ploigisi h3
bottom_neo.jpg

ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *

9ος Τομος - 15 Β
ΕΠΙΣΤΟΛΑΙ ΚΟΙΝΑΙ, ΔΟΓΜΑΤΙΚΑΙ ΚΑΙ ΠΟΛΕΜΙΚΑΙ

ΕΠΙΣΤΟΛΗ Α’. - ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ
Εν ειδει επιστολης
Α´. Προς τον δουλον του Θεου κυριον Γεωργιον τον πανευφημον επαρχον Αφρικης.

(≡15Β_010≡> (=0364=) Ουδεις ουτω των φωτος, ως οιμαι, καθ᾿ οιανδηποτε τροπον εστερημενων ηλιακης ακτινος απολαυσαι ποθει, ως οι ημεις οι ταπεινοι παντες, οι της σης πλουσιως εμφορηθεντες καλοκαγαθιας, ποθουμεν παλιν σε θεασασθαι παροντα, και απολαυσαι σου της καλλονης· τοις θειοις μεν τοι των συντροφων αρετων κεχαρακτηρισμενον τροποις, οις και προτερον ενδημουντα μεγαλοφυως εμπρεποντα σε γινωσκομεν· δι᾿ ων μαλλον σαφως εδιδαχθημεν, γνωμης, αλλ᾿ ου ταξεως ειναι την αρετην· και διαθεσεως, αλλ’ ουκ αξιας ειναι το θεομιμητον. Οις γαρ εις το βαθος της ψυχης καθ᾿ υμας ευλογημενοις, γνησιως ενερριζωθη της προς Θεον αγαπης η δυναμις, τουτοις το ωσαυτως εχειν περι το καλον αναμφιβολως προσγεγονεν· ωσπερ αμελει και τοις επτοημενοις τη αγαπη των υλικων, το εις πληθος παθων ευεμπτωτον τε και ευσκεδαστον. Και μαλα γε εικοτως. Ο γαρ του Θειου, ενος οντος και μονου, και απαθους, και μηδεν το παραπαν εξ αϊδιου κατ᾿ ουσιαν διαφορον συνθεωρουμενον η συνεπιθεωρουμενον εχοντος· ου γαρ εφικνειται αυτου τι των εξ αυτου· κατα την εφεσιν (≡15Β_012≡> γνωμικως αντεχομενος, εις και αυτος εστι και μονος και απαθης, τη προς το εν ασχετω νευσει γενομενος, εις τε και μονος, και ατρεπτος. Ει γαρ εν εστι και μονον αυτω ποθουμενον, τουτο δε κυριως ατρεπτον εστιν, ως κατ’ ουσιαν δια την φυσικην απειριαν ακινητον· ου γαρ εχει που κινηθηναι το ακινητον απειρον· αρα και αυτος οια του ενος υπαρχων εραστης, κατα το εικος, εις γεγονε και μονος (=0365=) και ατρεπτος· ως ποιησας πανταπασιν απο του ενος την γνωμην ακινητον. Ο δε τοις υλικοις, τρεπτοις ουσι κατα φυσιν και αλλοιωτοις, και ουδαμου παντελως στηναι δυναμενοις, αγνοια του κρειττονος κατα γνωμην οικειαν ενδησας της ψυχης τον ερωτα, τρεπτος εστιν εξ αναγκης και εμπαθης και ευαλλοιωτος· τοις φυσει κινουμενοις και πασχουσι την συνεπικινουμενην εχων πασχουσαν της ψυχης την διαθεσιν.
Μη τοινυν ταυτης σου, δεσποτα μου ευλογημενε, της αγαθης και θεωτικης εξεως, της εχουσης σου προς τον Θεον την γνωμην συνεκδημον, εκστησαι τι των οντων δυνηθη· μη χρονος ατακτως εαυτω συμμεταβαλλων την των υλικων πραγματων φοραν, της γνωμης αλλοιωση το βασιμον· μη ανθρωπων απειλη φοβον προτεινομενη, της καλης διαθεσεως μετακινηση το στασιμον· μη λογος κολακων ανδρων τη προφορα καταγλυκαινων την ακοην της ψυχης χαυνωση το ευτονον· μη ορεξις αντιλυπησεως, εκ του δυνασθαι τυχον προς τινα, το συνολον διαφθειρη του τροπου το ημερον· μη ποθος της περι το αρχειν δοξης, της περι το Θειον αγαπης μειωση την εφεσιν. Ου γαρ ελλειψις δοξης παρα Θεω παντως η ανθρωποις εστι το μη αρχειν ανθρωπων(1)· αλλα και μαλλον δοξης επιδοσις, οσον ταραχης και φροντιδος η ψυχη παντοιας καθεστηκεν ελευθερα της εξωθεν, ως ο εμος εχει λογος· και πας ευσεβως τα δεοντα συνορων, ως οιναι, συνθησεται. Πας γαρ ανηρ ως αληθως εναρετος και φιλοθεος, (≡15Β_014≡> αυταρκης εαυτω προς πασαν ευδαιμονιαν εστι· μηδεμιας περιβολης των εκτος, προς το πορισασθαι ταυτην δεομενος. Ο γαρ των θειων ιδιωματων εαυτου κατα τον βιον τας εμφασεις καταστησας γνωρισματα, παντων εντελως εχει των αγαθων το πληρωμα· δι᾿ ου πεφυκεν εγγινεσθαι τοις ανθρωποις η προς τον Θεον ακριβης εξομοιωσις· προς ην ουδε των μετα Θεον συγκρινομενον καθοτιουν παραβαλλεται. Και απλως ειπειν, μη νοσος, μη υγεια, μη πλουτος ο κατω συρομενος, μη πενια των φθειρομενων, μη ψογος, μη επαινος, μη θανατος, μη ζωη, μη το παρον, μη το μελλον, μηδε καθαπαξ ετερον των οντων η γινομενων, την θρεψαμενην σε ταυτην , και εις τοδε προαγαγουσαν παρα τι Θεω και ανθρωποις κλεος φιλοσοφιαν, νοθευσαι δυνηθη. Τουτο δε γενησεται, πως; Ει παντα πιστευσοιμεν τω Θεω τα καθ᾿ εαυτους(2)· και μηδεν μεν ζητειν ανασχοιμεθα παντελως, ων εκ Θεου ζητειν ου προσεταγημεν· ζητειν δε δια πασης σπουδης, παν οτιπερ εκ Θεου (=0368=) ζητειν επεταγημεν· και τα μεν ως μετα Θεον υπο γνωμην ημετεραν οντα και δυναμιν, κατα παντα τροπον θελησαιμεν, και μορφωσαι δι᾿ αυτων των εργων σπουδασαιμεν· τα δε, πασαις ψηφοις, ως της ημων προς το γινεσθαι τε και απογινεσθαι γνωμης ου χρηζοντα, παραχωρησαιμεν τω Θεω μετ᾿ ευχαριστιας και πιστεως αγειν οπη θελει και βουλεται, μηδεν προς τους λογους διαφερομενοι το συνολον της αυτου προνοιας και διοικησεως· οις το παν αγνωστως μετα σοφιας απορρητου προς το εαυτου κατα προγνωσιν του Θεου φερεται περας· καν αλλως, και παρα την ημων ελπιδα ποιηται των τοιουτων λογων την εκβασιν. Σοφωτατος γαρ εστι των ημετερων κηδεμων και προστατης, ατε δη μη συμβασαν αυτω την σοφιαν κτησαμενος, αλλ᾿ αυτος κατ᾿ ουσιαν σοφιαν κυριως και ων και λεγομενος. Εν μονον γνησιως τηρησαι θελησωμεν, το αγαπαν αυτον, καθως ειπεν, εξ ολης καρδιας, και ψυχης, και δυναμεως, και τον πλησιον ως εαυτους· σπουδαζοντες παντα τροπον επινοησαι (≡15Β_016≡> προς περας αγαγειν το θειον τουτο διαταγμα· και ολος πληρεστατος ημιν κατα περιγραφην ο θειος κατωρθωται σκοπος(3), ως αν αξιας η ταξεως, βιου τε και σχηματος εχωμεν· ειτε αρχοντες, ειτε αρχομενοι, πλουτουντες τε και πενομενοι, και υγιαινοντες και νοσουντες, και αλλως πως του σωματος εχοντες· και περι των αλλων οσα παντως ημων κατα διαθεσιν ουχ επεται τη θελησει, μηδολως μεριμνησωμεν. Τι γαρ προς ημας, το μη καθεστως κατα φυσιν εξ αναγκης, η κατα γνωμην εκ του θελειν ημετερον; Και τουτο τυχον ημας σκοπησαι βουλομενος ο λογος, δια θειας εντολης ου δεδωκεν ημιν περι τουτου διαταξιν· ινα μη τοις ουκ εφ᾿ ημιν εγχειρουντες παρα φυσιν, τη του θελειν δυναμει ψεκτως παραχρωμεθα· και την μεν ασθενουσαν δειξωμεν, ουκ εχουσαν τα μηδαμως υπ᾿ αυτην ειναι δυναμενα· το δε Θεον βιαζωμεθα, νομιζοντες εαυτων ειναι την της προνοιας διοικησιν, την σοφως τοις ουκ᾿ εφ᾿ ημιν εις κολασιν μεν χρωμενην των εφ᾿ ημιν κακων· επιδοσιν δε και ευτονον δρομον των εφ᾿ ημιν αγαθων.
Διαιρουντες ουν των εφ᾿ ημιν τα ουκ εφ᾿ ημιν, τα μεν της θειας υπαρχειν ολοσχερως προνοιας· τα δε, μετα της θειας προνοιας, και την ημων κατα θελησιν γνωμης ειναι κατορθωμα πιστευσωμεν. Εφ᾿ ημιν ουν εστιν, ινα ως εν ορω περιλαβων ειπω παν οτιπερ αρετης λογω, η τουναντιον κακιας τροπω περιεχομενον, κατα θελησιν ημων τη γνωμη παρεπεται. Ουκ εφ’ ημιν δε εστι, παν οτιπερ της οικειας υπαρξεως δημιουργον την ημων ουκ (=0369=) εχει προαιρεσιν· και παν μεν κατα φυσιν υπαρχον αρετης και κακιας ελευθερον· τη δε χρησει των εχοντων, τουτο η εκεινο γινομενον, η φαινομενον ειπειν οικειοτερον. Παντα τοιγαρουν τα εφ᾿ ημιν αγαθα μονωτατα, ως της ημων συν Θεω προαιρεσεως (≡15Β_018≡> εργα, και της ημων γνωμης υπαρχοντα πραγματα, θελησωμεν τε σφοδρως και περι πολλου ποιησωμεθα· και εσομεθα της θειας ουτω γε χαριτος πωλοι ευπειθεις και ευηνιοι, επιβαινοντα τον Λογον δεχομενοι, και τον δρομον ημιν ευτακτως κατορθουντα των αρετων. Τα δε ουκ εφ᾿ ημιν, ως ουκ οντα δι᾿ εαυτα κατα φυσιν κακια η αρετη, αλλ᾿ οργανα προαιρεσεως, του εφ᾿ ημιν λογου κεκρυμμενην την ορμην εις το φανερον αγοντα, μη θελησωμεν ολως· ινα μη την κατα φυσιν του θελειν τη παραχρησει διαφθειρωμεν δυναμιν, βουλομενην επιλαβεσθαι των αμηχανων, και υπ᾿ αυτης κατορθουσθαι μη δυναμενων. Αλλα πιστευσωμεν αυτα τω Θεω, και δεξωμεθα μετ᾿ ευχαριστιας πασαν καιρων τε και πραγματων μεταβολην, κατα την σωτηριον του Θεου βουλησιν συμφεροντως ημιν γινομενην· ωστε μη μονον δια των αυτων, αλλα και των ου των αυτων ωσαυτως, και δια των ανωμαλων ομαλως ημιν το καλον κατορθωθηναι της αρετης. Ουδεις γαρ της αγαθης ελπιδος εκπιπτει ποτε, παραχωρων και εμπιστευων τω Θεω την επ᾿ αυτω των ουκ επ᾿ αυτω διοικησιν τε και προνοιαν. Και αληθης ο φησας που των εαυτου λογων Σοφος· Εμβλεψατε εις τας αρχαιας γενεας, και ιδετε τις επιστευσε Κυριω και κατησχυνθη· η τις επικαλεσατο αυτον, και υπερειδεν αυτον;
Επειδη ταυτα τουτον εχει τον τροπον, καθως εδειξε συν αληθεια τρεχων ο λογος· και την των θελητων και ου θελητων ιδιοτητα παρεστησε σαφως, αλληλων διακρινας ορισμω τα μη φυρομενα· μητε αφαιρουμενης ημων της αρχης, ως καλου τινος στερησιν υπομενοντες, αντιποιηθωμεν· ουτε γαρ επεται παντως ημιν η αρχη θελησασι, του εφ’ ημιν λογου πορρω τυγχανουσα· ωσπερ ουδε πλουτος και υγεια, ουδ᾿ οσα των εν μεσω κειμενων δι᾿ ημων μορφουται προς αρετην η κακιαν· μητ᾿ αυ παλιν διδομενην ως κακον τι παντελως ταυτην απωσωμεθα, δυναμενην (≡15Β_020≡> τυχον αρετης οργανον ειναι τοις φιλοθεοις· και παντα προσφερειν Θεω δια πασης σπουδης προς τοις επ᾿ αυτοις απασι, και τα ουκ επ᾿ αυτοις κατ᾿ οικονομιαν συμβαινειν αυτοις συγχωρουμενα, προηρημενοις. εικοτως εστιν. Ων γαρ ανευ καλοι τε και εναρετοι γινεσθαι τε και ειναι και διαμενειν Το γαρ μη δι᾿ εαυτον κατα φυσιν τυχον καλον η κακον, ουτε εραστον ουτε φευκτον δυναμεθα· και παλιν κακοι και πασης αρετης ερημοι, τουτων ουκ αναγκαια παντως ημιν καθοτιουν η κτησις· ουτε μην η ακτησια, προς γενεσιν καλου τινος η κακου και συντηρησιν. Επει και δυναστειας και πλουτου και (=0372=) υγειας τινες εστερημενοι, πολλους αγαθων αιωνιων εκτησαντο θησαυρους· ετεροι δε τουναντιον, δυναστειαν και πλουτον και υγειαν εχοντες, παντων των θειων αγαθων κατ᾿ οικειαν γνωμην γεγονασιν εκπτωτοι. Και μαρτυρουσιν ο τε πτωχος Λαζαρος, και ο κατ᾿ αυτον πλουσιος. Ο μεν πασης υλικης δυναστειας, υγειας τε και περιουσιας εστερημενος, την εν κολποις Αβρααμ δεχομενος μακαριαν αναπαυσιν· ο δε τουτων των υλικων εις ακρον υπαρχων κατακομος, ειργομενος απο των οσιων τω χασματι, και το κολαστικον πυρ εχειν μεριδα κατακρινομενος. Και παλιν Δαβιδ και Ιωβ, οι μεγαλοι της αληθειας αγωνισται, δι᾿ αμφοτερων των βιων των αλληλων κατα διαμετρον αντιπαθως απωκισμενων δοκιμασθεντες, την αρετην διεσωσαντο δια των εναντιων αυξανουσαν. Ου γαρ εστι πλουτου και υγειας και δυναστειας εργον· ουδ᾿ αυ παλιν της τουτοις αντικειμενης μοιρας η αρετη, ινα παθη προς τα εναντια μεταβολην, συναλλοιωθεισα τοις πραγμασιν· αλλα διαθεσεως θειας, και γνωμης εις ακρον τω καλω πεποιωμενης, και κατα Θεον αμεταβολως πεπηγυιας, και την οικειαν εν τοις εναντιοις απαραλλακτον φυλαττουσης ταυτοτητα.
Διδομενην τοινυν την αρχην στερξωμεν, και ως της κατ᾿ (≡15Β_022≡> αρετην ημιν παρα Θεου δοθεισαν επικουριας οργανον καταδεξωμεθα. Και παλιν αφαιρουμενην αυτην μη ζητησωμεν, ως μεγα φοβερας αχθηδονος βαρος αποτιθεμενοι, και τον εφ᾿ ημιν της Προνοιας σκοπον αποκαλυπτουσαν, της το συμφερον εκαστω φιλανθρωπως οικονομουσης· Μη ζητει, γαρ, φησιν ο Σοφος, γενεσθαι κριτης, μη ουκ ισχυσης εξαραι αδικιας· μη ποτε ευλαβηθης απο προσωπου δυναστου, και θησεις σκανδαλον εν ευθυτητι σου· και αμαρτης εις πληθος πολεως, και καταβαλης εαυτον εν οχλω, και καταδεσμευσης δις αμαρτιαν. Πλην γε οτι ει κακ τουτων φανηναι θελησειας, ευλογημενε, ουδενος ελαττον ηλθες των κατα σε. Οι γαρ οφθαλμοι Κυριου, καθως ο αυτος εφη Σοφος, επεβλεψαν επι σε εις αγαθα, και ανωρθωσε σε εκ ταπεινωσεως σου, και ανυψωσε την κεφαλην σου, και απεθαυμασαν σε πολλοι, και διηγουνται λαοις τε και εθνεσι τας αρετας σου. Και ο περι των αποστολων δια του μεγαλου Δαβιδ το αγιον Πνευμα προανεφωνησεν· Εις πασαν την γην εξηλθεν ο φθογγος των κατορθωματων σου, και εις τα περατα της οικουμενης των σων αρετων ευωδης ηλθε διαδοσις. Ου γαρ εφαγες τον αρτον σου μονος, αλλ᾿ ορφανοις εξ αυτου πλουσιως μετεδωκας, και εκ νεοτητος αυτων εξετρεψας αυτους ως πατηρ, και εκ γαστρος μητρος (=0373=) αυτων επι δικαιοσυνην ωδηγησας. Ουχ υπερειδες γυμνους απολλυμενους, και ουκ ημφιασας· αδυνατοι δε παντες ηυλογησαν σε· τους γαρ ωμους αυτων εθερμανας απο κουρας αμνων σου. Ουκ εταξας το χρυσιον σου εις τον χουν σου, τουτεστιν εις απολαυσιν της σαρκος σου· αλλ᾿ εν ουρανω παντα τον πλουτον σου προεπεμψας, εις ετοιμασιαν των της ψυχης αγαθων. Ουκ ηπατηθης πλουτω φθειρομενω, και ρεοντι αυτω ου προσεθηκας καρδιαν. Γελοιασταις ου συνηυλισθης, ων ο βιος εστιν αισχυνη, και η ζωη κηλιδων πεπληρωται. Ουκ εσπουδασεν ο πους σου εις δολον· ουδε επεχαρης πτωματι εχθρων, και ειπεν (≡15Β_024≡> η καρδια σου. Ευγε. Ουκ εστεναξεν η γη επι σοι· ου γαρ εφαγες μονος την ισχυν αυτης ανευ τιμης, ουδε ψυχας κυριων αυτης εξεθλιψας. Απο δωρων αδικων τας χειρας συνεστειλας· διεσωσας δε πτωχον εκ χειρος δυναστου, και εκλαυσας επι παντι αδυνατω· και ιδων ανδρα εν αναγκαις, εστεναξας. Ορφανοις οις ουκ ην βοηθος εβοηθησας· στοματα δε χηρων ηυλογησαν σε. Δικαιοσυνην γαρ ενδυσω, και ημφιασω κριμα ευθες, ισα διπλοιδι. Οφθαλμος εγενου τυφλων, πους δε χωλων, και πατηρ αδυνατων. Μυλας αδικων συνετριψας, και εκ μεσου των οδοντων αυτων εξεσπασας αρπαγμα. Και συνελοντα φαναι, πεινωντας διατρεφεις, και διψωντας ποτιζεις, και ξενους περιστελλεις, και γυμνους περιβαλλεις, και ασθενουντας επισκεπτη, και τοις εν φυλακαις διακονεις· μαλλον δε, Θεω δια παντων τουτων ευαρεστεις· δι᾿ ον πασι τουτοις προθυμως επαρκειν, παντων επιδοξοτερον εκρινας. Δια τουτο σε δικαιως εφυλαξεν ο Θεος, και ο λυχνος αυτου λαμπει υπερ κεφαλης σου· τουτεστιν, ο νομος των εντολων τη πραξει των αρετων επι σοι πασι λαμπρως διαφαινεται· και τω φωτι αυτου πορευη εν σκοτει· τουτεστι, τη γνωσει της των οντων ευσεβους θεωριας, την απατην του αιωνος τουτου και την αγνοιαν αβλαβως διοδευεις, προς το ασκιον φως επειγομενος. Σοι γαρ μονω κατα αληθειαν υπηρξε παρα παντας ανθρωπους, ηγαπημενε, τω της αρχης ογκω μη διαφθειραι την αρετην, μηδε τω χρυσω τον του Χριστου καθοτιουν υποκλιναι νομον· αλλα τοσουτον τη αρετη δουλωσαι την εξουσιαν, ωστε και απο μονον αρετης τε φημι και λογου, γνωριζεσθαι· και πασι πανταχου γενεσθαι δια το κλεος της δικαιοσυνης εξακουστον.
Ει δε το κατα σαρκα δυσπαθες ως εικος παραιτουμενοι, την ταυτης νομιζομεν περιποιεισθαι δια της εξουσιας ευπαθειαν, γνωμεν, ως την μεν ευπαθειαν της σαρκος, θειας εντολης εφευρε (≡15Β_026≡> τω βιω παραβασις, και ανθρωπος των αιωνιων τα προσκαιρα προτιμησας εισηγαγε· την δε της σαρκος δυσπαθειαν, θειας εντολης τηρησις, και Θεος δια τουτο γενομενος ανθρωπος δι᾿ εαυτου παρεδειξε τε και ενομοθετησε· και την μεν ειναι της του παραδεισου και των εκεισε αγαθων τοις ανθρωποις αποξενωσεως αιτιαν· την δε της εις τον παραδεισον επαναγωγης, και της εις ουρανους αναληψεως· και το δη παντων θαυμασιωτερον (=0376=) της προς Θεον οικειωσεως προξενον. Και δια τουτο της μεν σαρκικης δυσπαθειας, ως θειας οργανου χαριτος υπαρχουσης, μεχρι παντως ανθεξωμεθα, μη συμμεταβαλλομενοι τοις καιροις και τοις πραγμασι· της δε της σαρκος ευπαθειας παντελως αλογησωμεν, ως αποπτυστου, και παντως λυθησομενης, και πεισομενης το εαυτης, και τους ιδιους ορους ουχ υπερβαινουσης, ως το θειον εφη του Χριστου στομα Γρηγοριος· και ως παντων των της ψυχης στιγματων ποιητικης· ινα ολοι γενωμεθα του Θεου και μονου, δια παντων των τε ψυχικων και σωματικων κινηματων, τας θειας αυγας απαστραπτοντες. Και απλως ειπειν, ολου Θεου χωρητικοι, και ολοι δι᾿ ολου θεοι κατα χαριν γενωμεθα· τοσουτον, ωστε αλλον αυτον ημας ειναι δια παντων νομιζεσθαι· χωρις της προς αυτον κατ᾿ ουσιαν ταυτοτητος· τουτο γαρ η τελειωσις, μηδεν το παραπαν εν ημιν αυτοις του αιωνος τουτου γνωρισμα φεροντες· ινα μη δι᾿ εκεινο κατα τι στερησις ημιν της θειας εξεως γενηται, και πικρως μεν οδυνηθωμεν επι τω μωμω της αληθους αρτιοτητος· της δε διορθωσεως τας αφορμας ουχ ευρησωμεν.
Του αιωνος ημιν απογενομενου των πραξεων, ουδεν μενει το συνολον των παροντων ως εχει νυν, σχηματος τε και θεσεως, Ουδεν των ορωμενων το πιστον εχει τοις κεκτημενοις, και απτωτον. Ουδεν διαρκως εστηκε τοις ηττημενοις αυτω προσδιαμενον ακινητον· ου δοξα, ου πλουτος, ου δυναστεια, ουχ υγεια, (≡15Β_028≡> ουκ αδοξια, ου πενια, ου δουλεια, ου νοσος, ου καλλος, ου νεοτης, ου περιφανεια, ουκ αμορφια, ου γηρας ου δυσγενεια· παντα παρερχεται, παντα μαραινεται, παντα σκιας δικην αφανιζεται τα ανθρωπινα, και πομφολυγος ευδιαπνευστοτερος εστι, πας ο της ανθρωπινης συναστειας ογκος. Πας γαρ ανθρωπος, φησι, χορτος, και πασα δοξα ανθρωπου ως ανθος χορτου· εξηρανθη ο χορτος, και το ανθος εξεπεσε. Παντα γαρ ως αληθως τα ανθρωπινα, συνημμενην εχει κατα δυναμιν την φθοραν τη γενεσει· πολλακις δε και προηγουμενην επ᾿ ενιων της γενεσεως την φθοραν· ως δυνασθαι κλαπηναι τη κατα το αυτο των ακρων προς αλληλα συνοδω το μεσον(6), και δι᾿ αμφοιν θεωρουμενον· και τουτο σοφως της προνοιας μηχανωμενης, ινα γενηται προς την των αιωνιων πιστωσιν ο των αλλοιουμενων λογος παιδαγωγια. Παντα μεταβαλλει εις αλληλα, και περιτρεπεται εκαστον εκαστω· και δι᾿ αλληλων μαλλον κυρουσιν εαυτων την φθοραν η την γενεσιν.
Μη τοινυν ενδησωμεν τοις επικαιροις την μη φθειρομενην ψυχην· μηδε βαρησωμεν τον νουν κατασπωντες προς γην τη φροντιδι των υλικων, υλης οντα κατα φυσιν ελευθερον. Φυσικως αλληλων διελωμεν τω λογω, τα μηδεποτε κατ᾿ ουσιαν αλληλοις (=0377=) συμπιπτοντα· και ουδεις κοπος ημιν περιεστιν ελκυσαι της προσπαθειας των φθειρομενων, την ασυνθετον και μηδαμως διαλυσιν φυσεως επιδεξασθαι δυναμενην ψυχην. Φυγωμεν Σοδομα· την περι τα αισθητα των αισθησεων πλανην· λεγω και συγχυσιν, ινα φυγωμεν τον εμπρησμον· την τουτοις φημι παντως δια πυρος επομενην κολασιν. Εις το ορος σωθωμεν, εις το υψος δηλαδη της κατα Θεον πολιτειας, ινα μη συμπαραληφθωμεν, οι μηπω των αισθησεων ολικως εξοικισθεντες, καν αργειν δοκωμεν κατα τον μακαριον Λωτ απο κακιας(7), τω μη συνεργαζεσθαι (≡15Β_030≡> τοις Σοδομιταις τα ομοια· τουτεστι, τοις δια των αισθησεων παθεσι, τα προσφορα παθεσι. Παραδραμωμεν οση δυναμις τα παρατρεχοντα, και κρατεισθαι μεν παρ᾿ ημων ουδαμως δυναμενα, αυτην εχοντα φυσιν την παροδικην ρευσιν υποστασιν· μονην δε ημιν αναφυεντα την επ᾿ αυτοις της ψυχης κακως εστιγμενην διαθεσιν, δι᾿ ην πασα μελλει τοις κατακριτοις επανατεινεσθαι βασανος. Αφωμεν παντα προθυμως, η Θεω δια των δεομενων προχρησωμεν, ων εξ αναγκης φυσικως ημιν παρεπεται στερησις. Αφωμεν γνωμικως κατα θελησιν, τα φυσικως κατ᾿ αναγκης αφιεντα τε και αφιεμενα. Μη ποιησωμεν τοις γινομενοις τε και απογινομενοις δια αλογιστου σχεσεως κατοχον, την τον Ποιητην εαυτης φυσικως εικονιζουσαν ψυχην· την μηδεποτε μετα το γενεσθαι περας του λαμβανουσαν, και αει ζητειν τον Θεον δια παντων, και προς αυτον επειγεσθαι προστεταγμενην. Μη θελησωμεν εχειν απερ κρατειν ου δυναμεθα· μητε μην ως αιωνιοις προστεθωμεν τοις παντως παρερχομενοις. Παραγει γαρ το σχημα του αιωνος τουτου, καθως ειπεν ο Αγιος· και· Ο ουρανος, και η γη παρελευσεται, καθως ειρηκεν ο του Αγιου Θεος· και δεχωμεθα την θειαν αψευδως αποφασιν, και φθανωμεν τη πιστει του λογου την δυναμιν, και πιστουμεθα δι᾿ αποδειξεως εναργους των λεγομενων την εκβασιν. Ουτινος γαρ τα μερη φθοραις και αλλοιωσεσιν υποκειται, καθως τις των ημετερων εφη σοφος, τουτου και το παν δηλονοτι, καν μηπω δι᾿ ενεργειας εφεστηκεν ο καιρος, εν ω ταυτα, το παν υποστισεται· επει και πας ανθρωπος εξ ων πασχει καθ᾿ εκαστην ημεραν, φυσικως οιδε τεθνηξεσθαι, καν μηπω παρεστι δια των πραγματων ο θανατος.
Γενωμεθα τοινυν εαυτων, και του Θεου· μαλλον δε μονου Θεου, αλλα μη της σαρκος ολως και του κοσμου. Ετοιμασθωμεν του επικαλεισθαι τον Θεον ημων κατα το γεγραμμενον· (≡15Β_032≡> Ετοιμαζου, του επικαλεισθαι τον Θεον σου, Ισραηλ· οπερ εστι, καθαρθωμεν των κακων στιγματων και μολυσμων, αποβαλοντες εαυτων και αυτας ψιλας των παθων, κατα το δυνατον, τας φαντασιας. Ουτω γαρ αληθως ετοιμαζεται πας ετοιμαζεσθαι θελων καλως· ινα δεξωμεθα δια των (=0380=) αρετων, ως δια τινων θειων χρωματων την ακριβη προς Θεον αξομοιωσιν. Ουτω γαρ επικαλειται δεοντως, ο τον Θεον πως επικαλεισθαι χρη μη αγνοων· ετοιμασια γαρ εστι, κατ᾿ εμε φαναι, των παθων αλλοτριωσις· επικλησις δε, η γνησια δια των αρετων προς Θεον οικειωσις. Η παλιν, ετοιμασια εστιν, η δια των αρετων τοις αξιοις εγγινομενη λαμπροτης· επικλησις δε, η δια γνωσεως αληθους υποδοχη της θεοποιου χαριτος. Ουτω γαρ αν λευκα δια παντος τα ιματια εχειν δυνησομεθα, κατα το γεγραμμενον· τουτεστι φαιδρους τους δια των αρετων τροπους· και διαφανεις, και μηδεν σκοτους τεκμηριον εχοντας. Και η ψυχη ημων αγαλλιασεται επι τω Θεω τω Σωτηρι ημων· χαιρουσα επι τε τη απεκδυσει του παλαιου ανθρωπου, του φθειρομενου κατα τας επιθυμιας της απατης· και τη επενδυσει του ναου του κατα Θεον κτισθεντος εν πνευματι. Ενδυσει γαρ ημας ο Θεος ημων ιματιον σωτηριου, και χιτωνα ευφροσυνης· τουτεστι την εκτικην κατ᾿ ηθος δια των αρετων φιλοσοφον πραξιν, και την απταιστον εν πνευματι γνωστικην θεωριαν, ινα και των μελλοντων του θειου και ακηρατου νυμφωνος αρχικων απολαυσωμεν αγαθων. Επι τουτοις πασιν ακριβως σκοπουντες πως περιπατουμεν, και τι περι εαυτων βουλευομεθα· πολλους γινωσκοντες τοις παρ᾿ ημων γινομενοις αορατους παριστασθαι μαρτυρας, ουκ εις το φαινομενον βλεποντας μονον, αλλ᾿ εις αυτας παρακυπτοντας τας ψυχας, και το κρυπτον, διελεγχοντας της καρδιας.
Πολλοι γαρ, ως αληθως, χοροι πανταχοθεν αγγελικων Δυναμεων ημας περιεστηκασι, τα γινομενα τε και λεγομενα παρ᾿ (≡15Β_034≡> ημων, και νοουμενα, μεχρι και ψιλης ενθυμησεως, δι᾿ ακριβειας πασης εν ουρανω καταγραφοντες, προς ελεγχον ημων εν τη φοβερα ημερα της κρισεως· οτε πασα των ορατων η κτισις κλονουμενη κατ᾿ επειξιν αφατον προς την οικειαν ωθειται συντελειαν· και ουρανος και γη ροιζηδον παρελευσονται· και τα δια μεσου στοιχεια καυσουμενα λυθησεται· και εσται ουρανος καινος και γη καινη, και τα επι τουτοις. Ηνικα θρονοι προτιθενται, και Παλαιος ημερων προκαθεζεται, και βιβλοι ανοιγονται, των ημετερων εργων τε και λογων και νοηματων τα εγγραφα πιστων τε και ανοθευτως εχουσαι· χιλιαι τε χιλιαδες αγγελων λειτουργουσιν αυτω, και μυριαι μυριαδες αυτω παρεστηκασι· και απειλη φρικωδης αιθομενου (καιομενου) πυρος πανταχου διατρεχουσα, και τα κυκλω παντα περιλαμβανουσα, και ορη ωσει κηρον εκτηκουσα. Ποταμος γαρ πυρος, φησιν, ειλκεν εμπροσθεν αυτου. Ηνικα ταρταρος, και βοθρος αχανης και ανεικαστος, και σκοτος εξωτερον, και σκωληξ ακοιμητος αναδειχθωσι παροντα· και επ᾿ αυτοις φοβος ειστηκει δια παντων μετεωρος εκδεχομενων την εκβασιν· (=0381=) και οργης αγγελοι κολαστικον πυρ αποστιλβοντες, πυρ δε βλεποντες, και πυρ αναπνεοντες, ετοιμοι προς πασαν εκδικησιν πασης παρανομιας εστηκασι. Πασα τε προς τουτοις κτισις επιγειος τε και επουρανιος, οση τε εν αγγελοις, και ταις υπερ αγγελους δυναμεσι, και οση ανθρωποις, παρισταται μετα τρομου την φοβεραν της θειας βουλης εκδεχομενη φανερωσιν· εφ᾿ ων απαντων, αι παντων ημων αναγνωσθησονται πραξεις, και των κρυπτων η γυμνωσις γενησεται· ωστε παντας ουτως γινωσκειν αλληλων τας αμαρτιας, ως εκαστος τας εαυτου, την βιβλον απλανως αναγινωσκων της εαυτου συνειδησεως. Ελεγξω γαρ σε, φησι, και παραστησω κατα προσωπον σου τας αμαρτιας σου. Και παλιν· Κυκλωσει αυτους τα διαβουλια αυτων.
Και ιδου ανθρωπος και το εργον αυτου, και δικαστης απαραλογιστος, παρισταμενην εχων την φοβεραν και μεγαλοπρεπη (≡15Β_036≡> των ουρανιων ταγματων δυναμιν, υψηλος προκαθεζεται, πασαν απαστραπτων δικαιοσυνην, και εκαστω δι᾿ αποφασεως αληθους και δικαιας απονεμων τα προς αξιαν· τοις μεν εκ δεξιων δια τας καλας πραξεις σταθεισιν, μειλιχιως την ητοιμασμενην απο καταβολης κοσμου των ουρανων βασιλειαν διδους· τους δε την εξ ευωνυμων δια την ερημιαν των αγαθων εργων στασιν λαχοντας, εις το αιωνιον πυρ, το ητοιμασμενον τω διαβολω και τοις αγγελοις αυτου, μετ᾿ οργης απωθουμενος. Τις εκεινο το πυρ ενεγκει μαινομενον; Τις ου καταπτησει το ξενον εκεινου του σκωληκος θεαμα; Τις του σκοτους εκεινου του εξωτερου το ταχυ τε ομου και βαρυ φερειν δυνησεται; Τις μυκωμενον το ταρταρον, και εκ πυθμενος αυτω συναναβρασσομενην την αβυσσον υποστησεται; Τις των επι τουτω τεταγμενων αγγελων το δριμυ τε και βλοσυρον του βλεμματος, και του προσωπου το κατηφες ουχ υποτρεμει δονουμενος; Τις το παντων δεινοτερον των κακων, την αποστροφην του προσωπου του φυσει πραου και φιλανθρωπου Θεου και οικτειρμονος ου φοβηθησεται, ω πασα κτισις συναποστρεφεται τε και συμβδελυττεται, τους δια φιλαπεχθημονα γνωμην εαυτους τοσουτοις κακοις περιπειραντας, αγανακτουσα κατ᾿ αυτων ενδικως, ως τοιουτον εαυτοις φανηναι τον φυσει τε και μονον φιλανθρωπον Θεον βιασαμενων; Τις την κατα συνειδησιν απεραντον αισχυνην εσεσθαι μελλουσαν επι τη φανερωσει των κρυπτων υποστησεται; τις τον ασιγητον κλαυθμον, και το πικρον εκεινο και ανοητον δακρυον, και το βρυγμον των οδοντων, και τους κωκυτους των εν ταις βασανοις πιεζομενων, η τον εκ της μεταμελειας πονον κατα μεσης αυτων επικειμενον της καρδιας, και διασμυχοντα δικαιως αυτων της ψυχης τον πυθμενα, μετρησαι δυνησεται; Τις την εγγινομενην αυτοις στενοχωριαν εκ του μη ελπιζειν προθεσμιαν μεταποιησεως, και τελος της επικειμενης κολασεως, μηδε της προς το ευ ζην παλιν μεταβολης (=0384=) εκδεχεσθαι προσδοκιαν, εξειπειν εστιν (≡15Β_038≡> ικανος. Τελευταιον γαρ και μονον, και φοβερον εκεινο και δικαιον ως αληθως εστι το κριτηριον, και δικαιον πλεον η οσον επιφοβον, και δια τουτο τυχον φοβερωτερον, οτι και δικαιον· και παντας εαυτω κατα την δικαιαν του Θεου ψηφον τους αιωνας εναποκλειον. Τις τας οιμωγας και τους στεναγμους τους εκ μεσης αυτων προφερομενους της καρδιας, και αυτων καθαπτομενους των μυελων, και πικρως τα σπλαχνα καταδακνοντας επι νουν λαβων, δακρυων ελευθερος ειναι δυνησεται; Τις τον θρηνον και τον ολοφυρμον ενεγκη χωρις οδυνης και της επ᾿ αυτη κατηφειας, και μεθ᾿ οιων προφερομενους των εκ μεταμελειας λογων, των τε προς εαυτον εκαστου των κολαζομενων, και παντων προς απαντας;
Τοτε γαρ αληθης επιγνωμων των εαυτου πταισματων καθεστηκεν εκαστος, οταν εφ᾿ εαυτων γυμνα φανωσι τα πραγματα, και παντος καλυμματος απατης ελευθερα. Δικαια η κρισις σου, ο Θεος· εκαλεις γαρ ημας, και ουχ υπηκουομεν σου· λογους δε παρειχες ημιν, και ου προσειχομεν, αλλ᾿ ακυρους εποιουμεν τας σας βουλας· τοις δε σοις λογοις ου προσειχομεν. Τοιγαρουν δικαιως ηλθεν εφ ημας απωλεια, και ολεθρος, και καταιγις, και θλιψις, και πολιορκια· και νυν ημεις επικαλουμεθα σε, και ουκ εισακουεις· ζητουμεν παρα σου, και ουχ ευρισκομεν ελεος· ουδε γαρ ημεις εισηκουσαμεν σου των λογων· ουδε τω πλησιον εποιησαμεν ελεος. Οι γαρ μισησαντες σοφιαν, και τον φοβον Κυριου μη προελομενοι, μηδε θελησαντες Θεου προσεχειν βουλαις, τοιουτους δρεπομεθα των οικειων σπερματων τους καρπους, και της εαυτων ανοιας εμπιπλωμεθα. Απετυφλωσε γαρ ημας η απατη του βιου, και ουκ εγνωμεν μυστηρια Θεου· ουδε μισθον ειναι το συνολον ηλπισαμεν οσιοτητος. Δια τουτο τριβοις ανομιας ενεπλησθημεν, και διωδευσαμεν ερημους αβατους, δηλαδη θειας επισκοπης, την δε οδον Κυριου ουκ εγνωμεν. Και νυν τι ωφελησεν ημας η υπερηφανια , και τι ο πλουτος μετα αλαζονειας συμβεβληται ημιν; Παρηλθεν εκεινα παντα, ως σκια, και ως αγγελια παρατρεχουσα, και ως νυς διερχομενη κυμαινομενον υδωρ· (≡15Β_040≡> ης διαβασης ουκ εστιν ιχνος ευρειν, ουδε ατραπον τροπεως αυτης εν κυμασιν· η ως ορνεου διαπταντος αερα, ουθεν ευρισκεται τεκμηριον πορειας. Παρηλθεν εκεινα παντα, τουτο το πυρ ημιν αφεντα κληρονομιαν, εις παντας διαμενουσαν τους αιωνας.
Δικαια η κρισις σου, ο Θεος· τα αυτα γαρ λεγοντες ουδεποτε λοιπον παυσομεθα· εκαλουμεθα, και ουχ υπηκουομεν· ενουθετουμεθα, και ου προσειχομεν. Περι τουτων καθ᾿ εκαστην ημεραν εδιδασκομεθα των δεινων, και κατεφρονουμεν των λεγομενων. Ουκ ελυπει ημας τοτε καν μικρον τα περι τουτων ρηματα· επει ουκ αν νυν σφοδρως ουτως ελυπει τα πραγματα· ληρος ημιν ενομιζετο τα νυν ημων συνεχοντα την ζωην, τοτε συχνως επαδομενα. Ω της ραθυμιας! ω της απατης! ω των κακων (=0385=) βουλευματων! ω των πονηρων συναλλαγματων! ω του θαυματος της επι τουτοις δικαιας του Θεου περι ημας αποφασεως! Πως εκαστου των ημετερων αμαρτηματων ειδους προσφορον ημιν αντεδωκε βασανον. Δι᾿ οικτραν γαρ και αποπτυστον σαρκος ηδονην, ταυτην εχειν την φοβεραν δικαιως κατεδικασθημεν γεενναν. Τον ζοφον και το σκοτος τουτο το φρικτον οικειν κατεκριθημεν, επειδηπερ ηγαπησαμεν παντα τα αισχρα, και θεαματα και ακουσματα και ρηματα· και παντων ομου των θειων αγαθων, τα ιππικα και τα θεατρα και τα κυνηγεσια προετιμησαμεν· εν οις δαιμονων εχορευον δημοι, και πασα θεια δι᾿ αγγελων απην επισκοπη και επιγνωσις· ενθα το μεν σεμνον της σωφροσυνης πολλοις καθυβριζετο τροποις· το δε της ακολασιας κακον τε και βδελυρον περιφανως εσεμνυνετο. Δικαιως του φωτος εστερηθημεν νυν, οτι προς δοξαν του πεποιηκοτος Θεου την κτισιν κατα την προσκαιρον ημων ζωην ουκ εθεασαμεθα· αλλ᾿ εμολυναμεν τους οφθαλμους ημων και τα ωτα και την γλωσσαν· μαλλον δε δια τουτων την κατ᾿ εικονα Θεου γεγενημενην ψυχην πασι τοις τω Θεω μισουμενοις θεαμασι τε και ακροαμασι, και ρημασι, και ταις κατ᾿ αλληλων βασκανιαις εφθειραμεν. Εις δε τον ταρταρον κατερριφημεν, (≡15Β_042≡> πηξει και βυθω κατα ταυτον τρυχωμενοι δεινως· επειδη της μεν υψηλης, και των υψηλων και θειων προξενου ταπεινοφροσυνης προεκριναμεν την υπερηφανιαν· και το της αρετης στερρον τε και συντονον δια την της σαρκος υπερβαλλουσαν θρυψιν τε και διαχυσιν απεωσαμεθα. Που νυν ημων εστιν η υπερηφανια, και η δι᾿ αυτην αλαζων προς παντας διαθεσις, και η της σαρκος βλακωδης και ευδιαχυτος θρυψις; Ω της αβουλιας! Αντι γελωτος ακρατου, και του ακολαστου ψοφου των παρειων, ο βαρυς ουτος βρυγμος εστιν ημιν των οδοντων. Την των θειων τε και σωτηριων λογων ασκησαι μαθησιν μη βουληθεντες, αλλα μεθης αμετριαν της δια λογου θειας προτιμησαντες αινεσεως, δεινως κολαζομεθα νυν, της γλωσσης διψη φοβερα διακαιομενης. Αξιον δε και του προς τους αδελφους ημων μισους, φθονου τε και δολου και υποκρισεως, εξ ων και δι᾿ ων ο φονος, λοιδοριας τε και συκοφαντιας, και μνησικακιας και ψευδους και επιορκιας δρεπομεθα καρπον, τουτον τον ακοιμητον σκωληκα, το βαθος ημων της ψυχης ακορεστως εσθιοντα. Επειδη της αγαπης το ευθες διαστρεψαντες, εσκολιωσαμεν την καρδιαν, και της αληθειας το απαθες διαφθειραντες, αυτην εσκαμβωσαμεν· κακον δια μισους εκουσιου, ακουσιον εαυτοις δημιουργησαντες σκωληκα, και πονηροτεραν σκαμβοτητα δια ψευδους ορυξαντες, δ᾿ ην τω Θεω ευθει και ορθω ουχ ηνωθημεν. Αυτος γαρ ειπε δια του αγιου Δαβιδ του προφητου, Ουκ εκολληθη μοι καρδια σκαμβη.
Αξια τοιγαρουν ων επραξαμεν απολαμβανομεν μαλλον δε, της οικειας κατα προθεσιν διαθεσεως αξια κομιζομεθα τα επιχειρα· πυρος ηδονης, πυρ γεεννης· και σκοτους αγνοιας και απατης προσκαιρου, (=0388=) σκοτος αιωνιον· και σκωληκα κολαστικον και ακοιμητον, σκωληκος του δια μισους και ψευδους την καρδιαν σκολιωσαντος τε και σκαμβωσαντος· και ψοφου παρειων ασελγους και βρασματος, ψοφον και οδοντων βρυγμον· και υψους υπερηφανιας ματαιας και διαχυσεως, πτωσιν και βαθος αχανες, (≡15Β_044≡> και στυγνοτητα πτηξεως. Και απλως ειπειν, εκαστου των εκουσιων ημων κακων, την εκαστω προσφορον ακουσιον τιμωριαν δικαιως αντιλαμβανομεν. Ω της ελεεινοτητος ημων! Τι ημας τους αθλιους, μη κατασβεσαι το πυρ της σαρκος δια νηστειας και αγρυπνιας, και των των θειων λογων μελετης, καλων οντων και ευμαρων του πυρος σβεστηριων, και μη τουτω νυν τω πυρι τηγανιζεσθαι; Τι μη κατα φυσιν οραν τε και ακουειν και λαλειν, τους οφθαλμους και τα ωττα και την γλωτταν ειθισαμεν, ινα μη τουτον ειχομεν νυν το ζοφον, και την βαρυτατην σιγην· αλλα και ημεις του φωτος και του λογου και σοφιας του Θεου μετα των αγιων απηλαυομεν, ως της θειας γενομενοι δοξης θεαται και ακουσται και υμνωδοι; Ει δι᾿ αγαπης τον εκουσιον του μισους ενεκρωσαμεν σκωληκα, και δι’ αληθειας το ψευδος ηφανισαμεν, νυν αν τουτου του καυστικου καθειστηκαμεν ελευθεροι σκωληκος, και των λοιπων οσα ημων νυν συνεχει δεινα την ζωην. Δικαια η κρισις του Θεου. Ουχ ευρισκομεν, οπερ μη εζητησαμεν. Ουκ ανοιγεται ημιν η θυρα της βασιλειας των ουρανων, επειδη την θυραν των αρετων δια πραξεως ουκ εκρουσαμεν· ου λαμβανομεν των αιωνιων αγαθων την απολαυσιν, επειδη δι᾿ ευχης την χαριν της γνωσεως ουκ ητησαμεν. Ουδενα γαρ των θειων εσχομεν ερωτα, αλλα τοις γηινοις τον νουν καταδησαντες, πασαν αυτοις ημων συνεφθειραμεν την ζωην. Κακεινα μεν παντα καπνου δικην αφανισθεντα παρηλθεν, ο δε της επ᾿ αυτοις δικης λογος μενει δια παντος απαροδευτος.
Και ταυτα μεν εκεινοι, της θειας δικαιοσυνης μεταμανθανοντες εξ ων πασχουσι την δυναμιν, ως τυπω περιλαβειν, αλληλοις τυχον διαλεχθησονται· εγω δε τις γενομαι ο ταλας; Τισιν ερειδομενος πραξεσιν, ελπισω της φοβερας εξαιρεθηναι κατακρισεως, πασης αρετης και γνωσεως, υπαρχων ερημος; Δεδοικα μη δεθεις χειρας και ποδας, ριφω εις γην γνοφεραν και σκοτεινην, εις γην σκοτους αιωνιου, ενθα ουκ εστι φεγγος, ουδε οραν ζωην βροτων· ως δησας τοις παθεσιν εκουσιως τας πρακτικας (≡15Β_046≡> της ψυχης δυναμεις, και απο του θειου δρομου της ευαγγελικης πολιτειας κωλυσας της ψυχης τα διαβηματα. Οιμοι της φοβερας αισχυνης, της μηδεποτε περας, (=0389=) εχουσης, ει μη μεταβαλων, των πολλων μου κακων ελευθερος γενομαι· Οιμοι του κλαυθμου, και των πικρων δακρυων, και του βρυγμου των οδοντων, ει μη νηψας καν οψε ποτε τον βαθυν υπνον της ραθυμιας αποτιναξωμαι, και το ρυπαρον ενδυμα της αμαρτιας εκδυσωμαι. Αντι φωτος, σκοτος· αντι χαρας, λυπη· αντι ανεσεως, κολασις και στενοχωρια με παντως υποδεξονται. Και το δη παντων ελεεινοτερον, η βαρυτερον ειπειν αληθεστερον, ο και λεγων μονον οδυνωμαι· ποσω γε μαλλον πασχων (ιλασθητι, Χριστε, και σωσον ημας ταυτης της οδυνης) ο του Θεου και των αγιων αυτου δυναμεων χωρισμος· και η προς διαβολον, και τους πονηρους δαιμονας οικειωσις εις αει διαμενουσα· και την εκ τουτων ελευθεριαν των δεινων απροσδοκητον εχουσα. Οις γαρ κατα τον αιωνα τουτον δια των επιτηδευματων ημων των πονηρων συνειναι κατα θελητον γνωμικως επελεξαμεθα, συν τουτοις εικοτως εξ αναγκης ειναι κατα τον αιωνα τον μελλοντα και μη θελοντες κατακριθησομεθα. Και εστι πασης κολασεως κολαστικωτερον τε και δεινοτερον, το δια παντος συνειναι τοις μισουσι και μισουμενοις, και βασανων χωρις, μη οτιγε συν ταυταις· κεχωρισθαι δε του αγαπωντος τε και αγαπωμενου. Θεος γαρ μισειται κρινων δικαιως υπο των κρινομενων, κατα φυσιν αγαπη και ων και καλουμενος· ουτε μισει τους κρινομενους· παντως γαρ φυσιν υπαρχει παθους ελευθερος.
Ταυτα κατ᾿ αληθειαν αψευδως εσεσθαι πιστευοντες, ηγαπημενε, μη αμελησωμεν εαυτων· αλλα σπουδη παση, καθ᾿ ολην την δυναμιν, ως εχομεν καιρον, τον πλανον φυγωμεν κοσμον και κοσμοκρατορα. Παρερχεται γαρ, και τα εν αυτω παντα μαραινεται. Εσται γαρ ως αληθως, εσται καιρος, οτε φοβερα τις βοησει σαλπιγξ, ξενην ηχουσα φωνην, και το παν τουτο λυθησεται, διαπιπτον (≡15Β_048≡> της εν αυτω νυν ορωμενης διακοσμησεως. Και ο μεν φαινομενος κοσμος παρελευσεται, την οικειαν λαμβανων συντελειαν· ο δε νυν κρυπτομενος των νοητων φανησεται κοσμος, οφθαλμοις και ακοαις και διανοιαις ξενα πανταπασιν κομιζων μυστηρια. Και η μεν σαλπιγξ κατα το θειον βοωσα προσταγμα, τας απειρους υφεν, και αθροως των ανθρωπινων σωματων μυριαδας, ως εξ υπνου τινος αναστησει του θανατου, προς εξετασιν αγουσα· ο δε Θεος δικαιας εκαστω προς α δια του σωματος επραξεν, ειτε καλον, ειτε φαυλον, καταξιαν τας αμοιβας αποδιδωσιν, μεγαν και φοβερον και εσχατον πασι τοις ουσι διδους συγκλεισμον. Αλλα γενοιτο παντας ημας, τον τε σωτηριον της γεεννης φοβον, και τον τιμιον ποθον της των ουρανων βασιλειας [ταυτον δε κυριως επ᾿ αμφοτερων ειπειν εστι, Θεου πασι παντα γινομενου τε και λεγομενου· καθως εκαστος εχει κακιας η αρετης ποιοτητος] προ οφθαλμων αδιαστατως εχειν· τον μεν φοβον, παντελη των κακων ημιν αποχην (=0392=) και αργιαν ποιουντα· τον δε ποθον, κατα περιουσιαν και εις τας των αγαθων πραξεις ιλαρως προτρεπομενον.
Ταυτα σοι παρ᾿ εμου του μικρου και πενητος, ευλογημενε, της αγαπης εστω της προς σε γνωρισματα, φυλακης ενεκεν και ασφαλειας των προσοντων σοι καλων· ης χρηζειν υπολαμβανω, και το λιαν κατα σε ταις αρεταις δια παντων κοσμουμενον. Ου γαρ αλλως εχω σε δικαιως αμειψασθαι δυνηθηναι, των εις εμε πολλων σου καλων, η κατα τουτον τον τροπον διατιθεμενος. Συν εμοι δε γνησιως παντες ομοθυμαδον οι ταυτην δια σε παροικουντες την χωραν τιμιοι Πατερες ασπαζονται, νυκτος και ημερας απαυστως μετα δακρυων τον Θεον ικετευοντες, αποκαταστησαι μεθ᾿ υγειας ημιν τον ημων Γεωργιον, τον οντως γλυκυν και ορωμενον και ονομαζομενον· ινα συν αυτω την τε παρουσαν αβλαβως διοδευσωμεν ζωην, και μελλουσης χαριτος του φιλανθρωπου (≡15Β_050≡> Θεου και δοτηρος των αγαθων απολαυσωμεν· πρεσβευουσης υπερ ημων, και τον Θεον ημιν ιλεουμενης της παναγιας ενδοξου Δεσποινης ημων Θεοτοκου και αειπαρθενου Μαριας, συν πασι τοις αγιοις. Αμην.

ΣΧΟΛΙΑ
1. Ορα περι αρχης ανθρωπινης.
2. Τινα χρη ζητειν και θελειν· και τινα παραχωρειν τω Θεω.
3. Οτι το αρχειν και αρχεσθαι, και πλουτειν και πενεσθαι, ουτε φυσεως εστιν, ουτε γνωμης, αλλα της αγουσης τα παντα Προνοιας.
4. Ορος του εφ᾿ ημιν, ηγουν του αυτεξουσιου.
5. Ορος του ουκ εφ᾿ ημιν, ειτουν των μη υπο το αυτεξουσιον.
6. Τα ακρα λεγει την γενεσιν και την φθοραν, μεσον δε γενεσεως και φθορας εστι το γενητον· εφ᾿ ου πολλακις η φθορα προλαμβανει την γενεσιν· αμα τη γενεσει περι το γινομενον συνεισειουσα, και την αυτου πριν γενεσθαι δαφθειρουσα συστασιν.
7. Οι την ψυχην τη σχεσει των αισθησεων εχοντες προσηλουμενην, ου σωζονται, φησι, καν αργωσιν απο των τερποντων τας αισθησεις παθων, ει μη τελειως της προς τας αισθησεις σχεσεως την ψυχην αποστησωσιν· ως ουδε ο μακαριος Λωτ, ει μη εξηλθε Σοδομων, καν ουκ εποιει τα Σοδομιτων, ουκ αν διεφυγε του πυρος την καταβασιν.

ΕΠΙΣΤΟΛΗ Β’. ΠΡΟΣ ΙΩΑΝΝΗΝ ΚΟΥΒΙΚΟΥΛΑΡΙΟΝ, ΠΕΡΙ ΑΓΑΠΗΣ
Β´. Του αυτου προς Ιωαννην κουβικουλαριον, περι αγαπης.

(≡15Β_052≡> Της προς τον Θεον κατα χαριν και τον πλησιον αγιας αγαπης αντεχομενους υμας, θεοφυλακτοι, και (=0393=) τοις καθηκουσι τροποις επιμελουμενους, και ηδη μεν μαθων παρ᾿ εμαυτου παρων, και απων δε ουχ ηττον, ει μη και μαλλον του παρειναι, το πασχειν οσα της θειας αγαπης ιδια και εστι και λεγεται, ινα και τουτο θειον εχητε, το κατ᾿ αρετην απεριγραφον και αοριστον· το μη παροντας μονον ευεργετειν, αλλα και αποντας προθυμεισθαι, και πολλω απωκισμενους τω τοπικω διαστηματι· και την εις μηκος ταυτης επιδοσιν εκαστοτε μανθανων δια των ενταυθα παραγινομενων, ου μην αλλα και δια των τιμιων υμων συλλαβων, ως δι᾿ εσοπτρου την εμπρεπουσαν υμιν της θειας χαριτος μορφην εικονιζομενος, εικοτως χαιρω και ευφραινομαι· και ευχαριστων υπερ υμων τω δοτηρι των αγαθων Θεω, και μετα του αγιου Αποστολου βοων ου παυομαι· Ευλογητος ο Θεος και Πατηρ του Κυριου ημων Ιησου Χριστου, ο ευλογησας υμας εν παση ευλογια πνευματικη εν τοις επουρανιοις· πεπεισμενος μαλιστα, και γινωσκων την αγιαν υμων ψυχην, της εμης αθλιας εν πνευματι δι᾿ αγαπης αλυτως ηρτησθαι, δεσμον φιλιον εχουσαν τον νομον της χαριτος, καθ᾿ ον εαυτοις αορατως με συναπτοντες, συμφαιδρυνετε, το εμον εκ της αμαρτιας αισχος τη παραθεσει των ιδιων (≡15Β_054≡> καλων αφανιζοντες. Ουδεν γαρ οντως της θειας αγαπης θεοειδεστερον, ουδε μυστηριωδεστερον, ουδε ανθρωποις προς θεωσιν υψηλοτερον· οτι παντα εν εαυτη συλλαβουσα εχει τα καλα, οσα της αληθειας ο λογος εν αρετης ειδει διεξεισι· και παντων ασχετως των εν κακιας ειδει κατειλημμενων απωκισται, ως πληρωμα νομου και προφητων(1)· ους διαδεχεται το της αγαπης μυστηριον, το ημας θεους εξ ανθρωπων ποιουν, και συντεμνον προς τον καθολου λογον των εντολων τους μερικους υφ᾿ ου παντες κατ᾿ ευδοκιαν μονοειδως περιεχονται, και εξ ου πολυτροπως κατ᾿ οικονομιαν εκδιδονται.
Ποιον γαρ ειδος των αγαθων ου κεκτηται η αγαπη; Ου πιστιν την πρωτην των κατ᾿ ευσεβειαν πραγματων υποθεσιν, την τον Θεον ειναι και τα θεια πληροφορουσαν τον εχοντα· και πλεον η οσον οφθαλμος ταις επιφανειαις προσβαλλων των αισθητων την περι αυτων τοις ορωσι δοξαν παρεχεται; Ουκ ελπιδα, την υφιστωσαν εαυτη το οντως υφισταμενον αγαθον, και πλεον κατεχουσαν, η οσον χειρ το τη αφη υποπιπτον της υλης παχυτατον; Ου των πιστευθεντων τε και ελπισθεντων διδωσι την απολαυσιν, δι᾿ εαυτης ως παροντα τα μελλοντα κατα (=0396=) διαθεσιν εχουσα; Ου ταπεινωσιν την πρωτην βασιν των αρετων, καθ᾿ ην εαυτων επιγνωμονες γενεσθαι, και της υπερηφανιας το ματαιον οιδημα καταβαλλειν δυνανται [δυναμεθα]; Ου πραοτητα, δι᾿ ης τους ψογους τε και τους επαινους ραπιζομεν, και των εκ διαμετρου κακων, δοξης τε φημι και αδοξιας, την οχλησιν απωθουμεθα; Ου πραϋπαθειαν, καθ᾿ ην και πασχοντες αναλλοιωτοι μενομεν προς τους δρωντας κακως, δυσμενως ουδολως διατιθεμενοι; Ουκ ελεον, καθ᾿ ον τας των αλλων συμφορας θελοντες οικειουμεθα· και το συγγενες και ομοφυλον αγνοεισθαι μη συγχωρουμεθα; (≡15Β_056≡> Ουκ εγκρατειαν και υπομονην, και μακροθυμιαν, και χρηστοτητα, ειρηνην τε και χαραν, δι᾿ ων θυμον και επιθυμιαν, και την καυστικην τουτων ζεσιν, και πυρωσιν ευμαρως κατευναζομεν; Και απλως, ινα συνελων ειπω, παντων εστι των αγαθων η αγαπη τελος, ως προς Θεον το των αγαθων ακροτατον, και παντος αιτιον αγαθου, τους εν αυτη περιπατουντας αγουσα και προσαγουσα, ως πιστη, και αδιαπτωτος και μενουσα.
Η πιστις γαρ βασις εστι των μετ᾿ αυτην, ελπιδος λεγω και αγαπης, βεβαιως το αληθες υφιστωσα· Η δε ελπις, των ακρων εστιν ισχυς, αγαπης λεγω και πιστεως, το πιστον τε δι᾿ εαυτης και εραστον αμφοιν υποφαινουσα, και προς αυτο τον δρομον δι᾿ εαυτης ποιεισθαι διδασκουσα. Η δε αγαπη τουτων εστι συμπληρωσις, το εσχατον ορεκτον ολον ολη περιπτυσσομενη, και ταυταις της επ’ αυτο κινησεως στασιν παρεχομενη, του πιστευειν ειναι και ελπιζειν παρεσεσθαι, το απολαυειν παροντος δι᾿ εαυτης αντεισαγουσα. Αυτη μονη, κυριως ειπειν, κατ᾿ εικονα του Κτισαντος τον ανθρωπον οντα παριστησι, τω μεν λογω σοφως το εφ᾿ ημιν υποτασσουσα· τουτω δε τον λογον ουχ υποκλινουσα· και πειθουσα την γνωμην κατα την φυσιν πορευεσθαι, μηδαμως προς τον λογον της φυσεως στασιαζουσαν· καθ᾿ ον απαντες, ωσπερ μιαν φυσιν, ουτω δε και μιαν γνωμην και θελημα εν, Θεω και αλληλοις εχειν δυναμεθα, ουδεμιαν προς Θεον και αλληλους διαστασιν εχοντες, οτ᾿ αν τω νομω της χαριτος, δι᾿ ου τον νομον της φυσεως γνωμικως ανακαινιζομεν, στοιχειον προαιρουμεθα. Αμηχανον γαρ τους μη προτερον Θεω καθ᾿ ομονοιαν συναφθεντας, αλληλοις συμβαινειν δυνασθαι κατα την γνωμην.
Επειδη γαρ κατ᾿ αρχας τον ανθρωπον ο απατησας διαβολος, δολω κακουργως μεμηχανημενω δια φιλαυτιας, δι᾿ ηδονης (≡15Β_058≡> προσβολην απατησας, Θεου και αλληλων ημας κατα την γνωμην διεστησε, το τε ευθες διατρεψας, και την φυσιν κατα τον τροπον τουτον μερισας, κατετεμεν εις πολλας δοξας και φαντασιας, και την εφ᾿ εκαστω κακω μεθοδον τε (=0397=) και ευρεσιν, τω χρονω νομον κατεστησε, ταις ημων προς τουτο δυναμεσι συγχρησαμενος, και πονηρον προς διαμονην του κακου τοις πασιν ενθεμενος ερεισμα, το κατα την γνωμην ασυμβατον· αφ᾿ ου τον ανθρωπον απαξ της κατα φυσιν κινησεως τραπηναι παρεπεισε, και προς το κεκωλυμενον απο του επιτετραμμενου κινησαι την ορεξιν, και τρια τα μεγιστα και αρχαια κακα, και πασης απλως ειπειν κακιας γεννητικα εαυτω υποστησασθαι· αγνοιαν, φημι, και φιλαυτιαν, τυραννιδα, αλληλων εξηρτημενας και δι᾿ αλληλων συνισταμενας. Εκ γαρ της περι Θεου αγνοιας, η φιλαυτια. Εκ δε ταυτης, η προς το συγγενες τυραννις εστι· και ουδεις αντερει λογος· τω κατα παραχρησιν τροπω των οικειων δυναμεων, λογου τε και επιθυμιας και θυμου, ταυτας υποστησαμενων· δεον λογω μεν, αντι της αγνοιας προς τον Θεον δια γνωσεως κατα ζητησιν μονωτατον κινεισθαι· δι᾿ επιθυμιας δε, του της φιλαυτιας παθους καθαρον κατα ποθον προς τον Θεον μονον ελαυνεσθαι· και τω θυμω τυραννιδος κεχωρισμενω, προς το Θεου μονου τυχειν αγωνιζεσθαι· και την εκ τουτων και δι᾿ ην ταυτα, θειαν και μακαριαν αγαπην δημιουργησαι, την Θεω συναπτουσαν τε, και Θεον αποφαινουσαν τον φιλοθεον. Επειδη ταυτα κατα θελησιν μεν ιδιαν του ανθρωπου, απατην δε του διαβολου συμβεβηκε κακως περι τον ανθρωπον(2), ο την φυσιν και ποιησας Θεος, και ασθενησασαν υπο κακιας σοφως εξιωμενος, δι᾿ αγαπην την προς ημας, εαυτον εκενωσε μορφην δουλου λαβων, ατρεπτως εαυτω καθ᾿ υποστασιν ταυτην ενωσας, ολος καθ᾿ ημας εξ ημων δι᾿ ημας τοσουτον γενομενος ανθρωπος, οσον του μη Θεος ειναι (≡15Β_060≡> τοις απιστοις ενομιζετο· καιτοι τοσουτον υπαρχων Θεος, οσον τοις πιστοις ο αρρητος της ευσεβειας και αληθης υποτιθεται λογος, ινα καταλυση τα εργα του διαβολου, και τη φυσει αχραντους αποδους τας δυναμεις, παλιν της προς αυτον συναφειας, και αλληλους των ανθρωπων, ανακαινιση της αγαπης την δυναμιν, την της φιλαυτιας αντιπαλον· της πρωτης αμαρτιας, και πρωτου γεννηματος του διαβολου και παθων των μετ᾿ αυτην μητρος και ουσης και γινωσκομενης· ην δι᾿ αγαπης αφανισας ο εαυτον Θεου παρασχομενος αξιον, συνηφανισεν αυτη και παντα τον της κακιας οχλον, βασιν αλλην η αιτιαν του ειναι μετα ταυτην ουκ εχοντα. Ουκετι γαρ οιδεν ο τοιουτος υπερηφανιαν, το γνωρισμα της αντιθεου οιησεως, το συνθετον κακον και αλλοκοτον. Αγνοει δοξαν την πιπτουσαν, και εαυτη τους κατ᾿ αυτην φυσωμενους καταβαλλουσαν. Μαραινει φθονον, τον τους εχοντας πρωτον δικαιως μαραινοντα, δι’ ευνοιας εκουσιου τους συγγενεις οικειουμενος· θυμον τε και μιαιφονιαν και οργην και δολον και υποκρισιν και ειρωνειαν και μηνιν και πλεονεξιαν, και παντα οις ο εις μεμερισται ανθρωπος, συναπεριζωσε. Τη γαρ φιλαυτια ως αρχη, καθως ειπον, και μητρι των κακων αποτιλειση, παντα τα εξ αυτης τε και μετ᾿ αυτην συναποτιλλεσθαι ειωθεν· (=0400=) επειδη ταυτης μη ουσης, ουδε ουδαμως το παραπαν κακιας ειδος, η ιχνος υφιστασθαι δυναται· παντα δε τα της αρετης ειδη αντεισαγεσθαι, τα συμπληρουντα της αγαπης την δυναμιν, την τα μεμερισμενα συναγουσαν, και προς ενα και λογον και τροπον παλιν δημιουργουσαν τον αθρωπον, και πασαν την εν πασι κατα την γνωμην ανισοτητα τε και διαφοραν εξισουσαν τε και ομαλιζουσαν· και εις την επαινετην ανισοτητα δεοντως προβιβαζουσαν, εκαστου δηλονοτι τοσουτον προς εαυτον κατα προθεσιν εφελκομενου τον πελας, και εαυτου προτιμωντος, οσον το πριν αυτον απεωσαι, και προυχειν προθυμος ην· και εαυτον εκουσιως εαυτου δι᾿ αυτην απολυοντος, τω χωρισμω των ιδικως κατα την γνωμην επ᾿ αυτω νοουμενων λογων τε και ιδιωματων· και προς μιαν απλοτητα (≡15Β_062≡> τε και ταυτοτητα συναγομενου, καθ᾿ ην ουδεις ουδαμως εστιν ουδεν του κοινου διωρισμενος, αλλ᾿ εκαστος εκαστω, και πασιν απαντες, και Θεω μαλλον η αλληλοις, εις καθεστηκασι, τον ενα δι᾿ εαυτων του ειναι λογον, και φυσει και γνωμη μονοτατον, προφαινομενον εχοντες· και τον εν τουτω νοουμενον Θεον· ω συνθεωρεισθαι, και προς ον αναβιβαζεσθαι, ως αιτιον και ποιητην, ο του ειναι των οντων λογος, ακραιφνην μεν τοι και αχραντος δια πασης προσοχης ηφ᾿ ημων φυλαττομενος πεφυκεν, και κατ᾿ εμφρονα σπουδην δι᾿ αρετων και των ταυταις παρεπομενων πονων, των προς αυτον στασιαζοντων παθων αποκαθαιρομενος.
Οπερ τυχον εκεινος ο μεγας Αβρααμ κατορθωσας, και εαυτον τω του ειναι λογω της φυσεως, η εαυτω τον λογον αποκαταστησας, και δια τουτου αποδοθεις τε τω Θεω, και τον Θεον απολαβων· λεγεσθω και αμφω, επειδη και επ᾿ αμφοιν το αληθες θεωρειται· ως ανθρωπον τον Θεον ιδειν ηξιωθη, και υποδεξασθαι, τελειω τω κατα φυσιν δια φιλανθρωπιας λογω συνενδημον· προς ον ανηχθη, των μεμερισμενων και μεριστων αφεις την ιδιοτητα, μηκετι αλλον παρ᾿ εαυτον ετερον ηγουμενος ανθρωπον, αλλ᾿ ως παντας τον ενα, και ως ενα τους παντας γινωσκων· ου τον της γνωμης δηλονοτι, περι ην η στασις εστι, και η διαιρεσις, εως μενη προς την φυσιν ασυμβατος· αλλα τον της φυσεως, περι ην το απαραλλακτον εστηκε, μονωτατον λογον σκοπουμενος, ω συνεμφαινεσθαι παντως τον Θεον επισταμεθα, και δι᾿ ου δηλουσθαι ως αγαθος ανεχεται, τα ιδια οικειουμενος κτισματα· επειδη αυτον εξ εαυτου, ως εστι γνωναι τον Θεον η κτισις ου δυναται. Ουτε γαρ οιον τε ην κατα το εικος προς τον απλουν τε και ταυτον συναχθηναι, τον μη ταυτον εαυτω γενομενοι και απλουν, αλλ᾿ ετι πολλοις κατα την γνωμην προς την φυσιν διαιρουμενον μερεσι, ει μη προτερον δια (=0401=) φιλανθρωπιας τη φυσει την γνωμην συναψας, ενα επ᾿ αμφοιν λογον ειρηνικον τε και αστασιαστον, (≡15Β_064≡> και προς ουδεν ουδαμως αλλο προηγουμενως των μετα Θεον κινουμενον εδειξε· καθ᾿ ον ατμητος και αδιαιρετος μενει η φυσις εν τοις τουτο λαβουσι το χαρισμα· ταις των πολλων γνωμικαις ετεροτησιν ου συνδιατεμνομενη. Ουκετι γαρ προς τονδε και τονδε αλλοι και αλλοι γινομενοι την φυσιν μεριζουσιν, αλλ’ οι αυτοι προς τους αυτους διαμενουσι, μη σκοπουντες το εφ᾿ εκαστω κατα την γνωμην ιδιον, καθο μεμερισται τα μεμερισμενα, αλλα το εν πασι κατα την φυσιν κοινον και αμεριστον, καθο τα μεμερισμενα συναγεται· των μεριστων ουδεν εαυτω συνεπαγομενον, και δι᾿ ου τοις εχουσιν ο Θεος εμφανιζεται, κατα την ιδιοτητα της αρετης εκαστου δια φιλανθρωπιαν μορφουμενος, και εξ αυτης ονομασθηναι καταδεχομενος. Εργον γαρ της αγαπης τελειοτατον, και της κατ᾿ αυτην ενεργειας περας, δι᾿ αντιδοσεως σχετικης των κατ᾿ αυτην συνημμενων αλληλοις εμπρεπειν τα ιδιωματα παρασκευαζειν, και τας κλησεις· και Θεον μεν τον ανθρωπον ποιειν, ανθρωπον δε τον Θεον χρηματιζειν και φαινεσθαι, δια την μιαν και απαραλλακτον αμφοτερων κατα το θελημα βουλησιν τε και κινησιν, ως επι τε του Αβρααμ, και των λοιπων αγιων ευρισκομεν. Και τουτο ισως εστι, το εκ προσωπου του Θεου ειρημενον· Εν χερσι προφητων ωμοιωθην· η του Θεου προς εκαστον, εκ της ενουσης κατα πραξιν αρετης εκαστω δια πολλην φιλανθρωπιαν μορφοποιια. Χειρ γαρ παντος δικαιου, η κατ᾿ αρετην αυτου πραξις εστιν· εν η και δι᾿ ης ο Θεος την προς ανθρωπους ομοιωσιν δεχεται.
Μεγα ουν αγαθον η αγαπη, και των αγαθων το πρωτον και εξαιρετον αγαθον, ως Θεον και ανθρωπους δι᾿ εαυτης περι τον αυτην εχοντα συναπτουσα, και ως ανθρωπον τον ποιητην των ανθρωπων φανηναι παρασκευαζουσα, δια την του θεουμενου προς τον Θεον κατα τον αγαθον ως εφικτον ανθρωπω απαραλλαξιαν· (≡15Β_066≡> ην ενεργειν υπολαμβανω, το αγαπησαι Κυριον τον Θεον εξ ολης της καρδιας και ψυχης και δυναμεως, και τον πλησιον ως εαυτον. Οπερ εστιν, ινα ως εν ορω περιλαβων ειπω, η καθ᾿ ολου προς το πρωτον αγαθον μετα της ολης του ολου κατα την φυσιν γενους προνοιας ενδιαθετος σχεσις· μεθ᾿ ην προς ουδεν ανωτερον εστιν αναβιβασθηναι τον φιλοθεον ανθρωπον, παντων αυτω διαβαθεντων των κατ᾿ ευσεβειαν τροπων· ην αγαπην και οιδαμεν και ονομαζομεν, ουκ αλλην και αλλην μεμερισμενως Θεω και τω πλησιω προσνεμοντες, αλλα μιαν και την αυτην ολην· Θεω μεν οφειλομενην, ανθρωπους δε αλληλοις επισυναπτουσαν. Ενεργεια γαρ και αποδειξις σαφης της προς τον Θεον τελειας αγαπης εστιν, η γνησια δι᾿ ευνοιας εκουσιου προς τον πλησιον διαθεσις. (=0404=) Ο γαρ μη αγαπων τον αδελφον αυτου ον εωρακε, φησιν ο θειος αποστολος Ιωαννης, τον Θεον ον ουχ εωρακεν, ου δυναται αγαπησαι. Αυτη εστιν, η της αληθειας οδος, ην εαυτον ονομασας ο του Θεου Λογος, τους εν αυτη οδευοντας τω Θεω και Πατρι καθαρους παντοιων γενομενους παθων παριστησιν. Αυτη εστιν η θυρα, δι᾿ ης ο εισερχομενος εις τα Αγια γινεται των αγιων, και του απροσιτου καλλους της αγιας και βασιλικης Τριαδος θεατης γενεσθαι καθισταται αξιος. Αυτη εστιν η αμπελος η αληθινη, εν η ο παγιως εαυτον ενριζωσας, θειας καταξιουται μετοχος γενεσθαι ποιοτητος. Δια ταυτην πασα νομικη τε και προφητικη και ευαγγελικη, και εστι, και εκδεδοται διδασκαλια, ινα των αρρητων επιθυμιαν λαβοντες αγαθων, τοις τροποις τον ποθον πιστωσωμεν· τοσουτον δια τον ποθουμενον πλαστην το πλασμα τιμησαντες, οσον τω πλαστη παρισταται, και ο της φυσεως απαιτει λογος, νομοθετων το ισοτιμον, και πασαν την περι εκαστον φαινομενην κατα προληψιν ανισοτητα (≡15Β_068≡> περιτεμνων της φυσεως· και εαυτω τους παντας κατα μιαν ταυτοτητος δυναμιν περικλειων.
Δια ταυτην, αυτος ο της φυσεως ποιητης· το φρικτον οντως και πραγμα και ακουσμα! την φυσιν ενδυεται την ημετεραν, ενωσας ταυτην ατρεπτως εαυτω καθ᾿ υποστασιν, ινα στηση του φερεσθαι, και προς εαυτον συναγαγη, καθ᾿ εαυτην κατα την γνωμην διαφορον· και φανεραν καταστηση την πανενδοξον της αγαπης οδον, της θειας οντως και θεοποιου, και προς Θεον αγουσης· ειρησθω δε οτι και Θεος υπαρχουσης, ην αι ακανθαι κατ᾿ αρχας της φιλαυτιας εκαλυψαν· και τοις υπερ ημων παθημασιν εν εαυτω προτυπωσας, καθαραν κωλυματων τοις πασι χαρισηται· τους λιθους τους εν αυτη δια των αυτου μαθητων διαρριψας, ως αυτος εν τοις προφηταις προανεφωνησεν, ειπων, Και τους λιθους εκ της οδου διαρριψατε· και πειση δεοντως ημας εαυτου τε και αλληλων τοσουτον αντεχεσθαι, οσον αυτος δι᾿ εαυτου προλαβων επεδειξατο, υπερ ημων παθειν ανασχομενος. Δια ταυτην παντες οι αγιοι μεχρι παντος προς την αμαρτιαν αντικατεστησαν, της παρουσης ζωης ουδενα λογον ποιησαμενοι, και τους πολυειδεις του θανατου τροπους υπεστησαν, ινα προς εαυτους απο του κοσμου, και τον Θεον συναχρωσι, και τα της φυσεως εφ᾿ εαυτων ενωσωσι ρηγματα. Αυτη εστιν η αληθης και αμωμητος των πιστων θεοσοφια, ης τελος το αγαθον εστι και η αληθεια· ειπερ αγαθον το φιλανθρωπον, και αληθες, το κατα πιστιν φιλοθεον· τα της αγαπης γνωρισματα· ως Θεω και αλληλοις τους ανθρωπους συναπτουσα(3), και δια τουτο των αγαθων την διαμονην αδιαπτωτον εχουσα.
Ταυτης ερασται γνησιωτατοι της θειας και μακαριας (=0405=) οδου, και υμεις ευλογημενοι γενομενοι, προς το τελος ελθειν αγωνα καλον αγωνισασθε, των οις η προς το περας ταυτης διαβασις γινεται, κραταιως αντεχομενοι· φιλανθρωπιας λεγω, φιλαδελφιας, (≡15Β_070≡> φιλοξενιας, φιλοπτωχιας, συμπαθειας, ελεημοσυνης, ταπεινωσεως, πραοτητος, πραϋπαθειας, υπομονης, αοργησιας, μακροθυμιας, καρτεριας, χρηστοτητος, ανοχης, ευνοιας, ειρηνης προς παντας· εξ ων η δι᾿ ων η της αγαπης χαρις δημιουργημενη, προς τον Θεον αγει θεουργηθεντα τον δημιουργησαντα ανθρωπον. Η αγαπη γαρ, φησιν ο θειος Αποστολος, μαλλον δε ο δι᾿ αυτου ταυτα λαλησας Χριστος, μακροθυμει, χρηστευεται, ου ζηλοι, ου περπερευεται, ου φυσιουται, ουκ ασχημονει, ου ζητει τα εαυτης, ου παροξυνεται, ου λογιζεται το κακον, ου χαιρει επι τη αδικια, συγχαιρει δε τη αληθεια· παντα υπομενει. Η αγαπη ουδεποτε πιπτει, ως Θεον εχουσα τον μονον αδιαπτωτον και αναλλοιωτον· και τον κατ᾿ αυτην ζωντα ανθρωπον τοιουτον απεργαζομενη, ινα και υμας αποδεξαμενος ειπη δι᾿ Ιερεμιου του προφητου· Λεγω υμιν, Αυτη η οδος των προσταγματων μου, και ο νομος ο υπαρχων εις τον αιωνα. Παντες οι κρατουντες αυτην, εις ζωην καταντησωμεν· οι δε καταλιποντες αυτην , αποθανουνται. Επιλαβου αυτης ο παις μου, και οδευσον προς την λαμψιν κατεναντι του φωτος αυτης. Μη δως ετερω την δοξαν σου, και τα συμφεροντα σοι, εθνει αλλοτριω. Μακαριος ει, οτι τα αρεστα τω Θεω γνωστα σοι εστι, και εμαθες που εστι φρονησις, που εστιν ισχυς, που εστι μακροβιωσις και ζωη. Που εστι φως οφθαλμων και ειρηνη, και επεβης της οδου, και ωφθην σοι πορρωθεν. Δια τουτο αγαπησιν αιωνιαν αγαπησω σε, και ελεησω σε εις οικτειρημα, και οικοδομησω σε, και οικοδομηθηση· και εξελευση μετα συναγωγης ευφραινομενων, οτι επι ταις οδοις εστης· και κατενοησας, και ηρωτησας τριβους Κυριου αιωνιους· και ειδες που εστιν η οδος η αγαθη, και εβαδισας εν αυτη, και ευρες (≡15Β_072≡> αγιασμον τη ψυχη σου. Και παλιν δια Ησαιου· Εγω ειμι ο Κυριος ο Θεος σου· δεδειχα σοι του ευρειν την οδον της δικαιοσυνης, εν η πορευση εν αυτη, και ηκουσας των εντολων μου. Δια τουτο εγενετο ως ποταμος η ειρηνη σου, και η δικαιοσυνη σου ως κυμα θαλασσης. Καγω δε ο τοις υμετεροις επαγαλλομενος αγαθοις, μετα του Θεου λεγειν τολμησω, παρα του μεγαλου λαβων Ιερεμιου· Μακαριος ει, οτι εξεδυσω την στολην του πενθους της κακωσεως σου· τον παλαιον φημι ανθρωπον, τον φθειρομενον κατα τας επιθυμιας της απατης· και ενεδυσω την ευπρεπειαν της παρα του Θεου δοξης εις τον αιωνα, τον νεον φημι ανθρωπον, τον εν πνευματι κατα Χριστον κτιζομενον κατ᾿ εικονα (=0408=) του Κτισαντος· και περιεβαλου την διπλοϊδα της παρα του Θεου δικαιοσυνης· και επεθου τη κεφαλη την μιτραν της δοξης της αιωνιου· τω τε βασιμω τροπω των αρετων, και τω της σοφιας απταιστω λογω κοσμουμενος. Δια τουτο δειξει ο Θεος τη υπ ουρανον παση την σην λαμπροτητα και καλεσει το ονομα σου Ειρηνη δικαιοσυνης, και δοξα θεοσεβειας.
Τουτων εγω των λογων ουδε πλεον προς αποδειξιν της αφανους κατα ψυχην διαθεσεως κεκτημαι· ου γαρ εχω τι των υμετερων επαξιον αγαθων, Θεω και υμιν προσενεγκαι, πλην του θαυμαζειν υμας κατα δυναμιν, και αποδεχεσθαι κατορθουντας, και συνηδεσθαι, Θεον δι᾿ εργων αγαθων ιλεουμενοις· και δι᾿ υμων την αρετην επαινειν· και δια της αρετης τον Θεον ανυμνειν, την υμας τω Θεω συναπτουσαν. Ως ταυτον μοι δοκειν ειναι και ισον, υμας τε και αρετην επαινεσαι, και Θεον ανυμνησαι, τον χαρισαμενον υμιν της αρετης την λαμπροτητα· την υμας μεν Θεω κατα χαριν θεουργουσαν, τη αναληψει κατα το εφικτον ανθρωπω των θειων ιδιωματων.

ΣΧΟΛΙΑ.
(≡15Β_074≡> 1. Οτι διδοται η αγαπη αντι του νομου και των προφητων· και οτι εκ ταυτης παντες οι λογοι των εντολων εκδιδονται, και υπο ταυτης μονοειδως περιεχονται.
2. Ορα την κατα λογον και φυσιν κινησιν, εξ ης απ᾿ αρχης ετραπη ο ανθρωπος συμβουλια του πονηρου.
3. Τα της αγαπης εργα της μακαριας, εις εν συναπτειν αμφι τον κεκτημενον, Θεον βροτους τε παντας αρρητω λογω.

ΕΠΙΣΤΟΛΗ Γ’. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ
Γ´. ¬ - Του αυτου προς τον αυτον.

(≡15Β_076≡> Τα τιμια της υμετερας εν Κυριω ποθεινοτητος γραμματα δεξαμενος, μετα της πεμφθεισης ευλογιας τοις ευλαβεστατοις μοναχοις, του ευαγους μοναστηριου του αγιου και ενδοξου μαρτυρος Γεωργιου, ηυχαριστησα τω Θεω επι τη τοιαυτη υμων εις το καλον προθυμια· οτι δια σπουδης των πενια κατειλημμενων τους δεσμους λυσαντες, των της αμαρτιας εαυτους δεσμων ηλευθερωσατε· και σωματα τρεφειν προθεμενοι, την εαυτων ψυχην θεια διεθρεψατε χαριτι, καμοι δεδωκατε προφασιν θεωριας αληθους δρεψασθαι καρπον. Εγνων γαρ καθ᾿ εαυτον γενομενος, οτου χαριν ο Θεος παντας ελεειν και ελεεισθαι χρην υπ᾿ αλληλων τους ανθρωπους απλως ενομοθετησεν· οτι προς τη φυσει και τη γνωμη αλληλοις υμας ενωσαι βουλομενος, και προς τουτο απαν ωθων ως αληθως το ανθρωπινον, τας σωτηριους φιλανθρωπως ημιν εντολας διεχαραξεν· αλλ᾿ η των ανθρωπων φιλαυτια και συνεσις, αλληλους, και τον νομον, η απωσαμενη, η σοφισαμενη, εις πολλας μοιρας την μιαν φυσιν κατετεμε· και την νυν επικρατουσαν αυτης αναλγησιαν εισηγησαμενη, (=0409=) αυτην καθ᾿ εαυτης την φυσιν δια της γνωμης εξωπλισε. Δια τοι τουτο, πας οστις σωφρονι λογισμω, και φρονησεως ευγενεια ταυτην λυσαι διεδυνηται της φυσεως την ανωμαλιαν, εαυτον μεν προ των αλλων ηλεησε, την γνωμην κατα την φυσιν δημιουργησας· και Θεω κατα την γνωμην δια την φυσιν προσχωρησας· και δειξας εφ᾿ εαυτον, τις του κατ᾿ εικονα λογου ο τροπος· και πως (≡15Β_078≡> εαυτω ο Θεος πρεποντως κατ᾿ αρχας, ομοιαν την ημετεραν φυσιν, και της ιδιας αγαθοτητος αριδηλον απεικονισμα δημιουργησας κατεστησεν· αυτην εαυτη κατα παντα την αυτην· αμαχον, ειρηνικην, αστασιαστον, προς τε Θεον, και εαυτην δι᾿ αγαπης εσφιγμενην· καθ᾿ ην Θεου μεν εφετως, αλληλων δε συμπαθως αντεχομεθα. Ηλεησε δε και τους ελεεισθαι οφειλοντας· ου μονον αυτοις επαρκεσας, αλλα και διδαξας, πως κρυπτομενος ο Θεος δια των αξιων εκφαινεται· ως δυνασθαι κακεινους λοιπον, την περι αυτους αιδουμενους του πελας φιλανθρωπιαν, ραδιως ταυτης ως Θεου μεταποιεισθαι της χαριτος. Ει δε τις τουτο ποιειν εκ του εχειν δυναμενος, τους χρηζοντας ανθρωπους περιορα, εαυτου μεν εκεινους, εαυτον δε Θεου εικοτως απορρηξας δειχθησεται· ως την φυσιν δια την γνωμην αγνοησας, μαλλον δε εαυτου δια την γνωμην, τα τη φυσει προσοντα αγαθα διαφθειρας. Ταυτα μεν οσοι του φιλανθρωπου, το απηνες προειλαντο γνωμικως, και των οβολων το συγγενες, και ομοφυλον ατιμοτερον κρινοντες, και τω περι τον χρυσον ιμερω, τας προς εαυτους του Θεου εισοδους αποτειχισαντες, ελεεινον αυτοι πασχοντες υφ᾿ εαυτων των κρειττονων την εκπτωσιν· εκεινα δε οσοι τα της φυσεως ρηγματα ενωσαι σοφως σπουδαζουσι, τω φιλαλληλω τροπω, και του συνεργησαι Θεω χαριν δια της αγαπης, την των αλλων ανθρωπων οσον το επ᾿ αυτοις κατα την γνωμην ταυτοτητα, παντων καταφρονουντες των επι γης, ως αληθεις του Θεου δια των εργων συνηγοροι. Οπερ ποιουντες υμεις, νυν τε και προτερον απεφανθητε, ηγαπημενοι· παντι και λογω και τροπω, και σκορπισμω δεξιω των προσοντων πασιν εαυτους προθυμως και ψυχη και σωματι επιμεριζοντες, και ταυτον ουσαν δεικνυντες εφ᾿ εαυτους τη φυσει την γνωμην, καθ᾿ εν μονον πλεονεκτουμενην υπο της φυσεως, οτι εκειθεν λαβουσα εχει των γενομενων τα σπερματα· μαλλον δε Θεου, εξ ου και τη φυσει των καλων αι δυναμεις προκαταβεβληνται.
(≡15Β_080≡> Διο πολλοις χαριτων χευμασι μεγαλοφυως θεοθεν (=0412=) αρδευομενοι, δαψιλως μετα παντων και τοις προειρημενοις ευλαβεστατοις ανδρασι της φιλανθρωπιας τον ελεον επεσταξατε· υπερεισαντες σαλευομενον ηδη εξ αποριας της φυσεως το ασθενες, και την εκ πτωχειας απιτριβεισαν αυτοις κακευχιαν ενδεχομενως ως ενην ιασαμενοι. Μη παυσησθε ουν ευ ποιουντες ενδεεσιν, ινα τη κενωσει το πλησμιον αμειωτον εχητε. Εν ιλαροτητι δε ψυχης, την εις Θεον πιστιν τε και ελπιδα και αγαπην πιστουμενοι· Ανεχετε συνδεσμον και χειροτονιαν και ρημα γογγυσμου, καθα που το θειον φησι λογιον· οπερ εστι περι του δειν διδοναι, και μη διασκεπτεσθαι. Ω το μεταμελεισθαι παντως παρεπεται· πραγμα, του μηδολως ποιειν υπαρχον βαρυτερον. Ισμεν γαρ απαντες, οτι της του ποιειν η πασχειν αναξιοτητος, ουπω ακριβως ουδεις ουδαμως εγνω τινας αιτιασθαι χρη· ειτε τους ευ ποιειν δυναμενους, ειτε τους ευ παθειν δεομενους· αλλα καιρου τουτο ειναι του μελλοντος· καθ᾿ ο ποια τε και οσα τα υμετερα, και οπως εχοντα τυχοι, γνωσθησεται. Ουτω του Θεου σοφως ευδοκησαντος εν τω παροντι καλυφθηναι των αυτου κριματων την αβυσσον. Και τουτο ειδως ο σοφος Παροιμιαστης, ασυλλογιστως τον αρτον και καθ᾿ υδατος ριπτειν παρεκελευσατο· ως ου παρασυρησομενον ουδε απολλυμενον· αλλ᾿ ες υστερον υπαντησοντα μετα πλειονος της επικαρπιας, τοις ενεκα του καλου εν απλοτητι καρδιας την μεταδοσιν κεκτημενοις, παρα του εις εαυτον παντα τα παρ᾿ ημων αλληλοις γινομενα, ως δ᾿ αν οντα τυχωσιν, αναδεχομενου Θεου και Σωτηρος ημων Χριστου. Ει γαρ παθειν υπερ ημων, ως φιλανθρωπος κατεδεξατο, τι ουκ αν γενοιτο εκων τοις την αυτου περι ημας μιμουμενοις φιλανθρωπιαν;

ΕΠΙΣΤΟΛΗ Δ’. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ, ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΘΕΟΝ ΛΥΠΗΣ
Δ´. - Του αυτου προς τον αυτον, περι της κατα Θεον λυπης.

(≡15Β_082≡> Χαιρω και ευφραινομαι, δια πασης επιστολης την επαινετην λυπην λυπουμενον ευρισκων τον ευλογημενον μου Δεσποτην· γινωσκων, ως η κατα Θεον λυπη μετανοιαν αμεταμελητον εις σωτηριαν κατεργαζεται, τοις τω Θειω φοβω καθ᾿ ολην αυτων ενισχημενοις την δυναμιν· μη συγχωρουσα την ψυχην των θειων απονευσασαν δικαιστηριων, προς τα φθειρομενα κατα φυσιν διατεθηναι· δι᾿ ων τοις ημελημενως τον της παρουσης ζωης δρομον ποιουμενοις, η πονηρα των παθων εισοικιζομενη συγχυσις, ταις του διαβολου παγισιν αλωναι παρασκευαζει τον αθλιον νουν, και πασης κακιας αυτον καθιστησιν εικοτως διδασκαλον· οια δη την κατα φυσιν ενεργειαν, παρα φυσιν ταις του θυμου και της επιθυμιας ατακτοις ορμαις υποζευξαντα.Ψυχη γαρ η δι᾿ απατης απαξ τοις υλικοις την νοεραν ενδησασα δυναμιν, περι μονην την των φαυλων εξευρεσιν εστι ποριμωτατη και ευδρομος. Δια τουτο νυκτωρ τε και μεθ᾿ ημεραν απαυστως ευχομαι, καιτοι πολλοις βαρουμενος αμαρτημασι, συντηρηθηναι τω ευλογημενω μου Δεσποτη ταυτην την σωτηριον λυπην, την οντως, των μεν παθων αποτομον δεσποιναν, των αρετων δε μητερα σεμνην και επιδοξον· ινα δι᾿ αυτης φρουρουμενος, το πονηρον εκκρουσηται κεντρον της αμαρτιας. Ουδεις γαρ, ως αληθως, ταυτην τω βαθει της καρδιας εναποκλεισας, τοις του διαβολου καθαπαξ αλισκεται βελεσιν. Ουδεις ταυτην αορατως κατα ψυχην (≡15Β_084≡> περιεπων, φοβειται τας πολυτροπους των δαιμονων επιδρομας. Ουδεις ελομενος την ταυτης συμβιωσιν, ποτε τοις ορωμενοις προστιθεται. Ουδεις ταυτην εχων τον βιον χαρακτηριζουσαν, τοις των φθειρομενων ρυποις μολυνεται. Ουδεις ταυτην συνδησας αλυτως τοις λογισμοις, ατακτως εφ α μη δει φερεσθαι συγχωρει τας αισθησεις. Ουδεις ταυτη την ψυχην πεποιωμενος, εαυτον αλλου μειζοντα παντελως ηγησασθαι δυναται· τουναντιον δε μαλλον παντος ηττονα και ειναι και νομιζεσθαι πιστευσειεν. Ουδεις εαυτω ταυτην κατα νουν περιζωσαμενος, της των θειων απολισθαινει κατανοησεως. Ουδεις εαυτω ταυτην δι᾿ ολου συναρμοσας, αγνοησει τα της ευσεβους πολιτειας συνθηματα. Ταυτην το αγιον Πνευμα δημιουργει, ταις των αξιων καρδιαις επιφοιτουν. Ταυτην επισταμαι μονην εγω της εν τη βασιλεια των ουρανων χαρας ουσαν γεννητικην. Σπερμα γαρ θειον υπαρχει σαφως η κατα Θεον λυπη· καρπον ωριμον την των αιωνιων αγαθων ευφροσυνην παρεχουσα.
Ταυτην η κατα διανοιαν ακριβης των βεβιωμενων (=0416=) αναληψις ανανεοι. Ταυτην η κατα συνειδησιν των πλημμεληθεντων ημιν βιβλος, φιλοπονως αναγινωσκομενη τιθηνειται. Ταυτην η του θανατου μνημη, και ο επ᾿ αυτη κατα την εξοδον εγγινομενος τη ψυχη δριμυτατος πονος αει προσδοκωμενος περιποιειται. Ταυτην η κατα τον αερα συγκροτουμενη προς την ψυχην, των της πονηριας πνευματων φοβερα και αποτομος ερευνα δια παντος κατα νουν μορφουμενη, διαφυλαττει παντελως ακατασβεστον. Τις γαρ, ηγαπημενε, των κατ᾿ εμε ρυποις αμαρτηματων κατεστιγμενος, ου φοβειται την των αγιων αγγελων επιστασιαν; υφ᾿ ων κατα θειαν ψηφον της παρουσης ζωης το περας δεχομενος, βια του σωματος μετ᾿ οργης εξωθειται και μη βουλομενος. Τις κεκηλιδωμενην εαυτω συνεπαγομενος την συνειδησιν ου δεδοικε την ωμοτατην των πονηρων δαιμονων και βαρβαρον εμπτωσιν, εκαστου κατα τον αερα τουτον μετα την εξοδον, δια του μεσου (≡15Β_086≡> παθους απηνως προς εαυτον διασπωντος την αθλιαν ψυχην, και τω ελεγχω των αυτη πεπραγμενων καταισχυνοντος, και πασης εμποιουντος αυτη της επι τοις μελλουσιν αγαθοις ελπιδος απογνωσιν; Ταυτην σωτηριως διατρεφει την λυπην, η μετα την γινομενην κατα τον αερα προς τα πνευματικα της πονηριας διαγνωσιν, της των εν αδη ψυχων καταστασεως ακριβης ανατυπωσις· οπως εν σκοτω βαθει διαγωσι και βαρυτατη σιγη, τροφην εχουσαι τους δριμυτατους στεναγμους και τα δακρυα, και την επι τουτοις κατηφειαν· εκδεχομεναι δια παντος, αλλο μεν ουδεν, μονην δε την επι τη θεια ψηφω δικαιαν κατακρισιν. Ταυτην συνιστησι την λυπην η της αναστασεως ελπις· η της φοβερας και πανενδοξου παρουσιας του Χριστου μεγαλειοτης· η φρικωδεστατη της κρισεως ημερα, κατα διανοιαν συνεχως μελετωμενη· καθ᾿ ην ουρανος τε και γη, και πας ο των ορωμενων διακοσμος ροιζηδον παρελευσεται· στοιχειων καυσουμενων και λυομενων τω απλετω πυρι, προκαθαιροντι δια την επιβασιν του καθαρου, την υφ᾿ ημων ρυποθεισαν κτισιν· εν η θρονοι προτιθενται, και Παλαιος ημερων προκαθεζεται, και τα των αγιων αγγελων και αρχαγγελων απειρα ταγματα, μετα φοβου και τρομου λειτουργικως παρεστηκασι· και πασα των ανθρωπων η φυσις εις εξετασιν αγεται· και βιβλοι ανοιγονται των ημετερων εργων τε και λογων και λογισμων, εχουσαι μετα πασης ακριβειας τα εγγραφα. Δι᾿ ων η παντων γινεται γυμνωσις των πεπραγμενων ημιν επι πασης της κτισεως· ωστε τοσουτον αλληλων παντας γινωσκειν τας αμαρτιας, οσον εκαστος τας εαυτου, την βιβλον απλανως αναγινωσκων της εαυτου συνειδησεως· καθ᾿ ην οι μεν εκ δεξιων του Κριτου σταθεντες, ληψονται των απορρητων αγαθων τας επαγγελιας· οι δε την αριστεραν λαβοντες στασιν, το πυρ το αιωνιον, και το εξωτερον σκοτος, και τον ακοιμητον σκωληκα, τον τε βρυγμον των οδοντων, και το απαυστον δακρυον, και την απεραντον αισχυνην, εφ᾿ η μαλλον οδυνηθησεται πας (=0417=) κατακριθεις την απ᾿ αιωσιν ατελευτητον βασανον, η πασιν ομου τοις (≡15Β_088≡> αλλοις της κολασεως ειδεσι. Τουτων ουδαμως οντως των φοβερων και πραγματων και ονοματων, ο την κατα Θεον λυπην εχων επιλανθανεται· αλλ᾿ ως ορων αει τον Κριτην και ορωμενος, διατεθησεται· και την παρουσαν ευσεβως και δικαιως διενεγκη ζωην, μηδε ποιων η λεγων η λογιζομενος, των αλλοτριων της θειας χαριτος τε και κλησεως.
Ταυτης της επαινουμενης λυπης γεννημα τυγχανει, το εν ανθρωποις εξαιρετον αγαθον, η ταπεινοφροσυνη· δι᾿ ης ο ευσεβης και φιλοθεος, παντων εαυτον ελαχιστοτερον κατ᾿ αληθειαν ηγησεται· καν βασιλευς η την αξιαν, ορον της επιγνωμοσυνης εαυτου ποιουμενος την κατα φυσιν ασθενειαν· υφ᾿ ην παντες κατα το ισον τελουσιν, οι της αυτης φυσεως μετειληφοτες· ουδαμως του κατα φυσιν λογου, δια την αξιαν παραφερων τον λογισμον. Ταυτης προβολη καθεστηκεν η πραοτης, εξις υπαρχουσα των παρα φυσιν, του τε θυμου και της επιθυμιας, κινηματων απωστικη· δι᾿ ης την προς αγγελους ο ανθρωπος ομοιοτητα δεχεται, παρ᾿ οις ουκ εστι θυμος λυσσων, και το συγγενες απρεπως καθυλακτων· ουτε μην επιθυμια τους νοερους διαλυουσα τονους, και προς την υλην την εφεσιν υποσυρουσα· λογος δε μονος, την ολης εχων δυναστειαν, και διαπυρως κατα νουν αγων προς τον υπερ αιτιαν και φυσιν Λογον. Ταυτης υπαρχει καρπος η αγαπη, καθ᾿ ην Θεω τε και αλληλοις ενουμενοι, τοσουτον αλληλων εκοντες φροντιζομεν, ως εφικτον, οσον ο Θεος ως οικτιρμων παντων αντεχεται. Ταυτης εστι τελος η των ουρανων βασιλεια, και των εκει θειων αγαθων η απολαυσις. Προς τουτο γαρ αγει το περας η κατα Θεον λυπη τους στεργοντας αυτην και φυλαττοντας.
Ταυτης δε της λυπης υπαρχει γνωρισματα, το εθισαι τους οφθαλμους την κτισιν οραν προς δοξαν μονην του Κτισαντος· και τα των πλησιον ανευ, φθονου και βασκανιας επισκοπειν· τα ωτα προς υποδοχην των του Θεου λογων μονην, και της των ζεομενων ημων ικεσιας ετοιμως ηνεωχθαι· προς δε πασαν λοιδοριαν, (≡15Β_090≡> και λογων αισχρων ειδεχθειαν, σπουδαιως βεβυσθαι· την γλωσσαν ταις των αλλων ευφημιαις καθαγιαζεσθαι, μηδαμως ταις κατ’ αλλων υβρεσι και λοιδοριαις μολυνομενην. Και απλως ινα συνελων ειπω, παντα τα μελη του τε σωματος και της ψυχης, προς το δοκουν τω Πνευματι μεταρυθμισωμεν· και ολος ημιν ο κατ᾿ ευσεβειαν σκοπος κατορθωθη .
Ταυτα, ευλογημενε, κατα πασαν ακριβειαν εαυτους ερευνωντες, ει μεν ευρωμεν εχοντας, επιμελως διατηρησωμεν· ει δε μηδεν τουτων κεκτημενους, κατα σπουδην κτησασθαι φιλοπονησωμεν, πασι δια τον Θεον και την κοινην φυσιν ανθρωποις, ως ανθρωποι ταπεινουμενοι· προς τα συμβαινοντα παρα την ημετεραν γνωμην, πραοι και ημεροι διαμενοντες· (=0430=) ευμεταδοτοι τε προς τους πτωχους, και προς τους ξενους φιλοξενοι· τοις δεομενοις προστασιας, κατα το δυνατον, προς αντιληψιν ετοιμοι· προς τους φιλους ομοψυχοι και ομογνωμονες· προς τους γνωριμους εν πασι περιδεξιοι· τοις ταπεινοτεροις ευπροσιτοι· τοις ασθενεσι συμπαθεις και φιλανθρωποι· μακροθυμοι τοις παροργιζουσι· τοις πταιουσι συγγνωμονες· τοις λυπουμενοις, παρηγορια γινομενοι. Και απλως ειπειν, παντα πασι γενωμεθα, δια τε τον Θεου φοβον, και την προσδοκωμενην των μελλοντων κριματων απειλην. Χωρις γαρ τουτων των απηριθμημενων, ουκ εστιν ουδενι το παραπαν σωτηριας ελπις.
Ταυτα με, και πλειονα τουτων βιαζεται λεγειν ο προς σε ποθος. Ου γαρ εχω πως μετρησαι τουτον, δια παντος ανατυπουσθαι σε παρασκευαζοντα, και ως παροντι κατα ψυχην διαλεγεσθαι, και αποντι βιαζομενον συντυγχανειν δια γραμματων. Αλλα μη παρεργως δεξωμεθα των λεγομενων την δυναμιν· επειδη μετα των αλλων, και τους τοιουτους λογους εξομεν παντως η συνηγορους η κατηγορους· εγω τε ο λεγων, και οι ακουοντες, (≡15Β_092≡> κατα την φοβεραν ημεραν της διαγνωσεως, οποτερω, αν περι αυτους διατεθωμεν. Γενοιτο δε παντας ημας, τους τε λεγοντας τι των δεοντων, και τους ακουοντας, παντων των θειων ποιητας αποδειχθηναι λογων· και μη μονον ακροατας η λεκτας· χαριτι Χριστου του Θεου και Σωτηρος ημων, του καλεσαντος ημας εις την εαυτου δοξαν τε και βασιλειαν.

ΕΠΙΣΤΟΛΗ Ε’. ΠΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΝ
Ε´. - Του αυτου προς Κωνσταντινον.

(≡15Β_094≡> Ει ως παροντι μοι συντυγχανων, δια των γραμματων ευφραινεται κατ᾿ αληθειαν ο ευλογημενος μου δεσποτης, ως γεγραφε, δηλον ως τους εμους αποδεχομενος λογους παντως ευφραινεται. Αποδοχη δε λογων εστιν, η κατα τους λογους του αποδεχομενου τους λογους διαθεσις. Ταυτης δε της διαθεσεως αποδειξις εστιν ακριβης, το εργον της εμφερομενης τοις λογοις δυναμεως. Ουκουν της περι το λεγειν προτροπης αρραβωνα μοι παρασχη πιστοτατον ο εμος Δεσποτης, την αυτου περι το ποιειν τα λεγομενα προθυμιαν· και ουδεποτε κωλυσω, κατα το γεγραμμενον, τα χειλη μου, του λεγειν προς αυτον τα λυσιτελειν αυτω τε καμοι και αλλοις δυναμενα· καθοσον ειμι δυνατος υποδεξασθαι την περι το νοειν τε συνετως και ευσεβως λεγειν τα νοηθεντα χαριν του δωρουμενου Θεου πασιν απλως, και μη ονειδιζοντος.
(=0421=) Γενωμεθα τοινυν, ηγαπημενε, προθυμοι των κατ᾿ εντολην εργων ποιηται· και φυγωμεν την πλανην του αιωνος τουτου, και μηδενι των εν αυτω νομιζομενων τερπνων την ψυχην καταδησωμεν. Παρερχεται γαρ ο κοσμος, και παντα τα εν αυτω μαραινεται, φθορας οντα κατα φυσιν παραναλωματα. Ταυτην δε την περι τα θεια των σωτηριας εφιεμενων τεκμηριοι προθυμιαν, ου μονον το προς την αμαρτιαν μισος, και η απραγμων διαγωγη· η τε των μοχθηρων ανδρων αλλοτριωσις, και προς τα φθειρομενα παντα της ψυχης αποδιαθεσις· η τε της σαρκος δια την αρετη καταφρονησις, και η προς παντα τα δια των αισθησεως απατηλως (≡15Β_096≡> την ψυχην υποσαινοντα, στερρα και ανενδοτος εγκρατεια· δι᾿ ης πασας τε τας ακολαστους ορεξεις μαραινομεν· και τας ατακτους κινησεις του θυμου κατευναζομεν, μη συγχωρουντες εξανδραποδισθεντα συνεκφερεσθαι ταυταις τον λογισμον, και καθαπερ ηνιοχον υπο δυσηνιων ιππων συναρπασθεντα κατα βαραθρων φερεσθαι· μηδενος οντος του τασσοντος και επισχειν δυναμενου την αλογον των υπεζευγμενων ορμην. Αλλα και η προς παντας τους ακουσιους πειρασμους, υπομονη και καρτερια· καθ᾿ ην και πασχοντες σωματικως, απαθεις κατα ψυχην διαμενομεν, και αηττητοι· μηδενι των τινασσοντων καταβαλλομενοι. Δι᾿ ων αμφοτερων, εγκρατειας τε λεγω των εφ᾿ ημιν παθηματων, και υπομονης των ουκ εφ᾿ ημιν, δοκιμασθεντες, καθαπερ τινος σπορας θειοτατης των εντολων, ευπρεπεις και ωριμους προβαλλομεθα καρπους τας αρετας. Οιον, φρονησιν γνωστικην, κατα τε της αγνοιας, και της δεισιδαιμονιας· ανδρειαν, κατα τε της δειλιας, και της προπετους θρασυτητος· σωφροσυνην, κατα της ακολασιας και της ηλιθιοτητος· δικαιοσυνην κατα της αδικιας· λεγω δε κατα της πλεονεξιας και μειονεξιας· ταπεινοφροσυνην, κατα της υπερηφανιας οπλιζοντες· συγκαταβασιν, κατα της επαρσεως προφεροντες· μετριοτητα κατα της οιησεως· μακροθυμιαν κατα της ολιγοψυχιας· ημεροτητος τε αυ προς παντας, και πραοτητος, και της προς τους δεομενους ιλαρας μεταδοσεως αντεχομενοι· φιλοξενιας τε και φιλαδελφιας, και φιλανθρωπιας φιλοπονως φροντιζοντες· ειρηνην τε και αγαπην μεταδιωκοντες· εν η, καθαπερ τινι πυθμενι των καλων, συναγεται τε και φυλαττεται παντα τα τοις ανθρωποις δεδωρημενα θεοθεν αγαθα.
Ταυτα, δεσποτα μου ευλογημενε, πας ερων της των ουρανων βασιλειας, και φευγειν σπευδων των ηπειλημενων τοις αμαρτανουσιν αιωνιων κολασεων την πειραν κατα δυναμιν παντως ποιειν τε και φυλαττειν επιτηδευει· της των τοιουτων εχων (≡15Β_098≡> φυλακης αρωγον, του τε θανατου, και της κατ᾿ αυτον (=0424=) αδηλιας, την αληστον μνημην· της τε μετα την εξοδον της ψυχης ερημωσεως, μηδεν αλλο συνεπαγομενης εαυτη, πλην της επι τοις αυτη κακως πεπραγμενοις εστιγμενης συνειδησεως· και της προς αυτην κατα τον αερα τουτον γενησομενης των πονηρων πνευματων φοβερας ερευνης την εννοιαν· της εν τω αδη νυν πικρας και αφεγγους των ψυχων κατακλεισεως την ενθυμησιν· της επι του δικαιου Κριτου και των ουρανιων Δυναμεων επι τη φανερωσει των κρυπτων αισχυνης την προσδοκιαν, της πασων βαρυτερας των ηπειλημενων τοις αμαρτανουσι κολασεων. Ταυτα, και τουτων πλειονα, και ηδη κατα δυναμιν γεγραφα, και γραφων ου παυσομαι, καθ᾿ οσον οιος τε ειμι, τον εμον ηγαπημενον δεσποτην ποθον εχων, των τοιουτων λογων εκβιβαστην.
Αλλα νηψωμεν, και γρηγορησωμεν περι την εαυτων φυλακην, ευλογημενε· μηπως πλεον κατακριθωμεν, ως εικη και ματην τα θεια λεγοντες μονον και ακουοντες. Επειδη και υπερ τουτων των λογων τω Θεω λογον υφεξομεν εν ημερα κρισεως· εγω τε ο τουτους λεγων, και οι τουτων ακουοντες· εαν αργους παντελως και ακαρπους αυτους καταλειψωμεν· γενοιτο δε μαλλον παντας ημας, πασιν επαγαλλεσθαι τοις του Θεου λογοις, και των εν αυτοις θειων και σωτηριων θεληματων ποιητας αποφανθηναι· ευχαις και πρεσβειαις της πανενδοξου και παναγιας Δεσποινης ημων Θεοτοκου και Αειπαρθενου Μαριας, και παντων των αγιων. Αμην.

ΕΠΙΣΤΟΛΗ S’. ΠΡΟΣ ΤΟΝ ... ΑΡΧΙΕΠ. ΙΩΑΝΝΗΝ... ΟΤΙ ΑΣΩΜΑΤΟΣ ΕΣΤΙΝ Η ΨΥΧΗ
ΣΤ´. - Του αυτου προς τον αγιωτατον και μακαριωτατον αρχιεπισκοπον Ιωαννην, περι του , Οτι ασωματος εστιν η ψυχη.

(≡15Β_100≡> Το τιμιον της υμετερας επ᾿ αρετη τελειοτητος δεξαμενος γραμμα, πασης μεγαλοφυους μετριοφροσυνης ωραϊσμενον, ηγασθην τε ομου και εξεστην· πως τε ο αυτος διανοουμενος εν αμφοτεροις, σαυτω καθεστηκας ομοιος· μητε τω υψηλω απροσιτος, μητε τω ταπεινω καταφρονουμενος. Εν γαρ αρετης ειδος, σοφως σαυτω εξ αμφοιν κερασαμενος, εκατερω ποιεις παραδοξως ενθεωρεισθαι το ετερον· (=0425=) τω ταπεινω μεν, το υψηλον· τω υψηλω δε το εμπαλιν, την ταπεινωσιν. Διο δη, δουλε Θεου, απαραιτητως σου δεχομαι το επιταγμα, φυσικωτερον αποδειξαι κελευον, γραφικης και πατρικης μαρτυριας χωρις, ει εστι κτισμα ασωματον η ψυχη. Ταις υμετεραις παλιν θαρρων της διδασκαλιας ψεκασιν, αις με διαφορως αγνοια φρυγομενον εδροσισας.
Τινες δε ουτοι υπαρχουσιν, οι κτισμα ασωματον μη ειναι διαβεβαιουμενοι; και τισι τουτοις, ταις υμετεραις των λογων αληθειας ανυπαρκτοις αναπλασμοις αντιπιπτοντες; Πως δε, οι μη του δεοντος εισι φιλονεικοτεροι, τω ημετερω ουκ εδυσωπηθησαν επειχειρηματι, παντος εις ακρον ουτως αντιπτωτικου λογου πορρω τυγχανοντι; Και ινα μοι μαλλον καθ᾿ οδον ο περι τουτου λογος προιη, αυτο υμων ως της αληθειας συμμαχον ακαταγωνιστον (≡15Β_102≡> σοφον επιχειρημα, των οικειων απαρχην ποιησομαι· ως εφοδικοις τοις υμετεροις εναβρυνομενος.
α´. Ει το σωμα τη οικεια φυσει ακινητον· σωμα δε και η ψυχη, ει και το λεπτομερεστατον, ως φασι, καθο σωμα, ου κινηθησεται. Και ει ταυθ᾿ ουτως εχει, ποθεν ημιν η κινησις; Και τουτο επ᾿ απειρον, εως ου ελθωμεν εις ασωματον κτισμα. Ει δε απο του Θεου φησουσι κατα πρωτον λογον ημας κινεισθαι· επειδη τας πλειους ημων κινησεις ατοπους επισταμαι και αισχρας, αιτιον παντως εξ αναγκης και τουτων αποφανουνται το θειον.
β´. Αλλο. Και παλιν, ει πασα και οπωσδηποτε ουσα σωματικη υπαρξις κατα τον αληθη λογον, τω ποσω τε και τω ποιω διειλημμενη, εν ογκω και ειδει, και επιφανεια και σχηματι, την περι εαυτης περατοι θεωριαν, ως αναγκαιοις διειλημενη περασιν. Ου γαρ τι τουτων εκτος εχοι φανταζεσθαι ο ταυτην διερευνωμενος· σωμα δε και η ψυχη, η εκ τουτων , η ταυτα, η τινα, η τουτων τι, η τουτοις, η τισιν, η τινι τουτων περιγραπτος παντως εστι· αλλα μη ουτε εκ τουτων, ουτε ταυτα, ουτε τινα, ουτε τι τουτων, ουτε τουτοις, ουτε τισιν, ουτε τινι τουτων εστι περιγραπτος· ουκ αρα σωμα η ψυχη.
γ´. Αλλο. Ει τοινυν αυτοις ειναι μη αμφιβεβληται η ψυχη· ουσα δε ουδεν υπαρχειν ων καταλαμβανει η εννοια, εξ ων, η α υπαρχει τα σωματα· ου χρωμα, ου σχημα, ουκ αντιτυπια, ου βαρος, ου πηλικοτης , ουχ η εις τρια διαστασις· και απλως ολως ουδεν ουσα των περι την σωματικην φυσιν καταλαμβανομενων· η μηδεν ουσα τουτων, ως εδειξεν ο λογος, ασωματος εσται παντως, ειπερ εστιν.
(≡15Β_104≡> δ´. (=0428=) Αλλο. Ετι, ει πασα συστολη και διαστολη και τομη των σωματων εστι· το δε πασης συστολης και διαστολης και της οιασουν τομης ελευθερον, παντως ασωματον, η ψυχη αρα ασωματος, ως τουτων παντων παντελως ανεπιδεκτος.
ε´. Αλλο. Ει πασης της σωματικης ουσιας, εις τε το εμψυχον και το αψυχον διηρημενης· σωμα δε και η ψυχη, η εμψυχον, η αψυχον εσται παντως. Αλλ᾿ ει μεν εμψυχον, δια ψυχουσης παντως, η ουσιας, η δυναμεως, ητη συμβεβηκοτος ψυχωθησεται. Ψυχην δε ψυχουσαθαι λεγειν, ωσπερ και φως φωτιζεσθαι, η θερμαινεσθαι το πυρ, παντελως καταγελαστον. Και ει μεν ουσιαν ψυχουν την ψυχην ειπωμεν, η σωμα η ασωματον αυτην παλιν λεξομεν. Και ει μεν σωμα, τας αυτας αει των λογισμων ατοπους εξ ατοπων εφοδους, ο πριν τουτου δεξεται λογος, μεχρις ου ασωματον την ψυχην ειναι συνδιομολογηθη. Ει δε δυναμιν, ητοι ποιοτητα ψυχουν την ψυχην ειπωμεν, της ουσιας ζωοποιητικον τε και κινητικον, το ακουσιον εσται και ανυποστατον. Προς το, και εναλλαξ και παρα φυσιν την κατα το αρχειν και αρχεσθαι ειναι διαφοραν· ειπερ σωματος αρχειν κατα φυσιν δημιουργηθεισα η ψυχη, ως ασωματος ουσια, ως σωμα κατ᾿ αυτους υπο του μη κατ᾿ ουσιαν οντος· της κατα το ποιον λεγω δυναμεως, αρχθησεται· η κατ᾿ ουσιαν ουσα τε και υφεστωσα, και την κοινην παντων προληψιν. Ει δε αψυχον ειπωμεν σωμα, αναισθητον και αφαντασιαστον, αλογον τε και αδιανοητον εσται. Αλλα μην ταυτα παντα περι την ψυχην, και εν τη ψυχη, και εστι και οραται· ουκ αρα σωμα η ψυχη. Σωμα μεν γαρ εχειν τουτο αυτην ετερουσιον, καλως ειδοτες λεγειν ου παραιτουμεθα· σωμα δε αυτην ειναι αποφαινεσθαι, ως θρασυτατον τε αμα και απαιδευτοτατον, παντελως αποφευγομεν· πολυ διαφερειν του εχειν το ειναι ουκ αγνοουντες.
Ει δε οτι ασωματον λεγουσι το Θειον, τον μη οντα φοβουμενοι (≡15Β_106≡> φοβον, ασωματον ειπειν την ψυχην ου καταδεχονται, ινα μη εις ισον αυτην τω Θεω ενεγκωσι· και τα λοιπα ημων περικοπτετωσαν, ιν᾿ η αυτοις της απονοιας τελειον το αγωνισμα, οσα εκ Θεου ως μετεχοντες· η Θεος εξ ημων, ως ενεργων και διδους, η μεταδιδους, προσηγορευθημεν, η παρ᾿ ημων προσηγορευθη Θεος. Τινα δη λεγω ταυτα; Το ειναι, το ζην, το φωτιζεσθαι, το αγαθυνεσθαι, το λογιζεσθαι, το νοειν· τα μεν, δια την ουσιαν· τα δε , δια την κινησιν, ητοι γνωμην και διαθεσιν. Οντες γαρ λεγομεθα, και ζωντες, και φωτες, και αγαθοι, και νοεροι, και λογικοι. Τον τε Θεον ομοιως, οντα και ζωντα, και φως, και αγαθον, και νουν και λογον ονομαζομεν· ειτε ως εξ αιτιου οντες ταυτα (=0429=) και καλουμενοι· ειτε ως ενεργουμενοι, εκ των ημετερων ταυτα το θειον πρασαγορευοντες. Τις ουν ο λογος αυτοις, ταυτα μεν παντα προς ετεροις πολλοις ειναι την ψυχην και ονομαζεσθαι· ασωματον δε, μηκετι, ο τι περ το Θειον; Ως δεον, η μη λεγεσθαι ημας ταυτα, διοτι το Θειον, η τον Θεον ταυτα μη ονομαζεσθαι, ο τι περ και ημεις. Αλλα μην και εσμεν ταυτα· και ονομαζομεθα· ουχ ως ταυτον τω Θεω δια ταυτα οντες· αλλ᾿ ως προς αιτιον αιτιατον, η μετοχον προς μετεχομενον, η υπαρξιν προς αιτιαν. Ουδε συγκριτικως η συνωνυμως, ως επι των ομοουσιων· αλλ᾿ ομονυμως, και οιον ειπειν μεθεκτως· των πραγματων κατα το απειρον αλληλων τη φυσει διεστηκοτων· ει μη τω φιλον, ως αληθως, το Θειον ειπειν, και υπερ φυσιν και πραγμα.
Που δε λοιπον κατ᾿ αυτους παλιν, ει δοθειη την ψυχην ειναι σωμα, ο του κατ᾿ εικονα ημιν διασωθησεται λογος, ει μη δια παντων εχειν φαμεν την ψυχην, την προς το αρχετυπον ομοιοτητα; Ωσπερ γαρ του νοερου νοεραν, και του αθανατου, αφθαρτου τε και αορατου, την εν τουτοις γνωριζομενην εικονα ονομαζομεν· (≡15Β_108≡> ουτω δη και του ασωματου, ασωματον λεγοντες, ως παντα τε ογκον, και πασαν ομοιως διαφευγουσαν διαστηματικην καταμετρησιν· αλλο τι παλιν αυτην παρ᾿ εκεινο, κατα την της φυσεως ιδιοτητα λεγομεν. Επει ουκ ετι αν ειη εικων, αλλ᾿ απαραλλακτος ταυτοτης. Εν οις δε εν τη ακτιστω και ατρεπτω και αναρχω φυσει εκεινο καθοραται, εν τοις αυτοις την κτιστην λογικην φυσιν· ου κατα το αυτο δε, αλλ᾿ ως εν εσχατοις απηχημασι φωνης λογου δηλωσιν, δεικνυσθαι, εναργως νομιζομεν. Και ωσπερ δια των εν τοις ουσι κατα την του παντος διακοσμησιν επιτελουμενων ο φιλοσοφωτατος νους, προς το καθαρον τε και αϋλον μετενεγκων των νοηματων αυτου τας δυναμεις, διακρινει απο των κινουμενων το κινουν, και εν και μονον και απλουν αυτο εξ εαυτου υπαρχον, ωσαυτως εχον και ποιητικον αιτιον καταλαμβανων εν τη οικεια της ταυτοτητος μονιμοτητι, απροσιτον κατα την φυσιν τοις αλλοις επισταται· ατρεπτον μεν, οτι ακινητον· ου γαρ εστι προς ο κινηθησεται το, τα οντα και ποιουν και πληρουν, και υπερ παντα ον τα οντα· περιεκτικον δε, ως δημιουργον, και προ γενεσεως, τω απειρω της δυναμεως τα παντα γινωσκον. Κατα τον αυτον της θεωριας τροπον, και δια της των μελων και μερων ποικιλης και εντεχνους κινησεως του μικρου κοσμου· λεγω δη του ανθρωπου· το κινητικον αιτιον λογιζομενος, αλλο τι οιδε κατα την ουσιαν παρα την οργανικην του σωματος υπαρξιν· και ουχ ως σωμα εν σωματι· οπερ δοκει τοις νεοις σοφοις, και των αναποδεικτων δογματισταις· (=0432=) αλλ᾿ απλουν και ενιαιον εν τοις εσκεδασμενοις θεωρει, και εν τοις συνεσταλμενοις, αοριστον· τρεπομενον μεν, ως κινουμενον· κινουμενον δε, ως εχον προς ο κινηθησεται· της δε κατα την κινησιν τροπης αιτιον, ου την φυσιν γινωσκει, αλλα την κρισιν, οτ᾿ αν εσφαλμενη ουσα τυγχανη αυτη.
Η τροπη ουν, ου περι αυτην της ψυχης υπαρχει, ως οιμαι, (≡15Β_110≡> την ουσιαν· επει και μετεβαλλεν απειρακις, και ουχ η αυτη διεμενε κατ᾿ ουσιαν· αλλα κατα την κινησιν την αφ᾿ ημιν, τω αυτοκρατορικω θεληματι συμφερομενη. Τοιγαρτοι τροπης δυναμιν εχειν τους αντιλεγοντας φασκειν και αποφαινεσθαι , και αυτην την περι το Θειον της ψυχης αεικινησιαν, ου μη δοκει αληθευοντων ειναι· αλλα πομπικως το κομψον, και ουκ ευλαβως το ακριβες του λογου επιζητουντων. Επει τις αν λογου μετοχος, και αρετης φιλιας ουκ αμοιρος αγνοει, οτι ουδεν υπαρχει ετερον η περι το καλον της ψυχης αεικινησια, η ενεργεια φυσικη, εφ᾿ η και δι᾿ ην γεγενηται αιτιαν τελουμενη; η δε τροπη, κινησις παρα φυσιν, την ταυτης αποτυχιαν της αιτιας εισαγουσα. Τροπη γαρ, κατ᾿ εμε ειπειν, ουδεν καθεστηκεν ετερον, η ασθενεια, και εκπτωσις των κατα φυσιν ενεργειων. Μηκετι ουν φαναι αξιωσον τοις λογολεσχαις, Θεον και κτισιν συγκριναι τολμησητε. Επειδη το Θειον κυριως ειπειν, ουτε σωμα, ουτε ασωματον, ουτε ουσια, ουτε τι των νοουμενων η λεγομενων εστιν, ινα μη παντα καθεξης απαριθμωμαι· αλλα και νοουμενον αληπτον, και λεγομενον αρρητον διαμενει.
Ταυτα μεν ουν ζητητικως, αλλ᾿ ου δογματικως παρ᾿ ημων ειρησθω· και ει μεν αυταρκως εχει προς την υποθεσιν, ως δι᾿ επιτομου επιστολης δυνατον, και ου πολυ της υμεστερας μεγαλονοιας απολελειπται· Θεω χαρις, και υμιν τοις προβιβαζουσιν. Ει δε βουλεσθε, ειπερ μη πεισθειεν οι αντιλεγοντες, αγωνιστικωτερον αυτοις συμπλακηναι, ετοιμοι εσμεν Θεου χαριτι, το περικειμενον ημιν των θειων ματρυρων τε και μαρτυριων καταφειναι αυτων νεφος· ινα πασης της επιπονου περι τουτου διασκεψεως τον ογκον αποθεμενοι, και τη ευπεριστατον των φιλονεικων λογομαχιαν, (≡15Β_112≡> ανενοχλητως την αληθη περι τε Θεου και των αυτου κτισματων γνωσιν κατεχωμεν. Ει δε ενδεως, οπερ πασα παθειν αναγκη, και ουκ επιτετευγμενως, ως εξ αμαθους διανοιας και ασθενους οργανου προενηνεγμενα· συγγνωτε μοι, ηγαπημενοι, δι᾿ υπακοην και μονην, ως ο ερευνων τας καρδιας επισταται Θεος, και ταυτα ειπειν θαρρησαντι· και διορθωσασθε ηπιως τον ουκ εθελοντα τι (=0433=) των συμφεροντων αγνοειν, και χειραγωγησατε συμπαθως τον ορθως βαινειν επιθυμουντα.

ΕΠΙΣΤΟΛΗ Ζ’. ... ΠΕΡΙ ΤΟΥ ΚΑΙ ΜΕΤΑ ΘΑΝΑΤΟΝ ΕΧΕΙΝ ΤΗΝ ΨΥΧΗΝ ΤΗΝ ΝΟΕΡΑΝ ΕΝΕΡΓΕΙΑΝ...
Ζ´. - Του αυτου προς Ιωαννην πρεσβυτερον, περι του και μετα θανατον εχειν την ψυχην την νοεραν ενεργειαν, και μηδεμιας εξιστασθαι φυσικης δυναμεως.

(≡15Β_114≡> Τη δευτερα του ενεστωτος Αυγουστου μηνος της παρουσης πρωτης επινεμησεως, ο κοινος ημων φιλος τιμια της υμετερας πατρικης αγιωσυνης γραμματα επιδεδωκε μοι· οις εντυχων, παρεκληθην μεν εικοτως εφ᾿ υμιν τοις εμοις δεσποταις, και μετα Θεον παντων μοι των καλων αιτιοις, εν υγεια διαγουσι. Τοσουτον γαρ υμιν ηνωται δι᾿ ολου το Πνευμα του Θεου το αγιον, οτι και αποντας υμας νοος οφθαλμοις μονον αναθεωρων, ρυθμιζομαι κατα την υπουσαν μοι δυναμιν και βιον και λογον· ως Θεον κατα την μνημην δι᾿ υμων εμφανιζομενον, και ορων και αιδουμενος. Ηνιαθην δε ου μετριως επι τω περι ψυχης δογματι τω υπο τινων, ως γεγραφατε, αδεως εκεισε κηρυττομενω, οσην κανταυθα το τοιουτο κακον εχειν ισχυν και παρρησιαν εννοων. Το δε πλεον με κατηφειας εμπιπλων ενταυθα, και βαρος ωσπερ νεφος τη διανοια εμβαλλον, το νυν υπο παντων σχεδον, και μαλιστα των δηθεν επιφανων μοναχων πρεσβευομενον περι αναστασεως καινοπρεπες δογμα· ωστε μηδε στοχαστικως ετι προοιμιαζεσθαι την του Αντιχριστου παρουσιαν υπολαμβανειν· παρειναι δε μαλλον πιστευειν και διαβεβαιουσαθαι , και τον οποσουν μετεχοντα του λογιζεσθαι· αυτην μαρτυρουσαν τω τοιουτω κακω την των λεγομενων (ατοπιαν) εχοντα.
(≡15Β_116≡> Φασι γαρ οι προς παντα την γλωσσαν αδεως οξυνοντες, και μηδεν των ασεβως γινομενων η λεγομενων ηγουμενοι φοβερον, φλεγματι παλιν και αιματι, χολη τε αυ ξανθη και μελαινη και ολκη αερος, και τροφη αισθητη προς το ζην συνεχεσθαι μελλειν τα σωματα κατα την αναστασιν, ουδενος το συνολον ξενου παρα την παρουσαν ζωην δια της αναστασεως αναφανησομενου, πλην το μη δυνασθαι παλιν αποθανειν· ουκ οιδ᾿ οπως προς παντα τα εν τη αγια Γραφη περι τε ψυχης και αναστασεως νεκρων δια τε προφητων και αποστολων, και αυτου του δια σαρκος ομιλησαντος ημιν Θεου Λογου, και μαλιστα Κορινθιοις ιδιοτροπως δια του θεσπεσιου Παυλου περι αναστασεως διηγορευμενα, την τε ακοην εκουσιως βυσαντες, και προς κατανοησιν το της ψυχης ομμα επιμυσαντες, ουτω τρανα υπαρχοντα και εξακουστα και μηδενος του ερμηνευοντος προς το γνωσθηναι δεομενα· και την φυσιν αυτην των οντων ουχ ηττον των θειωδως εκπεφασμενων παιδευουσαν εχοντες· η και τους Βαρβαρους προς γνωσιν αληθειας εναγειν επισταται, αριδηλον εαυτην (=0436=) προβαλλομενη των ζητουμενων αποδειξιν, ουκ αιδουμενοι.
Τις γαρ ειπερ μη παντη της κατα τον λογον εστερηται χαριτος, αγνοει, οτι πασα φυσις ουσιωδως οικειοις ιδιωμασι διειλημμενη· και ταυτη τον τε τροπον της οικειας υπαρξεως, και την διαφοραν καθ᾿ ην των αλλων αμιγως διωρισται δεικνυουσα φυσεων· επαν των συνεκτικων της ουσιας αυτης απογενηται ιδιωματων, η ουδ᾿ ολως εσται, η οπερ ουκ ην, γεγονεν· ειπερ ολως κατα την αναιρεσιν των ιδιωματων ειναι συμπεριφορικως αυτην ανασχοιτο ειπειν. Πεφυκε γαρ παν υποκειμενον τοις φυσικοις ιδιωμασι φθειρομενοις συμφθειρεσθαι. Τι γαρ, η που βους εσται, και ιππος , και λεων, και τα τοιαυτα, των συνεκτικων της εκαστου (≡15Β_118≡> φυσεως ιδιωματων ουκ οντων; Η τις ειναι ταυτα εκεινων χωρις ειπειν θαρρησοι, μανιας υπαρχων ελευθερος, ου συνορω. Ει ουν αληθες, το μηδεν δυνασθαι των οντων ειναι η γνωσθηναι ανευ των φυσικως και κυριως αυτο χαρακτηριζοντων, οι της ψυχης το κατ’ ουσιαν αυτη εμπεφυκος αφαιρουμενοι· τουτεστι, το λογικον τε και νοερον, καθο αει τε εστι και ενεργει νοουσα και λογιζομενη, προδηλως και το ειναι αυτης, καν μη λεγουσι, συναφαιρουνται· και εστι κατ’ αυτους, φθαρτη και θνητη, το ειναι μετα τον του σωματος θανατον ουκ εχουσα· ου τι ατοπωτερον;
Ει δε ζην αυτην υποτιθενται, καν λογω, ει και μη πραγματι, τον παρα παντων υφορωμενοι ελεγχον, παντως και κινειται. Πασα γαρ ζωη των γενητων, εν κινησει δεικνυται. Ει δε κινειται, και ενεργει παντως· πασα γαρ κινησις, δι᾿ ενεργειας εκφαινεται. Ει δε ενεργει, φυσικως παντως κινουμενη, και ου θετικως, η κατα συμβεβηκος, ενεργησει. Ου γαρ κυκλοφορικως, η μεταβατικως· η συνελοντα ειπειν, σωματικως· αλλα νοερως τε και λογικως.
Ει δε νοερως τε και λογικως και ζη και νινειται και ενεργει, λογιζεται παντως και νοει και γινωσκει. Ει δε μη γινωσκει και λογιζεται, ουδε ενεργει, ουδε κινειται, ουδε ζη. Ου γαρ οιον τε ειναι ζωην ανευ της εμφυτου κινησεως· ουδε κινησιν φυσικην, προσφυους ενεργειας ουκ ουσης, εμφαινεσθαι.
Αλλως τε δε, η ψυχη, η δι᾿ εαυτην εστι λογικη τε και νοερα, η δια το σωμα. Και ει μεν δι᾿ εαυτην, ητοι την εαυτης ουσιαν εστι λογικη τε και νοερα, και αυθυποστατος, παντως εστιν. Ει δε αυθυποστατος δι᾿ εαυτην φυσει και καθ᾿ εαυτην, και μετα σωματος ενεργησει, νοουσα κατα φυσιν και λογιζομενη, και ουδεποτε παυομενη των φυσικως αυτη προσουσων νοερων δυναμεων. (≡15Β_120≡> Τα γαρ φυσει τω οπωσουν οντι προσοντα, εως εστι και υφεστηκεν, αναφαιρετα τυγχανει. Η ψυχη ουν αει τε ουσα, αφ᾿ ου γεγονεν, και υφισταμενη δια τον ουτως (=0437=) αυτην δημιουργησαντα Θεον, αει και νοει και λογιζεται και γινωσκει, και καθ᾿ εαυτην, και μετα σωματος, δι᾿ εαυτην και την εαυτης φυσιν. Ουδεις ουν ευρεθησεται λογος, ο την ψυχην των προσοντων αυτη φυσικως, και ου δια το σωμα, μετα την τουτου λυσιν αλλοτριωσαι δυναμενος. Ει δε δια το σωμα λογικη τε και νοερα εστιν η ψυχη, πρωτον μεν, τιμιωτερον της δι᾿ αυτο γενομενης ψυχης εστι το σωμα. Επειτα δε, και εξ αυτου εξει το τε νοερον και λογικον, ως δι᾿ αυτο γενομενη. Ει γαρ σωματος χωρις, ουδαμως νοειν η λογιζεσθαι δυναται η ψυχη, εξ αυτου παντως το νοειν αυτη και λογιζεσθαι προσεσται. Ει δε το νοειν και λογιζεσθαι εκ του σωματος κεκτηται η ψυχη, ως αυτου χωρις ταυτα εχειν μη δυναμενη κατα τους λεγοντας, ουδε αυθυποστατος εσται παντως· Πως γαρ η ανευ σωματος καθ᾿ εαυτην το χαρακτηριζον ουκ εχουσα; Ει δε αυθυποστατος ουκ εστιν, ουδε ουσια εστι δηλονοτι. Ουσια δε αυθυποστατος μη ουσα, συμβεβηκος εστι, φυσικως μονον υφισταμενω τω σωματι ενυπαρχουσα· μετα δε την αυτου λυσιν, ουδεν ουδαμως ειναι δυναμενη· και ουδε εσται πλεον τοις τοσουτον ανοηταινουσι, την αθανασιαν της ψυχης αφηρημενοις, της Επικουρου και Αριστοτελους ματαιοπονιας, οις, ως εικος, οι γενναδαι, και σεμνυνονται συντασσομενοι. Και πριν μεν τουτου, ταυτα.
Του δε περι αναστασεως παρ᾿ αυτων λεγομενου, τις αρετης και ευσεβειας επιμελουμενος ακουων, ουχι το απαθες εαυτω δια παθους, της κατ᾿ αυτων αγανακτησεως λεγω, πειριποιησεται; Ει γαρ, ως φασι, κατα την εικονα της παρουσης ζωης, απαραλλακτως τοις μαχομενοις χυμοις πεποιωμενον αναστησεται το σωμα, (≡15Β_122≡> και τραφησεται εν τη φοβερα του Θεου παρουσια μετα την του κοσμου τουτου συντελειαν, ουκ οιμαι αλλο τι αυτους δια τουτων, ινα συνελων ειπω, τα πολλα περικοψας οσα ρηθηναι ενδεχεται, η αιδιον τον θανατον πρεσβευειν, και την φθοραν ατελευτητον. Ει γαρ φθορα των ουτω συνισταμενων υπαρχει ο θανατος σωματων, αει δε το (=0440=) δι᾿ επιρροης τροφων συνισταμενον φθειρεται σωμα, τη ροη διαπνεομενον, δια την των εν αυτω χυμων, εξ ων και συνεστηκε, φυσικην αντιπαθειαν· αει αρα, δι᾿ ων μετα την αναστασιν το σωμα συνιστασθαι υποτιθενται, συντηρουμενον εις το διηνεκες τον θανατον καταγγελλουσι. Δεον πιστευειν, αυτο μεν ανιστασθαι κατ᾿ ουσιαν και ειδος το σωμα, αφθαρτον δε και αθανατον, και αποστολικως ειπειν, αντι ψυχικου πνευματικον· τω μηδεν φερειν της αλλοιωτης αυτου κατα την φθοραν συστατικης ιδοτητος, ως οιδεν ο προς το απαθες, και τιμιον αυτο μετακερασων ο Θεος· και μηδεν πλεον περιεργαζεσθαι.
Τουτοις χαιροντας και ηδομενους ορων τους πολλους. Εκωφωθην, και εταπεινωθην, και εσιγησα εξ αγαθων· λυσιτελεστεραν του λογου την σιωπην παντι συνετω ειναι κρινας· και κατ᾿ εμαυτον πενθων, και σκυθρωπαζων πορευομαι· λογιζομενος ποσον οι τοιουτοι λογοι αμελουμενοι, πανταχου σπινθηρων δικην διαττοντες, ψυχων εργασονται θανατον· και ουδεις εστιν ο επαμυναι τω λογω δυναμενος, βουλομενος κινδυνευοντι, δια την επικρατουσαν του καιρου πονηριαν. Διο και μαλλον στενω, τον αφ᾿ υμων χωρισμον, την εγγυθεν φρουρουσαν με και εξαιρουμενην των βλαβερων πανσθενη της υμων πατρικης αγιωσυνης επισκοπην ουκ εχων, συχνοτερον τω λογω τα πολλα μου ερειδουσαν ολισθηματα.

ΕΠΙΣΤΟΛΗ Η’. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ
Η´. - Του αυτου προς τον αυτον.

(≡15Β_124≡> Ο κατα σαρκα ποθος χρονω μαιραινεσθαι πεφυκε, συναπιων χωριζομενοις τοπικως, τοις κατ᾿ αυτον προς αλληλους εχουσι την συναφειαν. Περι γαρ την αισθησιν εχειν την συστασιν, την μηδαμως των μη παροντων αντιλαμβανεσθαι δυναμενην. Ο δε κατα πνευμα ποθος, αει συμπαροντας αλληλοις εχει νοερως, τους κατ᾿ αυτον συνημμενους, καν σωματικως αλληλων χωρισθωσι· την κατα χρονον η τοπον περιγραφην ου δεχομενος. Περι γαρ τον νουν εχει την υπαρξιν, το μηδαμως τοις σωμασιν αλληλων διαιρουμενοις τοπικως, συνδιαιρουμενον η συνπερικλειομενον. Τουτον τον ποθον απ᾿ αρχης προς τους (=0441=) αγιωτατους υμας εχειν αξιωθεις, αει παροντας οραν δοκω, και διαλεγομενων αισθανεσθαι· και ουκ εστι καιρος η τοπος, ο αφισταν με δυναμενος της υμετερας μνημης· δια παντος υμας παροντας πνευματικως υποδεικνυουσης, και παντας τους εν εμοι δυσωδεις λογισμους απελαυνοντας, της εν υμιν θειας χαριτος την πολλην ευωδιαν ου φεροντας· και πειθομαι γε, μη ψιλως την μνημην φανταζεσθαι τους αγιωτατους υμας, αλλα παροντων αληθως επαισθανεσθαι· το γινομενον πληροφοριαν ακριβη της υμων παρουσιας ποιουμενος. Η γαρ εν υμιν κατα χαριν Θεου δραστηριος δυναμις, αμα τη μνημη τους διοχλουντας απελαυνουσα δαιμονας, σαφεστατην της υμων παρουσιας παρεχεται δηλωσιν. Και θαυμαστον ουδεν, ει τους αποντας σωματικως, παρειναι ποιει νοερως, (≡15Β_126≡> ο των σημειων και των τερατων Θεος· ως οιδεν αυτος, και οι εξ αυτου τα τοιαυτα θεοπρεπως ενεργουμενοι· και πλεον η οσον τοπικως αλληλοις τα σωματα παρεστι. Και ει μονον μνημονευομενοι, τιμιοι Πατερες, τοσουτον μου τοις ατιμοις επιτιμιον παρεχετε λογισμοις, αορατως φοιτωντες τω πνευματι, ποσω μαλλον κατ᾿ οφθαλμους παροντες, και την εμην ακοην δια ζωσης φωνης τοις θειοις καθαγιαζοντες λογοις, και την αρετην τοις εαυτων τροποις λαμπρως εκδιδασκοντες;
Δια τουτο πενθων και σκυθρωπαζων πορευομαι, ποθων τε και ζητων σε τον καλον ποιμενα και διδασκαλον, τον εις τοπον με χλοης το πλανωμενον προβατον κατασκηνουν επισταμενον· την απωθουμενην λεγω τον καυσωνα των παθων δια πραξεως εξιν της αρετης· και επι υδατος αναπαυσεως εκτρεφειν δυναμενον· την αρδουσαν φημι τον νουν δια θεωριας χαριν της γνωσεως, τον επιστρεφοντα μου την ψυχην απο κακιας εις αρετην θειοις και λογοις και παραδειγμασι, και επι τριβους οδηγουντα δικαιοσυνης· τους κατ᾿ ευσεβειαν σωτηριωδεις υποδεικνυοντα τροπους· και ραβδω και βακτηρια σοφως παρακαλουντα, τουτεστι, τη μνημη των αιωνιων κολασεων, καθαπερ ραβδω τινι τον εισαγομενον κακιας απαγοντα, και τη προτροπη των μελλοντων αγαθων, βακτηριας δικην εις αρετην τον προκοπτοντα δι᾿ ελπιδος στηριζοντα· οπερ και ο Κυριος και Σωτηρ, ως οιμαι, συμβολικως υπηνιττετο, τοις τραυμασι τους τοις λησταις περιπεσοντος επιχεων οινον και ελαιον. Φοβω γαρ της γεεννης του αιωνιου πυρος, ο της βασιλειας των ουρανων ποθος επικιρνωμενος, αλωβητον την ψυχην συντηρει, προς την αγαπην επισφιγγων του Κτισαντος· πασης εμπαθους διανοιας δια της στυψεως αποσμηχθεισαν.
Αλλα πληρωσον λοιπον, τιμιε Πατερ, και αυτον Πνευματος θειου της διδασκαλιας τον δονακα, (=0444=) και καλει ποιμενικως τε και (≡15Β_128≡> φιλανθρωπως τον επι τα ορη της αγνοιας, και τους βουνους της κακιας, αποιμαντως πλανωμενον· και υπο την σην ποιησον δεξιαν, και καταδησον συμπαθως τον πολλοις διασπαραχθεντα δηγμασιν πονηροις των λυκων της Αραβιας· τουτεστι των Δυσμων· Δυσμας γαρ, ως φασι, δηλοι κατα την Ελλαδα φωνην ερμηνευομενον της Αραβιας το ονομα. Νοω δε, και τυχον ουκ εσφαλμενως, κατα τους της αναγωγης λογους, δια της Αραβιας, την σαρκα ταυτην, την των θειων εν τοις κατ᾿ εμε τυραννικην νομων του πνευματος· την πολλους, ως αληθως, αναιδεις τε και ανημερους λυκους εκτρεφουσαν· την οντως δυσιν και γενομενην δια την αμαρτιαν, αληθως λεγομενην· ης επιβεβηκεν, ως αγαθος και φιλανθρωπος, ο ποιμην ο καλος, ο ποιμαινων τον Ισραηλ Θεος, και Θεου Λογος· ο καθημενος επι των Χερουβιμ, προσεσχηκως δηλονοτι, και τον κινδυνον ημων θεασαμενος· και δια τουτο εμφανισας εαυτον, και την οικειαν εξεγειρας δυναστειαν, και ελθων εν σαρκι σωσαι τους απολομενους, και τους εντρεφομενους αυτη πονηρους αποκτειναι θηρας· και ποιησαι αυτην χωραν ειρηνης, και λογικων προβατων νομην, δια πραξεως προς Θεον αναγομενων· ης εγω τεως ουπω τον νομον παρηλθον αβλαβως δια θεωριας πνευματικης, καθαπερ ο Ισραηλ το ορος Σιειρ· ουδε τας αυτης απαθως διηλθον επιθυμιας, δια πραξεως γνωστικης, ωσπερ τους αδελφους αυτων τους υιους Ησαυ, τους κατοικουντας εν Αραβα δια Μωσεως, οι εξ Ιακωβ το γενος καταγοντες αλλ᾿ ετι κατοικω την Αραβα κατα τους υιους Ησαυ, τας δυσμας λεγω δε την σαρκα· μετα την παρουσαν ζωην, δια τας σαρκος ηδονας, ετεραν μη εκδεχομενος. Ην ουδε παροικησαι πας αληθινος Ισραηλ και ορων Θεον καταδεχεται, της σαρκος εκδημησαι δια των αρετων επειγομενος, και ενδημησαι προς τον Κυριον δια της γνωσεως εφιεμενος· τον οντως (≡15Β_130≡> γην επαγγελιας αρρητων αγαθων μυστικως και οντα και ωνομασμενον, την ρεουσαν γαλα και μελι. Θρεπτικος γαρ των κατ᾿ αυτον νηπιαζοντων, και ευφραντικος υπαρχει των κατ᾿ αυτον ανδριζομενων ο Κυριος, ως αρεταις εκτρεφων δια πραξεως, καθαπερ γαλακτι, τους φοβουμενους αυτον, και γνωσεσι καταγλυκαινων μυστικαις, καθαπερ μελιτι δια θεωριας πνευματικης, τους αγαπωντας αυτον.
Τοιγαρουν, μη διαλιπης ποιμαινων με συμπαθως αληθειας λογοις τον θηριαλωτον, τιμιε Πατερ, (=0445=) και των εν σαρκι παθων μετα των ανακινουντων αυτα πνευματων της πονηριας, μη παυση λυτρουμενος, των κακων κατεσθιοντων και δαπανωντων μου τον εντος ανθρωπον· και καλεσον προς εαυτον, και υπο τας σας κατασκηνωσον πτερυγας. ειπερ αληθως απεστι, πας φοβος Βαρβαρων αισθητων, δι᾿ ους τοσαυτα διαστηματα θαλασσης, ως φιλοζωος, ηλθον· περι ου μαλιστα παρακαλω τους αγιωτατους υμας, μετα την ευκταιαν σημειωσιν της κατα Θεον παμφαους υμων ρωσεως, ακριβεστερον δηλωσαι· και πασαν την κρατουσαν επι του παροντος αυτοθι καταστασιν, ως εστι, παραδειξαι μοι δια γραμματων. Ασθενης γαρ ων τον λογισμον και πανυ σαθρος, και μολις καν εν ειρηνη νηφειν μικρομερως δυναμενος, και περι πολλα σκεδαννυμενον εκ δειλιας συναγειν τον νουν, θελω συν ασφαλεια ποιησασθαι τον πλουν· ως ατελης την διανοιαν, και τοις λογοις της σοφως το παν διεξαγουσης προνοιας εμβατευειν ουχ οιος τε ων· μη πως εν τοις συμβαινουσιν εξ αγνοιας οκλασας τον λογισμον, και τοις της υπομονης εξ ασθενειας ενδους αγωσι, τους εξ αυτων ζημιωθω στεφανους, ως λειποτακτης εν τη πειρα των δεοντων γενομενος.
Δια του γραμματος ως παρων ασπαζομαι τους αγιωτατους υμας, και παντας τους συν υμιν· αιτων δια των αγιων και ευπροσδεκτων υμων ευχων, Χριστω τω Θεω και Σωτηρι των ολων παρατεθηναι.

ΕΠΙΣΤΟΛΗ Θ’. ΠΡΟΣ ΘΑΛΛΑΣΙΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ ΚΑΙ ΗΓΟΥΜΕΝΟΝ
Θ´. - Του αυτου προς Θαλλασιον πρεσβυτερον και ηγουμενον.

(≡15Β_132≡> Τρια, καλως φασιν, υπαρχουσι, τα τον ανθρωπον αγοντα· μαλλον δε προς α βουλησει τε και γνωμη κατα προαιρεσιν κινειται ο ανθρωπος· Θεος, και φυσις, και κοσμος. Και τουτων εκαστον ελκον, των αλλων δυο εξιστησι, προς εαυτο αλλοιουν τον αγομενον· κακεινο ποιουν αυτον θεσει, οπερ αυτο υπαρχον φυσει γνωριζεται, πλην μεντοι της φυσεως. Εκεινη γαρ, τουθ᾿ οπερ εστι διαφυλαττει τον ανθρωπον. Ει μεν ουν Θεος εστιν ο αγων τον ανθρωπον, τη του Λογου χαριτι θεον ποιειν θεσει πεφυκε, θεωσιν ως αγαθος υπερ φυσιν τω αγομενω δωρουμενος· και των δυο καθαρως αποτεμνει, κοσμου λεγω και φυσεως. Ει δε φυσις εστιν η αγουσα τον ανθρωπον, καθ᾿ εαυτον οντα, φυσει τον ανθρωπον διαδεικνυσι· μεσον Θεου και κοσμου τυγχανουσα· ως ουδετερου τουτων κατα γνωμην μετεχοντα. Ει δε κοσμος εστιν ο φερων, κτηνος εργαζεται, ητοι σαρκα μονην τον αγομενον ανθρωπον· εμπαθειαν αυτω δ᾿ απατης δημιουργων· καθ᾿ ην Θεου τε και φυσεως μακραν αυτον αποθεμενος, τα παρα φυσιν παντα ποιειν αυτον εκδιδασκει.
Αι ουν ακροτητες, Θεον δε φημι και κοσμον, αλληλων και της μεσοτητος, λεγω δε την φυσιν, απαγειν τον ανθρωπον ειωθασιν. Η δε μεσοτης, τουτων (=0448=) ουσα μεθοριος, ει αυτην μονην σκοπουντα λαβοι τον ανθρωπον, επισης των ακρων κινηθη διιστησιν· (≡15Β_134≡> ουτε προς τον Θεον αυτον αναδραμειν συγχωρουσα, και προς τον κοσμον αφιεναι καταπεσειν αιδουμενη. Αμα τοινυν προς τινα τουτων κινηθη κατα γνωμην ενδιαθετως ο ανθρωπος, αμα προς αυτον εκεινον και την ενεργειαν ημειψε, και την προσηγοριαν μεταβαλε, σαρκικος, η ψυχικος, η πνευματικος προσαγορευομενος. Εργον δε και γνωρισμα του μεν σαρκικου, το κακως μονον ειδεναι ποιειν. Του δε ψυχικου, το μητε ποιειν βουλεσθαι ποτε, μητε πασχειν κακως. Του δε πνευματικου, το ποιειν μονον καλως βουλεσθαι, και υπερ αρετης ει συμβαινει πασχειν καλως, προθυμως καταδεχεσθαι. Ει τοινυν Πνευματι Θεου αγεσθαι ποθεις, ευλογημενε, ωσπερ ουν και ποθεις, κοσμον και φυσιν σαυτου περιελε· μαλλον δε τουτων σαυτον περιτεμε, και αδικεισθαι μη παραιτηση· εμπαιγμους τε και υβρεις φερειν μη απαναινου· και ινα συνελων ειπω, πασχων κακως, του ποιειν καλως τοις δρωσι κακως, και παντα προσαφιεναι τα δρωμενα, Θεου χαριν και αρετης, μη παυση ποτε, κατα τον ειποντα· Εαν τις θελη σοι κριθηναι, και τον χιτωνα σου λαβειν, αφες αυτω και το ιματιον. Και παλιν κατα τον μακαριον Αποστολον λεγοντα· Λοιδορουμενοι, ευλογουμεν· διωκομενοι, ανεχομεθα· βλασφημουμενοι, παρακαλουμεν.
Λοιπον ει πεισθηναι μοι βουλοιο, δουλε του Θεου ευλογημενε, μεγαλην καταθου χαριν τοις θλιψασι· και προσζημιωθηναι αυτοις ει δεον εστι παντα, μη ανανευσης· και μαλλον ευλογησον λοιδορουμενος· και ανασχου διωκομενος, και παρακελεσον βλασφημουμενος, ινα μη ης σαρκικος, ως αδικειν μονον και ειδως και βουλομενος· η ψυχικος, ως αδικεισθαι μη ανεχομενος· αλλα μαλλον πνευματικος, το ευ ποειν μονον εκουσιως και ειδως και ασκουμενος· και πασχειν κακως παρα των βουλομενων (≡15Β_136≡> προθυμως υπερ αρετης επισταμενος· αφορων προς τον της σωτηριας ημων αρχηγον Ιησουν· ος αντι παντων των αγαθων, οσα ουδεπω τις γνωσει περιλαβειν δεδυνηται, παντα τα δεινα, οσα ουδεις υπο των αμαρτωλων, και υπερ των αμαρτωλων μακροθυμως υπεμεινε. Σκοπος γαρ τω δοτηρι των εντολων, κοσμου και φυσεως ελευθερωσαι τον ανθρωπον. Και δια τουτο κατακριτος, ο μη πειθομενος· και ματην οι κατα κοσμον πατερες τα εκγονα προφασιζονται, και τας συνοδιας των τον μονηρη βιον ασκουμενων οι προϊσταμενοι, προς το δειν ευλογως αυτοις αργας ειναι τας εντολας. Οπερ ως αληθες ει δεξοιμεθα, ουδενι το παραπαν ο Κυριος γεγραφως νομον σωτηριας δειχθησεται. Ψυχικον δε, καθως οιμαι, τον φυσικον ο της Γραφης λογος εκαλεσεν ανθρωπον· επειδη περι μονα, καθως φασιν οι τα τοιαυτα δεινοι, τα ψυχουμενα, και απλως τα υπο γενεσιν και φθοραν, η της φυσεως θεωρεισθαι πεφυκε ιδιοτης.
Ταυτα δε γεγραφα υμιν, δεσποτα, επειδη πολυ (=0449=) δια του υμετερου παραναγνωστικου δυσχεραινοντας υμας ευρον προς τα συμβαντα. Αλλ᾿ ευχου δυνατως, ως δυνατος προς τον δυνατον αφιεναι αμαρτιας, υπερ Μαξιμου του σου και δουλου και μαθητου, τιμιε Πατερ.

ΕΠΙΣΤΟΛΗ Ι’. ΠΡΟΣ ΙΩΑΝΝΗΝ ΚΟΥΒΙΚΟΥΛΑΡΙΟΝ
Ι´- Του αυτου προς Ιωαννην κουβικουλαριον.

(≡15Β_138≡> Επειδη την αιτιαν δι᾿ ην υπ᾿ ανθρωπων βασιλευεσθαι ψηφισαμενος ο Θεος εδικαιωσε, μιας και της αυτης παντων υπαρχουσης της φυσεως, και παντας τω κατ᾿ αυτην απλω λογω τους μετεχοντας αυτης ομοτιμως αποφαινουσης, γραφηναι υμιν εκελευσατε, ερω κατα την εμην δυναμιν, μηδεν αποκρυπτομενος, ων παρα σοφων και μακαριων ανδρων παρελαβον· τα πολλα περικοπτων οσα ρηθηναι περι τουτου δια το συντομον ενδεχεται. Λογος αληθης, ως φασι, μυστικως υπαγορευει, τον δεσποζειν κατα χαριν του πεποιηκοτος αυτον Θεου, παντος του ορωμενου κοσμου λαχοντα ανθρωπον, δια του κατα παραχρησιν τροπου, των εμφυτων δυναμεων της εν αυτω νοερας ουσιας, προς τα παρα φυσιν τρεψαντα τας κινησεις, εαυτω τε και τω παντι τουτω κοσμω, την κρατουσαν νυν αυτων αλλοιωσιν και φθοραν, κατα κρισιν εισενεγκασθαι του Θεου δικαιαν· ινα μη προς τα παρα φυσιν αθανατος επ᾿ απειρον η της ψυχης δυναμις αυτω κινουμενω φυλαττοιτο· οπερ εστιν ου μονον κακιας το εσχατον, και της αυτου του ανθρωπου αληθους οντοτης αριδηλος εκπτωσις, αλλα και σαφης της θειας αγαθοτητος αρνησις.
Δια τουτο ο πολυμοχθος ουτος, και πολυστενακτος των ανθρωπων βιος, δια της πολλης αλογιας και αταξιας της αυτον τιθηνουσης υλης, αλλο τε αλλως φερων τε και φερομενος· και ακριβεστερον ειπειν, εν τω φερεσθαι φερων παντας ανθρωπους, των εν αυτω δεινων μετοχους παντας καθιστησι· και ουδενα παντελως αφιησι της αυτου ταραχης ελευθερον. Και τουτο κατα (≡15Β_140≡> τον πρεποντα της του Θεου σοφιας διετυπωθη λογον, ινα τον παροντα βιον παραλογως κατα διαθεσιν υφ᾿ ημων αγαπωμενον, καν οψε ποτε τω πασχειν υπ᾿ αυτου κακως κατα περιστασιν, οσον βλαπτειν οιδεν η προς αυτον φιλιαν μεταμαθοντες, γνωμεν οτι πολυ της προς αυτον ενωσεως ο χωρισμος εστιν ημιν χρησιμωτερος· και το προς αυτον μισος, κατα λογον ενδικως κυρωσωμεν· και φυγοντες την των ορωμενων φυρσιν και ταραχην, προς την των νοουμενων ευσταθη ταυτοτητα σωφρονως τον ποθον μεταθωμαθα.
(=0452=) Αλλ᾿ επειδη και μαστιζομενοι, και μυρια πασχοντες δεινα, της προς αυτον φιλιας τον δεσμον λυειν ουκ ανεχομεθα, κατα προνοιαν ως σοφος και αγαθος, τον της βασιλειας τοις ανθρωποις ο Θεος διετυπωσε νομον· την προγνωσθεισαν δια την ανεσιν εσεσθαι κατα τον βιον πολλην της κακιας λυσσαν αναστελλων πορρωθεν· ινα μη γενωνται κατα τους ιχθυας της θαλασσης, αλληλων οι ανθρωποι παραναλωματα· μηδενος επιστατουντος, και την αδικον του δυνατωτερου κατα του υποβεβηκοτος ορμην κωλυοντος. Δια τουτο, κατα το εικος, ως οιμαι, βασιλεια των ανθρωπων τω γενει αναγκαιως επεισηχθη· σοφιαν παρα Θεου λαβουσα, και δυναστειαν· και η ομοτιμος φυσις εις το αρχειν και αρχεσθαι μερισθηναι συνεχωρηθη. Οπως τη μεν, τασση τους νομιμως τοις θεσμοις της φυσεως πειθομενοις· τη δε, κολαζη δικαιως τους εικειν τουτοις δι᾿ αυθαδειαν γνωμης μη βουλομενους· και την δικαιοσυνην εντευθεν πασι χαριζηται, ποθω και φοβω βραβευομενην· δι᾿ ης το ανωμαλον της του καθ᾿ εκαστον γνωμης απογενομενον, το εν πασι της φυσεως ισον γαληνον τε και ημερον λαμπρως διαδεικνυται. Οπερ ουκ αν εγεγονει ποτε, μη του φοβου κολαζοντος την αφρονα των πολλων προς ατοπιαν ορμην, και βια προς των σωφρονων δι᾿ απειλης αγοντες γαληνοτητα. Ο γαρ πεφυκε λογος τους σωφρονας πειθειν εκουσιως ασπαζεσθαι, τουτο στεργειν ο φοβος τους αφρονας ειωθεν ακουσιως βιαζεσθαι.
Δια ταυτην εγω την αιτιαν τω βιω των ανθρωπων παρεισελθειν (≡15Β_142≡> την βασιλειαν συγχωρηθηναι μεμαθηκα, και αποδεχομαι τον λογον ως αληθη, και της αιτιας διδασκαλον. Ει δε τις και ετερος ταυτης λογος καθεστηκεν αιτιος κατα την θειαν Γραφην, τουτον ειναι μονοις ηγουμαι ληπτον τοις καθαροις την διανοιαν. Πλην δι᾿ ομως, ουδ᾿ ουτος του σκοπου της θειας ολοσχερως απαδει Γραφης. Κακεινη γαρ παραιτησαμενοις ανθρωποις την του Θεου βασιλειαν, συγχωρουντα τον Θεον αφηγειται, καν υφ᾿ εαυτων βασιλευεσθαι· ινα μη το ατακτον της αναρχιας πολυαρχιαν εργασηται και στασιν φθοροποιον εντευθεν τω παντι γενει των ανθρωπων ενεργασηται, μηδενος την αυτων επιμελειαν κατα θειαν ψηφον πεπιστευομενου· και λογω μεν τασσοντος τους δια λογου παιδαγωγουμενους προς ημεροτητα· δυναστειας δε φοβω κολαζοντος, τους την πονηριαν τεκταινοντας· και το εμφυτον της γνωσεως αγαθον γνωμικως τοις παρα φυσιν τροποις εφ’ εαυτων διαφθειροντας.
Οστις ουν βασιλεων, τουτον ουτω φυλαξαι τον νομον της βασιλειας εσπουδασε, Θεου δευτερος επι γης αληθως αναπεφανται, ως θειας βουλης πιστοτατος γενομενος υπουργος, και το βασιλευεσθαι υπο Θεου, βασιλευειν ανθρωπων δικαιως λαχων. Οστις δε τουτον παρωσαμενος τον θεσμον, εαυτω βασιλευειν παντως διεγνω, και ου Θεω, ταναντια τουτοις εικοτως εργασηται· τυραννικως μεν εαυτου (=0453=) τους αγαθους εκτινασσων, και πασης πορρω τιθεμενος βουλης και δυναστειας· νεωτερικως δε τους πονηρους επισπωμενος, και πασης αυτους κυριους της αυτου καθιστων εξουσιας· οπερ εστι των κρατουντων τε και κρατουμενων εσχατον απωλειας βαραθρον. Ημιν δε δοιη Θεος εκουσιως υπ᾿ αυτου βασιλευεσθαι, δια της εκπληρωσεως των ζωοποιων αυτου εντολων· και τους κατ᾿ αυτον επι γης βασιλευοντας, αξιως τιμαν, ως φυλακας των αυτου θειων διαταγματων.

ΕΠΙΣΤΟΛΗ ΙΑ’. ... ΠΕΡΙ ΑΣΚΗΤΡΙΑΣ ΕΞΕΛΘΟΥΣΗΣ ΤΗΣ ΜΟΝΗΣ ...
ΙΑ´. - Του αυτου προς ηγουμενην, περι ασκητριας εξελθουσης της μονης, και μετανοησασης.

(≡15Β_144≡> Οι της αληθειας κηρυκες, και της θειας χαριτος γενομενοι λειτουργοι, οσοι εξ αρχης μεχρις ημων κατα τους εαυτων καιρους εκαστος το σωτηριον ημιν του Θεου διεσαφησαν θελημα, φασι, μηδε ουτω Θεω ειναι φιλον τε και ερασμιον, ως η εκ μετανοιας αληθους επ᾿ αυτον των ανθρωπων επιστροφη. Οπερ μαλιστα των αλλων θειοτερον υπαρχον δειξαι βουλομενος ο θεαρχικος του Θεου και Πατρος Λογος· μαλλον δε και πρωτον και μονον της απειρου αγαθοτητος γνωρισμα, κατα τινα αρρητον συγκαταβασεως τροπον, δια σαρκος ημιν ομιλησαι ηξιωσεν, εκεινα και δρασας και παθων και ειπων, δι᾿ ων εδει ημας, εχθρους οντας και πολεμιους καταλλαγηναι τω Θεω και Πατρι, και της μακαριας ζωης ξενωθεντας, προς αυτην παλιν επαναχθηναι. Ου μονον γαρ τοις θαυμασι τας νοσους ημων ιασατο, και δια παθηματων τας ασθενειας αναλαβων, και δια θανατου αποδους ως υπευθυνος ο αναμαρτητος το ημετερον οφλημα των πολλων και φοβερων ημας ηλευθερωσεν εγκληματων· αλλα και πολυτροπως διδασκων, ισους εαυτω γενεσθαι κατα την φιλανθρωπον εξιν, και την εις αλληλους τελειαν αγαπην, βουλομενους βεβουληται. Δια τοι τουτο, Ουκ ηλθον καλεσαι δικαιους, εβοα, αλλα αμαρτωλους εις μετανοιαν. Και, Ου χρειαν εχουσιν (≡15Β_146≡> οι ισχυοντες ιατρου, αλλ᾿ οι κακως εχοντες. Και, Ζητησαι, και σωσαι το απολωλος, εληλυθεναι. Και, Προς τα προβατα, τα απολωλοτα οικου Ισραηλ απεσταλθαι. Και την βασιλικην ανασωσασθαι εικονα, υπο την δυσωδεστατην των παθων κοπρον γεγενημενην παραγεγονεναι, δια της δραχμης παραβολικως παρηνιξατο. Και, Αμην λεγω υμιν οτι χαρα γινεται εν ουρανω και επι γης, επι ενι αμαρτωλω μετανοουντι. Δια τουτο τον λησταις περιπεσοντα, και γυμνωθεντα πασης περιβολης, και ταις πληγαις ημιθανη γεγενημενον, οινω και ελαιω και καταδεσμοις ανερρωσε· και επι το ιδιον κτηνος αναβιβασας, τω πανδοχει παρατιθεται· και τα προς επιμελειαν αρκουντα δους, επηγγειλατο και τα προσδαπανωμενα δωσειν επανερχομενος. Δια τουτο προς την επιστροφην του ασωτου υιου τον παναγαθον πατερα επικλιθηναι φησι, και ασπασαμενον (=0456=) τον αυτον δια της μετανοιας ανδραμοντα, τω καλλει της πατρικης παλιν κατακοσμησαι δοξης, ουδοτιουν περι των προτερων μεμψαμενον. Δια τουτο το της θειας εκατονταδος αποφοιτησαν προβατον, επι τα ορη και τους βουνους πλανωμενον ευρων, ουκ ελαυνων, ουδε μοχθω κατατριβων προς την μανδραν επανηγαγε των προβατων· αλλα των ωμων επιθεις των ιδιων, προς τα συννομα συμπαθως διεσωσατο. Δια τουτο, Δευτε προς με, παντες οι κοπιωντες και πεφορτισμενοι τη καρδια, καγω αναπαυσω υμας, ανεκραγε. Και, Αρατε τον ζυγον μου εφ᾿ υμας· ζυγον δε λεγων, τας εντολας· ηγουν τον ευαγγελικως ευθυνομενον βιον· φορτιον δε, το δοκουν ειναι της μετανοιας επιπονον· Ο γαρ ζυγος μου, φησι, χρηστος και το φορτιον μου ελαφρον. Και παλιν θειαν δικαιοσυνην και αγαθοτητα διδασκων, παρακελευεται λεγων· Γινεσθε αγιοι· και γινεσθε τελειοι· γινεσθε ελεημονες· γινεσθε οικτιρμονες, (≡15Β_148≡> ως ο Πατηρ υμων ο ουρανιος. Και, Αφετε , και αφεθησεται υμιν. Και, Οσα θελετε ινα ποιωσιν υμιν οι ανθρωποι, ομοιως και υμεις ποιειτε αυτοις. Και τα τοιαυτα. Και απλως, ινα μη καθ᾿ εκαστον λεγων μηκυνω την επιστολην, δια τουτο πορνας δικαιοι μετανοουσας, τελωνας τε προσδεχεται επιστρεφοντας, και του Ευαγγελιου καθιστησι κηρυκας. Δια τουτο ληστας ομολογουντας, και τω θανατω ωνουμενους την σωτηριαν, δια το φοβον συνεπαγεται, και εις τον παραδεισον εαυτω συνεισαγει, των μελλοντων αγαθων πιστουμενος τας επαγγελιας. Δια τουτο διωκτας μαινομενους, σωφρονιζει, δια τον ζηλον, και εθνων αποστολους ανθ᾿ εαυτου χειροτονησας, προβαλλεται· ινα ημεις μαθωμεν φιλανθρωπιαν και ημεροτητα· και μητε ραδιως εαυτων απογινωσκωμεν αμαρτανοντες, και προς τους αμαρτανοντας μη μενωμεν ασυμπαθεις και αναλγητοι· Θεον εχοντες των γινομενων παραδειγμα.
Επειδη ουν ταυθ᾿ ουτως επ᾿ αυτης εχειν της αληθειας, και θελημα Θεου υπαρχειν το παντας ανθρωπους σωθηναι, και εις επιγνωσιν ελθειν αληθειας, εδιδαχθημεν· και της προς ημας αυτου θαυμαστης δια σαρκος επιδημιας αρχην και υποθεσιν μονην την ημων σωτηριαν ειναι μεμνημεθα· θαρρων αιτω την υμετεραν αγιωσυνην, αυτα σοι τα ζωοποια παθηματα του Θεου και Σωτηρος ημων Χριστου, οις ελυτρωθημεν της εξουσιας του σκοτους, ανθ᾿ ικετηριας προβαλλομενος. Πιστευω γε σε γνησιαν ουσαν μαθητιν του Υιου του Θεου, δια πασης της του βιου αγωγης, ζωντα και εμπρακτον εν εαυτη φερειν τον διδασκαλον, ατε δη εκ παιδος δι᾿ ολου αυτω προσχωρησασαν· ινα και δι᾿ εμου μεσιτου του ταπεινου (=0457=) και αμαρτωλου, και μηδεν εχοντος της σης αρετης επαξιον, τιμησης την υπερ υμων αυτου φιλανθρωπον κενωσιν, και προσδεξη μετανοουσαν, και τοις δακρυσιν εκτακεισαν τηνδε την αδελφην. Πολλη γαρ εστι και αφατος η συντριβη της καρδιας αυτης, και του πνευματος η ταπεινωσις, (≡15Β_150≡> επι τε τη αμαρτια η πεπραχε, και τω αφ᾿ υμων χωρισμω, ον πενθοθεν. Μη ουν εξουδενωσης, δουλη Θεου ευλογημενην, καρδιαν συντετριμμενην και τεταπεινωμενην, ην ο Θεος ουκ εξουδενωσεν· αλλ᾿ οικτιρμων και ελεημων, ευσπλαχνος τε και συμπαθης γενομενη, μιμησαι τον δι᾿ ημας εκουσιως υπερ φιλανθρωπιας αποθανειν καταδεξαμενον· και προσδεξασθαι αυτην και ασπασασθαι αξιωσον, και κυρωσαι προς αυτην αγαπην ανασχου. Και στηριξον αυτην λογοις και εργοις φιλανθρωπιας και ημεροτητος, και αρπασον των χειρων του τυραννου, και τα γενομενα αυτη συντριμματα καταδησον συμπαθως· ινα μη πολυ καταβαρηθεισα τη λυπη, τω της απογνωσεως εμπαρη σκολοπι· και απαιτηθωμεν αιμα ψυχης εξ ημων παραφθεισης· η τογε αληθεστερον ειπειν, προδοθεισης τω εχθρω της ζωης ημων, προς το εχειν υφηνιον εις οπερ αν και βουλεται· ην εδει ζην δια της ημων μακροθυμιας και ηπιοτητος· και εγκληθωμεν δικαιως, ως των θειων αμελησαντες και θεληματων και παθηματων. Ομοιως γαρ, καν ει σκληρος ο λογος, αλλ’ ουν αληθης, το αγαθον του Θεου ατιμαζουσι θελημα, και την υπερ ημων αυτου φιλανθρωπον κενωσιν εξουδενουσιν, οσον το επ᾿ αυτοις, οι τε μετανοειν ουκ εθελοντες, και τους μετανοουντας μη προσδεχομενοι· οτι αλληλων οφειλοντες οικειουσθαι τας συμφορας, δια την ομοτιμιαν της φυσεως· ουδ᾿ αυτην την περι ημας του Θεου αγαθοτητα αιδεσθεντες· ει μη τι αλλο περι το ομοφυλον μιμησαμενοι, διεδειχθημεν.
Ως ουν γινωσκουσα, δουλη του Θεου ευλογημενη, οτι ταις των ψυχων ημων διαθεσεσιν η θεια δεοντως εφαρμοζεται δικαιοσυνη, τοιαυτη ημιν γινομενη, οιους αλληλοις εαυτους πεποιημεθα· και τοιουτον ημιν αυτοις τον Θεον καθιστωσα, οιους φθασαντες τοις ομοιοπαθεσιν εαυτους διεθηκαμεν, μη αναβαλη προσδεξασθαι υπτιαις χερσι την σην ικετην και δουλην· αλλ᾿ (≡15Β_152≡> αμελλητι θεομιμητως δια πασης σπουδης επιθες τοις ωμοις το προβατον, και προς την ασφαλη μανδραν συγκομισον, και τοις λυκοις αναλωτον προς το εξης διαφυλαξον· ινα και αυτη τοιουτου τυχοις του φιλανθρωπου Θεου και Σωτηρος Χριστου και κριτου των ολων, κατα την αυτου φοβεραν και υπερενδοξον επιφανειαν, αποδωσοντος σοι ων εσπειρας τους αιωνιους καρπους. Ου και ημεις τυχοιμεν ιλεω τη αυτου χαριτι και φιλανθρωπια· ευχαις και πρεσβειαις της Δεσποινης ημων, της πανενδοξου Θεοτοκου, και παντων των αγιων αυτου. Αμην.

ΕΠΙΣΤΟΛΗ ΙΒ’. ... ΠΕΡΙ ΤΩΝ ΟΡΘΩΝ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΟΥ ΘΕΟΥ ΔΟΓΜΑΤΩΝ ...
(=0460=) ΙΒ´. - Του αυτου, προς Ιωαννην κουβικουλαριον, Περι των ορθων της Εκκλησιας του Θεου δογματων· και κατα Σευηρου του αιρετικου.

(≡15Β_154≡> Καλως εχειν λογισαμενος, μηδεν υμιν των εις εμε ερχομενων περι υμων αυτων, θεοφυλακτοι, αναγγειλαι υποστειλασθαι· τουτο γαρ κελευει ο ημετερος της αληθους αγαπης νομος και νομοθετης και αυτοαγαπη Χριστος· δι᾿ εαυτων αλληλους ημας οικειουσθαι διδασκων· το παρον της επιστολης γραμμα πεποιημαι· δηλων, ως κατα τον Νοεμβριον μηνα της ενεστωσης πεντεκαιδεκατης επινεμησεως, κατελαβε τα ενταυθα Θεοδωρος τις τουνομα καγκελλαριος· ευγενης οντως, και τροπων ελευθεριας ουκ αμοιρων, ως εμε γε εκ των ορωμενων στοχασασθαι δυνατον, γραμμα επιφερομενος παρα της κοινης ημων δεσποινης της θεοφυλακτου Πατρικιας, ως ελεγε κεχαραγμενον, προς τον ευλογημενον δουλον του Θεου, τον ενταυθα πανευφημον επαρχον· χαριν του απολυθηναι τας οικουσας ενταυθα μοναζουσας· της τε μονης της αμμας Ιωαννιας, της απο Αλεξανδρειας, και της επιλεγομενης μονης των Σακερδωτος, της Σευηρου ουσας αιρεσεως· του τοσαυτη χρησαμενου κατα της αληθειας μανια τε ψευδους και περιουσια, ως και μεχρι της σημερον τη αγια του Θεου Εκκλησια διοχλησαι αρκειν. Ουδενι δε αλλω απ᾿ ουδενος ετερου το συνολον των υπουργειν εκεισε αποταγεντων τη θεοφυλακτ·ω Πατρικια αρχοντων, ουδ᾿ εως συλλαβης ψιλης διεκομισεν. Οθεν καγω συν πολλοις αλλοις εθαυμασα, τις, εν εμαυτω (≡15Β_156≡> διαπορων, ο λογος καθ᾿ ον ουδεν μοι δι᾿ αυτου ηξιωσε δηλωσαι ο θεοφυλακτος μου δεσποτης· και πολυν, ως εικος, οπερ φιλει συμβαινειν εν τοις τοιουτοις, ως ιστε, δεσποτα, τοις πιστοις λαοις γογγυσμον εποιησε το τοιουτον γραμμα· και το περι την δεσποιναν την πανευφημον Πατρικιαν παρα τη καθολικη του Θεου Εκκλησια σεβας μικρου εμειωσε· και παντας τους ταυτην οικουντας την Αφρων χωραν, προληψεσι χρησταις περι αυτης ηδη προκατειλημμενους διεσεισεν, ει μη πρεπουση τη αυτου συνεσει μεθοδω χρησαμενος ο λεχθεις πανευφημος επαρχος, ψευδες ειναι το γραμμα και νοθον πανταχου διεφημισε· και αγανακτειν κατα του καγκελλαριου προσεποιησατο, και τοις ανασυρεισι των αιρετικων προφασει του τοιουτου γραμματος, των τε απο Αλεξανδρειας και Συριας δεοντως εχρησατο· τους μεν φυλακαις, τους δε και πληγαις παιδευσας, μη υβριζειν λεγων τας προληψεις της δεσποινης ημων Πατρικιας. Ισχυριζοντο γαρ αναιδως, ερειδομενοι, ως ειπον, τω γραμματι χαιρειν αυτην τοις αυτων δογμασι· (=0461=) και πασι λεγειν ου παρητουντο ψευδομενοι, ων Θωμας ο λεγομενος αυτων επισκοπος, των επ᾿ αδειας προς αυτην παραγινομενων, και μεγαλως παρ᾿ αυτης τιμωμενων εις ων τυγχανει· οπερ παντων μαλιστα τους παντας εταραξε τε και εσκανδαλισεν. Ωστε καμε εξ αναγκης τοτε κληθεντα απελθειν, ελεγξαι τε τους τουτο ειπειν τολμησαντας κατα προσωπον, και τους ακουσαντας πεισαι, ως ουδαμως χαριτι του Σωτηρος Χριστου η αυτην, η ο εν αγιοις γενομενος συμβιος καθοτιουν αιρετικοις προσπεπονθασιν. Ομοιως δε και αλλοι πολλοι των ενταυθα επιξενουμενων ευλαβεστατων μοναχων, και μαλιστα οι ευλογημενοι δουλοι του Θεου και Πατερες ημων, οι επικλην Ευκραταδης τα αυτα λεγοντες, τους πολλους εποιουν της τοιαυτης ψευδους υπονοιας εκτος. Και απλως ειπειν, δια παντος τροπου εληλυθεν ο ειρημενος πανευφημος ανηρ, παντος μωμου καθαραν (≡15Β_158≡> αυτην αποδειξαι, και πιστην τω Θεω, και τιμιαν ουσαν φανερωσαι τοις πασι προθεμενος.
Εγω δε ουπω της επι τουτο αμφιβολιας ελευθερος γεγονα, ο μαλιστα τα υμετερα οικειουμενος, ο μικρος και ουδενος αξιος, των μεγαλων και της θειας ηξιωμενων χαριτος· ασχαλλων ετι περι τουτου, και ουκ εχων τι κρινας ψηφιζομαι. Την τε γαρ κοινην ημων δεσποιναν την πανευφημον Πατρικιαν επι της αρραγους της πιστεως πετρας βεβηκυιαν εκ προγονων ειδως και μηδεν αλλο σχεδον αναπνειν δεδιδαγμενην, η την ορθην εις Θεον πιστιν, την κατα την του Θεου καθολικην Εκκλησιαν κηρυττομενην, πιστευειν ουκ εχω αυτης υπαρχειν το γραμμα. Και παλιν ορων ορκοις φρικτοις πιστουμενον καγκελλαριον, και επι τουτω και μονον παρ᾿ αυτης πεπεμφθαι ενταυθα διαβεβαιουμενον, φοβερον ηγουμαι το μη πιστευειν· και μεσος ειμι δυο λογισμων εστως μεθοριος, ουκ εχων τον νικωντα ευρειν, και προς εαυτον της ψυχης επισπασθαι δυναμενον την συγκαταθεσιν. Πλην, δεσποτα μου ευλογημενε, ινα ταληθες ειπω, και παν ο κρινειν δεδυνημαι εξαγορευσω· και δεξασθε με εκ πολλου πονου ψυχης δια την προς υμας αγαπην τολμηρως παρρησιαζομενον· ει τω οντι βουλησει και γνωμη των θεοφυλακτων υμων, το υπερ των ειρημενων αιρετικων γυναικων γραμμα παρ᾿ αυτης γεγενηται· οπερ θαυμαζω, ουκ αποδεχομαι· ουκ εξω βαρους ειναι υμας τεκμαιρομενος. Ακουω γαρ της θειας διδασκουσης Γραφης, ως Ιωσαφατ ο ευσεβης εκεινος και πιστος της Ιουδαιας γενομενος βασιλευς, τω Αχααβ βασιλει του Ισραηλ, πολλοις ρεπυπωμενω ειδωλολατρειας μολυσμοις, κατα της Συριας ποτε κινησαντι πολεμον συμμαχησας, ηγανακτηθη τε και ενεγκληθη υπο του Θεου, προς αυτον ουτω δια του προφητου φησαντος· Ει ανθρωπω μισουμενω μοι, και εχθραινοντι Κυριω τω Θεω συ βοηθεις; Ει δε αλλοις ισως υποθεμενοις τουτο πεισθεισα (≡15Β_160≡> πεποιηκεν, ουδ᾿ ουτως τω γενομενω προστιθεμαι, (=0464=) τον ῾Ροβοαμ εκεινον τον του μεγαλου Σολομωντος υιον ενθυμουμενος, τον δια του προκριναι της των πρεσβευτερων βουλης την των νεωτερων, το πλειστον της εαυτου βασιλειας υποτεμομενον· αμα δε και κανονικοις πραγμασι εγχειρειν οις μη θεμις απωμοτον γινωσκων, και μαλιστα γυναιξιν, αις το σιωπαν αναπνοης προσφορωτερον ο θειος απεφηνατο λογος.
Ου δει ουν αιρετικοις καθ᾿ οιον δηποτε τροπον, ως αιρετικοις, βοηθειν, ει και πασι παντα μετελθειν αδεως επετετραπτο· δια τε τας ειρημενας αιτιας, ινα μη τω Θεω προσκρουοντες λαθωμεν· και μη καλον ειναι διδοναι αυτοις αδειαν εμπομπευειν τω οικειω ψευδει, και ανασειεσθαι κατα της ευσεβειας· ινα μη δι᾿ ημων εμφανισθεντες, οφεως δικην, των αφελεστερων τινας απατης δηγματι δυνηθωσι της κατα την πιστιν ασφαλους βασεως κατασεισαι· και ευρεθωμεν και ημεις, ως ου θελομεν, της υπερ τουτου επηρτημενης αυτοις συμμετεχοντες δικης. Ουτω γαρ καταρχας τη συνηθει χρησαμενος και περι αυτας συμπαθεια ο πανευφημος επαρχος, ως και πολλου χρυσιου αξιον οινον αυταις δωρησασθαι προς καταμονην μετα της λοιπης των χρειων δαψιλους επιδοσεως· ως ηυρε τη οιησει της υπερηφανιας τυφωθεισας αυτας, απετραπη. Ευθυς γαρ, ωσπερ εξ επιταγματος, του συναγειν ηρξαντο, και υποσειρειν πιστων θυγατερας· κρυπτειν τε και αρνεισθαι τους γονεας, εφ᾿ ικανον αυτας επιζητουντας χρονον· και ιλασμους, και παραβαπτισματα ποιειν τολμαν· και δια πολλης πολλακις ελθων προς αυτας παρακλησεως ταυτα μαθων, και των μεν τοιουτων παυσασθαι πραγματων, ενωθηναι δε τη αγια του Θεου Εκκλησια επι πολυ παραινεσας, και μηδεν (≡15Β_162≡> ανυσας· τελος, ως μεγα ειδε και ασχετον ηδη γινομενον το κακον, και τους δημους των πιστων υπολαλουντας τα γινομενα, φοβηθεις μη τι εις αυτας ατακτον προελθοι, θυμω ζεσαντος επ᾿ αυταις του πιστου πληθους των ῾Ρωμαιων, μηδ᾿ αυτης ψιλης ονομασιας των αιρετικων ανεχομενου, βουλης και γνωμης περι τουτου γενεσθαι βασιλικης πρεπον και εννομον ηγησαμενος, παντα δι᾿ αναφορας, αμα τω αγιωτατω αρχιεπισκοπω, και τοις ενδοξοτατοις των ενταυθα λογασι, τω ευσεβεστατω ημων βασιλει, και τοις αγιωτατοις πατριαρχαις τω τε ῾Ρωμης και τω Κωσταντινουπολεως ανηγαγε. Και δη γαληνον του πιστοτατου ημων βασιλεως, και ιερον των μακαριωτατων πατριαρχων δεξαμενος γραμμα, παρακελευομενον παντας μεν αιρετικους της χωρας ελαυνεσθαι, τους τη ιδια κακοδοξια εμμενοντας· τας δε ειρημενας γυναικας βουλομενας μεν τη αγια και αχραντω και ζωοποιω της καθολικης Εκκλησιας προσελθειν, εχειν τα ιδια κοινοβια απαρεγχειρητα· ανανευουσας δε τη τε αληθεια, και τω βασιλικω εικειν μη πειθομενας θεσπισματι, διηνεκως εν τοις των ορθοδοξων ασκητηριοις κατα μιαν διηρησθαι, και τα πραγματα αυτων κατα τον νομον, οις μαλιστα (=0465=) θαρρουσαι τους αυτας πλανωντας δαψιλως παρετρεφον, τω δημοσιω προσχωρηθηναι ταμειω· εποιησε παντα σπουδαιως καθως εκελευσθη. Παντας μεν χαριτι Χριστου πεισας τους απο Συριας αιρετικους, Αιγυπτου τε και Αλεξανδρειας και Λιβυης, προσελθειν τη αγια του Θεου Εκκλησια· των δε ειρημενων γυναικων, τας μεν απο της μονης των Σακερδωτος, αφρονως προς την κελευσιν του ευσεβους δεσποτου δια την συντροφον υπερηφανιαν ενεχθεισας, διανειμας εις τα ευαγη των ορθοδοξων ασκητηρια, πληρωσεως ενεκεν των ευσεβως κεκελευσμενων, και τας μεν παρακλησει, τας δε και υποπτωσει, και παντα πασαις δια τον Θεον γενομενος· οψε ποτε το δεον μεταμαθουσας, ενωθηναι τη του Θεου καθολικη Εκκλησια πεισας, συν αλλοις πολλοις κοινοβιοις· τας δε της αμμας Ιωαννιας, εμφρονως μαλα γε εικοτως, δια την προλαμπουσαν (≡15Β_164≡> των εκκλησιαστικων δογματων αληθειαν, μετα πασης χαρας προσελθουσας, αποκατεστησεν πασι τε και πασαις τα ιδια μοναστηρια· μισθον επαξιον της αυτου περι τα θεια μεγαλοφυιας ευραμενος, το και αποστολικοις κοσμηθηναι χαρισμασι, και στομα Κυριου γνησιον χρηματισαι, κατα το φασκον θειον λογιον, Εαν εξαγαγης τιμιον εξ αναξιου, ως στομα μου εση. Μαλλον δε της μενουσης αυτον θειας αμοιβης προοιμιον, και της συν Χριστω δοξης αρραβωνα πιστοτατον, τουτο το μεγα και θαυμαστον εργον κομισαμενος.
Ου θελων δε τους αιρετικους θλιβεσθαι, ουδε χαιρων τη κακωσει αυτων, γραφω ταυτα, μη γενοιτο, αλλα τη επιστροφη μαλλον χαιρων και συναγαλλομενος. Τι γαρ τοις πιστοις τερπνοτερον, του θεασθαι τα τεκνα του Θεου τα διεσκορπισμενα, συναγομενα εις εν. Ουτε υμιν του φιλανθρωπου το απηνες παραινων προτιθεναι· μη ουτω μανειην· αλλα μετα προσεχειας και δοκιμασιας ποιειν τε και ενεργειν τα καλα εις παντας ανθρωπους, και πασι παντα γινομενους, καθως εκαστος επιδειται υμων, παρακαλων· προς μονον το καθοτιουν αιρετικοις συναρασθαι εις συστασιν της φρενοβλαβους αυτων δοξης, σκληρους παντελως ειναι υμας και αμειλικτους βουλομαι τε και ευχομαι. Μισανθρωπιαν γαρ οριζομαι εγωγε, και αγαπης θειας χωρισμον, το τη πλανη πειρασθαι διδοναι ισχυν εις περισσοτεραν των αυτη προκατειλημμενων φθοραν.

ΕΚΘΕΣΙΣ ΟΡΘΗΣ ΟΜΟΛΟΓΙΑΣ
Εκθεσις ορθης ομολογιας.

Προ δε παντων και επι πασι, νηφειν τε και αγρυπνειν και παρατηρεισθαι των κλεπτων τας εφοδους, ινα μη συληθεντες υπ᾿ αυτων λαθωμεν· φυλαξομεν δε μαλλον το μεγα και πρωτον (≡15Β_166≡> της σωτηριας ημων φαρμακον· την καλην λεγω της πιστεως κληρονομιαν ομολογουντος ψυχη τε και στοματι μετα παρρησιας, ως οι Πατερες ημας εδιδαξαν. Οιτινες τοις εξ (=0468=) αρχης αυτοπταις και υπηρεταις γενομενοις του Λογου επομενοι, τον ενα της αγιας και ομοουσιου, αχραντου τε και μακαριας Τριαδος τον Υιον του Θεου Θεον Λογον το απαυγασμα της δοξης και χαρακτηρα της πατρικης υποστασεως, τον πασης ορατης τε και αορατου κτισεως δημιουργον, τον απειρον, τον αοριστον, τον αορατον, τον ακαταληπτον, τον απερινοητον, τον παντα μονη ροπη του θεληματος και ποιησαντα και συνεχοντα· τον αγαθοτητι αμετρον, εφασαν ενανθρωπησαι δι’ ημας, και σαρκωθηναι εκ της αγιας πανενδοξου αειπαρθενου Μαριας, της κυριως και κατ᾿ αληθειαν Θεοτοκου· σαρκα εξ αυτης ενωσαντα εαυτω καθ᾿ υποστασιν την ημιν ομοουσιον, εψυχωμενην ψυχη λογικη τε και νοερα ουδ᾿ ως εν ριπη οφθαλμου προϋποστασαν, αλλ᾿ εν αυτω τω Θεω και Λογω, και το ειναι και το υποστηναι λαβουσαν· και τελειον οντα Θεον γενεσθαι τελειον ανθρωπον· μητε το Θεος ειναι αποθεμενον δια το γενεσθαι ανθρωπον, οπερ ουκ ην· μητε κωλυθεντα γενεσθαι οπερ ουκ ην, ανθρωπον, δια το μεμενηκεναι οπερ ην και εστι, Θεος· αλλα τουτο οντα, κακεινο γενεσθαι, εκατερον τε απαληθευοντα, το θειον ομου και ανθρωπινον πιστουσθαι θαυμασι θειοις και παθημασιν ανθρωπινοις και κατα μεν την εαυτου προς τον Πατεραν φυσιν τε και ουσιαν, ακτιστον, αορατον, απεριγραφον, αναλλοιωτον, ατρεπτον, απαθη, αφθαρτον, αθανατον, δημιουργον των απαντων· κατα δε την της σαρκος αυτου φυσιν και υμετεραν, τον αυτον κτιστον, παθητον, περιγραπτον, χωρητον, θνητον· τον αυτον μεν, ου κατα το αυτο δε, δια τα εξ ων και εν οις το ειναι εχει· ομοουσιον τον αυτον τω Θεω και Πατρι κατα την θεοτητα, και ομοουσιον ημιν τον αυτον κατα την ανθρωποτητα· διπλουν την φυσιν, ητοι την ουσιαν· δια τον μεσιτην οντα Θεου και ανθρωπων, δειν κυριως αποσωζειν (≡15Β_168≡> την προς τα μεσιτευομενα φυσικην οικειοτητα, τω υπαρχειν αμφοτερα· οπως αυτη τη αληθεια εν εαυτω και δι᾿ εαυτου, συναψας τοις επουρανιοις τα επιγεια, την υλικην των ανθρωπων φυσιν, την εκ της αμαρτιας πολεμωθεισαν, τω Θεω και Πατρι προσαγαγων σωθεισαν, φιλωθεισαν τε και θεωθεισαν· ουκ ουσιας ταυτοτητι, αλλα δυναμει αρρητω της ενανθρωπησεως· θειας κοινωνους φυσεως, δια της εξ ημων αγιας αυτου σαρκος, ως απαρχης και ημας απεργασηται. Διο και Θεος ομου και ανθρωπος ο αυτος, πραγματι και ου κλησει μονη υπαρχων γινωσκεται· ου διπλουν δε την υποστασιν, ητοι το προσωπον· δια το ενα και τον αυτον, και προ σαρκος ειναι, και μετα σαρκος μεμενηκεναι· μηδε μιας γινομενης προσθηκης τη αγια Τριαδι, η υφαιρεσεως, εκ της του Λογου σαρκωσεως· τον αυτον παθοντα μεν σαρκι υπερ ημων· δια παντος δε τον αυτον θεοτητι οντα απαθη και διαμενοντα· ωστε και την σωτηριαν ειναι την ημετεραν εν τω θανατω του μονογενους Υιου του Θεου· ω του παραδοξου και ανεκφραστου μυστηριου! και την θεϊκην της ουσιας αυτου προς τον Πατερα δοξαν τε και ταυτοτητα, διηνεκως μενειν ανελαττωτον.

ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ· ΚΑΙ ΠΩΣ ΕΥΣΕΒΩΣ ΔΕΙ ΔΥΟ ΦΥΣΕΙΣ ΟΜΟΛΟΓΕΙΝ ΕΠΙ ΧΡΙΣΤΟΥ ΜΕΤΑ ΤΗΝ ΕΝΩΣΙΝ
(=0569=) Περι διαφορας· και πως ευσεβως δει δυο φυσεις ομολογειν επι Χριστου μετα την ενωσιν.

Τουτων ουτω σοφως κατα την υγιη εννοιαν τοις ιεροις της Εκκλησιας διδασκαλοις διηγορευμενων, ευσεβες παντως εστιν, αυτοις και ημας επομενους, ομολογειν δυο μεν φυσεις ανομοιους κατα την ουσιαν ειναι, τας συνελθουσας προς την αρρητον ενωσιν· ασυγχυτους δε ταυτας μεμενηκεναι δοξαζειν, και μετα το ενωθηναι· του ασυγχυτους αυτας μεμενηκεναι λεγειν, ου διαιρεσιν (≡15Β_170≡> την οιανουν παρεισαγοντος· μη γενοιτο πωποτε! αλλα την διαφοραν ατρεπτον μενειν σημαινοντος. Ουτε γαρ ταυτον εστι διαφορα και διαιρεσις. Διαφορα μεν γαρ εστι λογος, καθ᾿ ον αλληλων διαφερει τα υποκειμενα· και του πως ειναι δηλωτικος· τουτεστι, το ειναι την σαρκα τη φυσει και τη ουσια, οπερ εστι· και το ειναι παλιν τον Θεον Λογον τη φυσει και τη ουσια, οπερ εστιν. Διαιρεσις δε εστι, τομη διαμπαξ, ητοι δι᾿ ολου τα υποκειμενα τεμνουσα, και ιδια και ανα μερος και καθ᾿ εαυτα υφεστωτα, και αλληλων κεχωρισμενα τιθεισα. Ει τοινυν ο τοιουτος λογος και μετα την ενωσιν σωζεται, ο μη τετραφθαι δεικνυς εις σαρκα τον Λογον, και την σαρκα του κατα φυσιν ορου μη εκστασαν· αλλ᾿ εκατερον καθο πεφυκε κατ’ ουσιαν μεμενηκαι πιστουμενος, ει και γεγονεν ενωσις· πως ου δικαιον παντως την των συνελθουσων φυσεων διαφοραν ομολογειν και μετα την ενωσιν σωζεσθαι; Ει δε τουτο ουκ αμφιβεβληται, ως αυτην εχων μαρτυρα πιστον την αληθειαν, φανερον υπαρχει πασι και ευδηλον, ως τα συνελθοντα μενει ασυγχυτα· μητε της θεοτητος εις σαρκα τραπεισης, μητε της σαρκος εις θεοτητος φυσιν μεταβληθεισης. Ποιος ουν λοιπον υπολελειπται λογος, ει φοβω Θεου αγεσθαι παντες ανθρωποι, και πανταχου την αληθειαν αυτην των θειων δογματων κανονα, και ουχι την εαυτων πταιστην υπονοιαν εχειν βουληθωμεν, ο αποδειξαι δυναμενος, ως ουκ ευλογον ομολογειν τα σωζομενα.

ΕΤΕΡΩΣ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ
Ετερως περι των αυτων.

Προς τουτοις δε πασι, τους λογους των συνελθοντων σωζομενους αει οι Πατερες διδασκουσιν· αυτα δε ταυτα τα συνελθοντα, προς εν αμφω συντελειν προσωπον του Υιου και μιαν υποστασιν. Ει δε τουτο, πως ου χρεων παλιν κατα τους Πατερας, (≡15Β_172≡> δια μεν του ειδεναι σωζομενους τους λογους, την διαφοραν λεγειν· και μετα την ενωσιν σωζεσθαι εν ιδιοτητι τη κατα φυσιν των συνελθοντων εκατερον· δια δε του ομολογειν ως προς εν αμφω συντελουσι προσωπον του Υιου και μιαν υποστασιν, ακριβως γινωσκειν ως αδιαιρετα ταυτα πεφυκασιν. Οτι δε η των (=0472=) συνελθοντων διαφορα, και αυτα δε ταυτα τα συνελθοντα σωζεται μετα την ενωσιν, πασης τροπης εκτος και συγχυσεως, ο αγιωτατος της Εκκλησιας φωστηρ Κυριλλος, ω και προστεθησθαι περισσως υποκρινονται οι τη αγια του Θεου διακενης πολεμουντες Εκκλησια, αρκεσει μαρτυρων εν μεν τω δευτερω κατα των Νεστοριου δυσφημιων τομω, γραφων ταδε· "Παρενηνεγμενου γε μην εις μεσον ημιν μυστηριου του κατα Χριστον, ο της ενωσεως λογος, ουκ αγνοει μεν την διαφοραν, εξιστησι δε την διαιρεσιν· ου συγχεων η ανακιρνων τας φυσεις· αλλ᾿ οτι σαρκος, και αιματος μετεσχηκως ο του Θεου Λογος, εις δη παλιν και ο αυτος Υιος νοειται και ονομαζεται." Εν δε τη Προς Ανδρεαν τον μεμψαμενον το τριτον των κεφαλαιων απολογια, ουτω λεγων· " Αμοιρησειε δ᾿ αν και μωμου παντος, το ειδεναι τυχον, ως ετερα μεν εστι και κατα φυσιν ιδιαν η σαρξ, παρα γε τον εκ Θεου Πατρος φυντα Λογον· ετερος δ᾿ αυ, κατα γε τον της ιδιας φυσεως Λογον ο μονογενης. Αλλ᾿ ου το ειδεναι ταυτα, μεριζειν εστι τας φυσεις μετα την ενωσιν." Ιδου και το μετα την ενωσιν σαφως τεθειται τω μεγαλω Κυριλλω, ευσεβως τοις πιστοις και νοουμενον κατ᾿ αυτον και λεγομενον. Το γαρ μηδαμως τι βεβλαφθαι τον του ειναι των ενωθεντων λογον εκ της ενωσεως, δηλοι, και το μη θατερω θατερον φυρηναι, δια το επ᾿ αμφοιν κατα την υποστασιν εν· σωζεσθαι δε μαλλον και μενειν, καθ᾿ ο εκατερον ειναι τη ουσια πεφυκεν. Τουτο γαρ και ο σοφος επισταμενος Κυριλλος, διαρρηδην φησι· "Μητε συγκεχυσθαι αλληλαις τας φυσεις, τω προς μιαν συντελειν υποστασιν του Υιου· μητε διηρησθαι αλληλων, (≡15Β_174≡> τω ετερον και ετερον [κατα την ουσιαν δηλονοτι] ειναι τε και μενειν και νοεισθαι μετα την ενωσιν·" και εκαστην μετα της φυσικης ιδιοτητος και διαφορας· καθ᾿ ην ο τε Λογος Θεος εστι κατα φυσιν, και ου σαρξ· ει και οικειαν εποιητο την σαρκα οικονομικως· και η σαρξ σαρξ εστι κατα φυσιν, ου Θεος, ει και ιδια γεγονε του Θεου Λογου δια την ενωσιν.
Πως ουν ουκ αναγκαιον, ευσεβες τε και πρεπον, κατα την των Πατερων διδασκαλιαν, λεγοντες την διαφοραν μετα την ενωσιν σωζεσθαι· και τας δυο φυσεις ειναι τε και σωζεσθαι εν τω ενι Χριστω, εξ ων και εστι, δοξαζειν μετα την ενωσιν, ων η διαφορα; τοσαυτα γινωσκοντας και τα συνελθοντα προς την αδιασπαστον ενωσιν, καθοτιουν τροπην εις αλληλα η μεταβολην ου δεξαμενα; Πασα γαρ πως αναγκη τινων διαφεροντων ειναι πασαν διαφοραν· και οπου νοεισθαι ειναι δαφοραν δυνατον, εκει υπαρχειν παντως και τα διαφεροντα. Συνεισαγωγικα γαρ αλληλων τροπον τινα τα τοιαυτα οντα τυγχανει· (=0473=) ωσπερ τα αιτια και τα αιτιατα, ως προς τι επι της αυτης ουσιας νοουμενα. Ει γαρ ποιητικον εστι της εν Χριστω διαφορας το ετεροουσιον των εξ ων συνεστηκεν, ως αιτιον· παντως και η διαφορα δηλωτικη τυγχανει ως αιτιατον της των ενωθεντων φυσικης ετεροτητος ως ιδιας αιτιας. Συνεισαγεσθαι γαρ, ως ειρηται, αλληλοις τα τοιαυτα πεφυκε· και λεγομενου θατερου, αναγκη παντως ομολογειν και το ετερον· και αναιρουμενου παλιν ενος, μηδε το ετερον ειναι λεγειν ακολουθον. Δει ουν και δυο λεγειν, ινα μη ψιλην την διαφοραν εισαγωμεν· και επι τουτω και μονω κεχρησθαι τω αριθμω, προς δηλωσιν του μεμενηκεναι των συνελθοντων την διαφοραν, ως σωζομενων μετα την ενωσιν, και ου διηρημενων· προς τω και ραον ειναι αληθες, εκ της των πραγματων μαλλον σημαντικης προφορας δεικνυσθαι την διαφοραν, η εκ μονης της φωνης διαφορα πιστουσθαι ειναι τα πραγματα.

ΟΤΙ ΑΡΙΘΜΟΣ ΟΥΤΕ ΔΙΑΙΡΕΙ, ΟΥΤΕ ΔΙΑΙΡΕΙΤΑΙ· ΟΥΤΕ ΔΙΑΙΡΕΣΙΝ ΕΙΣΑΓΕΙ ΚΑΤΑ ΤΟΝ ΙΔΙΟΝ ΛΟΓΟΝ...
Οτι αριθμος ουτε διαιρει, ουτε διαιρειται· ουτε διαιρεσιν εισαγει κατα τον ιδιον λογον το συνολον οις επιλεγεται.

(≡15Β_176≡> Ει δε τινες του αληθους το δοξαν προτιμωντες, φασι τον αριθμον διαιρετικον ειναι η διαιρετον, η διαιρεσεως εισαγωγικον· και τουτο τον ουκ οντα φοβουμενοι φοβον, δυο φυσεις επι Χριστου τας συνελθουσας σωζεσθαι λεγειν παραιτουνται μετα την ενωσιν, ινα μη τομη και μερισμος τω μυστηριω της ενανθρωπησεως παρεισκρινηται, ου συνορω τις ο λογος αυτοις της περι τουτο συνεσεως. Η γαρ σοφωτερους εν τουτω των χρησαμενων τη τοιαυτη φωνη αγιων Πατερων, και διαιρεσιν ουδεμιαν υποπτευσαντων εαυτους αποφαινουσιν· ως δη τι πνευματικωτερον αυτων τοις θειοις εμβατευειν δυνασθαι απατωμενοι, η τους των οντων καθ᾿ εαυτους διασκεπτομενοι λογους, τη περι το δοξαν οιησει φυσωμενοι, το αληθες αυτους διαλαθον ουκ επεγνωσαν. Επει τις αγνοει των οποσουν τα θεια των Πατερων ησκημενων διδαγματα, οτι πας αριθμος κατα τον μεγαν και θεοφορον Γρηγοριον, του ποσου των υποκειμενων εστι δηλωτικος, αλλ᾿ ου της διαιρεσεως των πραγματων, καθα τουτοις δοκει; Πως γαρ αν και διαιρειν δυνησηται, ηδεως αν αυτους ηρομην, το κατ᾿ ουσιαν μη υφεστως; ουσιας γαρ υφεστωσης, το, τι δραν πεφυκεναι περι τι ετερον δυνασθαι. Πως δε και διαιρεθησεται, το πασχειν μη δυναμενον κατα τον ιδιον λογον; Συμβεβηκοτος γαρ, ητοι ποιοτητος τουτο υπαρχειν ιδιον, οι περι ταυτα δεινοι απεφηναντο, των εν υποκειμενω ειναι λεγομενων. Ει δε ουτε διαιρειν, ουτε διαιρεισθαι κατα τον ιδιον λογον ο αριθμος δυναται. Ουτε γαρ ποιειν πεφυκεν, ουσιας γαρ· ουτε πασχειν, συμβεβηκοτος γαρ· ουτε διαιρεσιν εαυτω συνεισαγειν εξ αναγκης (=0476=) δυνησεται των πραγματων, ως εχουσι προ του αριθμου φυσεως τε και θεσεως, (≡15Β_178≡> και της προς αλληλα σχεσεως, μενοντων αραροτων, και μετα το αριθμηθηναι, ουδεν δια τον αριθμον το συνολον παθοντων καινοπρεπες. Δεκα γαρ ανθρωπους φερε ειπειν, η ει τι αλλο των καθ᾿ αυτα υφεστωτων λεγοντες, και ποσον διηρημενον σημαινοντες· ου το καθ᾿ αυτους ειναι , και αλληλων διωρισθαι ταις υποστασεσι δια του αριθμου τοτε ειληφεναι γινωσκομεν· αλλ᾿ αυτους δι᾿ εαυτους και ου δια τον αριθμον τουτο οντας, και τοσουτους, ου τη διαιρεσει· τω δε ποσω δια του αριθμου εδηλωσαμεν. Και παλιν λιθον λεγοντες διχροον η πεταχροον, και οσα συνεχους υπαρχει ποσου, ου διαιρουμεν εις λιθους δυο η πεντε τον ενα λιθον· ουτε αλληλων τα εν αυτω χρωματα τεμνομεν, αλλα περι αυτον και εν αυτω ως υποκειμενω ασυγχυτως τοσαυτα οντα σημαινομεν· μηδεμιας γενομενης, η συμβηναι δυναμενης τω λιθω τομης η διαιρεσεως, εκ του περι αυτον αριθμηθεντος συνεχους των χρωματων ποσου· ωσπερ ουδε τοις χρωμασι συγχυσεως η φυρσεως εκ του περι τον λιθον υποκειμενου ενος. Και γαρ το μοναδικον τω υποκειμενω εχων ο λιθος, και το περι αυτον των χρωματων αδιαιρετως κεκτημενος δεικνυται ποσον. Ομοιως δε και τα αυτου του λιθου χρωματα, ως τω ποιω αλληλων διαφεροντα, το ποσον κεκτημενα το προς εν παλιν συντελειν κατα συνθεσιν του λιθου υποκειμενον, το μοναδικον ασυγχυτως εχουσι, και εστιν εις και ο αυτος λιθος, μητε τω ποσω των χρωματων διηρημενος, μητε τω μοναδικω του υποκειμενου συγκεχυμενος. Διαφορους δε λογους κεκτημενην εχων την υπαρξιν, κατ’ αλλον μεν, αριθμον επιδεχεται· κατ’ αλλον δε, τουτον ου προσιεται. Πας ουν αριθμος ου της σχεσεως αυτης των πραγματων· διαιρεσεως φημι και συνεχειας· αλλα της ποσοτητος ων τυγχανει δηλωτικος, τον του ποσον ειναι το ποσον, αλλ᾿ ου του πως υπαρχειν λογον εισαγων. Πως γαρ αν και συνεισαγειν εαυτω δυνησηται τας σχεσεις των πραγματων, και προ αυτου ουσας, και ανευ αυτου γνωσθηναι δυναμενας, και μηδεμιαν προς αυτας (≡15Β_180≡> εχων οικειοτητος εμφασιν, μεσω τω ποσω αυτων διειργομενος; Πληθος γαρ ανθρωπων ορωντες, η ιππων, η βοων, και οσα τοιαυτα· το μεν καθ᾿ αυτους υπαρχειν, και ταις υποστασεσιν ιδικως διηρησθαι εκαστον, και του αριθμου χωρις, ως προειπον, τουτο οντας γινωσκομεν· προς δηλωσιν δε της τουτων ποσοτητος του αριθμου χρηζοντες, της σχεσεως ουδαμως αυτον τιθεμεθα αιτιον· οτι μηδε προς το γνωναι αυτην παντελως αυτου δεδεημεθα. Και παλιν η λιθον η ανθος η ζωον πολυχρωματον θεωμενοι, και οσα τουτοις ομοια· προς μεν το ποικιλως αυτα κεχρωσθαι ειδεναι, ουδαμως αριθμον παραλαμβανομεν· προς δε το γνωναι εθελειν την των εν αυτοις χρωματων ποσοτητα, χρηζειν αυτου ουκ αρνουμεθα.

ΠΩΣ ΕΥΣΕΒΩΣ ΠΡΟΣ ΔΗΛΩΣΙΝ ΤΗΣ ΔΙΑΦΟΡΑΣ Ο ΑΡΙΘΜΟΣ ΠΑΡΑΛΑΜΒΑΝΕΤΑΙ
Πως ευσεβως προς δηλωσιν της διαφορας ο αριθμος παραλαμβανεται.

Ωστε ου το ποσον ειναι μεν δηλοι, ποιει η εισαγει διαιρεσιν· αλλα ποσον μεν δηλοι, διαφοραν δε εισαγει. Ωσπερ γαρ πασα διαφορα ποσου τινος αριθμον επιδεχομενου εστι δηλωτικη, τον του πως ειναι λογον εισαγουσα· το γαρ αποσον, και αδιαφορον παντως, ως απλουν τη ουσια και τη ποιοτητι· ουτω και πας αριθμος ποσου τινων διαφεροντων, κατα τον του πως ειναι, η τον του πως υφεσταναι λογον υπαρχω δηλωτικος, της διαφορας των υποκειμενων, και ου της σχεσεως εστιν εισαγωγικος. Οτι δε ταυθ᾿ ουτως επ᾿ αυτης εχει της αληθειας, και οτι πας αριθμος διαφορας και ου διαιρεσεως εστι δηλωτικος, μαρτυρει τω λογω παλιν ο αγιωτατος Κυριλλος εν τη προς Ευλογιον επιστολη, γραφων ουτως επι λεξεως· " Ουτω και επι Νεστοριου, καν λεγη δυο φυσεις, την διαφοραν σημαινων της σαρκος και του Θεου Λογον· αλλ᾿ ουκετι την ενωσιν ομολογει μεθ᾿ ημων. Ημεις γαρ ενωσαντες ταυτα, ενα Χριστον, ενα Υιον, ενα Κυριον ομολογουμεν· και λοιπον, μιαν την του Υιου φυσιν σεσαρκωμενην." Ωσανει ελεγεν, Ημεις την του μυστηριου διασκοπουντες (≡15Β_182≡> πανσοφον οικονομιαν· οτ᾿ αν μεν σωζεσθαι δεικνυναι βουλωμεθα των συνελθοντων την διαφοραν μετα την ενωσιν, δυο κατα τουτο και μονον τας φυσεις λεγομεν· κατα μονην την θεωριαν, προς δηλωσιν της διαφορας, τον αριθμον παραλαμβανοντες· οτ᾿ αν δε τον αρρητον του μυστηριου διακριβωμεν της ενωσεως τροπον, μιαν του θεου Λογου φυσιν σεσαρκωμενην φαμεν. Τουτο γαρ, ως οιμαι, αυτω βουλεται δηλουν, το " Ημεις δε ενωσαντες αυτα, ενα Χριστον, ενα Υιον, ενα Κυριον ομολογουμεν· και λοιπον, μιαν του Λογου φυσιν σεσαρκωμενην." Τουτεστιν, ημεις ομολογουντες την ενωσιν, και τον αυτης ακριβως μετ᾿ ευσεβειας διαρθρουντες τροπον, ου κεχρημεθα τη σημαντικη φωνη της διαφορας προς δηλωσιν της ενωσεως· αλλα την μεν επι της διαφορας, την δε επι της ενωσεως προσφορως εκλαμβανοντες, ασυγχυτον φυλαττομεν των σημαινομενων τον νουν. Ως λοιπον εντευθεν ειναι δηλον, οτι κοινον αυτω και Νεστοριω το λεγειν δυο φυσεις, μεχρι του γινωσκειν την διαφοραν. Ουκετι δε κοινον ην, το και την ενωσιν ομολογειν, τω λεγειν, " Ενα Χριστον, ενα Υιον, ενα Κυριον, και μιαν του Λογου φυσιν σεσαρκωμενην· "οπερ Νεστοριος ειπειν ου κατεδεχετο. Το γαρ φασκειν, "Ουτω και επι Νεστοριου, καν λεγη δυο φυσεις, την διαφοραν σημαινων της σαρκος και του Θεου Λογου· αλλ᾿ ουκετι την ενωσιν ομολογει μεθ᾿ ημων·" ουκ αλλο η τουτο βουλεται δηλουν, οτι Νεστοριος, την μεν διαφοραν μεθ᾿ ημων ομολογει, δια του λεγειν δυο φυσεις· την δε ενωσιν ουκετι μεθ᾿ ημων ομολογει, μη λεγων " Ενα Χριστον, ενα Υιον, ενα Κυριον, και μιαν του Λογου φυσιν σεσαρκωμενην." Και σαφες τουτο καθεστηκε τοις του καλου ερασταις, και το αληθες αγαπαν εσπουδακοσιν, εκ του μηδαμου φαινεσθαι τον διδασκαλον, η κωλυοντα λεγειν δυο φυσεις μετα την ενωσιν· αλλα διαιρειν τας φυσεις μετα (=0480=) την ενωσιν· η ανηρησθαι διδασκοντα την διαφοραν των συνελθοντων μετα την ενωσιν· ως εστιν εκ μυριων αυτου συγγραμματων καταμαθειν.
Ει τοινυν αει μεν η ενωσις εστηκεν, αει δε και τα ενωθεντα μενει ασυγχυτα· αει δε και η των ενωθεντων σωζεται διαφορα, (≡15Β_184≡> δι᾿ ην ο αριθμος παρεληφθη κατα τους Πατερας· πως ουκ αναγκη, ειπερ αρα αει η ενωσις και τα ενωθεντα, και η τουτων διαφορα εστηκε και μενει και σωζεται, και δυο φυσεις ευσεβως λεγειν επι δηλωσει της των συνελθοντων διαφορας, και παλιν μιαν φυσιν του Θεου Λογου σεσαρκωμενην ομολογειν, προς ενδειξιν της καθ᾿ υποστασιν ενωσεως, μηδ᾿ ετερας των φωνων, τουτων δηλονοτι, δια της ετερας αναιρουμενης, ως δοκει τισιν υποθεσιν σοφιας ποιουμενης το ασοφον· ινα μη συγχυσις η διαιρεσις παρεισαγηται; Σιωπωντες γαρ την προσφορως δηλουσαν την διαφοραν φωνην, τη συγχυσει χωραν εχειν παρεχομεν· μη λεγοντες δε παλιν την της ενωσεως σημαντικην, πως την διαιρεσιν τροπωσασθαι ου γινωσκομεν; αλλ᾿ επι του αυτου Χριστου αει μεν κειμενων και λεγομενων ευσεβως· ου κατα το αυτο δε, οτι μηδε τα σημαινομενα αλληλοις ταυτα. Ου γαρ ταυτον διαφορα και ενωσις· ει και περι τον αυτον, και του αυτου και εισι και λεγονται· ετερα γαρ τουτων της ετερας κεχωρισμενως εκφωνουμενη, ατελης τε εστιν, οσον προς δηλωσιν του ολου μυστηριου, μη συνεπαγομενη την αλλην συνηγορον, και το υποπτον εχουσα δεικνυται· η μεν διαιρεσεως, δια Νεστοριον τον αρνουμενον την καθ’ υποστασιν ενωσιν, και κραττεισθαι σαρκι τον απεριγραφον ευδοκησαι δι᾿ ημας ομολογειν ουκ ανεχομενον· η δε συγχυσεως, δια Απολιναριον και Ευτυχεα, τους αρνουμενους την διαφοραν των συνελθοντων μετα την ενωσιν· και το αορατον αισθησει υποπεσειν ημετερα, δια την φυσικην ιδιοτητα της εξ ημων αγιας αυτου σαρκος ανασχεσθαι ομολογειν αισχυνομενους.
Δει ουν, ως ειρηται, τους αληθως ευσεβειν βουλομενους, και μιαν του Θεου Λογου φυσιν σασαρκωμενην ομολογειν, ινα δια τουτου η ακρα δειχθη ενωσις· και δυο παλιν φυσεις λεγειν, ινα η διαφορα των συνελθοντων και ασυγχυτως σωζομενων μετα την ενωσιν δηλωθη· και προς τουτο και μονον τον αριθμον παραλαμβανειν. Δι᾿ αλλης γαρ, ως εικος, φωνης δηλουσθαι την διαφοραν οι Πατερες ουκ εδοκιμασαν. Ει δε τις εφ᾿ εαυτω πεποιθως (≡15Β_186≡> η, και δυναται αρμοδιωτεραν προς την ταυτης δηλωσιν επινοησαι φωνην, (=0481=) μη φθονειτω ημιν της ωφελειας, και ουδ᾿ ημεις φθονησομεν αυτω της παιδευσεως, ινα μη λεγω της θρασυτητος.

ΠΩΣ ΧΡΗ ΝΟΕΙΝ ΤΗΝ ΚΕΙΜΕΝΗΝ ΡΗΣΙΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΣΟΥΚΕΝΣΟΝ ΕΠΙΣΤΟΛΗΝ ...
Πως χρη νοειν την κειμενην ρησιν εις την προς Σουκενσον επιστολην του αγιου Κυριλλου.
Και οτι ου μαχεται η, Εν δυο φωνη, τοις λεγουσι μιαν του Λογου φυσιν σεσαρκωμενην· ει μη κατα Νεστοριω δοκουν ασεβως λαμβανομενη.

Ει δε φαιεν, αλλ᾿ ουδεν ηττον μαχεσθαι το προβλημα των δυο λεγοντων φυσεις ηνωμενας αδιαιρετως μετα την ενωσιν, τοις μιαν λεγουσι του Λογου φυσιν σεσαρκωμενην· ως εν τω προς Σουκενσον δευτερω υπομνηστικω ο αγιος υποτιθεται Κυριλλος· φανερως τουτο ειναι η αγνοουντων η κακουργουντων τας των Πατερων τιθεμαι φωνας· και το προς την αληθειαν διαμαχεσθαι, του προς αυτην σπενδεσθαι λισιτελεστερον ψηφιζομενων. Εδει γαρ αυτους γινωσκοντας, ως και υπερ ψιλης εννοιας αποδωσομεν λογον τω δικαιω των ημετερων Κριτη, συνετως μετα του φοβου του Θεου, τοις Πατρικοις εντυγχανοντας συγγραμμασι, σπευδειν μη ποιεισθαι υποθεσιν μαχης και διαστασεως, τα την ειρηνην και την ομονοιαν διδασκοντα ρηματα. Τινι γαρ ουκ εστι καταφανες τω οπωσουν επισκηπτοντι, ως ουχ απλως φαινεται την τοιαυτην απαγορευων φωνην ο μακαριος Κυριλλος, αλλα κατα την Νεστοριου κακονοιαν προσφερομενην, σχετικην φασκοντος γεγενησθαι την ενωσιν, ως αυτος εαυτω Κυριλλος ο μακαριος μαρτυρων δεικνυται επι τελει της αυτης επιστολης και τοις αγαν φιλονεικοις τον εαυτου σκοπον ποιουμενος φανερον, ουτω λεγων· "Το δε αδιαιρετως προστεθεν, δοκει πως παρ᾿ ημιν ορθης δοξης ειναι σημαντικον. Αυτοι δε ουχ ουτω νοουσι. Το γαρ αδιαιρετον παρ᾿ αυτοις, κατα τας Νεστοριου κενοφωνιας, καθ᾿ ετερον λαμβανεται τροπον. Φασι (≡15Β_188≡> γαρ, οτι τη ισοτιμια, τη ταυτοβουλια, τη αυθεντεια αδιαιρετος εστι του Θεου Λογου ο εν ω κατωκησεν ανθρωπος. Ωστε ουχ απλως τας λεξεις προφερουσιν, αλλα μετα τινος δολου και κακουργιας." Ιδου σαφως διττον υπαρχειν τον του αδιαιρετου τροπον υπεθετο ο θαυμαστος ουτος διδασκαλος· τον μεν, την καθ᾿ υποστασιν σημαινοντα ενωσιν· ον και ασπαζομενος, ορθης δοξης ειναι φησι σημαντικον· τον δε, μονης της κατα σχεσιν συναφειας δηλωτικον, ον και αποστρεφεται· και τοις πιστοις τουτο αυτο ποιειν παραινει, εκ της κατα την λεξιν ομοιας προφορας, πολλακις τον της αιρετικης δεσσεβειας ιον τοις ακεραιοτεροις λεληθοτως εμβαλλειν δυναμενον. Οθεν παρ᾿ εαυτω μεν, το δυο λεγειν αδιαιρετως, ορθοδοξον τιθεται· επειδη αυτος καθ᾿ υποστασιν ειναι την ενωσιν ελεγε· παρα δε των κατα Νεστοριον (=0484=) προσφερομενην, υποπτον ποιειται την φωνην του αδιαιρετου, επειδη κατα μονην την σχετικην συναφειαν την ενωσιν γεγενησθαι εδοξαζον.
Καθ᾿ υποστασιν μεν ουν ενωσις εστι κατα τους Πατερας, η των ετερουσιων εις μιαν υποστασιν συνοδος, θατερου των κατ᾿ αυτην συγκειμενων, προς το ετερον την φυσικην ιδιοτητα ανοθευτον τε και αμεταβλητον εχουσα και αδιαιρετον. Σχετικη δε ενωσις εστιν, η των καθ᾿ αυτους ιδικως εν μονασι προσωπικαις υφεστωτων ιση θεληματος κινησις και γνωμικης ταυτοτητος απαραλλαξια. Ο τοινυν ομολογων την καθ᾿ υποστασιν ενωσιν, καν λεγη δυο φυσεις επι Χριστου μετα την ενωσιν ηνωμενας αδιαιρετως, ενωσει δηλονοτι τη καθ᾿ υποστασιν, της αληθειας καθοτιουν ου διαμαρτανει. Τα γαρ εξ ων συγκειται ο Χριστος ασυγχυτα μεμενηκεναι δια την σωζομενην διαφοραν κατα τους Πατερας ομολογει· του καθ᾿ υποστασιν ενος ουδαμως τα τω φυσικω λογω αλληλων διαφεροντα εκτος ειναι, και χωρις καθ᾿ οιονδηποτε τροπον γινωσκειν δυναμενος. Ο δε την κατα σχεσιν πρεσβευων ενωσιν, καν ει μυριακις λεγοι το αδιαιρετον, το επιψογον κεκτηται· κατα τινα αγαπητικην συνδιαθεσιν ηνωσθαι, (≡15Β_190≡> και το αδιαιρετον εχειν λεγειν τα σημαινομενα· ουδαμως μιαν υποστασιν ειναι τον Θεον Λογον μετα της εξ ημων ιδιας αυτου εμψυχου τε και εννου σαρκος ειπειν οιος τε ων. Εκ δυο γαρ υποστασεων ιδικων των προς τα ομοειδη ατομα ιδικω λογω μεμερισμενων, μιαν γενεσθαι υποστασιν, αμηχανον. Ωστε ουχ απλως διαβαλλει και αποπεμπεται ο αγιος Πατηρ ημων Κυριλλος, το λεγειν δυο φυσεις ηνωμενας αδιαιρετως μετα την ενωσιν, αλλα την σημαινομενην δια της τοιαυτης φωνης των κακως χρησαμενων εννοιαν.
Ει τοινυν δεδεικται, καν ει μετριως, πλην οτι γε κατ᾿ εμε ειπειν, αρκουντως, ως δι᾿ επιστολης σημαναι ην δυνατον, εκ τε των αγιων Πατερων, και της των κοινων εννοιων ακολουθιας, ως την οιανουν διαιρεσιν, ουτε ποιειν, ουτε πασχειν, ουτε εισαγειν ο αριθμος δυναται, αλλ᾿ απλως μεν δηλοι τα ποσα· της δε σχεσεως, ως δ᾿ αν εχοντα τυχωσιν, ου προσαπτεται· ποια λοιπον υπολελειπται τομης υπονοια, η διαιρεσεως, τοις προς την αγιαν του Θεου στασιαζουσιν Εκκλησιαν, και εικη του κοινου σωματος αυτους αποτεμνουσιν· ου μαλλον δρωντες, η πασχοντες τω χωρισμω ελεεινως νεκρουμενοι και φθειρομενοι· και την οσον επι τη απρεπεια του σωματος του Χριστου, δικην εαυτοις ετοιμαζοντες· ωστε παραιτεισθαι τουτου γε ενεκεν την ορθην και ευσεβης της πιστεως ομολογιαν· ει μη αρα εν προσχηματι ευλαβειας, του μη τεμειν δοξαι την ενωσιν, (=0485=) την συγχυσιν ασπαζομενοι, το μη αλωναι επ᾿ ασεβει δοξη ως πανουργοι τεχναζονται.

ΟΤΙ ΠΡΑΓΜΑΤΩΝ ΗΓΟΥΝ ΟΥΣΙΩΝ ΕΠΙ ΧΡΙΣΤΟΥ Η ΔΙΑΦΟΡΑ, ΑΛΛ’ ΟΥ ΠΟΙΟΤΗΤΩΝ...
Οτι πραγματων ηγουν ουσιων επι Χριστου η διαφορα, αλλ᾿ ου ποιοτητων.
Και οτι πασα διαφορα, εξ αναγκης εαυτη συνεισαγει την ων ειναι λεγεται παντως ποσοτητα· η δε ποσοτης, τον εαυτης σημαντικον αριθμον, καν τε συνεχης εστιν η ποσοτης, καν τε διηρημενη.

Εδει γαρ αυτους, ειπερ αληθως τουτο μη ην, μηδε την διαφοραν (≡15Β_192≡> ψιλη και μονη τη προφορα, ως κατα μηδενος κειμενην, προς εξαπατην των αφελεστερων ειρωνευτικως προφερουσι, μη παραιτεισθαι λεγειν, τινα και ποσα τα διαφεροντα τυγχανει οντα, ων ειναι την διαφοραν ομολογουσιν. Ει γαρ σωζεσθαι μετα την ενωσιν τα εξ ων η ενωσις πιστευουσιν, δυο παντως τα σωζομενα ομολογησαιεν αν. Τοσαυτα γαρ και τα συνελθοντα προς ενωσιν την αδιασπαστον, την οιανουν τροπην η συγχυσιν, η μειωσιν, η συναιρεσιν, η μεταβολην την εις αλληλα εκ της ενωσεως ου δεξαμενα. Νυνι δε τουτο μη δοξαζοντες, ως ηρνημενοι τας φυσεις μετα την ενωσιν σωζεσθαι, υπευθυνους εαυτους ελεγχοις πεποιηνται, καν μη βουλωνται, μονη ποιοτητι λεγοντες την διαφοραν σωζεσθαι, των πραγματων χωρις· οπερ ανθρωπων προδηλως παιζοντων εστι· και το μη γελασθαι ως εικος υβριν λογιζομενων, και σαφως κενουντων το Ευαγγελιον, ανευ ουσιων υποκειμενων, ειναι ποιτοτητας δυνασθαι νομοθετουντων και ποσου χωρις, επιγνωσθηναι διαφοραν υποτιθεμενων. Ηγνοησαν γαρ ως εοικεν, οι σοφωτατοι, οτι πασα ποιοτης υποκειμενης παντως ουσιας εστι, περι ην και θεωρειται και λεγεται, το καθ᾿ αυτην ειναι ουδαμως εχουσα· και πασα διαφορα της αλλων προς αλλα κατα τον του πως ειναι λογον ανομοιοτητος τε και ετεροτης ουσα δηλωτικη, το ποσον των διφεροντων πραγματων συνεισαγειν εαυτη πεφυκεν, ειτε ουσιων, ειτε ποιοτητων, ειτε ιδιοτητων. Και απλως ινα συνελων ειπω, παντος ετερου τινος, των οσα διαφερειν αλληλων υπολαβοντες ειποιεν εινα διαφοραν παντως εν ποσω τα διαφεροντα θεωρησαντες, ειτε αισθησει ειτε νοησει την διαφοραν εγνωρισαν. Ανευ γαρ ποσου δυνασθαι διαβεβαιουσθαι δεικνυναι διαφοραν, ανενδεκτον. Επειδη τα μη αλληλοις παντη ταυτα, ενα και τον αυτον του ειναι ουδαμως επιδεξηται λογον. Ουσιας γαρ ητοι φυσεως, φερε ειπειν, προς ουσιαν, η ποιοητος προς ποιοτητα, η ιδιοτητος προς ιδιοτητα, η (≡15Β_194≡> και ει τι ετερον των οσα μη παντη ταυτον· τα παντη γαρ αλληλοις ταυτα, και διαφορας ανεπιδεκτα, ενα και τον αυτον του πως ειναι λογον, ουδεποτε λεγειν δυναμεθα. Το δε, ενα και τον αυτον επι παντων θεωρεισθαι λογον κατα το αυτο μη δυνασθαι, την δαφοραν ποιησαν, εν και αληλοις ταυτον εκεινα, ων ο του ειναι διαφορος, και ουχ ο αυτον λογος μη δυνασθαι υπαρχειν εικοτως παριστησιν. Αλλο δε αλλου, η αλλων αλλα διαφερειν λεγοντες, πολλα, η τουλαχιστον, δυο και ουχ εν σημαινομεν· ει και αλλως, και καθ᾿ ετερον τροπον τε και λογον, ενος ειναι, και εν δυνασθαι (488) λεγομεν· ως ενος πυρος, αι περι αυτο ποιοτητες και ιδιοτητες, και ενος Χριστου, αι φυσεις εξ ων και εν αις συνεστως γνωριζεται· και ενος ανθρωπου, τα εξ ων συνετεθη και εν οις υπαρχων γινωσκεται. Εν δε τη υποστασει, επι τε Χριστου, και του καθ᾿ ημας ανθρωπου· ητοι τω εκ τουτων ως μερων ολω, ως πληρεστατους αμφω επιδεχομενω κυριως τους του ειναι των μερων διαφορους λογους· αλλ᾿ ου τη φυσει και τη ουσια εν, οτι μηδε αλληλων τα μερη τον του ειναι επιδεχεται λογον, η επ᾿ αμφοιν ημεις τον αυτον του ειναι λογον ειδεναι δυναμεθα. Ουχ ο αυτος γαρ θεοτητος και ανθρωποτητος λογος· ωσπερ ουδε ψυχης και σωματος, ως πασιν ευδηλον. Διο ουχ εν τη φυσει, ουδε μιαν απλως η συνθετον φυσιν τον Χριστον ειναι, πωποτε ο της αληθειας ωρισατο λογος. Ουτε γαρ ουσιας ητοι φυσεως δηλωτικον ως ειδους το Χριστος ονομα υπαρχει, των κατα πολλων και διαφεροντων ταις υποστασεσι κατηγορουμενων ατομων, καθως φησιν εν τοις σχολιοις ο μακαριος Κυριλλος, " Οτι το Χριστος ονομα, ουτε ορου δυναμιν εχει, ουτε μην την τινος ουσιαν δηλοι· υποστασεως δε της του Λογου εν προσλημματι δηλονοτι σαρκος νοεραν εχουσης ψυχην νοουμενης." Αλλ᾿ ουδε τον ανθρωπον μιαν φυσιν την εκ ψυχης και σωματος· ως της αυτης τη ψυχη ουσιας (≡15Β_196≡> οντος του σωματος· αλλα την ως εν ειδει· προς μεν τα αλλα κατα την συστατικην διαφοραν τεμνομενην ειδη· κατα δε των υπ᾿ αυτην ως ειδος και υπ᾿ αυτης περιεχομενων ατομων ισως κατηγορουμενην. Και ου δια τουτο το ειναι δυο κατα τον ουσιωδη λογον την ψυχην και το σωμα ως ψυχην και σωμα· και αλλην και αλλην ουσιαν κατα τον του ειναι λογον· τα εξ ων, και εν οις, και α υπαρχει ο ανθρωπος απηγορευσεν.

ΟΤΙ ΑΣΕΒΕΣ ΕΣΤΙ ΤΟ ΛΕΓΕΙΝ ΜΙΑΝ ΣΥΝΘΕΤΟΝ ΦΥΣΙΝ ΤΟΝ ΧΡΙΣΤΟΝ...
Οτι ασεβες εστι το λεγειν μιαν συνθετον φυσιν τον Χριστον, και τη αληθεια μαχομενον.

Πασα γαρ συνθετος φυσις, εαυτη τε και αλληλοις κατ᾿ αυτην την εις το ειναι γενεσιν εχουσα τα ιδια μερη ομοχρονα, και εκ του μη οντος εις το ειναι, και εις συμπληρωσιν της του παντος διακοσμησεως, παρα της το παν συστησαμενης, και εις το ειναι συνεχουσης δυναμεως παρηγμενα, αλληλοις εικοτως εξ αναγκης τα ιδια μερη περιεχομενα κεκτηται· ως επι τε του ανθρωπου εχει, και των αλλων οσα συνθετου ειναι ελαχον φυσεως. Της ψυχης ακουσιως τε κρατουσης το σωμα, και υπ᾿ αυτου κρατουμενης, και ζωην απροαιρετως αυτω, κατ᾿ αυτο μονον το εν αυτω ειναι παρεχουσης, και παθους και αλγους φυσικως μεταλαμβανουσης δια την εγκειμενην αυτη τουτων δεκτικην δυναμιν· καν ει τα (=0489=) μαλιστα τινες των κατα την Εκκλησιαν αληθων περι ψυχης δογματων αποσφαλεντες, προϋπαρχειν Ελληνικως, η μεθυπαρχειν ιουδαϊκως του ιδιου σωματος την ψυχην τερατευομενοι, και αρχην ου καλην ουδε θεοφιλη της των ορατων δημιουργιας προκαθηγεισθαι υποτιθεμενοι, αντιπαθως προς τον τοιουτον διακεινται λογον· ων διελεγξαι τα περι τουτου σαθρα, και απαγη προβληματα, ου του παροντος ειναι καιρου τε και λογου κρινας, επι το προκειμενον επανελευσομαι.
(≡15Β_198≡> Ουτω τοινυν, καθα προκειται, πασης συνθετου εχουσης φυσεως,ουκ αν τις τολμησαιε ποτε των ευσεβως περι των θειων φρονειν εγνωκοτων, μιαν ειναι συνθετον φυσιν ειπειν τον Χριστον, ινα μη εξ αναγκης ειρμω τινι φυσικω και ακολουθια τα τοιαυτα λεγειν εξελομενος, κτιστον ολον και εξ ουκ οντων, περιγραπτον τε και παθητον, και τω Πατρι ουχ ομοουσιον· και η συναιδιον τω Λογω την σαρκα, η ομοχρονον τη σαρκι τον Λογον οντα υποτιθεμενος· τοιουτος γαρ ο πασης συνθετου φυσεως λογος· φοβερων εαυτον καταστησει εγκληματων υπευθυνον. Το γαρ συνθετου φυσεως υπαρχον, και συνθετον κατα φυσιν δηλονοτι εστι. Το δε κατα φυσιν συνθετον, τω κατα φυσιν απλω ουκ αν ειη ποτε ομοφυες και ομοουσιον. Ου θεμις ουν μιαν τον Χριστον λεγειν συνθετον φυσιν τους ευσεβεις, ου μονον δια την συναγομενην εκ της τοιαυτης φωνης ατοπιαν· αλλ᾿ οτι και μηδεις των θεοκριτων Πατερων τουτο πωποτε ειρηκως αναπεφανται· υποστασιν δε μαλλον Χριστου συνθετον μιαν ομολογειν, και δυο φυσεις, ινα και τω Πατρι ομοουσιος και ομοφυης κατα την θεοτητα γινωσκηται, και ημιν ομοουσιος και ομοφυης κατα σαρκα ο αυτος γνωριζηται· και εις και ο αυτος προς τε τον Πατερα και ημας, ως μεσιτης Θεου και ανθρωπων υπαρχων πιστευηται.

ΠΕΡΙ ΥΠΟΣΤΑΣΕΩΣ ΣΥΝΘΕΤΟΥ
Περι υποστασεως συνθετου.

Ει δε οτι και πασα υποστασις συνθετος εαυτη τε και αλληλοις τα ιδια μερη ομοχρονα εχουσα δεικνυται· υποστασιν δε συνθετον ειναι λεγειν τον Χριστον ουκ αρνουμεθα, ειποιεν και ημας οι αντιλεγοντες, μη δυνασθαι την επι τουτω μομφην εκτιναξασθαι, ως τοις ιδιοις εαλωκοτας λογοις. Φαμεν αληθως ουτως εχειν, ειπερ συνθετον ειναι ως ειδος αυτης κατηγορουμενον εχουσαν υπετιθεμεθα. Νυνι δε τουτο μη λεγοντες, ουδαμως την οιανουν (≡15Β_200≡> εξομεν μορφην, σαφως γινωσκοντες μη δι᾿ εαυτην συνθετον ειναι πασαν συνθετον υποστασιν, την υπο τι τελουσαν ειδος· αλλα δια την φυσιν την περιεχουσαν, οτ᾿ αν συνθετος η και το κατηγορουμενον ειδος υφ᾿ ο αναγεσθαι πεφυκεν· ως του μερικου, ητουν ιδικου ολον εχοντος εν εαυτω το καθολου, ητοι το κοινον και γενικον, πληρεστατον· του δε ιδιου το συνολον λογου τω γενικω μεταδιδουντος ουδεν· οπερ επι Χριστου ουδεις ουδαμως των ανεκαθεν μεχρις ημων (=0492=) γενομενων του λογου της ευσεβειας υφηγητων φρονων ανηγορευται· εφ᾿ ου ουτε γενος, ουτε ειδος, ως Χριστου κατηγορουμενον ευρειν τις δυνησεται. Ου γαρ φυσεως λογω προς ημας δια σαρκος ο θεαρχικος επεδημησε Λογος· αλλα τροπω οικονομιας ανελλιπως εαυτω καθ᾿ υποστασιν ενωσας, την ημετεραν ανεκαινησε φυσιν. Ωστε ουδεν της πολλης αυτων περινοιας, ινα της μικρω προσθεν των εξητασμενων ακολουθιας λαβωμεθα, απωναντο, παλιν εις το ποσον οπερ πεφευγασι, περιτραπεντος αυτοις του σοφου, μη δυναμενοις ουδ᾿ αυτην την εν τω ποιω διαφοραν ανευ ποσου ειναι λεγειν. Αναγκη γαρ πασα πολλας ειναι· η το μετριον δυο, ως προειρηται, τας ποιοτητας, ων την διαφοραν ειναι υπολαμβανουσι. Μονην γαρ ποιοτητα προς αλλην παντελως αμιγως εχουσαν προς εαυτην διαφερειν, ουκ αν τις νουν εχων ειποι ποτε.
Λοιπον ουν, η και αυτης παυσωνται της ψιλης διαφορας, ποσου παντως τινων διαφεροντων δηλωτικην αυτην ουσαν μαθοντες· η συν ημιν της αληθειας την ομολογιαν καταδεξασθωσαν, τω λογω της διαφορας και μονον, προς γνωσιν του ασυγχυτα μεμενηκεναι τα συνελθοντα, τον αριθμον ευσεβως κατα τους Πατερας παραλαμβανουσιν. Επειτοιγε ειπατωσαν ημιν αγαπητκως ερεσθαι βουλομενοι, ειπερ ενεστιν αυτοις λογος σοφιας ουκ εγεννης, πως δυο μεν τα συνδεδραμηκοτα προς ενωσιν λεγοντες, ταυτα δε αυτα μεμενηκεναι ασυγχυτα και μετα την ενωσιν ουκ αρνουμενοι· ως μηδ᾿ ετερου του κατα φυσιν ορου τε και (≡15Β_202≡> λογου εκσταντος· καν ει προς εν αμφω συντελουσι προσωπον του Υιου και μιαν υποστασιν· δυο τα και κατ᾿ αυτους σωζομενα, ως φασιν , ειπερ αληθευουσιν, ουχ ομολογουσι· και τις αυτοις της μειωσεως ο λογος, και δι᾿ ηντινα την αιτιαν, και πως αμφω αι φυσεις μιαν γενονασιν; Η ειπερ μειωσεως καθαρα διεμεινεν η ενωσις, τις ο του μη λεγεσθαι τα αμειωτως σωζομενα λογος· και στεργομεν ευπειθως της μιας την στερησιν· και θαυμαζομεν αυτων της ευπαιδειας το ευτονον, ως μονων της των αρρητων γνωσεως εκφανθεντων ημιν χωρητικων. Αλλ᾿ ου δυνησονται πωποτε τον τουτο πειθοντα παραστησαι λογον.

ΕΠΙΛΥΣΙΣ ΣΥΝΤΟΜΟΣ ΤΗΣ ΣΕΥΗΡΟΥ ΑΠΟΡΙΑΣ ΚΑΤΑ ΤΗΣ, ΕΝ ΔΥΟ, ΦΩΝΗΣ
Επιλυσις συντομος της Σευηρου αποριας κατα της, Εν δυο, φωνης.

Καν ει τα μαλιστα επ᾿ εκεινο καταφευγομεν τελευταιον, το σαθρον και διακενον Σευηρου ευρημα, το πανυ παρ᾿ αυτου ωσπερ τι σοφον πανταχου φερομενον και αδομενον, φασκοντες γελοιον ειναι, εκ δυο φυσεων δυο φυσεις εκ της ενωσεως παλιν αναδειχθηναι λεγειν· ωσπερ λημματι παρ᾿ ημων δοθεντι τα εικοτα επισυναγοντες. Τινος γαρ ηκουσαν των τα θεια της Εκκλησιας πεπαιδευμενων δογματα, ως η ενωσις εκ δυο φυσεων δυο απετελεσε φυσεις; Αλλ᾿ ουδαμως ακηκοεναι ειπειν δυνησονται αληθειας φροντιζοντες. Λεγομεν δε εκ δυο φυσεως την ενωσιν γεγενησθαι· μιαν δε την εξ αυτων (=0493=) υποστασιν αποτελεσθαι του Χριστου συνθετον εκεινας αυτας τας εξ ων συνετεθη φυσεις, ως ολον ιδια μερη ανελλιπως μετα των φυσικων ιδιωματων, και ατρεπτως φυλαττουσαν τε και διασωζουσαν· και εν αυταις φυλαττομενην και σωζομενην ως ολον εν μερεσιν. Εκ δυο ουν φυσεων, ου δυο φυσεις, αλλα μιαν υποστασιν λεγομεν Χριστον συνθετον· τουτων ως ιδιων μερων περιεκτικην των φυσεων, και ταυτας ως ιδια και συμπληρωτικα μερη περιεχουσαν· και εν αυταις ως εν μερεσι και ουσαν και γνωριζομενην. Εως γαρ αν (≡15Β_204≡> ασυγχυτα τα συνελθοντα μεμενηκαι πιστευηται, αει δε μενει ασυγχυτα, του μη δυο ειναι κατα το πεφυκεναι ειναι, οπερ εκατερον κατ᾿ ουσιαν ειναι πεφυκεν· ωσπερ ουν και του εν ειναι ταυτα τω κατα την υποστασιν λογω, εως αν η ενωσις η· αει δε εστι κατα την ευσεβη των πιστων ομολογιαν, αδυνατον.
Διο εν και δυο αυτο λεγοντες, ου κατα το αυτο φαμεν, επι του αυτου και ενος αμφοτερα· κατ᾿ αλλο δε και αλλο. Οιον κατα μεν τον της φυσεως λογον, των εξ ων η ενωσις, το δυο. Ου γαρ ταυτον κατα την φυσιν τη ιδια σαρκι τον Θεον Λογον γινωσκομεν· κατα δε τον της υποστασεως λογον το εν· ταυτον γαρ τον Θεον Λογον τη ιδια σαρκι κατα την υποστασιν επισταμεθα. Ουτε ουν τας φυσεις αφρονως εις μιαν συναλειφομεν φυσιν, τω ανηρησθαι λεγειν επι Χριστου την φυσικην διαφοραν, ινα μη τροπην του Λογου και της σαρκος εισαγαγωμεν· ουτε εις δυο παλιν ιδιοσυστατους μανικως διαιρουμεν, τω και κατα τον της υποστασεως λογον τιθεναι διαφοραν, ινα μη την ημων αυτων αρνωμεθα σωτηριαν· ωσπερ οι εκ διαμετρου προς αλληλους μερισαμενοι την ασεβειαν, Απολιναριος αμα Ευτυχει, και Νεστοριος ποιησαντες· οι μεν φυσικην διαφοραν επι Χριστου ουκ ειδοτες· ο δε προς ταυτη και προσωπικην προσεπαγων, της αληθειας εξεπεσαν. Αλλ᾿ ειδοτες και εν τη καθ᾿ υποστασιν ενωσει την φυσικην ιδιοτητα ατρεπτον, και την συγχυσιν ομοιως και την διαιρεσιν αποστρεφομεθα· μητε την ενωσιν συγχυσιν, ως αγνοουντες τα ενωθεντα· μητε διαιρεσιν την διαφοραν, ως καθ᾿ αυτα υφεσταναι μεμερισμενως ειδοτες τα διαφεροντα, εργαζομενοι.
Τουτο μεν ουν, ως οιναι, και ο μεγας Θεολογος Γρηγοριος διδασκων φαινεται εν τω μεγαλω απολογητικω, " Εν εξ αμφοιν λεγων, και δι᾿ ενος αμφοτερα·" ωσανει ελεγεν, Ωσπερ γαρ εν εξ αμφοιν, τουτεστιν εκ δυο φυσεων το εν, ως ολον εκ μερων (≡15Β_206≡> κατα τον της υποστασεως λογον· ουτω και δια του καθ᾿ υποστασιν ενος, ως ολου, αμφοτερα τω κατα φυσιν λογω τα μερη, τουτεστι τα δυο. Οπερ εν τω δευτερω περι Υιου λογω τρανωτερον διεξιων, φησιν, "Ει γαρ και το συναμφοτερον εν, αλλ᾿ ου τη (=0496=) φυσει, τη δε συνοδω." Τουτο δε αυτο και ο κακαριος Κυριλλος εν τοις προς Σουκενσον γραμμασι δεικνυται φρονων, εν οις επι του κατα τον ανθρωπον παραδειγματος φησιν· " Ωστε τα δυο μηκετι μεν ειναι δυο, δι’ αμφοιν δε το εν αποτελεισθαι ζωον·" μονονουχι εν τουτοις διαρρηδην βοων, Οτι τα εξ ων η συνθεσις επι τε του καθ᾿ ημας ανθρωπου του εκ ψυχης και σωματος· επι τε του κατα Χριστον μυστηριου, του εκ θεοτητος και ανθρωποτητος, το ειναι μεν δυο κατα τον ουσιωδη λογον ουκ ανηρηται· επει, ουδε ετερουσια ετι μενει. Το δε καθ᾿ αυτα εν μοναδι και μοναδι ιδιοσυστατως ειναι δυο, παντελως ο της ευσεβειας ου παραδεχεται λογος· ινα μη τον ενα ανθρωπον ητοι ζωον, εις ανθρωπου η ζωα δυο μεριζωμεν· και τον ενα Χριστον εις δυο Χριστους, η δυο Υιους. Ει γαρ μη τουτο πανταχου και νοειν και φρονειν και διδασκειν καλως εγνω ο μακαριος Κυριλλος, ουκ αν την των φυσεων διαφοραν μη ανηρησθαι δια την ενωσιν εφασκεν· ουκ αν αλλο και αλλο, ετερον και ετερον, και τουτο κακεινο, και αμφω τον ενα Χριστον, και ασυγχυτους μεμενηκεναι τας φυσεις εδιδασκεν. Ουκ αν μη μεταπεφοιτηκεναι εις την της σαρκος φυσιν τον Λογον, η την σαρκα εις την αυτου του Λογου φυσιν μη μεταβληθηναι εδοξαζεν. Ουκ αν τας ευαγγελικας και αποστολικας περι του Κυριου φωνας τους θεηγορους ανδρας εγινωσκε, τας μεν κοινοποιουντας, ως εφ’ ενος προσωπου· τας δε διαιρουντας, ως επι δυο φυσεων. Ουκ αν το ολον, τουτεστι τον Χριστον, μιαν ειναι φυσιν λεγειν παρητειτο, ειπερ ευσεβες τουτο ηπιστατο. Ουκ αν ωριζετο μηδεν αλλο την ανθρωπιαν ειναι φυσιν, πλην σαρκος νοερως εψυχωμενης· δια τουτου τελειαν ειναι διαβεβαιουμενος εν Χριστω και την φυσιιν της ανθρωποτητος. Ουκ αν δια του (≡15Β_208≡> επαγειν το Σεσαρκωμενην, της καθ᾿ ημας ουσιας την δηλωσιν εισκομιζεσθαι εφασκεν. Ουκ αν ορθης δοξης ειναι σημαντικον, το λεγειν δυο φυσεις ηνωμενας αδιαιρετως, οτ᾿ αν μη κατα τον Νεστοριω δοκουντα τροπον κακουργως προφερηται η φωνη, διωριζετο. Ουκ αν τοιαυτα, αλλα μυρια λεγων, ως τοις φιλοπονοις δηλον εκ των αυτου συγγραμματων, εφαινετο.
Ποθεν ουν, κακ τινων των διδασκαλων, τας επι Χριστου, εξ ων και εστι, σωζομενας μετα την ενωσιν και κατ’ αυτους, ως φασι, δυο φυσεις, μη δειν ευσεβως ομολογεισθαι παρα των πιστων παραστησουσιν; Ουδεις γαρ ουδαμως των εγκριτων διδασκαλων τουτο θεσπισας ευρισκεται· τουναντιον μεν ουν παντες και ειπον, και λεγειν τους πιστους δια των ιδιων εδιδαξαν φωνων· ει μη αρα συνηθως εκ καρδιας πλασαμενοι το δοκουντα, ως ενος των Πατερων απατης ενεκεν των ακεραιοτερων, το πλασμα προβαλλοιντο. Αλλ᾿ ουτοι, ως εοικεν, αισχυνην ηγουμενον το πειθεσθαι, και την εις πλανησαντας αυτους εξ αρχης ανθρωπους προσπαθειαν της θειας αγαπης (=0497=) προκρινοντες, και του ευσεβειν το φιλονεικον προτιμωντες, και του τιμασθαι ως ιερεις παρα των ανθρωπων, οις την απατην δια του καθ᾿ ημων ψευδεσθαι τα μη οντα προσαγουσι· και των κακον κακου αντιλαβειν, της απατης λεγω μισθον τα φθειρομενα, την παρα του Θεου επι τη ομονοια της πιστεως αποδοχην τε και τιμην κατωτεραν ποιουμενοι, του πολεμειν τη αληθεια, και αφισταν αυτης επιχειρειν, ου παυονται οσους αν δυνανται. Διο παρακαλω υμας εγω ο ελαχιστος, τεκνα οντας γνησια της αγιας αποστολικης Εκκλησιας, εν η φωτισθεντες δια της του θειου λουτρου αναγεννησεως, υιοθετηθηναι Θεω εν Πνευματι ηξιωθητε στελλεσθαι απο των τοιουτων, μνημονευοντας του αγιου Αποστολου Παυλου γραφοντος ῾Ρωμαιοις τον τροπον τουτον· Παρακαλω υμας, αδελφοι, σκοπειν τους τας διχοστασιας και τα σκανδαλα παρα την διδαχην, (≡15Β_210≡> ην υμεις εμαθετε, ποιουντας, και εκκλινατε απ᾿ αυτων. Οι γαρ τοιουτοι τω Κυριω ημων Χριστω ου δουλευουσιν, αλλα τη εαυτων κοιλια· και δια της χρηστολογιας και ευλογιας εξαπατωσι τας καρδιας των ακακων. Και παλιν περι τουτων αυτων, ταραχας τη του Θεου Εκκλησια κινειν ειθισμενων Κορινθιοις επιστελλοντος ταδε· Οι γαρ τοιουτοι ψευδαποστολοι εργαται δολιοι, μετασχηματιζομενοι εις Αποστολους Χριστου. Και ου θαυμα· αυτος γαρ ο Σατανας μετασχηματιζεται εις αγγελον φωτος. Ου μεγα ουν, ει και οι διακονοι αυτου μετασχηματιζονται ως διακονοι δικαιοσυνης· ων το τελος εσται κατα τα εργα αυτων. Τουτων δε αυτων το της γνωμης δολερον, και του τροπου το υποκλοπον εν Ευαγγελιοις γαρ ο Κυριος αινιττομενος, προαναιφωνησε, τους πιστους οιον ασφαλιζομενος, λεγων· Προσεχετε απο των ψευδοπροφητων, οιτινες ερχονται προς υμας εν ενδυμασι προβατων· εσωθεν δε εισι λυκοι αρπαγες. Απο των καρπων αυτων επιγνωσεσθε αυτους. Περι τουτων δε αυτων και ο αγιος Ευαγγελιστης Ιωαννης εν τη πρωτη αυτου καθολικη, νηφαλαιοτερους τους ευσεβεις εργαζομενος, φησιν, Αγαπητοι μη παντι πνευματι πιστευητε, αλλα δοκιμαζετε τα πνευματα, ει εκ του Θεου εισιν· οτι πολλοι ψευδοπροφηται εξεληλυθασιν εις τον κοσμον. Εν τουτω γινωσκετε το Πνευμα του Θεου. Παν πνευμα ο ομολογει Ιησουν Χριστον εν σαρκι αληλυθοτα, εκ του Θεου εστι. Και παν πνευμα ο ουχ ομολογει Κυριον Ιησουν Χριστον εν σαρκι εληλυθεναι, του Θεου ουκ εστι· και τουτο εστι και νυν εν τω κοσμω εστιν.
Τουτων αει μνημονευοντας των λογων, αυτουμενος υμας, ευλογημενοι, της ευσεβειας, ης ουδεν ανθρωποις προς το φιλιωθηναι Θεω οικειοτερον, δια πασης προσοχης και επιμελειας εχεσθαι βουλομαι παντας παση δυναμει αποστρεφομενους, τους μη (≡15Β_212≡> δεχομενους τα ευσεβη της Εκκλησιας και σωτηρια δογματα· και μαλιστα μαθοντας της του Αντιχριστου διδασκαλιας ειναι, Το μη εν σαρκι ομολογειν τον Κυριον (=0500=) ημων και Θεον Ιησουν Χριστον, ως μεγας ευαγγελιστης διαρρηδην βοα Ιωαννης· οπερ οι νυν τη του Θεου πολεμουντες Εκκλησια προφανως καταγγελλουσι, την φυσιν της σαρκος απαρνουμενοι, τω μη ομολογειν εν Χριστω σωζεσθαι τε και ειναι αυτην ανεχεσθαι· και ουτε φριττουσι, το ενεεινοτερον, η θρασυτερον, ειπειν οικειοτερον, της Θεω αντικειμενης δοξης κηρυκας εαυτους προβαλλομενοι. Αλλ᾿ ουτοι μεν ουτω διακεισθαι επισφαλως κατα την πιστιν προελομενοι, αξιον της αυτων δρεπονται ανοιας καρπον· το παρα πασιν ευφωρατον κεκτησθαι της δισσεβειας ελεγχον.

ΕΚΘΕΣΙΣ ΣΥΝΤΟΜΟΣ ΤΗΣ ΕΚΔΟΧΗΣ ΤΩΝ ΟΡΘΩΣ ΕΠΙ ΧΡΙΣΤΟΥ ΚΑΤΑ ΤΗΝ ΚΑΘΟΛΙΚΗΝ ...
Εκθεσις συντομος της εκδοχης των ορθως επι Χριστου κατα την καθολικην Εκκλησιαν ομολογουμενων της πιστεως φωνων.

Ημεις δε συν Θεω φαναι, οι την θειαν και καθαραν της εκκλησιαστικης διδασκαλιας ποαν νεμομενοι, ακαθαιρετον εχοντες της ευσεβειας το κλεον, πασας ευσεβως τας ευσεβεις επι Χριστου τον Πατερων φωνας, ομολογειν ενωπιον Θεου και ανθρωπων παρρησιαζομεθα, μετ᾿ ευσεβους εκαστην εννοιας και λογισμου του πρεποντος εκλαμβανοντες· καθως ανωθεν αι απ᾿ αρχης δια των γενομενων λειτουργων της χαριτος, τον σωτηριον της πιστεως κατηχηθημεν λογον. Ομολογουμεν τοινυν τον Κυριον ημων Ιησουν Χριστον εκ δυο μεν φυσεων, ως εκ θεοτητος και ανθρωποτητος συγκειμενον· εν δυο δε φυσεσιν, ως εν θεοτητι και ανθρωποτητι, οντα γινωσκοντες. Ωσπερ γαρ εκ δυο φυσεων λεγοντες, το εκ Θεοτητος και ανθρωποτητος αυτον ειναι δοξαζομεν· ουτω και εν δυο φυσεσι λεγοντες, το εν θεοτητι και ανθρωποτητι εικοτως αυτον υπαρχειν σημαινομεν· ως μηδεμιας (≡15Β_214≡> κεχωρισμενον μετα την ενωσιν των εξ ων συνεστηκε φυσεων, αλλ᾿ εν αυταις, εξ ων και εστιν αει, και οντα και γνωριζομενον. Δυο φυσεις καθ᾿ υποστασιν ηνωμενας αδιαιρετως παλιν αυτον ομολογουμεν, ως Θεον αληθως τον αυτον οντα και ανθρωπον, αυτοις επαληθευοντα τοις πραγμασι τα ονοματα πιστευοντες. Ως γαρ Υιον Θεου και Θεον φυσει αυτον και αληθεια και οντα και λεγομενον πιστευομεν δια την προ τον Θεον και Πατερα της ουσιας ταυτοτητα· Ουτω και Υιον ανθρωπου, και ανθρωπον γενομενον ειναι τε και λεγεσθαι αυτον φυσει και αληθεια φαμεν, δια την προς την τεκουσαν αυτον φυσικην κατα σαρκα συγγενειαν. Ει γαρ μη δυο φυσεις αυτον, ως Θεον τε ομου και ανθρωπον ομολογησομεν, εκ ψιλων ονοματων και ουχι πραγματων συντεθεισθαι αυτον λεγοντες ελεγχθησομεθα· και ουκ οντα κατ᾿ αληθειαν, οπερ ειναι δια των ονοματων σημαινεται. Ως και μηδεν ειναι λοιπον δυνασθαι, κατ᾿ αυτους εκεινους ειπειν υποτιθεσθαι τον βλασφημειν προαιρουμενον, το ημιν προσκυνουμενον τε και λατρευομενον, οπερ πασης ασεβειας υπερβολην υπερβεβηκε.
Διοπερ μη υπαχθηναι βλασφημιας εγκλημασι (=0501=) φυλαττομενοι, ου παυομεθα ομολογουντες τον Χριστον εκ δυο φυσεων, ως εκ θεοτητος, καθως ειρηται, και ανθρωποτητος· και εν δυο φυσεσιν, ως εν θεοτητι και ανθρωποτητι· και δυο φυσεις, ως Θεον τε ομου τον αυτον οντα, και ανθρωπον πιστευοντες· οτι μη εν τουτων μονον, αλλα και ταυτα· ουδε ταυτα μονον, αλλα και εν τουτοις, ως εκ μερων ολον, και ολον εν μερεσι, και δια των μερων ολον γινωσκοντες. Ει γαρ αυτος τοις ουσι το ειναι δους, και την προς διαμονην εχαρισατο δυναμιν, προς το μη φυρεσθαι αλληλοις τα ειδη και μεταβαλλειν εις αλληλα, αλλα μενειν εκαστα καθ᾿ ον παρ᾿ αυτου γεγενηνται λογον· ωστε δυνασθαι εκ της κατα την φυσικην εκαστων ιδιοτητα παγιοτητος, τον πανσοφον (≡15Β_216≡> και επιστημονα του παντος γενεσιουργον και ταξιαρχην, τους των θειων επιμελεις φιλοθεαμονας, ως εφικτον, εννοειν· πολλω μαλλον εν εαυτω την εαυτου απειροδυναμον πιστωσηται δυναμιν· οπερ ην διαμενων, και γενομενος οπερ ουκ ην· και οπερ γεγονεν ουκ αρνουμενος μετα του μενειν οπερ ην, τω υπαρχειν ανελλιπως τε και ατρεπτως αμφοτερα.
Και μιαν δε του Θεου Λογου φυσιν σεσαρκωμενην, σαρκι ψυχην εχουση την νοεραν τε και λογικην λεγομεν ευσεβως, δια του επαγειν το Σεσαρκωμενην, της καθ᾿ ημας ουσιας την δηλωσιν εισκομιζοντες. Περιφρασις γαρ εστιν εν ταυτω καθ᾿ ενωσιν, δι᾿ ονοματος και ορου τας δυο φυσεις εμφαινουσα· ονοματος μεν, της μιας του λογου φυσεως, της το κοινον της ουσιας μετα του ιδιου της υποστασεως σημαινουσης· ορου δε της ανθρωπινης, ως αυτος φησιν ο διδασκαλος Τι γαρ εστιν ανθρωποτητος φυσις, πλην οτι σαρξ εψυχωμενη νοερως. Ωστε ο λεγων μιαν του Θεου Λογου φυσιν σεσαρκωμενην, μετα σαρκος εμψυχου ειναι τον Θεον Λογον δηλοι, ετερον τι παντως κατα την ουσιαν παρα τον Θεον Λογον ουσαν την σαρκα νοων, ο γε αληθης της ευσεβειας μαθητης και ανοθευτος. Και την καθ᾿ υποστασιν δε λεγοντες ενωσιν, εις μιαν των φυσεων γεγενησθαι την ενωσιν νοουμεν τε και ομολογουμεν· ως μηδεμιας καθ᾿ εαυτην το συνολον η ουσης, η νοουμενης, αλλα μετα της συγκειμενης και συμπεφυκυιας· ουδ᾿ αν παλιν κατα τον ουσιωδη λογον προς την αλλην φυρεισης, η καθ᾿ οτιουν της φυσικης τελειοτητος παθουσης εκ της ενωσεως μειωσιν. Και παλιν την φυσικην ενωσιν αντι του αληθη λεγειν ομολογουμεν, καθως ο αγιος αυτος Κυριλλος ταυτας τας φωνας και ειπε και εξηγησατο· και ου προς αναιρεσιν των εξ ων εστιν ο Χριστος δυο φυσεων μετα την ενωσιν, η μιας αυτων, καθως Απολιναριος, Ευτυχης τε και Σευηρος, Σιμωνι μαγω, Ουαλεντινω τε και Μανεντι ακολουθησαντες εκδεδωκασιν, ως εστι τοις βουλομενοις ευχερες, εκ των Σευηρου αυτου συγγραμματων προς τους ονομασθεντας ασεβεις ανδρας, (≡15Β_218≡> κατα την συμφωνιαν των λογων, την των δογματων κατιδειν (=0504=) ταυτοτητα. Ωσαυτως δε του αυτου και ενος Χριστου τας δυο γεννησεις φαμεν, την τε εκ Θεου Πατρος προ αιωνων, και την δι᾿ ημας επ᾿ εσχατων των χρονων εκ της αγιας Παρθενου γεγενημενην· του αυτου τα τε θαυματα και τα παθη δοξαζομεν. Ομολογουμεν δε και την αγιαν πανενδοξον Παρθενον κυριως και κατα αληθειαν Θεοτοκον· ως ουχι τινος ανθρωπου ψιλου, καν ως εν ριπη οφθαλμου διχα της προς τον Λογον ενωσεως προδιαπλασθεντος, και εκ προκοπης εργων και εκ της εις αρετην ακροτητος θεωθεντος γεγενημενην μητερα· αλλ᾿ ως αυτου αληθως του Θεου Λογου, του ενος της αγιας Τριαδος, εξ αυτης κατα συλληψιν αρρητον σαρκωθεντος, και τελειως ενανθρωπησαντος.
Ταυτας ουτω τους ιδιους η αγια του Θεου Εκκλησια τας φωνας ευσεβως και λεγειν και νοειν διδαξασα, τω Θειω και λαμπρω της γνωσεως φωτι φυλαττεσθαι ενεχειρισε· παρακαλουσα δια τε Προφητων και Αποστολων, και αυτου του τοις ιδιοις παθημασιν αυτην συμπηξαμενου τε και αρμοσαμενου Χριστου, προσφορον τε και πρεποντα τω μεγαλω της πιστεως επαγγελματι βιον αναλαβειν· Σκοπουντας τι το θελημα του Θεου το αγαθον και ευαρεστον και τελειον· και εις αυτο αγρυπνουντας. Ουχ ηττον γαρ ευσεβους πιστεως αριστης χρηζειν εδιδαχθημαεν πολιτειας προς το τυχειν της αιωνιου ζωης· μηπως τω θεμελιω της πιστεως τα μη επιβαλλοντα εποικοδομησαντες, δια πονηρων επιτηδευματων, ως την κλησιν, και την χαριν της υιοθεσιας υβρισαντες, αντι χαρας και δοξης ατελευτητου, αιωνιου πυρος υποδικους εαυτους καταστησωμεν.
Πολλας ουν ορωντες οδους αρετων, ευλογημενοι, και της μακαριας Χριστου καλλονης σωφροντες ερασται, παρα του Κυριου των ολων τοις ανθρωποις δεδωρημενας, ενα τε τον σκοπον εχουσας, και προς εν τας πασας τελος καταντωσας εις σωτηριαν, μη αμελησωμεν της εαυτων σωτηριας, μηδε προωμεθα τον καιρον τον επι μετανοια ημιν δεδομενον, ου παλιν επιτυχειν αμηχανον. (≡15Β_220≡> Αλλα πριν πορευθηναι, καθα που φησιν ο μεγας Ιωβ, οθεν ουκ αναστρεψομεν, εις γην σκοτεινην και γνοφεραν, εις γην σκοτους αιωνιου, ου ουκ εστι φεγγος, ουδε οραν ζωην βροτων, σπουδασωμεν τον Θεον ιλεωσασθαι κατα την εαυτου εκαστος δυναμιν. Προς γαρ το ποικιλον και διαφορον των καταστασεων των ψυχων ημων, ως αγαθος, πολλας εικοτως ειναι και τας οδους προς τας αιωνιους μονας αγουσας τους δι᾿ αυτων οδευοντας αμεμπτως πεποιηκεν, οπως την εαυτω προσφορον επιλεξαμενος εκαστος, και τον δρομον του βιου δι᾿ αυτης ποιησαμενος, τον εν ουρανοις κατ᾿ ελπιδας προκειμενον πανενδοξον καταληψοιτο χωρον.
Τοιγαρουν καθως εχομεν δυναμεως συνεργεια και χαριτι Χριστου, των καθηκοντως αψωμεθα. Επικουφισωμεν συμπαθως του πενητος την συμφοραν, και μετριωτεραν αυτω καταστησαι την ενδειαν μη (=0505=) αμελησωμεν. Των γυμνων περιστειλαι την γυμνωσιν, το δοθεν ημιν αιδουμενοι της αφθαρσιας ενδυμα μη αναβαλωμεθα. Τοις εν κακωσει φρουρας τρυχομενοις και ασθενεια σωματος, και βαρει ξενητειας πιεζομενοις συναλγησωμεν, και τα δυσχερης των αλλων οικειουσθαι σπουδασωμεν· ινα τον Τας ασθενειας ημων αναλαβοντα, και τας νοσους βαστασαντα, περι το ομοφυλον μιμησαμενοι, και την αυτου δι᾿ ημας φιλανθρωπον κενωσιν τοις εργοις τιμησαντες, της αυτου και ημεις αξιοι γενεσθαι δυνηθωμεν εποπται δοξης και μετοχοι· μη δοξης ενεκεν της παρα των ανθρωπων ταυτα επιτηδευοντες, ης μετα την παρουσαν ζωην υφεστηκε προς αποδοχης λογον, ουδεν· αλλ᾿ ολου Θεου τη αληθεια γενομενοι, και ως αυτον παντα πασι και οντα και γινομενον δια της εις αλληλους φιλανθρωπιας θεραπευοντες, παντα και λεγωμεν και πραττωμεν, δι᾿ ων αυτω ευαρεστησομεν. Ουτω γαρ ταις κατα μερους εις αρετην προκοπαις, (≡15Β_222≡> και την θειαν ποτε μετελθειν δεοντως φιλοσοφιαν, συν Θεω φαναι δυνησομεθα· και προς τον ανω βιον μεθαρμοσθηναι, παντων καταφρονησαντες των επι γης· κρειττον και τιμιωτερον την εσχατης εχειν παρα Θεω μαλλον ηγουμενοι ταξιν, η παρα τω κατω βασιλει τα πρωτα φερειν των επι γης· καθ᾿ ην εαυτοις προσλαβειν αρχομενοι, και καθ᾿ ησυχιαν ηρεμα τα της ψυχης αισθητηρια εμφρονως οραν την κτισιν εθισαντες, κερδος μεγιστον απενεγκωμεθα, το καλως οδηγηθηναι δια της των ορατων ταραχης και αστασιας, επι τα εστωτα και μη κινουμενα· αλλα μη εναπομενειν αυτοις, και ενεσχεθηναι ανεχεσθαι· εξ ου, των μεν το ατακτον μισησαντες· των δε το βασιμον ποθησαντες, αβυσσω αβυσσον επικαλεσομεθα· δια των εν τοις ορατοις μεγαλουργων, τους εν τοις νοητοις ως εφικτον ανθρωποις κατανοουντες λογους· και ουτως ατεχνως δι᾿ αφθεγξιας τω αδυτω των αδυτων παρακυψαντες, το εαυτων ευτελες επιγνωσομεθα, διδασκομενοι μυστικως δια των λογιων του Πνευματος, πως οντες γη και σποδος, θειας μεταποιουμεθα δοξης, τη του ευδοκησαντος χαριτι· και το τη φυσει ευτελες και αποπτυστον, προς ποιαν μετασκευαζεται μακαριοτητα· και ουτω τοις του απειρου καταπλαγεντες θεαμασι, το ισχυρον φυλακτηριον των αρετων, λεγω δη την ταπεινωσιν, Θεου δωρον μεγιστον και πρωτον, της αληθους φιλοσοφιας καρπον ουσαν, δρεψομεθα δι᾿ ης νεκρουντες των παθων τα αιτια, φημι δη τας αισθησεις, μετα της προς αυτας των αισθητων συγγενους οικειοτητος, κοσμου παντελως εαυτους αποτεμνομεν· ωστε ανεπιθολωτω ψυχης ομματι επιβαλλειν δυνασθαι τοις νοητοις· εξ ων, η μεθ᾿ α, την ψυχην ηδη αληθως τη ταπεινωσει ποιωθεισαν, και λοιπον ικανην γενομενην θειας εμφασεως δεξασθαι εικονα, παραλαβουσα η θεια αγαπη, φιλους (≡15Β_224≡> ημας αντι δουλων εργαζεται· το του νομου κεφαλαιον, το, Αγαπησεις Κυριον τον Θεον σου εξ ολης της καρδιας σου, (=0508=) και εξ ολης της ψυχης σου, και τα εξης, χαριζομενη, εν τω μηδεμιαν των εν ημιν νοερων δυναμεων προς αλλο τι παντελως, η προς Θεον αρρενωπως συγχωρειν ανατεινεσθαι.
Αγωνισωμεθα ουν ως καιρον εχομεν τον προτεθεντα ημιν παρα του Θεου, της ευσεβους και Χριστιανικης επαγγελιας σκοπον εις εργον αγαγειν. Οτι δ᾿ Ουκ εστιν ημιν η παλη προς αιμα και σαρκα, αλλα προς τας αρχας, προς τας εξουσιας, προς τους κοσμοκρατορας του σκοτους του αιωνος τουτου, τους αφανεις τυραννους και πολεμιους, ουκ εν τω φανερω συγκροτουντας τας μαχας, αλλ᾿ εν τω κρυπτω της καρδιας τους πολεμους συμπλεκοντας, Αναλαβωμεν την πανοπλιαν του Θεου, ως ο θειος ημιν παρακελευεται αποστολος, ινα δυνηθωμεν αντιστηναι εν τη ημερα τη πονηρα, και απαντα κατεργασαμενοι στηναι· και περιζωσαμενοι την οσφυν εν τη αληθεια, και ενδυσαμενοι τον θωρακα της δικαιοσυνης, εν ω παντα τα βελη του πονηρου τα πεπυρωμενα σβεσθησεται. Προσκαρτερησωμεν δια πασης προσευχης και δεησεως, και την μαχαιραν του πνευματος δεξασθαι, ο εστι ρημα Θεου, το διαιρουν, ινα συνελων ειπω, των κρειττονων τα χειρονα, και διδασκον τους ευσεβειν την πρεπουσαν Χριστανοις αγωγην, οπερ τελειας εργον εστι διακρισεως· οφθαλμων ακριβειαν, γλωσσης εγκρατειαν· σωματος παιδαγωγιαν· φρονημα ταπεινον, εννοιας καθαροτητα· οργης αφανισμον, ως που φησιν ο μεγας Βασιλειον· νου προς Θεον αναπτησιν, και τοις πειρασμοις, φυλακης χαριν των τιμιων, ανταγωνιζεσθαι προστιθεναι αγγαρευομενους· μη δικαζεσθαι αποστερουμενους· μισους αγαπην αντιμετρειν· ανοχην διωγμοις εξισουν· βλασφημιαις, (≡15Β_226≡> παρακλησιν· νεκρωθηναι τη αμαρτια· συσταυρωθηναι Χριστω· ολην μεταθεσθαι προς Θεον ασχετως την αγαπην.
Ταυτα γεγραφα, Δεσποτα μου ευλογημενε, ουκ αγνοων υμων το στερεωμα της εν Χριστω πιστεως, και την εν αυτω αυξανομενην δια των εντολων σεμνοτητα· αλλ᾿ ειδεναι υμας βουλομενος, οποιον και οποσον εχω περι υμων αγωνα, δια μεριμνης αει μου εκκαιοντα την καρδιαν· και παρατηρεισθαι νηφαλαιοτερον παρακαλω τους των αιρεσεων προμαχους· ινα μη τις αυτων παραλογισαμενος υμας πειθανολογια ψευδους, το εν υμιν διαυγες και ζωτικον της πιστεως ναμα τοις ιδιοις των ασεβων δογματων επιθολωσαι ρυποις δυνηθη, οπερ μη γενοιτο. Ξιφος γαρ διστομον και ξυρον ηκονημενον την γλωσσαν κεκτηνται, ψυχας σφαζουσαν, και εις πεταυρον αδου, και βαραθρον σκοτους παραπεμπουσαν, και της εν Χριστω ζωης δια της ηπατημενης αυτων χρηστολογιας αποστερουσαν. Αυτος δε ο (=0509=) Κυριος ημων και Θεος Ιησους Χριστος, ο του Θεου και Πατρος μονογενης Υιος και Λογος, ο πασης ορατης και αορατου κτισεως ποιητης, ο τον υπερ ημων δια την αφατον αυτου φιλανθρωπιαν, καθως αυτος ηυδοκησε, καταδεξαμενος θανατον, και ρυσαμενος ημας τω ιδιω αιματι της εξουσιας του σκοτους· αυτος κρατησαι της χειρος υμων της δεξιας, και οδηγησαι υμας εις τον φοβον αυτου, και πληρωσαι της επιγνωσεως του θεληματος αυτου, εν παση σοφια και συνεσει πνευματικη, και αξιως εαυτου περιπατησαι πεισειεν, εν παντι εργω αγαθω καρποφορουντας, και αυξανομενους εν επιγνωσει της αληθειας αυτου, και παση δυναμει δυναμωσαι κατα το κρατος της δοξης αυτου εις πασαν οικοδομην και μακροθυμιαν· και μετα χαρας και ευχαριστιας συναθλουντας τω Ευαγγελιω της χαριτος αυτου τηρησας, αξιωσαι της μεριδος των αγιων εν τω φωτι, ευχαις και ικεσιαις της πανενδοξου Δεσποινης ημων Θεοτοκου και αειπαρθενου Μαριας, και παντων των αγιων. Αμην.

ΕΠΙΣΤΟΛΗ ΙΓ’. ...ΠΡΟΣ ΠΕΤΡΟΝ ΙΛΛΟΥΣΤΡΙΟΝ ΛΟΓΟΣ ΕΠΙΤΟΜΟΣ...
ΙΓ´. - Του αυτου προς Πετρον ιλλουστριον λογος επιτομος κατα των Σευηρου δογματων.

(≡15Β_228≡> Εδειξεν ως αληθως ο ευλογημενος μου δεσποτητς, ως ουδεν δυναται προς μειωσιν της αγαπης πνευματικης, το αλληλων απειναι σωματικως· τους κατα Θεον δι’αγαπης νοερως αλληλοις συνηρμοσμενους· μη απαξιωσας δια των τιμιων αυτου συλλαβων επισκεψασθαι με τον ταπεινον και αμαρτωλον, και μηδεν εχοντα της αυτου αγαπης επαξιον. Ασπερ δεξαμενος, ωσπερ αυτον παροντα τω πνευματι γεγηθως περιλαβων ησπασαμην, και τω μονω Θεω και Σωτηρι των ολων Χριστω συνηθως ηυχαριστησα, γνους μετα σωτηριας αυτον την υγραν κελευθον εξηνυκεναι. Ηδυς γαρ οντως και παρων ο ευλογημενος μου δεσποτης, και απων, ουχ ηττον του παρειναι πασιν εστιν επεραστος, δια την επιλαμπουσαν αυτω χαριν της πτωχειας του αγιου Πνευματος· δι᾿ ην ναος αγιος εις κατοικητηριον Θεου εν πνευματι γινεται, πας ο ταυτης ως Θεου της αρετης γνησιως μεταποιουμενος, του ταπεινωσαντος εαυτον μεχρι δουλου μορφης, και εργω και λογω τοις ανθρωποις αυτην εν εαυτω παραδειξαντος· ονπερ μιμουμενος ο ευλογημενος μου δεσποτης, ενδιαθετως και αυτος εκτησατο την πραοτητα τε και την ταπεινωσιν. Την πραοτητα μεν, ινα τας εμπαθεις του θυμου και της επιθυμιας κατασβεσας κινησεις, Θεω γενηται και ανθρωποις ευαρεστος. Η πραοτης γαρ ουδεν ετερον ουσα καθεστηκεν, η θυμου και επιθυμιας (≡15Β_230≡> παντελης (=0512=) προς τα παρα φυσιν ακινησια· καθ᾿ ην φανερον το θειον τοις εχουσι γινεται θελημα. Φησι γαρ ψαλλων ο μεγας Δαβιδ, Οδηγησει πραεις εν κρισει· διδαξει πραεις οδους αυτου. Την και ταπεινωσιν, ινα της υπερηφανιας εκτεμων τα πωρωματα, ευχαριστος τε τω Θεω γενηται, και πασιν ανθρωποις ευπροσιτος. Ταπεινωσις γαρ εστιν, η εκαστου προς τον Θεον κατα παραθεσιν εκ παραλληλου της υπερεχουσης και ποιητικης αιτιας επιγνωσις· καθ᾿ ην η προς αλληλους των ανθρωπων γινεσθαι πεφυκεν συνδιαθεσις, και η των πλημμεληματων διδοσθαι τοις οφειλουσιν αφεσις. Ιδε γαρ, φησιν ο αυτος μεγας παλιν Δαβιδ, την ταπεινωσιν μου και τον κοπον μου, και αφες πασας τας αμαρτιας μου.
Ουτω μεν ουν εχοντα περι τον βιον τον ευλογημενον μου δεσποτην, εν τω στερεωματι της εις Χριστον πιστεως, φερωνυμως ασαλευτον ευχομαι διαφυλαχθηναι, και πασης αιρετικης τρικυμιας ανωτερον, ως γνησιον τεκνον της αγιας του Θεου καθολικης και αποστολικης Εκκλησιας· τεθεμελιωμενον επι της ευσεβους ομολογιας· καθ’ ης ουδεν το παραπαν ισχυουσιν, ανοιγομενα καθαπερ αδου πυλαι, τα πονηρα των αιρετικων στοματα. Περι γαρ των νοθων, και νοθως εκ της αγριελαιας παρενκεντρισθεντων εις την καλλιελαιον εγινωσκον, και πριν γραψαι τους ευλογημενους υμας, οτι κατα τον προφητικον λογον· Ως κυων επι τον ιδιον εμετον, της κατα την πιστιν αυτων αηδειας λεγω το δυσωδες εχουσιν επιστρεψαι· οια δη Σιμωνες δευτεροι, και Δημαντες και Ερμογενεις, προκρινειν ελομενοι της αληθειας το ψευδος· και μηδεν αδικουντες, ως οιονται, τη αποστασια τους κηρυκας της ευσεβειας, η βλαπτομενοι μαλλον ενδικως τη στερησει της χαριτος· και ουδε τον νυν αιωνα, δι᾿ ον της αληθειας απεστησαν, εχειν καταθυμιως δυναμενοι, κατα φυσιν αστατον (≡15Β_232≡> οντα και ευαλλοιωτον, και αει παρατρεχοντα τους κρατειν νομιζοντας.
Αηδης γαρ οντως υπαρχει και δυσωδιας μεστος και πασης χαριτος ερημος, πας λογος, μη σωζεσθαι πρεσβευων κατα φυσιν εν τω ενι Χριστω τα εξ ων Χριστος μετα την αφραστον ενωσιν· αλλ᾿ οιον αρνουμενος την ολην του Θεου περι τον ανθρωπον οικονομιαν, και περιτεμνων του Λογου του Θεου το προσειλημμενον, εκ της αχραντου και αγιας πανενδοξου Παρθενου και κατα αληθειαν Θεοτοκου, σωμα λογικον εμψυχωμενον. Περιτεμνει γαρ αληθως τω πραγματι, καν δοκη πως ψιλως ομολογειν τω στοματι των ακουοντων εξαπατην, και παντελως αρνειται την σαρκωσιν, ο μετα την ενωσιν μη λεγων ειναι, σωζεσθαι τε και λεγεσθαι της σαρκος την φυσιν, ασυγχυτως τε και αδιαιρετως ηνωμενην τω Θεω Λογω καθ᾿ υποστασιν, προφασει δηθεν ευλαβειας, του μη τεμειν δοξαι δια του αριθμου την ενωσιν, αυτην κυριως ειπειν, την πασαν των εξ ων (=0513=) εστιν ο Χριστος φυσεων, μετα την ενωσιν σαφως αρνουμενος υπαρξιν.

ΠΕΡΙ ΑΡΙΘΜΟΥ ΦΥΣΙΚΩΤΕΡΑ ΔΙΑΛΗΨΙΣ
Περι αριθμου φυσικωτερα διαληψις.

Τουτο δε πασχουσιν, ως εοικε, παρα το αγνοειν αυτους, οτι πας αριθμος ουτε διαιρει κατα τον ιδιον λογου, ουτε διαιρειται· ουτε διαιρεσεως, ουτε μην ενωσεως παντελως εστι ποιητικος. Ποιειν γαρ η πασχειν ου πεφυκε, μη υπαρχων ουσια η συμβεβηκος· περι α το ποιειν τε και πασχειν εστιν· αλλα μονον δηλωτικος του ποσου των υποκειμενων πραγματων, ως δ᾿ αν κατα την σχεσιν εχοντα τυχωσιν· ειτε ηνωμενα, ειτε διακεκριμενα. Οιον, ιν᾿ ειπω τι θαρρησας, ονομα ποσου, χωρις της επ᾿ αυτω σχεσεως σημαντικον. Ουτε γαρ την των οντων εξ αναγκης φυσικην ο αριθμος ποιειται διακρισιν, η ποσοτητα· ουτε των συνημμενων (≡15Β_234≡> κατα το αυτο ειδος αφ’ εαυτου εργαζεται την συνεχειαν· ουτε μην καθ᾿ ολου τινος εστι χαρακτηριστικος ιδιοτητος των υπο το αυτο ειδος προς αλληλα τοις συμβεβηκοσι διακεκριμμενων ατομων. Ταυτα γαρ ποιειν της θειας σοφιας τε και δυναμεως καθεστηκεν ιδιον, της το παν συστησαμενης, και ασυγχυτον διατηρουσης εκαστον, τοις περι το παν κατα φυσιν των οντων διορισμοις· αλλα μονον, ως εφην, του απλως, αλλ᾿ ου του πως των πραγματων ποσου ποιειται δηλωσιν, καθαπερ τι ονομα ποσου προσφυες.

ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ, ΚΑΙ ΠΟΣΟΤΗΤΟΣ ΑΚΡΙΒΕΣΤΕΡΟΝ, ΚΑΙ ΤΗΣ ΑΥΤΩΝ ΕΥΣΕΒΟΥΣ ΟΜΟΛΟΓΙΑΣ
Περι διαφορας, και ποσοτητος ακριβεστερον, και της αυτων ευσεβους ομολογιας.

Ει τοινυν κατα τους Πατερας, ο αριθμος του ποσου των πραγματων, αλλ᾿ ου της σχεσεως εστι δηλωτικος· παν δε ποσον ετεροτητι φυσικη θεωρουμενον, διαφοραν παντως επιδεχεται· διαφοραν δε λεγουσιν επι Χριστου φυσικην μετα την ενωσιν και οι τη αληθεια μαχομενοι· και το ποσον των διαφεροντων, ου χωρις αμηχανον ειναι διαφοραν μετα του δηλουντος αυτο αριθμου· ου χωρις ποσον καθ᾿ ολου γνωσθηναι αδυνατον, λεγειν αυτους αναγκη μετα την ενωσιν· ειπερ κατα την ευτακτον ακολουθιαν, ευσυναρτητον τον του οικειου δογματος αποδειξαι βουλονται λογον. Ει δε το ποσον των σωζομενων εν Χριστω φυσεων αρνουνται μετα την ενωσιν, μηδε την διαφοραν λεγειν τολματωσαν, των εξ ων ο Χριστος εστι φυσεων μετα την ενωσιν· γινωσκοντες οτι παν ειτι καθ᾿ οτιουν εχει διαφοραν, εν κατα παντα λογον τε και τροπον ειναι ου δυναται. Το δε μη δυναμενον ειναι κατα παντα λογον τε και τροπον εν, δηλονοτι κατα τινα λογον τε και τροπον, δυο το ελαχιστον εστιν η πλειονα. Ουκουν εν Χριστω μετα την ενωσιν λεγοντας ειναι διαφοραν, εν κατα παντα λογον τε και τροπον τον Χριστον ειναι μετα την ενωσιν λεγειν (≡15Β_236≡> ου δυνανται. Ει δε μη κατα παντα και λογον και τροπον εν εστιν ο Χριστος μετα την ενωσιν· δηλονοτι κατα τινα λογον τε και τροπον, δυο παντως εστιν ο Χριστος μετα την ενωσιν. Ει δε κατα τινα λογον τε και τροπον δυο εστιν ο Χριστος μετα την ενωσιν, δια την εν αυτω των εξ ων και εν αις εστι φυσεων διαφοραν, ως εδειξεν ο λογος, δηλον (=0516=) ως ασεβουσι διακενης, οι την μεν διαφοραν των εξ ων εστι φυσεων ο Χριστος μετα την ενωσιν λεγοντες, αυτας δε τας φυσεις, ων η διαφορα, προφανως αναιρουντες τη σιωπη μετα την ενωσιν· αναιρεσις γαρ εστιν αληθως η των οντων και σωζομενων εξαρνησις. Η γαρ ου ανιηρηνται κατ᾿ αυτους αι φυσεις μετα την ενωσιν, και εισι και σωζονται, και δικαιον εστιν αυτας σωζομενας ομολογεισθαι μετα την ενωσιν· η ειπερ μη δικαιον εστιν αυτας ομολογεισθαι μετα την ενωσιν, μητε ειναι, μητε σωζεσθαι λεγειν αυτας εν Χριστω δικαιον εστι κατ᾿ αυτους, και ανηρηνται. Ο γαρ μη δικαιον εστι παντως ονομαζεσθαι, μηδε το παραπαν υπαρχειν, πολλω κρειττον εστιν ως οιμαι και δικαιοτερον, λεγειν· η πεισωσιν ημας λογω, πως εστι δικαιον εν Χριστω μη ομολογεισθαι, τα εξ ων ο Χριστος, οντα τε και σωζομενα μετα την ενωσιν, χωρις της οιασουν τροπης και αλλοιωσεως, και της εις αλληλα κατα τον ουσιωδη λογον μεταβολης· και στεργομεν ευπειθως της των σωζομενων εν Χριστω και οντων ομολογιας την στερησιν.
Ωσπερ δε κατα παντα λογον τε και τροπον εν ουκ εστιν ο Χριστος μετα την ενωσιν, ουτω παλιν κατα παντα λογον τε και τροπον ουκ εστιν ο Χριστος δυο μετα την ενωσιν. Ει δε μη κατα παντα λογον τε και τροπον εστιν ο Χριστος δυο μετα την ενωσιν· παντως κατα τινα λογον τε και τροπον δια την υποστατικην ταυτοτητα, ηγουν την μιαν υποστασιν, καθ᾿ ην διαφοραν εχειν ου δυναται, εν εστιν ο Χριστος. Επει ουν κατ᾿ αλλον και αλλον λογον τε και τροπον, εν και δυο εστιν ο αυτος, αναγκαιον σκοπησαι, κατα ποιον και ποιον λογον εν εστιν ο αυτος και δυο.

ΟΤΙ ΒΛΑΣΦΗΜΟΝ ΤΟ ΛΕΓΕΙΝ ΤΟΝ ΧΡΙΣΤΟΝ ΜΙΑΝ ΑΠΛΩΣ ΦΥΣΙΝ
Οτι βλασφημον το λεγειν τον Χριστον μιαν απλως φυσιν.

(≡15Β_238≡> Ει μεν ουν κατα τον της φυσεως λογον εν αυτον ειναι φησουσι, μιαν φυσιν απλως χωρις της οιασδηποτε διαφορας δηλονοτι κατ᾿ αυτους εσται το ολον. Ει δε τουτο λεγειν αυτοις συγχωρησομεν, ουκ εσται Θεος κατ᾿ αυτους, ουτε μην ανθρωπος ο Χριστος· ουτε κτισμα παντελως, ουτε κτιστης. Η γαρ απλως λεγομενη φυσις, ουδ᾿ ετερου τουτων καθαπαξ την οιανουν επιδεχεται σημασιαν. Ει δε την προδηλον φευγοντες ατοπιαν ειποιεν, μιαν μεν, συνθετον δε τον Χριστον ειναι φυσιν, ηγνοησαν ως αληθως, πως ο της ασεβειας ζοφος προς την εσχατην αυτους απεωσατο πλανην.

ΠΕΡΙ ΣΥΝΘΕΤΟΥ ΦΥΣΕΩΣ ΑΚΡΙΒΕΣΤΕΡΟΝ, ΚΑΙ ΤΟΥ ΚΑΤ’ΑΥΤΗΝ ΛΟΓΟΥ...
Περι συνθετου φυσεως ακριβεστερον, και του κατ’αυτην λογου· και ως ασεβουσιν οι λεγοντες τον Χριστον μιαν συνθετον φυσιν.

Πασα γαρ συνθετος φυσις, πρωτον μεν (=0517=) απροαιρετον εχειν την προς αλληλα των μερων κατα την συνθετον συνοδον.
Επειτα δε και αλληλοις ομοχρονα τα μερη, και εαυτη κεκτηται, κατα την εις το ειναι γενεσιν συνυπαρχοντα, μηδετερου μερους θατερου χρονικως προϋπαρχοντος.
Προς ετι γε μην και εις συμπληρωσιν της το παν μεγαλοφυως υπογραφουσης ολοτητος γινωσκεται πεποιημενη· ων ουδεν επι Χριστου παντελως θεωρειται τοις ευσεβειν βουλομενοις· ινα μη την προς την σαρκα του Λογου συνοδον ακουσιον ποιωμεθα, και απροαιρετον· και η τη σαρκι τον Θεον Λογον κατα την προς το ειναι γενεσιν ομοχρονον, η την σαρκα τω Λογω κατα την αναρχον υπαρξιν συναιδιον· η και μηδεν εχειν πλεον των λοιπων κατα την καθ᾿ ολου φυσιν θεωρουμενων ειδων, ως μερος εις συμπληρωσιν του παντος κατα τα λοιπα ειδη, παρα της το παν (≡15Β_240≡> συστησαμενης δυναμεως παρηγμενον τον Χριστον διοριζομεθα. Ουτος γαρ πασης συνθετου φυσεως ορος τε και λογος και νομος, καθως η της αληθειας δυναμις, και ο της λογικης ακολουθιας δρομος ποδηγει λεγειν τους μετα συνεσεως την των οντων ποιουμενους διασκεψιν. Και τις ετι της των ευσεβων ειναι δυνησεται μοιρας, ουτω φρονων περι του Θεου και Λογου, του προ παντων υπαρχοντος των αιωνων· μαλλον δε κυριωτερον ειπειν, ποιητου των αιωνων, και κατα θελησιν εκουσιον ποιησαμενου προς ημας τους ανθρωπους και αυθαιρετον την κενωσιν· και εις διορθωσιν και ανακαινισμον, αλλ᾿ ουκ εις συμπληρωσιν του παντος, ενανθρωπησαντος. Τροπω γαρ οικονομιας, αλλ᾿ ου νομω φυσεως, αρρητως ο του Θεου προς ανθρωπους δια σαρκος επεδημησε Λογος. Ουκουν ουκ εστι συνθετος φυσις ο Χριστος, κατα την καινοτομιαν των κενουντων το Ευαγγελιον· τω νομω της συνθετου φυσεως, κατα τον εις το ειναι τροπον, πανταπασιν υπαρχων αδουλωτος· αλλ᾿ υποστασινς συνθετος, την οιανουν κατ᾿ ειδος συνθετον φυσιν αυτης κατηγορουμενην ουκ εχουσα· ο και παραδοξον, υποστασιν συνθετον θεασθαι, χωρις της κατ᾿ ειδος αυτης κατηγορουμενης συνθετου φυσεως.
Ει δε κατ᾿ αυτους εκεινους ο Χριστος συνθετος εστι φυσις, η θαυμαστη των Σευηρου λογων ακροπολις, η γενικη παντως εστι, η μοναδικη. Τουτων γαρ αλλην επινοησαι μεσην αμηχανον. Και ει μεν γενικη φυσις εστιν ο Χριστος, κατα πολλων εσται δηλονοτι και διαφεροντων τω αριθμω κατηγορουμενος· και κατ᾿ επινοιαν εσται μονην, εν οις την υπαρξιν εχει· και ου καθ᾿ εαυτον εν ιδια τινι υποστασει γνωριζομενος· χωρις των επιθεωρουμενων τοις υπ᾿ αυτον ατομοις συμβεβηκοτων. Τοιουτος γαρ ο πασης γενικης φυσεως ορος τε και λογος· και εισηχθη πληθος ημιν Χριστων ανθ᾿ ενος, κατα μηδενα τροπον την οιανουν εχοντων προς τον Θεον, η τους ανθρωπους ταυτοτητα, δια την Σευηρου κατα της αληθειας περιττην και ακαθεκτον μανιαν. Ει δε μοναδικη φυσις εστιν ο Χριστος, ινα παρωμεν λεγειν ως ουδαμως εστι το συνολον φυσις ενι προσωπω περιγεγραμμενη· καν ει τα (≡15Β_242≡> μαλιστα τον μυθευομενον (=0520=) ορνιθα τον φοινικα, καθαπερ τι μεγα και αμαχον παραδειγμα της εαυτης δοξης συστατικον, τελευταιον προβαλλωνται· προς ο και λεγειν τι δεδοικα, μηπως και ανοιας παρα τοις συνετοις οφλησω γελωτα, τον μυθον δειξαι μυθον πειρωμενος. Ει γαρ ορνις εστιν ο φοινιξ, και ζωον παντως εστιν. Ει δε ζωον, πρωτον μεν ου παντη μοναδικον καθο ζωον. Επειτα δε, ειπερ ζωον, και σωμα εμψυχον αισθητικον. Ει δε σωμα εμψυχον αισθητικον εστιν ο φοινιξ, και υπο γενεσιν εστι δηλονοτι και φθοραν. Αυτους ερωτησωμεν τους σοφους των οντων θεαμονας, ει δυνατον εστι τι των υπο γενεσιν και φθοραν εμψυχων και αισθητικων σωματων, μοναδικης υπαρχειν καθ᾿ υποστασιν, φυσεως· ων η εξ αλληλων κατ᾿ ειδος διαδοχη, αριδηλος χαρακτηρ του ειναι και ορος εστι. Καθαπερ και η θεια Γραφη μαρτυρεται, το βεβαιον δι᾿ εαυτης τω λογω παρεχομενη, τω μεγαλω Νωε τον Θεον εισηγουμενη ταυτα προστασσοντα. Και ειπεν ο Θεος τω Νωε, Εισελθε συ, και πας ο οικος σου εις την κιβωτον, οτι σε ειδον δικαιον εναντιον εμου εν τη γενεα ταυτη. Απο δε παντων των κτηνων των καθαρων εισαγαγε προς σε επτα επτα, αρσεν και θηλυ· απο δε των κτηνων των μη οντων καθαρων, δυο δυο, αρσεν και θηλυ· και απο παντων των πετεινων του ουρανου των καθαρων, επτα επτα, αρσεν και θηλυ, και απο παντων των πετεινων του ουρανου των μη καθαρων, δυο δυο, αρσεν και θηλυ, διαστρεψαι σπερμα επι πασαν την γην. Οις, ειπερ ως πτηνον ζωον ο φοινιξ εστιν εναριθμιος, μοναδικης καθ᾿ υποστασιν φυσεως ουκ εστι κατα την θειαν αποφασιν, ινα ταυτα καθως εφην μη λεγωμεν· ου γαρ φιλον ημιν υπερ των ουκ αναγκαιων το μαχεσθαι· πασιν ευδηλον εστι, ως ειπερ μοναδικη φυσις εστιν ο Χριστος, ουτε τω Θεω και Πατρι ομοουσιος εστιν, ουτε τοις ανθρωποις. Το γαρ παντη κατα την φυσιν μοναδικον, της προς οτιουν αλλο παντελως ηλλοτριωται φυσικης (≡15Β_244≡> συγγενειας. Ει δε κατ᾿ αυτους εκεινους, ως εδειξεν ο λογος, παντη κατα την φυσιν ο Χριστος παντων ηλλοτριωται των οντων· αυτους ειπειν προτρεψομεθα τους καινους δογματιστας, τι οντα κατα την φυσιν, και ποιω λογω σεβουσι τον Χριστον, τον μηδεν οσον επι ταις αυτων υποθηκαις των λογων, οντα παρ᾿ αυτων βλασφημουμενον.
Ει τοινυν μεγας και φοβερος εξ αναγκης επεται κινδυνος, κατα την αποδοθεισαν του λογου δυναμιν, τοις λεγουσιν εν κατα την φυσιν ειναι τον Χριστον, ηγουν μιαν φυσιν, ειτε απλως λεγομενην, ειτε συνθετον· και ταυτην ειτε γενικην ηγουν κοινην, ειτε μοναδικην ηγουν ιδικην· παση φυλακη τας εαυτων καρδιας της τοιαυτης δοξης τηρησωμεν καθαρας, ινα και της επ᾿ αυτη μελλουσης απειλης ελευθερωθωμεν. Και το μεν δυο επι Χριστου κατα τον της φυσικης ετεροτητος λογον, ηγουν διαφορας των εξ ων εστι φυσεων σωζομενων και μετα την ενωσιν, ως εν ολω μερων, ευσεβως ομολογησωμεν· καθ᾿ ον ουδεποτε τα μερη φυσικως αλληλοις συμπιπτουσιν, εως εκατερον τον οικειον της φυσεως προς το ετερον διαφυλλατει λογον αλωβητον· το δε εν κατα τον της υποστατικης ταυτοτητος λογον, καθ᾿ ον ουδεμιαν το συνολον προς εαυτον ο Χριστος ως ολον την εκ διαφορας διακρισιν, ηγουν μερισμον επιδεχεται· εως μια και προ σαρκος, και μετα σαρκωσιν υποστασις υπαρχων πιστευεται· και εις της αγιας και βασιλικης Τριαδος προσκυνειται παρ᾿ ημων και δοξαζεται. Μοναδικη γαρ του Χριστου η υποστασις, ως ολον, μηδενι λογω κατα την χαρακτηρισικην αυτης ιδιοτητα τοις ακροις επιμεριζομενη, καθ᾿ ην αυτων αφοριζεται. Ακρα δε νυν λεγω, τον Θεον και Πατερα, εξ ου προ των αιωνων ο Χριστος γεγενηται θεϊκως· και την αγιαν πανενδοξον Παρθενον και Μητερα, εξ ης ο αυτος ανθρωπινως γεγεννηται δ᾿ ημας, τη προς αμφω τα ακρα των ιδιων μερων οικειοτητι, φυλαττουσα την κατ᾿ ουσιαν αμειωτως ταυτοτητα· οις μερεσι τον της διαφορας ο Χριστος επιδεχομενος λογον, της οικειας ουκ εξισταται μοναδικης υποστασεως. (≡15Β_246≡> Πασα γαρ ολοτης, και μαλιστα κατα συνθεσιν, εκ διαφορων θεωρουμενη, της οικειας υποστασεως μοναδικως φυλαττουσα την ταυτοτητα, και την προς αλληλα των οικειων μερων ασυγχυτον εχει διαφοραν, καθ᾿ ην τον εκατερου μερους προς θατερον κατ᾿ ουσιαν διασωζει λογον ανοθευτον. Ωσαυτως δε και τα μερη κατα την προς αλληλα συνθεσιν, ακραιφνη και αμειωτον τον κατα φυσιν λογον φυλαττοντα, την ενικην της οικειας ολοτητος αδιακριτον εχει ταυτοτητα· καθ’ ην μοναδικως τον καθ᾿ υποστασιν διαφυλαττει λογον παντελως αδιαιρετον.
Ει τοινυν, καθως εδειξεν συν αληθεια τρεχων ο λογος, ασεβες παντη καθεστηκεν επι Χριστου τω κατα φυσιν λογω θεσπιζειν κεισθαι το εν, ωσπερ και το εμπαλιν τω καθ᾿ υποστασιν λογω τα δυο· το μεν γαρ της Απολιναριου δυσωδιας εστιν ιδιον, συναλειφοντος τε και συγχεοντος εις μιαν φυσιν τας φυσεις, και αδιαγνωστον παντη ποιουντος την οικονομιαν· μηδεμιαν κυριως ειναι τιθεμενου φυσιν μετα (=0524=) ενωσιν. Φευγει γαρ ειναι οπερ εστι, τουτων εκατερον εις αλληλα μεταχωρουντα και μεταπιπτοντα. Το δε της Ιουδαϊκης Νεστοριου φρενοβλαβειας, την μιαν υποστασιν εις υποστασεις δυο μεριζοντος, και την ολην οικονομιαν αρνουμενου, το σαρκι καθ᾿ υποστασιν ουσιωδως τον Θεον Λογον ενωθηναι λεγειν παραιτουμενου· ημεις ορθως τε και προσφυως χρησωμεθα τω λογω, προς το ευθες μεβαλλοντες των διεστραμμενων τας φωνας· και το μεν δυο, κατα τον της φυσικης ετεροτητος ηγουν διαφορας λογον· το δε εν, κατα τον της υποστασεως λογον· ινα και το διαφορον των εξ ων ο Χριστος εστι φυσεων, εν Χριστω μετα την ενωσιν διατηρηται· και το ταυτον και μοναδικον της υποστασεως του σαρκωθεντος Θεου Λογου ωσαυτως απληθυντον διασωζηται. Η γαρ ανταλληλος των πραγματων δειξις τε και ομολογια, των υποκειμενων κατα τους αιρετικους αφανισμον απεργαζεται· ουκ ανεχομενης της αληθειας τας κυριας πανταπασι των πραγματων συγχωρειν εις (≡15Β_248≡> αλληλας αμειβεσθαι προσηγοριας. Δια τουτο δυο φυσεις ομολογουμεν τον Χριστον, ως εφην, κατα τον της διαφορας λογον των εξ ων εστι φυσεων και μετα την ενωσιν εν αυτω σωζομενων· ως Θεον τον αυτον οντα και ανθρωπον μετα την ενωσιν.

ΟΤΙ Ο ΛΕΓΩΝ ΘΕΟΝ ΚΑΙ ΑΝΘΡΩΠΟΝ ΤΟΝ ΧΡΙΣΤΟΝ ΜΕΤΑ ΤΗΝ ΕΝΩΣΙΝ...
Οτι ο λεγων Θεον και ανθρωπον τον Χριστον μετα την ενωσιν, συνομολογει τοις ονομασι τας φυσεις εξ αναγκης μετα την ενωσιν, ορθως πιστευειν προηρημενος.

Ει γαρ Θεος και ανθρωπος εστιν ο Χριστος μετα την ενωσιν, κατα την κοινην ομολογιαν, δηλονοτι τα πραγματα τοις ονομασιν εχων, επαληθευει μετα την ενωσιν. Τα γαρ πραγματα προεπινοουνται των οικειων ονοματων· και ουδ᾿ αν ειναι δυνηθειη πωποτε χωρις του πραγματος ονομα, του παρεχοντος δι᾿ εαυτου τω ονοματι θεσιν, και αντιλαμβανοντος δηλωσιν. Ει δε τα πραγματα, ων εισι τα ονοματα, ουκ εχει κατα την ενωσιν ο Χριστος, ψιλας κατ᾿ αυτους, ως μετα μηδενος κειμενας εχων δειχθησεται τας προσηγοριας, και πραγματων ερημους· και εσται Θεος και ανθρωπος μονον ονοματι κατ᾿ αυτους ο Χριστος, και ου πραγματι· ου τι γενοιτ᾿ αν αθεωτερον; Ει δε τοσουτον μανηναι παραιτουμενοι, φαιεν μη ερημους ειναι πραγματων επι Χριστου τας προσηγοριας μετα την ενωσιν· ωσπερ ου παραιτουνται λεγειν τας δυο του Χριστου μετα την ενωσιν προσηγοριας, ουτω και τας δυο φυσεις του Χριστου, εξ ων και εν αις συνεστηκε λεγετωσαν μετα την ενωσιν, ων και προσηγοριαι· ειπερ κατ᾿ αληθειαν πιστως ομολογουσι σωζεσθαι πραγματιωδως κατα φυσιν τα ενωθεντα μετα την ενωσιν.

ΠΕΡΙ ΤΗΣ ΕΝ ΔΥΟ ΦΩΝΗΣ· ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΜΙΑΣ ΤΟΥ ΛΟΓΟΥ ΦΥΣΕΩΣ ΣΕΣΑΡΚΩΜΕΝΗΣ ...
Περι της Εν δυο φωνης· και περι της μιας του Λογου φυσεως σεσαρκωμενης ευσεβης ομολογια κατα τους Πατερας· και αρνησις της μιας συνθετου φυσεως.

(≡15Β_250≡> Και παλιν εν δυο φυσεσιν αδιαιρετως τον αυτον οντα πιστευομεν, ως εν θεοτητι και ανθρωποτητι. Ωσπερ γαρ εκ δυο φυσεων λεγοντες τον Χριστον, εκ θεοτητος και ανθρωποτητος οντα νοουμεν, ως εκ μερων ολον· ουτω και εν δυο φυσεσι λεγοντες (=0525=) μετα την ενωσιν, εν θεοτητι και ανθρωποτητι οντα πιστευομεν, ως ολον εν μερεσι. Μερη δε Χριστου η θεοτης αυτου και η ανθρωποτης εστιν, εξ ων και εν αις υφεστηκε. Και αυθις μιαν του Θεου Λογου φυσιν σεσαρκωμενην σαρκι, νοεραν τε και λογικην εχουση ψυχην πιστευειν, λεγειν τε και κηρυττειν εδιδαχθημεν, κατα τον αγιον Κυριλλον· δια του σεσαρκωμενην ειπειν, της καθ᾿ ημας φυσεως εισκεκομισμενην νοουντες την ουσιαν. Και παλιν του αυτου και ενος Χριστου τα τε θαυματα και τα παθη, και του αυτου τας δυο γεννησεις, την τε προαιωνιον ασωματως εκ του Πατρος, και την χρονικην εκ Μητρος και Παρθενου σωματικως δι᾿ ημας γεγενημενην. Διο μαλιστα και κατα αληθειαν κυριως Θεοτοκον αυτην ομολογουμεν, ως τον εκ Πατρος γεννηθεντα προ παντων των αιωνων Θεον Λογον, επ᾿ εσχατων των χρονων εξ αυτης σαρκωθεντα γεννησασαν. Μιαν δε φυσιν συνθετον τον Χριστον παντελως παραιτουμεθα λεγειν· ου μονον δια τας ειρημενας αιτιας, αλλ᾿ οτι και μηδεις καθ᾿ ολου των εγκριτων Πατερων πεφανται μεχρι της δευρο ταυτην ειρηκως την φωνην· και ως προδηλως Απολιναριου του αιρετικου, και των αυτου φοιτητων υπαρχουσαν γεννημα· ων αποδεξαμενος Σευηρος την πλανην, εικοτως και ταις φωναις καλλωπιζεται. Ου γαρ φυσικη μονας κατα συνθεσιν εστιν ο Χριστος κατ᾿ Απολιναριον και Σευηρον, εως σωζομενην διαφυλλαττει των εξ ων εστι φυσεων και μετα την ενωσιν ασυγχυτον την ετεροτητα. Ουτε μην υποστατικη δυας κατα Νεστοριον, εως μη καθ᾿ εαυτα (≡15Β_252≡> τα συνελθοντα και αλληλων διακεκριμενα παντελως υφεστηκασι· και εως εις εστιν ο σαρκωθεις Θεος Λογος και μετα την σαρκωσιν, και μη προϋποστασαν τω οικειω λογω της φυσεως, την ενωθεισαν αυτω λογικως τε και νοερως εψυχωμενην σαρκα προσελαβεν· αλλ᾿ υποστασις μια συνθετος κατα τους Πατερας, καθ᾿ ην ολος τε Θεος εστιν ο αυτος και εις της αγιας και πανευφημου Τριαδος μετα της ανθρωποτητος δια την θεοτητα, και ολος ανθρωπος ο αυτος, και εις των ανθρωπων μετα της θεοτητος δια την ανθρωποτητα.

ΠΕΡΙ ΥΠΟΣΤΑΣΕΩΣ ΣΥΝΘΕΤΟΥ ΦΥΣΙΚΩΤΕΡΑ ΔΙΑΛΗΨΙΣ· ΚΑΙ ΑΠΟΔΕΙΞΙΣ ΑΚΡΙΒΗΣ ΤΟΥ ΜΗ ...
Περι υποστασεως συνθετου φυσικωτερα διαληψις· και αποδειξις ακριβης του μη τοις αυτοις περιπιπτειν ατοπημασι, τους ομολογουντας μιαν συνθετον υποστασιν τον Χριστον, τοις μιαν αυτον λεγουσι συνθετον φυσιν.

Ει δε οτι και πασα συνθετος υποστασις αλληλοις ομοχρονα κεκτηται τα μερη, νομιζοι τις την αυτην ατοπιαν συναγεσθαι, και τοις λεγουσι μιαν τον Χριστον ειναι συνθετον υποστασιν, ουκ ορθως κατα τον εμον ο τοιουτος υπολαμβανειν λογον. Ου γαρ απλως πασα συνθετος υποστασις αλληλοις ομοχρονα κατα την γενεσιν εχει τα μερη· αλλ᾿ η υπο φυσιν συνθετον δηλονοτι τελουσα, και ειδος εχουσα τοιουτον αυτης κατηγορουμενον· ητις τω κοινω και καθ᾿ ολου της κατηγορουμενης ουσιας ητοι φυσεως, (=0528=) το αθροισμα των περι αυτην ιδιωματων συμπεπλεγμενον εχουσα, φυσις εστιν, ηγουν μετα ιδιωματων. Ει ουν συνθετος η υφ᾿ ην τελει φυσις εστι και το κατηγορουμενον ειδος, και αυτην συνθετον ειναι παντως αναγκη, και αλληλοις ομοχρονα κεκτησθαι τα μερη, δια την κατηγορουμενην αυτης ουσιαν, ηγουν φυσιν, ουτως υπαρχουσαν, ως την αυτην ουσαν τω ειδει χωρις των αφοριστικων αυτης γνωρισματων. Ωσπερ γαρ την απλως λεγομενην (≡15Β_254≡> υποστασιν οριζοντες φαμεν, Υποστασις εστιν ουσια τις μετα ιδιωματων, η, ουσια τις των καθ᾿ εκαστα περιληπτικη των εν τω οικειω ατομω παντων ιδιωματων· ουτω την προσδιωρισμενως, αλλ᾿ ουχ απλως λεγομενην οριζοντες υποστασιν, λεγομεν, Υποστασς συνθετος εστι, ουσια τις συνθετος μετα ιδιωματων· η ουσια τις συνθετος των καθ᾿ εκαστα περιληπτικη των εν τω οικειω ατομω παντων ιδιωματων. Τα γαρ κοινως εν τοις υπο το αυτο ειδος ατομοις θεωρουμενα, το της ουσιας ητοι φυσεως χαρακτηριζει προηγουμενως εν τοις υπ᾿ αυτην ατομοις γενικον. Παντων δε κοινον των υπο το συνθετον ειδος ατομων το συνθετον· αρα φυσιν εν τοις υπ᾿ αυτην ατομοις συνθετον προηγουμενως χαρακτηριζει το συνθετον, αλλ᾿ ουχ υποστασιν.
Αλλως τε δε παλιν εκ των κοινων και καθ᾿ ολου πας εστιν ορισμος των υπ᾿ αυτα τελουντων ατομων· και εκ των γενικων παντα φυσικως εχει την αρχην της οικειας υπογραφης τα υπ᾿ αυτα· δια το σαφες ειναι το τι κυριως τε και προηγουμενως εστι το οριζομενον. Ει δε τουτο εστιν αληθες, ωσπερ ουν και εστιν, δηλον οτι ο ειπως συνθετον υπο φυσιν αναγομενην υποστασιν, το ενυπαρχον τω κοινω της ουσιας, γενικως, τω ατομω της υποστασεως συνεξεφηνε μετα των αυτην ιδικως χαρακτηριζοντων ιδιωματων. Ωστε ο φησας, υπο τινα φυσιν τελουσαν υποστασιν συνθετον, ουδεν ετερον ειπεν, η φυσιν ηγουν ουσιαν συνθετον μετα ιδιωματων. Ει τοινυν, καθως δεδεικται, πασα φυσις συνθετος απροαιρετον εχει την προς αλληλα των οικειων μερων κατα την συνθεσιν συνοδον, και αλληλοις ομοχρονα κεκτηται τα μερη, και εις συμπληρωσιν της τα παν κατ᾿ ειδος εκαστον εν τοις ουσι θεωρουμενης ολοτητος γεγενηται· και πασα δηλονοτι κατα το πεφυκος υποστασις την αυτην εχει τω οικειω γενει τε και ειδει απαραλλακτον προς το ειναι την συστασιν. Δειξωσιν ουν υπο φυσιν συνθετον τελουσαν την του Χριστου συνθετον υποστασιν, και ομοχρονα κεκτησθαι τα μερη συναγαγετωσαν, και την αυτην δικαιως μεμψιν ημων κατηγορειτωσαν. Εως δι᾿ αν τουτο μη δυνωνται, κατα ψαμμου ποιουνται των οικειων δογματων τα ερεισματα. Ο γαρ τον Χριστον τουτοις υπαγαγειν τοις προρηθεισιν (≡15Β_256≡> ατοποις αμαθως βιαζομενος, δια το συνθετον αυτον υποστασιν και ειναι, και παρ᾿ ημων ευσεβως ομολογεισθαι, πολυ της προς την αληθειαν αγουσης οδου, μαλλον δε κυριωτερον ειπειν, της αληθειας αυτης αποπεπλανηται. Το γαρ μεγα τουτο και σεπτον του Χριστου μυστηριον, (=0529=) ουτε ως ατομον καθ᾿ ολου τινα και γενικην εχει την ως ειδος φυσιν αυτου κατηγορουμενην· ουτε μην αυτο γενος εστιν, η ειδος των υπ᾿ αυτο φυσικως ατομων κατηγορουμενον· ωστε τινι δυνασθαι των ειρημενων υπαχθηναι κανονων· οια μηδε τοις συνθετοις κατα την προς αλληλα συνοδον, ισην και ομοιαν εχον την του Θεου Λογου συνδρομην προς την σαρκα κατα την συνθεσιν.

ΟΤΙ ΚΑΤΑ ΠΡΟΣΛΗΨΙΝ Η ΠΡΟΣ ΤΗΝ ΣΑΡΚΑ ΜΟΝΗ ΤΟΥ ΛΟΓΟΥ ΓΕΓΟΝΕ ΕΝΩΣΙΣ ...
Οτι κατα προσληψιν η προς την σαρκα μονη του Λογου γεγονε ενωσις, ως προοντος, και προς ενωσιν σαρκος κενωθηναι θελησαντος.

Επι γαρ παντων καθ᾿ ολου των κατα φυσιν συνθετων, ουχ η τουδε προς τοδε κατα προσληψιν συνοδος, την του δε του ειδους, ως εκ μερων ολου ποιειται συστασιν. Αλλ᾿ η αθροα των μερων εκ του μη οντος εις το ειναι γενεσις, κατα την αμα τω ειναι προς αλληλα συνοδον, ποιειται του ολου την συνθεσιν. Το δε του Κυριου ημων και Θεου και Σωτηρος Ιησου Χριστου μυστηριον, ου κατα τουτον τον τροπον γεγονεν· αλλα Θεος υπαρχων φυσει, και Θεου κατα φυσιν Υιος απλους τε και ασωματος, και τω Πατρι συναιδιος, και παντων δημιουργος των αιωνων, φιλανθρωπω βουλησει θελων κατα προσληψιν σαρκος γεγονεν ανθρωπος· και δι᾿ ημας, απλους κατα φυσιν και ασωματος, εξ ημων γεγονεν οικονομικως καθ᾿ υποστασιν συνθετος και ενσωματος, καθα φησιν ενθεαστικως ο αγιος και μεγας Αρεοπαγιτης Διονυσιος εν τω πρωτω κεφαλαιω της Περι θειων ονοματων συγγραφης περι της θειας σαρκωσεως ουτωσι διεξιων· "Φιλανθρωπον δε διαφεροντως, οτι τοις καθ᾿ ημας προς αληθειαν ολικως (≡15Β_258≡> εν μια των αυτης υποστασεων εκοινωνησεν· ανακαλουμενη προς εαυτην, και ανατιθεισα την ανθρωπινην εσχατιαν, εξ ης [αρρητως] ο απλους Ιησους συνετεθη· και παρατασιν ειληφε χρονικην ο αιδιος· και εισω της καθ᾿ ημας γεγονε φυσεως, ο πασης της κατα φυσιν ταξεως υπερουσιως εκβεβηκως."
Ει τοινυν μη κατα νομον και ταξιν της των συνθετων φυσεως, αλλ᾿ ετερω παρα την φυσιν των συνθετων θεσμω· κατα προσληψιν γαρ αφραστως ο του Θεου προς την σαρκα συνετεθη Λογος· αλλ᾿ ου κατα γενεσιν αμα τη σαρκι προς συνθεσιν το ειναι λαβων, εις ολου τινος κατ᾿ ειδος συμπληρωσιν, καθως ο της αληθειας διαπρυσιως πασιν εμβοα λογος· ματην τοις υπο φυσιν θεσμοις υπαγαγειν αθεσμως επιχειρουσιν οι αμαθεις την παντα φυσεως ορον τε και λογον εκβαινουσαν συνθεσιν. Δια τουτο κατα προσληψιν σαρκος ο λεγων γενεσθαι την ενανθρωπησιν, την τε του Θεου Λογου προαιωνιον υπαρξιν σιασωζει, και την εκουσιον ευσεβως ομολογει και αυθαιρετον αυτου κατα χρονον σαρκωσιν· και την διαφοραν αυτου του προσλαβοντος Λογου, και της προσληφθεισης σαρκος ασυγχυτον διαφυλαττει και μετα (=0532=) την ενωσιν. Ο δε μη κατα προσληψιν σαρκος ομολογων ατρεπτως ενανθρωπησαι τον του Θεου Λογον, ουδεν των ειρημενων κατ᾿ ουδενα τροπον αληθως ομολογειν δυνησεται. Πως γαρ ει μη προϋπηρχεν αναρχως ο Λογος, κατα θελησιν σαρκα προσελαβε κατ᾿ ουσιαν διαφορον; εφ᾿ ου μαλιστα, καθαπερ οιμαι, κυριως η του ετεροφυους λεγεται γεγενησθαι κατα προσληψιν ενωσις· ως μονου τε και μονως απαθως τε και αληθως προσλαβοντος το ετεροουσιον, και ατρεπτον εαυτον παντι λογω τε και τροπω φυλαξαντος και απληθυντον, και το προσληφθεν αναλλοιωτον· οπερ αμηχανον επι της γενητης γενεσθαι φυσεως· εφ᾿ ης αμα τη γενεσει των μερων, εις ολου τινος κατ᾿ ειδος συμπληρωσιν, κατα την αθροαν προς αλληλα συνδρομην, πασα γινεσθαι πεφυκε συνθεσις, ιση κατα το ολον την προς αλληλα των μερων αναλογιαν (≡15Β_260≡> φυλαττουσα· καθαπερ εφ᾿ ημων εχει, και των οσα συνθετον εχειν την κατ᾿ ειδος ελαχον φυσιν. Εφ᾿ ημων γαρ αναλογουσας η ψυχη ταις οικειαις ενεργειαις τας φυσικας εχει του σωματος δυναμεις, ως δεκτικου κατα φυσιν οντος δια την αυτης αθροαν αμα τη σαρκι προς το ειναι γενεσιν. Ο δε Θεου Λογος, κατ᾿ ουδενα λογον η τροπον αναλογουσας εχων ταις οικειαις κατα φυσιν ενεργειαις της υπ᾿ αυτου προσληφθεισης φυσεως τας δυναμεις· ου γαρ μετρειται φυσει το υπερ φυσιν· ουδε τι το παραπαν εν τοις ουσιν εστι κατα φυσιν αυτου δεκτικον. Αρα μονωτατος κατα προσληψιν σαρκος λογικως τε και νοερως εψυχωμενης, θελων αρρητως γεγονεν ανθρωπος· ως ων και προων, και παντα δυναμενος· τω υπερ φυσιν τροπω τας φυσεις καινοτομησας, ινα σωση τον ανθρωπον.
Ταυτην εμαθον εγω την πιστιν, και εδιδαχθην εκ τε των προαποδημησαντων αγιων και μακαριων Πατερων ημων, και εκ των νυν περιοντων, και τους οιακας της καθολικης αγιας του Θεου Εκκλησιας πεπιστευμενων, και ορθως προς τον λιμενα του θειου θεληματος αυτην διακυβερνωντων· μεθ᾿ ης ταις αυτων ικεσιαις και απελευσομαι την παρουσαν απολιμπανων ζωην· αντι παντος αξιωματος, ταυτην τω Θεω προσφερων την ομολογιαν αχραντον και αμολυντον, και πασης αιρετικης ζαλης υψηλοτεραν. Βιω γαρ εργοις καταγλαϊσμενω δικαιοσυνης ουκ εχω καυχασθαι, κατα πασαν μου την ενθαδε ζωην παραβατης αυθαιρετος των θειων νομων γενομενος.
Και ταυτα μεν υμιν, ως οιον τε ην, επιτομως εγω γεγραφα, κυριοι μου ευλογημενοι, προς το γινωσκειν υμας, ειπερ τι τοις γραφεισιν ενεστι χρησιμον, πως καν ποσως αποπεμπεσθε τους ημφιεσμενους το κωδιον λυκους, ταις ασημοις καταπτοουντας υλακαις τα θεια και ηπια της αγιας του Χριστου ποιμνης προβατα, και μη παρασυρεσθε τω ψευδει κακουργως υποκρινομενω αληθειαν· τας δε συνηγορους της εκκλησιαστικης πιστεως των Πατερων φωνας, τεως ουκ ηδυνηθην ενθειναι τω γραμματι, (=0533=) δια την παρ᾿ εμοι των βιβλων πολλην αποριαν. Αυτοθι γαρ τον ευλογημενον (≡15Β_262≡> μου δεσποτην εχετε, Πατερα τε και διδασκαλον κυριον αββαν Σωφρονιον τον οντως σωφρονα και σοφον της αληθειας συνηγορον, και αηττητον των θειων δογματων υπερμαχον, και εργω και λογω κατα πασης αιρεσεως δυνατον αγωνιζεσθαι, μετα παντων των αλλων καλων, και πληθει βιβλων θειων πλουτουντα, και τους βουλομενους μανθανειν τα θεια προθυμως πλουτιζοντα. Προς αυτον ουν φοιτωντες, πασαν των θειων και σωτηριων δογματων, ευ οιδα, κομισεσθε την ορθην και απταιστον γνωσιν. Ερρωσθε.

ΕΠΙΣΤΟΛΗ ΙΔ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ, ΕΠΙΣΤΟΛΗ ΔΟΓΜΑΤΙΚΗ.
ΙΔ´. - Του αυτου, προς τον αυτον, επιστολη δογματικη.

(≡15Β_264≡> Ο μεν Θεος κατα φυσιν υπαρχων αγαθος, ουδεν ων ποιειν πεφυκεν, εστι πονηρον. Ο δε ανθρωπος, επιμελεια γνωμης γινομενος αγαθος, οις πεφυκε ποιειν ο Θεος, αει δεικνυται χαιρων. Αλλην γαρ ο ανθρωπος ουκ εχει του αγαθος ειναι διαγνωσιν, η μονην την προς το γινομενον υπο του Θεου συνδιαθεσιν. Θεου γαρ ιδιον η των αγαθων ποιησις· ανθρωπου δε, η προς αυτα συνδιαθεσις. Αρετη γαρ ανδρος εστι, το δειξαι το πεποιημενον υπο του Θεου διαθεσει γνωμης στεργομενον. Ουκουν ειπερ αγαθον απαν το τον Θεον εχον της οικειας γενεσεως αιτιον, αγαθον εικοτως, και των αγαθων το μεγιστον, η των διεστηκοτων ενωσις εστιν, οτι Θεου προφανες εργον καθεστηκεν. Ει δε τουτο παντως εστι αληθες, οιδ᾿ οτι χαιρετε θεωμενοι τους διεσκορπισμενους συναγομενους εις εν, αγαθοι τυγχανοντες, δια την υμων προς τα καλα συνδιαθεσιν.
Δεξασθε τοινυν ως αγαθους παρακαλω τους θεοφυλακτους υμας, τον ταυτην μου την μετριαν επιφερομενον συλλαβην θεοφιλεστατον διακονον κυριον (=0536=) μου Κοσμαν, ανδρα καλον και συνετον, και τοις κατα Θεον ηθεσιν ωραϊσμενον, και εις τους οικειους αυτον καταταξασθαι φιλους· και ειπερ γενηται χρεια προς τον θεοτιμητον παπαν υπερ αυτου καταθεσθαι παρακλησιν, ινα τον ιδιον απολαβη βαθμον της διακονιας, εν η τεταγμενος ην Εκκλησια, μη κατοκνησαι. Τοσουτον γαρ γνησιως τον ευσεβη (≡15Β_266≡> των θειων της Εκκλησιας δογματων προσηκατο λογον, ωστε και διαπυρως αυτου υπερμαχεσθαι, και τουτον ειδεναι της ευσεβειας ορον τε και θεσμον, τη μηδεν ηρνησθαι φρονειν ων εστι Χριστος μετα την αφραστον ενωσιν· Θεος ομου κατα ταυτον αληθως ο αυτος υπαρχων και ανθρωπος. Ου γαρ απεβαλεν οπερ ην, γενομενος αληθως οπερ ουκ ην· ατρεπτος γαρ. Ουδ᾿ ηλλοιωσεν οπερ γεγονε, διαμεινας οπερ υπηρχε· φιλανθρωπος γαρ· αλλ᾿ αμφω φυσικως καθ᾿ υποστασιν ολος εστιν· ως εις εξ αμφοιν, και δι᾿ ενος εαυτου σωζων αμφοτερα, διχα τροπης και μειωσεως, ως αυτα καθ᾿ ενωσιν ων αληθως την καθ᾿ υποστασιν. Η γαρ καθ᾿ υποστασιν ενωσις, προς την διαιρεσιν εχουσα την αντιδιαστολην, αλλ᾿ ου προς την φυσικην των κατ᾿ αυτην ηνωμενων διαφοραν, της μεν ποιειται τελειαν αναιρεσιν, της δε παγιαν εργαζεται τηρησιν· ης ο αριθμος καθεστηκε δηλωσις. Επειδη ποσου παντελως αμοιρουσαν ουκ αν ποτε τις διαφοραν επινοησειε· καν ο σοφωτατος η περι λογους και δυσμαχωτατος. Εως γαρ αν του κατα συνθεσιν ολου τα μερη σωζεται διχα συγχυσεως, εξ ων το ολον συνεστηκεν, η προς αλληλα φυσικη των καθ᾿ ενωσιν σωζομενων του ολου μερων ουκ αγνοειται διαφορα. Εως δ᾿ αν εν τω ολω της κατ᾿ ουσιαν διαφορας των μερων ο λογος μενη σωζομενος, αγνοεισθαι το ποσον των κατ᾿ ουσιαν αλληλων διαφεροντων του ολου μερων αμηχανον, ου ποιεισθαι πεφυκεν ο αριθμος δηλωσιν, αλλ᾿ ου διαιρεσιν οτι μη της σχεσεως των πραγματων, τουτεστιν ενωσεως η διαιρεσεως, αλλα μονης της απλως, αλλ᾿ ου της πως ποσοτητος ο αριθμος υπαρχει δηλωτικος. Ει δε ποσοτητος, αλλ᾿ ουχι σχεσεως ο αριθμος ποιεισθαι πεφυκε δηλωσιν, ου διαιρει παντελως την ενωσιν, ο προς μονην ευσεβως την δηλωσιν της εν Χριστω σωζομενης των εξ ων εστι φυσεων διαφορας τω αριθμω χρωμενος μετα την ενωσιν, αλλα γινωσκειν μονον ασυγχυτως μεμενηκεναι τας φυσεις μετα την ενωσιν· εξ ων ο εις υπαρχει Χριστος και Κυριος, και Υιος και (≡15Β_268≡> Θεος, δηλονοτι σεσαρκωμενος, και τελειως ενανθρωπησας. Διο και μιαν φυσιν αυτου του Λογου σεσαρκωμενην, σαρκι ψυχην εχουση την νοεραν τε και λογικην πρεσβευει μετα την ενωσιν, ουκ αγνοων την διαφοραν, αλλ᾿ εξιστων και οιον εξω τιθεις την διαιρεσιν· ιν᾿ ομου τε δια τουτωνι των φωνων(1), Απολιναριου (=0537=) την συγχυσιν και Νεστοριου την διαιρεσιν, τα εκ διαμετρου κακα, της θειας αυλης απελασειε· και γενηται καθαρος του μυστηριου προσκυνητης· ομολογων τον αυτον ανωθεν εκ του Πατρος γεννηθεντα προ παντων των αιωνων· και τον αυτον κατωθεν, προσληψει δηλονοτι σαρκος, λογικως τε και νοερως εψυχωμενης εκ της μητρος δι᾿ ημας επ’ εσχατων γεννηθεντα των χρονων. Και δια τουτο κυριως και κατ᾿ αληθειαν ειναι Θεοτοκον την αγιαν Παρθενον πιστευων, οτι περ αυτον αντι σπορας συλλαβουσα τον Λογον, κεκυεκε τε και τετοκεν εξ αυτης σαρκωθεντα· το αυτον ενεργουντα τα θαυματα· τον αυτον της των ανθρωπινων παθηματων κατα θελησιν ανεχομενον πειρας τον αυτον σταυρωθεντα, ταφεντα, ανασταντα τη τριτη ημερα κατα τας Γραφας· αναληφθεντα σεσαρκωμενον εις ουρανους, εξ ων ασαρκος προς ημας κατεληλυθεν, ως οιδεν αυτος· ο μηδεμιαν εχων ως Θεος κατα φυσιν την εκ τοπων εις τοπους μεταβασιν. Φυσει γαρ απειρος, και δια τουτο μηδενι τροπω τοις ουσι χωρουμενος, ως πασης περιγραφης υπαρχων ελευθερος, και φυσει φιλανθρωπος, και δια τουτο της ημων κατα θελησιν σαρκικης γεννησεως ανασχομενος, και χωρητος τοις ημετεροις γενομενος· τον αυτον ηξοντα μετα της εκαστω δουναι την κατ’ αξιαν ητοιμασμενων διανομην.
Ταυτην ασπασιως προσηκαμενον την ομολογιαν τον ειρημενον θεοφιλεστατον κυριον Κοσμαν, καγω προσηλαμην χαιρων, και της ψυχης προυτιμησα της εμης την απλην αυτου κατα Χριστον διαθεσιν γνους· και περι ων ηρωτησε δογματικων κεφαλαιων, (≡15Β_270≡> εγγραφον δεδωκα αυτω συντομον την αποκρισιν· ην και τους θεοφυλακτους υμας λαβειν και γυμνασαι, των εικοτων εστιν. Ωφελειτε γαρ αυτον δια της υμετερας επι τω κειμενω καλης εξηγησεως, αναπληρουντες των δια την συντομιαν ελλειφθεντων τον νουν· και ταυτα μεν περι τουτου. Υπομιμνησκω δε τους θεοφυλακτους υμας γρηγορειν, και προσευχεσθαι κατα την του Κυριου διαταγην, ινα μη ταις παγισι των πανταχοθεν ημας περιεστηκοτων αλωμεν πειρασμων. Εαν γαρ γρηγορωμεν και νηφωμεν, τους των διαμονων οιδ᾿ οτι φυλαττομεθα δολους· και εαν προσευχωμεθα, προς την ημετεραν βοηθειαν την θειαν επισπωμεθα χαριν, συμμαχουσαν ημιν, και πασης ημας αποφαινουσαν νικητας (=0540=) αντικειμενης δυναμεως, και ρυομενην ημας πασης πλανης και αγνωσιας· και μαλιστα νυν τουτο πραττειν οφειλομεν· οτι και διχα της εντολης, γινεται της επι τον Θεον καταφυγης διδασκαλος η φυσις, λαμβανουσα συμβουλον την περιστασιν. Τι γαρ των νυν περιεχοντων την οικουμενην κακων περιστατικωτερον; τι δε τοις ησθημενοις των γινομενων δεινοτερον; τι δε τοις πασχουσιν ελειονοτερον η φοβερωτερον; Εθνος οραν ερημικον τε και βαρβαρον, ως ιδιαν γην διατρεχον την αλλοτριαν· και θηρσιν αγριοις και ατιθασσοις, μονης ανθρωπων εχουσι ψιλον σχημα μορφης, την ημερον πολιτειαν δαπανωμενην· και λαον Ιουδαϊκον, και ανεκαθεν ανθρωπων αιμασι χαιροντα, και μονην θειαν ευαρεστησιν ειδοτα τον φονον του πλασματος· και δια τουτο πλεον μαινομενον, παντων των επι κακια διαβεβοημενων εν τω πλουτω της πονηριας γενεσθαι περιφανεστερον· και οις Θεος απεχθανεται, Θεον θεραπευειν οιομενον· τον μονον παντων των επι γης λαων απιστοτατον· και δια τουτο προς υποδοχην της αντικειμενης δυναμεως επιτηδειοτατον· προπομπευοντα, τροπω τε παντι και διαθεσει της ενδημιας του πονηρου· και δι᾿ ων πραττει μηνυοντα του Αντιχριστου την παρουσιαν, επειδη (≡15Β_272≡> την του αληθως Σωτηρος ηγνοησεν· τον δυσμενη και παρανομον, μισανθρωπον τε και μισοθεον, και δια τουτο μαλλον μισανθρωπον, οτι μισοθεον, και ταις κατα των αγιων εντρυφαν υβρεσι συγχωρουμενον· ως εγγυς ουσης της εκδικησεως, ινα και κολασθη δικαιοτερον, φανεισης αυτου δια των πραγματων τελειως της κατα του Θεου τυραννιδος τε και επαναστασεως· τον του ψευδους προστατην λαον, της τε μιαιφονιας δημιουργον, και της αληθειας εχθρον· τον πικρον της εμης πιστεως διωκτην, δι᾿ ης η πολυθεος κατελυθη πλανη, και των διαμονων αι φαλαγγες απηλαθησαν. Δι᾿ ης Παντα τα εθνη κεκροτηκασι χειρας, κατα την προφητειαν, και ηλαλαξαν τω Θεω εν φωνη αγαλλιασεως· οτι Κυριος υψιστος, φοβερος, Βασιλευς μεγας επι πασαν την γην. Εγνωσθη μυστικως αυτοις δια σαρκος επιδημησας ο μονογενης Υιος· Κυριος μεν, ως δουλοις αρετην επιτασσων τοις δια πραξεως των εντολων ανεχομενοις· υψιστος δε, ως της αληθως γνωσεως χορηγος, τοις ποθω σοφιας δια θεωριας προς την γυμνην συμβολων επειγομενοις των μυστηριων καταληψιν· φοβερος δε, ως κριτης, και των παραβασεων εκδικητης· βασιλευς δε, ως εκαστω των κατ᾿ αξιαν ητοιμασμενων διανομευς· (=0541=) και μεγας ως υπερ φυσιν δια των εναντιων τα εναντια ποιων· και δια παθους απαθειαν, και δια θανατου ζωην δημιουργων, και παραδοξω δυναμει ταις εαυτου κατα σαρκα στερησεσι, τας ατρεπτους εξεις των αγαθων τη φυσει δωρουμενος· και ουδ᾿ ουτως ο παραφρων αισχυνεται λαος, και ληγει διωκων πιστιν και αρετην. Απερ σαφως διωκει δια βασκανιαν· ως αμφοτερων εκπεπτωκως, και ουκ ειδως οτι πεπτωκεν, επ᾿ αμφοτεραις χωλαινων ταις ιγνυαις, και διαναστηναι του πτωματος της ασεβειας παντελως μη δυναμενος, η μη βουλομενος, ειπειν οικειοτερον· ως πιστιν και αρετην αει προδιδους υπερηφανιας χαριν και ηδονης, (≡15Β_274≡> ως αποστατης λαος και μωρος, και εθνος απαιδευτον. Αις επιμερισας εαυτου την ζωην, ο αποστατης και πληρης ανομιων, την μεν αποστασιας Θεου ποιειται μητερα, την δε, μισανθρωπιας δημιουργον· ινα και Θεος αυτω και κτισις υβριζεται· ο μεν καταφρονουμενος, η δε, φθειρομενη τοις αυτου μιασμοις των επιτηδευματων.
Τι τουτων, ως εφην, Χριστιανων οφθαλμοις, η ακοαις φοβερωτερον; Εθνος απηνες και αλλοκοτον, κατα της θειας κληρονομιας οραν επανατεινεσθαι χειρας συγχωρουμενον. Αλλα ταυτα το πληθος ων ημαρτομεν συμβηναι πεποιηκεν. Ου γαρ αξιως του Ευαγγελιου του Χριστου πεπολιτευμεθα. Παντες ημαρτομεν, παντες ηνομησαμεν, παντες αφηκαμεν την οδον των εντολων την ειπουσαν, Εγω ειμι η οδος, και κατ᾿ αλληλων εθηριωθημεν, αγνοησαντες της φιλανθρωπιας την χαριν, και των υπερ ημων του σαρκωθεντος Θεου παθηματων το μυστηριον· και διωδευσαμεν τριβους αβατους, τας των παθων της ατιμιας δηλαδη σχεσεις τη διαθεσει τη γνωμης κυρωσαντες. Αλλα γρηγορησωμεν και προσευξωμεθα, μηπως πλεον βαρυνθωσιν αι καρδιαι ημων εν κραιπαλη και μεθη. Κραιπαλη γαρ εστιν, ο επι τω λογω της πιστεως εν καιροις διωγμων δισταγμος· μεθη δε, η των κατα φυσιν αποβολη λογισμων, δι᾿ ων η αληθης γενεσθαι πεφυκε των οντων διαγνωσις, οτ᾿ αν εξ ατονιας εποκλαση ταις επηρειαις των πειρασμων η ψυχη· και σκοτωθεισα, παθη σαλον περι τον λογον, ως εφην, της πιστεως. Εαν γαρ προσευχωμεθα και γρηγορωμεν, βεβαιοτεραν μαλλον την εις τον Κυριον ημων και Θεον Ιησουν Χριστον πιστιν κατεχομεν, θεωρουντες, και τη πειρα λαμβανοντες, ων προειπεν την εκβασιν· και ου ξενιζομεθα παντελως, και σαλον κατα ψυχην υπομενομεν, ως παρ᾿ επαγγελιαν πασχοντες, αλλα βεβαιοτεραν την πιστιν κατεχομεν, βλεποντες δια των πραγματων πληρουμενην του Κυριου την (≡15Β_276≡> προρρησιν. Ει δε βεβαιωσιν πιστεως οιδε ποιειν η των προρρηθεντων εκβασις, πλεον δια των γινομενων και (=0544=) ημεις την πιστιν ημων βεβαιωσομεν, αληθη τον ειρηκοτα τυγχανειν ευρισκοντες· και Θεον αυτον ομολογησωμεν εμπροσθεν των ανθρωπων, μηδενα παντελως υφορωμενοι θανατον· ινα και αυτος ημας εμπροσθεν του Πατρος ομολογηση· και σεσωσμενους δια της καλης ομολογιας προσαγαγη, ης αυτος εις την των ημετερων καλων υποτυπωσιν απηρξατο· μαρτυρησας επι Ποντιου Πιλατου, και ομολογησας την καλην ομολογιαν· ην μιμεισθαι κατα την αυτου χαριν αξιωθειημεν, οτ᾿ αν καλεσοι καιρος· μη προπετως επιπηδωντες τοις υπερ του λογου της ευσεβειας κινδυνοις, αλλα φευγοντες οση δυναμις τους πειρασμους, φειδοι τε των διωκοντων, και τη κατ᾿ επιγνωσιν δοκιμασια της ενουσης ημιν φυσικης ασθενειας· τους νηπιαζοντας παιδαγωγουντες, και τον καλουντα περιμενοντες Λογον· ος εν τοις νομιμως τους υπερ ευσεβειας υπερμαχομενοις αγωνας αορατως παραγινομενος, τον της μαρτυριας διεξεισι δρομον· ως μονος αισθησιν και φυσιν νικησαι δυναμενος· επειδη σαφως αισθησεως νικη και φυσεως εστι το μαρτυριον, δι᾿ ου πεφυκε νου τε και λογου γιγνεσθαι κατα των παθων επαναστασις, καθ᾿ ην ο του Θεου βεβαιουται ποθος, παραδοξως δια θανατου πειθων τους εραστας διαβηναι προς τον ποθουμενον· ω παραστηναι καταξιωθειημεν ταις εις αυτον ομολογιαις αστραπτοντες, ας και συναπενεγκοιμεν εαυτοις εντευθεν απιοντες, και προς τον ατελευτητον μεταβαινοντες κοσμον, ευχαις και πρεσβειαις της παναγιας Δεσποινης ημων Θεοτοκου και αειπαρθενου Μαριας, και παντων των αγιων. Αμην.

ΣΧΟΛΙΟΝ

(≡15Β_278≡> 1. Ο χρωμενος, φησι, προς μονην δηλωσιν της διαφορας επι Χριστου, τη φωνη των δυο φυσεων, Απολιναριω μαχεται· και ο λεγων παλιν την φωνην της μιας του Θεου Λογου φυσεως σεσαρκωμενης, εκβαλλει την Νεστοριου διαιρεσιν. Τας δυο γαρ λεγει φωνας ο φευγων επ’ ισης την εκατερου τουτων δυσσεβειαν.

ΕΠΙΣΤΟΛΗ ΙΕ’. ... ΠΕΡΙ ΚΟΙΝΟΥ ΚΑΙ ΙΔΙΟΥ, ΤΟΥΤΕΣΤΙΝ ΟΥΣΙΑΣ ΚΑΙ ΥΠΟΣΤΑΣΕΩΣ ...
ΙΕ´. - Του αυτου, περι κοινου και ιδιου, τουτεστιν ουσιας και υποστασεως, προς Κοσμαν τον θεοφιλεστατον διακονον Αλεξανδρειας.
Τω θεοφιλεστατω κυριω Κοσμα διακονω, Μαξιμος ταπεινος χαιρειν.

(≡15Β_280≡> Επειπερ πολυς ημιν περι της θειας σαρκωσεως κεκινηται λογος, αυτων αψαμενος των λεπτων της ευσεβειας δογματων, εξ ων λαβομενος αφορμης την εμην απητησας ταπεινωσιν, ειπειν, ανθρωπε του Θεου, τι το κοινον εστι και καθολου· και τι το μερικον και ιδιον· ιν᾿ εντευθεν ημιν σαφης ο πας της ενωσεως γενηται λογος· εμον μεν ουδεν ερω παντελως· ο δε παρα των Πατερων εδιδαχθην, φημι, μηδεν παραμειβων της αυτων επι τουτοις διδασκαλιας.
Κοινον μεν ουν εστι και καθολικον, ηγουν γενικον, κατα τους Πατερας, η ουσια και η φυσις· ταυτον γαρ αλληλαις ταυτας υπαρχειν φασιν. Ιδιον δε και μερικον, η υποστασις και το προσωπον· ταυτον γαρ αλληλοις κατ᾿ αυτους ταυτα τυγχανουσιν. Και δηλοι Τερεντιω ταδε γραφων ο μεγας Βασιλειος, "Ει δε δει και ημας εν βραχει το ημιν δοκουν ειπειν, εκεινο ερουμεν, οτι ον εχει λογον το κοινον προς το ιδιον, τουτον εχει η ουσια προς την υποστασιν. Εκαστος γαρ ημων και τω κοινω της ουσιας λογω του ειναι μετεχει, και τοις περι αυτον ιδιωμασιν ο δεινα εστι και ο δεινα." Και παλιν ο αυτος προς Αμφιλοχιον περι των τοιουτων (≡15Β_282≡> διεξιων, ταδε φησιν· "Ουσια δε και υποστασις ταυτην εχει την διαφοραν, ην εχει το κοινον προς το καθεκαστον. Οιον, ως εχει το ζωον προς τον δεινα ανθρωπον." Και μεθ᾿ ετερα· "Οι δε ταυτον λεγοντες ουσιαν και υποστασιν, αναγκαζονται προσωπα μονον ομολογειν διαφορα." Και παλιν κανονικην τινα διδασκων επεστελλεν ερμηνευων την του ομοουσιου διανοιαν· "Αυτη δε η φωνη, και του Σαβελλιου κακον επανορθουται. Αναιρει γαρ την ταυτοτητα της υποστασεως, και εισαγει τελειαν των προσωπων την εννοιαν· ου γαρ αυτο τι εστιν ομοουσιον εαυτω, αλλ᾿ ετερον ετερω. Ωστε καλως εχει, και ευσεβως, των τε υποστασεων την ιδιοτητα διοριζουσα, και της φυσεως το απαραλλακτον παριστωσα." Και παλιν εν τη δευτερα προς Νεοκαισαρεις διδασκει φασκων· "Και γαρ ειδεναι χρη, οτι ωσπερ ο το κοινον της ουσιας μη ομολογων εις πολυθειαν εκπιπτει· ουτως ο τα ιδια των υποστασεων μη διδους, εις τον Ιουδαϊσμον αποφερεται." Και παλιν εν οις Ευσταθιον τον Αρμενιον υπογραψαι πεποιηκε, διαρρηδην γραφων φαινεται. "Προσηκει τοινυν εναργως ομολογειν, οτι πιστευουσι κατα τα ρηματα τα υπο των ημετερων Πατερων εκτεθεντα εν τη Νικαια, και κατα την υγιως υπο των ρηματων εμφερομενην διανοιαν. Εισι γαρ τινες, οι και εν ταυτη τη πιστει δολουντες τον λογον της αληθειας, και προς το εαυτων βουλημα, τον νουν των εν αυτη ρηματων ελκοντες. Οπου γε και Μαρκελλος ετολμησεν ασεβων εις την υποστασιν του Κυριου ημων Ιησου Χριστου, και ψιλον αυτον εξηγουμενος λογον, εκειθεν προφασισασθαι τας αρχας ειληφεναι, του ομοουσιου την διανοιαν κακως εξηγουμενος. Και τινες των απο της δυσσεβειας του Λιβυος Σαβελλιου υποστασιν και ουσιαν ταυτον ειναι υπολαμβανοντες, εκειθεν ελκουσι τας αφορμας προς την κατασκευην της εαυτων βλασφημιας, εκ του εγγεγραφθαι τη πιστει, Εαν δε τις λεγη εξ ετερας ουσιας η υποστασεως τον Υιον του Θεου, τουτον (≡15Β_284≡> αναθεματιζει η αγια και καθολικη Εκκλησια. Ου γαρ ταυτον ειπον εκεινοι ουσιαν και υποστασιν. Ει γαρ μιαν και την αυτην εδηλουν [εννοιαν] αι φωναι, τις χρεια ην εκατερων; Αλλα δηλον, ως των μεν αρνουμενων το εκ της (=0548=) ουσιας αλλων δε λεγοντων εν αλλης τινος υποστασεως· ουτως αμφοτερα ως αλλοτρια του εκκλησιαστικου φρονηματος απηγορευσαν. Επει οπου γε το εαυτων εδηλουν φρονημα, ειπον εκ της ουσιας του Πατρος ειναι τον Υιον, ουκετι προσθεντες το, εκ της υποστασεως. Ωστε εκεινο μεν κειται επ᾿ αναιρεσει του πονηρου φρονηματος· τουτο δε φανερωσιν εχει του σωτηριου δογματος."
Συνωδα δε τουτω και Γρηγοριος ο της θεολογιας επωνυμος εν τω θεολογικω προτερω λογω ταδε φαινεται φασκων· "Μεσοτητα δε οτ᾿ αν ειπω, την αληθειαν λεγω· προς ην βλεπειν, καλως εχει μονον, και την φαυλην συναιρεσιν παραιτουμενους , και την ατοπωτεραν διαιρεσιν· ως μητε εις μιαν υποστασιν συναιρεθεντα τον λογον, δεει πολυθειας, ψιλα ημιν καταλιπειν τα ονοματα, τον αυτον Πατερα και Υιον και αγιον Πνευμα υπολαμβανουσι." Και μετ᾿ ολιγα παλιν· " Επειδη χρη και τον ενα Θεον τηρειν, και τας τρεις υποστασεις ομολογειν· ηγουν τρια προσωπα, και εκαστην μετα της ιδιοτητος. Τηροιτο δ᾿ αν, ως ο εμος λογος, εις μεν Θεον, εις εν αιτιον Υιου και Πνευματος αναφερομενων, ου συντιθεμενων, ουδε συναλειφομενων· αι δε τρεις υποστασεις, μηδεμιας επινοουμενης συναλοιφης η αναλυσεως η συγχυσεως· ινα μη το παν καταλυθη, δι᾿ ων το εν σεμνυνεται πλεον, η καλως εχει. Και κατα το εν και ταυτον της θεοτητος, ινα ουτως ονομασω, κινημα τε και βουλημα, και την της ουσιας ταυτοτητα." Και εν τω Συντακτηριω λογω παλιν· "Πιστευομεν εις Πατερα, και Υιον, και αγιον Πνευμα· ομοουσια τε και ομοδοξα, εν οις και το βαπτισμα την τελειωσιν εχει· οιδας, ο μυηθεις, αρνησις ον (≡15Β_286≡> αθειας και ομολογια θεοτητος· και ουτω καταρτιζομεθα, το μεν εν τη ουσια γνωριζοντες, και τω αμεριστω της προσκυνησεως· τα δε τρια, ταις υποστασεσιν, ηγουν προσωποις." Και μεντοι καν τω εις τα φωτα λογω ταυτα φησιν ο αυτος, "Θεου δε οτ᾿ αν ειπω, ενι φωτι περιαστραφθητε, και τρισι· τρισι μεν, κατα τας ιδιοτητας, ηγουν υποστασεις, ει τινι φιλον καλειν, ειτε προσωπα· ουδεν γαρ περι των ονοματων ζυγομαχησομεν, εως αν προς την αυτην εννοιαν αι συλλαβαι φερωσιν· ενι δε, κατα τον της ουσιας λογον ηγουν θεοτητος." Τοσαυτην μεν οι θεηγοροι Πατερες ημων Γρηγοριος και Βασιλειος υπαρχουσαν των θειων δογματων την συμφωνιαν παρεστησαν, ταυτον διαρρηδην ειποντες· τη μεν ουσια την φυσιν, ως κοινον και καθολου· τη δε υποστασει το προσωπον, ως ιδικον τε και μερικον· (=0549=) μηδαμως συμφυραντες των λεγομενων την εννοιαν, δια της τουτων εις αλληλας περιτροπης και συγχυσεως. Υφ᾿ ενος γαρ και του αυτου Πνευματος ενεργηθεντες, την ορθην της πιστεως τοις λαοις παραδεδωκασιν ομολογιαν. Τουτοις δε συμφωνως ευρησεις, και παντας τους κατα την χαριν του Πνευματος πιστευθεντας της Εκκλησιας τους οιακας, τον ορθον της ευσεβους πιστεως πρεσβευσαντας λογον, και μηδεν ταυτης της εννοιας παντελως εκτραπεντας.

ΚΑΤΑΣΚΕΥΗ ΦΥΣΙΚΩΤΕΡΑ, ΠΑΡΙΣΤΩΣΑ ΩΣ ΟΥΔΕΝ ΤΩΝ ΟΝΤΩΝ· ΕΤΕΡΩ ΤΑΥΤΟΝ ΕΣΤΙ ...
Κατασκευη φυσικωτερα, παριστωσα ως ουδεν των οντων· ετερω ταυτον εστι κατ᾿ ουσιαν και υποστασιν· αλλα τα μεν κατ᾿ ουσιαν ταυτα ταις υποστασεσιν ετερα· τα δε ταυτα καθ᾿ υποστασιν, παντως κατ᾿ ουσιαν ετερα.

Ει δε ταυτον μεν ουσια και φυσις· ταυτον δε προσωπον και υποστασις, δηλον ως τα αλληλοις ομοφυη και ομουσια, παντως αλληλοις ετεροϋποστατα. Κατ᾿ αμφω γαρ, φημι δη την φυσιν και την υποστασιν, ουδεν εν τοις ουσιν εστιν ετερω ταυτον. Διοτι τα (≡15Β_288≡> κατα μιαν και την αυτην αλληλοις ηνωμενα φυσιν, ηγουν ουσιαν, τουτεστι τα της αυτης ουσιας οντα και φυσεως κατα μιαν και την αυτην υποστασιν ηγουν προσωπον, ουκ αν ενωθειη ποτ᾿ αν· τουτεστιν εν προσωπον εχειν ου δυνησεται και μιαν υποστασιν· και τα κατα μιαν και την αυτην υποστασιν ηγουν προσωπον ηνωμενα, κατα μιαν και την αυτην ουσιαν, ηγουν φυσιν ουκ αν συναφθειη ποτ᾿ αν· τουτεστι μιας και της αυτης ουσιας οντα και φυσεως, ουκ αν γενομενα φανειη ποτ᾿ αν. Αλλα τα κατα μιαν και την αυτην ηνωμενα φυσιν, ηγουν ουσιαν· τουτεστι τα μιας και της αυτης ουσιας οντα και φυσεως, αλληλων διακεκριται ταις υποστασεσιν, ηγουν προσωποις, ως επ᾿ αγγελων εχει και ανθρωπων, και παντων των εν ειδει και γενει θεωρουμενων κτισματων. Αγγελος γαρ αγγελου, και ανθρωπος ανθρωπου, και βους βοος, και κυων κυνος διακεκριται κατα την υποστασιν, αλλ᾿ ου κατα την φυσιν και την ουσιαν. Τολμησει δε το μειζον ο λογος ειπειν, ως ουδ᾿ επ᾿ αυτης της πρωτης αναρχου τε και ποιητικης των οντων αιτιας θεωρουμεν ταυτον αλληλαις την φυσιν και την υποστασιν· ειπερ μιαν ουσιαν και φυσιν θεοτητος οιδαμεν, εν τρισιν υπαρχουσαν υποστασεσι διαφερουσαις αλληλων ταις ιδιοτησι· και τρεις υποστασεις εν μια και τη αυτη ουσια τε και φυσει της θεοτητος. Μονας γαρ εν Τριαδι, και εν μοναδι Τριας, εστιν ημιν προσκυνουμενον· Πατηρ, και Υιος, και Πνευμα αγιον, εις Θεος· ουτε του Υιου οντος Πατρος, αλλ᾿ οπερ ο Πατηρ· ουτε του Πνευματος οντος Υιου, αλλ᾿ οπερ ο Υιος· παντα γαρ οσα ο Πατηρ, πλην αγεννησιας, εστιν ο Υιος (γεννητος γαρ), και παντα οσα ο Υιος, πλην της γεννησεως, εστι το Πνευμα αγιον (εκπορευτον γαρ). Της αγεννησιας και της γεννησεως και της (=0552=) εκπορευσεως, ου τεμνουσων εις τρεις ανισους η ισας ουσιας τε και φυσεις την μιαν φυσιν και δυναμιν της αφραστου θεοτητος· αλλα τα εν οις, η απερ η μια θεοτης εστιν, ηγουν ουσια και φυσις, χαρακτηριζουσων προσωπα· τουτεστιν, υποστασεις· και τα κατα μιαν και την αυτην υποστασιν, ηγουν προσωπον ηνωμενα, (≡15Β_290≡> τουτεστι μιας υποστασεως οντα, και ενος συμπληρωτικα προσωπου, τω λογω της ουσιας ητοι φυσεως διαφερουσιν· ως επι ψυχης ανθρωπινης εχει και σωματος, και των οσα καθ᾿ υποστασιν εσχηκασι την προς αλληλα συνοδον. Ου γαρ αλληλοις ομοουσια ταυτα τυγχανουσιν.
Τα τοινυν κατα μιαν και την αυτην ουσιαν, ηγουν φυσιν ηνωμενα, τουτεστι μιας και της αυτης ουσιας οντα και φυσεως, ομοουσια μεν αλληλοις παντως εισι, και ετεροϋποστατα· ομοουσια μεν, τω λογω της απαραλλακτως αυτοις εν ταυτοτητι φυσικη ενθεωρουμενης ουσιωδους κοινοτητος· καθ᾿ ον ουκ εστιν αλλος αλλου μαλλον τουθ᾿ οπερ εστι τε και λεγεται· παντες δε τον ενα και τον αυτον επιδεχονται της ουσιας ορον τε και λογον. Ετεροϋποστατα δε, τω λογω της αυτα διακρινουσης προσωπικης ετεροτητος, καθ᾿ ον αλλος αλλου διακεκριται, μη συμβαινοντες αλληλοις τοις καθ᾿ υποστασιν χαρακτηριστικοις ιδιωμασιν· αλλ᾿ εκαστος τω κατ’ αυτον αθροισμω των ιδιωματων ιδικωτατον της οικειας καθ᾿ υποστασιν επιφερεται λογον· καθ᾿ ον την προς τα ομοφυη και ομοουσια κοινωνιαν ουκ επιδεχεται. Τα δε κατα μιαν και την αυτην υποστασιν ηγουν προσωπον ηνωμενα, τουτεστι, τα μιας και της αυτης οντα συμπληρωτικα καθ᾿ ενωσιν υποστασεως, ομοϋποστατα μεν αλληλοις εισι και ετεροουσια. Ομοϋποστατα μεν, τω λογω της καθ᾿ ενωσιν εξ αυτων συμπληρουμενης προσωπικης αδιαιρετου μοναδος· καθ᾿ ον τα διαιρουντα θατερον της κατ᾿ ουσιαν οικειας καινοτητος ιδιωματα, κατα την αμα τω ειναι προς αλληλα συνοδον, ποιειται χαρακτηριστικα της εξ αυτων συμπληρουμενης μιας υποστασεως· καθ᾿ ην η προς αλληλα θεωρειται ταυτοτης, την οιανουν μη δεχομενη διαφοραν· ως επι ψυχης ανθρωπινης εχει και σωματος. Τα γαρ αφοριζοντα το τινος σωμα των λοιπων σωματων, και την του τινος ψυχην των λοιπων ψυχων ιδιωματα, συνδραμοντα καθ᾿ ενωσιν, χαρακτηριζει μεν κατα ταυτον αμα και αφοριζει των λοιπων ανθρωπων την εξ αυτων συμπληρωθεισαν υποστασιν, Πετρου φερε ειπειν η Παυλου· αλλ’ ου την Πετρου η (≡15Β_292≡> Παυλου ψυχην απο του οικειου σωματος. Αμφω γαρ αλληλοις ταυτον ψυχη τε και σωμα, τω λογω της καθ᾿ ενωσιν εξ αυτων συμπληρουμενης μιας υποστασεως· οτι μη καθ᾿ αυτα τουτων εκατερον υπεστη θατερων κεχωρισμενον, προ της εξ αυτων εις γενεσιν ειδους συνθεσεως. Αμα γαρ γενεσις, αμα συνθεσις, αμα και η κατα συνθεσιν εξ αυτων του ειδους συμπληρωσις. Ετεροουσια δε, τω λογω της προς αλληλα φυσικης ετεροτητος· καθ᾿ ον ουδαμως επιδεχονται (=0553=) κατ᾿ ουσιαν τους αλληλων ορους τε και λογους· αλλ᾿ ετερον και ετερον αποδιδωσι θατερον της οικειας ουσιας προς τον θατερου λογον ασυμπτωτον· καθ᾿ ον την ψυχης και σωματος ουσιωδη σωζοντες διαφοραν, ου συγχεομεν την εξ αυτων συμπληρουμενην υποστασιν, τη προς θατερον θατερου περιτροπη τε και μεταβολη των εξ ων συνετεθη μερων ηγουν φυσεων, τον αφανισμον δεχομενην.
Ει δε κατα την αμα προς ειδους γενεσιν ψυχης τε και σωματος συνοδον, ο τις αποτελεισθαι πεφυκεν ανθρωπος· τω μεν λογω της των οικειων μερων φυσικης κοινοτητος, προς αλλους ανθρωπους σωζων το ομοουσιον· τω δε λογω της των αυτων ιδιοτητος, προς τους αλλους φυλαττων ανθρωπους το ετεροϋποστατον· ενουμενος μεν τη κατα φυσιν κοινοτητι των οικειων μερων τοις αλλοις ανθρωποις, προς ους μιαν και την αυτην κατ᾿ ειδος επιφερεται φυσιν· διαιρουμενος δε τη καθ᾿ υποστασιν των μερων ιδιοτητι των λοιπων ανθρωπων, προς ους ετερον τε κατα την υποστασιν και διαφορον, επιφερεται προσωπον· ω διακρινεται λογω των αλλων ανθρωπων, την ενοτητα της οικειας προσωπικης αδιαιρετου μοναδος φυλαττων παντελως αδιαφορον· και ω τοις αλλοις ενουσθαι λογω πεφυκεν ανθρωποις, την διαφοραν της των οικειων μερων ουσιωδους ετεροτητος σωζων ασυγχυτον· σαφης εντευθεν ημιν, και μηδεν εχων γριφωδες ο περι της σαρκωσεως, ηγουν ενθρωπησεως του ενος της αγιας και ομοουσιου και προσκυνητης Τριαδος Θεου Λογου καθεστηκε λογος.

ΟΤΙ Ο ΧΡΙΣΤΟΣ ΤΑΙΣ ΜΕΝ ΚΑΤ’ ΟΥΣΙΑΝ ΤΩΝ ΟΙΚΕΙΩΝ ΜΕΡΩΝ ΠΡΟΣ ΤΑ ΑΚΡΑ ΚΟΙΝΟΤΗΣΙΝ ...
Οτι ο Χριστος ταις μεν κατ᾿ ουσιαν των οικειων μερων προς τα ακρα κοινοτησιν ενουμενος, την προς αλληλα των μερων σωζομενην ειχε διαφοραν· ταις δε των μερων ιδιοτησι, το καθ᾿ υποστασιν διεδεικνυ ταυτον ως ολου, κοινον αμφοτερων.

(≡15Β_294≡> Διδασκων διαρρηδην ημας, οτιπερ ο του Θεου Λογος τελειος υπαρχων κατα την φυσιν και την ουσιαν, καθ᾿ ην ταυτον εστι τω Πατρι και τω Πνευματι και ομοουσιος, κατα τε το προσωπον και την υποστασιν, καθ᾿ ην ετερος προς τον Πατερα και το Πνευμα καθεστηκε, την προσωπικην ασυγχυτον σωζων διαφοραν, σαρκωθεις εκ Πνευματος αγιου, και της αγιας Θεοτοκου και αειπαρθενου Μαριας, τελειως ενηνθρωπησεν· τουτεστι, τελειος γεγονεν ανθρωπος, κατα προσληψιν δηλονοτι σαρκος, ψυχην εχουσης νοεραν τε και λογικην, εν αυτω την τε φυσιν λαβουσης και την υποστασιν· τουτεστι, το ειναι τε και το υφεσταναι, κατ᾿ αυτην αμα του Λογου την συλληψιν· επειπερ αυτος ο Λογος αντι σπορας· μαλλον δε σπορα της οικειας θελων ευρεθη σαρκωσεως, και γεγονε κατα την υποστασιν συνθετος, (=0556=) ο κατα την φυσιν απλους και ασυνθετος· εις και αυτος εν τη μονιμοτητι των εξ ων συνεστη μερων διαμενων ατρεπτος, αδιαιρετος τε και ασυγχυτος· ινα η καθ᾿ υποστασιν μεσιτης τοις εξ ων συνετεθη μερεσι· την των ακρων εν εαυτω συναπτων διαστασιν· ποιων ειρηνη, και αποκαταλλασσων τω Θεω και Πατρι δια του Πνευματος την φυσιν την ανθρωπινην· ως Θεος αληθως κατ᾿ ουσιαν υπαρχων, και ανθρωπος αληθως φυσει κατ᾿ οικονομιαν γενομενος· μητε τη κατα φυσιν διαφορα των οικειων μερων διαιρουμενος, μητε τη καθ᾿ υποστασιν ενοτητι των αυτων συγχεομενος· αλλα τω μεν λογω της κατ᾿ ουσιαν των εξ ων συνετεθη μερων κοινοτητος, Πατρι τε και Μητρι κατα φυσιν ενουμενος, την προς αλληλα των εξ ων συνετεθη μερων διεδεικνυτο σωζων διαφοραν· τω δε λογω της καθ᾿ υποστασιν των οικειων μερων (≡15Β_296≡> ιδιοτητος, των ακρων Πατρος τε φημι και Μητρος διακρινομενος, το μοναδικον της οικειας υποστασεως εχων διεφαινετο παντελως αδιαφορον, εν τη προς αλληλα κατ᾿ ακρον προσωπικη ταυτοτητι των οικειων μερων διαπαντος ενιζομενον. Η γαρ κατ᾿ ουσιαν θατερου των μερων προς τα ακρα κοινοτης, εν τη ενοτητι της μιας υποστασεως, ασυγχυτον το διαφορον της θατερου διασωζουσα φυσεως, μιαν αμφοτερων εκ της ενωσεως τοις ευσεβεσιν ουκ εδιδου γνωριζεσθαι φυσιν, ινα μη γενηται παντελως κατ᾿ ουσιαν των μερων απογενεσις, η κατα συνθεσιν της εξ αυτων του ολου μιας φυσεως γενεσις, ουκ εχουσα πως την φυσικην προς τα μερη των ακρων φυλαξει συγγενειαν, μη σωζουσα την κατ᾿ ουσιαν προς αλληλα των εξ ων συνετεθη μερων διαφοραν μετα την ενωσιν· αλλ᾿ υποστασιν μιαν παρειχεν οραν εκ της ενωσεως συνθετον, τη κατα φυσιν των εξ ων συνετεθη μερων υπαρξει συντηρουμενην. Η δε καθ᾿ υποστασιν θατερου των ως εις ολου τινος του Χριστου συνθεσιν μερων ιδιοτης, τω κατ’ ουσιαν κοινω συνεπινοουμενη, γνωρισμα κοινον απετελεσε των μερων, το χαρακτηριζον την εξ αυτων συμπληρωθεισαν μιαν υποστασιν. Κοινην γαρ σαρκος και θεοτητος κατα την αρρητον ενωσιν γεγενησθαι φαμεν, την εξ αυτων συνοδω τη καθ’ ενωσιν φυσικην, ηγουν αληθη τε και πραγματικην, συμπληρωθεισαν του Χριστου μιαν υποστασιν. Φημι δε κοινην, ως μιαν και την αυτην των μερων ιδικωτατην εκ της ενωσεως αποφανθεισαν υποστασιν· μαλλον δε μιαν του Λογου και την αυτην υπαρχουσαν νυν τε και προτερον· αλλα προτερον μεν αναιτιως, απλην τε και ασυνθετον· υστερον δε δι᾿ αιτιαν προσληψει σαρκος νοερως εψυχωμενης ατρεπτως γενομενην κατ᾿ αληθειαν συνθετον· καθ᾿ ην των ακρων, Πατρος τε φημι και Μητρος αφοριζομενος, προς εαυτον ηνωται, καθοτιουν ουκ εχων διαφοραν· ινα μη γενηται παντελης της καθ᾿ υποστασιν των μερων ταυτοτητος απογενεσις, η της κατ᾿ αυτην των μερων διαφορας γενεσις, εις δυαδα προσωπικην διαλυουσα την καθ᾿ υποστασιν ενωσιν· ουκ εχουσα πως δειξαι την προς αλληλα των μερων προσωπικην ταυτοτητα (≡15Β_298≡> σωζομενην, τη καθ᾿ υποστασιν διαφορα προς δυαδα προσωπων μεριζομενην.

ΟΤΙ ΤΑ ΜΕΝ ΚΑΘ’ ΥΠΟΣΤΑΣΙΝ ΚΟΙΝΑ ΤΩΝ ΜΕΡΩΝ, ΤΟ ΟΛΟΝ ΗΓΟΥΝ ΤΟΝ ΧΡΙΣΤΟΝ ΗΦΟΡΙΖΕ ...
Οτι τα μεν καθ᾿ υποστασιν κοινα των μερων, το ολον ηγουν τον Χριστον ηφοριζε των ακρων· τα δε κατ᾿ ουσιαν προς τα ακρα κοινα των μερων, ως ολον συνηπτε τοις ακροις ουσιωδως τον Χριστον.

Ου γαρ οις ηφοριζετο των λοιπων ανθρωπων ιδιωμασιν η σαρξ, τουτοις διετηρει την προς τον Λογον διαφοραν· ουτ᾿ αν παλιν, οις του Λογου διεφερεν ιδιωμασι, τουτοις και ημων ηφοριζετο. Αλλ᾿ οις προς ημας ηφοριζετο, τουτοις την καθ᾿ υποστασιν προς τον λογον διεσωζεν ενωσιν, ηγουν ταυτοτητα· και οις ημιν ηνωτο φυσικως, τουτοις δηλαδη την προς τον Λογον σωζομενην ειχεν ουσιωδη διαφοραν. Ωσπερ και ο Λογος, οις ηφοριζετο του κοινου της θεοτητος ιδιωμασιν ως Υιος και Λογος, τουτοις προς την σαρκα την καθ’ υποστασιν διεσωζεν ενωσιν, ηγουν ταυτοτητα· και οις ως Θεος την προς την σαρκα φυσικην ετηρει διαφοραν, τουτοις Πατρι τε και Πνευματι κατ’ ουσιαν ενουμενος επηλλαττε την τε προς εαυτον και τα ακρα διαφοραν και ταυτοτητα·(1) κοινοτησι μεν των μερων κατα φυσιν τοις ακροις ενουμενος, ιδιοτησι δε των αυτων δηλαδη μερων, καθ᾿ υποστασιν των ακρων διακρινομενος· εν μεν τη καθ᾿ υποστασιν ταυτοτητι των οικειων μερων, προς εαυτον δεικνυς σωζομενην την των ακρων διαφοραν· εν δε τη των μερων κατ᾿ ουσιαν ετεροτητι, την προς τα μερη των ακρων ταυτοτητα φυσικην επιφερομενος. Ει δε ταις μεν κοινοτησι των μερων ηνωτο τοις ακροις, ταις δε των(2) μερων ιδιοτησιν ηφοριζετο των ακρων· δηλον ως οις ηνωτο τοις ακροις, την προς αλληλα των μερων φυσικην ειχε σωζομενην διαφοραν. Οις δε διεκρινετο των ακρων, την καθ᾿ υποστασιν των μερων ειχε ταυτοτητα διαφαινομενην.
Ουκουν εκατερου των εξ ων συνετεθη μερων ο Χριστος ειχε, το τε κοινον και το ιδικον· το μεν κοινον, εν τω λογω της κατ᾿ ουσιαν προς τα εαυτου μερη των ακρων ταυτοτητος καθ᾿ (≡15Β_300≡> ον την προς αλληλα των μερων και μετα την ενωσιν σωζομενην ειχε διαφοραν· το δε ιδιον, εν τω λογω της καθ᾿ υποστασιν ταυτοτητος των μερων, καθ᾿ ον ηφοριζετο των ακρων, ασυγχυτον την προς αυτα σωζων διακρισιν. Η γαρ αληθης καθ᾿ υποστασιν ενωσις, εκατερου των εις ολου τινος συνθεσιν αλληλοις συνερχομενων μερων, κατα την αμα προς ολου τινος γενεσιν συνοδον, το αφοριζον εκατερον της κατ᾿ ουσιαν κοινοτητος ιδιωμα, τω κοινω συμπαραλαβουσα, δεικνυσιν ενυποστατον, αλλ’ ουχ υποστασιν· οτι μη καθ᾿ αυτο διωρισμενως υπεστη· των ομογενων, η του καθ᾿ ενωσιν αυτω προς ολου τινος γενεσιν συνυφεστωτος αφοριζομενον· οπερ ιδιον εστιν υποστασεως. Το γαρ καθ᾿ αυτο διωρισμενως συνεστως εστιν υποστασις· (3) ειπερ υποστασιν ειναι φασιν, ουσιαν μετα ιδιωματων, αριθμω των ομογενων διαφερουσαν· (4) ενυποστατον δε, το καθ᾿ αυτο μεν (=0560=) ουδαμως υφισταμενον, εν αλλοις δε θεωρουμενον, ως ειδος εν τοις υπ’ αυτο ατομοις· η το συν αλλω διαφορω κατα την ουσιαν εις ολου τινος γενεσιν συντιθεμενον· οπερ καθ᾿ οσον μεν διαφερει τοις αφοριζουσιν αυτο των κατ᾿ ουσιαν ομογενων ιδιωμασι, τοσουτον τω συγκειμενω καθ᾿ υποστασιν, ενιζεται ταυτιζομενον. Ου γαρ οις αφοριζεται των ομογενων ιδιωμασι, τουτοις διακρινεται και του συγκειμενου καθ᾿ ενωσιν και συνυφεστωτος· αλλ᾿ οις διενηνοχε των ομοουσιων αφοριστικοις ιδιωμασι, τουτοις προς το συγκειμενον την καθ᾿ ενωσιν φυλαττει ταυτοτητα της υποστασεως, εν τω παντη μοναδικω του προσωπου συντηρουμενην· οπερ επι της θειας οικονομιας ηγουν σαρκωσεως ο αληθης πρεσβευει λογος. Οις γαρ ημων αφοριζομενη διεφερεν η σαρξ ιδιωμασι, τουτοις την προς τον Λογον καθ᾿ υποστασιν ειχε ταυτοτητα· και οις ο Λογος Πατρος τε και Πνευματος διεφερεν ιδιωμασιν, ως Υιος αφοριζομενος, τουτοις το καθ᾿ υποστασιν προς την σαρκα, μοναδικον διετηρει σωζομενον, μηδενι λογω παντελως διαιρουμενον.
Ουκουν ουχ υποστασις η του Θεου Λογου καθεστηκε σαρξ. (≡15Β_302≡> Ουδεποτε γαρ, ουδοσον επινοιας ψιλης πεφυκε ταχος χωρειν, καθ᾿ εαυτην το παραπαν υπεστη τοις αφοριζουσιν αυτην ιδιωμασι διωρισμενη των ομογενων, η προς τον συγκειμενον καθ᾿ υποστασιν Λογον, του κοινου το ιδιον εχουσα κεχωρισμενον· αλλ᾿ ενυποστατος ως εν αυτω και δι᾿ αυτον λαβουσα του ειναι την γενεσιν· και αυτου γενομενη καθ᾿ ενωσιν σαρξ, και προς αυτον καθ᾿ υποστασιν ενιζομενη, τω λογω της των λοιπων ανθρωπων αφοριζουσης αυτην ιδιοτητος. Και σαφεστερον ειπειν, αυτου του Λογου καθ᾿ υποστασιν ποιουμενη το ιδιον· ως που και το κατ᾿ ουσιαν κοινον, ου και σαρξ αληθως καθ᾿ ενωσιν γεγονεν.

ΟΤΙ ΘΕΟΣ ΥΠΑΡΧΩΝ ΤΕΛΕΙΟΣ Ο ΧΡΙΣΤΟΣ, ΚΑΙ ΑΝΘΡΩΠΟΣ ΤΕΛΕΙΟΣ Ο ΑΥΤΟΣ ...
Οτι Θεος υπαρχων τελειος ο Χριστος, και ανθρωπος τελειος ο αυτος, των απερ ην, ειχε το κοινον και το ιδιον, οις προς εαυτον εποιειτο την των ακρων ενωσιν και διακρισιν· τη μεν προς εαυτον ενωσει των ακρων, εν εαυτω σωζομενας τας εξ ων συνετεθη δυο φυσεις πιστουμενος· τη δε προς εαυτον διακρισει των ακρων, το μοναδικον της οικειας παριστας υποστασεως.

Ει γαρ φυσει Θεος ων ο Λογος προσληψει σαρκος νοερως εψυχωμενης διχα τροπης γεγονεν ανθρωπος, δηλον ως εξ αμφοιν εις, και δι᾿ ενος εαυτον κατ᾿ αληθειαν αμφω πιστουμενος, αμφοτερων ειχεν ο αυτος το τε κοινον, και το ιδιον· οις την προς τα ακρα εποιειτο ενωσιν και διακρισιν· τη μεν προς αλληλα φυσικη διαφορα των οικειων μερων, κατ᾿ ουσιαν τοις ακροις ενουμενος· τη δε των αυτων, δηλονοτι μερων, ταυτοτητι, καθ᾿ υποστασιν, των ακρων διακρινομενος. Ει δε διαφοραν ειχεν ο αυτος και ταυτοτητα, δηλον ως εν και δυο ην ο αυτος. Εν μεν, τω λογω της οικειας κατα την υποστασιν αδιαιρετου (=0561=) μοναδος· δυο δε, τω λογω της κατ᾿ ουσιαν προς αλληλα των οικειων μερων και μετα την ενωσιν ετεροτητος(5). Διαφορα γαρ εστιν, λογος (≡15Β_304≡> καθ᾿ ον η προς αλληλα των σημαινομενων ετεροτης σωζεσθαι πεφυκεν, και του πως ειναι δηλωτικος.(6) Ταυτοτης δε εστιν, απαραλλαξια καθ᾿ ην ο του σημαινομενου λογος το παντη κεκτηται μοναδικον, μηδενι τροπω διαφορας γνωριζομενον.

ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΔΙΑΛΗΨΙΣ ΣΥΝΤΟΜΟΣ, ΔΙ’ ΗΣ ΔΕΙΚΝΥΤΑΙ ΤΟ ΚΑΤ’ ΟΥΣΙΑΝ ...
Περι διαφορας διαληψις συντομος, δι᾿ ης δεικνυται το κατ᾿ ουσιαν ποσον των ηνωμενων σωζομενον.

Ει τοινυν σωζεται μετα την ενωσιν εν Χριστω των εξ ων συνετεθη μερων η προς αλληλα κατα την ουσιαν διαφορα, σαφης υπαρχει τοις ευσεβουσιν αποδειξις, ως το κατ᾿ ουσιαν ποσον μεμενηκε των ηνωμενων αμειωτον μετα την ενωσιν, τον εκατερου μερους προς θατερον εν τω κατα συνθεσιν εξ αυτων ολω διασωζον της ουσιας ορον τε και λογον ασυμπτωτον. Ει δε και η του ολου προς τα οικεια μερη, μαλλον δε φαναι σαφεστερον, η προς αλληλα των μερων κατα την εξ αυτων ολου συνθεσιν υποστατικη διασωζεται ταυτοτης· δηλον ως ουδενι τροπω τα μερη κατα την εξ αυτων συμπληρουμενην μιαν υποστασιν, προς αλληλα παντελως διαφερουσι. Και λοιπον ουδεις εστι λογος δειξαι δυναμενος, η το κατ᾿ ουσιαν διαφορον συγχεομενον, η το καθ᾿ υποστασιν μοναδικον διαιρουμενον.

ΚΑΤΑΣΚΕΥΗ ΠΛΑΤΥΤΕΡΑ ΤΕ ΚΑΙ ΦΥΣΙΚΩΤΕΡΑ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΚΑΙ ΠΟΣΟΤΗΤΟΣ ...
Κατασκευη πλατυτερα τε και φυσικωτερα περι διαφορας και ποσοτητος, και του δηλουντος αυτας αριθμου.

Ουκουν ειπερ διαφοραν επι Χριστου μετα την ενωσιν λεγομεν, παση δε παντως εξ αναγκης διαφορα συνεισαγεσθαι πεφυκε ποσον, ου δηλωτικον τον αριθμον ειναι γνωριζομεν, εικοτως προς δηλωσιν μονην της των διαφεροντων διαφορας μετα την ενωσιν τον αριθμον παραλαμβανοντες, ου διαιρουμεν τω αριθμω τα σημαινομενα παντελως, αλλα δηλουμεν σωζομενην (≡15Β_306≡> των ηνωμενων την υπαρξιν· οτι και μονου ποσου δηλωτικος πας ειναι πεφυκεν αριθμος, αλλ᾿ ου διαιρετικος. Το γαρ μη ποιουν η πασχον, πως αν ειη της οιανουν σχεσεως κυριον; επειδη μονης ουσιας εστι το μεν ποιειν· ωσπερ και το πασχειν συμβεβηκοτος ηγουν ποιοτητος· αφ᾿ ων ειναι, και εξ ων τας σχεσεις, οι των τοιουτων γυμνασται λογων προϊεναι φασιν. Μαλλον δε σκοπουσιν ημιν ακριβεστερον, ουδε τουτων, ουσιας τε φημι και συμβεβηκοτος, καθεστηκασιν εργον αι σχεσεις, αλλα της παντων ποιητικης αιτιας τε και δυναμεως, και λογον ενθεμενης εκαστω των γεγονοτων του ειναι συστατικον, και της προς αλληλα φυσικης παραστατικον οικειωσεως τε και αλλοτριωσεως. Ει δε κυριως αι σχεσεις ουκ εχουσιν αιτιαν ποιητικην εαυτων την ουσιαν, σχολη γ᾿ αν τον αριθμον· ος καθο μεν ουκ εστιν ουσια, ποιειν ου δυναται παντελως· καθο δε συμβεβηκος, ηγουν ποιοτης ουκ εστιν, πασχειν ου πεφηκεν. Ει δε μητε ποιειν, μητε πασχειν ο αριθμος πεφυκεν, αρα σημειον εστι ποσου δηλωτικον, της εν τω δηλουμενω ποσω σχεσεως ουδεμιαν ποιουμενος (=0564=) εμφασιν· οτι μη γενος εστιν, αλλων κατηγορεισθαι δυναμενος· αλλα σημειον, ως εφην, του κατ᾿ αλλων κατηγορικως φερομενου γενους εμφατικον.
Ει δε μη το τε ποιειν, μητε πασχειν ο αριθμος εχει, δηλον εστιν, οτι καθο μεν ου ποιει, σχεσεως της οιασουν ουκ εστι δηλωτικος, τουτεστιν ενωσεως η διαιρεσεως· ετερου γαρ, ως εφην, λογου τουτο καθεστηκε· καθο δε πασχειν ου πεφυκεν, ου διαιρειται. Καθ᾿ εαυτον γαρ αδιαιρετος εστι πας αριθμος, την κατ᾿ αλλοιωσιν ουκ επιδεχομενος κινησιν, οπερ ιδιον υπαρχει ποιοτητος· ουτε συστολην και διαστολην, οπερ ιδιον ουσιας καθεστηκεν· ουτε μην αυξησιν και μειωσιν, οπερ ιδιον εστι ποσοτητος. Ει δε ποσοτητος, αλλ᾿ ου σχεσεως· μονης γαρ της απλως, αλλ᾿ ου της πως λεγομενης ποσοτητος, ο αριθμος υπαρχει σημαντικος· δηλον ως ουτε διαιρεσιν, ουτε μην ενωσν ο αριθμος (≡15Β_308≡> ποιειν πεφυκεν, αλλα μονην ποσοτητος δηλωσιν, ως δ᾿ αν ταυτην υπαρχουσαν εννοησωμεν. Ουσιας γαρ, ως εφην, εστι το ποιειν, και συμβεβηκοτος ηγουν ποιοτητος το πασχειν· ων ουθετερον εστιν ο αριθμος. Ει γαρ ην ουσια, και αυθυποστατον ην, μη δεομενον ετερου προς συστασιν· ει δε συμβεβηκος ην, ηγουν ποιοτης, η την ιδιαιτατα διαφοραν εποιει, και τον ορισμον του υποκειμενου συνηγε τω γενει συμπλεκομενος, και δηλωσιν ειδους, αλλ᾿ ου ποσου παρειχεν· η την κοινως διαφοραν τω ειδει συναπτομενος, εισηγε· και την αλλου προς αλλον των υπο το αυτο ειδος αναγομενων ατομων εποιει διακρισιν· η την ιδιως λεγομενην διαφοραν, εν τω αθροισμω των εν τω ατομω παντων ιδιωματων εποιει· και ουκ αλλον απ᾿ αλλου μονον, αλλα και αλλοιον εδηλου δεικνυμενον τον δι᾿ αυτου σημαινομενον. Ει δε τοις ορισμοις των πραγματων παντελως, ουδεις συμπαραλαμβανει τον αριθμον, ουκ εστιν ο αριθμος, ουτε ουσια, ουτε ποιοτης. Ει δε τουτων μηδεν εστιν ο αριθμος, δηλον ως ουτε ποιειν πεφυκεν, ουτε πασχειν· ει δε το ποιειν ουκ εχει και το πασχειν ο αριθμος, εικοτως ουτε ενοι το παραπαν, ουτε διαιρει ως ποιων· ουτε μην ως πασχων διαιρειται πανταπασιν· αλλα μονης της των πραγματων ποσοτητος ποιουμενος δηλωσιν, της αυτων ουκ εφαπτεται σχεσεως.
Ει δε μονης ποσοτητος, αλλ᾿ ου οιασουν κατ᾿ αυτην νοουμενης σχεσεως ο αριθμος υπαρχει δηλωτικος, φωνη τις εστιν μαλλον, ιν᾿ ουτως ειπω, και προσηγορια ποσω προσφυης ο αριθμος. Ουκουν ο διαφοραν επι Χριστου λεγων μετα την ενωσιν, και ποσον παντως τη διαφορα συνεπενοησε των διαφεροντων. Το γαρ παντελως απλου, και διαφορας ανεπιδεκτον· οτι και παντη ταυτον εαυτω και μοναδικον, και ολον και ολως ασχετον, ως το εν ποσω γενος(7) ουκ εχον κατηγορουμενον· και δια τουτο παντελως ουκ αριθμουμενον· ο δε τη διαφορα ποσον (=0565=) συνεπινοησας· αμηχανον γαρ γνωσθηναι διαφοραν ποσου παντελως ανοιρουσαν· προς μονην δηλωσιν, αλλ᾿ ου διαιρεσιν του τη διαφορα συνεπινοηθεντος ποσου παραλαμβανων τον αριθμον, (≡15Β_310≡> ουκ εξισταται της αληθειας, το επινοουμενον εξ αναγκης τη διαφορα δια του αριθμου σημαινων ποσον· επειδη, καθως εφην, παση καθ᾿ οντινα τροπον λεγομενη διαφορα παντως συνεπινοειται ποσον· ου φυσει δηλωτικον, αλλ᾿ ου διαιρετικον ειναι τον αριθμον εδιδαχθημεν.
Ει δε μαλλον φροντιζει της αληθειας, ο το συνεπινοουμενον εξ αναγκης τη διαφορα δια του αριθμου σημαινων ποσον εις την του μυστηριου συστασιν, ινα μη των ενωθεντων πρεσβευση συγχυσιν· πως ου δικαιον κατα τινας οιεσθαι χρη δια ταυτην ομολογεισθαι την αιτιαν των εν Χριστω σωζομενων ασυγχυτως μετα την ενωσιν το κατ’ ουσιαν ποσον, οποτ᾿ αν ο αριθμος διαφορας, ως εδειξε δια πλατους ο λογος, αλλ᾿ ου διαιρεσεως ποιεισθαι δηλωσιν πεφυκεν; Ει μεν ουν αναλλοιωτος ο κατ᾿ ουσιαν θατερου των ενωθεντων διεμεινε λογος μετα την ενωσιν, προς τον θατερου της ουσιας ορον μη μεταπιπτων, προδηλως η του Χριστου θεοτης μεμενηκε κατ᾿ ουσιαν θεοτης, προς την σαρκος ουσιαν ου μεταφοιτησασα· και η του αυτου παλιν ανθρωποτης μεμενηκε κατ᾿ ουσιαν ανθρωποτης , προς την της θεοτητος φυσιν μη παθουσα μεταβολην. Ει δε ουδε η θεοτης του Χριστου, ουτε η ανθρωποτης εις αλληλας διαπεφοιτηκασιν δια την καθ᾿ υποστασιν ενωσιν, αλλ᾿ ασυγχυτοι κατα τον μεγαν Κυριλλον μεμενηκασι αι φυσεις, σαφως η μετα την ενωσιν διαφοραν των σωζομενων εν Χριστω καθεστηκε φυσεων, και ουδεις αντερει λογος. Ει δε των ασυγχυτως εν Χριστω σωζομενων εστιν, η διαφορα μετα την ενωσιν· διαφοραν δε γνωσθηναι ποσου παντελως κεχωρισμενην αμηχανον· λεγεσθω προς δηλωσιν της διαφορας το ποσον των διαφεροντων, ινα μη ψιλην πως και ουκ αληθη την διαφοραν υποπτευθωμεν πρεσβευοντες. Ψιλην γαρ πασαν διαφοραν οιδεν ο λογος, την ουκ εχουσαν υπαρκτικως υποκειμενην την, ων εστι διαφορα, πραγματων αληθειαν.
Ημεις μεν ουν ταυτον υποστασιν τε και φυσιν,(8) κυριως μηδεποτε λεγοντες, κατα την των Πατερων διδασκαλιαν, ως ανωτερω προλαβων απεδειξεν ο λογος, ευσεβως επι Χριστου το (≡15Β_312≡> ταυτον πρεσβευομεν και το διαφορον. Το μεν, τω λογω της μιας υποστασεως, καθ᾿ ον ταυτον τη οικεια σαρκι τον Θεον Λογον ομολογουμεν· ινα μη προσθηκην προσωπικην η πανευφημος λαβη Τριας, γινομενη τετρας. Το δε, τω λογω της κατ᾿ ουσιαν των εξ ων εστιν ετεροτητος, καθ᾿ ην εις αλληλα τα μερη του Χριστου παντελως ου μεταπιπτουσιν. Ου γαρ ταυτον ποτε κατ᾿ ουσιαν γενοιτ᾿ αν θεοτης και ανθρωποτης, ινα μηδεν η κτιστον τη θεοτητι καθ᾿ ενωσιν ομοφυες και ομοουσιον. Επειδη φυσει φυσιν ομοουσιον ειναι λεγειν, μαινομενης διανοιας υπαρχειν γινωσκομεν. Ουκ εστι (=0568=) γαρ φυσει ποτ᾿ αν φυσις ομοφυης και ομοουσιος. Το γαρ ομοφυες και ομοουσιον, επι μονων των κατα το αυτο ειδος προς μιαν ουσιαν αναγομενων ατομων λεγεσθαι πεφυκεν.

ΟΤΙ Ο ΜΗ ΤΑΥΤΟΝ ΦΥΣΙΝ ΛΕΓΩΝ ΚΑΙ ΥΠΟΣΤΑΣΙΝ, ΕΥΣΕΒΩΣ ΕΠΙ ΧΡΙΣΤΟΥ ...
Οτι ο μη ταυτον φυσιν λεγων και υποστασιν, ευσεβως επι Χριστου λεγει την ενωσιν και την διαφοραν· την μεν καθ’ υποστασιν ειναι πιστευων, την δε κατα φυσιν.

Ταυτην εχοντες την ομολογιαν ημεις, ουτε την των φυσεων διαφοραν αρνουμεθα μετα την ενωσιν, εξ ων ο εις συνετεθη Χριστος, ασυγχυτους μεμενηκεναι τας φυσεις πιστευοντες· ουτε την καθ᾿ υποστασιν αγνοουμεν ενωσιν, ενα τον Χριστον της αγιας και ομοουσιου και προσκυνητης ομολογουντες Τριαδος. Αλλα και την διαφοραν των εξ ων εστιν ο Χριστος εν αυτω κατ᾿ αληθειαν σωζομενων, διχα τομης και συγχυσεως μετα την ενωσιν δια του αριθμου ποιουμεν καταδηλον, προς αναιρεσιν της Απολιναριου και Ευτυχους συγχυσεως· και την καθ᾿ υποστασιν ενωσιν επει γινωσκομεν, διαπρυσιω τη φωνη την μιαν του Θεου Λογου φυσιν σεσαρκωμενην, σαρκι ψυχην εχουση την νοεραν κατα της Νεστοριου προβαλλομεθα διαιρεσεως· επισης και την Απολιναριου φευγοντες συγχυσιν· την των ενωθεντων φυσικην αρνουμενου διαφοραν μετα την ενωσιν, και ταυτον τω Λογω κατα φυσιν την σαρκα πρεσβευοντος δια την ενωσιν· και την Νεστοριου (≡15Β_314≡> διαιρεσιν, υποστατικην επι Χριστου διαφοραν καταγγελλοντος, και την σαρκος καθ᾿ υποστασιν προς τον Λογον ταυτοτητα διατεμνοντος.

ΟΤΙ ΣΕΥΗΡΟΣ, ΤΑΥΤΟΝ ΕΙΝΑΙ ΛΕΓΩΝ ΦΥΣΙΝ ΚΑΙ ΥΠΟΣΤΑΣΙΝ, ΣΥΓΧΥΣΙΝ ΠΟΙΕΙ ΤΗΝ ΕΝΩΣΙΝ ...
Οτι Σευηρος, ταυτον ειναι λεγων φυσιν και υποστασιν, συγχυσιν ποιει την ενωσιν, και διαιρεσιν την διαφοραν· καθ’ ην δεικνυται, τον τε της Τριαδος εις τετραδα προσωπων διαστελλων τον λογον· και το της μοναδος εις θεοτητων διαδα τεμνων μυστηριον· και πασης τον Χριστον βλασφημως εκβαλλων ουσιωδους υπαρξεως.

Σευηρος δε ταυτον κυριως ουσιαν και υποστασιν, φυσιν τε λεγων και προσωπον επι της θειας σαρκωσεως, ουτε την ενωσιν οιδεν ασυγχυτον, καν προσποιειται λεγειν· ουτε την διαφοραν αδιαιρετον, καν ει και τουτο κομπαζων διεξεισιν· αλλα την μεν ενωσιν συγχυσιν κατα τον Απολιναριον απεργαζεται· την δε διαφοραν αλλοτριωσιν κατα τον Νεστοριον. Ει γαρ ταυτον εστιν υποστασις και φυσις, ουδενι τροπω κατ᾿ αυτον η σαρξ εσται τω Λογω ταυτον η ετερον. Λεγων γαρ την ως εν ποιοτητι φυσικη διαφοραν επι Χριστου μετα την ενωσιν, Νεστοριω την ενωσιν και αυτος συνδιαιρων ευρεθησεται, καθ᾿ υποστασιν της σαρκος προς τον Λογον την διαφοραν επαγων μετα την ενωσιν· ως ουκ αν αλλως της ως εν ποιοτητι φυσικη διαφορας νοεισθαι κατ᾿ αυτον δυναμενης, η ως εν υποστατικη ποιοτητι διαφορας, ειπερ ταυτον φυσις εστιν και υποστασις. Αναγκην γαρ εχει λεγων την ως εν ποιοτητι φυσικη διαφοραν, και την ως εν υποστατικη ποιοτητι προσεπαγειν διαφοραν· ινα δειξη ταυτον ουσαν τη φυσει την (=0569=) υποστασιν. Ει δε την καθ᾿ υποστασιν λεγη διαφοραν μετα την ενωσιν, φοβουμενος την διαιρεσιν· μηδε την φυσικην λεγετω διαφοραν μετα την ενωσιν, ειπερ εαυτω διεγνω στοιχειν, και ους αυτος εαυτω διωρισατο κανονας φυλαττειν εσπουδακεν· (≡15Β_316≡> επειδη ταυτον οιδεν αλληλαις, ορω τε και λογω την φυσιν και την υποστασιν. Ει δε κατ᾿ αμφω, λεγω δε την φυσιν και την υποστασιν, ουκ εχει διαφοραν, ως Σευηρω δοκει, προς τον Λογον η σαρξ, εστω σαφως η αυτη τω αυτω ομοουσιος τε και ομοϋποστατος κατα την Απολιναριου ληρωδιαν. Και ει μεν ομοουσιος εστι τω Λογω η σαρξ, εσται και τω Πατρι και τω Πνευματι ομοουσιος, και η Τριας φανησεται γενομενη τετρας· επειδη τα ομοουσια την καθ᾿ υποστασιν ουκ επιδεχονται προς αλληλα συμβασιν. Ει δε ομοϋποστατος εστι τω Λογω η σαρξ, εσται προς τον ετροουσιον. Τα γαρ ομοϋποστατα, τον προς αλληλα της ουσιας λογον παντη τε και παντως διαφορον εχουσιν. Ει δε προς τον Λογον ως ομοϋποστατος μετα την ενωσιν, ετεροουσιος εστιν η σαρξ, εις δυο φυσεις ο Χριστος τεμνομενος ευρεθησεται κατα Σευηρον μετα την ενωσιν· ειπερ παντως κατ᾿ αυτον διαιρεσεως ο αριθμος κεκτηται δυναμιν. Ουτω παν το τη αληθεια μαχομενον, ευπεριτρεπτον εστιν εαυτω και ευπεριπτωτον.
Ει δε μιαν φυσιν λεγων Χριστου μετα την ενωσιν συνθετον, την ως εν ποιοτητι φυσικη δοκει προσριπτειν αυτη διαφοραν· πρωτον μεν καθο φυσις συνθετος, ουδενι των οντων εσται παντελως ο Χριστος ομοουσιος· ειπερ κατ᾿ ουσιαν και φυσιν εις και μονος εστιν ο Χριστος. Φυσις γαρ φυσει, καθως ειρηται, ουκ αν ειη ποτ᾿ αν παντελως ομοουσιος. Τινι δε των οντων ουκ ων ομοουσιος, ουτε Θεος εσται παντελως ο αυτος, ουτε μην ανθρωπος· η ειπερ Θεος, εσται πολυθεος ο τουτο πρεσβευων, ως ασυνθετου μεν φυσεως ως απλης λεγων Θεον τον Πατερα και το Πνευμα το αγιον· συνθετου δε φυσεως ως ουχ απλης λεγων Θεον τον Χριστον, και δυο θεοτητας καταγγελλων δειχθησεται· μιαν απλην, και μιαν συνθετον.
Επειτα δε την ως εν ποιοτητι φυσικη λεγων διαφοραν, ει μεν υποκεισθαι λεγη ταις διαφοροις ποιοτησι τας φυσεις ων εισιν αι ποιοτητες, δυο φυσεων καυτος δειχθησεται μετα την ενωσιν ποιουμενος δηλωσιν· ων κατηγωνισατο, συνηγορος και μη (≡15Β_318≡> θελων γινομενος. Ει δε ψιλων ποιοτητων χωρις των πραγματων ειναι λεγη την διαφοραν, τουτων λεγετω και την ενωσιν. Ων γαρ η διαφορα μετα την ενωσιν, τουτων προδηλως η ενωσις· και δι᾿ ολιγων συλλαβων Επικουρου τον αυτοματισμον, (=0572=) και Μανεντος την απατηλην φαντασιαν εισηγαγε, ουκ οντος αυτω του Χριστου κατ᾿ αληθειαν τοις πραγμασιν, αλλα ταις διακενοις ποιοτησι· και εσται ποιοτητι μονη Θεος ο Χριστος, και ου πραγματι. Αθανασια γαρ και θνητοτης, ων ειναι λεγει μετα την ενωσιν δαφοραν, φυσεων μεν υπαρχουσιν, ου φυσεις δε. Που γαρ θνητοτης, ουκ οντος του θνησκοντος, η αθανασια, ουκ ουσης της φυσεως ης ουχ απτεται θανατος; Αλλ᾿ οντως ασυλλογιστον η πονηρια, και το δοκειν ειναι σοφον, μεγαλης καθιστασθαι πεφυκεν ανοιας δημιουργον. Και σιωπην ασπαζεσθαι προς τους τοιουτους μαλλον λυσιτελεστερον τοις συνετοις, η τω κατ᾿ αυτων ελεγχω παιζειν νομιζεσθαι και αυτους το μυστηριον. Ο μεν ουν Σευηρος ουτως εχων περι Χριστου τοις οικειοις συντεθνηκε δογμασι.

ΕΚΘΕΣΙΣ ΣΥΝΤΟΜΟΣ ΜΕΤΑ ΤΗΣ ΟΡΘΗΣ ΣΥΝΗΓΟΡΙΑΣ ΤΗΣ ΑΛΗΘΟΥΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΟΜΟΛΟΓΙΑΣ
Εκθεσις συντομος μετα της ορθης συνηγοριας της αληθους των Πατερων ομολογιας.

Ημεις δε ουχ ουτω φρονουμεν, ουχ ουτω πιστευομεν, ουδ᾿ αυτη εστιν η μερις του Ιακωβ, φησιν ο ειπων· αλλ᾿ εκ δυο φυσεων τελειως εχουσων κατα τον ιδιον του ειναι λογον, θεοτητος τε φημι και ανθρωποτητος, συντεθεισθαι τον ενα Χριστον, ηγουν την αυτου μιαν υποστασιν ομολογουντες, ασυγχυτους μεμενηκεναι, και της οιασουν διχα τομης τας φυσεις πιστευομεν μετα την ενωσιν. Τον Χριστον γαρ ειναι πιστευοντες, τας εξ ων συνετεθη σωζεσθαι φυσεις ομολογησαμεν μετα την ενωσιν. Και δια τουτο φυσικην μεν επ᾿ αυτου, τα μερη δηλονοτι σκοπουντες εξ ων συνετεθη, διαφοραν καταγγελλομεν· οτι μη ταυτον θεοτης κατ᾿ ουσιαν (≡15Β_320≡> και ανθρωποτης· υποστατικην δε ταυτοτητα· ταυτον γαρ καθ᾿ υποστασιν υπαρχει τω Λογω προδηλως η σαρξ. Πραγματικην ουν γινωσκοντες μετα την ενωσιν των εξ ων Χριστος συνετεθη φυσεων την διαφοραν, την καθ᾿ υποστασιν ουκ αγνοουμεν ταυτοτητα· ειπερ προς αλληλα μεν φυσικως διαφεροντα τα μερη του Χριστου, κατα την ως ολου του εξ αυτων συντεθεντος υποστασιν ου δαφερουσιν· οτι μη πεφηκε τω του ολου λογω τα συμπληρωτικα μερη του ολου διαφερειν αλληλων πανταπασιν.
Φυσεις μεν ουν, δυο τον αυτον ομολογησαντες, Θεον ομου τον αυτον οντα και ανθρωπον εγνωρισαμεν· ειπερ μη ψιλας, και κατα μηδενος κειμενας επ᾿ αυτου τας κλησεις προφερομεν. Εν δυο δε φυσεσιν αδιαιρετως τε και ασυγχυτως μετα την ενωσιν οντα πιστευοντες, εν θεοτητι τελειον τον αυτον, και εν ανθρωποτητι τελειον τον αυτον κατηγγειλαμεν, ως ολον εν μερεσιν. Εξ ων γαρ συνετεθη μερων, εν αυτοις ως ολον γνωριζεται μετα (=0573=) την ενωσιν· οτι μηδ᾿ αλλην εχει του ειναι τε και σωζεσθαι, και κυριως λεγεσθαι δηλωσιν ο Χριστος, η την προς το ειναι φυσικως μετα την ενωσιν διαμονην των εξ ων συνετεθη μερων· ου μονον γαρ εκ τουτων, αλλα εν τουτοις, και κυριωτερον ειπειν, ταυτα εστιν ο Χριστος· αριθμουμεν δε μετα την ενωσιν τα εξ ων ο Χριστος, ου μεριζοντες, μη γενοιτο, τας φυσεις, αλλα μονην της αυτων σωζομενης μετα την ενωσιν διαφορας ποιουμενοι δηλωσιν. Συνοδον δε καθ᾿ ενωσιν φυσικην, ηγουν αληθη τε και πραγματικην ομολογουμεν κατα τον αγιον Κυριλλον, και Θεοτοκον κυριως και κατ᾿ αληθειαν την παναγιαν Παρθενον πρεσβευομεν· ουχ απλως, αλλ᾿ ως αυτον τον προ παντων των αιωνων αφραστως εκ Θεου και Πατρος γεννηθεντα Θεον Λογον συλλαβουσαν αληθως, και αρρητως εξ αυτης σαρκωθεντα γεννησασαν. Και του αυτου τα τε θαυματα και τα παθη λεγομεν, ως ενος οντος δηλαδη του Χριστου του τα θεια και τα ανθρωπινα ενεργουντος· τα μεν θεια σαρκικως, οτι δια σαρκος φυσικης ενεργειας (≡15Β_322≡> ουκ αμοιρουσης την των θαυματων προυβαλλετο δυναμιν· τα δ᾿ ανθρωπινα θεϊκως, οτι διχα βιας φυσικης, κατ᾿ εξουσιαν την των ανθρωπιντων παθων θελων κατεδεχετο πειραν. Του αυτου τον σταυρον και τον θανατον και την ταφην και την αναστασιν, και την εις ουρανους αναληψιν· εξ ων ασαρκος κατελθων, ου μετηλθε τοπους αμειψας, ο μηδενι λογω τοις ουσι χωρουμενος. Πασης γαρ υπαρχει περιγραφης ελευθερος· αλλ᾿ επεφανη δια σαρκος ως φυσει φιλανθρωπος, κατα γεννησιν αληθη την εκ γυναικος χωρητος, ως ηθελησε, τοις ημετεροις γενομενος. Διο και μιαν αυτω και σαρκωθεντι προσαγομεν συν Πατρι και Πνευματι την προσκυνησιν.
Ει τοινυν ψυχη τε και στοματι Θεοτοκον κυριως την αγιαν Παρθενον λεγομεν, και την καθ᾿ υποστασιν ενωσιν ομολογουμεν, και συνοδον καθ᾿ ενωσιν γεγενησθαι λεγομεν φυσικην, και ενα Κυριον και Χριστον και Υιον, και μιαν αυτου του Θεου Λογου φυσιν σεσαρκωμενην πρεσβευομεν· και ενα της αγιας Τριαδος, Πατρι τε και Πνευματι συμπροσκυνουμενον και συναριθμουμενον τον Χριστον ειναι πιστευομεν, πως ως διαιρουντες παρα των αφοβων, και παντα ψευδως λεγειν τολμωντων λοιδορουμεθα, δια μονην του αριθμου ψιλην την φωνην, επι μονη δηλωσει παρ᾿ ημων, ως πολλακις ειρηται, της σωζομενης διαφορας των φυσεων προφερομενην μετα την ενωσιν; Ει μεν ουν εξ αναγκης παντως ο αριθμος του ποσου των πραγματων ποιειται διαιρεσιν, δειξατω τις τουτο, και στεργομεν ως αληθη την συκοφαντιαν. Ει δε μονον επηρεαζουσι διαβαλλοντες τους την αληθη του μυστηριου καταγγελοντας πιστιν, δι᾿ ην νοσουσι φιλοδοξιαν, αυτοι δωσουσι τω Θεω λογον εν ημερα κρισεως, φησιν ο θειος Αποστολος, υπερ ων εις πλανην συνηρπασαν, οιγε πεπληρωκοτες του παροντος βιου το δολιχον. (=0576=) Οι δε περιοντες, Θεον σχοιεν αυτους μεταβαλλοντα, και προς την επιγνωσιν αυτους αγοντα της αληθειας, της νυν παρ᾿ αυτων πολεμουμενης. (≡15Β_324≡> Ουτω γαρ συμφερει λεγειν, δια την κελευουσαν εντολην υπερευχεσθαι των καταρωμενων.
Εγω μεν ουν ταυτα προς σε κατ᾿ επιτομην περι ων ηρωτησας διεξηλθον, δουλε Θεου, της σης χαριν πληροφοριας· ουκ αλλως μεν εχων κατα ψυχην, ως τινες των Σευηρω χαιροντων διαθρυλλουσιν· αλλως δε λαλων τοις παρατυγχανουσι· μη τουτο νομισης, αλλ᾿ ως εδιδαχθην και φρονω και πιστευω, και παρα των Πατερων παρελαβον, λαλω. και το δε κυριωτερον ειπειν, αυτην μου την διανοιαν προφερω σωματουμενην τοις ρημασιν. Ει δε ψευδης ο λογος, μη τυχω της εκειθεν μακαριοτητος· αλλα των επηγγελμενων αγαθων την αλλοτριωσιν ως ψευδους καρπον απενεγκωμαι. Συ δε της ευπειθειας ενεκεν της εμης, αμειψασθαι με ταις ευχαις καταξιωσον· οπως Χριστος ο Θεος ημων, η σωτηρια των φοβουμενων αυτον, ιασηται μου τα τραυματα της ψυχης τη δυναμει του μυστηριου των υπερ ημων αυτου ζωοποιων παθηματων· ο μονος συν τω Πατρι και τω αγιω Πνευματι δεδοξασμενος εις τους αιωνας. Αμην.

ΣΧΟΛΙΑ
1. Εν τω ορω, η των κατ᾿ ουσιαν ταυτων, φησι, θεωρειται κοινοτης.
2. Οτι τα χαρακτηριζονταα την συνθετον υποστασιν ιδιωματα, φησι, κοινα των αυτης υπαρχει μερων.
3. Ορος υποστασεως ακριβης.
4. Ορος ηγουν υπογραφη του ενυποστατου.
5. Ορος διαφορας γενικος.
6. Ορος ταυτοτητος γενικος.
7. Γενος λεγεται το ποσον, ου δηλωτικος εστιν ο αριθμος.
8. Κυριως ειπε, δια το μη μεταβαλλειν εις αλληλους τους οικειους ορισμους. Ων γαρ ουχ εις ορισμος, ουχ εις λογος· ων δε (≡15Β_326≡> ουχ εις ο λογος, διαφορος ο του ειναι τροπος· ων δε διαφορος ο του ειναι τροπος εστιν, τουτων η δια παντων ταυτοτης ουκ εστιν. Ουκουν ουκ εστι ταυτον φυσις και υποστασις· οτι μη κυριως εις τουτων εστιν ο του ειναι τροπος και λογος και ορισμος. Καταχρηστικως ουν, και προς τι τυχον, αλλ᾿ ου κυριως λεχθησεται υποστασις.

ΕΠΙΣΤΟΛΗ ΙS’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
Ιστ΄. Του αυτου, προς τον αυτον.

(≡15Β_328≡> Πολλαις με λυπης καταικιζομενον μαστιξιν επι τοις συμβασιν εκ συκοφαντιας των μη φοβουμενων τον κυριον, τω γενναιω των αρετων φυλακι κυριω (=0577=) Γεωργιω, φθασαν παρεμυθησατο το γραμμα σου το ιερον, οσιε Πατερ· τουτο μεν, της ποθουμενης σου πασιν υγειας ευαγγελια φερον· τουτο δε, της εις Κυριον Ιησουν Χριστον τον αληθινον ημων Θεον ορθης ομολογιας μηνυον το βασιμον. Οπερ παθηματων δοκιμασια βεβαιωθεν, προς ατρεψιαν σοι μετεποιηθη, παρ᾿ ουδεν θεμενω της παρουσης ζωης την δυσημεριαν, ης παλαι την ευημεριαν εχων ευκαταφρονητον, προς μονα τα ελπιζομενα της ψυχης ολον τον ποθον μεθωρμισας· οντινα πιστις και αγαθη πεφυκε χαρακτηριζειν συνειδησις· η μεν τον ευσεβη φυλαττουσα λογον, μηδενι τροπω ψευδους δοξης χραινομενον· η δε, τον θεαρεστον δημιουργουσα βιον, τη τηρησει των εντολων κατορθουμενον. Αμφοτερων γαρ, λογου τε φημι και βιου χρεια, τω προτιμαν εσπουδακοτι παντων την της σοφιας συμβιωσιν· ινα και το μυστηριον της υπερ ημων δια σαρκος του Θεου των ολων ατρεπτου κενωσεως, ευσεβως καταγγελλωμεν· ομολογουντες τον Χριστον κατ᾿ αληθειαν Θεον ομου τε και ανθρωπον· το μεν αναιτιως οντα δι᾿ εαυτον, το δε δι᾿ ημας γενομενον υστερον. Ουθ᾿ οπερ ην, δι᾿ οπερ γεγονεν αποθεμενον· ατρεπτος γαρ. Ουθ᾿ οπερ γεγονε δι᾿ οπερ ην απαρνουμενον· φιλανθρωπος γαρ. Αυτω γαρ μονω κυριως οντι περιουσια (≡15Β_330≡> δυναμεως γενεσθαι δυνατον ην διχα τροπης ασυγχυτως οπερ ουκ ην, και αμφω μειναι κυριως οπερ ην τε και γεγονε· το κατ᾿ ακρον της οικειας υποστατικης μοναδος ενικω μη δεχομενη διαιρεσιν, δια την φυσικως σωζομενην εν αυτω μετα την ενωσιν των εξ ων συνετεθη διαφοραν· ειπερ σαρκι νοερως εψυχωμενη καθ᾿ υποστασιν ενωθεις, τοις μεν θαυμασιν οπερ ην ατρεπτως μενων εδεικνυτο· τοις δε παθημασιν οπερ γεγονεν αναλλοιωτως σωζων εφαινετο· και δι᾿ αμφοτερων, θαυματων τε λεγω και παθηματων, την τε της αμαρτιας αναιρεσιν, και την της θεωσεως ημιν εδωρησατο χαριν. Και τιμησωμεν αναστροφη βιου κατηγλαϊσμενου ταις εντολαις την κλησιν της χαριτος, υπ᾿ ουδεμιας ηδονης, η της οιασουν οδυνης καθ᾿ οτιουν δονουμενοι· και δειξωμεν δι᾿ ων ποιουμεν η πασχομεν, οτι μονου Θεου του δοντος εαυτον υπερ ημων λυτρον τε και ανταλλαγμα περιεχομεθα, πασαν αυτω πιστευσαντες ημων την ζωην, την παρουσαν τε και την μελλουσαν· ως εξ αυτου τω της παραγωγης οντες λογω, και δι᾿ αυτου τω της αγωγης υπαρχοντες τροπω· και εις αυτον τω κατα την χαριν μυστηριω της ελπιζομενης θεωσεως ληξοντες· και το αει ευ ειναι, δια του νυν φευ ειναι δοκουντος, απολαβωμεν, δειξαντες ημων, δι᾿ ων πασχομεν, την περι Θεον κεκρυμμενην διαθεσιν, μηδενι τροπω των συμπιπτοντων ημιν αλγεινων αλλοιουμενην.
(=0580=) Μη τοινυν εκκακησωμεν εν τοις θλιψεσι, τιμιε Πατερ, ειδοτες ως η θλιψις υπομονην κατεργαζεται, η δε υπομονη δοκιμην, η δε δοκιμη ελπιδα, η δε ελπις ου καταισχυνει, βεβαιαν εχουσα την υπερ ων πασχομεν αιωνιων απολαυσιν αγαθων· αλλα γενναιως ενεγκωμεν τα συμβαινοντα, προς τον αρχηγον αφορωντες της σωτηριας ημων Ιησουν· ος Θεος ων αληθινος, τον υπερ ημων θελων κατεδεξατο θανατον· ινα πασχοντες χαιρωμεν, συμφυτοι (≡15Β_332≡> αυτω γενομενοι δια θανατου προς αναστασιν ζυμουμενοι ζωης ακαταλυτου. Επειδη θειου νομου καθεστηκε βουλησις, καλοποιουντας ημας πασχειν αδικως, ως Χριστου μαθητας εις την της αμαρτιας κατακρισιν· ην δι᾿ απατης ο νοητος οφις παραβηναι την θειαν εντολην, και των αιωνιων προτιμησαι τα προσκαιρα παραπεισας τον ανθρωπον, επεισηγαγεν· ον πατειν εξουσιαν ελαβομεν, την φυλαττουσαν χαριν φυλαττοντες τη τηρησει των εντολων φρουρουμενην· ητις μονη κακοπαθεια σαρκος εκουσιω τε και ακουσιω, συλλογισμω σωφρονι κατορθουται τοις αγαπωσι τον Κυριον. Ω πασαν προσηλωσας σου την επιθυμιαν, ουκ αισθανη των θλιβερων, οσιε Πατερ· νικωσαν εχων την παρουσαν θλιψιν, την χαραν των ελπιζομενων· ων τυχοιμεν απαντες, Χριστου του μεγαλου Θεου και Σωτηρος ημων ταυτα, καθως οιδεν, ημιν ως εκαστος αξιος εστι διανεμοντος· τη πρεσβεια της αχραντου και παναγιας αυτου Μητρος αειπαρθενου, και παντων των αγιων. Αμην.

ΕΠΙΣΤΟΛΗ ΙΖ’. ... ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ ΣΧΟΛΑΣΤΙΚΟΝ ΑΛΕΞΑΝΔΡΕΑ...
Ιζ΄. Του αυτου προς Ιουλιανον Σχολαστικον Αλεξανδρεα, περι του κατα την σαρκωσιν του Κυριου εκκλησιαστικου δογματος.

(≡15Β_334≡> Χαρας μεγαλης και ευφροσυνης πνευματικης ενεπλησε με τον ταπεινον και αμαρτωλον, και συν εμοι πασαν ως ειπειν την αγιαν του Θεου καθολικην εκκλησιαν, το τιμιον του θεοφυλακτου μου δεσποτου γραμμα, κομισαν ημιν ευαγγελια της στερρας και αμεταθετου γνωμης, αυτου τε και του συν αυτω δεσποτου μου κυριου Χριστοπεμπτου του σοφωτατου Σχολαστικου, περι την ορθην και ευσεβη και σωτηριον ομολογια της κατα Χριστον τον αληθινον ημων Θεον πιστεως· τον δια τουτο γενομενον ανθρωπον, ινα την φυσιν των ανθρωπων προς εαυτον συναγαγη, και στηση του φερεσθαι κακως προς εαυτην, μαλλον δε καθ᾿ εαυτης στασιαζουσαν τε και μεμερισμενην, και μηδεμιαν εχουσαν στασιν, δια την περι εκαστον της γνωμης ασταθμητον κινησιν. Διο παντες ευχαριστουντες εφ᾿ υμιν τω Θεω, τιμιωτατοι, δεησεις απαυστως ποιουμεθα, καν αμαρτωλοι τυγχανωμεν, συντηρησαι υμας ακλονητως τε (=0581=) και ασειστως εις τον απαντα χρονον την σωτηριον της πιστεως ομολογιαν· πιστευοντας οτιπερ ο του Θεου και Πατρος Υιος και Λογος εξ ανθρωπων, υπερ ανθρωπων, κατα ανθρωπους χωρις αμαρτιας αληθως γενομενος ανθρωπος, ουκ ετραπη του Θεος ειναι και γενομενος ανθρωπος· ουτε μην του ανθρωπος αληθως ειναι μεμειωται, μεμενηκως οπερ ην, και εστι, και αει εσται κατα φυσιν Θεος· αλλα (≡15Β_336≡> Θεος υπαρχων κατ᾿ ουσιαν και φυσιν δι᾿ εαυτον, ατρεπτως κατ᾿ οικονομιαν δι᾿ ημας αληθως γεγονεν ανθρωπος, κατα προσληψιν δηλονοτι σαρκος, νοεραν τε και λογικην εχουσης ψυχην. Διο και Θεος φυσει και αληθως ο αυτος ως τουτο κακεινο κατ᾿ αληθειαν ανελλιπως ο αυτος υπαρχων· ατε δη τινος των επι τω μυστηριω της αυτου σαρκωσεως, ηγουν τελειας ενανθρωπησεως προς ενωσιν την καθ᾿ υποστασιν συνενηνεγμενων φυσεων, μηδαμως εαυτην ηρνημενης δια την ενωσιν, αλλα φυλαττουσης τον εαυτης ουσιωδη λογον τε και ορον, ητοι την φυσικην ιδιοτητα προς την ετεραν ασυγχυτον και αμεταβλητον μετα την ενωσιν. Ουτε γαρ αναιρει την διαφοραν των εις μιαν υποστασιν συνενηνεγμενων η ενωσις· αλλα την εις αναμερος αυτων παντελως εξωθειται διαιρεσιν.
Σωζομενων ουν αμειωτως εν Χριστω κατα φυσιν των εξ ων ο Χριστος και μετα την ενωσιν· πως ουκ εστι δικαιον ομολογεισθαι τα εξ ων ο Χριστος και μετα την ενωσιν, κατα τινας μη συνορωντας ως επισφαλες εστι και επικινδυνον, και εις ψυχην πασαν εχον ζημιαν, το προς τα δηλα μαχεσθαι, και την ουσαν αρνεισθαι προδηλως αληθειαν· και μονων εκεινων ιδιον ειναι των αναστασιν και κρισιν το παραπαν μη προσδοκωντων. επει τινι καταφανης ουκ εστι και επιδηλος ο της αληθειας λογος, ως απλους και απεριττος, και μηδεν εχων γριφωδες το συνολον; Ει γαρ Θεος και ανθρωπος εστιν ο Χριστος πραγματι και αληθεια μετα την ενωσιν, και ουχι μονον κλησει και προσηγορια Θεος λεγοιτο ειναι και ανθρωπος· δηλον εστιν ως ο λεγων τε και φρονων τον Χριστον Θεον τε ομου και ανθρωπον μετα την ενωσιν, αληθως ειναι συνομολογησε τοις ονομασι τας φυσεις ων εισι τα ονοματα· ειπερ μη ψιλας επι Χριστου τας προσηγοριας κεισθαι φρονει, και παντελως πραγματων ερημους. Τι μεν ουν αγια του Θεου καθολικη Εκκλησια των ατοπων πεπραχεν, ει τα εξ ων ο Χριστος εν Χριστω καθ᾿ ενωσιν αδιασπαστον σωζεσθαι λεγοι κατα φυσιν ασυγχυτως τε και αδιαιρετως και μετα την ενωσιν; (≡15Β_338≡> Τι δε της των αγιων Πατερων διδασκαλιας αλλοτριον πεφρονηκεν, ει μητε την θειαν του Λογου φυσιν εις την της σαρκος τετραφθαι φυσιν· μητε την αυτης της σαρκος φυσιν εις την του Λογου φυσιν μεταπεφοιτηκεναι δοξαζει δια την ενωσιν, φρονειν τε και λεγειν διδασκει τους πιστους μετα την ενωσιν; Τι δε μαλλον ου βεβαιοι της πατρικης παραδοσεως ουτω φρονειν εκδιδασκουσα, και ενα Κυριον ομολογουσα και ενα Χριστον, και ενα Υιον τον αυτον, και μιαν αυτου του σαρκωθεντος Θεου (=0584=) Λογου φυσιν σεσαρκωμενην, σαρκι ψυχην εχουση την λογικην τε και νοεραν, κατα την ερμηνειαν του αγιου και μακαριου Πατρος ημων Κυριλλου την φωνην εκλαμβανουσα· δια του σεσαρκωμενην λεγειν, της καθ᾿ ημας ουσιας εισκομιζεσθαι νοουσα την δηλωσιν, και μη αρνουμενη της σαρκος του Λογου την φυσιν δια την ενωσιν; τα γαρ σωζομενα κατα φυσιν ασυγχυτως τε και ατρεπτως και αδιαιρετως καθ᾿ ενωσιν αδιασπαστον εν Χριστω και μετα την ενωσιν χωρις της οιασουν μειωσεως, παντως και ομολογεισθαι πρεπωδεστατον εστι και δικαιοτατον μετα την ενωσιν. Αληθους γαρ πιστεως καθεστηκεν ιδιον, ομολογειν οπερ φρονειν εδιδαχθημεν. Ει τοινυν σωζεται κατα φυσιν τα εξ ων ο Χριστος μετα την ενωσιν, και φρονειν αυτα παντως ειναι δικαιον εστιν εν Χριστω μετα την ενωσιν. Ει δε φρονειν σωζεσθαι τα εξ ων ο Χριστος δικαιον εστι μετα την ενωσιν, και ομολογειν αυτα πολλω μαλλον αν ειη δικαιοτατον τε ομου και πρεπωδεστατον, και πασι τοις σωτηριας φροντιζουσι σπουδαιοτατον· ειπερ ενδειξις πιστεως καθεστηκεν αληθους, η κατ᾿ αυτην ανελλιπης ομολογια. Και ταυτα μεν περι τουτων. Ουτε γαρ πλειονα λεγειν αναγκη, προς υμας γε ποιουμενον τον λογον, και τους μηδεν δια της χαριτος των εις την ορθην του Χριστου πιστιν ορωντων αγνοουντας.
Περι δε ων γεγραφατε μοι, τιμιωτατοι, ανηγαγον τω ευλογημενω δουλω του Θεου, τω πανευφημω επαρχω και τας τιμιας ημων συλλαβας· και υπεσχετο προθυμως (≡15Β_340≡> πασαν υμων πληρωσαι κελευσιν. Και ου παυομαι υπομιμνησκων αυτον, εως αν παντως εις περας αγαγοι την υμετεραν κελευσιν. Ο Κυριος δε και Θεος των ολων και Σωτηρ Ιησους Χριστος, ο τον υπερ ημων εκουσιως καταδεξαμενος θανατον, και τω οικειω αιματι λυτρωσαμενος ημας της εξουσιας του σκοτους, και δους ημιν την εντολην καινην εν τω τοσουτον ημας αληλους αγαπαν, οσον και ηγαπημεθα· αυτος κρατησαι της χειρος υμων της δεξιας, και οδηγησαι υμας εις παν εργον αγαθον, και κατευθηναι υμων τα κατ’ αυτον διαβηματα· φερων υμας εν πληρωματι καρπων δικαιοσυνης εις τον θαυμαστον τοπον της σκηνης αυτου, ενθα παντων ευφραινομενων η κατοικια.

ΕΠΙΣΤΟΛΗ ΙΗ’. ... ΠΡΟΣ ΑΣΚΗΤΡΙΑΣ ΑΠΟΣΤΑΣΑΣ ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ ...
ΙΗ´- Του αυτου, εκ προσωπου Γεωργιου του πανευφημου επαρχου Αφρικης, προς ασκητριας αποστασας της καθολικης Εκκλησιας εν Αλεξανδρεια.

(≡15Β_342≡> Εγω μεν ωμην υμας ως αληθως εστηριχθαι καλως, και αμεταθετους εχειν τας της ψυχης βασεις απο της κατα την αμωμητον και απταιστον πιστιν του Χριστου ορθης και ευσεβους ομολογιας τε και ελπιδος, την καλεσασαν υμας του Θεου χαριν αιδουμενας, και τω ζωντι και αρτιω και αμωμητω (=0585=) σωματι της αγιας καθολικης και αποστολικης Εκκλησιας ενωσασαν· και ηδη καταρρυεισας φθιναδι νοσω πλανης τε και αγνοιας ρωσασαν, και μελος ευχρηστον του κοινου της Εκκλησιας σωματος ποιησαμενην· καθ᾿ ην ο ευσεβης, και ορθος και αληθης και σωτηριος της αποστολικης πιστεως ακμαζων κηρυττεται λογος, πασαν εντος εαυτου ποιουμενος την υπ᾿ ουρανον· και το λειπον αει τω ηδη συνειλημμενω προσαγων και προστιθεμενος· και μιαν απαντων των απο περατων της γης εως των περατων αυτης, και ψυχην και γλωσσαν ειναι δεικνυς τω πνευματι κατα την ομονοιαν και ομοφωνιαν της πιστεως· ην αρρητως εξ ανθρωπων, υπερ ανθρωπων, κατ᾿ ανθρωπους αληθως προσληψει σαρκος ψυχην εχουσης λογικην τε και νοεραν, και ου τροπη θεοτητος ανθρωπος γενομενος, δηλονοτι χωρις αμαρτιας, ο των ανθρωπων δημιουργος του Θεου Λογος, ημας τους ανθρωπους εδιδαξεν ομολογειν και ασπαζεσθαι, μηδεμιαν αυτου καθαπαξ αρνουμενους φυσιν μετα την ενωσιν, ηγουν μετα την ενανθρωπησιν· (≡15Β_344≡> μητε την θειαν, καθ᾿ ην Θεος αει τε δι᾿ εαυτον και τω Πατρι ομοουσιος εστι τε και διαμενει· μητε την ανθρωπινην, καθ᾿ ην ο αυτος ανθρωπος αληθως δι᾿ ημας γεγονεν, ως φιλανθρωπος, και ημιν εστιν ομοουσιος. Ουτε γαρ ετραπη του οπερ ην και εστιν, και εις αει εσται κατα φυσιν Θεος· ουτε μην του οπερ γεγονεν ανθρωπος καθ᾿ ενωσιν αδιασπαστον σαρκος εψυχωμενης την φυσιν μετεβαλεν, εις ων και ο αυτος Θεος τε και ανθρωπος· ου κλησει μονον και προσηγορια Θεος υπαρχων και ανθρωπος, αλλα πραγματι και αληθεια Θεος και ανθρωπος και υπαρχων κυριως, και αληθως ονομαζομενος. Το εκ της ενωσεως εν τε και μοναδικον καθ᾿ υποστασιν, αλλ᾿ ου κατα φυσει εχων, ως οι Πατερες διδασκουσι, φασκοντες, "Ει γαρ και το συναμφοτερον εν, αλλ᾿ ου τη φυσει τη συνοδω·" καθ᾿ ην οικονομικως δι᾿ ημας ως αγαθος, συνθετος γενεσθαι καταδεξαμενος, το κατα φυσιν απλουν, καθ᾿ ην ομοφυης εστι τω Πατρι και ομοουσιος διαμενει, φυλαττων αλωβητον και μετα την σαρκωσιν. Ου γαρ ταυτον θεοτης και ανθρωποτης. Καν γαρ γεγονεν ανθρωπος ο του Θεου Λογος, αλλα κατα προσληψιν σαρκος νοερως καθ᾿ υποστασιν αδιασπαστως ενωθεισης αυτω γεγονεν ανθρωπος. Διο και Θεος εστιν ο αυτος κυριως και ανθρωπος, ως εκεινο ων και τουτο γενομενος· και τουτο κακεινο υπαρχων ανελλιπως· μητε τω ακρως μοναδικω της υποστασεως συγχεομενος, καθ᾿ ην ο της διαφορας παντελως απεστι λογος· μητε τω ακραιφνει της ετεροτητος των εξ ων συνεστηκε φυσεων διαιρουμενος· καθ᾿ ην ο της διαφορας δια την ενωσιν ουδαμως ανηρηται λογος.
Της ουν διαφορας των εξ ων εστι φυσεων ο Χριστος ασυγχυτως σωζομενης και μετα την ενωσιν, ουκ εστιν, ως οιμαι, παντελως ο δειξαι δυναμενος λογος, δικαιον ειναι το ποσον των φυσικως διαφεροντων και εν Χριστω σωζομενων καθ᾿ ενωσιν (≡15Β_346≡> (=0588=) αδιασπαστον μη ομολογεισθαι· διοτι πασα δαφορα ποσον εαυτη συνεισαγει παντως τινων, αλληλων κατα τι διαφεροντων. Ου γαρ ποσου χωρις πωποτε τις, καν ευμηχανος η και ποριμωτατος, διαφοραν ειναι φαναι δυνησηται, καλως φρονων, και αληθειας καν μικρον γουν λογον ποιουμενος· σαφως γινωσκων, η της κατ᾿ ουσιαν τινων ετεροτητος, η της κατα ποιοτητα και ιδιοτητα τινων ανομοιοτητος πασαν ειναι διαφοραν· ην η ποσοτης των υποκειμενων πραγματων, ειτε καθ᾿ ενωσιν εισιν, η και ταυτης χωρις παντως εργαζεται. Εφ᾿ ων γαρ μη κατα παντα τροπον ο εις και ο αυτος θεωρειται λογος, ποσοτητος ενεστιν εμφασις, ης εστιν ιδιον η διαφορα. Ει τοινυν επι Χριστου τη μεν ενωσει κατα λογον το παντη μοναδικον καθ᾿ υποστασιν, ως οι Πατερες διδασκουσιν, επεται λεγειν· τη δε των εξ ων εστιν ο Χριστος φυσεων και μετα την ενωσιν ασυγχυτως τε και αδιαιρετως εν Χριστω σωζομενων διαφορα το ποσον λεγειν εστι ακολουθον τε και προσφορον· δηλον οτι, ωσπερ ο μη λεγων τον Χριστον δια την καθ᾿ υποστασιν ενωσιν μιαν ειναι του Θεου Λογου φυσιν σεσαρκωμενην, κατα την ερμηνειαν του αγιωτατου Πατρος ημων και διδασκαλου Κυριλλου νοουμενην ορθως, ου πιστευει γεγενησθαι την ενωσιν· ουτω και ο μη τας δυο μετα την ενωσιν φυσεις ομολογων, εξ ων εστιν ο Χριστος, την διαφοραν σωζεσθαι λεγειν ου δυναται. Φυσικης γαρ των εξ ων εστιν ο Χριστος ετεροτητος εστι μετα την ενωσιν η διαφορα, αλλ᾿ ου της κατα ποιοτητα μονην ανομοιοτητος, χωρις των υποκειμενων ταις ποιοτησι φυσεων· ων ανευ ποιοτητα καθ᾿ εαυτην ειναι των αδυνατων εστιν· ινα μη ψιλην, μαλλον δε κυριωτερον ειπειν, ψευδη την διαφοραν εισαγωμεν και ανυπαρκτον.
Ταυτην ακριβως κατεχειν ημας κατα τους Πατερας της πιστεως την ομολογιαν πεπεισμενος, πασι πανταχου ποτε γραφειν ουκ ωκνουν πατριαρχαις και επισκοποις και αρχουσι, και αυτοις τοις ευσεβεστατοις και πανημεροις ημων βασιλευσιν, υπερ ευχαριστιας (≡15Β_348≡> Θεου, καταδηλον πασι ποιων την υμων εις Χριστον γνησιαν μεταθεσιν τε και πιστιν. Και ουκ ωμην ποτε, καθαπερ εφην, υμας ουτω ταχεως μετατιθεσθαι της σωτηριου κλησεως υμων. Επειδη δε δια τας εμας αμαρτιας, ο εξ αρχης δι᾿ απατης εις ολεθρον και απωλειαν το γενος των ανθρωπων υποσυρομενος πονηρος, και υμας ισχυσε παραπεισαι, της αληθειας προτιμησαι το ψευδος· και πλεον Θεου, και των αποκειμενων αγαθων τοις αγιοις, συνηθειας ενεκεν πονηρας, απαταιωσιν ανθρωποις χαρισασθαι προς θανατον δελεαζειν μονον δεδιδαγμενοις· και προς τον ιδιον εμετον υμας καθαπερ κυνας προφητικως ειπειν επιστρεψαι δεδυνηται, παρεγγυω, ειπερ ουτως ανιατως εχετε, και εις τελος προεθεσθε την του Χριστου χαριν αποστραφηναι· τεως τας (=0589=) γινομενας εις υμας παρ᾿ εμου δωρεας δουναι Θεοπεμπτω τω ανθρωπω, επι τουτω και μονον παρ᾿ εμου σταλεντι μετ᾿ εγγραφου ενταλματος, προς το μηδεμιαν αμφιβολιαν εχειν υμας περι τουτου. Και παλιν, ει τι παρισταται τοις ευσεβεστατοις και φιλοχριστοις και πανημεροις ημων βασιλευσι, και τοις αγιωτατοις πατριαρχαις, τα καθ᾿ υμας παντα δι᾿ εμου συν Θεω παρα την αυτων γαληνοτητα γινομενου μανθανουσι περι της αποστασιας υμων, και της τοσαυτης κακουργιας και αγνωμοσυνης, γενεσθαι καλως εχειν κρινω. Ουτε γαρ παρασιωπησομαι τοσουτον κακον. Ει δε το φρικτον του Χριστου κατα νουν λαμβανουσαι δικαστηριον, εφ᾿ ου παρουσια αγγελων και αρχαγγελων και παντος δημου των κατ᾿ ουρανον στρατιων, και πασης της ανθρωπινης φυσεως, η παρ᾿ εμου προς υμας περι τουτου συγκροτηθησεται δικη, μεταμεληθητε, και προς τον καλεσαντα παλιν υμας εν χαριτι Θεον επανελθετε· και αυτην ηδη την εμου δωρηθεισαν υμιν κτισιν εχειν υμας βουλομαι· και ου παυσομαι εως την παρουσαν και προσκαιρον ταυτην ζωην οικονομουμαι ζην, τροπους επινοων εις συστασιν υμων περισσοτεραν· και εμαυτον αντιλυτρον των υμετερων ψυχων ουκ αν παραιτησομαι δουναι, ειπερ αναγκαιως τουτο γενεσθαι καλεσοι καιρος. Και (≡15Β_350≡> δωσω γε προθυμως προς τουτο με καλουντος του Θεου δια της χαριτος· ει μονον υμεις εαυτας Χριστω τω Θεω παλιν αποκαταστησητε· και την γενομενην υμιν απο του σωματος αυτου δια της επανοδου, καλως εξιασησθε τομην και διαστασιν.

ΕΠΙΣΤΟΛΗ ΙΘ’. ... ΠΡΟΣ ΠΥΡΡΟΝ ΤΟΝ ΟΣΙΩΤΑΤΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ ...
ΙΘ´- Του αυτου προς Πυρρον τον οσιωτατον πρεσβυτερον και ηγουμενον.

(≡15Β_352≡> Την αγιαν σου, θεοτιμητε Πατερ, επιστολην αναγνους, ολον ολω τω Πνευματι τον σον νουν επεγνων πεποιωμενον· και τοσουτον της φυσικης εξεστηκοτα διεγνων συνεσεως, οσον της θειας και υπερ την φυσιν κατελαβον σοφιας επειλημμενον. Αυτον γαρ σου παροντα δια των γραμματων οιον οραν εδοκουν τον θεοσοφον νουν, μοναις αστραπτοντα ταις ακηρατοις ακτισι του Πνευματος· αις μεταμορφουσθαι προς το θειοτερον πεφυκεν, ο τω Πατρι των ολων (=0592=) υιοθετεισθαι καταξιουμενος· και τοσουτον με της επι τοις θειοις δογμασιν αγνοιας λυτρουμενον, οσον το πριν της επ᾿ αυτοις εδοκουν αντεχεσθαι γνωσεως. Διο θαυμασας σου την εν ολοις αγχινοιαν, μονην εκεινην αναβοησας την φωνην απεφθεγξαμην, ην παλαι γυνη τις προς τον Κυριον κεκραγε, των αυτου ρηματων καταπλαγεισα την δυναμιν· Μακαρια η κοιλια η βαστασασα σε, και μαστοι ους εθηλασας. Ου μονον δε την τεκουσαν σε μακαριζω, τιμιε Πατερ, ως τοιουτου μητερα γενεσθαι καταξιωθεισαν· αλλα και την συλλαμβανουσαν, και κυουσαν αει τον ευσεβη λογον και τικτουσαν σου διανοιαν· ως του υπερ φυσιν Λογου κατα χαριν κοιλιαν αποφανθεισαν χωρητικην, δια την προς αυτον τον Λογον της γνωμης οικειωσιν. Και μην κατα τας σας παγιας εξεις τας εκ της σης καρδιας εκδιδομενας αις μαστων δικην κατα τε την πραξιν και την θεωριαν διατρεφεις τον Λογον, τη χορηγια των ευσεβων νοηματων τε και τροπων συναυξανομενον· (≡15Β_354≡> και παραδοξως ειπειν, την οικειαν αυξησιν του διατρεφοντος νου ποιουμενον θεωσιν. Τι γαρ ετερον ειχον φθεγξασθαι προς σε, τιμιε Πατερ, τοιουτων γεννητορα λογων γεγενημενον θεωμενος· δι᾿ ων, ως εξ ορους τινος του υψους της γνωσεως την επι τοις θειοις δογμασι καθαπερ πλακας θεοχαρακτους δια του νεου Μεσιτου και εφ᾿ ημιν μεγαλου Μωϋσεως και ιερεων ιερεως, και της καθ᾿ ολην την οικουμενην εξαρχου θειας ιερωσυνης, κομισθεισαν τε και εκδοθεισαν κατεμηνυσας ψηφον· ην η αγια και μονη προσκυνουμενη Τριας, ως δι᾿ οργανου του ρηθεντος υπηγορευσεν αρχιερεως, και προς ομονοιαν πλεον επεδησε τας Εκκλησιας, εις ουδεν θεμενας την δοξασαν τοις πολλοις γεγενησθαι κατα την Αλεξανδρου πολιν περι την πιστιν καινοτομιαν.
Ταυτην γαρ ολοσχερως η δοθεισα διεσωσατο ψηφος την εννοιαν, καθ᾿ ην πιστευειν οι θεοφοροι Πατερες ημων ταις αγιαις Εκκλησιαις παρεδοσαν· ενα και τον αυτον φαμενοι Θεον Λογον και προ σαρκος, και μετα σαρκος· ην αυτος εαυτω δι᾿ ημας εψυχωμενην νοερως καθ᾿ υποστασιν ηνωσεν, εκ της αγιας Θεοτοκου και Αειπαρθενου προσληφθεισαν Μαριας· σπορα δηλαδη της οικειας αυτος γενεσθαι καταξιωσας σαρκωσεως· ινα και ανθρωπος αληθως γενηται· και δειξη κατα την ασπορον συλληψιν, και την αφθορον γεννησιν την φυσιν καινοτομουμενην και μηδεμιαν τη καινοτομια πασχουσαν μειωσιν. Θεου γαρ δι᾿ αγαθοτητα προς ανθρωπους υπηρχεν αυθαιρετος κενωσις το μυστηριον, αλλ᾿ ου θεοτητος εκπτωσις, η δια σαρκος εκουσιος συγκαταβασις· μεμενηκε γαρ οπερ ην, και γενομενος οπερ ουκ ην· ατρεπτος γαρ. Και οπερ γεγονε διετηρησε, διαμεινας οπερ υπηρχε φιλανθρωπος γαρ. Δι᾿ ων ενηργει θεοπρεπως, δεικνυς οπερ γεγονεν αναλλοιωτον· (=0593=) και δι᾿ ων επασχεν ανθρωποπρεπως, πιστουμενος οπερ ην μη τρεπομενον. Ενηργει γαρ, τα μεν θεια σαρκικως, οτι δα σαρκος φυσικης ενεργειας ουκ αμοιρουσης· τα δ᾿ ανθρωπινα θεϊκως, οτι κατα θελησιν εξουσιαστικως, αλλ᾿ ου κατα περιστασιν (≡15Β_356≡> την των ανθρωπινων παθηματων προσιετο πειραν. Ουτε γαρ τα θεια θεϊκως, οτι μη γυμνος υπηρχε Θεος· ουτε τα ανθρωπινα σαρκικως, οτι μη ψιλος ανθρωπος ην. Δια τουτο τα θαυματα διχα παθους ουκ ην· και τα παθηματα χωρις ουχ υπηρχε θαυματος· αλλα τα μεν, ιν᾿ ειπω τολμησας, ουκ απαθη· τα δε προδηλως θαυμασια· και αμφω παραδοξα, οτι και θεια [και ανθρωπινα] ως εξ ενος και του αυτου προερχομενα Θεου Λογου σεσαρκωμενου, δι᾿ αμφοτερων πιστουμενου πραγματικως, την των εξ ων, και απερ υπηρχεν αληθειαν. Το γαρ εκ τινων ασυγχυτως ενωσει τη κατα συνοδον φυσικην αποτελουμενον, και τας φυσεις εξ ων συνεστηκεν ατρεπτους διατηρει, και τας αυτων συστατικας αμειωτως διασωζει δυναμεις, εις ενος εργου συμπληρωσιν· ειτε παθος, ειτε θαυμα το γινομενον ην, κατα την εικονα του θαυμαστου σου, Πατερ, και τω μυστηριω της θειας σαρκωσεως προσφυους παραδειγματος, της εκπυρωθεισης μαχαιρας, ης την τομην επισταμεθα καυστικην, και την καυσιν οιδαμεν τμητικην. Πυρος γαρ και σιδηρου καθ᾿ υποστασιν γεγονε συνοδος, μηδετερου της κατα φυσιν δια την προς θατερον ενωσιν εκσταντος δυναμεως· μητε μην αφετον ταυτην κεκτημενον μετα την ενωσιν, και της του συγκειμενου και συνυφεστωτος κεχωρισμενην.
Ταυτην μεν ουν ευρον εγω τοις υμετεροις γραμμασι σοφως ενυφανθεισαν την των θειων δογματων ακριβειαν, ης κατα την ενουσαν μοι περι το νοειν μετριαν δυναμιν επιστησας τον νουν, ηυξαμην ικανωθειναι ταυτην φυλαξαι, και τη διανοια κατασχειν, υπο ληθης τινος μη δεχομενην περιγραφην. Συ δε, θεοτιμητε Πατερ, συμπαθησον μοι τω σω δουλω, και την δεουσαν ως φιλανθρωπος παρασχου συγγνωμην, αδυνατουντι προς την των κεκελευσμενων εγχειρησιν. Και μη μου καταγνως απειθειαν· αλλα μαλλον αποδεξαι με της οικειας αμαθιας επιγνωμονα γενεσθαι σπουδαζοντα. Μισητον γαρ το προπετες, και πρωτον της εσχατης (≡15Β_358≡> αγνοιας γεννημα· καθ᾿ ο πεφυκεν η της υπερηφανιας διαφαινεσθαι νοσος, εξιν δημιουργουσα τοις αυτη κατειλημμενοις αντιθεον· και δεξαι μου παντος παθους καθαραν την επι τουτο παραιτησιν· και μη απωση με τους αυτους σοι προβαλλομενον λογους, ους επι τοις τοιουτοις προς τον Θεον Μωϋσης προτερον και Ιερεμιας υστερον προυβαλλοντο· ο μεν, Δεομαι, Κυριε, (=0596=) λεγων, ουχ ικανος ειμι προ της χθες ουδε προ της τριτης ημερας, ουδε αφ᾿ ου ηρξω λαλειν προς με· ισχνοφωνος και βραδυγλωσσος εγω ειμι. Ο δε, Ο ων, Δεσποτα Κυριε, φασκων, ουκ επισταμαι λαλειν, οτι νεωτερος ειμι. Επ᾿ αληθειας γαρ ισχνοφωνος ειμι και βραδυγλωσσος, και της επι τω λαλειν τα καλα συνεσεως εστερημενος· μητε τον νουν εχων επιβαλλοντα τοις θειοις, μητε τον κατα προφοραν λογον, εξυπηρετεισθαι τω μεγεθει των ζητηθεντων δυναμενον. Νεαζω γαρ ετι τοις παθεσι, και πλεονεκτουσαν τον νομον του πνευματος κεκτημαι της σαρκος την επαναστασιν. Οποταν και ει δωμεν καθ᾿ υποθεσιν μηδεν λειπεσθαι με της εν τουτοις δυναμεως, τις ουτω θρασυς υπαρχει και τολμηρος, ωστε τοις ουτω κατα θειαν φηφον ιεραρχικως θεσπισθεισιν, επιδιαταττεσθαι; Παρακαλω δε μαλλον τιμιοις σου γραμμασιν ορισμω μοι διασαφησαι, τις η ενεργεια, και ποσαχως η ενεργεια, και τι παρα ταυτην επι το ενεργημα· και τινα τουτων φαμεν, προς τε το εργον και την πραξιν την διαφοραν, ινα εχω των γραφεντων γινωσκειν την δυναμιν. Ουπω γαρ ακριβως επιστησαι δεδυνημαι, τινα και πως λεγομενην η νοουμενην εκδεξασθαι χρη την μιαν ενεργειαν. Ουχ απλως γαρ φωνας ασημους προφερομεν, αλλ᾿ εννοιας ταις φωναις διασημαινομεν. Δι᾿ ην αιτιαν, φωνας μεν πολλακις πραχωρουντας ευρον τους θεηγορους Πατερας, εννοιας δε ουδαμως· οτι μη εν συλλαβαις, αλλ᾿ εν νοημασι τε και πραγμασι το της σωτηριας ημων υπαρχει μυστηριον. Το μεν γαρ εποιουν, ειρηνην φροντιζοντες· το δε, ψυχας τη αληθεια στηριζοντες. Και ταυτα μεν περι τουτων.
(≡15Β_360≡> Δεομαι δε, Πατερ τιμιε, της σης αγιοτητος, ευμενως τους τουτο το μετριον επιφερομενους γραμμα θειους προσδεξασθαι Πατερας, δια χρειαν λυσιτελουσαν τω κοινω ταγματι των μοναχων, εαυτους εις τουτον πλουν επιδεδωκοτας· και παντα γενεσθαι αυτοις καταδεξασθαι, οσα της θειας εντολης ο ακριβης βουλεται λογος, τους των θειων εφιεμενου, και μονωτατον του οικειου βιου τον σαρκωθεντα Λογον εχοντας υποτιπωσιν. Αξιοι γαρ τυγχανουσι της (=0597=) υμετερας επι τουτο σπουδης, οτι τον θειον ελκουσιν αμεμπτως της αρετης τε και της γνωσεως ζυγον. Δεδοικα δε ταυτα γραφων μη παρρησιας ακαιρου και απειροκαλιας παρα τοις ουκ ειδοσι σε, Πατερ, και της σης πειραν ουκ ειληφοσι συγκαταβασεως, ονειδος απενεγκωμαι· και λεχθη και περι εμου δικαιως, οπερ τις των εξω του καθ᾿ ημας λογου σοφων εφη, θεασαμενος επι τινι φυσηθεντα τινα των απειροκαλων·
Εξεμηνε προς υβριν μωρον,
σοφος μειδιασας.
Εν πασιν ουν, αγιε Πατερ, συγχωρησον μοι τω σω δουλω, και ταις σαις πανιεροις ευχαις εξιλεωσον μοι Χριστον τον Θεον, ον δια παντος τη τε του νου καθαροτητι, και τη ακριβεια του βιου θεραπευεις.

ΕΠΙΣΤΟΛΗ Κ’. ... ΠΡΟΣ ΜΑΡΙΝΟΝ ΜΟΝΑΖΟΝΤΑ.
Κ´- Του αυτου προς Μαρινον μοναζοντα.

(≡15Β_362≡> Εγω μεν ειδως των οικειων πλημμεληματων το πληθος, και την επ᾿ αυτοις ως εικος διαδεξομενην με κατακρισιν, μετα την ταυτης απολειψιν της ζωης καθορων· και οιον εκεινο το μεγα και φρικτον δικαστηριον κατα ψυχην ηδη συνηθροισμενον κατανοων, εφ᾿ ουπερ κατ’ αξιαν εκαστος ων πεπραχαμεν τας αμοιβας αποληψομεθα· την σιωπην συνοικον εχειν διενοηθην, των υπερ εμε θειων λογων, ως γε μοι δοκει, παντοιως φειδομενος, μη πως πλεον κατακριθω και δικαιοτερον, ως λογους Θεου προφερων υπ᾿ εμου τη των αγαθων εργων απραξια νενεκρωμενους, και δια τουτο τοις ακουουσι την εν χαριτι ζωην παρασχειν ου δυναμενους· και τους τω αρετων παραδειξαι τροπους εν τη πολιτεια μου του λεγοντος ουκ ισχυοντας· και γενωμαι της μελλουσης υποδικος απειλης, ως ου μονον αυτος εν εμαυτω δια των πονηρων μου τροπων τους ζωοποιους του Θεου καταφονευσας λογους, αλλα και τοις ακουουσι της προς αυτους καταφρονησεως εικονα ζωσαν, και πασι καταδηλον, την ολην μου του βιου πονηραν αναστροφην παρεχομενος. Εγω μεν ουν, ως ειπον, ταυτα και ειδως και φοβουμενος, την περι το λεγειν τε και γραφειν τους θειους λογους προθυμιαν απεσεισαμην, ων ουκ εχω την εργασιαν, διακενης τους επαινους παρα των ακουοντων κομιζεσθαι μεγιστην αδικιαν ειναι κρινων, και ζημιαν ολεθριον. Επειδη δε νενικηκε μου της σιωπης την ψηφον ταις πολλαις των θειων επωδαις λογισμων, ο πολυς την φρονησιν, και παντα (≡15Β_364≡> μοι τιμιος ο οσιωτατος ηγουμενος, ον ουκ ηδυνηθην απωσασθαι δια την εμπρεπουσαν αυτω κατα θειαν συνεσιν των αρετων καλλονην· και ταυτην εβιασατο με χαραξαι την μετριαν συλλαβην προς την σην θεοσεβειαν, μερη τινα των κατα Θεον σου κατορθωματων αφηγησαμενος, και ωφελησας τα μεγιστα· δειν ωηθην εκεινα κατ᾿ επιτομην ειπειν, οσα σοι τε καμοι, και πασι τοις ακουειν εθελουσι συμφερον εστι και σωτηριον.
(=0600=) Δαβιδ ο μεγας προφητης και βασιλευς, τοις αγαπαν τον Θεον προθεμενοις, και παντων των επι γης την ενθεον σωτηριαν προελομενοις, την αληθως γνωστικην οδον παραδεικνυς των θειων αρετων, και την εμπρακτον της γνωσεως θυραν υπανοιγων, φησιν· Αρχη σοφιας φοβος Κυριου· συνεσις δε αγαθη πασι τοις ποιουσιν αυτην. Ει δε σοφιας αρχη καθεστηκεν ο φοβος, τελος δηλαδη σοφιας, η αγαθη πεφυκεν ειναι συνεσις, τοις ποιουσιν αυτην. Ει δε ταυτα τουτον εχει τον τροπον, οση δυναμις τον φοβον του Θεου κτησασθαι σπουδασωμεν, και την συνεσιν την αγαθην. Τον μεν φοβον, ινα φυγωμεν της αμαρτιας τους μολυσμους, τη προσδοκια των αιωνιων κολασεων αυτους της ψυχης εκτινασσοντες· την δε συνεσιν, ινα παντων ποιηται των θειων επιστημονες αποδειχθωμεν θεληματων. Ο γαρ φοβουμενος τας επι ταις παραβασεσι των θειων ποινας εντολων, τοις μολυνουσιν αυτου την ψυχην ουχ αλισκεται παθεσιν· και ο την συνεσιν την αγαθην ενδιαθετως εχων, κατα τον δεοντα λογον διακρινουσαν των αιωνιων τα προσκαιρα, πασι γινεται τοις θειοις κατακομος αγαθοις, μηδενι τροπω την εν αυτω γνωσιν αργειν δειχθηναι παρασκευαζων. Ως γαρ ο φοβος εν τοις αληθως τον Θεον φοβουμενοις, των ακαθαρτων γινεται παθων αναιρετης· ουτως και η συνεσις των αληθως συνετων, πασων γινεται δημιουργος των αρετων. Ουκουν φοβηθωμεν τον Θεον, και μηδεν ων μη βουλεται πραξωμεν· και την αυτου συνεσιν αγαπησωμεν· και μηδεν ων βουλεται πραττειν καταμελησωμεν. Μισει γαρ πασαν ανομιαν ο (≡15Β_366≡> τον Θεον φοβουμενος, και αγαπα πασαν δικαιοσυνην, ο την αγαθην εισοικισαμενος συνεσιν. Σημαινει γαρ ωσπερ τον φοβουμενον το προς την ανομιαν μισος· ουτως και η προς την δικαιοσυνην αγαπη, καταδηλον ποιειται τον συνετον.
Μη τοινυν κατηφειας ηθεσι μονοις τον φοβον σχηματισωμεθα, μηδε μεχρι των φαινομενων τροπων υπαρχουσαν την ευλαβειαν δειξωμεν· αλλα διαθεσει ψυχης, και ταπεινωσει καρδιας πυκνοις κατα το βαθος στεναγμοις κατησφαλισμενης· και τη μαστιγι της των προημαρτημενων μνημης κατα την συνειδησιν αφανως πληττομενης, και δια τουτο τη προς εαυτην συστολη τα των αλλων πταισματα παντελως οραν ουκ ανεχομενης. Ο γαρ μονοις τοις ηθεσι τον του Θεου φοβον υποκρινομενος, ουδεν του πιθηκου το συνολον διενηνοχεν, ανθρωπων ηθη μιμουμενου και σχηματα. Τουτο γαρ το ζωον εν τετραποσι, της ανθρωπινης φυσεως πορρω κατα φυσιν διεστηκος, τη των ηθων μιμησει τοις θεωμενοις ανθρωπος ειναι δοκει, μηδεν φυσει κεκτημενος ανθρωπινον· ωσπερ και ο τα μεν ηθη των αληθως φοβουμενων τον Κυριον προς την των ορωντων απατην μιμουμενος, την δε της γνωμης διαθεσιν ουκ εχων κατα το ισον εκεινοις (=0601=) τω θειω φοβω πεποιωμενην, Σαδδουκαιος τις ετερος η Γραμματευς, και ων, και καλουμενος· το μεν σχημα σωζων της ευλαβειας μετ᾿ ευπρεπειας της εξωθεν· παντελως δε του πραγματος δια την ακαθαρτον εν τω βαθει που κειμενην της ψυχης προς τα παθη φιλιαν απολειπομενος.
Μηδε παλιν μονη προφορα λογων προς καλλος απεξεσμενων την θειαν γνωσιν επιδειξωμεθα· μηδε μεχρι ψιλου του δυνασθαι μονον λαλειν διχα του πραττειν, ειναι την αγαθην ορισωμεθα συνεσιν· αλλα διαθεσει ψυχης κατα την πραξιν ταις αρεταις ποιωθεισης, και δια τουτο πραξει μεν το φεγγος λαμπρυνουσης της γνωσεως· γνωσει δε τον τονον φαιδρυνουσης της πραξεως· (≡15Β_368≡> ινα τω κατα την αγαθην συνεσιν ποθω του Θεου συνελθων δια των πραγματων ο φοβος, τελειαν ημιν την θειαν εργασωνται σοφιαν· εν μεν τη κατα τον θειον φοβον αποχη των κακων αρχομενην, εν δε τη πραξει των εντολων κατα την αγαθην συνεσιν τελειουμενην. Ο γαρ εν μονη ψιλη τη προφορα των θειων λογων ειναι την συνεσιν διοριζομενος, εοικε ψιττακω, τους ανθρωπινους μιμηλευομενω λογους. Τουτο γαρ μονωτατον το ζωον εν τοις πτηνοις, τους ανθρωπινους διδασκομενον υποκρινεται λογους, μηδεν εχων παντελως κατα την φυσιν ανθρωπινον· ωσπερ και ο μεχρι μονης της ψιλης προφορας, τους μεν των αληθως συνετων λογους προς την των ακουοντων καταπληξιν μιμηλευομενος, την δε της γνωσεως εξιν ουκ εχων τη πραξει των αρετων πεποιωμενην, Φαρισαιος τις αλλος ως αληθως, η ψεκτος ιερευς και ων και καλουμενος· την μεν συνεσιν τη προφορα μονη των λογων υποκρινομενος· αυτης δε της οντως εν τοις εργοις εχουσης το ειναι σοφιας παντελως απολειπομενος· και δια τουτο μεγα φυσων, και τη αλαζονεια της υποτρεφουσης αυτου την κατα νουν υπερηφανιαν οιησεως, κατα του λογου της αληθειας ισταμενος· ουκ ειδως, ως εοικεν, οτι δαιμονων θεολογια προδηλως, η των επ᾿ αυτη δια φιλοδοξιαν μεγα φυσωντων καθεστηκε διχα πραξεως γνωσις· επιτιμωντα διαρρηδην Ιησουν εχουσα, τον δηθεν θεολογουμενον, καν ο τοιουτος τω παθει κρατουμενος ουκ αισθανεται.
Δια τοι τουτο φοβω φοβηθωμεν ημεις τον Θεον, και παντος ρυπου σαρκος και πνευματος εαυτους ελευθερωσωμεν, μη συγχωρουντες, τον νομον της σαρκος δια της επαινουμενης των μελων νεκρωσεως επαναστηναι τω νομω του πνευματος· μηδε μονοις τοις κατ᾿ ηθος φαινομενοις τροποις περιγραψωμεν του θειου φοβου την μεγαλοπρεπειαν· αλλα της εντος κατα ψυχην καλης διαθεσεως κηρυκα ποιησωμεθα την περι το ηθος καταστολην, ινα φυγωμεν την μελλουσαν του πυρος απειλην· και την (≡15Β_370≡> συνεσιν την αγαθην τη πραξει των εντολων κατακοσμησωμεν, ινα μη νεκρους, ως κενοδοξοι, περιφερωμεν λογους, και της κατα την πραξιν των εντολων εστερημενους ζωης· αλλ᾿ εμπρακτους τους θειους λογους (=0604=) ποιησωμεν, ειρηνην μετα παντων διωκοντες και αγαπην· χρηστοτητος τε και πραοτητος επιμελουμενοι, και μακροθυμιας και της εν πασι προς παντας ανοχης· μεθ᾿ υπομονης τα συμβαινοντα φεροντες, και ευχαριστιας· και ως θεια δογματα [δοματα], τας θλιψεις ακατασειστως δεχομενοι· μηδεν προς τους λογους της δια τουτων συμφεροντως διεξαγουσης ημων την ζωην προνοιας αντιτεινοντες, οπως τυχωμεν της αιωνιου ζωης μετα παντων των αγιων, κατατρυφωντες των μελλοντων αγαθων, εν τη διαμονη της των αιωνιων μακαριοτητος, λεγοντος προς ημας ακουοντες του Θεου· Δευτε οι ευλογημενοι του Πατρος μου, κληρονομησατε την ητοιμασμενην υμιν βασιλειαν απο καταβολης κοσμου· και ευφρανθωμεν εκεινων απολαυοντες των απορρητων αγαθων, Απερ οφθαλμος ουκ ειδε, και ους ουκ ηκουσε, και επι καρδιαν ανθρωπου ουκ ανεβη, α ητοιμασεν ο Θεος τοις αγαπωσιν αυτον.

ΕΠΙΣΤΟΛΗ ΚΑ’. ... ΠΡΟΣ ΑΓΙΩΤΑΤΟΝ ΕΠΙΣΚΟΠΟΝ ΚΥΔΩΝΙΑΣ.
ΚΑ´- Του αυτου προς αγιωτατον επισκοπον Κυδωνιας.

(≡15Β_372≡> Αυτον εαυτω τον Θεον ισον υψει τε και βαθει, δι᾿ ευσεβους ερευνης του μυστηριου της περι ημας αυτου οικονομιας διαγνους ο θεοφυλακτος μου δεσποτης, και θαυμασας πως ο ορος τη αοριστια, ταναντια και αμιγη, περι αυτον συναφθεντα, δι᾿ αλληλων εσχε την δηλωσιν· της μεν απειριας τω ορω αρρητως συνορισθεισης· του δε ορου υπερφυως τη απειρια συναπλωθεντος· αυτον δε περι ον ταυτα κατ᾿ αμφω ταυτον εαυτω, μηδεν το παραπαν εαυτου καθυφεντα κατα το απειρον, ως κατα φυσιν μετα αοριστον, κατ᾿ οικονομιαν δε, ακαταληπτον και οντα και γινωσκομενον· το τε υψος της θεϊκης δοξης αδιανοητον εχοντα, και το βαθος της οικονομικης συγκαταβασεως απεριπληπτον, εμφρονως εαυτον κηρου δικην, ωσπερ σφραγιδι τω Θεω ευεικτως υπεθηκεν, ον δι᾿ ολου εις το βαθος εντυπωθεντα δεξαμενος, αριδηλον μιμημα της θειας εαυτον κατεστησε μακαριοτητος. Σοφως γαρ τοις θειοις εαυτον εναμειψας τροποις· τω μεν ταπεινω της φυσεως, δι᾿ αρετης εκερασε το της αξιας αναστημα· τω δε υψει της αξιας εμπαλιν, δια γνωσεως την της φυσεως συνεπηρε ταπεινωσιν· και θατερον θατερω παραδοξως ενθεωρεισθαι πεποιηκε. Κατ᾿ αμφω γαρ ταυτον εαυτω, μηδεν εν αμφοτεροις καθυφεντα σεμνοτητος, εαυτον συνετηρησε· δειξας μαλα σαφως, δι᾿ ων ακιβδηλον (≡15Β_374≡> την προς Θεον εκτησατο μιμησιν, ως την ιερωσυνην ο Θεος επι γης ανθ᾿ εαυτου χειροτονησας προυβαλετο. Εφ᾿ ωτε και σωματικως ορωμενος, και τα αυτου μυστηρια τοις οραν δυναμενοις μη διαλιπη φαινομενα.
(=0605=) Δια τουτο θεοειδως τω λογω μετα των τροπων φερομενος ο εμος δεσποτης, πολλην μοι σωτηριαν ενετεκτηνατο. Ως γαρ τους ανθρωπους καταλλαγηναι τω Θεω και Πατρι ως πταισθεντας μαλλον η πταισαντας ο Κυριος παρεκαλεσε, καθως μαρτυρει λεγων ο θεσπεσιος Παυλος, Υπερ Χριστου πρεσβευομεν, ως του Θεου παρακαλουντος δι᾿ ημων. Δεομεθα υπερ Χριστου, καταλλαγητε τω Θεω· ινα εντρεψη τω μεγεθει της ευεργεσιας προς συναισθησιν ελθειν της οικειας πωρωσεως· ουτω και ο εμος δεσποτης, δι᾿ εκουσιου υφεσεως, ευμηχανως με χειρωσαμενος, το μαθειν δοξαι παρ᾿ εμου δια γραμματων θελησαι, απερ διδασκειν δια την αξιαν προβεβληται, καν οψε ποτε της οικειας αμαθιας κατεστησε επιγνωμονα. Ομολογω ουν τω δεσποτη μου την χαριν· και σεμνυνομαι τω τροπω δι᾿ ου το νεφος μου της οιησεως ευαφως απεωσατο· και αιτω αυτον τοιουτοις και λογοις και τροποις ρυθμιζοντα τον αυτου δουλον μη παυσασθαι.

ΕΠΙΣΤΟΛΗ ΚΒ’. ... ΠΡΟΣ ΑΥΞΕΝΤΙΟΝ.
ΚΒ´- Του αυτου προς Αυξεντιον.

(≡15Β_376≡> Ει μεν θαρρουντες τω Πνευματι, καθα αλυτως περικειμενην υμιν αυτοις εχετε την αγαπην, μηδενος δεομενην προς καινισμον, αμελειν των προς τους φιλους διεγνωτε γραμματων, επαινω τε τον νομον, και υμας αποδεχομαι· πιστευοντας εκεινω της αγαπης τον θησαυρον, εξ ου τε και εις ον αρχεσθαι τε και αναπαυεσθαι πεφυκεν. Ει δε του καθηκοντος φιλικου τροπου κατολιγωρουντες του γραφειν δι᾿ οκνου παραιτεισθε, ταναντια ποιειν ου παυσομαι· φιλους αιδεισθαι δια μεγεθος της κατα κοσμον προληψεως ουκ ειδως. Ει δε των δυο του μη γραφειν ουδεν καθεστηκεν αιτιον, δεξασθε αποντων, και δοτε προθυμως απουσιν, ως εδιδαξεν η φυσις, δια γραμματων την εντευξιν· μαλλον δε, ως Θεος την φυσιν σοφισας παρεμυθησατο. Κεντριζει γαρ ηρεμουσαν την μνημην, και διεγειρει νυσταζουσαν, προς το ιδειν και αναματτεσθαι των φιλουμενων τα προσωπα, γραμμασι λογος μορφουμενος· δι᾿ ων ο ποθος πυρος δικην σβεσθεντος, εκ μικρου σπινθηρος παλιν αναρριπιζεται.

ΕΠΙΣΤΟΛΗ ΚΓ’. ... ΠΡΟΣ ΣΤΕΦΑΝΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ.
ΚΓ´- Του αυτου προς Στεφανον πρεσβυτερον.

(≡15Β_378≡> Αγαπης ιδιον υπαρχει πνευματικης, ου μονον παροντας ευεργετειν τους χρηζοντας, αλλα και αποντας παραμυθεισθαι· και μη συγχωρειν τοις σωμασι τας ψυχας συνδιατεμνεσθαι· μητε μην του λογου, δι᾿ ου την εικονα φερει του Κτισαντος η ψυχη, (=0608=) περιγραφεσθαι τοπω την δυναμιν· αλλ᾿ η παροντας τοις ηγαπημενοις δια φωνης κατ᾿ οφθαλμους τα πρεποντα διαλεγεσθαι, η αποντας δια γραμματων προσομιλειν. Τουτον γαρ τον τροπον η φυσις κατα Θεου χαριν σοφως επενοησε, προς ενωσιν αδιαστατον των πολλω διεστηκοτων αλληλων σωματικως τω τοπικω διαστηματι. Ουτω γαρ ο λογος συχνοτερον ενηχουμενος φωνη τε και γραμμασι δυσεκνιπτον μνημην εντιθεται τη ψυχη, προς το δια παντος οραν τους αει κατ᾿ αγαπην παροντας τω πνευματι· και περιπτυσσεσθαι, και παντων ανακαλεισθαι των λυπηρων. Μη τοινυν επιλαλησθε μου του παιδος υμων και μαθητου, τιμιοι Πατερες, αλλ᾿ ως αγαπης οντες και μαθηται και διδασκαλοι, θρεψατε λογω των αρετων την λιμωττουσαν μου ψυχην· και φωτισατε μου τον νουν αγνοιας ζοφω πεπιεσμενον, προς τον αποκειμενον υμιν εν ουρανοις υπερ τουτου μισθον αποβλεποντες· καν το γινομενον τυχον προς ολιγον υμας κρειττονος απαγη και τιμιωτερας σχολης. Οιδα γαρ, ως ουκ ισον προς ευδοξιαν, αμεσως τε Θεω προσομιλειν, και των ηττονων συμπαθως προνοειν. Πλην ουδε τουτο των Θεω νενομισμενων αλλοτριον.

ΕΠΙΣΤΟΛΗ ΚΔ’. ... ΠΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΣΑΚΕΛΛΑΡΙΟΝ.
ΚΔ΄. -Του αυτου προς Κωνσταντινον σακελλαριον.

(≡15Β_380≡> Ηκε το τιμιον του θεοφυλακτου μου δεσποτου γραμμα μετα της ειρηνης, και αυτον ολον φερον τοις τροποις φαινομενον. Τη γαρ των λογων σεμνοτητι, πεφυκε πως εμφαινεσθαι μετα της των τροπων επιεικειας και της ψυχης η διαθεσις. Και ησθην ωσπερ αυτον παροντα δεξαμενος τον εμον δεσποτην, και ησπασαμην τω πνευματι, και ολον τω χωρηματι της καρδιας περιλαβων απεθεμην· και εδοξασα Χριστον τον Θεον ημων σοφως τοις ανθρωποις εμφυντα της αγαπης τον νομον· καθ᾿ ον αλληλων απειναι ουδεποτε δυνασθαι, καν πολλω διεστηκασιν αλληλων σωματικως τω τοπικω διαστηματι, οι των σπερματων της αγαπης δεοντως επιμελεισθαι γινωσκοντες. Αλλ᾿ επειδη ειρηνης κοσμικης ευαγγελια το γραμμα κομισαν, εις χαραν της ψυχης την λυπην μεθηρμοσε· δεον εστιν ημας υπερ αυτης εικοτως τω χαρισαμενω Θεω γενεσθαι παντως ευγνωμονας, ινα μη φανωμεν αχαριστοι περι την ευποιιαν, κακως τον ευεργετην ανταμειψαμενοι. Γενησομεθα δε παντως ευγνωμονες, εις δεον τη ειρηνη χρησαμενοι, (=0609=) και την προς τον κοσμον και τον κοσμοκρατορα, κακως ημιν ενυπαρξασαν αθετησαντες φιλιαν, και δια των παθων προς τον Θεον συνισταμενον καν οψε ποτε καταλυσωμεν πολεμον· και σπονδας αλυτους της προς αυτον ειρηνης ποιησαντες, εν τη καταργησει του σωματος, της προς αυτον εχθρας παυσωμεθα. Αδυνατον γαρ εστιν ημας φιλωθηναι Θεω, δια των παθων (≡15Β_382≡> προς αυτον στασιαζοντας, και τω πονηρω τυραννω, και φονευτη των ψυχων διαβολω δια κακιας δασμοφορειν ανεχομενους, μη προτερον δι᾿ ολου πολεμωθεντας τω πονηρω. Μεχρι γαρ τοτε του Θεου καθεστηκαμεν εχθροι και πολεμιοι, καν πιστων προσηγοριαν ημιν αυτοις περιπλαττωμεν, μεχρις ου παθεσιν ατιμιας δουλευειν βουλωμεθα· και ουδεν οφελος ημιν εκ της κατα κοσμον ειρηνης λοιπον περιγενησεται, της ψυχης κακως διακειμενης, και προς τον ιδιον ποιητην στασιαζουσης, και υπο την αυτου βασιλειαν γενεσθαι ουκ ανεχομενης· ετι μυριοις πεπραμενης ωμοις δεσποταις, εις κακιαν αυτην κατεπειγουσι, και την απωλειαν φερουσαν οδον της σωζουσης μαλλον απατηλως αιρεισθαι παρασκευαζουσιν. Επειδαν δε της των παθων μεθης εκνηψωμεν, και της του διαβολου πονηρας κατεξαναστωμεν και τυραννικης βασιλειας, και τον αυτου πικροτατον ζυγον εαυτων εκτιναξωμεθα· και κατιδοιμεν οσον ημας η προς αυτον φιλια κατεφθειρε· τηνικαυτα δεξομεθα του ειρηνικου και πραου βασιλεως Χριστου την ειρηνικην παρουσιαν εφ᾿ εαυτοις αορατως γινομενην· και ανεξομεθα υπο τον αυτου γενεσθαι ζυγον, νομοις αληθειας τασσοντος ημας και ρυθμιζοντος· και την προς αυτον στειλασθαι εκουσιως φιλιαν καταδεξομεθα, φορους αυτω και δασμους εκουσιως προσαγοντες, τους δια των αρετων κατ᾿ εντολην τελεσφορουμενους εν ημιν της δικαιοσυνης καρπους. Οις υπερ της ημων σωτηριας ηδομενος ο μονος απροσδεης, παντα ημιν χαρισηται ως αψευδης, οσα ημιν επηγγειλατο. Τα δε εστιν, Α οφθαλμος ουκ ειδε, και ους ουκ ηκουσε, και επι καρδιαν ανθρωπου ουκ ανεβη, α ητοιμασεν ο Θεος τοις αγαπωσιν αυτον. Εις τουτο γαρ ημας και πεποιηκεν, ινα γενωμεθα θειας κοινωνοι φυσεως, και της αυτου αϊδιοτητος μετοχοι· και φανωμεν αυτω ομοιοι κατα την εκ χαριτος θεωσιν· δι᾿ ην πασα τε των οντων η συστασις (≡15Β_384≡> εστι και η διαμονη, και η των οντων παραγωγη και γενεσις.
Γενωμεθα τοινυν αξιοι της ειρηνης, δεσποτα μου ευλογημενε, τα εν ημιν στασιαζοντα προς Θεον παθη εαυτων ανδρικως περιελοντες. Τηξωμεν οση δυναμις το σωμα, δι᾿ ου σφριγωντος η του διαβολου προς την ψυχην γενεσθαι εισοδος. Αναγνωσμασι (=0612=) θειοις πλανωμενον στησωμεν τον νουν, και προς τον Θεον παλιν επαναγαγωμεν. Εγκρατειας τονοις και αγρυπνιας, κατ᾿ ορεξιν εις πολλα φερομενην ατακτως την επιθυμιαν, σωφρονως καταστειλωμεν. Ευχαις και δεησεσι και ελεημοσυναις, τον θυμον ζεοντα και ταρασσομενον, σοφως κατευνασωμεν. Φοβω Θεου και απειλη των μελλοντων, ακολαστως κινουμενα τε και ενεργουντα τα αισθητηρια, παυσωμεν. Επι πασι, και προ παντων μνησθωμεν του θανατου, και της φοβερας της ψυχης εκ του σωματος εξοδου· και πως υπαντωσιν αυτη κατα τον αερα τουτον αι αρχαι και εξουσιαι και δυναμεις του σκοτους· πασα προς εαυτην διελκουσα τε και κατατεμνουσα, κατ᾿ αναλογιαν της σχετικως προς αυτην δια του μεσου παθους γενομενης κακης οικειοτητος. Μνησθωμεν της εν τω αδη κατα συνειδησιν γινομενης τη ψυχη πικρας οδυνης, επι τη μνημη των αυτη κακως δια του σωματος πεπραγμενων. Μνησθωμεν της τελευταιας του παντος κοσμου συντελειας, καθ᾿ ην τω πολλω και απλετω πυρι το παν καταφλεγεται τουτο· στοιχειων φοβερως κλονουμενων τη τηξει της καυσεως· ουρανου τη ελιξει [και] φοβω κατ᾿ επειξιν φευγοντος απο προσωπου πυρος του προκαθαιροντος την κτισιν δια την του Καθαρου παρουσιαν· θαλασσης αφανιζομενης, γης βρασσομενης, και εκ πυθμενος, και τας απειρους των ανθρωπινων σωματων αμειωτως παρεχουσης μυριαδας· μνησθωμεν της φρικτης ωρας της απολογιας της επι του φοβερου και φρικτου βηματος του Χριστου γενησομενης· ηνικα πασα η δυναμις των ουρανων, και πασα η απο καταβολης του αιωνος κτισις των ανθρωπων εφορα τα εκαστω προσοντα, μεχρι και ψιλου ενθυμηματος· ηνικα τους μεν, δια την των εργων λαμπροτητα το (≡15Β_386≡> αφραστον φως διαδεξηται· και η της αγιας και μακαριας Τριαδος ελλαμψις τρανωτερον επιλαμπουσης, τοις οραν και υποδεχεσθαι δια καθαροτητα ψυχης δυναμενοις· τους δε δια την των εργων ατοπιαν το σκοτος υποδεξεται το εξωτερον, και ο ακοιμητος σκωληξ, και το πυρ της γεεννης το ασβεστον· και το παντων βαρυτατον, η εν τω συνειδοτι αισχυνη περας ουκ εχουσα. Μνησθωμεν τουτων απαντων ινα των μεν γενωμεθα αξιοι των, δε πειραν λαβειν μη κατακριθωμεν· και γενωμεθα εαυτων και του Θεου, μαλλον δε μονου και ολου Θεου, και ολοι· μηδεν επιγειον εν ημιν αυτοις φεροντες, ινα Θεω πλησιασωμεν, και θεοι γενωμεθα, εκ Θεου το θεοι ειναι λαβοντες. Ουτω γαρ τιμαται τα θεια δωρηματα, και η της θειας ειρηνης φιλοφρονειται παρουσια. Και ταυτα μεν περι τουτων.
Ο δε Θεος της ειρηνης ο καταλλαξας ημας εαυτω δια του σταυρου, και εξαγορασας τω ιδιω αιματι της εξουσιας του σκοτους αυτος την ειρηνην αυτου την υπερεχουσαν παντα (=0613=) νουν χαρισηται τω ευλογημενω μου δεσποτη, και αξιωσαι αυτον της επουρανιου αυτου βασιλειας· ενθα παντων των ευφραινομενων η κατοικια, και ο των εορταζοντων χορος.

ΕΠΙΣΤΟΛΗ ΚΕ’. ... ΠΡΟΣ ΚΟΝΩΝΑ ΠΡΕΣΒΥΤΕΡΟΝ ΚΑΙ ΗΓΟΥΜΕΝΟΝ.
ΚΕ´- Του αυτου προς Κονωνα πρεσβυτερον και ηγουμενον.

(≡15Β_388≡> Πιστευω καθως παρελαβον και εδιδαχθην, οτι ο Θεος αγαπη εστι· και οτι καθως αυτος εις εστι, μηδεποτε του εις ειναι παυομενος, ουτω τους κατα την αυτου αγαπης ζωντας, ενα ποιει, και μιαν αυτοις χαριζεται καρδιαν και ψυχην, καν πολλοι τυχοιεν οντες· ινα ως μιαν ψυχη, εχοντες, τας αλληλων επιγινωσκωσι καρδιας, και μη καμνωσι τη αγνοια ερευνωντες περι των αδηλων, στοχαζομενος εκαστος την εφ᾿ εαυτω του πελας διαθεσιν. Δια τουτο πιστευων τη χαριτι του Χριστου τη εν σοι κινουμενη, αγιε Πατερ, οτι ουδεν αγνοεις των εν τη εμη καρδια ωσπερ ισως, καν τολμηρον ειπειν, ουτε εγω των εν σοι, θαρρω παραιτησασθαι τεως κατα το παρον την προς υμας αφιξιν, ειδως οτι ου παρακοης την παραιτησιν ειναι πιστευετε, αλλα παθους σωματικου βια με κωλυοντος της οδου, και το προθυμον της ψυχης εις εργον προελθειν μη συγχωρουντος. Αλλα και απων τω σωματι δια του παροντος γραμματος, ο αει παρων τω πνευματι, και μηδεποτε υμων κατα ψυχην χωριζομενος, ασπαζομαι σε τον εμον κατα Θεον πατερα και προστατην, και της εμης επιμελητην σωτηριας, και την αγιαν σου, και της Χριστου βασιλειας αξιαν ποιμνην· και παρακαλω δεησεις υπερ εμου ποιεισθαι προς Κυριον, ινα ζωσαν και εμπρακτον την εις αυτον πιστιν απενεγκωμαι, μη νεκρωθεισαν τοις παθεσιν, αλλα την δυναμιν εχουσαν (≡15Β_390≡> του τε σταυρου και του θανατου, και της ταφης και της αναστασεως αυτου· του μεν σταυρου, κατα την απραξιαν της αμαρτιας· του δε θανατου, κατα την πληρεστατην αποβολην της κακιας· της δε ταφης κατα την αποθεσιν της κατα ψυχην περι τα αισθητα φαντασιας· της δε αναστασεως, κατα τον πλουτον των αρετων, και την περιουσιαν της αυτου επιγνωσεως αληθους, και την εις υψος της διανοιας απο των φθειρομενων εγερσιν, ινα γενωμαι συσσωμος αυτου και συμψυχος. Και απλως ειπειν, κατα την αυτου επαγγελιαν, κατα παντα ομοιος, χωρις της προς αυτον κατα την φυσιν ταυτοτητος· ινα μη την δοθεισαν μοι παρ᾿ αυτου δια των ειρημενων ζωην νεκρωσας, τοις εργοις της ατιμιας, το κριμα δικαιως σχω των αποκτειναντων την εαυτων ζωην, τον Κυριον ημων τον Ιησουν τον Χριστον. Φοβερον γαρ οντως, και πασης κατακρισεως υπερεκεινα, το την δοθεισαν ημιν παρα Θεου κατα δωρεαν του αγιου Πνευματος εκουσιως νεκρωσαι ζωην, δια της προς τα φθειρομενα αγαπης. Και ισασι παντως τουτον τον φοβον, οι την αληθειαν της φιλαυτιας προτιμαν μελετησαντες.

ΕΠΙΣΤΟΛΗ ΚS’. ... ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ ΕΡΩΤΗΣΑΝΤΑ...
Κστ´. (=0616=) - Του αυτου προς Θαλασσιον πρεσβυτερον ερωτησαντα, πως ενιοι των εν τοις εθνεσι βασιλεων, υπερ οργης θεηλατου επικειμενης τω υπηκοω πληθει κατεθυον τεκνα και πρεσγενεις, και επαυετο η οργη, καθως πολλοις των αρχαιων ιστορηται.

(≡15Β_392≡> Και Ελλησιν ο Θεος συνεχωρει χρηματιζεσθαι, δι᾿ ων εαυτοις την των μελλοντων προγνωσιν, και την των λυπουντων απαλλαγην επενοησαν τροπων· και εδιδου πολλακις κατ᾿ ελπιδας αυτοις εκβαινειν τα πραγματα, πασι προοδοποιων κατα προνοιαν, καθως εκαστος ηδυνατο δεξασθαι, την του μελλοντος μεγαλου μυστηριου παραδοχην. Ει γαρ φιλοστοργια των αρχοντων προς τους αρχομενους δι᾿ εργου προβαινουσα, ολον υφηρπασε της επικειμενης αναγκης το υπηκοον· ου ξενον ουδε απιστον, ει ο φυσει φιλανθρωπος, και μονος Δημιουργος και Βασιλευς των ανθρωπων, τον αυτου Υιον υπερ παντων των ανθρωπων εις θανατον, κατ᾿ οικονομιαν δια σαρκος προεσχετο, ινα των κατεχοντων λυτρωσηται κακων. Αμελει των βασιλεων Ισραηλ και Ιουδα κατα των Μωαβιτων επιστρατευσαντων επι του αγιου Ελισσαιου του προφητου, και μετα μεγαλην νικην μελλοντων και αυτην πασαν της βασιλειας πορθησαι την πολιν, λαβων κατα το ειθισμενον, ως εοικεν, εθνεσιν, ο της χωρας βασιλευς τον υιον αυτου, κατ’ οφθαλμους των βασιλεων επι του τειχους κατεθυσε· (≡15Β_394≡> και τουτω τω τροπω, τους μεν βασιλεις ιλεωσατο, και επεισεν αποστραφηναι της κατ᾿ αυτου διεσκευασμενης (=0617=) οργης, τους δε υπηκοους διεσωσατο. Τοις μεν ουν Ελλησι τα εξ αυτονομιας επιτελειν συγχωρων ο Θεος, εις την του μεγαλου μυστηριου παραδοχην σοφως εσφετεριζετο· τω δε Ισραηλιτη λαω νομον διδους, δι᾿ ολου το μελλον διετυπου μυστηριον. Οθεν μετα το φανηναι, και κατ᾿ ενεργειαν γενεσθαι το της ημων σωτηριας μυστηριον, ταυτα κακεινα εξ Εθνων και Ιουδαιων κατηργησεν, οσα προ τουτου δεδωκεν, η γινεσθαι συνεχωρησεν προς την του μελλοντος διατυπωσιν. Εξ αυτου γαρ, και δι᾿ αυτου, και εις αυτον τα παντα, οσα γεγονεν η γενησεται, κατα παντα καιρον η τροπον· τα μεν, κατ᾿ ευδοκιαν· τα δε, κατ᾿ οικονομιαν· τα δε, κατα συγχωρησιν. Ουκ εστιν ουν μυθος το τοις αρχαιοις μνημονευομενον· αλλα γεγονεν αληθως, και επηκολουθησεν αυτω, το εφ᾿ ω γεγονεν αλεξημα. Το δε κατα λεπτον περι των γραφεντων, συν Θεω παρ᾿ υμιν γινομενος αμα γυμναζωμεν. Πλην ο γνους πως και οφεως σαρκες δυνανται θεραπευειν δια τεχνης νοσουντας, δεξεται πιστως της θειας προνοιας την μεθοδον.

ΕΠΙΣΤΟΛΗ ΚΖ’. ... ΠΡΟΣ ΙΩΑΝΝΗΝ ΚΟΥΒΙΚΟΥΛΑΡΙΟΝ.
ΚΖ´- Του αυτου προς Ιωαννην κουβικουλαριον.

(≡15Β_396≡> Οι μεν κατα κοσμον, την προς αλληλους αγαπην στησαμενοι, της αλληλων χρηζουσι σωματικης παρουσιας προς την ταυτης συντηρησιν, δια την ληθην την καταμαραινουσαν φυσικως παντα τον περι μονα τα σωματα συνισταμενον ποθον· ω συγκατασβεννυσθαι πεφυκεν η μνημη των ουτω προς αλληλους διακειμενων. Εστι δε οτι και αυτο τουτο το συντηρειν δυνασθαι δοκουν την κατα κοσμον προς αλληλους σχεσιν, διιστησι κορος επιγενομενος, και ολην την προλαβουσαν αφανιζων διαθεσιν. Και επιλειψις δε τινος πολλακις των ταυτης ποριστικων αιτιων, η και μικρα τις παρεμπεσουσα προφασις, ταχειαν ποιειται της ουτω συνισταμενης αγαπης την εις μισος περιτροπην. Οι δε κατα Θεον τω δεσμω της αγαπης αλληλοις αλυτως καταδεθεντες, και συν αλληλοις οντες, και αλληλων αποντες, μαλλον τον ταυτης δεσμον επιτεινουσι· δια Θεον ταυτην εν εαυτοις εχοντες, τον και αγαπην οντα, και την του αγαπαν δυνασθαι τοις αξιοις παρεχομενον δυναμιν· και μαλα γε, καθαπερ οιμαι, δικαιως. Τοις γαρ κατα φυσιν ρευστοις συναπορρειν πεφυκε και η των κατ᾿ αυτα προς αλληλους διακειμενων διαθεσιν· τοις δε σταθεροις και αει ωσαυτως εχουσιν, ακλονητος πανταπασι και ατινακτος συνδιαμενειν ειωθε, και η των κατ᾿ αυτα προς αλληλους διακειμενων στοργη· τοσουτον αυτοις επιτεινουσα τον εις αλληλους ποθον (≡15Β_398≡> προς το αοριστον, οσον ο ταυτης της σχεσεως αιτιος προς εαυτον ελκειν τους αλληλων ηρτημενους τω πνευματι πεφυκε Θεος.
(=0620=) Κατα τουτον τοινυν τον τροπον αγαπων σε, λιαν ηγαπημενε, δια παντος αχωριστον εχω συνοντα κατα ψυχην, εις βαθος τετυπωμενον τω πνευματι, καν πολυ του χρονου μηκος εστι, και μεγα το διαμεσου των τοπων διαστημα, μηδεποτε του βλεπειν νοητως και ασπαζεσθαι παυομενος. Υφ᾿ ου κατα το ισον, ει μη και μαλλον αγαπασθαι πιστευων, αοκνως περι ων χρεια γραφειν ου παραιτουμαι, μιαν αμφοτερων ημων γεγενησθαι ψυχην γινωσκων δια του πνευματος. και οιδα οτι ου νομιζεις υβριζεσθαι του ακουων, την προς ανθρωπους του Θεου φοβεραν, και υπερ νουν και λογον συγκαταβασιν λογιζομενος.
Δεχου τοινυν τον την παρουσαν επιφερομενον μετριαν συλλαβην ευμενως, και γενου αυτω παντα απερ ο τας αλληλων επιμεριζεσθαι συμφορας τοις ανθρωποις ενομοθετησε· και τοσουτον οικειωσασθαι τον πελας, οσον μη αλλον εκεινον νομιζεσθαι, κατα την αντιδοθεισαν των εις αλληλους μεταποιηθεντων διαθεσιν. Ου γαρ μονον χαιρειν μετα χαιροντων, αλλα και κλαιειν μετα κλαιοντων· και ουχ απλως αγαπαν, αλλ᾿ ως εαυτον τον πλησιον, ο θειος διαγορευει λογος· ινα μη λεγω την καινην εντολην, την και αυτας υπερ αλληλων αγαπης χαριν, ηνικα καιρος εστιν αγωνιζεσθαι, τας ψυχας τιθεναι προστασσουσαν· ην ο δους εργω πεπληρωκε Κυριος, υπερ ημων θειναι την εαυτου ψυχην μη παραιτησαμενος· ημιν υποτυπωσιν τελειας ευαρεστησεως, καθ᾿ ην ο της φιλαυτιας ηρεμα κατασβεννυται νομος, ο κατ᾿ αρχας δι᾿ ηδονης ημας απατηλως Θεου και αλληλων απαγαγων· και ανθ᾿ ενος Θεου, πολλους ειναι η ουδενα το συνολον (≡15Β_400≡> νομισθηναι διδαξας, παντελως την του εν ημιν λογου προς την σαρκα κατεραξε δυναμιν, και εις πολλας την μιαν φυσιν κατατεμων μοιρας, υπερ ηδονης κατ᾿ αλληλων την του εν ημιν θυμου δυναμιν εθηριωσε.
Γενου τοινυν, ως ειπον, παντα τω χρηζοντι της σης επικουριας, ινα τοιουτον ευροις τον Θεον σοι γινομενον, τον παντα πασι γινεσθαι δια φιλανθρωπιαν καταδεχομενον.

ΕΠΙΣΤΟΛΗ ΚΗ’. ... ΠΡΟΣ ΚΥΡΙΣΙΚΙΟΝ ΕΠΙΣΚΟΠΟΝ.
ΚΗ´- Του αυτου προς Κυρισικιον επισκοπον.

(≡15Β_402≡> Της θειας επι γης κατα την δοθεισα σοι χαριν (=0621=) της αρχιερωσυνης, τιμιε Πατερ, μιμητης ειναι λαχων αγαθοτητος, ουδενα των χαρακτηριζοντων αυτην τροπων απληρωτος ειασας· αλλα παντας αλληλοις εφεξης συνομαρτουντας εχων, τω ανωθεν εξυφασμενω δια του Πνευματος χιτωνι των αρετων εσπουδασας καλλωπισαι το της αρχιερωσυνης μυστηριον· οντινα χιτωνα σχισαι ουδεποτε δυνανται, ουτε πληθει πειρασμων, υμας σταυρουντες οι δαιμονες. Σπουδασον ουν τα διεσκορπισμενα τεκνα του Θεου συναγαγειν εις εν. Χαρακτηρ γαρ και τουτο της θειας εστιν αγαθοτητος· και ως κεφαλη του τιμιου σωματος της αγιας του Θεου Εκκλησιας γενομενος, τα μελη συναρμολογησον αλληλοις δια της αρχιτεκτονιας του Πνευματος· και καλεσον φωνη μεγαλη ως κηρυξ των θειων διδιαγματων καταστας, τους τε μακραν, και τους εγγυς· και εν εαυτω καταδησον τω αλυτω δεσμω της αγαπης του Πνευματος· ειπερ μεντοι απεδρα, και παντελως εξηφανισται η των εχθρων προσδοκια· δι᾿ ην τοσουτον της ενεγκουσης απεξενωθησαν· ινα και σοι εξον η χριστοπρεπως λεγειν· Ιδου εγω, και τα παιδια α μοι εδωκεν ο Θεος. Αλλ᾿ αξιωσον τον σον ταπεινον και αναξιον δουλον και ικετην περι τουτου τιμιων σου συλλαβων, αγιε Πατερ· και δι᾿ ευχων παραθεσθαι τω Θεω προσφερων θυσιαν αινεσεως μη απαξιωσης.

ΕΠΙΣΤΟΛΗ ΚΘ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΚΘ´- Του αυτου προς τον αυτον.

(≡15Β_404≡> Ο μεν Θεος ζητων κατηλθεν εξ ουρανου, και ποθων το προβατον ενεδυσατο· και ουτως σωσας το πλανωμενον, προς τα συννομα των ωμων επιθεις, συμπαθως επανηγαγε. Συ δε, παναγιε Πατερ και ποιμην, μονον Πνευματος αγιου πληρωσας της διδασκαλιας τον δονακα, προς εαυτον επανηγαγες πληρη, την ακουσιως μεν της πατριδος αποφοιτησασαν αγελην των λογικων προβατων, εκουσιως δε προστρεχουσαν τη φωνη σου του καλου ποιμενος και επιστημονος, ως τελειαν διαγνωσιν εχουσαν του συμφεροντος. Ου γαρ πλανηθεισα τα μακρα διεπερασε πελαγη, της θειας κατολιγωρησασα νομης· ασφαλειας δε χαριν σωστικης των κατα ψυχην θειων αναθηματων.
Αλλα δεξαι ποιμνην, ου μονον ανεπιβατον λυκοις διαμεινασαν, αλλα και λυκων αναιρετικην γενομενην, και πολλοις πλουτουσαν τοις κατα ψυχην αγαθοις· Και εντεινον, και κατευοδου, και βασιλευε, ενεκεν αληθειας και πραοτητος και δικαιοσυνης· ως των κατ᾿ ευσεβειαν θειων δογματων διδασκαλος, και βιου καθαρου, και σεμνης (=0624=) πολιτειας υφηγητης, και τοις εν πασιν ορθης διακρισεως νομοθετης· προσλαβομενος μαλιστα μετα της ειρημενης ιερας ποιμνης, και τον ηγιασμενος κυριον αββαν Γεωργιον τον πρεσβυτερον, ανθρωπον ιερον, ισον τω λογω κεκτημενον τον βιον· και δι᾿ αμφοτερων οντα της πονηρας καθαιρετην δυναμεως. Αλλ᾿ επειδη μεγαλη κατεποθην λυπη μη φερων την τουτων διαζευξιν, η καμε προσλαβετε, και υπο τας υμετερας καταπαυετε πτερυγας· η στηριξατε δι᾿ ευχων προς το γενναιως φερειν την επι τω χωρισμω των φιλτατων οδυνην.

ΕΠΙΣΤΟΛΗ Λ’. ... ΠΡΟΣ ΙΩΑΝΝΗΝ ΕΠΙΣΚΟΠΟΝ.
Λ´- Του αυτου προς Ιωαννην επισκοπον.

(≡15Β_406≡> Φασιν οι την των οντων φυσιν λογικως διασκεψαμενοι, παντος ελκτικην ειναι του υποκειμενου την του πυρος δυναμιν· ω παραβαλοντες συμβολικως τον Θεον, οι των θειων εξηγηται μυστηριων, ελκτικον και αυτον ειναι φασιν παντων των βουλεμενων τοις αυτου πειθεσθαι νομοις, και το ζην οσιως ανεχομενων ασπαζεσθαι· προς ον, ωσπερ εν εικονι γραφην ευφυως την μιμησιν εχουσαν υπαρχειν λεγοντες την ιερωσυνην, και αυτην τω ισω κατα την χαριν συμπαθειας νομω, παντων ελκτικην ειναι των υπο την αυτην φυσιν διαγορευουσι. Ταυτην ουν και αυτος, αγιε Πατερ, επι γης του Θεου εικονα εχειν λαχων, καλεσον προς εαυτον συμπαθειας τροποις και λογοις, τους προς σε ποθουντας επανελθειν, και υπο σου ποιμανθηναι κατ᾿ ευχας επιθυμουντας· και πιστωσον επαγγελιαις αληθεσι δια συλλαβων σου τιμιων, την εις αυτους συν Θεω περι παντα σου προνοιαν· ειπερ παντελως η των εχθρων δυσωδης απεγενετο προσδοκια· δι᾿ ην τοσαυτην υπεμειναν φυγην, οι τω νομω του Θεου κατακολουθειν ασφαλες ηγησαμενοι, τω διαρρηδην βοωντι· Εαν διωκωσιν υμας εκ της πολεως ταυτης, φευγετε εις την αλλην· και την επαινετην δειλιαν του θρασους προκριναντες· ινα μετα Θεον τοις σοις πιστευοντες λογοις, αφοβως ποιησωνται την επανοδον· και των πονων οις υπερ αρετης, και του πεισθηναι Θεω τους διωκοντας (≡15Β_408≡> φευγειν κελευοντι, κατα την φοβεραν ταυτην ξενιτειαν, υπεπιασθησαν, ανεσιν ευρωσιν, ελεημονα την σην περι αυτους κατα παντα συγκροτησιν.
Μη τοινυν απαξιωσης, αγιε Πατερ, τον σον ικετην και δουλον παρακαλουντα προσδεξασθαι· αλλα τιμησον οικειαις συλλαβαις, ως τιμιος, τον μηδεμιας τιμης αξιον· και δι᾿ ευχων παραθου τω Χριστω τω μονω τιμιω, και τον ατιμον πολυτιμως δι᾿ εαυτου τιμησαντι ανθρωπον· οντινα Δεσποτην και Κυριον κατα παντα μιμουμενος, αλλον εκεινον κατα χαριν του Πνευματος σεαυτον τοις ορωσι κατεστησας.

ΕΠΙΣΤΟΛΗ ΛΑ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΛΑ ´- Του αυτου προς τον αυτον.

(≡15Β_408≡> Ωσπερ ακτις επισπαται προσηνως την υγιαινουσαν (=0625=) οψιν κατα φυσιν προσχαιρουσαν φωτι, και της οικειας λαμπροτητος μεταδιδωσι ουτως και η αληθης ιερωσυνη χαρακτηρ ουσα δια παντων της μακαριας θεοτητος τοις επι γης, πασαν ψυχην κατα την εξιν φιλοθεον τε και θειαν εφελκεται προς εαυτην, και της ιδιας μεταδιδωσι γνωσεως, ειρηνης τε και αγαπης· ινα προς το περας της οικειας ενεργειας, εκαστην της ψυχης ενεγκασα δυναμιν, Θεω παραστηση δια παντων θεωθεντας τους υπ᾿ αυτης μυσταγωγουμενους. Τελος γαρ της κατα ψυχην λογικης ενεργειας, η αληθης γνωσις εστι· της επιθυμητικης δε, η αγαπη· της δε θυμικης, η ειρηνη· ωσπερ και της αληθους ιερωσυνης, το δια τουτων θεοποιεισθαι τε και θεοποιειν. Εφ᾿ ω γαρ ζητειν τον Θεον εχομεν φυσικως το λογιζεσθαι, και αυτον μονον ποθειν την επιθυμιαν ελαβομεν, και υπερ αυτου αγωνιζεσθαι μονον τον θυμον εκομισαμεθα. Τελος δε της μεν ζητησεως, η αληθης γνωσις εστι· του δε ποθου, η διηνεκης και διαπυρος αγαπη· των δε θειων αγωνων, η παντα νουν υπερεχουσα ειρηνη.
(≡15Β_410≡> Τουτων οντας των ακρων αγαθων ποιητας τε και διδασκαλους τους παναγιους και παμμακαριστους υμας γινωσκουσα η οντως δουλη του Θεου, και θυγατηρ και μητηρ Ευδοκια η εγκλειστη, μετα της ιερας αυτης αγελης, προς υμας επανηλθε, νικητας αποδειξασα τους θεοτιμητους υμας παντων των προς εαυτους εχειν αυτην σπουδασαντων. Δουλη γαρ αληθως εστιν, ως των θειων εντολων πληρωτικη· θυγατηρ δε, ως δια παντων κατα την εξιν απαραλλακτον εχουσα προς τον Θεον την εμφερειαν μητηρ δε, ως και της κατ᾿ αρετην εν αλλοις εξεως γεννητικη.
Αλλ᾿ ευφραινεσθε το λοιπον και αγαλλιασθε, το τιμιωτερον μερος της υμετερας αγιας επαναλαβοντες ποιμνης· και μαλιστα προσλαβομενοι και τον ηγιασμενον κυριον μου Γεωργιον τον πρεσβυτερον, το οντως θειον γεωργιον τε, και θειου και μεγαλου Γεωργιου γεωργον δοκιμωτατον, ικανον εν εργω και λογω ενωπιον του Θεου και παντος του λαου, κατα την ψυχων γεωργικην επιστημην, και δια τουτο πασιν επεραστον τοις αγαπωσι τον Κυριον. Αλλ᾿ επειδη τεως εγω κατεστην ημιθνης και ημιτομος, της επωφελους αυτων απερρωγως συζυγιας, η καμε προσλαβετε ως μελος νενοσηκος, και θεραπευσατε, η δι᾿ ευχων με παραμυθησασθε, και πεισατε απαθως φερειν τον χωρισμον. Και τουτο γαρ της θειας και αληθους ιερωσυνης καθεστηκεν ιδιον.

ΕΠΙΣΤΟΛΗ ΛB’. ... ΠΡΟΣ ΑΒΒΑΝ ΠΟΛΥΧΡΟΝΙΟΝ.
ΛΒ ´- Του αυτου προς αββαν Πολυχρονιον.

(≡15Β_412≡> Επειδη ταφην του υπερ ημων νεκρωθεντος και ταφεντος κατα σαρκα Χριστου, και αναστασιν εορταζειν μελλομεν, σκοπησωμεν ει και ημεις ενεκρωθημεν, και εταφημεν κατα τον παλαιον ανθρωπον τον φθειρομενον κατα τας επιθυμιας της απατης, και ανεστημεν κατα τον καινον ανθρωπον τον (=0628=) ανακαινουμενον κατ᾿ εικονα του κτισαντος. Σημειον δε της μεν του πρωτου νεκρωσεως, η των παθων παντελης ελευθερια· της δε του δευτερου αναστασεως, η κατα συνειδησιν ακηλιδωτος και αληθης παρρησια· και ο κατα νουν φωτισμος της γνωσεως. Και ει μεν ταυτα γεγονασιν εν ημιν, Χριστω τω Θεω συνεορταζωμεν· ει δε μηγε, αγωνισωμεθα καν μη προδουναι τοις παθεσι τον Λογον κατα τον Ιουδαν, η μη αρνησασθαι κατα τον Πετρον· μη πως ουκ ισχυσωμεν μετανοησαι, και απαχθωμεν ακερδως μεταμελουμενοι· η πικρως κλαυσαι και πλυναι τα της αρνησεως στιγματα. Αρνησις γαρ εστι του Λογου, η του πραττειν το αγαθον δια φοβον παραιτησις· προδοσια δε, η κατ᾿ ενεργειαν εμπροθετος προς αμαρτιαν ορμη· ων μη γενοιτο ημας πειραν λαβειν.

ΕΠΙΣΤΟΛΗ ΛΓ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΛΓ ´- Του αυτου προς τον αυτον.

Ει κατα τον μεγαν νικητην των πειρασμων Ιωβ, Πειρατηριον (≡15Β_414≡> εστιν ο βιος των ανθρωπων. Και ο κοσμος, ως ειπεν ο Κυριος, εν τω πονηρω κειται· και, Πολλαι αι θλιψεις των δικαιων, ως ο μεγας αποφαινεται Δαβιδ, και τους πειρασμους, και την παλην, η προς ανθρωπους, η προς δαιμονας κατα την δικαιαν κρισιν του Θεου, παντως εχειν ημας δει, κατα τον αγιον Αποστολον, παρακαλεσωμεν τον Θεον υπομονην δουναι, προς το δυνηθηναι ημας εκ της ιλυος των παθων ανασπασθηναι, και στηναι επι την ασειστον πετραν, την εν Χριστω λεγω δια της χαριτος απαθειαν· νεκρωθεντων εν ημιν του τε πειραζοντος βιου, και του πονηρευομενου κοσμου, και των ανθρωπων, και των δαιμονων, τουτεστι, της εμπαθους ζωης, και της κατ᾿ αισθησιν ηδονικης απατης, και των σαρκικων παθηματων, και των ψυχικων εμπαθων κινηματων, και των επι τουτοις ακουσιων επαγωγων, αιτινες θλιψεις εκληθησαν. Υπομεινωμεν ουν ινα σωθωμεν· οτι ο υπομεινας εις τελος σωθησεται. Η ειρηνη του Χριστου μεθ᾿ ημων. Αμην.

ΕΠΙΣΤΟΛΗ ΛΔ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΛΔ ´- Του αυτου προς τον αυτον.

Ειρηνην απιων προς το παθος ο Κυριος αφηκεν ημιν· και παλιν αναστας εκ νεκρων ειρηνην δεδωκεν ημιν. Τι δια τουτων αινιττομενος, Το δειν τους εναντιους καιρους απαθως διαφερειν ημας, μητε ταις λυπηραις περιστασεσιν υποπιπτοντας, κρειττοντος ελπιδος ειναι χωρις, μητε ταις φαιδραις υποθεσεσι συμπεριφερομενους, τον παιδαγωγουντα ημας λογισμον απωθεισθαι· αλλα τους αυτους ειναι και πασχοντας και ευπαθουντας. Τουτο δε ου γινεται, ει μη προτερον επιβωμεν επι ασπιδα και βασιλισκον· τουτεστιν υπερανων γενωμεθα παρακοης των θειων λογων, (≡15Β_416≡> και παραδοχης των πονηρων λογισμων· και καταπατησωμεν λεοντα και δρακοντα, τουτεστι (=0629=) θυμον και επιθυμιαν· ων απογενομενων, πασα ημιν εσται ειρηνη, μηδενος ημας κινησαι δυναμενου προς μηδεν των ωδε μενοντων.
Κρατησωμεν θυμου και επιθυμιας, και ολον ομου τον οικον των αλλοφυλων μετα των εν αυτω κατεβαλομεν, την εμπαθη ζωην τε και αγωγην τοις παθεσι συναποκτειναντες.

ΕΠΙΣΤΟΛΗ ΛΕ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΛΕ ´- Του αυτου προς τον αυτον.

Ει μετα την μεγαλην και φοβεραν εκεινην ερημον, ο Ισραηλιτης λαος την γην λαμβανει της αναπαυσεως, και το παντων καταπληκτικωτερον ακουσμα, ο δι᾿ ημας γενομενος ανθρωπος Θεος ων και παντων Κυριος, δια παθηματων και σταυρου και θανατου, εις την δοξαν αυτου εισερχεται, ουκ οντος αλλου τροπου ωρισμενου αυτω, καθως γεγραπται· Ουχι ταυτα εδει παθειν τον Χριστον, και εισελθειν εις την δοξαν αυτου; Μη εκκακησωμεν εν ταις θλιψεσιν, εκλυομενοι· αλλ᾿ απιδωμεν εις τον αρχηγον της σωτηριας ημων, και τελειωτην Ιησουν· και υπομεινωμεν τα συμβαινοντα γενναιως. Πασης γαρ θλιψεως τελος εστιν η χαρα· και παντος κοπου η αναπαυσις, και πασης ατιμιας δοξα· και απλως, παντων των υπερ αρετης αλγεινων τελος εστι, το μετα Θεου γενεσθαι δια παντος, και της αιωνιου και περας μη εχουσης ανεσεως απολαυσαι.
Αλλ᾿ ευξαι, Πατερ, ινα τυχωμεν αυτης καλως την θαλασσαν του βιου περασαντες, και βροχους τας νοητας βασεις της ψυχης της αυτου αλμης φυλαξαντες.

ΕΠΙΣΤΟΛΗ ΛS’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΛS´- Του αυτου προς τον αυτον.

(≡15Β_418≡> Ευλογημενος εστιν ο δεσποτης ημων τω Κυριω, και ευλογημενος ο κηπος της καρδιας αυτου, ον εφυτευσεν ο αληθινος γεωργος Ιησους, και πεπληρωκεν αθανατων φυτων δικαιοσυνης· ου και ημεις των καρπων μετελαβομεν, των αυτου πνευματικων λαχανων εμφορηθεντες· οις και ο μεγας Αποστολος οιδε τρεφειν, τους προς την αμεσον των θειων αυτοψιαν εξασθενουντας· βρωματιζων αυτους ωσπερ λαχανα την φυσικην των ορατων θεωριαν· και δια της των φαινομενων μεγαλοπρεπειας, προς τον αυτης κτιστην χειραγωγων· ον μιμουμενος και ο ευλογημενος ημων Πατηρ και διδασκαλος, φιλοστοργως ημας εφιλοφρονησε, ταυτης ημιν της κτισεως συμβολικως παραθεις δια των λαχανων την κατανοησιν. Αλλα μεταδος και στερεας τροφης, και κινησον ημων ανορεκτουσαν προς τα θεια την ταις ηδοναις παρειμενην ψυχην, επιστυφων τω λεπτοτερω της προνοιας και της κρισεως λογω την εφεσιν· ινα μη μονον λαχανοις διατρεφης τους σους μαθητας, μονους τους των γινομενων και απογινομενων λογους διδασκων· αλλα και σιτω, και οινω, και ελαιω, τοις των αϊδιων στηρισον λογοις· τον τε συνεκτικον των αρετων ως στερρον αρτον λογον διδους, και τω κατα την (=0632=) αληστον γνωσιν, ωσπερ οινω την καρδιαν λογω διαθερμαινων προς εκστασιν θεοποιον των σων οπαδων· και την διατρεφουσαν, και ασβεστον τον εν τουτοις διατηρουσαν πυρσον· καθαπερ ελαιον, την ειρηνικην και αταραχον της πραοτητος εξιν εμποιων τοις σοις οικεταις.

ΕΠΙΣΤΟΛΗ ΛΖ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΛΖ ´- Του αυτου προς τον αυτον.

Παλιν σου τιμιον γραμμα μετα ξενιων, αγιε Πατερ, δεδεγμεθα· και παλιν των ισων τοις προτεροις καλων απηλαυσαμεν· (≡15Β_420≡> τοις μεν ξενιοις, την μελαινουσαν ημων την ψυχην καυσιν των παθων κατασβεσαντες· προ αυτων γαρ τους νοητους λογους βεβρωκαμεν· ουκ εικη και ματην, και ως ετυχε ταυτα παρα σου πεπεμφθαι πιστευσαντες, του δια παντων μετα λογου κινουμενου και πνευματος· και ψυχης ημιν παιδευμα ποιουμενου, και την βρωσιν του σωματος· τω δε γραμματι την πασων μητερα των αρετων ευρηκοτες ταπεινωσιν, δι’ ης η τε γενεσις των καλων και φυλακη δημιουργειται τοις εχουσιν, ικανως εδακρυσαμεν, ποσον ταυτης απωκισμεθα της οδου διαθρησαντες. Το γαρ σον πενθος, των εφ᾿ οις ενεχομεθα κακων ελεγχος γεγονε· και βαθυ κοιμωμενην ημων εξυπνισε την διανοιαν, και την μνημην εγυμνασε κεκαλυμμενην τω πεπλω της φυσιουσης οιησεως· και πεποιηκεν ημας εαυτων επιγνωμονας, συμμετρως επαισθομενους της των οικειων αμαρτηματων οχλησεως. Και ποσως σοφιας μετοχους πεποιηκε, των ιδιων πλημμεληματων λαβοντας διαγνωσιν, ειπερ αληθης ο λεγων· Οι εαυτων επιγνωμονες σοφοι.
Μη τοινυν παυση, τιμιε Πατερ, και λογω καινιζων ημων την διανοιαν, και δι᾿ ευχης την των κακων ημιν αιτουμενος λυτρωσιν· ινα τουτων λαβης μισθον παρα του διδουντος Θεου την τελειαν της ψυχης κατα συνειδησιν καθαρσιν.

ΕΠΙΣΤΟΛΗ ΛΗ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΛΗ ´- Του αυτου προς τον αυτον.

Ευχαριστουμεν σοι, τιμιε Πατερ, οτι μετανοιας αριστης ημιν σεαυτον δεδωκας υποτιπωσιν, πειθων δι᾿ εξαγοριας τους εν ημιν αυτοις σκοτεινους των παθων γυμνωσαι θησαυρους· δι᾿ ης το προς την αμαρτιαν επικυρουσθαι πεφυκε μισος. Ημεις γαρ εσμεν επ᾿ αληθειας οι τα παθη περιεποντες, ων η μνημη μετα την πραξιν φερει την αηδιαν· ως μεν κρομμυα, την των πονηρων (≡15Β_422≡> αγαπωντες λογισμων συγκαταθεσιν, καθ᾿ ην το της ψυχης οπτικον προς αρετην και γνωσιν αμβλυτερον γινεται, λεπιδας ωσπερ λαμβανον, τας εμπαθεις των ορατων φαντασιας. Κορης γαρ μυσις κατα τους ετυμολογουντας το κρομμυον. Ως δε σκορδα, την δι᾿ ενεργειας των παθων συμπληρωσιν τρωγοντες, καθ᾿ ην ο νους ακαθαρσιας πληρουμενος, τοις εξω πνει δι᾿ αισχρων ρηματων τε και τροπων, την ων δια πραξεως βεβρωκε κακων δυσωδιαν.
Αλλα διδαξον (=0633=) ημας, αγιε Πατερ, πως μετα την τουτων αποβολην αγαπησομεν το μαννα· φημι δε τον λογικον της θειας γνωσεως αρτον, ουρανοθεν ημιν υομενον, και φυλαξομεν αφθαρτον· μητε προς την αυριον, δι᾿ αναβολης θησαυριζοντες, ινα μη βραση σκωληκας παθων σαρκικων, δια της αργιας σηπομενον· μητε δι᾿ επιδειξεως θριαμβευοντες, ινα μη γενηται φρουδον τη κενοδοξια τηκομενον.
Τοιουτοις και παλιν λογοις θρεψον ημας, τιμιε Πατερ, τους σους μαθητας, και παραθου δι᾿ ευχης τω Θεω, διχα της σης μεσιτειας προσκυνησαι μη δυναμενους.

ΕΠΙΣΤΟΛΗ ΛΘ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΛΘ ´- Του αυτου προς τον αυτον.

Αφθονως ημων διατρεφεις, ηγιασμενε Πατηρ, τον τε φαινομενον και τον νοουμενον ανθρωπον. Τω μεν σωματι χορηγων τα προς συστασιν· τη δε ψυχη διδους τα προς αυξησιν την εν Πνευματι. Πεποιηκε σε γαρ ο Θεος κατ’ αμφοτερα πλουσιον, ευλογησας την εισοδον σου. Εισοδον μεν γαρ λεγω, την των χορηγουμενων σοι παρα Θεου χαρισματων κτησιν, πολυπλασιαζομενην δια της πραξεως· εξοδον δε, την αλλοις παρα σου γινομενην του λογου διαδοσιν· και εν εκεινοις δηλαδη τοις λαμβανουσιν, ωσπερ καρπον φερουσαν την των καθηκοντων ενεργειαν.


ΕΠΙΣΤΟΛΑΙ ΤΙΝΕΣ ΕΞ ΕΤΕΡΟΥ ΚΩΔΙΚΟΣ

ΕΠΙΣΤΟΛΗ Μ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΘΑΛΑΣΣΙΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ...
Μ΄.- Του αυτου προς τον αυτον Θαλασσιον πρεσβυτερον και ηγουμενον.

(≡15Β_424≡> Τω σοφω και τιμιω γραμματι της υμετερας, δεσποτα, πατρικης αγιωσυνης εντυχων επιμελως· παντα τε σκοπησας, και πασαν μου της συνειδησεως εναγνους την βιβλον, ουδεν ευρον εμοι των εμφερομενων. . .εσω. . ολο. . θαττον συνεστειλα της ψυχης τον τονον, διασφιγξας την χαυνωσιν, αλλοτριων καλων επαινοις προστεθηναι, ματαιον ηγησαμενος, και μονης ιδιον ειναι κρινας ψυχης την ροπην εχομενης προς πασαν απατην επαγωγον. Τω οντι γαρ ματαιον, ως αρετης μεστον επαινους οικειουσθαι προπετως πειρασθαι, τον εν τοις πραγμασι το κλεος των λεγομενων ουκ εχοντα. Αλλ᾿ ο εμος δεσποτης εκ των οικειων της αρετης πλεονεκτηματων τα των αλλων κρινων, ψηφιζεται, δια περιουσιαν θεοειδους τελειοτητος το αισχος καλυπτων, τον πολλοις . . . παθων τετρωμενον, ως εθος εστι τοις αγαπωσι τον Κυριον. Πλην εγω, δεσποτα μου (=0636=) ευλογημενε . . παμφαους επ᾿ αρετη τελειοτητος την κελευσιν ηρωσ . . . οιμοτατος, παντος ονειδους και ψογου τυχον εμβηναι μελλων, ως εμης αν επι τουτο προπετειας ενεκεν παρα των . . λοσ . . νων, την υμετεραν αγαπην ανωτερω τιθε . . . . . . κυριω αββα Θωμα τουτω προθυμως υπουργ . . πραγματι. Ορεγοντες δηλαδη, την αρκουσαν υλην, ως οιμαι, δια (≡15Β_426≡> του χειμωνος, την τοιαυτην υμων του Κυριου συνεργουντος πληρωσαι κελευσιν δυνασθαι.
Σωζοιο μοι λιαν, ηγαπημενε και τιμιε Πατερ, και σωζοις ταις προς Θεον ευχωλησιν υμ . . . τον σον οικετην και δουλον· προσθησω δε και εραστην, πασης τη εαυτου μεσιτεια διαβολικης εξαιρουμενος μηχανης.

ΕΠΙΣΤΟΛΗ ΜΑ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΜΑ ´ - Του αυτου προς τον αυτον.

Εις Χριστον παντα αιχμαλωτιζειν υπο του Πνευματος δεδιδαγμενος, εκ παντων οιδε καρπουσθαι ωφελειαν· ωσπερ ουν και υμεις εξ εμου του παμπαν της θειας ηλλοτριωμενου χαριτος, και των νομων της σαρκος γενναιως καταδεδεμενου. Και μηδεν εχοντος ειμι και σπουδαιως, χρεων ην με παραιτεισθαι καθολου του ποτε φοιταν, ινα μη βλαπτω μαλλον, ποιων την κελευσιν υμων. Και ερχομαι οτε ο Κυριος θεληση, γινωσκων αχραντους και αμολυντους υμας διαμεμενηκεναι και συνουσιαζοντες μοι τω βεβηλω. Το γαρ καθ᾿ εξιν αγιον ωσπερ το φυσει, υπ᾿ ουδενος ακαθαρτου χρανθησεται. Περι δε της του Βεστιτορος, καλως ποιειτε συμπασχοντες, ει μη εχη βλαβην το πραγμα· και μαλιστα ει γινωσκετε δυνασθαι ανεξεσθαι αυτης.

ΕΠΙΣΤΟΛΗ ΜΒ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΜΒ ´- Του αυτου προς τον αυτον.

Ο μακαριος Δαβιδ, ο μεγας εκεινος του Κυριου βασιλευς, μετα τους φοβερους των αλλοφυλων πολεμους, μετα τους μεγαλους των ομοφυλων πειρασμους, μετα τας επιπονους φυγας και τας υπερ των πολλων ευεργεσιων συχνας επιβουλας, μετα τας των συγγενων επαναστασεις, μετα την τρ . . . . ησιν τε και βασιλειαν, οταν ησθετο του Θεου πανταχοθεν αυτω . . . . . . αυοντος· τοτε (≡15Β_428≡> διενοηθη οικοδομησαι οικον τω Κυριω Θεω . . . . . και αποδεχεται μεν αυτον ο Θεος ως καλως διανοηθεντα . . . . . . ησιν δε και ομως διαστολην προσφορον, λεγων . . . . . . σπερμα το εξ αυτου δειν εις περας αγαγειν το καλον τ. . . . ας εγχειρημα· προσθεις την αιτιαν, δια το πολυν αυτον εκκεχυκεναι αιμα επι της γης. Και πειθεται μεν παραινουντι τω Θεω· ασπαζεται δε μεθ᾿ ηδονης την συμβουλην και της ιδιας μορφης κρινει τιμιωτεραν. Και αυτος μεν ουκ οικοδομει τον του Θεου ναον. Παραπεμπει δε τω υιω δαψιλ. . . . διδωσι την τε υλην και το παραδειγμα· διδασκομενος. . . . . . ως οιμαι, (=0637=) τους ευτακτους της σωτηριας δεσμους. Και ινα μη την καθ᾿ εκαστον των ειρημενων διεξερχομενος θεωριαν μηκυνω τον λογον, το ειρηνικον . . . . . τον ναον του Θεου δυναμενον ανω . . . . .αυται εισιν, και ει τις . . . . ., αλλα μη φοβω δορυφορειν πεισαι δυναμενην και εις την οικοδομην του θειοτατου ναου συνεργουσαν βλαβος λαμβανουσαν· τον τε Χηραν βασιλεα Τυρου και τας εκατον πεντηκοντα χιλιαδας των αλλοφυλων των λατομων και υδροφορων. Αλλ᾿ Εντεινον, και κατευοδου, και βασιλευε, καν χωρις Μαξιμου του σου εβασιλευσας, ενεκεν αληθειας και πραοτητος και δικαιοσυνης, αιτινες αυται εισι. Προσθησω δε, και αγρυπνει κατα κρατος μη συναπαχθηναι καθ’ ο τι συν ταις των εθνικων βασιλεων θυγατρασι· μηπως συνδιελωσι την βασιλειαν εις υιον αφρονα και δουλον αποστατην. Πολυ γαρ εκων . . . . . Ερρωσο, Πατερ τιμιε, και ευχου τω σω δουλω . . . . πουμενω, και δεινως ενεχομενω υπο πολλων αμαρτιων.

ΕΠΙΣΤΟΛΗ ΜΓ’. ... ΠΡΟΣ ΙΩΑΝΝΗΝ ΚΟΥΒΙΚΟΥΛΑΡΙΟΝ.
ΜΓ ´- Του αυτου προς Ιωαννην κουβικουλαριον.

(≡15Β_430≡> Ηκεν το τιμιον του θεοφυλακτου μου δεσποτου γραμμα, μετα της ειρηνης και αυτον ολον φερον τοις τροποις φαινομενον. Τη γαρ των λογων σεμνοτητι πεφυκε πως εμφαινεσθαι μετα της των τροπων επιεικειας και της ψυχης η διαθεσις· και ησθην ωσπερ αυτον δεξαμενος τον εμον δεσποτην, και ησπασαμην τω πνευματι, και ολον τω χωρηματι της καρδιας περιλαβων απεθεμην· και εδοξασα Χριστον τον Θεον ημων, φως τοις ανθρωποις εμφυντα της αγαπης τον νομον· καθ᾿ ην αλληλων απειναι ουδεποτε δυνανται, καν πολλω διεστηκασιν αλληλων σωματικως τω τοπικω διαστηματι, οι των σπερματων της αγαπης δεοντως επιμελεισθαι γινωσκοντες.
Αλλ᾿ επειδη ειρηνης κοσμικης ευαγγελια το γραμμα κομισαν, εις χαραν της ψυχης την λυπην μεθηρμοσε, δεον εστι και ημας υπερ αυτης εικοτως τω χαρισαμενω Θεω γενεσθαι παντως ευγνωμονας· ινα μη φανωμεν αχαριστοι περι την ευποιιαν, κακως τον ευεργετην ανταμειψαμενοι. Γενησομεθα δε παντως ευγνωμονες, εις δεον δηλον οτι τη ειρηνη χρησαμενοι, και την προς τον κοσμον και κοσμοκρατορα κακως ημιν ενυπαρχουσαν αθετησαντες φιλιαν· τον δια των παθων προς τον Θεον συνεσταμενον και οψε ποτε καταλυσαντες πολεμον, και σπονδας αυτοις της προς αυτον ειρηνης ποιησαντες εν τη καταργησει του σωματος, της προς αυτον εχθρας παυσωμεθα. Αδυνατον γαρ εστιν ημας αυτω φιλωθηναι, δια των παθων προς αυτον στασιαζοντας, (≡15Β_432≡> και τω πονηρω τυραννω και φονευτη των ψυχων διαβολω δια κακιας δασμοφορειν ενεχομενους, μη προτερον δι᾿ ολου πολεμωθεντας τω πονηρω. Μεχρι γαρ τοτε του Θεου καθεστηκαμεν εχθροι και πολεμιοι, καν πιστων προσηγοριαν ημιν αυτοις (=0640=) περιπλαττωμεν, μεχρις ου παθεσιν ατιμιας δουλευειν βουλομεθα, και φορους εισφερειν δεινους εκουσιως δια των εργων της αισχυνης τω διαβολω καταδεχομεθα. Και ουδεν οφελος ημιν εκ της κατα κοσμον ειρηνης λοιπον γενησεται, της ψυχης κακως διακειμενης, και προς τον ιδιον ποιητην στασιαζουσης, και υπο την βασιλειαν αυτου γενεσθαι ουκ ανεχομενης, ετι μυριοις πεπραμενης δεσποταις εις κακιαν αυτην αει κατεπειγουσι· και την εις απωλειαν φερουσαν οδον, της σωζουσης μαλλον απατηλως αιρεισθαι παρασκευαζουσιν. Επειδαν δε της των παθων μεθης εκνηψωμεν, και της του διαβολου πονηριας κατεξαναστωμεν και τυραννικης βασιλειας· και τον αυτου πικροτατον ζυγον εαυτων εκτιναξωμεθα, και οσον κατειδομεν ημας τη προς αυτον φιλια κατεφθειρε τηνικαυτα δεξομεθα του ειρηνικου και πραου βασιλεως Χριστου την ειρηνικην παρουσιαν, εν εαυτοις αορατως γινομενην, και ανεξομεθα υπο τον αυτου γενεσθαι ζυγον, νομοις αληθειας τασσοντος ημας και ρυθμιζοντος, και την προς αυτον εκουσιως στειλασθαι φιλιαν καταδεξομεθα· φορους αυτω δασμους εκουσιως προσαγοντες, τους δια των αρετων κατ᾿ εντολην τελεσφορουμενους εν ημιν της δικαιοσυνης καρπους. Οις υπερ της ημων σωτηριας ηδομενος ο μονος απροσδεης, παντα ημιν χαρισεται ως αψευδης, οσα ημιν επηγγειλατο. Τα δ᾿ εστιν α οφθαλμος ουκ ιδεν, και ους ουκ ηκουσε, α ητοιμασεν ο Θεος τοις αγαπωσιν αυτον. Εις τουτο γαρ ημας και πεποιηκεν, ινα γενωμεθα θειας κοινωνοι φυσεως, και της αυτης αϊδιοτητος μετοχοι· και φανωμεν αυτω ομοιοι κατα την εκ χαριτος θεωσιν· δι᾿ ην, πασα τε των οντων η συστασις εστι και η διαμονη· και η των μη οντων παραγωγη και γενεσις.
(≡15Β_434≡> Γενωμεθα τοινυν αξιοι της ειρηνης, δεσποτα μου ευλογημενε, τα εν ημιν προς Θεον στασιαζοντα παθη εαυτων ανδρικως περιελοντες. Τηξωμεν οση δυναμις το σωμα, δι᾿ ου σφριγωντος, η του διαβολου προς την ψυχην γινεσθαι πεφυκεν εισοδος. Αναγνωσμασι θειοις πλανωμενον στησωμεν τον νουν, και προς Θεον παλιν αυτον επαναγωμεν. Εγκρατειας τονοις και αγρυπνιας κατ᾿ ορεξιν εις πολλα φθειρομενην ατακτως την επιθυμιαν, σωφρονως καταστειλωμεν. Ευχαις και δεησεσι και ελεημοσυναις τον θυμον ζεοντα και ταρασσομενον σοφως κατευνασωμεν· φοβω Θεου και απειλη των μελλοντων ακολαστως κινουμενα τε και ενεργουντα τα αισθητηρια παυσωμεν. Επι πασι και προ παντων μνησθωμεν του θανατου και της φοβερας της ψυχης εκ του σωματος εξοδου· και πως απαντωσιν αυτη κατα τον αερα τουτον αι αρχαι και εξουσιαι και δυναμεις σκοτους· πασα προς εαυτην διελκουσα τε και κατατεμνουσα κατ᾿ αναλογιαν της σχετικως προς αυτην δια του μεσου παθους γενομενης κακης οικειοτητος. Μνησθωμεν της εν αδη κατα συνειδησιν γινομενης τη ψυχη πικρας οδυνης, επι τη μνημη των αυτη κακως δια του σωματος πεπραγμενων. Μνησθωμεν της (=0641=) τελευταιας του παντος κοσμου συντελειας, καθ᾿ ην τω πολλω και απλετω πυρι το παν καταφλεγεται τουτο· στοιχειων φοβερως κλονουμενων τη τηξει της καυσεως· και ουρανου τη ειλησει τω φοβω κατ᾿ επειξιν φευγοντος απο προσωπου πυρος του προκαθαιροντος την κτισιν δια την του καθαρου παρουσιαν· θαλασσης αφανιζομενης, γης βρασσομενης, και εκ πυθμενος σειομενης, και τας απειρους των ανθρωπινων σωματων αμειωτως παρεχουσης μυριαδας. Μνησθωμεν της φρικτης ωρας της απολογιας της επι του φοβερου και φρικτου βηματος του Χριστου· ηνικα πασα η δυναμις των ουρανων, και πασα η απο καταβολης του αιωνος κτισις των ανθρωπων εφορα τα εκαστω προσοντα μεχρι και ψιλου ενθυμηματος· ηνικα τους μεν δια την των εργων λαμπροτητα, το αφραστον φως διαδεξεται, και η της αγιας και μακαριας Τριαδος ελλαμψις τρανοτερον επιλαμπουσης, τοις οραν και υποδεχεσθαι (≡15Β_436≡> δια καθαροτητα ψυχης, αυτην δυναμενοις· τους δε, δια την των εργων ατοπιαν το σκοτος υποδεξεται το εξωτερον, και ο ακοιμητος σκωληξ και το πυρ της γεεννης το ασβεστον· και το παντων βαρυτατον, η εν τω συνειδοτι αισχυνη περας ουκ εχουσα. Μνησθωμεν τουτων απαντων, ινα των μεν αξιοι γενωμεθα, των δε πειραν λαβειν μη κατακριθωμεν· και γενωμεθα εαυτων και του Θεου· μαλλον δε, μονου και ολου του Θεου ολοι· και μηδεν επιγειον εν ημιν αυτοις φεροντες, ινα Θεω πλησιασωμεν, και θεοι γενομενοι, εκ Θεου το θεοι ειναι λαβοντες. Ουπω γαρ τιμαται τα θεια δωρηματα, και η της θειας ειρηνης φιλοφρονειται παρουσια.
Και ταυτα μεν περι τουτου· ο δε Θεος της ειρηνης, ο καταλλαξας ημας εαυτω δια του σταυρου, και εχθρους οντας εξαγορασας τω ιδιω αιματι της εξουσιας του σκοτους, αυτος την ειρηνην αυτου την υπερεχουσαν παντα νουν χαρισηται τω ευλογημενω μου δεσποτη, και αξιωσοι αυτον της ουρανιου αυτου βασιλειας· ενθα παντων ευφραινομενων η κατοικια και ο των εορταζοντων χορος.

ΕΠΙΣΤΟΛΗ ΜΔ’. ... ΠΡΟΣ ΙΩΑΝΝΗΝ ... ΠΕΡΙ ΘΕΤΙΚΗΣ.
ΜΔ ´. - Του αυτου προς Ιωαννην κουβικουλαριον περι θετικης.

(≡15Β_438≡> Δια νομου και προφητων παλαι τοις ανθρωποις ως αγαθος ο Θεος την εις αλληλους αγαπην πολυτροπως νομοθετησας, επι τελει των χρονων δι᾿ εαυτου ταυτην (=0644=) επληρωσε ως φιλανθρωπος, γενομενος ανθρωπος. Ουκ αγαπησας μονον ημας ως εαυτον, αλλα και υπερ εαυτον· καθως και η του μυστηριου δυναμις διδασκει σαφως, τους ευσεβως την εις αυτον της πιστεως ομολογιαν παρειληφοτας. Ει γαρ εκων ως υπευθυνος εαυτον κατα θελησιν υπερ ημων των παθειν οφειλοντων ως υπευθυνων παθει και θανατω προισχετο, παντι που τω καν ποσως ησθημενω της χαριτος δηλον εστιν, ως υπερ εαυτον ηγαπησεν ημας τους υπερ ων εαυτον κατα θελησιν τω θανατω παρεδωκε, και της ιδιας κατα φυσιν δοξης ως υπεραγαθος, καν τολμηρος ο λογος, την κατ᾿ οικονομιαν ευκαιρως υπερ ημων υβριν ως τιμιωτεραν προειλατο. Τιμη γαρ υπερβαλλουσα και δοξα Θεου πλεοναζουσα, και της φυσικης δοξης μαλλον εις το φανερον προοδος τε και ενδειξις καθεστηκεν αληθως, η προς αυτον των πεπλανημενων επανοδος. Και ουδεν αυτω της των ανθρωπων σωτηριας εις δοξης λογον εστιν οικειοτερον· υπερ ης, απας λογος και απαν μυστηριον· και το δη παντων μυστηριον μυστηριωδεστατον, αυτος ο Θεος υπερ αγαπης αληθως κατα προσληψιν σαρκος νοερως τε και λογικως εψυχωμενης γενομενος ανθρωπος, και εις εαυτον τα (≡15Β_440≡> παθη της φυσεως ατρεπτως καταδεξαμενος, ινα σωση τον ανθρωπον, και δω τοις ανθρωποις ημιν εαυτον υπερ αρετης υποτυπωσιν, και της εις αυτον τε και αλληλους ευνοιας τε και αγαπης εικονα ζωσαν, δυσωπησαι παντας δυναμενην προς οφειλομενην αντιδοσιν.
Επειδη τοινυν του Θεου νομος εστι παλαιος τε και νεος αλληλους ημας τοσουτον αγαπαν, οσον και ηγαπημεθα· και τοσουτον αλληλων οικειουσθαι τας συμφορας, ωστε και εις αλληλους κατα αντιδοσιν δια την σχεσιν της αγαπης αλληλων αμειβεσθαι τας διαθεσεις, κατα την χαιρειν μετα χαιροντων και κλαιειν μετα κλαιοντων κελευουσαν εντολην· παρακαλω τον θεοφυλακτον και ευλογημενον μου δεσποτην, ενα και μονον εχοντα σκοπον ακολουθησαι δια της ισης φιλανθρωπιας τω διεληλυθοτι τους ουρανους Ιησου, μηδενι καταδεθεντα το παραπαν πατριας δεσμω προς τουτον τον πλανον κοσμον και κοσμοκρατορα· πλανος γαρ οντως ο παρων κοσμος υπαρχει, δι᾿ απατης αει δελεαζων προς επιθυμιαν των φθειρομενων, και τη δουλεια των υλικων ενδιασφιγγων τους κατα φυσιν ελευθερους και των ουρανιων αγαθων κληρονομους· το παιζειν δι’ ηδονης και υποκλεπτειν τους κρατεισθαι τουτοις ανεχομενους.
Ενα τοινυν, ως εφην, τον του σωθηναι σκοπον εχοντα τον ευλογημενον μου δεσποτην γινωσκων, παρακαλω δεχομενον τον συν αυτω μου δεσποτην τον μεγαλοπρεπεστατον Ιλλουστριον κυριον θεοχαριστον, τον επιφερομενον την παρουσαν μου μετριαν συλλαβην, γενεσθαι αυτω παντα εν οις της αυτου μετα Θεον, μαλλον δε, συν Θεω, επικουριας δειται, οσα τον Θεον ημιν αυτοις γενεσθαι, και τον πλησιον, (=0645=) βουλομεθα, περι ων δεωμεθα. Ανθρωπος γαρ οντως εστιν αγαθος, και παντος εργου δικαιοσυνης ναος, και της εμης παροικιας προστατης μετα Θεον γνησιος· και των πολλων και συχνων και χαλεπων ασθενειων παρηγορος προθυμος· και απλως, κατα την υπουσαν αυτω δυναμιν, (≡15Β_442≡> καμοι και πολλοις αλλοις επηρκεσεν. Δωη αυτω Κυριος ευρειν ελεος παρ᾿ αυτω εν εκεινη τη ημερα, διοτι πολλων γεγονεν αναπαυσις και παρηγορια. Οθεν ειπερ ηυρον χαριν εν οφθαλμοις του ευλογημενου μου δεσποτου, και τοις ηγαπημενοις αυτω κατα Θεον εχει με συμψηφον, παντως αυτου δια πασης σπουδης αντιλαβηται, μηδεν αδικον, ως ηκεν εις την αυτου δυναμιν, εις αυτον γενεσθαι συγχωρων. Τουτο γαρ της αγαπης ο νομος υπαγορευει, και το μυστηριον της προς ανθρωπους του Θεου δια σαρκος βουλεται θειοτατης επιδημιας· ινα τας ευεργεσιας του ευλογημενου μου δεσποτου και την ανοθευτον σπουδην της εις αυτον αντιληψεως επανελθοι συν Θεω διηγουμενος· καγω προσθηκην δεξομαι καυχηματος, τοιουτον εχειν παρα Θεου λαχων επι γης δεσποτην προθυμον εις παν εργον αγαθον, και παντων των δεομενων προστατην ετοιμον τε και ειλικρινεστατον.
Ο Θεος ο μονος αγαθος και φιλανθρωπος· ο της ημων ενεκεν σωτηριας παντα πασι σωτηριως οικονομων, αυτος κρατησαι της χειρος σου της δεξιας, δεσποτα μου, και οδηγησαι δε εις την οδον της αυτου δικαιοσυνης, και αξιωσαι της επουρανιου βασιλειας καλως ενταυθα των θειων μεταποιηθεντα χαρισματων. Ο Θεος των ολων και Κυριος ημων Ιησους Χριστος διατηρησοι τους ευσεβεστατους και πανημερους ημων βασιλεας, και δυναμωσοι το κρατος της ευσεβους αυτων βασιλειας, και λαλησοι περι ημων των ταπεινων δουλων αυτων εις τας καρδιας αυτων αγαθα τε και ειρηνικα. Και ιν᾿ ειπω τι τολμησας· ποιει γαρ με τολμηρον το αλγειν· πλην και αυτο ευχην τω Θεω προσφιλη συγχωρησοι αυτοις, οτι τον της χωρας ταυτης πανευφημον υπαρχον ως λυχνον εν αυχμηρω τοπω φαινοντα, και παντας τροπον τινα της του μη βλεπειν οδυνης ελευθερουντα, κατεδεξαντο καν προς ροπην μεταστειλασθαι· ανθρωπον φιλοθεον, πιστον, ευσεβη, αγαθον, ευλαβη, σωφρονα, εγκρατη, ανεκτικον, πραον, συμπαθη, ελεημονα, πτωχοτροφον, γηρωκομον, προστατην χηρων, μοναχων κηδεμονα, ακτημονα [απημονα], φιλεκκλησιον· και ινα συνελων (≡15Β_444≡> ειπω, παντων και ζωντων και νεκρων φιλον· τους μεν ζωντας παντοιοις τροποις φιλοστοργιας περιποιουμενον· τους δε νεκρους, οικοδομηματων καλλεσι τιμων τα προς ταφην, ως Ιωσηφ ο απο Αριμαθιας τον υπερ ημων σαρκι νεκρωθηναι καταδεξαμενον Κυριον· και ετι προς τουτοις, του κατα την αποστολικην πιστιν ορθου λογου ζηλωτην εκθυμωτατον, κηρυκα βιου δικαιοσυνης. (=0648=) Και συντομως ειπειν, αλλοις μεν αλλα κατα την εκαστου εφεσιν επι γης διεσπουδασται· Γεωργιου δε, τα νοσοκομεια, και τα γηρωκομεια και ξενοκομεια και πτωχοτροφεια, και τα μοναστηρια και τα ξενοταφια, και οσα πληθη φτωχων τε και πενητων κατα γενος αγεληδον κατα τας πολεις διερριπται, περιστειλαι τε και διαθρεψαι· και εωας τε και δυσεως, βορειου τε και νοτιου ληξεως τους ορους υπερβηναι ταις ακτισι της φιλανθρωπιας, εργον υπαρχει και σπουδασμα.
Τουτων ουτως εχοντων, τις αγνοει των οπωσουν ευσεβειας μεταποιουμενων, ποσην ευμενειαν του Θεου περι το παν η των τοιουτων εργων ευαρεστησις προσεκαλειτο, δια παντος ταις αυτου προσον προθυμιαις ακμαζουσα; Το και εναντιον, τη τουτων αργια συμβαινον δια το δυσφημον σιωπησομαι. Τις δε μετρησαι δυνησεται τα κρουνηδον παρα παντος οφθαλμου χεθεντα δακρυα παρα των ταυτην οικουντων την γης επι τη εξοδω αυτου, παντων περιεχομενων αυτου και ανθελκοντων βια προς αυτους, και τω πλοιω τροπον τινα προσβηναι μη συγχωρουντων· και ταις οιμωγαις ποτνιωμενων, οιονει ζητουντων κατα γενος και ηλικιαν· οι μεν, της πενιας τον ποριστην· οι δε, της ευποριας τον οικονομον· αι χηραι, τον προστατην· οι ορφανοι τον πατερα· οι πτωχοι, τον φιλοπτωχον, και τον φιλοξενον οι ξενοι· και αδελφοι, τον φιλαδελφον· οι νοσουντες, τον ιατρον· οι εν συμφοραις, την παρακλησιν· πολια, την βακτηριαν· και απλως παντες, τον παντα (≡15Β_446≡> πασι γενομενον, ινα κερδιση τους παντας, και υπερ παντων τω Θεω κερδηθη; Διο κατα την δοθεισαν σοι χαριν παρα του Θεου, δεσποτα μου ευλογημενε, δι᾿ ων οιδας τροπων τε και προσωπων, ει δυνηθειης αυτον παλιν επανελθειν ποιησαι, μεγαλην θυσιαν γινωσκε τω Θεω, και τοις θεοστηρικτοις ημων βασιλευσιν ευνοιαν γνησιαν και ασφαλειαν αρραγη δεδωκως την προβολην. Ουδεις γαρ αυτου καθεστηκε γνησιωτερος δουλος της αυτων ευσεβους βασιλειας.
Ερρωσο μοι, λιαν ηγαπημενε, και παντων μοι τιμιωτατε δουλε γνησιε του Θεου.

ΕΠΙΣΤΟΛΗ ΜΕ’. ... ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ.
ΜΕ´. - Του αυτου προς τον αυτον.

Παση μεν γενεα κατα καιρους ο Θεος, της των ανθρωπινων προνοουμενος φυσεως, και της ημων απαντων σωτηριας επιμελουμενος, φωτος δικην ταις αρεταις εξαστραπτοντα τον οσιως πολιτευσομενον, ως κατα προθεσιν χωρητικον των θειων νομων ανεδειξε· τοσαυτην ισχυν δεδωκως, οσον εικος προς επιστροφην εχρηζεν, ο λαος ο αγομενος· ινα ωσπερ λαμπτηρι τινι φωτος εργων δικαιοσυνης οι λοιποι των ανθρωπων προσεχοντες, κατα Θεον και αυτοι βιον ρυθμιζωσι· μηδενος αυτους εξ αγνοιας παθους υποσκελιζοντος. Ημιν δε κατα καιρον λαμπτηρ τις και κανων αρετης αναδεδεικται Γεωργιος ο φιλοχριστος επαρχος· ο πολυς και τοσουτος την αρετην, και τοσαυτην πλουτουσαν τη χαριτι θεοθεν δεξαμενος δυναμιν· και των επι (=0649=) τουτω παλαι προκεχειρισμενων, και προβεβλημενων υπεραιρουσαν τοσουτον, οσον ημεις, ηγουν η καθ᾿ ημας γενεα πολλω βαρει κακιας καταπεπιεσμενοι εδεομεθα προς ανανευσιν και εκ της των κακουντων ημας πληθυος. Ανηρ ει και τις αλλος των παλαι τε και νυν φιλοθεωτατων αγαθος τε και φιλανθρωπος, ελεημων, πραΰς, ανεκτικος, μακροθυμος, ταπεινοφρων, σωφρων, αοργητος, αφιλαργυρος, αγαπητικος, αμνησικακος, ευεργετικος, φιλοξενος, (≡15Β_448≡> φιλοπτωχος, συμπαθης, κοινωνικος, σπουδαιοτατος, αγρυπνος, φιλεκκλησιος· και το δη παντων τιμιωτερον, του κατα την ορθην πιστιν ευσεβους λογου ζηλωτης εκθυμωτατος. Και τα λοιπα ακολουθως εν τη προτερα περιεχεται επιστολη· καθ᾿ ην και δι᾿ αλλης τω ευλογημενω μου δεσποτη συλλαβης εκ μερους εσημανα. Παντα γαρ τα του ανδρος κατορθωματα λογου δυναμει περιληφθηναι των αμηχανων εστι και ανεγχωρητων· και ταυτα δια το μονον γινωσκοντα τον θεοφυλακτον μου δεσποτην του ανδρος το φιλοθεον, ως θειας δι᾿ αυτων των πραγματων υπο της χαριτος οντα, δεξασθαι τε και τιμησαι δεδηλωκα· και παραθεσθαι τοις επι γης το θειον εικονιζουσι κρατος ευσεβεσι και πανημεροις ημων βασιλευσι· και πεισαι γλωσσας αδικους ανδρων παρανομων μη παραδεχεσθαι, ποιουσας δολον ωσει ξυρον ηκονημενον, και αγαπωσας κακιαν υπερ αγαθωσυνην· ινα μη χωρα τω ψευδει κατα της αληθειας δοθη, και παρρησιαν λαβη κατα της δικαιοσυνης η αδικια· και απλως κατα πασης αρετης η κακια, δια της εις αλληλα τουτων εναλλαγης και συγχυσεως. Γεγραπται γαρ, Ζημιουν ανδρα δικαιον, ουκ αγαθον· ουδ᾿ οσιον επιβουλευειν δυνασταις δικαιοις. Τουτο γαρ εργαζεσθαι τω ευλογημενω μου δεσποτη πρεπει, οντι σοφιας εραστη και φρονησεως· ην δια παντος φυλαχθηναι τω θεοφυλακτω μου δεσποτη ευχομαι φυλακα τυγχανουσαν της ψυχης αυτου και του σωματος.
Τον δε ταυτην επιφερομενον, της εμης ουδενιας συλλαβην, πρεσβυτεραν εχοντα της ηλικιας του σωματος της ψυχης την φρονησιν, παρακαλω δεχθηναι προσφορως δια την εμπρεπουσαν αυτω συνεσιν, ως της θειας των λογων σπουδης μεταποιουμενον, και γνησιον περι εμε τον ταπεινον σχεσιν εχειν ουκ απαξιουντα.

ΠΡΟΣ ΑΝΑΣΤΑΣΙΟΝ ΜΟΝΑΖΟΝΤΑ
(≡15Β_450≡> Χθες οκτωκαιδεκατη του μηνος, ητις ην η αγια Πεντηκοστη, ο πατριαρχης εδηλωσε μοι λεγων·
Ποιας Εκκλησιας ει; Βυζαντιου; ῾Ρωμης; Αντιοχειας Αλεξανδρειας; Ιεροσολυμων; Ιδου πασαι μετα των υπ’ αυτας επαρχιων ηνωθησαν. Ει τοινυν ει της καθολικης Εκκλησιας, ενωθητι, μηπως ξενην οδον τω βιω καινοτομων, παθης οπερ ου προσδοκας.
Προς ους ειπον· Καθολικην Εκκλησιαν, την ορθην και σωτηριον της εις αυτον πιστεως ομολογιαν, Πετρον μακαρισας εφ’ οις αυτον καλως ωμολογησεν, ο των ολων ειναι Θεος απεφηνατο. Πλην μαθω την ομολογιαν, εφ’ ην πασων των Εκκλησιων γεγονεν η ενωσις· και του γενομενου καλως, ουκ αλλοτριουμαι.
Και φασι· Καν ουκ εχωμεν περι τουτου κελευσιν, λεγομεν δια το γενεσθαι σε παντως απροφασιστον. Δυο λεγομεν ενεργειας δια την διαφοραν, και μιαν δια την ενωσιν.
-Τας δυο δια την ενωσιν μιαν φατε γεγονεναι, η παρα ταυτας, ειπον, ετεραν;
-Ου, φασιν, αλλα τας δυο μιαν δια την ενωσιν,
-Απηλλαγημεν πραγματων, εφην, εαυτοις ανυποστατον πιστιν, και Θεον ανυπαρκτον πλασαντες. Ει γαρ εις μιαν συγχεομεν τας δυο δια την ενωσιν, και παλιν εις δυο διαιρουμεν δια την διαφοραν, ουκ εσται μονας ουτε δυας ενεργειων, αλληλαις αναιρουμενων

αει, και ποιουσων ανενεργητον ω προσπεφηκαν, και παντελως ανυπαρκτον. Το γαρ μηδεμιαν εχον εκ φυσεως αναφαιρετον, και μηδενι λογω τροπης αλλοιουμενην και μεταπιπτουσαν κινησιν, πασης ουσιας εστερηται κατα τους Πατερας, ουκ εχον ενεργειαν ουσιωδως αυτο χαρακτηριζουσαν. Τουτο ουν λεγειν ου δυναμαι, ουτε εδιδαχθην παρα των αγιων Πατερων ομολογειν. Το δοκουν υμιν, ουσιν εξουσιασταις, ποιησατε.
- Ουκουν ακουσον, εφησαν· εδοξε τω δεσποτη και τω πατριαρχη, δια πραικεπτου του παππα ῾Ρωμης, αναθεματισθηναι σε μη πειθομενον, και τον οριζομενον αυτοις απενεγκασθαι θανατον.
- Το τω Θεω προ παντος αιωνος ορισθεν εν εμοι δεξοιτο περας, φερον αυτω δοξαν προ παντος εγνωσμενην αιωνος, αυτοις τουτο ακουσας απεκριναμην.
-Και προς το γνωναι σε, και προσθηκην ευχης τω Θεω ποιησασθαι και δεησεως, εμφανη σοι τα δηλωθεντα πεποιηκα, παρακαλων τω Κυριω Θειω, και τοις εκει συν αυτω πατρασιν ημων αγιοις γνωριμα καταστησαι ταυτα, της αυτης χαριν αιτιας.

footer
  • Σάββατο 18 Νοεμβρίου

    Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 80 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ