αυτη φυσικως θεωρειται, καταφασκομενον. Αλλως τε, και ει τουτο τυχον ην, οποτε ουκ εστιν, ουδεν ην προς τας φυσικας ενεργειας, επισης ουκ αποβαλλομενας ταις υποστασεσι, παρα των αγιων Πατερων· ουτε διαιρουσας εις δυο τον ενα, καθαπερ αι υποστασεις ποιουσι. Τις γαρ ο δειξαι συναμενος αν, οτι μη καλον επι δηλωσει της ουσιωδους διαφορας τας φυσικας ενεργειας πρεσβευειν επι του αυτου; και τινος χαριν και πως, και τις ο τουτο διοριζομενος λογος, η Πατηρ εγκριτος, αλλα ( ινα ) μη αποφηνωνται μονον; Ει γαρ τας φυσικας ενεργειας ομολογειν ου καλον, ουδε τας φυσεις αυτας. Η πως ταυτας μεν, ουκ εκεινας δε; Ει δε αμφω καλον, τινος χαριν εντεξαγονται τω καλω, και την υποστασιν τω μη ανυποστατω της φυσεως κατασκευαζουσιν; Ει γαρ ωσπερ τας υποστασεις, ουτω και τας ενεργειας κακιζομενας τοις (≡15Α_270≡> Πατρασιν εγνωριζον, ουκ απεικος ταυτας διερριπτον. Ει δε ταυτας κηρυττοντας, και θειαν και ανθρωπινην ομολογουντας ενεργειαν, ωσπερ ουν και φυσιν, και ομολογειν παρακελευομενους γινωσκομεν, υποστασιν δε θειαν η ανθρωπινην ουδενα καθ᾿ οτιουν ουδαμως, η μονον τον διηρημενον και ανθρωπολατρην Νεστοριον, διατι αρα, ειπερ ουκ αποβλητος αυτοις η των αγιων διδασκαλια, κατ᾿ αυτης τα τοιαυτα σοφιζονται, εις την των φυσικων ενεργειων αποσκευην; Τινος δε αλλου το ταυτα και ουτως συναγειν εστι, πλην Σεβηρου του σοφιστου και παραφρονος, του και τα οικεια σπουδη καταλυοντος, και των ευσεβων ουδαμως κατισχυοντος, δια το της αληθειας περιφανες, ει και τω αναιδει μηχαναται τροπω των σοφιστικων ληρηματων;
(=0205=) Ει γαρ το μη ανυποστατον ειναι την φυσιν(2), υποστασιν ταυτην ποιει, παντως δηπου κατα το ακολουθον, και το μη ανουσιον την υποστασιν υπαρχειν, ουσιαν ταυτην παριστησι. Και οι τουτο λεγοντες, πως τον τε της θεολογιας ου διαιρουσι λογον, ταις των ισαριθμων υποστασεων φυσεσιν; ειπερ ουσια παντως αι μη ανουσιοι καατ᾿ αυτους υποστασεις· και το της οικονομιας ου συγχεουσι, τω της φυσεως μοναδικω δια την μιαν υποστασιν; Εαυτοις γουν στοιχουντες, και τα τοιαυτα καθ᾿ εαυτων δογματισουσι. Τοις δε τας φυσικας ενεργειας ομολογουσι, το και ουτω ταυτας συναγειν, χαρις εστι, δια παντων εαυτοις το αληθες συναγειρουσι κατα την των αγιων παραδοσιν, καθ᾿ ην το μη ανυποστατον, ουχ υποστασιν ειναι την φυσιν ποιει, αλλ' ενυποστατον· ινα μη ως συμβεβηκος, επινοια μονη λαμβανηται, αλλ᾿ ως ειδος πραγματικως θεωρηται. Ουτω δε και το μη ανουσιον, ουκ ουσιαν ποιει την υποστασιν, αλλ᾿ ενουσιον παριστα, ινα μη ψιλον ιδιωμα ταυτην, αλλα μετα του εν ω το ιδιωμα κυριως γνωριζωμεν. Ωσπερ ουν εκει το ενυποστατον δηλοι το ενυπαρκτον· ενυπαρκτον δε εστι το ουσιωδους και φυσικης μετεχον υπαρξεως· ουτω κανταυθα το ενεργον ηγουν ενεργητικον, το ενδυναμον (≡15Α_272≡> σημαινει κυριως. Ενδυναμον δε εστι, το ουσιωδη και φυσικην εχον την δυναμιν. Ουκουν το μη ανυποστατους η ανενεργητους επι Χριστου τας φυσεις ομολογειν, ουκ εστιν υποστασεις η ενεργουντας συναγειν, αλλα τας ουσιωδεις αυτων και φυσικας υπαρξεις τε και ενεργειας ορθοδοξως ομολογειν, εις την του εξ αυτων, και εν αυταις οντος και κατ' αυτας· φημι δε τας φυσεις, καθ᾿ ενωσιν την αδιασπαστον ενεργουντος Θεου Λογου σεσαρκωμενου, πιστωσιν αληθη και βεβαιωσιν.
Τινι δε λογω, πολλας μεν αυτοι, και αριθμου πλειους εις ενα και τον αυτον αναφεροντες τας ενεργειας, τω λεγειν, Πασαν θειαν και ανθρωπινην (=0208=) ενεργειαν· το γαρ, πασαν, ου μιαν ουδε δυο καθαπαξ, ουδε τρεις , αλλα απειρους και αριθμον υπεραιρουσας υποβαλλει νοειν, ωσπερ ουν και το παντα και παν· διαιρεσιν ουδαμως υποπτευουσιν· ταυτην δε κατα των τας φυσικας δυο, κατα τους θειους Πατερας ομολογουντων, μεχρι του γινωσκειν την διαφοραν, ουκ οιδ᾿ οπως και διατι, μετα των ενεργουντων συναγουσιν; Ει γαρ αι πολλαι και διαφοροι κατα φυσιν, τον ενα και τον αυτον εις πολλα ενεργουντας ου διαιρουσι και τεμνουσι, πως αι δυο; Και τις ο μαλλον την καταδρομην ως ουκ ευλογον αιτιωμενος; Ει γαρ επι τον αυτον και του αυτου ταυτας ουκ ελεγον και ανεφερον, και τη προς αλληλας δι᾿ ολου περιχωρησει συμφυεισας αλληλαις, και καθ᾿ ενωσιν την αδιασπαστον εν αυτω σωζομενας, και προς αυτου, κατ' αλλο μεντοι και αλλο κινουμενας ενοειδως, δι᾿ ων την τε των θαυματων θεϊκως προυβαλλετο δυναμιν, ως φυσιν Θεος, και την πειραν των παθηματων θελων, ως ανθρωπος φυσει δι᾿ ημας κατεδεχετο, ην αρα και ουκ απιθανος αυτων η καταδρομη. Νυν δε τουτο μη λεγοντων, αλλα του αυτου ταυτας και εις τον αυτον αναγοντων, ποθεν και πως τους ενεργουντας συναγουσι; Και διατι, ειπερ ευλογον, μη προτερον εαυτοις τους πολλους, οσον επι ταις πολλαις ενεργειαις; Ως γαρ (≡15Α_274≡> αι δυο τους δυο, ουτω δηπου προς αναγκης και αι πολλαι τους πολλους. Ει δε τουτο, πως εκεινο συνιδειν ουκ εχω, οιμαι δε ουδε αλλος τις των το αληθες του δοκειν προτιμωντων.
Πως δε παλιν αυτοις ωσπερ αντιφατικως, επ᾿ αυτου κατα των πολλων η μια προισχεται; Και τινα ταυτην και πως δογματιζουσιν; Ου γαρ οιον τε τον αυτον και πολλας εχειν, και μιαν. Ει γαρ πολλας, ου μιαν· και ει μιαν, πως αυθις πολλας; Η γαρ ταυτας εκεινη παντως, η ταυτην εκειναι διωσονται , κατα τον εκεινων λογον, καθ᾿ ον την μιαν επ᾿ ανατροπη των φυσικων δυο προβαλλονται. Ει δε τυχον, ως εκ πολλων αποτελουμενην την μιαν φασιν, ουκ εχει φυσιν, ως λελεκται, τα εν υποκειμενω συντιθεσθαι. Αλλ᾿ ουτε παλιν την μιαν εκ πολλων, εις πολλας επιτεμνεσθαι. Προτερον ουν τας πλειους αυτοι δια της μιας ενεργειας ανελωσιν, ινα μη πολλους τους ενεργουντας καθ᾿ εαυτων εισαγωσιν. Και δια των πολλων αυθις την μιαν, ινα μη συνουσιωσιν δογματισωσι, και ουτω κατα των τας δυο περσβευοντων, ανπερ ουκ αδρανως εχοιεν, πολεμησωσιν. Ου γαρ οιον τε παντελως αλλοις επιφυηναι, τους σφας αυτους μετα των οικειων ανατρεποντας, ουδενος αλλου καθαπαξ εν τουτω προσδεηθεντας. Το γαρ εχον βασιν, το ον, προς αυτου παγιως (=0209=) εδραζεται, μηδαμοθεν την οιανουν πασχον διαπτωσιν. Και γαρ εκεινο μονον ακμαιον οντως και ισχυρον, το την αληθειαν εχον κρατυνουσαν· αλλ᾿ ου το παρ᾿ αλλου, μη τι γε παρ᾿ εαυτου, την λυσιν δεχομενον.
Τουτων γουν αφεμενους, προσηκει παντως ευσεβουντας ημας, και εκατερας των εν τω ενι σεσαρκωμενω Θεω Λογω σωζομενης φυσεως πραγματικως ομολογουντας την υπαρξιν, και την εμφυτον ομολογειν παντως ενεργειαν, ωσπερ ουν και το θελημα· και δια της περι εκατερον, το θειον ομου και το ανθρωπινον, (≡15Α_276≡> ευσεβους του αυτου και αληθεστατης δοξης, και των προσοντων αυτω φυσικως την ορθοδοξον των αγιων Πατερων κρατυνειν διδασκαλιαν, οι περι αυτου ταυτα και φρονειν και λεγειν ταις αγιαις του Θεου καθολικαις Εκκλησιαις παραδεδωκασι· και μηδεν εξαρνεισθαι των απερ ην απ᾿ αρχης και δι᾿ ημας γεγονεν υστερον, και των χαρακτηριζοντων αυτα φυσικως παντων ιδιωματων. Τελειον γαρ τα εκατερα, και εν εκατεραις τον αυτον εδογματισαν, και ανελλιπως την εκατερου των εξ ων υπηρχε διασωζοντα φυσικην ιδιοτητα, και κατα παντα ομοιον ημιν, και ομοιως κατα θελησιν πεπειραμενον, χωρις μονης της αμαρτιας.
Τουτων ουν επακουοντες των μακαριων φωνων, ουδεν ουτε των ημετερων και φυσικων, ουτε των πατρικων και θειων, επι του αυτου το παραπαν αρνουμεθα· αλλα διαφορους φυσεις και φυσικας ενεργειας, και ουσιωδη θεληματα, τουτεστι δυο, τον αυτον εχειν πρεσβευομεν. Ουτε γαρ η καθ᾿ ημας, ουτε μην η πατρικη φυσις, ουσιας εκτος, η εμφυτου θεληματος η ενεργειας καθεστηκε. Και ει τουτο, δηλον ως ο εκ τουτων, θεοτητος φημι και ανθρωποτητος, κατα μιαν και την αυτην υποστασιν υφεστως, και Θεος ο αυτος κυριως υπαρχων και ανθρωπος, ομοουσιος ημιν εστι και ομοεργης, και την αυτην εμφυτον θελησιν εχων κατα την ανθρωποτητα· και ομοουσιος τω Πατρι και ομοεργης, και την αυτην θελησιν κεκτημενος κατα την θεοτητα, και ολος συγγενης τοις ανω κατα παντα τα συγγενως εχοντα και ολως συγγενης τοις κατω κατα παντα τα συγγενως εχοντα, χωρις μονης της αμαρτιας. Και ο μη ουτω πρεσβευων, τους ταυτα κηρυσσοντας ου παραδεχεται θεοληπτους Πατερας· αλλα δηλος εστι τινας και ποιους.
Γενοιτο δε παντας ημας, τη μεσιτεια των θεοτευκτων υμων προσευχων, εν τω ναω του Θεου, τη καθολικη και αποστολικη Εκκλησια, δια παντος φρουρουμενους ψυχη τε και σωματι, ταυτην την ειλικρινη και ορθοδοξον του μεγαλου Θεου και Σωτηρος ημων, πρεσβευειν ομολογιαν εμπροσθεν αυτου και πασης της (≡15Α_278≡> κτισεως, και αντι παντων, και προ (=0212=) παντων αυτω προσκομισαι κατα την αυτου πανενδοξον επιφανειαν, και προς αυτου της ισης καταξιωθηναι και μετασχειν των τοις ανεπαισχυντως εμπροσθεν ανθρωπων ομολογουσιν αυτον, επηγγελμενων αιωνιων τε και μακαριων δωρων, και πειρα κατ᾿ ευχας απολαυσαι, ων νυν πιστει καταξιωθεντες γεγευμεθα, ευχαις και πρεσβειαις της πανενδοξου και παναγιας αχραντου δεσποινης ημων Θεοτοκου και Αειπαρθενου Μαριας, και παντων των αγιων. Αμην.

ΣΧΟΛΙA
1. Το μεν αορατον του βλεπομενου αποφασις εστι. Καταφασκομενον δε ου προς την ορασιν, αλλα το ορατον καταφασκεται· οπερ εστι σχεσις του μη αορατου, ητοι προς ο την σχεσιν εχει το μη αορατον. Της δε ορασεως ου το μη αορατον, αλλα η τυφλωσις σχεσις, προς ην καταφασκεται.
2. Προς τους λεγοντας, μη ειναι φυσιν ανυποστατον· αντιστρεπτεον, το, μηδε υποστασιν ανουσιον. Ειτα επακτεον, οτι ωσπερ το μη ανουσιον την υποστασιν λεγειν, ουκ ουσιαν ταυτην παριστησιν υπαρχειν. Ουτω γαρ διαιρειν και συγχειν εστι, το μεν της θεολογιας, το δε της οικονομιας μυστηριον. Ουτως ουδε το λεγειν την φυσιν μη ανυποστατον, την υποστασιν εισαγει.

ΠΕΡΙ ΟΡΩΝ ΔΙΑΣΤΟΛΩΝ
Περι ορων διαστολων.

(≡15Α_280≡> Η των οντων πασα διαστολη, η κατ᾿ εναντιωσιν(1), η κατα το αντικεισθαι, ηγουν διαιρεισθαι, η αναιρεισθαι, γινεται. Οιον αισθητα και νοητα εναντιωσιν εχουσιν ως ετερουσια, ουκ αντικειται δε αλληλοις. Ου γαρ αναιρετικα αλληλων εισιν ταυτα, και δια τουτο δεχονται την κατ᾿ εναντιωσιν διαστολην προς εαυτα, ηγουν διαιρεσιν· ζωη δε και θανατος εχουσι διαστολην, αλλ᾿ ου κατ' εναντιωσιν, αλλα την αντικειμενην, ηγουν αναιρετικην. Η γαρ θατερου θεσις θατερου γινεται αφαιρεσις· και η του ενος υπαρξις του αλλου ανυπαρξια καθεστηκεν. Ει τι ουν προηγουμενως αντικειται αλλω, εφεπομενως παντως και ηναντιωται· ει τι δε προηγουμενως αλλω ηναντιωται, εφεπομενως ουδολως αντικειται. Και σαφεστερον ειπειν, αι μεν ουσιαι δια τας ενουσας αυταις διαφορας, την προς αλληλας κατ᾿ εναντιωσιν διαστολην επιδεχονται, ως ψυχη και σωμα, και τα κατ᾿ ουσιαν διαφεροντα παντα· τα δε περι την ουσιαν, ηγουν ποιοτητες, την κατα το αντικεισθαι εχουσι διαστολην, ως ζωη και θανατος, και ει τι τοιουτον. Αναιρετικα γαρ αλληλων ταυτα προδηλως εισιν.

ΣΧΟΛΙΟΝ
(=0213=) Εναντιωσιν, την διαιρεσιν νοει· το δ᾿ αντικεισθαι, την αναιρεσιν φρονει. Η μεν γαρ αυτων εστιν εν ταις ουσιαις, το δ᾿ εμπεφυκε τοις περι την ουσιαν· και των μεν, αμφω συντρεχει θαυμασιως, αναιρεσις τε και διαιρεσις παλιν. Η δ᾿ αυ διαιρειν, ουκ αναιρειν ισχυει.

ΟΡΟΙ ΕΝΩΣΕΩΝ
Οροι ενωσεων.

(≡15Α_282≡> Η κατ᾿ ουσιαν ενωσις, επι των υποστασεων, τουτεστι των ατομων.
Η καθ᾿ υποστασιν ενωσις, επι των ουσιων, τουτεστι ψυχης και σωματος.
Η κατα σχεσιν ενωσις, επι των γνωμων, εις εν θελημα.
Η κατα παραθεσιν ενωσις, επι των σανιδων.
Η κατα αρμονιαν ενωσις, επι των λιθων.
Η κατα κρασιν ενωσις, επι των υγρων οινου και υδατος και των τοιουτων.
Η κατα φυρσιν ενωσις, επι των ξηρων και των υγρων, αλευρου και υδατος
Η κατα συγχυσιν ενωσις, επι των τηκτων, κηρου και πισσης, και των τοιουτων.
Η κατα σωρειαν ενωσις, επι των ξηρων, σιτου και κριθης, και των τοιουτων.
Η κατα συναλοιφην ενωσις, επι των αποσπωμενων, (=0216=) και αυθις αποκαθισταμενων· οιον λαμπαδος εκ πυρος προερχομενης, και παλιν αποκαθισταμενης.
Η κατ᾿ ουσιαν ενωσις, εστιν επι των ετεροϋποστατων.
Η καθ᾿ υποστασιν ενωσις εστιν επι των ετερουσιων.

ΘΕΟΔΩΡΟΥ ΜΟΝΟΘΕΛΗΤΟΥ ... ΠΑΥΛΟΥ ΑΡΧ. ΚΩΝ/ΛΕΩΣ ΕΡΩΤΗΣΕΙΣ ...
ΘΕΟΔΩΡΟΥ ΜΟΝΟΘΕΛΗΤΟΥ ΔΙΑΚΟΝΟΥ ΒΥΖΑΝΤΙΟΥ ΡΗΤΟΡΟΣ, ΚΑΙ ΣΥΝΟΔΙΚΑΡΙΟΥ ΠΑΥΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΕΡΩΤΗΣΕΙΣ ΠΡΟΣ ΜΑΞΙΜΟΝ ΤΟΝ ΟΜΟΛΟΓΗΤΗΝ

(≡15Α_284≡> Πρωτη απορια Θεοδωρου διακονου Βυζαντιου ρητορος, και συνοδικαριου Παυλου αρχιεπισκοπου Κωνσταντινουπολεως.
Ει κατ᾿ αυτον τω θεληματι λογον, και την αγνοιαν κατηγορησαν οι Πατερες επι Χριστου, αναγκη τους μη κατ᾿ οικειωσιν εν τω Χριστω θεωρεισθαι λεγοντας το θελημα, και αγνοειν αυτον λεγειν. Και πως Θεος, ο τα μελλοντα μη ειδως; Αλλα και ψιλον αυτον εισαγειν ανθρωπον, κατα την ηδη των Αγνοητων κατακριθεισαν αιρεσιν. Ει δε την εντευθεν ατοπιαν υποστελλομενοι, την αγνοιαν κατ᾿οικειωσιν λεγουσιν, ωσπερ και την εγκαταλειψιν, και την ανυποταξιαν, κατα τον ομοιον τροπον και το θελημα λεγετωσαν. Τω γαρ θεληματι και την αγνοιαν οι Πατερες συνεταξαν, τον αυτον αυτη φυλαξαντες λογον· ως φησιν Αθανασιος μεν εν τη κατ' Αρειανων αυτου βιβλω, Γρηγοριος δε ο Θεολογος, εν τω περι Υιου πρωτω λογω, και αλλοι εν αλλοις συγγραμμασι.

Του αυτου δευτερα απορια.
Ει πασα λεξις και φωνη μη τοις Πατρασιν ειρημενη (=0217=) καινοτομια προδηλως καθεστηκεν, δυοιν αναγκη θατερον, η δειξαι των Πατερων ουσαν φωνην, το φυσικα λεγειν επι Χριστω θεληματα· (≡15Α_286≡> η δειξαι μη δυναμενοι, ιστωσαν τω των Πατερων ονοματι την εαυτων καινοτομουντες διδασκαλιαν. Ει δε, τας ετερας αυτων φωνας προς τον ιδιον νοουντες σκοπον, την τοιαυτην τιθενται ονοματοποιιαν. Ει δε το δευτερον μεμπτον, αρα και το πρωτον.

ΠΡΟΣ ΜΑΡΙΝΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ ΕΠΙΛΥΣΙΣ ΤΩΝ ΠΡΟΤΕΤΑΓΜΕΝΩΝ ΑΠΟΡΙΩΝ ΥΠΟ ΘΕΟΔΩΡΟΥ ΔΙΑΚΟΝΟΥ ΚΑΙ ΡΗΤΟΡΟΣ,
ΛΥΣΙΣ Α'.
(≡15Α_288≡> (=0217=) Αι παρα του ρητορος πευσεις, αγιωτατε και θεοτιμητε πατερ, ου μαλλον το ευλογον εχουσι της αποριας, η το παραλογον ενδεικνυνται της αποριας· εκ τε του ψευδους αυτου, και της επ᾿ ανατροπη της θειας του Μονογενους σαρκωσεως εριδος. Ου γαρ ατα τον αυτον τω θεληματι λογον, ως φησι, και την αγνοιαν επι Χριστου κατηγορησαν οι Πατερες. Τις γαρ ο τουτο δειξαι δυναμενος, ει και ουτοι τα μηδαμως οντα, καθως εθος αυτοις, ουκ αναπλαττονται μονο, αλλα και τολμηρως καθ' εαυτων προκομιζουσιν; Η ουτω δ᾿ αν αγνοιας και θεληματος ο αυτος εσται λογος, εις ταυτον αγων αλληλοις τα παντη κυριως ασυμβατα· ειπερ η μεν, την του οντος αναιρεσιν· το δε, την του οντος θεσιν παριστησιν, ο δη προδηλως αμηχανον, ως ουδε το παραπαν αλληλαις εξις υπαρχει και στερησις. Ουδε γαρ επειδη την απο των Αρειανων προτεινομενην, και ταυτην ο θειος και μεγας Γρηγοριος καταριθμει· φημι δη την αγνοιαν, ηδη ταυτον ουσαν απεφηνεν, τω θεληματι. Του θεληματος γαρ ρητως, ουδε κατα τον τοπον παντελως εμνημονευσεν, εν ω ταυτα διεξεισι, "Συ δε μοι, λεγων, καταριθμει προς ταυτα τα της αγνωμοσυνης ρηματα το, Θεος μου, και Θεος υμων· και το, μειζων, το, εκτισεν, το, (≡15Α_290≡> ηγιασε», και τα εξης. Ει δε οτι συμπαρελαβε μονο, εις ταυτον αγειν την αγνοιαν τω θεληματι τυχον επιχειρουσιν εσται δηπου παντως, και το, Θεος μου, και Θεος υμων· και το, μειζων, παρα του Πατρος ειρημενον, και το κτιζειν και αγιαζειν ταυτον τη αγνοια κατ᾿ αυτους δια την συνταξιν, επειδη και ταυτα τη αγνοια συντεταχεν. Ει δε τουτο διανοιας καθεστηκε παρατροπη, κακεινο μειζονως εκτροπη των ταυτα (=0220=) λογιζομενων, μη τι γε λεγειν η γραφειν επιχειρουντων.
Αλλως τε δε, ει αγνοιας και θεληματος ο αυτος καθεστηκε λογος, η τα φυσει θελοντα παντως, και αγνοουσιν, η τα φυσει αγνοουντα, παντως και θελουσιν· ουκουν και Θεος κατα φυσιν θελων, αγνοιας περιπεσειται παθει, και αψυχα παντα κατα φυσιν αγνοουντα, θεληματι κινηθησεται φυσικω. Ει δε τουτο, και Χριστος αυτος ο εκ θεοτητος υφεστως και ανθρωποτητος, κατ᾿ οικειωσιν, ως φασιν αυτοι, την τε αγνοιαν και το θελημα εχων, εξει που παντως φυσει κατα του θειου θεληματος και την αγνοιαν. Και σιωπω λεγειν, ως ει και δια την οικειωσιν εσφαλμενως· αλλ᾿ ομως ουπερ κατηγωνισαντο συνηγορουντες εδειχθησαν, και αυτοι δυο συνιστωντες θεληματα, το τε κατα φυσιν λεγω, και το κατ᾿ οικειωσιν· απερ δυο προδηλως τυγχανουσι, συν ταις ισαριθμοις αγνοιαις, ο και παραλογον, διττην επι Χριστου δοξαζειν την αγνοιαν, του μηδε μιαν εχοντος, πασαν δε παντως εξαφανιζοντος, ειπερ εστι Θεου σοφια και δυναμις.
Οικειωσιν δε, ποιαν αρα φασι; Την ουσιωδη, καθ' ην τα προσοντα φυσικως εκαστον εχοντα οικειουται δια την φυσιν· η την σχετικην, καθ᾿ ην τα αλληλων φυσικως στεργομεν τε και οικειουμεθα, μηδεν τουτων αυτοι πασχοντες η ενεργουντες; Αλλ᾿ ει μεν την πρωτην, εκεινοι μαλλον ψιλον απεφηναν ανθρωπον, (≡15Α_292≡> τον σαρκωθεντα Θεον, ως τουτον αγνοουντα φυσικως δογματιζοντες. Ει δε την δευτεραν, ουδε ανθρωπον ολως, αλλ᾿ ασαρκον μονον Θεον, ως εν ψιλη σχεσει τα της σαρκος, και ουχ ως ανθρωπου τα φυσικα φυσικως οικειουμενον μετα του ειναι και μενειν Θεον. Επει δηπερ εν ω την αγνοιαν τιθησι, και τα φυσικα παντα του σαρκωθεντος Θεου καταριθμει σαφως ο διδασκαλος· οιον το υπνουν, το πεινειν, το διψειν, το κοπιαν, το δακρυειν, το αγωνιαν, το υποδυεσθαι, τον σταυρον, τον θανατον· μεθ᾿ ων και την εγερσιν, και την αναληψιν, οις και σεσωκεν, εκουσιως ταυτα κατα φυσιν δεξαμενος υπερ ημων και παθων. Ει ουν ταυτα κατα την εν σχεσει ψιλην οικειωσιν επι Χριστου γεγενησθαι δοξαζουσι, και ου φυσικα ως ανθρωπου του σαρκωθεντος ειναι Λογου πρεσβευουσι, τι λοιπον Απολιναριω και Μανεντι καταλειψωσι; Σεβηρον γαρ υπερηραν τη ασεβεια, μαλλον υπεραυδησαντες, ως ου τοσουτον κατεξανασταντα (=0221=) της αληθειας, αλλα τη των φυσικων ιδιωματων ρησει προσκεχρημενον, ει και την φυσιν αθετει της σαρκος, προς μιαν τας διαφορους φυσεις εκθλιβων. Ταυτα γαρ εψεται τοις τα αμικτα μισγουσι, και τον Πατρικον διωθουμενοις και παρακλεπτουσι νουν, οστις ευκρινως απαντα τιθεται κατα ταξιν την πρεπουσαν. Οθεν ο πανευφημος και θεοφορος διδασκαλος εν τω περι Υιου δευτερω λογω, ταδε διεξεισι περι αγνοιας, ωσπερ κανονι τινι και τυπω διοριζομενος, καν αυτα το πρωτον ημιν ανερμηνευτως εις μεσον προηγαγον, τον ακροατην υφαρπαζοντες· " Η πασιν ευδηλον, οτι γινωσκει μεν ανερμηνευτως ως Θεος, αγνοειν δε φησιν ως ανθρωπος, αν τις το φανομενον χωριση του νοουμενου. " Τιθεται ουν την μεν αγνοιαν, τη κατ᾿ επινοιαν διαστολη των ουσιων μονον εκδεχεσθαι· τα δε φυσικα θεληματα, και παν τι αλλο φυσικον διχα μονης της αμαρτιας, τη καθ᾿ υποστασιν ενωσει των φυσεων αυτου του σαρκωθεντος Λογου γνωριζειν, εις την των εξ ων, και εν οις, και απερ υπαρχει κυριωτατην (≡15Α_294≡> βεβαιωσιν. Ει τοινυν την μεν αγνοιαν εν τη κατ᾿ επινοιαν διαστολη θεωρουμεν, ουδ᾿ αυτου κυριως εστιν, ο μητε ημων κατα φυσιν ως συστατικον, ει και ημων ειναι λεγεται δια την αρχαιαν παραβασιν, οιον η αγνοια, η εγκαταλειψις, η παρακοη, το ανυποτακτον. Τις γαρ ημων εν τουτοις φυσεως λογος, η της ουσιας συστατικος; Διοπερ ουδε Χριστου ταυτα κατηγορουμεν, ως Χριστου παντελως, ουδε ει τι αλλο, καθως εφην, των εν τη κατ᾿ επινοιαν διαστολη γνωριζομενων· και μαλα εικοτως. Ει γαρ ουκ εν διαστολη τον σεσαρκωμενον γινωσκομεν Λογον, ουδε κατ᾿ επινοιαν ψιλην φανταζομεθα, αλλ᾿ εν ακρα τη καθ᾿ υποστασιν ενωσει των φυσεων οντα πιστευομεν· δηλον ως ουδε τι των εν διαιρεσει κατ᾿ επινοιαν λαμβανομενων, αυτου το παραπαν εστιν· αλλ᾿ εκεινα κυριως αυτου και μονα πρεσβευομεν, τα οσαπερ φυσικα τυγχανει μετα της φυσεως, και λωβης οντα της καθ᾿ αμαρτιαν εκτος, ενοτητι προσωπου, και της κατ᾿ αυτον μιας υποστασεως, πραγματικως σωζομενα τε και ομολογουμενα τοις ευσεβεσιν.
Ουκουν ει μεν ου φυσικον το θελημα, και της ημετερας ουσιας συστατικον, παραστησωσιν. Ει δε φυσικον· θελητικος γαρ φυσει ο ανθρωπος, η και αυτο μετα των αλλων του σαρκωθεντος Λογου κατ᾿ ουσιαν ως ανθρωπου γεγενημενου, και θελητικου κατ' αμφω τας εξ ων συνεστηκε φυσεις υπαρχοντος, και εστι και γνωριζεται, η και τα αλλα φυσικα μετ᾿ αυτου, φημι δη του κατα φυσιν θεληματος, εν τη κατ' επινοιαν διαιρεσει, ψιλως, αλλ᾿ ου κυριως και πραγματικως γνωρισθησονται, και εσται κατ᾿ αυτους, η της ολης οικονομιας θεωρια και μυησις· μαλλον δε αυτη κυριως η σαρκωσις, κατα διαιρεσιν αυτοις λαμβανομενη και φαντασιαν, μηδενος φυσικου (=0224=) τουτοις εν Χριστω καθ᾿ ενωσιν ομολογουμενου, μη δ᾿ αυτης το παραπαν της φυσεως. Ου γαρ τι φυσικον ουκ εστιν, ουτε φυσις εσται ποτε αν. Ωσπερ ενθα κυριως η φυσις, τα κατ᾿ αυτην απαραλειπτως διχα μονης της αμαρτιας. (≡15Α_296≡> Διοπερ ουδε μια τουτοις κατα της αληθειας προφασις εσται. Περηρηται γαρ πασα, και δια παντων επινοια, προς το ταυτην, ει γε βουλοιντο, περιχαρως ασμενισαι, και ημιν ειλικρινως συνομολογειν· αλλα μη τοις ως εξ αραχνης της κατ᾿ αυτους αδρανους διανοιας επερειδεσθαι λογοις, τους εις αυτον ορθοδοξως πιστευοντας, οτι εξ ων εστιν ο Χριστος, εν αυτοις εστιν ο Χριστος· και εν οις εστιν ο Χριστος, ταυτα εστιν ο Χριστος· Εστιν ουν Θεος και ανθρωπος εν ταυτω ο Χριστος· εστι δε και εν θεοτητι και εν ανθρωποτητι· ηνωτο δε και εκ θεοτητος και εξ ανθρωποτητος.

Του αυτου αγιου Μαξιμου επιλυσις του δευτερου ατοπου.

Περι του δειξαι φυσικα λεγειν τα θεληματα τους Πατερας, τοτε δειξομεν, οτ᾿ αν επαιειν δυνηθωσιν η βουληθωσιν, ειπειν οικειοτερον, οι προς παντα τα θεια και πατρικα την ακουστικην της ψυχης αποβυσαντες δυναμιν. Ει γαρ ταυτην ως εκ τινος παθους ανακαθαραι βουληθωσι της εριδος, και τρανως, η μαλλον απροσπαθως, το της διανοιας ομμα κατα λογον ερεισαι τη της πατροπαραδοτου διδασκαλιας πολυφωτω και ιερα λαμπηδονι, συνησουσι παντως ως φυσικα θεληματα κατονομαζουσιν· εκ τε του διαρρηδην απαντας κοινη λεγειν τε και διδασκειν, "Φυσικην τε ορεξιν, και εμφυτον ορεξιν, και φυσικως εχουσαν το μη θελειν αποθανειν την σαρκα· καταγνωσις φυσεως εστι γαρ τουτο. Και πως αν φησι κοινον αμφοτερων το θελημα; που δ᾿ αν η της φυσεως διαφοροτης τω ενι θεληματι διαφαινοιτο; Αναγκη γαρ πασα συνδρομον ειναι τη φυσει την βουλησιν, και την φυσιν μη βουλομενην αποθανειν, αλλα της παρουσης αντεχομενην ζωης. Και ωσπερ το πεινειν και διψειν ουκ εγκλημα, ουδε το της παρουσης ζωης εφιεσθαι. Και οτι φυσει γαρ εγκειται το φιλτρον το περι τα παροντα». Και το· " Εχουσης της σαρκος, ην δι' ημας ανελαβε μετα παντων των αυτη προσοντων φυσικως, και το παραιτεισθαι τον θανατον». Ταυτα Αθανασιου, και Βασιλειου, και (≡15Α_298≡> Γρηγοριου, και Ιωαννου, και Θεοφιλου, και Κυριλλου, των αοιδιμων, τα δογματα, και των αλλων εγκριτων Πατερων. Τις η υπερ ταυτα μειζων αποδειξις, ως φυσικα θεληματα διαγορευουσι; Ποια δε και παρα τινων αντιλογια, μηδεμιας εν τουτοις τοις λεγομενοις ουσης αμφιβολιας, η της οιασουν επικρυψεως;
Ημεις μεν ουν εντευθεν ου λεξεις καινοτομουμεν, ως οι δι᾿ εναντιας φασιν, αλλα πατρικας ομολογουμεν φωνας· ουδε προς τον ιδιον νοουντες σκοπον τας ονοματοποιιας τιθεμεθα· τολμηρον γαρ τουτο, (=0225=) και της αιρετικης εργον και μανικης διανοιας εφευρεσις· αλλ᾿ ως υπ᾿ αυτων των αγιων ενοηθησαν και ελεχθησαν, ταυτας ευσεβως προκομιζομεν. Αυτοι δε τινα και ποθεν εξουσι χωραν, εις το μη παντως ουτω νοειν, αλλ᾿ ετερως και παρα ταυτα δοξαζειν, ειγε βουλοιντ᾿ αν ολως ευσεβειν, και της πατρικης μη παρεκκλινεσθαι διδασκαλιας; Ει γαρ υποστατικα, τουτεστι προσωπικα εξουσι παντως τα φυσικα δυσωπουμενοι, και την προσωπικην ετεροτητα συνεισαξουσιν, η τα παρα φυσιν, και την εκπτωσιν των ουσιων δογματιζουσιν, εις ανυπαρξιαν τας φυσεις, η μαλλον εαυτους, συνελασαντες. Και γαρ τι των προσωπικων, και των παρα φυσιν, ειπερ τι τοιουτον δωσωμεν ολως ειπειν, ουκ εστιν· οτι μηδε καθολου γινωσκεται, μετα την των κατ᾿ ουσιαν αποφοιτησιν θεληματων. Ειτε γαρ θειον και ανθρωπινον, ειτε θεουν και θεουμενον, ειτε κτιστον και ακτιστον, ειτε και οπως ποτε καλειν εθελοιεν, φυσικα, και ουκ αλλως τα επι Χριστου θεληματα κατονομαζειν ευσεβως εναγομεθα, την φυσικην ετεροτητα των εξ ων συνεστηκε διασημαινειν εθελοντες. Ει γαρ αναγκη πασα συνδρομον ειναι τη φυσει την βουλησιν κατα τους Πατερας, και ουκ εστιν κοινον δηλαδη αμφοτερων των ουσιων το θελημα λεγειν, ουτε η της φυσεως διαφοροτης τω ενι θεληματι διαφαινεται, δηλον ως παντως δυο φυσικα αναγκη τα θεληματα λεγειν· ινα, κατα τους Πατερας, η των ουσιων επι Χριστου διαφοροτης ασυγχυτως και αδιαιρετως γνωριζηται. Τις (≡15Α_300≡> ουν αυτοις προς ταυτα λογος, η τινα την ονοματοποιιαν εαυτοις αναπλασοιντο, κατα τον ιδιον τα πατρικα νοουντες σκοπον; Ποια δε αρα τον ευσεβη ελεσθαι βουλοιντ᾿ αν, των φυσικων αποπιπτοντα θεληματων, τα προσωπικα; Και τις οισει την εν προσωποις του ενος κατατομην; Αλλα τα παρα φυσιν. Και τις ο της κακιας και της ανυπαρξιας ενεγκη βαραθρον, εις οπερ εαυτους κατα μικρον συνελαυνουσι; Πλην, εκεινο χαριν εαυτοις, οτι τον αριθμον των θεληματων πολεμειν εφεμενοι, περι την τουτων φυσιολογιαν ετραπησαν, ην τυχον και παραχωρουμεν, ως θελοιεν ονομαζειν, του κατα ταυτα διαπιπτοντες αριθμου, μεχρις αν εκ της ακαταλληλου κλησεως μεταμαθοντες το ατοπον, και εις οπερ αν αυτοις αγει τελος απροσφορον, πεισθειεν καυτοι φυσικα θεληματα κατα τους Πατερας ομολογειν.
Τις δε και την τουτων περιφοραν μη θαυμασειε; Οπως τε περιοδοις τισι και διαυλοις αποκεχρημενοι, το μεγα της περι ημας θειας οικονομιας αποσκευαζειν μηχανωνται μυστηριον; Ποτε μεν γαρ κατα των φυσικων ενεργειων το θελημα προσκομιζοντες, δι᾿ ενος, η φασιν, εαυτοις συνεισαγοντες την μιαν, κατα των δυο μετηλθον ενεργειαν· ποτε δε την αγνοιαν κατα των θεληματων, ως ταυτη συναποβαινοντος του θεληματος, των εκτος ειναι λογιζομενου. Ποτε την παντων των φυσικων τελειαν αποφασιν, δια της οικειωσεως, και του μυστηριου, καθως εφην, την ολην ανατροπην· εν σχεσι ψιλη τουτων αυτοις απαντων επ᾿ αυτου λαμβανομενων, και ου φυσικως ως ανθρωπου του σαρκωθεντος Θεου καθ᾿ ενωσιν γνωριζομενων· δεον μη της αληθειας εξιστασθαι· συννευειν δε μαλλον αυτη δια παντων και συνηγορειν, κατα την απαραλειπτον των του αυτου και ενος Χριστου του Θεου ημων φυσεων, και των προσοντων ταις φυσεσι πιστωσιν ειλικρινη και βεβαιωτατην ομολογιαν· ω η δοξα συν Πατρι και αγιω Πνευματι, εις τους απεραντους αιωνας. Αμην.

ΤΟΜΟΣ ΔΟΓΜΑΤΙΚΟΣ ΠΡΟΣ ΜΑΡΙΝΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ
(≡15Α_302≡> (=0228=) Ων ο λογος αρεταις ωραιζεται, τουτων ο νους γνωστικαις επιλαμπεται χαρισιν, εξιστωσαις ληθης απασης αυτον, ωσπερ εκεινον απατης εκειναι, και προς μυησιν αγουσαις του κρυφιου τοσουτον, οσον αυτου δι᾿ ημας εκφανθεντος προς μιμησιν επαναγουσι. Τουτο εν Πνευματι αγιω παρεδειξας, οις αυτος αμιλλωμενος εμμελεια τροπων ιερων και ιερωτερων πραξεων, θεοτιμητε Πατερ, υπερεχεις τοσουτον την ευφημιαν, οσον και ικανος προσβαλειν την ευτονια, περας μεν δρομου ποιουμενος την επεκτασιν, και λογου την επι τον Λογον αεικινητον ανοδον, ινα και φυσιν υπερβης, και τυπους απαντας διαρρηψης, και καθαρως τω καθαρωτατω προσομιλησης, κατα την εκ παντων και προς απαντας υποστολην εαυτου, και τελειαν εν σχεσει διαβασιν· ητις την αοριστον ευροιαν προξενει κατα χαριν πειγραφουσαν τε παν οριστον και υπερβαινουσαν, και εις τα Αγια των αγιων, ενθα προδρομος υπερ ημων εισηλθε το καθ' ημας ο υπερ ημας Ιησους απριξ χωρησαι (=0229=) παρασκευαζουσαν, τον απο δοξης εις δοξαν πρακτικως αυτω δι᾿ αρετης συναναβαινοντα, και τους ουρανους απο γνωσεως εις γνωσιν επιστημονικως διερχομενον, και τη (≡15Α_304≡> κρυφιομυστω και πολυφωνοτατω σιγη, κατα πασαν νοερως ενεργειας απολειψιν, αγνωστως εντυγχανοντα τω Πατρι των πνευματων, ω δια χαριτος και της περι τα ιερουργα μακαριας σπουδης υπερφυως αναχθεις, αναγεις τους κατ᾿ εμε κατω κειμενους, χειρα τε συμπαθως ορεγων δια του γραμματος, και λογον δια της εν τουτω κρυπτομενης νοησεως, πειθων τε δια σπουδης υπεξιστασθαι των εξισταντων Θεου, και μονην ασχετως την αυτου και προς αυτον ενωτικην εξ ολης καρδιας (τιμαν, ασκειν, προτιμαν,) αγαπην, καθ᾿ ην, ως απλην και ανειδεον, πασαν διπλοην, και σχηματος επικαλυψον αυτης τε διανοιας, και του φαινομενου διακρουσασθαι παρακελευη, και την μακαριαν οντως, και των μακαριων εκφαντορικην αρετην κατορθουν, ηνα ταις σαις ιερωταταις στηριζομενος προσευχαις δυνηθειην εξανυσαι, ευπεριστατον αμαρτιαν απολιπων.
Επει δε μοι και προς εργασιαν αυθις εγειρων το λογισμον και το χωρημα της ψυχης πασης αγνοιας διακαθαραι βουλομενος, εκελευσας μοι διερευνησαι του της αναστασεως φερωνυμως θειοτατου και μεγαλου Καθηγητου της αγιας Θεουπολιτων Εκκλησιας, ταυτον δε φαναι της οικουμενης απασης, τον κατα του Διαιτητου λογον· μαλλον δε Διαιρετου, κυριως ειπειν, οσω και Θεου και ημων τελειως χωριζει δι᾿ ακρας μεταβολης και συμφυρσεως, τον δι᾿ ημας ανθρωπησαντα Θεον, και του Πατρος ομοουσιον γεννημα Κυριον ημων Ιησουν Χριστον, πως επ᾿ αυτου μιαν φησι την ενεργειαν, καιτοι φυσικας δογματιζων τας ενεργειας· αυτον γε αυτης ως οικειας φωνης προισχομαι σιφον ερμηνευτην και διδασκαλον, ουκ αλλο τε ταυτην ειναι διοριζομενον, η την των εμφυτων ενεργειων αδιασπαστον ενωσιν, και το εξ αυτων αποτελεσμα, το εργον φημι και την πραξιν, ως ενδεικτικην τουτων υπαρχουσαν και δηλωτικην, ει τις κατα την ενεργειαν (≡15Α_306≡> κεκοινωνηκε κλησεως, α τε δη μερικον τι κυριως ουσα και καθολικον. Καθ᾿ οσον γαρ εκ της κατα ιδιοτητα φυσικην ουσιωδους ενεργειας προαγεται μερικου ταξιν επεχει, ωσπερ ουν παλιν κακεινη προαγουσα καθολικου. Πεφυκε γαρ τα μεν ιδικα της κλησεως κοινωνειν των γενικων, τα δε καθολου της (=0232=) υπαρξεως κατηγορεισθαι των μερικων, ου μην τε της κλησεως κοινωνειν, ινα δια ταυτης εξιδιαζηται πως και εις μερικου ταξιν λογιζηται. Το γουν αποτελεσμα, καθως εφην, αυτων δυο των εμφυτων ενεργειων, ηγουν την πραξιν, ως αμφοτερας καθ᾿ ενωσιν αυτων συλλαβουσαν, εκ του κατ᾿ αυτας προσαγορευσας ονοματος ο διδασκαλος, μιαν ειπεν ενεργειαν, δια το μηδεν θειον η ανθρωπινον κεχωρισμενως επιτελεισθαι, αλλ᾿ εξ ενος και του αυτου συμφυως αμα και ηνωμενως προαγεσθαι, κατα την εν τουτοις ενιαιαν περιχωρησιν· ου μην γε δια τουτο ειπε μιαν αυτου κατ᾿ ιδιοτητα φυσικην την ουσιωδη ενεργειαν· ωσπερ ουδ᾿ ουσιαν μιαν και φυσιν δι᾿ αυτο γε το του ενος προσωπου μοναδικον, ουδετερας των εξ ων συνετεθη μετεχουσαν. Σωζεται γαρ καν τη ενωσει των φυσεων η κατ᾿ ουσιαν διαφορα, συναποσωζουσα κυριως αυτη και την των ουσιωδως προσοντων ταις φυσεσι.
Και τουτο διαγορευων εν αυτω τω του κατα Διαιτητου πονηθεντι λογω, μετα το λιαν επιστημονως προδιαστειλασθαι περι τε ιδιοτητος φυσικης της προς ενεργειαν επιτηδειως εχουσης, και αυτης ενεργειας της εις εργον και πραξιν εκ της επιτηδειοτητος προϊουσης, ουτως διεξεισι· "Διο μιαν μεν την ενεργειαν επι Χριστου», και την αιτιαν επαγει, δια το μηδεν θειον η ανθρωπινον κεχωρισμενως επιτελεισθαι, "και ημεις φαμεν». Ως δε τον της ενωσεως λογον ταυτη παρεδειξε, τον της ουσιωδους διαφορας επαγων, φησιν, "Ου μιαν δε αυτου την ιδιοτητα, μη γενοιτο· ου γαρ η αυτη θεοτητος ιδιοτης και ανθρωποτητος»· η προς ενεργειαν δηλαδη φυσικην επιτηδειως εχουσα, κατ᾿ αυτον. Και (≡15Α_308≡> παρακατιων αυθις, "Και αλλως δε το αυτο καθολου φαναι, μιαν μεν των συνελθουσων την εκ των οποιων δη φυσεων ενεργειαν ειναι, τη κοινωνια δηλονοτι της ενωσεως και του συμπερασματος αυτου, πασα ναγκη· μιαν δε αυτων την ιδιοτητα λεγειν συγχυσεως ανευ, ταχα δε και εφ᾿ ων τη συγχυσει χωρα παντελως ανεπινοητος». Φανεστατα γουν δια των οικειων την εαυτου εννοιαν εσαφηνισεν ο Πατηρ, ουκ ουσιωδη μιαν την επι Χριστου φησας ενεργειαν, ινα μη συγχυσις αυτου τοις μερεσιν επαγηται και φυρμος· ουχ υποστατικην το συνολον, ινα μη των ακρων αυτω χωρισμος γενηται και διαστασις· Πατρος αναρχου φημι και αχραντου μητρος· Υποστασει γαρ, και τοις υποστατικοις εκεινων σαφως διακρινεται. Αλλα τι φησιν; Μια τη κοινωνια της ενωσεως και του συμπερασματος, οπερ εργον και πραξιν ενωτερω διωρισε, μητε τοις φυρειν εθελουσι, μητε μην τοις χωριζειν παρεισδυσιν την οιανουν δεδωκως· αλλα τους μεν απελασας, τω γνωριζειν, τι μεν προηγουμενως και κατα φυσιν ιδιον της κατ' αυτον ανθρωποτητος· τι δε της υπερουσιου θεοτητος· τους δε προπωσαμενος, τω μηδεμιαν επι του αυτου και ενος διϊσταν η χωριζειν ενεργειαν. Το γαρ ονομα της ενεργειας κοινως επι τε απλης (=0233=) ομοιως και της εν σχεσει θεωρουμενης κινησεως, η αυτου του αποτελεσματος λαμβανομενον, φυρμον ουκ επαγει τοις πραγμασιν, εως αν ευκρινης η των νοουμενων διασαφησις γενηται, καθ᾿ ην τα τε θατερα φυσεων ουσιωδως προσδεδραμηκυιων αδιαιρετως φυλαττομεν, και τα θατερας ιδια της θατερας ασυγχυτως γνωριζομεν δια την ενωσιν, και αμφοτερων του εξ αυτων ολου δια την υπαρξιν, ουτε κατα τουτο συμφυροντες, ουτε μην κατ᾿ εκεινας χωριζοντες, αλλ᾿ ουσιων μεν ορους κρατουντες την διαφοραν, λογοις δε μιας και της αυτης υποστασεως την ενωσιν διασφιγγοντες. Ουτω γουν, και δια ταυτα ουτος, και πας αλλος ει τις εγκριτος και θειος Πατηρ, ως ηδη φαινομαι γεγραφως, μιαν επι Χριστου την ενεργειαν και δυο, το μεν την ενωσιν αποσκοπων την κατα φυσιν ενεργειων, ωσπερ ουν και (≡15Α_310≡> των φυσεων· το δε, την ουσιωδη τουτων διαφοραν. Και ωδε μεν ταυτα.
Περι δε της εις την χρησιν ερμηνειας του θεολογου και μεγαλου της Εκκλησιας (αληθειας) κηρυκος Γρηγοριου, την «Παρα του ανθρωπου τυπουσθαι τον λογον φασκουσαν ου του κατα τον Σωτηρα νοουμενου. Το γαρ εκεινου θελειν, ουδε υπεναντιον Θεω θεωθεν ολον», λιαν μεν ευσεβους ηρτημενης οριζομαι διανοιας, υπερ ης και εξ ης εσπουδασθη τω φιλοπονω, μικρον δε περι το της λεξεως ακριβες ενδεους, ω και μαλλον επιδρομας, η καταδρομας ειπειν αληθεστερον, οι παντα ευκολοι και παχεις μηχανωνται ποιειν, και ουδεν ουτως αυτοις περισπουδαστον, ως το και τα λιαν παντοθεν ησφαλισμενα, και μηδεμιαν αυτοις υπανοιγοντα χωραν κατα του λογου, διερευνασθαι και μωμοσκοπειν, μητοιγε ψιλης ποθεν δραξαμενοι φωνης, και ταυτης εξ απλαστου προαγομενης και καθαρας διανοιας, επι το μεν επικυρουν και συνισταν της εξ ημων προληφθεισης εψυχωμενης σαρκος, (ηγουν του κατα τον Σωτηρα ανθρωπινου) το ουσιωδες θελημα και φυσικον, εκ τουδε του θεοληπτου Πατρος το λεγειν· "Το γαρ εκεινου θελειν σοφον και περιεσκεμμενον», εξ ου της προς το φυσει Θειον αυτου και Πατρικον η ουσιωδης δεικνυται διαφορα, μηδαμως επιφυηναι συγχυσιν παραχωρουσα τω κατα Χριστον μυστηριω. Το δε γε παροξυτονως ως εξ αντιγραφων τινων εκφωνειν το θεωθεν ολον, και μη μαλλον οξυτονως, δεοι του μη το εν εισαχθηναι θελημα προς των εναντιων, λαβην διδωσι καθ᾿ ημων, ως σχετικην και υποστατικην υποφαινοντων, και οιον χαριτι και αξια την ενωσιν, τω και τους αγιου εκ Θεου (=0236=) προηγουμενως κινεισθαι τε και ενεργεισθαι, δια την ολικην αυτων προς τε Θεον και τα θεια συννευσιν και διαθεσιν. Η γαρ (≡15Α_312≡> οξυτονος του θεωθεν φρασις, ουτε εις ταυτον ουσιωδους και φυσικου θεληματος αγει το, ως ανθρωπου κατα τον Σωτηρα θελειν, (τις γαρ ο δειξαι δυναμενος;) και την ακραν ενωσιν τε και συμφυιαν παριστησι. Των γαρ προς τι τυγχανον το θεωθεν, ωσπερ ουν και το πυρωθεν και φωτισθεν, και οσα τοιαυτα, συνεισαγει παντως εαυτω και το προς ο την αναφοραν, οπερ εστι το θεουν, το πυρουν και το φωτιζον, της σχεσεως εχει, ως μη μαλλον εκειθεν η ενθεν τον τε λογον κρατυνεσθαι της διαφορας και της ακρας ενωσεως. Ουδε γαρ το μη υπεναντιον ειναι προς ενωσιν αυταρκες· παν γαρ ει τι φυσικον , και αδιαβλητον, ουκ εναντιον μεν, ου παντως δε και ηνωμενον Θεω. Το δε θεωθεν παντη τε και παντως ηνωμενον, και την ουσιωδη διαφοραν ουδαμως εξιστουν, οσω και ασυγχυτον υπαρχει κατα την ενωσιν.
Ει δε τις ερει· Και ει μηδεν φυσικον υπεναντιον, πως περι του καθ᾿ ημας εμφυτου θεληματος, ειπερ αυτου, και ουκ αλλου τυχον, εμνημονευσεν ο Πατηρ, και ου παντως ειρηκεν επομενου Θεω, αλλ᾿ "Αντιπιπτοντος ως τα πολλα και αντιπαλαιοντος;" Η γαρ ου φυσικον ως αντιπαλον, η ουκ αντιπαλον ως ον φυσικον. Και αλλο λοιπον ως εν ποιοτητι φυσικη προς το θελειν του κατα τον Σωτηρα ανθρωπινου καθεστηκεν· ειπερ τουτο μεν, ουδαμως· εκεινο δε, υπεναντιον. Φαμεν, οτιπερ καθο μεν φυσικον, ουχ υπεναντιον· καθο δε μη φυσικως προς ημων κινειται, σαφως υπεναντιον, και ως τα πολλα αντιπιπτον, ω και το αμαρτανειν εφεπεται. Τω γαρ κατα παραχρησιν της κινησεως τροπω, αλλ᾿ ου τω κατα φυσιν της δυναμεως λογω, το παρα λογον και νομον υφισταται· επει προσφυως τυπουμενον τε και κινουμενον, ει και το ηνωμενον προς Θεον ουκ εχει, αλλα γε το συμβαινον και μη αντιπιπτον. Ως γαρ ουδεις εν τη φυσει λογος του υπερ φυσειν, ουτως ουδε του παρα φυσιν και στασιαζοντος. Ενθεν ουδε ως ουχ (≡15Α_314≡> επεται παντη τε και παντως απεφηνατο ο διδασκαλος, αλλ᾿ εκολασε φησας· " Ως ου παντως, και ως τα πολλα», ω προσυπακουεται το, εστιν οτε και ολιγακις, δια το προς αρετην των πολλων δυσαναγωγον. Το γαρ του κατα τον Σωτηρα ανθρωπινου θελειν, ει και φυσικον ην, αλλ᾿ ου ψιλον ην καθ᾿ ημας, ωσπερ ουδ᾿ αυτο το ανθρωπινον, ως υπερ ημας, τη ενωσει κατακρον θεωθεν, ω και το αναμαρτητον κυριως επηρτηται. Το δε ημετερον προδηλως ψιλον, και ουδαμως αναμαρτητον, δια την τηδε κακεισε γινομενην παρεγκλησιν· ου φυσιν μεν παραλλαττουσαν, κινησιν δε παρατρεπουσαν, η μαλλον ειπειν αληθεστερον, τον ταυτης τροπον αμειβουσαν. Και δηλον, εκ του πολλα παραλογως ποιειν, και μηδαμως εις αλογον μεταπιπτειν ουσιαν εκ της ενουσης εμφυτου λογικης.
(=0237=) Ουν εστι ουν αλλο το καθ᾿ ημας, και αλλο το κατα τον Σωτηρα ανθρωπινον· ουδε το θελειν αλλο, κατα γε τον της φυσεως λογον, ει και αλλως υπερ ημας· θεϊκως γαρ, ο μεν υπεστη, το δε ετυπωθη, δια της προς το θειον ακρας ενωσεως. Το προσαρμοζειν δε παλιν μαλιτα προσφυως των εν ημιν διαβεβλημενων εκαστον, οιον την εναντιωσιν, η την αντιταξιν, και οσα τουδε του καταλογου τυγχανει, καν επινοια τας φυσεις αχωριστως χωριζοντες τη εξης φυσει προσερχονται, συμπαραλαμβανειν, ου μη θεμις εν τουτοις εστι την κατα Χριστον ανθρωποτητα. Ει γαρ ουτε εν ημιν προσφυως, αλλα παρα φυσιν θεωρειται και λογον, πως εν εκεινη καν δι᾿ επινοιας η προσεπινοιας, ιν᾿ ουτως ειπω, προσαπτειν εστιν; αλλ᾿ οικειωσει μονον, δι᾿ οικτον ως κεφαλη του παντος σωματος, καθαπερ και ιατρω τα παθη του καμνοντος, εως αν τουτων ημας ο δι᾿ ημας ενανθρωπησας ελευθερωση Θεος. Πλην τελειως ημων δαπανων και εξαφανιζων τη δυναμει της κατ᾿ αυτον σωματωσεως. Διττος γαρ ο περι παθων λογος· ο μεν της επιτιμιας· ο δε της ατιμιας· και ο μεν φυσιν την ημετεραν (≡15Α_316≡> χαρακτηριζων, ο δε δι᾿ ολου παραχαραττων. Εκεινο μεν ουν ως ανθρωπος δι᾿ ημας θελων ουσιωδως κατεδεξατο, ομου τε την φυσιν πιστουμενος, και το καθ᾿ ημων λυων κατακριμα· τουτον δε παλιν, ως φιλανθρωπος, οικονομικως ωκειωσατο, εν ημιν τε και τω ημετερω ανυποτακτω γνωριζομενον τροπω, ιν᾿ ως κηρον πυρ, η ως ατμιδα γης ηλιος, παμπαν ημων εξαναλωσας, των οικειων ποιησηται την μεταδοσιν, και απαθεις μεν εντευθεν, αφθαρτους δε κατα την υποσχεσιν ημας παρασκευαση. Δει τοινυν τον τε ζηλον ομου και τον πονον του τα τοιαυτα σπουδαζοντος υπερ ευσεβειας μαλιστα κατα το εικος αποδεξασθαι, προτρεπειν δε προς ακριβεστεραν των πατρικων λογων εμμελειαν, δια τους επηρεαστας των καλων, ουδ᾿ αυτο συγχωρουντας εκ περιττης ανοιας, ο μη δε βουλομενοις αυτοις ελειν δυνατον.
Τον δε γε της ῾Ρωμαιων παπαν Ονωριον, ου καταγορευειν οιμαι της των εμφυτων θεληματων επι Χριστου δυαδος, εν τη γραφειση προς Σεργιον επιστολη δια το εν θελημα φαναι, συναγορευειν δε μαλλον, και ταυτην ως εικος συνισταν, ουκ επ᾿ αθετησει τουτο γε λεγοντα του ανθρωπινου και φυσικου του Σωτηρος θεληματος, αλλ᾿ επι του μηδαμως της ασπορου συλληψεως αυτου και της αφθορου γεννησεως προκαθηγεισθαι θελημα σαρκος, η λογισμον εμπαθη. Μονη γαρ θελησις θεια και Πατρικη, δι᾿ Υιου μονογενους αυτουργουντος την οικειαν σαρκωσιν, και Πνευματος αγιου συνδρομη, ταυτην ειργασατο. Και οτι γε ταυτης εχεται της εννοιας, δηλον εντευθεν. Ειπων γαρ, οτι δια την αφραστον (=0240=) ενωσιν της ανθρωπινης και θειας φυσεως, και Θεος λεγεται παθειν, και ανθρωποτης εκ του ουρανου κατελθειν μετα της ανθρωποτητος εκ του ουρανου κατελθειν μετα της θεοτητος· και ταυτη δειξαι την των φυσικως προσοντων εκατερα φυσει των του ενος Χριστου και Υιου κατ᾿ απαλλαγην ακραν αντιδοσιν, επαγει λεγων, «Οθεν και εν θελημα ομολογουμεν του Κυριου ημων Ιησου Χριστου», Πως, φησιν; «Επειδη (≡15Α_318≡> προδηλως εκ της θεοτητος προσεληφθη η ημετερα φυσις, ουχ αμαρτια»· τουτεστιν, ουκ εκ της αμαρτιας· μονονουχι συμφθεγγομενος τω μεγαλω Αθανασιω, γραφοντι ταδε κατ᾿ Απολιναριου του δυσσεβους, " Εγεννηθη εκ γυναικος, εκ της πρωτης πλασεως την ανθρωπου μορφην εαυτω αναστησαμενος, εν επιδειξει σαρκος διχα σαρκικων θεληματων και λογισμων ανθρωπινων, εν εικονι καινοτητος· η γαρ θελησις θεοτητος μονη, επειδη και φυσις ολη θεοτητος». Επειδη γαρ της δι᾿ ημας κατα σαρκα του Λογου γεννησεως υπερ ημας, η προοδος γεγονεν· ου γαρ σαρκος εμπαθης προηγησατο θελησις η λογισμος, ως εφ᾿ ημων οραται, δια την εξ απατης του γενους κατακρατουσαν ηδονην, αλλα θελησις θεοτητος μονη δι᾿ Υιου αυτουργουντος, ως εφην, την οικειαν σωματωσιν κατ᾿ ευδοκιαν Πατρος, και συνεργειαν του παναγιου Πνευματος, καινοτομουντος εν εαυτω τε και δι᾿ εαυτου τον επεισαχθεντα τη φυσει της γεννησεως τροπον, και ασπορως την εαυτου ποιουμενου συλληψιν εκ της αγιας Θεοτοκου και Αειπαρθενου Μαριας· τουτον δη τον αρρητον αυτου της γεννησεως σκοπησαντες λογον, εκεινος μεν, "θελησιν μονην επ᾿ αυτου θεοτητος" ειπεν, ουτος δε, "Θελημα εν του Κυριου Ιησου Χριστου, επειδη προδηλως, φησιν, εκ της θεοτητος προσεληφθη η ημετερα φυσις, και ουχ αμαρτια· διχα σαρκικων θεληματων και λογισμων ανθρωπινων», ως ο θειος φησιν Αθανασιος· ου μεν γε το μη και ως ανθρωπον αυτον μετα του ειναι φυσει Θεον ουκ εχει ανθρωπινον θελημα και φυσικον, ωσπερ ουν και θειον και πατρικον.
Το δ᾿ αυτο καν τοις εξης υπαινιττεται, φασκων, "Χωρις αμαρτιας συνεληφθη εκ Πνευματος αγιου, και της αγιας αχραντου και Αειπαρθενου θεοτοκου Μαριας, και χωρις μολυσμου εξ αυτης κατα σαρκα γεγεννηται». Την δε γε θειαν Γραφην επαινετως τε και ψεκτως παραγει (=0241=) της σαρκος μνημονευουσαν, ουχ ετεραν μη γενοιτο, τη τε φυσει και τη ουσια την του Κυριου σαρκα (≡15Α_320≡> προς την ημετεραν υποβαλλων νοειν, ος γε ταυτην ηπιστατο προσληφθειαν εκ της ημετερας ουσιας, ηγουν των της ομοφυους ημιν Αειπαρθενου και Θεομητορος παναγιων σπλαγχνων, αλλ᾿ ετεραν τη αμαρτησια, και του μηδαμως αντιταττομενον εχειν, καθαπερ ημεις εν τοις μελεσι τον εκ παραβασεως νομον τω νομω του πνευματος "Ου γαρ προσεληφθη, φησιν, υπο του Σωτηρος η κατεφθαρμενη απο της αμαρτιας σαρξ, η αντιστρατευομενη τω νομω του νοος αυτου». Ου τινος γαρ ου προκαθηγησατο ο καθ᾿ αμαρτιαν δια σπορας της γεννησεως νομος, τουτου παντελως ου δε τοις μελεσιν ενυπαρχει, αλλα νομος δικαιοσυνης προς υποτυπωσιν ημιν εκφαινομενος, και τον εκ παραβασεως επεισαχθεντα τη φυσει τελειως εξαφανιζων. Ηλθε γαρ, φησιν, ο αναμαρτητος ζητησαι και σωσαι το απολωλος, τουτεστι την αμαρτησασαν του ανθρωπινου γενους φυσιν. «Ετερος γαρ νομος εν τοις μελεσιν αυτου, η θελημα διαφορον η εναντιον ου γεγονε τω Πατρι». Εντευθεν δεικνυς, ουχ ως ουκ ειχεν ανθρωπινον θελημα και φυσικον· ου γαρ λεξας φαινεται τουτο· αλλ᾿ οτιπερ ως ανθρωπος ουτε κατα σωμα δια των μελων την οιανουν εκεκτητο παρα φυσιν ενεργειαν, ουτε μην κατα ψυχην θεληματος εναντιαν η παραλογον κινησιν, ωσπερ ημεις, "επειδη και υπερ νομον ανθρωπινης φυσεως ετεχθη».
Τρανωτερον δε καν τοις εξης παριστησιν, ως ο λογος ην αυτου μονον το εμπαθες, αλλ᾿ ου το φυσικον επι του Σωτηρος αποδιορισασθαι θελημα. Και οτιπερ, καν τω φυσικω και ανθρωπινω προς το Πατρικον και θειον συνεβαινε μεν, ουδεμιαν την εξ αντιπραξεως εχων προς εκεινο διαφοραν, υποτυπωσιν δε διδους ημιν εαυτον, το οικειον εκουσιως υπεταττεν· συνιστα δε το Πατρικον, ω αν και ημεις εκμιμουμενοι, το εαυτων αθετησαντες, το θειον δια πασης σπουδης εκπληρωσωμεν, λεγων ουτως· Καν γεγραπται, " Οτι ουκ ηλθον ποιησαι το θελημα το εμον, αλλα του πεμψαντος με Πατρος· και, Ουχ ο εγω θελω, αλλ᾿ ει (≡15Α_322≡> τι συ, Πατερ, ουκ εισι ταυτα διαφορου θεληματος», τουτεστιν εναντιου και αντιπραττοντος, «αλλα της προσληφθεισης ανθρωπινης οικονομιας» οικειουμενης συμπαθως τα ημετερα. «Ταυτα γαρ δι᾿ ημας ελεγεν, οις δεδωκεν παραδειγμα ο της ευσεβειας Διδασκαλος, ινα τοις ιχνεσιν αυτου επωμεθα· και μη το ιδιον εκαστος ημων, αλλα το του Κυριου μαλλον εν πασι προτιμηση θελημα». Ουκ αναιρεσιν ουν, ως εφην του φυσικου και ανθρωπινου θεληματος, αλλα του εμπαθους και παρα φυσιν ποιει· και διολου φαναι, το πασης (=0244=) αμαρτιας ελευθερον το καθ᾿ ημας, επιμαρτυρεται τον δι᾿ ημας σαρκωθεντα Θεον.
Και ιν᾿ επιτομως ειπω, δια του ενος θεληματος, το μονην της αυτου κατα σαρκα γεννησεως την θειαν προκαθηγησασθαι θελησιν δηλουν αυτον οιμαι· δια δε του «μη υπαρχειν θεληματος διαφοραν», το εναντιον ουκ εχειν η αντιπραττον, αλλα το συμβαινον δι᾿ ολου και ηνωμενον. Οθεν ηνικα μεν την ημετεραν φυσιν εκ της θεοτητος προσειληφθαι λεγη, θεληματος ενος μνημονευει· ηνικα δε το, Ουκ ηλθον ποιησαι το θελημα το εμον, εις μεσον τω λογω προτιθησι, τον αριθμον αφεις, " Ουκ εισι ταυτα, φησι, διαφορου θεληματος», τουτεστιν εναντιου και αντικειμενου, εξ ου το δυο κατα φυσιν υπαρχειν εν τω Σωτηρι θεληματα προδηλως συναγεται. Ει γαρ εναντιον ουκ ειχεν, φυσικον ειχεν ως ανθρωπος. Το γαρ ουκ εναντιον, φυσικον παντως, και ουδεις αντερει· ουδεν γαρ εν τη φυσει η τοις κατα φυσιν παντελως εναντιον· Δεος ουν πολλα βαινειν επιβαλειν, ο μη κυριως εν τοις εαυτου γεγραφε λογοις, και μηχανασθαι τους δι᾿ εναντιας οικειας δοξης ως ουκ αριστης επικαλυμμα ποιειν τανδρος τα γραμματα, καθ᾿ ετερον ταυτα παρα τον εκεινου σκοπον παραξηγουμενους. Συνηγορουντα γαρ εχει τον λογον, πασαν του επηρεαστου καταδρομην απελαυνοντα.
(≡15Α_324≡> Και ουτω μεν εγω γε τον νουν εχειν υπολαμβανω, πασης οντα καθαρον υποψιας. Βεβαιοτερον δε μοι τουτον πεποιηκεν εκ της πρεσβυτερας ῾Ρωμης επανελθων ο οσιωτατος πρσβυτερος κυριος αββας Αναστασιος, ανηρ ει και τις αλλος αρετη τε θεια και φρονησει κεκοσμημενος· και φησας ως πολυς αυτω λογος κεκινηται προς τους εκεισε της μεγαλης Εκκλησιας ιερωτατους ανδρας, δια την προς Σεργιον εξ αυτων γραφεισαν επιστολην, οτου χαριν και πως αυτη διερωτων ενεταγη το εν θελημα, και ευρεν ασχαλλοντας εν τουτω, και απολογουμενους, και προς αυτοις τον ταυτην εν Λατινοις υπαγορευσαντα, κατα κελευσιν αυτου κυριον αββαν Ιωαννην αγιωτατον συμπονον, ισχυριζομενον ως ουδαμως επιμνησιν εν αυτη δι᾿ αριθμου πεποιηνται ενος το παραπαν θεληματος, ει και τουτο νυν ανεπλασθη παρα των ταυτην ερμηνευσαντων εις την Ελλαδα φωνην. Ουτε μην την οιανουν κυριωσιν η (=0245=) εκβολην του κατα το ανθρωπινον φυσικου του Σωτηρος θεληματος, αλλα του καθ᾿ ημας και διαβεβλημενου τελειαν αποσκευην και αναιρεσιν, καθ᾿ ο και ο προς αλληλα των ομογενων συνισταται πολεμος, δειξαι βουλομενοι πασης ουσαν καθαραν αμαρτιας την προσληφθεισαν σαρκα, κατα την των ιερωτατων λογιων και των Πατρικων διδαγματων παραδοσιν. Και φαινονται πως δια της τοιουτων λογων συναδοντες τοις αρτιως εξηγηθεισι παρα της εμης ουδενιας, και οιον επισφραγιζοντες την υπερ Ονωριου γενομενην συνηγοριαν.
Ταυτα γουν απολογησαμενους διαγνους, εθαυμασα λιαν αυτων την ακριβειαν, ωσπερ ουν και κατεπλαγην την πανουργιαν, των παντα τολμωντων υπερ ενος του διακενης ασεβειν, και θελοντων, ως εθος αυτοις παλαι και νυν, παρακλοπαις τισι και παρεξηγησεσι τους εκθυμως κατ᾿ αυτων αγωνιζομενους, το γε παρα το εικος, εις εαυτους επισπασθαι, και τον νουν σφετεριζεσθαι (≡15Α_326≡> μηδαμως συνεπομενον. Αναγκαιως ουν και τουτο μαθων δεδηλωκα σοι, θεοτιμητε Πατερ, ως αν δια παντων φραξαμενος εχοις, οπως διακρουση των εναντιων τας φαλαγγας, λογω τε βαλλων ευτονως και πιστει κατα κρατος υπερνικων, δοξαν τε την του Μονογενους εντευθεν εις αναρρησιν εχων, και διαδημα την αυτου κατα χαριν κοινωνιαν και ενωσιν.
Αλλ᾿, ω ιερωτατη και τιμια μοι κεφαλη, ταυτα γνωρισον τω ιεραρχικως προκαθημενω της αμωμητου ημων και ορθοδοξου πιστεως, ου παντες οι τε πλησιον, και οι μακραν υπο τας πτερυγας οσιως επαναπαυσομεθα, μονην κρηπιδα δογματων ιεροτερων την αυτου τε και δι᾿ αυτου μακαριαν εχοντες ελλαμψιν, δι᾿ ης προς το ασκιον φως και Πατρικον εν Πνευματι αγιω χειραγωγουμεθα τε και αναγομεθα· προς αυτον ως αρχηγον της σωτηριας ημων, μετα τον φυσει και πρωτον, αποσκοπουντες, και τας τριβους ευσεβως κατευθυνοντες, εις ζωην επειγομενοι την ου φθορα λυομενην, αλλ᾿ αφθαρσια συνισταμενην, ης ωσπερ ενταυθα ταις θεοληπτοις αυτου προσευχαις, και ταις θεοσοφοις διδασκαλιαις ελπιδι μετεχομεν, ουτω κακει τη θεουργω μεσιτεια και προσαγωγη πειρα κοινωνησαι καταξιωθειημεν, κατα την εν αυτω τω Λογω και Θεω Κυριω ημων Ιησου Χριστω μονην και τελειωσιν.

ΠΕΡΙ ΠΟΙΟΤΗΤΟΣ, ΙΔΙΟΤΗΤΟΣ, ΚΑΙ ΔΙΑΦΟΡΑΣ, ΘΕΟΔΩΡΩ ...
Περι ποιοτητος, ιδιοτητος, και διαφορας, Θεοδωρω πρεσβυτερω τω εν Μαζαριω.

(≡15Α_328≡> (=0246=) Ουκ οιμαι προς γνωσιν ετερου δεισθαι τινος των απαντων τους ιερωτατους υμας, εν αυτο ηδη (=0248=) δι᾿ αρετης απλης προσβοαν κατα νουν σοφιζον, το Πνευμα το αγιον, εξ ουπερ και αλλοις τα θεια πηγαζετε κατ᾿ απειροδωρον της σοφιας χυσιν, της των νοηματων δια προφορας λογου ποιουμενοι προχυσιν, ως και μεχρι των κατ᾿ εμε ταπεινων, και λογου παντος αμοιρουντων ταυτην φιλανθρωπως εκτεινειν ευ μαλα προς επιστημην θειαν και μαθησιν, ει και συγκαταβασει χρωμενους οιδα δι᾿ ερωτησεως, εφ᾿ ω τε προβιβασαι, και ετι μαλλον προς τον οικειον δι᾿ ακρας υφεσεως μετεωριζειν υψος της γνωσεως τους κατω που κειμενους ημας, και αγνοια πιεζομενους, ως αν την νωθειαν τη υποβασει, τη τε πνευσει την ανοιαν της εμης εκκαθαραντες διανοιας, εις εξιν αγαγοιτε γνωστικην, και προθυμιαν ευτονον τε και πρακτικην, εξ ων τοις σωζομενοις η σωτηρια κατα χαριν προσγινεται, δια των καθ᾿ υμας σωζειν τους αξιους ηξιωμενων.
Λεγω γουν περι ων εκπαιδευοντες προσεξεταζειν παρεκελευσασθε, ποιοτητος φημι, και ιδιοτητος και διαρορας· πολυσχεδη μεν τουτων παρα τοις εξω τυγχανειν την σημασιαν, και μακρον αν ειη τας εν τουτοις εκεινων διαιρεσεις εξαπλουν, λογον τε διατεινειν, ως ου μαλλον επιστολικης ταυτα συμμετριας, η (≡15Α_330≡> γραφικης ασχολιας τυγχανοντες. Τοις δε θειοις Πατρασιν, συνεχης τε και συντομος η τουτων καθεστηκε δηλωσις, ουκ επι τινος υποκειμενου λαμβανομενη, τουτεστιν ουσιας και φυσεως, αλλα των τη ουσια, και μεντοι γε των τη υποστασει θεωρουμενων. Ποιοτητα γουν ειναι φασιν, ουσιωδη μεν ως επ᾿ ανθρωπου το λογικον, η ιππου το χρεμετιστικον· υποστατικην δε του τινος ανθρωπου γρυπον, η σιμον· η του τινος ιππου το ψαρον η ξανθον. Ουτω δε και επι των αλλων εχει γενητων απαντων ουσιων και υποστασεων, κοινως τε και ιδικως, ηγουν καθολικως τε και μερικως τοις ουσιν ενθεωρουμενην, καθ᾿ ην και προς αλληλα διαφορα των τε ειδων (=0249=) και ατομων γνωριζεται, διευκρινουσα την των πραγματων αληθειαν.
Επι δε της αγεννητου και μοναρχικης φυσεως, ουκ αν μεν ολως η κυριως λεχθειη ποιοτης. Ου γαρ εξ ουσιας τινος και συμβεβηκοτων το Θειον, επει και κτιστον εσται παντως, ως εκ τουτων συνθετον και συγκειμενον. Καταχρηστικως δε, και οσον αν τις εκ των καθ᾿ ημας δυναιτ᾿ αν τα υπερ ημας εικαζειν· ατε δη μητ᾿ αλλως η ουτως και μογις ικανουντων ημων την εκεινων αμυδρως εισδεξασθαι γνωσιν, και λογω καν ποσως γουν, ει και μη τελειως, διατρανουν· φυσικη μεν ποιοτης εστι το παναγιον, το πανσθενες, το παντελειον, το υπερτελες, το αυτοτελες, το αυτοκρατορικον, το παντεφορον και ειτι τοιουτον αλλο λεγεται φυσικον τε και θειον, και Θεω μονον συμπρεπον ως υπερουσιον. Υποστατικη δε ποιοτης, Πατρος μεν το αγεννητον, Υιου δε το γεννητον, και Πνευματος αγιου το εκπορευτον, ηγουν αγεννησια, και η γεννησις και η εκπορευσις, απερ και ιδιοτητας ονομαζουσι, δια τω μονον αυτω και ουκ αλλω (περι Θεου λεγεται) προσειναι ταυτα φυσικως η υποστατικως. Εξ ων αι τε ουσιωδεις και υποστατικαι συνιστανται διαφοραι, καταχρησικως μεν, ως εφην, επι Θεου, κατα φυσιν δε κυριως επι των γενητων απαντων. Οθεν ταυτον μεν αλληλοις υπαρχειν ταυτα φασι, ποιοτητα φημι και ιδιοτητα και διαφοραν, (≡15Α_332≡> και των τε συμβεβηκοτων, αλλ᾿ ουχ υποκειμενου τινος, ηγουν ουσιας λογον επεχειν. Διαφερειν μεν τω την ποιοτητα καθολικωτεραν ειναι, και επι παντων απλως, ειπερ ουδεν παρεξ Θεου των οντων αποιον, ως ουκ ασχετον, ουδε ανειδεον. Την ιδιοτητα δε μερικην, ως προς εκεινην, και μη απασων, αλλ' απλως και τοιωσδε (οποσουν και απλως, αλλα τοιωσδε ) λεγεσθαι, και επι τησδε της ουσιας, και ουκ αλλης· την δε διαφοραν ως συστατικην των οντων και αφοριστικην. Οθεν και ουτω ταυτην κατονομαζουσι, συστατικην καλουντες διαφοραν διευκρινουσαν, ως εφην, τα οντα κατα τε ουσιαν και φυσιν, κατα τε προσωπον και υποστασιν, και πασαν πασων ελαυνουσαν τροπην τε και συγχυσιν.
Αυτη ουν και ουτως εχουσα, κατα την των Πατερων διδασκαλιαν, η περι ποιοτητος και ιδιοτητος και διαφορας, ως εν επιτομη φαναι, διαληψις τε και διασαφησις. Αμηχανον δε τι τουτων ειναι ποτ᾿ αν η επινοηθηναι δυνασθαι χωρις της υποκειμενης ουσιας, ης και εστι και λεγεται τουτων εκαστον· (=0252=) ουσιας γαρ αλλ' ουχ εαυτης η τε ποιοτης λεγεται και ιδιοτης και διαφορα· και ο μη τουτο λεγων, ηλογησε, του κατα φυσιν λογου παρα λογον εκστας. Ουπερ μονος και παρα παντας Σεβηρος ο παραφρων σοφιστης, ως τα μηδαμη μηδαμως περινοων εαυτω και πλαττομενος, και ποιοτητων ανουσιων επι Χριστου λεγων διαφοραν, ιν᾿ ανυπαρκτον αυτον αποφηνη, τη των εξ ων και εν αις συνεστηκε φυσεων αποσκευη, και αυτων γε παλιν συναποσκευη των ποιοτητων. Ου γαρ δυναιντ᾿ αν αναιρουμενων των φυσεων,·ως μηδε καν ταυταις λοιπον η ολως εκ τουτων, λεγω δε των ποιοτητων, υφισταν δυνασθαι τον Χριστον, ει και συνθετον αυτον τερατολογει ο δειλαιος, καντευθεν τελειαν αυτου ποιουμενος την εξαρνησιν. Ου γαρ Θεος η Θεου φυσις, η συνθετος· επει και πασα συνθετος φυσις φυσει Θεος. Ει δε πασα συνθετος φυσις φυσει Θεος, ου Θεος κατ᾿ αυτον ο Πατηρ ο ασυνθετος· (≡15Α_334≡> ει γαρ το συνθετον φυσει Θεος, ου φυσει Θεος το ασυνθετον. Ει δε και το ασυνθετον φυσει Θεος, πολυθεος τις αν απεφηνεν ο αθεος και αντιθεος, αγνοησας τον οντως οντα Θεον και σαρκα γενομενον, αλλα φυλαξαντα καν τη συνθεσει της υποστασεως το προς τον Πατερα κατα φυσιν απλουν και ασυνθετον, ως Θεον φυσει και εκ Θεου, καν ανθρωπος εξ ανθρωπων δια ανθρωπου υπερ ανθρωπους γεγεννηται προσληψει σαρκος ψυχην εχουσης την νοεραν· καν ουδε ανθρωπον ομολογει τον ενανθρωπησαντα Θεον ο απανθρωπος, ως φυσιν επ᾿ αυτου την ανθρωπου, καθα και την θειαν αρνουμενος. Ου γαρ διφυα τουτον ηγουν διπλουν την φυσιν, ως οι Πατερες, αλλα συνθετον τινα και νοθον υποτιθεται φυσιν, την Απολιναριου βδελυριαν ζηλωσας. Ταυτη γε το μεγα της περι ημας οικονομιας αποσκευαζων μυστηριον ο αλητηριος, τη κλησει των ονοματων ευμηχανως ως δεινος αποκεχρηται ρητωρ, δυσφωρατον ποιουμενος τη των πραγματων υποκλοπην, και οιον υποκνιζων την αισθησιν, εις την της ασεβειας παραδοχην. Θεον τε γαρ αυτον αποκαλει δηθεν και ανθρωπον· αποσκευαζει δε θατερας προσηγοριας την κυριοτητα την αληθειαν, ως ουχ ομολογων τας φυσεις, ων προδηλως αι κλησεις τυγχανουσι. Και διαφοραν λεγει, μηδεμιαν γνωριζων διαφοραν, των διαφερουντων ουχ υποκειμενων φυσει κατ᾿ αυτον των πραγματων, ινα και συγχυσιν επεισκρινη δια της μιας συνθετου φυσεως, και ανυπαρξιαν νομοθετηση τη απαρνησει των φυσεων· και δοξη τοις μεν ονομασι την αναιρεσιν επικαλυπτειν, τη δε διαφορα διαρριπτειν την συγχυσιν· τοσαυτη του κακοφρονος η κακοφρων οντως μηχανη και επινοια, τω της αγνοιας ζοφω καλυπτομενη, και σκοτιζουσα τους αλοντας.
Προς ους δεον, ως υπερ εκεινου διατεινομενους τρεψαι τον λογον, και τουτο προσειπειν, ως ειπερ καθ᾿ υμας Κυριλλω τω αοιδιμω Σεβηρος κατακολουθων (=0253=) ομολογει την διαφοραν, εκτρεπομενος την συναιρεσιν, πως ου συνομολογει και τας φυσεις (≡15Α_336≡> αυτω, καν ταυταις, ως εκεινος, την ουσιωδη γνωριζει διαφοραν, μονην αποσκευαζομενος την τουτων διαιρεσιν, αλλα ποιοτησι μονον ψιλαις παρα τον εκεινου νομον και ορον τιθεται την διαφοραν; Οτι γαρ ομολογει τας φυσεις ο μακαριος Κυριλλος, ων και την διαφοραν δογματιζει, δηλον εκ του μη δε Νεστοριω τω διηρημενω κατ'αυτην γε την των φυσεων ομολογιαν απαξιουν κοινωνειν, ει και μη κατα την εννοιας το συνολον. "Τι γαρ, φησιν ο διδασκαλος, κοινον εμοι και Νεστοριω; το δυο λεγειν τας δυο φυσεις μεχρι του γινωσιειν την διαφοραν της σαρκος και του Θεου Λογου· ετερα γαρ αυτη κατα την φυσικην ποιοτητα, και της ουσιας ουχ ομογενες παρ᾿ εκεινον». Εαν ουν και τας φυσεις ομολογη, και επ᾿ αυταις την διαφοραν γνωριζη, και την της ομολογιας αιτιαν ευσεβως αποδιδωσι, φασκων, "Δια το ετεραν ειναι την σαρκα παρα τον Λογον κατα την φυσικην ποιοτητα»· ταυτον δε λεγειν, ουσιαν και ενεργειαν, προς την Θεου Λογου διαφοραν· πως ο παραφρων Σεβηρος ουδ᾿ αυτω τω πεπλασμενως αυτω τετιμημενω Κυριλλω κοινωνειν αξιοι, και τας φυσεις συμφθεγγεσθαι μεχρι του γινωσκειν την διαφοραν κατα την εκεινου διδασκαλιαν, ου κατα την φυσικην ποιοτητα μονον, αλλα και το της ουσιας ουχ ομογενες, ιν' ομου τε των φυσεων και των φυσικων ποιοτητων, ηγουν ουσιων τε και ενεργειων γνωριση την διαφοραν, αλλα και το της ουσιας ουχ ομογενες εξαρνουμενος της σαρκος προς τον Λογον, οπερ εστι το κατα φυσιν διαφορον, την εν ποιοτησιν ανυπαρκτοις ( πασα γαρ παντως ποιοτης ανυπαρκτος διχα της υποκειμενοις ουσιας ) αντεισαγαγοι διαφοραν; Ο δε κακουργως διαπραττομενος, και της του σοφου Κυριλλου, ταυτον δε λεγειν παντων των θεοκριτων Πατερων, αληθους κατεξανισταμενος διδασκαλιας, αλλοτριον εαυτον αποφαινει, και του ψευδους κοινωνον και συνηγορον.
Αρα δε ποιοτητων λεγων επι Χριστου διαφοραν, μετα την ενωσιν, η προ της ενωσεως λεγει την διαφοραν; Ει μεν γαρ προ (≡15Α_338≡> της ενωσεως, διαιρεσιν φρονει παντως, αλλ᾿ ου διαφοραν, και εκ διηρημενων, οιον των καθ᾿ αυτα προϋφεστοτων, δογματιζει την ενωσιν, η ταυτην ελυσε δια της των ποιοτητων διαφορας και ομολογιας, η ουδε ταυτας ολως ηνωσθαι την αρχην αποφαινεται. Και ει μεν ουχ ηνωσθαι λεγει, δηλον ως ουτε τας φυσεις ων αι ποιοτητες, ηνωμενας δοξαζει, καν υποκρινεται λεγειν· ου γαρ ενδεχεται, τας μεν ηνωσθαι, τας δε διηρεισθαι ποτ᾿ αν· αλλα συν αλληλαις ταυτον αλληλαις παθειν, ειτε ενωσιν, ειτε διαιρεσιν. Ει ουν την διαιρεσιν αποβαλλομενος ηνωσθαι διαγορευει μετα των φυσεων, και τας τουτων ποιοτητας, αναγκη παντως αυτον εαυτω γε στοιχουντα δια παντων, η μιαν συνθετον λεγειν ποιοτητα, καθαπερ και μιαν συνθετον φυσιν, δια την ενωσιν, και ηλεγχθη μη δε την εν ποιοτητι γνωριζων διαφοραν, αλλ᾿ αμφοιν, ουσιων τε φημι (=0256=) και ποιοτητων δογματιζων την συγχυσιν, η διαφορους διδους τας ποιοτητας, και ου δεδειως την διαιρεσιν, διαφορους και τας φυσεις ειποιεν αν, ου δεδιττομενος, ουτε μην προφασιζομενος την διαμπαξ τομην εις την της αυτων ομολογιας αποστροφην και παραιτησιν. Ει γαρ κατ᾿ αυτον ου πεπονθασι διατομην αι ποιοτητες, προς αυτου δηθεν ομολογουμεναι, δια την διαφοραν, πως αι φυσεις τμηθησονται της ομολογιας χαριν και διαφορας; Ει δε ταυτας μεν ουχ ομολογει, μονας δε δηθεν ομολογει τας ποιοτητας, δηλος εστι τας φυσεις εξαφανιζων, και ποιοτητων αθροισμα τον Χριστον δογματιζων, ωσπερ και τας των υλικων φυσεις ουσας γνωριζομεν· υποκειμενω μεντοι της υλης συνισταμενας, αλλ᾿ ουκ εν μοναις επιθεωρουμενας και ψιλαις ταις ποιοτησιν, ως εκεινος γε τον Χριστον διαγραφει, και δια τουτο συνθετον αυτον ονομαζει φυσιν, εκεινην δηλαδη, και ουκ αλλην νοων ην εκ ψιλων των ποιοτητων ανεπλασατο και συνεθηκεν. Ων γαρ ειναι λεγει την διαφοραν, τουτων σαφως και την ενωσιν. Ου γαρ αλλων η διαφορα και αλλων η ενωσις, αλλα των αυτων, και ουκ αλλων.
(≡15Α_340≡> Ουκουν εκ ποιοτητων και ποιοτητας ειναι διαγορευει τον Χριστον ο παραφρων, και κατ᾿ αυτας γε παλιν διηρημενον αυτον αποδεικνυσιν, ως ου μιαν συνθετον δια την ενωσιν, αλλα διαφορους επ᾿ αυτου δογματιζων ποιοτητας, ειπερ ορος ουτος αυτω της ενωσεως αριστος. Ει δε αλλος μεν επι φυσεων, αλλος δε παλιν επικρατει νομος επι των ποιοτητων, της αυτου δειξαι τουτον ημιν εργον εμμελειας, η εκπληξιας, ειπειν οικειοτερον, ως αν μαθοιμεν πως κατα την ενωσιν μιαν μεν φυσιν τας δυο γνωριζει φυσεις, ου μιαν δε ποιοτητα διαφορους ποιοτητας· η τινι λογω ποιοτητων μεν λεγει, φυσεων δε διαφοραν ου λεγει. Και πως ουκ ασυγχυτοι μεν διχα διαφορας μεμενηκασιν αι ποιοτητες, ασυγχυτοι δε και διχα ταυτης αι φυσεις; Πως τε κατα την διαφοραν αι ποιοτητες ου διαιρουνται, διαιρουνται δε κατ'αυτην αι φυσεις; Η πως ου διαιρουμεναι μη ομολογουνται μετα των ποιοτητων; Διατι δε συντιθησι μεν τας φυσεις, ου συντιθησι δε τας ποιοτητας, και πως τουτων ουχ ενωθεισων εις μιαν ποιοτητα συνθετον, εκεινας εις μιαν συνθετον ενωσθαι τερατευεται φυσιν; Ταυτα διατρανωσαι διαπορουσιν ημιν, οστις εκεινου δυσσεβης εραστης και συνηγορος, ινα την τουτων λυσιν ποιουμενος, συνδιαλυση την μεμψιν, η μη δυναμενος ταυτην ενδικως, εκεινω συναπενεγκηται μετα και μειζονος της κατακρισεως, οτι τε συμφωνον, τον και προς εαυτον οντα δια παντων αλλοκοτον, ειπειν τοις Πατρασιν τετολμηκεν.
Ταυτα μοι, θεοτιμητε δεσποτα, εν παραδρομη κατα την υμετεραν ειρησθω κελευσιν, εις την εκεινου και των της εκεινου συμμοριας υπασπιστων ανασκευην και καταργησιν. Της σης δ᾿ αν ειη θεοφρονος διανοιας, τα μειζω, και τελεωτερα τους ατελεις κατ᾿ εμε και νηπιους εκπαιδευσαι τε και διδαξαι, και (=0257=) προς γνωσιν αγαγειν θειοτεραν, ιν᾿ οικειωσης Θεω δια της αληθους επιστημης των οντων, ων αυτος ο υπερ τα οντα φυσει Λογος αιτια καθεστηκε, Κυριος ημων Ιησους Χριστος, ω και δι᾿ ευχων (≡15Α_342≡> μη διαλειποις με παρατιθεμενος τον αναξιον, αγιωτατε και θεοτιμητε Πατερ.

Και παλιν ο θειος Μαξιμος.

Πως ουν την ουτω ταυτα σεβασμιως αμα και διαπρυσιως ορωσαν τε και διαγορευουσαν αγιαν εν Χαλκηδονι συνοδον, ως διαπεμπομενην τον της Νικαεων ορον παραστησαι, τις αν ισχυσειε πωποτε, καν παντων η ποριμωματος εις εξευρεσιν των δια ψευδους, τα μη οντα κατα της αληθους και οντως (πιστεως) πλαττομενων; Ει δε και ως τουτο μεν τηρουσαν βεβαιως, ως δευτερον δε τυχον επεισαγουσαν ορον διαλοιδορειτε, και μεμφεσθε, τις ουτος καθεστηκεν ο υπ᾿ αυτης επεισαγομενος δευτερος ορος; Η ομολογια, φησι, των δυο φυσεων και εν δυο φυσεσι φωνης. Ου γαρ εχει ταυτην ο της Νικαεων ορος· εισηχθη δε προδηλως υπο των εν Χαλκηδονι Πατερων, ου προτερον γνωρισθεισα η ονομασθεισα παρα τινος.
Οτι μεν ουδε τουτο δυνασθε παραστησαι δηλον· πολλοις γαρ των προ αυτης αγιων Πατερων, ως ευσεβης η φωνη και εκριθη και ανηγορευθη· και μαρτυρουσι των ταυτην κηρυξαντων οι λογοι, πασης οντες ηλιακης ακτινος φωτοειδεστατοι και λαμπροτεροι, καν υμεις αγνοειτε δι᾿ απαιδευσιαν, η αγνοειν προσποιεισθε δια λοιδοριαν, και των ευσεβων Πατερων τε και δογματων ανοητον εγκλησιν. Ει δε και μηδεν ην, οποτε πλειστον, ως εφην, καθεστηκε, τι το κωλυον αγιους τοσουτους (μαλλον δε τον απαντα Χριστιανισμον· τουτο γαρ κυριως εστιν η των (≡15Α_344≡> ορθοδοξων Πατερων αγιωτατη συνοδος) εξουσιαστικως ταυτην προεσθαι, και νομοθετειν κατα της Ευτυχους συναιρεσεως;
Και μετα τινα φησι· Τινι λογω, και πως την εν Χαλκηδονι αγιαν συνοδον, καιτοι πατρικαις προδηλως αποχρησαμενην φωναις, αιτιασθε, και ως αλλον πιστεως ορον εισαγουσαν, τηδε κακεισε και εγγραφως και αγραφως διαλοιδορειτε και διασκοπτετε; Μη καθ᾿ οψιν κρινετε , δια τον ειποντα Θεον, αλλα την δικαιαν κρισιν κρινατε. Τις η επι της αυτης και μιας υποθεσεως των εν Χαλκηδονι Πατερων εγκλησις υμων, και τις η των προλαβοντων αναρρησις; Ει γαρ εστι κατα της εν τη Χαλκηδονι αλλον αιτιασθαι πιστεως ορον δια τας εγκειμενας τω ορω της Νικαεων φωνας, τουτο γε παντως εψεται λεγειν δια την αυτην αιτιαν και κατα Κυριλλου και των εκατον πεντηκοντα. Ει δε κατ' αυτων ουκ εστι, πως κατ᾿ εκεινης, συνιδειν ουκ εχω. Παρισταν δε προτρεπομαι την υμων επι τοις αναποδεικτοις λυσσαν και ενστασιν· ει γε καν αρα ουτως ικανως αισχυνθεντες, συσταλητε της απονοιας της τοσαυτης κατα της αληθειας ψευδους συστασεως. (=0260=) Επει και Γρηγοριος ο της θεολογιας συνηγορος, ουδεν τι μαλλον εκφευξεται της υμων κατα της Χαλκηδονεων ενοχης· πλειστον δε οσον υποπεσειται ταυτη παρα τον υμετερον νομον, προδιαρθρων το ελλιπως ειρημενον της εν Νικαια περι του αγιου Πνευματος· "δια το μηδε κινεισθαι, φησι, το τηνικαυτα τουτο το ζητημα»· μετα του Πατρος και Υιου το Πνευμα γινωσκων, και Κληδονιω γραφων ουτω νοειν και διδασκειν.
Αλλ᾿ εοικατε μοι της σαθρας οψεως, ουχ ικανουσης προς ηλιακης αιγλης ανανευσιν και μεταληψιν, την αυτην ως αμυδραν αιτιωμενης, ου την οικειαν αδρανειαν, εκμιμησασθαι το παθος· αυτοι τα και νοσηλευομενοι δια την συγχυσιν, και τους ταυτην ως (≡15Α_346≡> ασεβη και αναρμοστον προς την εν Χριστω των σωζομενων αληθειαν φυσεων ικανως εξελεγχοντας, ως ου φωστηρας κοινους, ουδε της αληθειας εκφαντορας εκδιαβαλλοντες. Ει γαρ εστι ταληθη περι αληθειας ειπειν, παντες, οι τε κατα την Νικαεων θεοκριτοι Πατερες, και πασα συνοδος ορθοδοξων και αγιων ανδρων, ουκ αλλον πιστεως ορον δια της επεισαγωγης των οικειων ρηματων παντελως επεισηγαγον, ως υμεις αποφαινεσθε, πλειστον παραληρουντες. και το ολον μαινομενοι· αλλ᾿ αυτον ως πρωτον και μονον των εκ των αγιων τριακοσιων δεκα και οκτω Πατερων νομοθετηθεντα βεβαιως εκυρωσαν, τρανουντες αυτον, και οιον επεξηγουμενοι και επεξεργαζομενοι, δια τους εκεινον και τα εκεινου δογματα προς την οικειαν κακως εκλαμβανοντας και παρεξηγουμενους δυσσεβειαν.
Αυτικα γουν τον της θεολογιας εν αυτω κειμενον λογον εν αυτω κειμενον λογον παραβλαψαι βεβουλημενους Ευνομιον τε και Μακεδονιον, οι εκατον πεντηκοντα Πατερες ου συνεχωρησαν δια των οικειων φωνων και δογματων. Ουτω δε και τον της οικονομιας Νεστοριον διαιρειν μηχνωμενον, ο μακαριος ουκ ειασε Κυριλλος· ωσπερ ουν και Ευτυχεα συγχειν εθελησαντα διεκωλυσαν οι εν Χαλκηδονι τιμιοι Πατερες. Πως ουν υπερ του αγαθου συν εκειναις, φημη δε ταις συνοδοις, και ταυτην ουκ αποδεχεσθε, δια το αυτο και ισον καλον· η ταυτην ως μισοκαλοι διαλοιδορουντες συνδιαλοιδορειτε κακεινας; ο δη μαλιστα ποιουντες τοις πραγμασιν, ευλαβεισθε τοις ρημασιν, ιν᾿ ευσεβειας πλασμασιν εκεινας δηθεν κατα ταυτης σεμνυναντες, δια ταυτης κακεινας λυμηνησθε, το ισον αυταις δια την ισην πραξιν επιφεροντες εγκλημα. Τις ουν υμων την τοσαυτην υποισοι κατα της ευσεβειας και των ευσεβουντων αυθαδειαν; κ. τ. ε.

ΚΕΦΑΛΑΙΑ ΠΕΡΙ ΟΥΣΙΑΣ ΚΑΙ ΦΥΣΕΩΣ, ΥΠΟΣΤΑΣΕΩΣ ΤΕ ΚΑΙ ΠΡΟΣΩΠΟΥ
(≡15Α_348≡> Οτι ουσια μεν το ειδος και την φυσιν, οπερ (=0261=) εστι καθ᾿ εαυτην, δηλοι, υποστασις δε, τον τινα της ουσιας εμφαινει.
Οτι ουσια και ενουσιον, ου ταυτον· ωσπερ ουδε υποστασις και ενυποστατον, ει και εν αλληλοις αμφω θεωρειται, αλλ᾿ αλλο και αλλο. Ενουσιον μεν γαρ εστι, το εν τη φυσει θεωρουμενον, και ου καθ᾿ εαυτο υπαρχον· ενυποστατον δε, αυτο το εν υποστασει ον, και ουκ εν εαυτω καθ᾿ εαυτο τυγχανον, δηλοι· τουτεστι, το μη εξ ατελων μερων εις εν τι συνελθον, αλλ᾿ εκ τελειου και ατελους, εν τη κατα συγχυσιν συνοδω θεωρουμενον.
Οτι η μεν υποστασις προσωπον αφοριζει τοις χαρακτηριστικοις ιδιωμασι. Το δε ενυποστατον, το μη ον καθ᾿ εαυτο συμβεβηκος δηλοι· αλλ᾿ οπερ εν ετερω εχει το ειναι, και ουκ εν εαυτω θεωρειται, ουδε εστι καθ᾿ εαυτο υφεστος, αλλα περι την υποστασιν παντοτε θεωρουμενον, ωσπερ αι ποιοτητες, αι τε ουσιωδεις και επουσιωδεις καλουμεναι· αιτινες ουκ εισιν ουσια, ουδε καθ᾿ εαυτα, αλλ' εν τη ουσια τυγχανουσι, και διχα ταυτης το ειναι ουκ εχουσιν.
Οτι ωσπερ ουδ᾿ ετερα των ποιοτητων, ηγουν ουσιωδων και επουσιωδων, εστιν ουσια, η πραγμα υφεστως καθ᾿ εαυτο, αλλ' αει περι την ουσιαν το χαρακτηριστικον κεκτηνται, ωσπερ χρωμα εν σωματι, και επιστημη εν ψυχη· ουδε γαρ εστιν ειπειν χρωμα διχα σωματος φαινεσθαι, η επιστημην διχα ψυχης ενεργεισθαι· (≡15Α_350≡> ουτως ουδε ενυποστατον η ενουσιον εστιν νοησαι διχα ουσιας η υποστασεως. Ου γαρ καθ᾿ εαυτα την υπαρξιν εχουσιν, αλλ᾿ αει περι την υποστασιν θεωρουνται.
Οτι το λεγειν τινας, μη ειναι φυσιν ανυποστατον, ορθως μεν λεγεται παρ᾿ αυτοις, ουκ ορθως δε νενοηται· και το μη ανυποστατον εις υποστασιν φερειν, και ουχι μαλλον εν τη υποστασει θεωρεισθαι.
Οτι ωσπερ ει τις λεγει, Ουκ εστι σωμα ασχηματιστον η αχρωματιστον, ορθως μεν λεγει, (=0264=) ου μην ορθως συνπεραινει, το σχημα, η το χρωμα σωμα λεγων ειναι, αλλ᾿ ουχι εν σωματι θεωρεισθαι· ουτως ει τις ονομασει λεγων· Ουκ εστι φυσις ανυποστατος· ειτα το μη ανυποστατον εις υποστασιν συναγων, ουκ ορθως διακρινει.
Οτι φυσις μεν ουκ αν ειη ποτε ανυποστατος, ου μην η φυσις υποστασις· ουδε το μη ανυποστατον εις υποστασιν θεωρειται. Επειδη ουδε αντιστρεφει. Η μεν γαρ υποστασις, παντως και φυσις· ωσπερ και το σχημα, παντως σωμα. Ουκ εστι γαρ υποστασιν νοησαι ανευ φυσεως· ου δε παλιν σχημα η χρωμα ανευ σωματος·· η δε φυσις, ου παντως και υποστασις.
Οτι η μεν φυσις τον του ειναι λογον κοινον επεχει, η δε υποστασις και τον του καθ᾿ εαυτο ειναι.
Οτι η μεν φυσις ειδους λογον μονον επεχει, η δε υποστασις και του τινος εστι δηλωτικη.

ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΚΛΗΜΕΝΤΟΣ ΠΡΕΣΒΥΤΕΡΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΚ ΤΟΥ ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ

Ουσια εστιν επι Θεου. Θεος ουσια θεια εστιν, αιδιον τι και (≡15Α_352≡> αναρχον, ασωματον τι και απεριγραφον, και των οντων αιτιον. Ουσια εστι, το δι᾿ ολου υφεστος. Φυσις εστιν, η των πραγματων αληθεια, η τουτων το ενουσιον. Κατα δε τους αλλους η των εις τι ειναι παραγενομενων γενεσις· καθ᾿ ετερους δε, η του Θεου προνοια εμποιουσα τοις γινομενοις το ειναι, και το πως ειναι.

ΤΟΥ ΠΑΝΣΟΦΟΥ ΜΑΞΙΜΟΥ ΟΡΟΣ ΥΠΟΣΤΑΣΕΩΣ

Υποστασις συνθετος εστιν, ουσια τις συνθετος, των καθ᾿ εκαστα περιληπτικη των οντων εν τω οικειω ατομω παντων ιδιωματων. Το γαρ κοινως εν τοις υπο το αυτο ειδος ατομοις θεωρουμενον, το της ουσιας ητοι φυσεως χαρακτηριζει, προηγουμενως μεν εν τοις υπ᾿ αυτο ατομοις, γεινικως δε παντων το κοινον, των υπο το συνθετον ειδος ατομων.

ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΕΥΛΟΓΙΟΥ ΠΑΠΑ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ...
Του μακαριωτατου Ευλογιου παπα Αλεξανδρειας, κεφαλαια επτα περι των δυο φυσεων του Κυριου και Σωτηρος ημων Ιησου Χριστου.

Ει μιας φυσεως κατα την ενωσιν ο Κυριος ημων Ιησους Χριστος εστιν, ειπε, ποιας, της λαβουσης, η της ληφθεισης; και τι γεγονεν η ετερα; Ει δε υπαρχουσιν αμφοτεραι, πως μια, ει μη εξ αμφοτερων μια απετελεσθη συνθετος; ει δε τουτο, πως ουχ ετεροουσιος ο Χριστος, του Πατρος ασυνθετου υπαρχοντος;
Ει ουδεποτε δυω φυσεων ο Κυριος ημων, Ιησου Χριστος ωμολογηται ων, πως δυνατον λεγειν μιας μετα την ενωσιν τον Χριστον, η και ολως λεγειν (=0265=) ενωσιν; Ει δε ωμολογηται ο Χριστος δυο φυσεων γεγονεναι, ειπε, ποτε δυο φυσεων ην ο Χριστος, και ποτε γεγονεν εκ μιας;
Ομοουσιος ο Θεος Λογος τη παρ᾿ αυτου ληφθειση σαρκι, η (≡15Α_354≡> ετεροουσιος; Αλλ᾿ ει μεν ομοουσιος, πως ου γεγονε τετρας η Τριας; Ει δε ετεροουσιος η σαρξ του Θεου Λογου, πως ου δυο φυσεων ο Χριστος;
Μιαν φυσιν του Θεου Λογου σεσαρκωμενην φασι τινες· οιμαι δε και υμας ουτω λεγειν. Αλλ᾿ ει μεν μιας ουσιας του Θεου και της σαρκος τουτο νοητεον, πως οιον τε το κτιστον τω ακτιστω, και το αιδιον τω υπο χρονον ειναι ταυτον; Ει δε ως μιας φυσεως εχουσης ετεραν, η εχομενης υφ᾿ ετερας, τις υποισει μιαν και μιαν, ου δυο, αλλα μιαν ειπειν;
Ει μια φυσις του Θεου Λογου και του Πατρος, πως ου μια φυσις του Θεου Λογου, και του Πατρος και της σαρκος;
Ει κατ᾿ ουδεν δυο ο Θεος Λογος και η σαρξ, πως ου κατα παντα εν ο Θεος Λογος και η σαρξ; Και ει κατα παντα εν ο Θεος Λογος και η σαρξ, πως ουκ εσται ο Λογος σαρξ, και η σαρξ Λογος, και συναιδιος τω Πατρι και ομοουσιος ως ο Θεος Λογος; Ει δε ου κατα παντα εν ο Θεος Λογος και η σαρξ, πως ου κατα τι δυο ο Θεος Λογος και η σαρξ;
Ει αδυνατον πλεον ηνωσθαι τον Θεον Λογον και την σαρκα, ου ηνωται ο Θεος Λογος και ο Πατηρ, πως ηνωμενος ο Θεος Λογος και η σαρξ κατ᾿ ουδεν εισι δυο;

ΠΕΡΙ ΟΥΣΙΑΣ ΚΑΙ ΦΥΣΕΩΣ ΚΑΙ ΥΠΟΣΤΑΣΕΩΣ

Ουσια εστιν η το κοινον τε και απεριγραπτον σημαινουσα, ο εστιν ανθρωπος. Ο γαρ τουτο ειπων, την κοινην φυσιν εσημανεν, (≡15Α_356≡> ου περιγραψας τη φωνη τον τινα ανθρωπον, τον ιδιως υπο του ονοματος γνωριζομενον.
Φυσις εστι, το εξ ισου πασι τοις υπο το αυτο ειδος αναγορευομενοις ενθεωρουμενον.
Υποστασις εστιν, η το κοινον τε και απεριγραπτον εν τω τινι ιδιως παριστωσα και περιγραφουσα, οιον ο δεινα.
Υποστασις εστι, το μετα του καθολου, εχον τι και ιδικον.
Φυσις εστι κατα τους εξω, αρχη κινησεως και ηρεμιας.
Φυσις εστιν, η ποια τω παντι υπαρξις.
Φυσις λεγεται, παρα το πεφυκεναι.
Πρωτη ουσια εστι, παν το καθ᾿ εαυτο υφεστως, οιον λιθος. Δευτερα ουσια αυξητικη, καθο αυξει και φθινει το φυτον. Τριτη δε ουσια εμψυχος αισθητικη, (=0268=) το ζωον, ο ιππος. Τεταρτη δε ουσια εμψυχος αισθητικη λογικη, ο ανθρωπος. Διο και εσχατος γεγονεν, ως εκ παντων την ψυχην αυλον εχων, και τον νουν Θεου εικονα.

ΟΤΙ ΑΔΥΝΑΤΟΝ ΕΝ ΘΕΛΗΜΑ ΛΕΓΕΙΝ ΕΠΙ ΧΡΙΣΤΟΥ
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΜΑΞΙΜΟΥ.

Το Χριστος ονομα, ου φυσεως εστι δηλωτικον, αλλα συνθετου υποστασεως. Τουτεστιν, ολος ο Χριστος, και Κυριος εστι και Θεος, και παντοδυναμος, εχων εν εαυτω και ην δι᾿ ημας, και δια την ημετεραν σωτηριαν αδιαιρετως και ασυγχυτως εφορεσε (≡15Α_358≡> σαρκα παθητην και ου παντοδυναμον, κτιστην, ορατην, περιγραπτην, την μη παντοδυναμον φυσικως, αλλ᾿ εν τω Χριστω παντοδυναμον θελημα εχουσαν. Ου γαρ υποστασει εστι ο Χριστος θνητος και αθανατος· ου δ᾿ αυ παλιν αδυναμος και παντοδυναμος ορατος και αορατος, κτιστος και ακτιστος· αλλα το μεν φυσει, το δε υποστασει. Και απλως ειπειν, ουκ εναντιοτητι γνωμης, αλλ᾿ εν ιδιοτητι φυσεως. Εις γαρ εστιν, ως προειπον, ο Χριστος, εχων εκατερα φυσικως. Το γαρ, Ουχ ως εγω θελω, αλλ' ως συ, ουδεν ετερον δεικνυσιν, αλλ᾿ η οτι σαρκα αληθως περιβεβληται, φοβουμενην θανατον. Το γαρ φοβεισθαι θανατον, και αναδυεσθαι και αγωνιαν, εκεινης εστι. Νυν μεν ουν ερημην αυτην αφιησι και γυμνην της οικειας ενεργειας, ινα αυτης δειξας την ασθενειαν, πιστωσηται αυτης και την φυσιν. Νυν δε αυτην ουκ αποκρυπτει, ινα μαθης, οτι ψιλος ανθρωπος ην. Ωσπερ γαρ ει δια παντων τα ανθρωπινα επεδεικνυτο, τουτο αν ενομισθη· ουτως ει δια παντος τα της Θεοτητος επετελει, ηπιστηθη αν ο της οικονομιας λογος. Δια τουτο ποικιλλει και αναμιγνυσι και τα ρηματα και τα πραγματα, ινα μητε τη του Παυλου του Σαμοσατεως, μητε τη του Μαρκιωνος και Μανιχαιου νοσω και μανια παρασχη υποθεσιν. Δια τουτο και προλεγει το εσομενον ως Θεος, και αναδυεται παλιν ως ανθρωπος.
Ο επι του ενος και μονου Χριστου δυο θεληματα ειπειν η ομολογειν παραιτουμενος, τουτο το εν θελημα, οπερ επ᾿ αυτου λεγεις, αναρχον και συναναρχον και συναιδιον τω Πατρι και τω αγιω Πνευματι, η ποσοτητι θεϊκον ολον, απλουν τε και ασυνθετον, ως της θειας υπαρχον ουσιας, η δια την ενανθρωπησιν αλλοιον τι σοι δοκει; οποιον δε σημανον , και τι τουτου του θεληματος το ονομα, φησαι ημιν. Το γαρ προ της ανανθρωπησεως, τουτεστι του θειου θεληματος ονομα, εγω σημαινω. Ωσπερ γαρ η θεια φυσις η τρισυποστατος, αναρχος, ακτιστος, απερινοητος, απλη, και ασυνθετος ολοτητι υπαρχει· ουτω και το αυτης θελημα. Ιδου ουν το προ της εναθρωπησεως ειπον· και παντες μοι συμφθεγξονται, (≡15Α_360≡> ως την αληθειαν ειρηκοτι. Και συ αυτος, ει θελεις, και ου θελεις. Ειπε ουν ημιν το μετα την ενανθρωπησιν, ποιον ονομα εχει. Ζητησον Παλαιαν και Καινην Διαθηκην ολην. Ειπε τουτου συ του εφευρισκομενου επι Χριστου ενος θεληματος το (=0269=) ονομα. Ζητησον, και μη οκνησης. Αλλ᾿ αρα επειδη το θειον θελημα, θειον λεγεται, και το ανθρωπινον θελημα, ανθρωπινον λεγεται, θεανδρικον θελημα ειποις τον Χριστον εχειν; ου νομιζω. Επειδη ο Πατηρ και το αγιον Πνευμα θεανδρικον ουκ εχει θελημα. Αλλ᾿ αρα συνθετον τολμησης ειπειν; Ομοιως παλιν καινον τη Θεοτητι τουτο. Αλλ᾿ αρα φυσικον ειπης; συγχυσεις και συ κατα Σευηρον· δυο γαρ φυσεις η φυσικα θεληματα, μια φυσις, η εν φυσικον θελημα γενεσθαι ανευ συγχυσεως αδυνατον. Αλλ᾿ υποστατικον; και παλιν αλλοτριωσεις τον Υιον του Πατρος, και τρεις θελησεις εισαγων φανηση μη συμβαινουσας αλληλαις, ωσπερ και τας υποστασεις.
Εαν ειπης την ως ενος μιαν θελησιν και ενεργειαν, αναγκασθηση την ως ενος του Πατρος, και την ως ενος του Πνευματος ειπειν, καν θελης και μη θελης θελησιν και ενεργειαν, και ευρεθησεται εις πολυθειαν εκπιπτων ο λογος. Εαν και σχετικη ειπης· Νεστοριου εισαγεις προσωπικην διαιρεσιν. Ει δε και παρα φυσιν ειπης, φθειρεις την υπαρξιν του θελοντος· φθορα γαρ τη φυσει το παρα φυσιν εστι, καθως οι Πατερες ωρισαντο. Αλλ᾿ αρα την μοναδα παλιν ανασπαραξεις, και εις ψηφους ημας κινησεις εις διμοιροτριτα του παρα σου ενος θεληματος, οπως μαθειν ευρωμεν κατα ποσον εστι θειον, και κατα ποσον ανθρωπινον. Ομοιως και κατα ποσον ακτιστον, και κατα ποσον κτιστον, και απλως ως εστι σοι φιλον ειπειν. Ειπε ημιν το ονομα του θεληματος, του παρα σου πρεσβευομενου επι Χριστου, συνταξον αυτο μετα των ανωνυμων Ψαλμων, οπως καν εκει χωραν και τοπον ευρη. Επειδη, λογιωτατε, ημεις ανωνυμον τι ποτε (≡15Α_362≡> ομολογησαι ου δυναμεθα. Ως εικος δε, μεχρι του νυν τινι των γηγενων ου πεφανερωται. Εγχαραξον ουν οριστικως εκ πατρικων διδασκαλιων, και την του ονοματος δηλωσιν διατυπωσον ημιν. Α γαρ αριθμουμεν ημεις, ταυτα και ομολογουμεν, κατα τον μεγαν και θεοφαντορα Βασιλειον. Εγω λεγω, οτι η ζωοποιος σαρξ του Υιου του Θεου, εν αυτω εσχε τω Θεω Λογω παντα τα υπερφυα της ιδιας φυσεως, εις εν προσωπον και μιαν υποστασιν του Θεου Λογου, τας δυο φυσεις συντελουσας. Ενα γαρ Υιον, ως ενα της αγιας Τριαδος συμπροσκυνουμεν Πατρι και αγιω Πνευματι, ως προ των αιωνων, νυν και εις τους συμπαντας ειωνας, και μετα τους αιωνας των αιωνων. Αμην.

ΚΕΦΑΛΑΙΑ Ι' ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΘΕΛΗΜΑΤΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ...
Κεφαλαια ι´ περι των δυο θεληματων του Κυριου και Θεου και Σωτηρος ημων Ιησου Χριστου. Εγραφη δε προς ορθοδοξους.

(≡15Α_364≡> α´. Ει ωσπερ μιας υποστασεως εστιν ο Λογος μετα (=0272=) της σαρκος, ουτω και εν θελημα κατα τινας, ευλογημενοι αναγκη ωσπερ τη υποστασει, ουτω και τω θεληματι και ημων και του Πατρος διαφερειν. Και πως η της φυσεως προς τον Πατερα ταυτοτης, τη διαφορα των θεληματων δειχθησεται.
β´. Οις ο Λογος το εν εχει μετα της σαρκος, τουτοις του Πατρος χωριζεται, και οις το εν εχει μετα του Πατρος, τουτοις της σαρκος διακρινεται. Ει δε εν θελημα μετα της σαρκος κατα τινας, ευλογημενοι, αρα τω θεληματι του Πατρος εχωρισθη.
γ´. Ει οις ηνωται ο Λογος τω Πατρι και τω Πνευματι, τουτοις της σαρκος διαφερειν κρινεται· ηνωται δε κατα την κοινην των Χριστιανων δοξαν τω θεληματι Πατρι και Πνευματι, αρα θεληματι της σαρκος διαφερει του Πατρος και Πνευματος· ως αυτοι εαυτοις οι Πατερες και ημιν διωρισαντο, και ημεις, ευλογημενοι, φυλασσειν σπουδαζομεν.
δ´. Τουτο το εν θελημα, η φυσικον η υποστατικον αναγκη αυτους, ευλογημενοι, λεγειν· ειπερ η των οντων συστασις εν ουσια και υποστασει θεωρειται. Τι γαρ αν και ειη παρα ταυτα (≡15Α_366≡> ετερον λεγειν, [οις ου εξην]; Αλλ᾿ ει μεν φυσικον αυτο ειπωσι, και μιαν φυσιν λεξουσιν του Λογου και της σαρκος, και μη θελοντες. Ει δε υποστατικον, αναγκασθησονται δια τας αγιας τρεις υποστασεις, τρια λεγειν και τα θεληματα, ειπερ εαυτοις στοιχειν διεγνωσαν.
ε´. Ει το της φυσεως του Λογου θελημα, δημιουργικον παντων των γεγονοτων· τουτο δε κατ᾿ αυτους, ευλογημενοι, και της σαρκος τυγχανει θελημα, δημιουργος εσται προδηλως των γεγονοτων και η του Λογου σαρξ. Και ανηρηται ουτω γε η κοινη δοξα των Χριστιανων, το κτιστην αυτην ειναι. Πως γαρ κτισμα το εκ μη οντων κτιζον, και το εξαιρετον της θειας φυσεως ιδιωμα εχον.
s´. Ει δια το εν θελημα Πατρος και Υιου και αγιου Πνευματος, και μια φυσις αυτων εδειχθη υπο των θεοληπτων Πατερων· εν δε θελημα κατ᾿ αυτους, ευλογημενοι, του Λογου και της σαρκος, και μια φυσις εσται γε ουτω και του Λογου και της σαρκος. Ει δε επι της σαρκος και του Λογου, το εν θελημα την κιαν φυσιν ου συναγει, ουδε επι Πατρος και Υιου και αγιου Πνευματος, το εν θελημα την μιαν φυσιν συναξει, και κενη η πιστις ημων, κενον το των Πατερων κηρυγμα.
ζ´. Τουτο το εν θελημα, η προαιρετικον τυγχανει, η φυσικον. Αλλ᾿ ει μεν φυσικον και μια φυσις εσται, ως και ηδη εδειχθη, της σαρκος και του Λογου· (=0273=) ει δε προαιρετικον, ωσπερ τη υποστασει, ουτω και τη γνωμη χωρισθησεται Πατρος και Πνευματος ο Χριστος.
η´. Ει κατα τον μεγαν Κυριλλον, τα της αυτης οντα ουσιας (≡15Α_368≡> και φυσεως, και του αυτου τυγχανουσι θεληματος, πως τα της αυτης μη οντα φυσεως, του αυτου ειναι θεληματος δυνανται;
θ´. Ει το μη θελειν αποθανειν, κατα το χρυσουν στομα Ιωαννου, φυσικον εχει η σαρξ· μετα παντων δε των φυσικως προσοντων αυτη ιδιωματων ο Λογος ηνωσεν αυτην εαυτω ατρεπτως καθ᾿ υποστασιν, πως τα φυσικως προσοντα αυτη αρνουμενοι, ουχι και την φυσιν τοις φυσικοις ιδιωμασι συναρνουνται;
ι´. Ει τω θεληματι και προσωπον συνεισαγεσθαι λεγουσι, και δια τουτο τον ουκ οντα φοβουμενοι φοβον, δυο θεληματα επι Χριστου λεγειν ουκ ανεχονται, ινα μη και δυο προσωπα εξ αναγκης αυτοις συνεισαχθη, βιασθησονται, ειπερ ευσυναρτητον τον του οικειου δογματος λογον δειξαι βουλονται, η δια το εν θελημα της Θεοτητος, και εν λεγειν προσωπον· επειδη τω θεληματι κατ᾿ αυτους εξ αναγκης και προσωπον επεται· η δια τα τρια προσωπα, και τρια θεληματα, Σαβελλιου τε την συναιρεσιν και Αρειου την διαιρεσιν εισαγειν.
Επειδη δε, ευλογημενοι, η ομωνυμια αιτιον πολλακις πλανης γινεται, του ακροατου προς ετεραν σημασιαν μεταβαινοντος, παρ᾿ ην υπεφηνεν ο λογος, παρακαλω την υμετεραν εν Χριστω συνεσιν, δια την ευκρινη και ασυγχυτον των σημαινομενων πραγματων δηλωσιν, σαφηνισαι υμιν προ παντων , ει ολως εστι θελημα, και επι ποιων σημαινομενων ηγουν πραγματων φερεται το τοιουτον ονομα· και ει τα μεν των υπ'αυτο προσαγορευομενων πραγματων συνθετα εισι, τα δε απλα· και ποια δε τα συνθετα. Και ει αρα τα συνθετα, ομοχρονα εχουσι τα μερη, η ουχ ομοχρονα· και ποια ποιων προγενεστερα· ποια δε ποιων μεταγενεστερα. Και τις ο αποδεικτικος εκαστου μερους και οριστικος (≡15Α_370≡> λογος, ινα εχωμεν νοουμενον, το εν θελημα δεχεσθαι. Ου γαρ περι φωνων ο λογος τοις Πατρασιν, αλλα περι πραγματων. Οθεν φωνας μεν παραχωρουντας τους Πατερας ευρομεν· εννοιας δε, ουδαμως. Προς επι τουτοις δε, τι προαιρεσις, και τι γνωμη· τι δε γνωμικον θελημα, και τι προαιρετικον. Ταυτα γαρ παντα συνδραμειν θελουσι προς την των θεληματων παραστασιν. Και ο μη ταυτα γινωσκων μετα ακριβειας, και περι θεληματων διηγουμενος, τυφλος μυωπαζων, μη γινωσκων μητε τι λαλει, μητε περι τινος διαβεβαιουται.

ΤΟΥ ΑΥΤΟΥ,
(=0276=) Εκ των ερωτηθεντων αυτω παρα Θεοδωρου μοναχου.

Φυσις εστι, κατα μεν φιλοσοφους, αρχη κινησεως και ηρεμιας· κατα δε τους Πατερας, ειδος κατα πολλων και διαφεροντων τω αριθμω, εν τω οποιον τι εστι, κατηγορουμενον.
Ουσια εστι, κατα μεν φιλοσοφους, αυθυποστατον πραγμα μη δεομενον ετερου προς συστασιν· κατα δε τους Πατερας, η κατα πολλων και διαφεροντων ταις υποστασεσιν οντοτης φυσικη.
Ατομον εστι, κατα μεν φιλοσοφους ιδιωματων συναγωγη, ων το αθροισμα επ' αλλου θεωρεισθαι ου δυναται· κατα δε τους Πατερας, οιον Πετρος η Παυλος, η τις ετερος των καθ᾿ αυτα ιδιοις προσωπικοις ιδιωμασι των αλλων ανθρωπων αφοριζομενος.
Υποστασις δε εστιν, κατα μεν φιλοσοφους, ουσια μετα ιδιωματων· κατα δε τους Πατερας, ο καθ᾿ εκαστον ανθρωπος, προσωπικως των αλλων ανθρωπων αφοριζομενος.

Του αγιου Ειρηναιου επισκοπου Λουγδουνων, μαθητου του αγιου Ιωαννου του αποστολου και ευαγγελιστου, εκ των προς Δηματριον διακονον Βιαινης περι πιστεως λογων· ου η αρχη, "Ζητων τον Θεον, ακουε του Δαυιδ λεγοντος».

(≡15Α_372≡> Θελησις και ενεργεια Θεου εστιν, η παντος χρονου και τοπου και αιωνος, και πασης φυσεως ποιοτικη τε και προνοητικη αιτια. Θελησις εστι της νοερας ψυχης, ο εφ᾿ ημιν λογος, ως αυτεξουσιος αυτης υπαρχουσα δυναμις. Θελησις εστι νους ορεκτικος και διανοητικη ορεξις προς το θεληθεν επινευουσα..

Κλημεντος του Στρωματεως εκ του Περι Προνοιας λογου.

Θελησις εστι φυσικη δυναμις, του κατα φυσιν οντος ορεκτικη. Θελησις εστι φυσικη ορεξις, τη του λογικου φυσει καταλληλος. Θελησις εστι φυσικη, αυτοκρατορος νου αυτεξουσιος κινησις· η νους περι τι αυθαιρετως κινουμενος. Αυτεξουσιοτης εστι νους κατα φυσιν κινουμενονς·· η νοερα της ψυχης κινησις αυτοκρατης.

(=0277=) Του αγιου Αλεξανδρου παπα Αλεξανδρειας, εκ της προς Αιγλωνα επισκοπον Κυνοπολεως κατα Αρειανων Επιστολης.

Θελησις εστι φυσικη, παντος νοερου αυθαιρετος δυναμις, ως μηδε κατα την ουσιαν ακουσιον εχοντος.

Του αγιου Ευσταθιου Πατριαρχου Αντιοχειας, εκ του Περι ψυχης λογου.

Θελησις εστι φυσικη λογου του εν ημιν κινησις. Θελησις εστιν ορεξις λογικη τε και ζωτικη.

(≡15Α_374≡> Του αγιου Αθανασιου παπα Αλεξανδρειας, εκ του Περι πιστεως μειζονος λογου.

Θελησις εστι ψυχης νοερας αυτεξουσιος κινησις. Πρωτον ιδιωμα της νοερας ψυχης, και της ουσιας αυτης δηλωτικον εστιν η θελησις. Νους Κυριου ουπω Κυριος, αλλ᾿ η θελησις, η βουλησις η ενεργεια.

Του αγιου Γρηγοριου επισκοπου Νυσσης, εκ του Κατα Απολιναριου λογου.

Θελησις εστι νους τις , και περι τι διαθεσις. Αυτεξουσιοτης εστιν, αυτοκρατης του θεληματος κινησις. Θελησις εστι της νοερας ψυχης, το κατ᾿ εξουσιαν αυτην αιρεισθαι των κατα γνωμην, δια της προαιρετικης θελησεως. Θελησις εστι πασης λογικης φυσεως, η κατα φυσιν αυτης ζωη. Η στερησις της ουτω ζωης, ουσιας εστιν αναιρεσις.

Του αγιου Διαδοχου επισκοπου Φωτικης, εκ του εκτου κεφαλαιου των Ασκητικων.

Αυτεξουσιοτης εστι, ψυχης λογικης θελησις ακωλυτως γινομενη προς οπερ βουληται.

Του αγιου Αναστασιου πατριαρχου Αντιοχειας.

Θελημα εστι, λογος εν καρδια στρεφομενος, δι᾿ ενεργειας και μονον φανερωθηναι δυναμενος. Θελημα εστι βουλησις ψυχης [ει μη] οικοθεν ανακοπηναι μη δυναμενη.

Του αγιου Νεμεσιου επισκοπου Εμεσης.

Θελησις εστιν ορεξις βουλευτικη των εφ᾿ ημιν και δι᾿ ημων γινεσθαι δυναμενων, και αδηλον εχοντων το τελος.

(≡15Α_376≡> Του αυτου· Κατα τι λογικος ο ανθρωπος, και τι ενδιαθετος λογος, και τι προφορικος;

Ενδιαθετος λογος εστι το κινημα της ψυχης, το εν αυτω τω λογιστικω γινομενον, ανευ τινος εκφωνησεως· οθεν πολλακις σιωπωντες, λογον ολον παρ᾿ εαυτοις διεξερχομεθα, και εν τοις ονειροις διαλεγομεθα. Κατα τουτο δε μαλιστα λογικοι παντες εσμεν· αλλ᾿ ουχ ως κατα τον προφορικον λογον· Και γαρ οι εκ γενετης κωφοι, και οι δια παθος, η και νοσημα την φωνην αποβαλοντες, ουδε ηττον λογικοι εισιν. Ο δε προφορικος λογος εν τη φωνη και εν ταις διαλεκτοις την ενεργειαν εχει.

(=0280=) Του αγιου Μαξιμου, εκ των περι θεληματων αυτου συλλογισμων· τι φυσικον θελημα, και τι γνωμικον;

Θελημα εστι φυσικον, η απλως και ωσαυτως εχουσα των κατα φυσιν συστατικων ορμη τε και εφεσις. Θελημα δε γνωμικον, η των καθ᾿ ηδονην συναγερτικων ποια και διαφορος κινησις τε και ορεξις.

Του αυτου, εκ της προς Μαρινον πρεσβυτερον επιστολης, Τι θελησις, και τι προαιρεσις;

Θελημα φασιν ειναι φυσικον, ηγουν θελησιν· Ζητει οπισθεν ομοιως εις την αυτην επιστολην, περι βουλης και γνωμης και φρονησεως και δοξης και εξουσιας.

ΟΡΟΙ ΔΙΑΦΟΡΟΙ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ...
Των αγιων και θεοφορων Πατερων ημων, περι των δυο ενεργειων του Κυριου και Θεου και Σωτηρος ημων Ιησου Χριστου.

Του αγιου Ιουστινου φιλοσοφου, και τελος μαρτυρος, εκ του προς Ευφρασιον σοφιστην, περι Προνοιας και Πιστεως λογου, ου η αρχη· "Αχραντος ο Λογος».

(≡15Α_378≡> Ει συνδρομον εχει Θεος τη φυσει την θελησιν, ωσπερ και την ενεργειαν· αει γαρ φυσει θελητικος και ενεργητικος υπαρχει ο Θεος· ουδε των θελητικων της αυτης αυτω φυσικης εσται θελησεως και ενεργειας· επει και φυσεως εσται παντως της αυτης. Κατ᾿ ενεργειαν δε και φυσιν ουκ οιδεν ο Θεος περιγραφην.

Του αυτου, εκ του αυτου λογου.

Ενεργεια πασης ουσιας εστιν, η προσφυης αυτη ποιοτης. Ενεργεια φυσικη τε και συστατικη εστιν, η οριστικη διαφορα της του δηλουμενου πραγματος φυσεως· ης χωρις, κατ᾿ ουδεν ουδεν παντελως εχει, την του πως ειναι διαγνωσιν.
Ενεργεια φυσικη εστιν, η ουσιωδης και συστατικη πασης ουσιας ποιοτης· ης το εστερημενον, και πασης ουσιας εστερηται.
Ενεργεια φυσικη εστι, δυναμις ουσιωδης μη δε μιαν ετερου προς ετερον επιδεχεσθαι συγχωρουσα κατα την ουσιαν αλλοιωσιν.
(≡15Α_380≡> Ενεργεια φυσικη εστιν η αμιγη την ουσιωδη παντων προς απαντα διακρισιν σωζουσα δυναμις.

Του αγιου Αλεξανδρου, εκ της προς Αιγλωνα επισκοπον Κυνοπολεως κατα Αρειανων επιστολης.

Ενεργεια φυσικη εστιν, η πασης φυσεως εμφυτος κινησις. Ενεργεια εστι φυσικη, ο πασης φυσεως ουσιωδης και γνωστικος λογος. Ενεργεια εστι φυσικη, η δηλωτικη η πασης ουσιας δυναμις.

Γρηγοριου Νυσσης.

Ενεργεια λογικης ψυχης, εστι νου κινησις και (=0281=) διανοια. Ενεργεια εστι κινησις ουσιωδης χαρακτηριστικη της φυσεως, ης ιδια καθεστηκε, δι᾿ ης γινωσκεται των αλλων ουσιωδως διαφερουσα. Ενεργεια εστι κινησις δραστικη. Δραστικον δε λεγεται, το εξ εαυτου κινουμενον. Ενεργειαν γαρ ημεις ειναι φαμεν, την φυσικην εκαστης ουσιας δυναμιν τε και κινησιν, ης χωρις ουτε εστιν, ουτε γινωσκεται φυσις. Νοερων γαρ εστι, νοησις· αισθητικων, αισθησις, καθ᾿ ην, αυται τε και των εκτος εφαπτονται φυσικως, και τοις εκτος υποπιπτουσι. Πτηνων, πτησις· νηκτων, νηξις· ερπηστικων, ερψις· βαδιστικων, βαδισις· βλαστων, βλαστησις. Και περιληπτικως ειπειν, το σημαντικον εκαστης ιδιωμα φυσεως, ενεργειαν λεγομεν φυσικην. Ης μονον εστερηται, το μη ον. Το γαρ ον, ουσιας τινος μετεχον, και της δηλουσης αυτην φυσικως μεθεξει παντως δυναμεως. Ορους γαρ των ουσιων, τας φυσικας αυτων ενεργειας ο αληθης επισταται λογος. Ενεργεια εστι ψυχης λογικης, οικεια του νου διανοια τε και κινησις. Ενεργεια εστι ψυχης λογικης, η κατα φυσιν αυτης ζωη.

Του Χρυσοστομου.

Ουσιωδης ενεργεια εστι Θεου, το μηδαμου ειναι· ου τω μη (≡15Α_382≡> ειναι, αλλα τω υπερειναι τοπου και χρονου και φυσεως· οις φυσικως αρχη συνεπινοειται και περας και γενεσις· ος εστι συνοχευς και ποιητης μονω τω βουλεσθαι. Ανευ γαρ φυσικης ενεργειας, ουδενος φυσις επιδηλος. Οιον γαρ εκαστη φυσει χαρακτηρα γνωριστικον ο Δημιουργος, την διακρινουσαν αυτην των αλλων, ουσιωδως εναπεθετο κινησιν.

Του αγιου Κυριλλου.

Ενεργεια θεοπρεπης και δυναμις εστι, το ειναι πανταχη, και πληρουν μεν αρρητως τον ουρανον· πληρουν δε αυ παλιν την γην, και χωρειν μεν εν πασι, χωρεισθαι δε επ᾿ ουδενος. Ου γαρ περιληπτος, η διαστηματι περιωρισμενος· αλλ᾿ ουδε περιγραφης τινος εισω. Παθειν γαρ τι τοιουτον ο αποσος τε και εμεγεθης και ασωματος ουκ ανεχεται.

Του αγιου Βασιλειου.

Επειπερ πασης ουσιας ορος, η κατα φυσιν αυτης ενεργεια καθεστηκε· πιστωσις αναγουσα τον νουν επι την φυσιν, εξ ης εχει την προοδον, ων μια και η αυτη ενεργεια, τουτων και η ουσια μια.

Του αυτου, εκ των κατ᾿ Ευνομιου.

Πως ετεροτης ουσιας, εν η ταυτοτης ενεργειας γνωριζεται; Παρηλλαγμενων γαρ των ουσιων, παρηλλαγμενας ειναι δει και τας ενεργειας. Πως ου της αυτης ουσιας το Πνευμα τω Πατρι και τω Υιω, το και της αυτης ενεργειας. Πως ετεροτης ουσιας εν τη Τριαδι, εν η ταυτοτης ενεργειας ευρισκεται; Ει γαρ κατα την (≡15Α_384≡> ουσιαν απαραλλακτως, εξει και (=0284=) κατα την δυναμιν. Ων δε η δυναμις ιση που παντως και η ενεργεια· ων δε η φυσις μια, τουτων ενεργειαι αι αυται.

Του αγιου Γρηγοριου Νυσσης.

Ουκουν η της ενεργειας ταυτοτης επι Πατρος και Υιου και αγιου Πνευματος δεικνυσι σαφως το της φυσεως απαραλλακτον. Του δε ενεργουντος την φυσιν, δια της των ενεργειων κατανοησεως επιγνωναι δυναμεθα. Το δε κοινον της φυσεως ενεργως αποδεικνυται, δια της των ενεργειων ταυτοτητος συνισταμενον. Αλλα Θεος μεν ο Πατηρ, Θεος δε ο Υιος, Θεος δε το Πνευμα το αγιον· εις δε εν τω αυτω κηρυγματι Θεος, δια το μητε φυσεως, μητε ενεργειας θεωρεισθαι τινα διαφοραν εν θεοτητι. Ει ουν και ενεργεια και δυναμις μια, πως εστιν ετεροτητα φυσεως υπονοησαι, εν οις ουδεμια κατα την δυναμιν τε και την ενεργειαν διαφοραν εξευρισκομεν.
Πασα αναγκη καταλληλον ειναι και οικειαν ομολογειν τη φυσει και την προαιρεσιν· και ει ανομοιως εχοιεν κατα την φυσιν, ανομοια αει ειναι και τα θεληματα. Της δε δυναμεως εφ᾿ εκατερων ικανως εχουσης, ουδ᾿ ετερον ατονησει προς την εκπληρωσιν του ιδιου θεληματος. Ουκουν εαν ιδωμεν διαφερουσας αλληλων τας ενερεγειας τας παρα του Πατρος τε και του αγιου Πνευματος ενεργουμενας, διαφορους ειναι και τας ενεργουσας φυσεις εκ της ετεροτητος των ενεργειων στοχαζομεθα. Ου γαρ ενδεχεται τα διεστωτα κατα τον της φυσεως λογον, προς το των ενεργειων ειδος συνενεχθηναι, ουτε ψυχει το πυρ, ουτε θερμαινει ο κρυσταλλος. Αλλα τη των φυσεων ετεροτητι, συνδιαχωριζονται απ' αλληλων και αι παρα τουτων ενεργειαι.

Κυριλλου.

Ενεργησει γαρ ομοιως, τα την αυτην αλληλοις λαχοντα φυσιν. (≡15Α_386≡> Οις δε ο του πως ειναι λογος εξηλλαγμενος, τουτοις αν ειη, και ο της εφ᾿ απασιν ενεργειας λογος, ουχ ο αυτος. Τα την αυτην ενεργειαν εχοντα, και ταις αυταις δυναμεσι φυσικαις αποκεχρημενα, της αυτης ειναι ουσιας αναγκη. Ουδεν γαρ των οντων προς το ετερογενες και ετεροουσιον, τας αυτας απαραλλακτως φορεσει δυναμεις τε και ενεργειας. Τα γαρ της αυτης ενεργειας οντα, και της αυτης ουσιας ομολογηται. Τα ετεροφυη και ετερογενη την αυτην ενεργειαν εχειν, ουκ αν τις δωη σωφρονων. Ου γαρ αν υδατι πυρ εν τι και ταυτον ενεργησειεν· αλλ᾿ ωσπερ απεσχοινισμενον εχουσι της ουσιας και της ποιοτητος τον λογον, ουτω και διαφορον συναποδωσουσι την ενεργειαν. Οις γαρ η ενεργεια και η δυναμις απαραλλακτως μια, τουτοις αναγκη και την του ειδους κοινοτητα σωζεσθαι. Φιλει γαρ τα την αυτην ενεργειαν εχοντα, της αυτης υπαρχειν και ουσιας, και το ετεροφυες εν τουτοις απιθανον. Ου γαρ δηπου μιαν ειναι φυσικην ενεργειαν δωσομεν Θεου και ποιηματος, ινα μητε το ποιηθεν εις την θειαν αναγαγωμεν ουσιαν, μητε μην της θειας φυσεως το εξαιρετον, εις τον τοις (=0285=) γεννητοις πρεποντα καταγαγωμεν τροπον. Τα γαρ μιαν εχοντα την ενεργειαν, ενα και τον αυτον του πως ειναι φορεσει λογον.

Του αγιου Αμβροσιου επισκοπου Μεδιολανων, εκ του προς Γρατιανον τον βασιλεα δευτερου λογου.

Πως γαρ η αυτη ενεργεια, εκ διαφορου ουσιας εστι; Μη γαρ ουτως η ηττων ενεργει, ωσπερ η μειζων ενεργει. Ενθα γαρ διαφορος ουσια εστιν, αδυνατον μιαν ενεργειαν υπαρχειν.

Του αγιου Βασιλειου, εκ των κατα Ευνομιου συλλογισμων.

Ετερον εστιν ο ενεργησας, και ετερον η ενεργεια, και ετερον (≡15Α_388≡> το ενεργημα, και ταυτα πλειστον αλληλων διεστηκεν. Ο ενεργων γαρ εστιν ο προς το ενεργησαι τι κινουμενος. Ενεργεια δε, οιονει κινησις η ενεργητικη, και αυτη η ορμη ως αν τις ειποι της προαιρεσεως, η προς το ενεργησαι τι συντεινομενη και νευουσα, και αμα τω ελεσθαι πεπαυμενη και ληγουσα, και θαττον κινηθεισα και παραδραμουσα. Ενεργηματα δε, τα εκ ταυτης αποτελουμενα τε και υφισταμενα.

footer
  • Σάββατο 18 Νοεμβρίου

    Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 84 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ