ploigisi h3
bottom_neo.jpg

ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *

10ος Τομος - 15 Γ
ΠΕΡΙ ΤΩΝ ΠΡΑΧΘΕΝΤΩΝ ΕΝ ΤΗ ΠΡΩΤΗ ΑΥΤΟΥ ΕΞΟΡΙΑ, ΗΤΟΙ ΕΝ ΒΙΖΥΗ
ΤΑ ΠΑΡΑ ΤΟΥ ΘΕΟΔΟΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΒΙΘΥΝΙΑΣ ΚΑΙ ΑΥΤΟΥ ΔΙΑΛΕΧΘΕΝΤΑ

Α’.
(≡15Γ_012≡> Τα κεκινημενα περι της αμωμητου ημων των Χριστιανων πιστεως, και της των δι’ εναντιας παρεισακτου καινοτομιας, μεταξυ του αββα Μαξιμου, και Θεοδοσιου επισκοπου Καισαρειας Βιθυνιας αναγκαιον ηγησαμην καταδηλον ποιησαι πασιν υμιν τοις εν ορθοδοξια διατελουσιν, ινα ακριβεστερον τα περι τουτων ειδεναι εχοντες, δοξαζητε μαλλον τον φιλανθρωπον Θεον, τον διδοντα λογον εν ανοιξει του στοματος (=0137=) των φοβουμενων αυτον· μηπως συνηθως οι εχθροι της αληθειας, ταναντια ταυτης διαφημιζοντες, εκταραξωσιν υμων τας καρδιας.

Β’.
Τοιγαρουν τη εικοστη τεταρτη του Αυγουστου μηνος της νυνι παρελθουσης τεσσαρεσκαιδεκατης επινεμησεως, εξηλθεν προς αυτον εν η παρεφυλαττετο εξορια, τουτεστιν εν καστρω Βιζυης, ο προρηθεις επισκοπος Θεοδοσιος, ως ειπεν, εκ προσωπου Πετρου του προεδρου Κωνσταντινουπολεως πεμφθεις· και Παυλος και Θεοδοσιος οι υπατοι, ως ειπον και αυτοι, εκ προσωπου βασιλεως πεμφθεντες· και ανελθοντες προς τον ειρημενον μοναχον Μαξιμον, εν ω τοπω απεκεκλειστο, εκαθισαν, και επετρεψαν και αυτον καθισαι, συνοντος αυτοις δηλονοτι και του (≡15Γ_014≡> επισκοπου Βιζυης. Και λεγει προς αυτον Θεοδοσιος ο επισκοπος· Πως εχεις, κυρι αββα;
ΜΑΞ. Ως προωρισεν ο Θεος προ παντων των αιωνων την περι εμε προνοητικην διεξαγωγην, ουτως εχω.
ΘΕΟΔ. Τι ουν; προ παντος περι εκαστου ημων ωρισεν (προωρισεν) ο Θεος;
ΜΑΞ. Ειπερ προεγνω, παντως και προωρισε·
ΘΕΟΔ. Τι εστιν αυτο το, Προεγνω, και Προωρισεν;
ΜΑΞ. Η προγνωσις των εφ’ ημιν εννοιων και λογων και εργων εστιν· ο προορισμος δε των ουκ εφ’ ημιν συμβαινοντων εστι.
ΘΕΟΔ. Ποια εστι τα εφ’ ημιν, και ποια τα ουκ εφ’ ημιν;
ΜΑΞ. Ως εοικε, παντα γινωσκων ο δεσποτης μου, δοκιμαστικως διαλεγεται προς τον δουλον αυτου.
ΘΕΟΔ. Μα την αληθειαν του Θεου, αγνοων ηρωτησα, και μαθειν θελων την διαφοραν των εφ’ ημιν, και ουκ εφ’ ημιν· και πως τα μεν υπο την προγνωσιν του Θεου υπαρχουσι· τα δε, υπο τον προορισμον εισιν.
ΜΑΞ. Εφ’ ημιν εστι τα εκουσια παντα, τουτεστιν αρεται και κακιαι· ουκ εφ’ ημιν δε, αι επιφοραι των συμβαινοντων ημιν κολαστικων τροπων, η των εναντιων. Ουτε γαρ εφ’ ημιν εστιν η κολαζουσα νοσος, ουτε η ευφραινουσα υγεια· και αι ποιοτητες και αι τουτων αιτιαι. Οιον αιτια νοσου αταξια, ωσπερ και υγειας ευταξια· και βασιλειας ουρανων αιτια, η των εντολων φυλακη, ωσπερ και πυρος αιωνιου, η των τουτων παραβασις.
ΘΕΟΔ. Τι ουν; δια τουτο θλιβη εν τη εξορια ταυτη, επειδη αξια τινα εποιησας ταυτης της θλιψεως;
(≡15Γ_016≡> ΜΑΞ. Παρακαλω ινα ο Θεος ταυτη τη θλιψει περιοριση τας εκτισεις ων ημαρτον αυτω εν τη παραβασει των αυτου δικαιωτικων εντολων.
ΘΕΟΔ. Ουκ εστι δοκιμης ενεκεν απαγομενη θλιψις πολλοις;
ΜΑΞ. Η δοκιμη των αγιων εστιν, ινα φανερωθωσι δια της θλιψεως τω βιω των ανθρωπων, αι περι το φυσει καλον διαθεσεις αυτων, εαυταις συνεκφαινουσαι τας ηγνοημενας πασιν αρετας, ως επι Ιωβ και Ιωσηφ. Ο μεν γαρ επι φανερωσει της κεκρυμμενης ανδρειας επειραζετο· ο δε, επ’ εκφωνησει της αγιαστικης σωφροσυνης εδοκιμαζετο· και πας των αγιων ακουσιως εν τω αιωνι τουτω θλιβεις, επι τισι τοιαυταις οικονομιαις εθλιβετο, ινα δια της ασθενειας της συγχωρουμενης αυτοις επαχθηναι, τον υπερηφανον και αποστατην περιπατησωσι δρακοντα, τουτεστι τον διαβολον.(=0140=) Η γαρ υπομονη, δοκιμης εργον εστιν εφ’ εκαστου των αγιων.
ΘΕΟΔ. Μα την αληθειαν του Θεου, καλως ειπας· και ομολογω την ωφελειαν· και εζητουν αει εν τοις τοιουτοις συνδιαλεγεσθαι υμιν· αλλ’ επειδη επ’ αλλω κεφαλαιω καγω και οι δεσποται μου οι μελλοπατρικιοι προς σε γεγοναμεν, και τοσαυτα διαστηματα ηλθομεν, παρακαλουμεν σε τα παρ’ ημων προτεινομενα δεξασθαι, και χαροποιησαι πασαν την οικουμενην.
ΜΑΞ. Ποια ταυτα εισι, δεσποτα, και τις εγω, και ποθεν ειμι, ινα η επι τοις προτεινομενοις μοι συγκαταθεσις χαροποιηση πασαν την οικουμενην;
ΘΕΟΔ. Μα την αληθειαν του Κυριου ημων Ιησου Χριστου, απερ λεγω σοι, εγω τε και οι δεσποται μου μελλοπατρικιοι εκ του στοματος του δεσποτου ημων του πατριαρχου και του ευσεβους Δεσποτου της οικουμενης ηκουσαμεν.
ΜΑΞ. Κελευσατε, οι δεσποται μου, ειπειν απερ βουλεσθε, και απερ ηκουσατε.

Γ’.
(≡15Γ_018≡>ΘΕΟΔ. Παρακαλει ο βασιλευς και ο πατριαρχης δι’ ημων, μαθειν παρα σου, δια ποιαν αιτιαν ου κοινωνεις τω θρονω Κωνσταντινουπολεως.
ΜΑΞ. Εχετε περι τουτου επιτροπην εγγραφον παρα του ευσεβεστατου βασιλεως, η παρα του πατριαρχου;
ΘΕΟΔ. Ουκ ωφελες, δεσποτα, απιστησαι ημιν. Καν γαρ ταπεινος ειμι, επισκοπος ακουω· και οι δεσποται μου συγκλητου μερος τυγχανουσι· και ουκ ηλθομεν πειρασαι σε· μη δωη Θεος.
ΜΑΞ. Οιωδηποτε τροπω ηλθατε προς τον δουλον υμων, εγω χωρις πασης υποστολης λεγω την αιτιαν δι’ ην ου κοινωνω τω θρονω Κωνσταντινουπολεως· Πλην καν αλλων ην το ερωταν με δια ποιαν αιτιαν, υμων εστι, των γινωσκοντων ασφαλως πλειον εμου την αιτιαν.

Δ’.
Γινωσκετε τας γενομενας καινοτομιας απο της εκτης επινεμησεως του διελθοντος κυκλου αρξαμενας απο Αλεξανδρειας δια των εκτεθεντων εννεα κεφαλαιων παρα Κυρου, του ουκ οιδα πως γεγονοτος εκεισε προεδρου, των βεβαιωθεντων υπο του θρονου Κωνσταντινουπολεως· και τας αλλας αλλοιωσεις, προσθηκας τε και μειωσεις, τας γενομενας συνοδικως υπο των προεδρευσαντων της των Βυζαντιων Εκκλησιας, Σεργιου λεγω, και Πυρρου, και Παυλου· αστινας καινοτομιας πασα γινωσκει η οικουμενη. Δια ταυτην την αιτιαν ου κοινωνω, ο δουλος υμων, τη Εκκλησια Κωνσταντινουπολεως. Αρθωσι τα προσκομματα τα τεθεντα υπο των ειρημενων ανδρων, μετ’ αυτων εκεινων των θεμενων αυτα, καθως ειπεν ο Θεος· Και τους λιθους εκ της οδου διαρριψατε, και την λειαν και τετριμμενην, και πασης ακανθωδους αιρετικης κακιας ελευθεραν οδον του Ευαγγελιου, καθαπερ και ην ευρισκων, οδευω πασης διχα προτροπης ανθρωπινης. Εως δε αν τοις (=0141=) τεθεισι προσκομμασι, και τοις τεθεικοσιν αυτα σεμνυνωνται οι προεδροι Κωνσταντινουπολεως, ουδεις εστιν ο πειθων με λογος η τροπος κοινωνειν αυτοις.

Ε’.
(≡15Γ_020≡>ΘΕΟΔ. Τι γαρ κακον ομολογουμεν, ινα χωρισθης της κοινωνιας ημων;
ΜΑΞ. Οτι μιαν ενεργειαν λεγοντες θεοτητος και ανθρωποτητος του Θεου και Σωτηρος ημων Ιησου Χριστου, συγχεετε τον τε της θεολογιας, και της οικονομιας λογον. Ει γαρ πεισθηναι δει τοις αγιοις Πατρασι, λεγουσιν, Ων η ενεργεια μια, τουτων και η ουσια μια· τετραδα ποιειτε την αγιαν Τριαδα, ως ομοφυους τω Λογω γενομενης της αυτου σαρκος, και εκστασης της προς ημας και της αυτον τεκουσης συγγενους κατα φυσιν ταυτοτητος.

S’.
Και παλιν, αναιρουντες τας ενεργειας, και μιαν κυρουντες θελησιν θεοτητος του αυτου και ανθρωποτητος, αφαιρεισθε αυτου την των αγαθων διανομην. Εαν γαρ ενεργειαν ουδεμιαν εχη, κατα τους τουτο θεσπισαντας, δηλον οτι, καν θελη, ελεησαι ου δυναται, αφαιρεθεισης αυτω της των αγαθων ενεργειας, ειπερ ενεργειας αγαθης χωρις, ουδεν των οντων ενεργειν η πραττειν πεφυκεν.

Ζ’.
Αλλως τε δε, και την σαρκα ποιειτε τω θεληματι συνδημιουργον παντων των αιωνων, και των εν αυτοις, Πατρι τε, και Υιω, και Πνευματι· τη δε φυσει κτιστην, η το αληθεστερον ειπειν, αναρχον τη θελησει, επειπερ η θεια θελησις αναρχος εστιν, ως αναρχου Θεοτητος· τη δε φυσει προσφατον, οπερ πασαν ουκ ανοιαν υπερβαινει μονον, αλλα και ασεβειαν. Ου γαρ λεγετε απλως μονον εν θελημα, αλλα και τουτο θεϊκον. Θειας δε θελησεως, ουδεις δυναται αρχην επινοησαι χρονικην, η τελος, επειδη μηδε της θειας φυσεως, ης εστιν ουσιωδης η θελησις.

Η’.
Παλιν δε ετεραν εισαγοντες καινοτομιαν, αφαιρεισθε πανταπασι παντα τα γνωριστικα και συστατικα της θεοτητος και της ανθρωποτητος του Χριστου, νομοις και τυποις θεσπιζοντες μητε μιαν, μητε δυο επ’ αυτου θελησεις η ενεργειας λεγεσθαι· οπερ εστι πραγματος ανυπαρκτου. Ουδεν γαρ των οντων, ειτε (≡15Γ_022≡> νοερον εστιν αφηρηται θελητικης δυναμεως και ενεργειας, ειτε αισθητικον αισθητικης ενεργειας, ειτε φυτικον, αυξητικης και θρεπτικης ενεργειας· ειτε παντελως αψυχον, και πασης αμοιρον ζωης, της καθ’ εξιν λεγομενης ενεργειας και επιτηδειοτητος. Και δηλουσι παντα τα ουτως οντα, αντιληπτα τυγχανοντα ταις των αισθητικων αισθησεσιν. Ενεργεια γαρ των τοιουτων, το υποπιπτειν παντως ορασεσι, δια της ιδιας επιφανειας· ακοη, δια κτυπου· οσφρησει, δι’ ατμου τινος προσφυους· γευσει, τισι χυμοις· και αφη, δια της αντιτυπιας. Ωσπερ γαρ ενεργειαν λεγομεν της ορασεως το οραν, ουτως και των ορωμενων το ορασθαι. Και τα λοιπα παντα κατα τον αυτον θεωρουμεν γινομενα τροπον. Ει τοινυν ουδεν των οντων εστι πασης ερημον παντελως φυσικης (=0144=) ενεργειας· ο δε Κυριος ημων και Θεος ( ιλασθητι, Κυριε ) ουδεμιαν εχει φυσικην θελησιν η ενεργειαν καθ’ εκατερον των εξ ων, εν οις τε και απερ εστι· πως δυνασθε η ειναι η καλεισθαι θεοσεβεις, κατ’ ουδενα τροπον υπαρχοντα θελητικον η ενεργητικον, παρ’ υμων προσκυνουμενον λεγοντες; Τρανως γαρ υπο των αγιων Πατερων διδασκομεθα, λεγοντων· Το γαρ μηδεμιαν δυναμιν εχον, ουτε εστιν, ουτε τι εστιν, ουτε εστι τις αυτου παντελως θεσις.

Θ’.
ΘΕΟΔ. Το δι’ οικονομιαν γενομενον, μη λαβης ως κυριον δογμα.
ΜΑΞ. Ει μη εστι κυριον δογμα των δεχομενων, ο θεσπιζων τυπος και νομος μηδεμιαν λεγεσθαι του Κυριου θελησιν η ενεργειαν, ων η αφαιρεσις την ανυπαρξιαν δηλοι του ταυτας αφηρημενου, δια ποιαν αιτιαν βαρβαροις εθνεσι και αθεοις απεδοσθε με ανευ τιμης; Δια ποιαν αιτιαν κατεκριθην οικησαι Βιζυην, και οι συνδουλοι μου, ο μεν Περβεριν, ο δε Μεσημβριαν;
ΘΕΟΔ. Μα τον Θεον τον μελλοντα με ετασαι, και οτε γεγονεν, (≡15Γ_024≡> ειπον, και νυν το αυτο λεγω, οτι κακως γεγονεν ο Τυπος, και επι βλαβη πολλων. Προφασις δε γεγονε το εκτεθειναι αυτον, η προς αλληλους των ορθοδοξων περι θεληματων και ενεργειων ζυγομαχια· και δια το προς αλληλους ειρηνευσαι παντας, συνειδον τινες τας τοιαυτας κατασιγασθηναι φωνας.
ΜΑΞ. Και ποιος πιστος δεχεται οικονομιαν κατασιγαζουσαν φωνας, ασπερ λαλεισθαι δι’ αποστολων, και προφητων, και διδασκαλων ο των ολων Θεος ωκονομησε; Και σκοπησωμεν, κυρι ο μεγας, εις ποιον κακον καταντα ψηλαφουμενον το κεφαλαιον τουτο. Ει γαρ ο μεν Θεος εθετο εν τη Εκκλησια, πρωτον μεν αποστολους, δευτερον προφητας, τριτον διδασκαλους προς τον καταρτισμον των αγιων· ειρηκως εν τω Ευαγγελιω τοις αποστολοις, και δι’ αυτων και τοις μετ’ αυτους· Ο υμιν λεγω, πασι λεγω. Και παλιν· Ο δεχομενος υμας, εμε δεχεται· και ο αθετων υμας, εμε εθετει· δηλον οτι και προφανες, ως ο μη δεχομενος τους αποστολους και προφητας, και διδασκαλους, αλλ’ αθετων αυτων τας φωνας, αυτον αθετει τον Χριστον.

Ι’.
Και αλλο δε σκοπησωμεν· Ο Θεος εκλεξαμενος, εξηγειρεν αποστολους, και προφητας, και διδασκαλους, προς τον καταρτισμον των αγιων· ο δε διαβολος, ψευδαποστολους και ψευδοπροφητας, και ψευδοδιδασκαλους κατα της ευσεβειας εκλεξαμενος εξηγειρεν, ωστε και τον παλαιον πολεμηθηναι νομον, και τον ευαγγελικον. Ψευδαποστολους δε, και (=0145=) ψευδοπροφητας, και ψευδοδισκαλους μονους νοω τους αιρετικους· ων οι λογοι και οι λογισμοι διεστραμμενοι εισιν. Ωσπερ ουν ο τους αληθεις αποστολους, και προφητας, και διδασκαλους δεχομενος, Θεον δεχεται· ουτως και ο τους ψευδαποστολους, και ψευδοπροφητας, και ψευδοδιδασκαλους δεχομενος, τον διαβολον δεχεται. Ο τοινυν συνεκβαλων τους αγιους τοις εναγεσι και ακαθαρτοις αιρετικοις (δεξασθε λεγοντα την αληθειαν), τω διαβολω προφανως τον Θεον συγκατεκρινεν.

ΙΑ’.
(≡15Γ_026≡> Ει τοινυν γυμναζοντες τας γενομενας καινοτομιας εν τοις ημετεροις χρονοις, εις τουτο καταντουσας αυτας ευρισκομεν το ακροτατον κακον, ορατε μηπως ειρηνην προφασιζομενοι, την αποστασιαν ευρεθωμεν νοσησαντες, και κηρυττοντες ην προδρομον ειπεν εσεσθαι της του Αντιχριστου παρουσιας ο θειος Αποστολος. Ταυτα χωρις υποστολης ειπον υμιν, δεσποται μου, ινα φεισησθε εαυτων τε και ημων. Κελευετε ινα ταυτα γεγραμμενα εχων εν τη βιβλω της καρδιας, ελθω κοινωνησων εν η ταυτα κηρυττεται Εκκλησια· και γενωμαι κοινωνος των αληθως μεν τον Θεον, δηθεν δε τον διαβολον τω Θεω συνεκβαλλοντων; Μη γενοιτο μοι παρα του Θεου, του δι’ εμε γενομενου χωρις αμαρτιας. Και βαλων μετανοιαν ειπεν· Εγω, ει τι κελευετε εις τον δουλον ημων ποιησαι, ποιησατε· εγω τοις ταυτα δεχομενοις, ουδεποτε γενωμαι συγκοινωνος.

ΙΒ’.
Και αποπαγεντες επι τοις λαληθεισι, κατω βαλοντες τας κεφαλας εσιγησαν επι ωραν ικανην· και ανακυψας, και τω αββα Μαξιμω ατενισας Θεοδοσιος ο επισκοπος, ειπεν· Ημεις αντιφωνουμεν σοι, τον δεσποτην ημων τον βασιλεα, οτι σου κοινωνουντος κουφιζει τον Τυπον.
ΜΑΞ. Πολυ απεχομεθα απ’ αλληλων ακμην· τι ποιουμεν περι της συνοδικως βεβαιωθεισης φωνης, του ενος θεληματος, επ’ εκβολη πασης ενεργειας υπο Σεργιου και Πυρρου;
ΘΕΟΔ. Εκεινος ο χαρτης κατηνεχθη και απεβληθη.
ΜΑΞ. Κατηνεχθη εκ των λιθινων τοιχων, ου μην εκ των νοερων ψυχων. Δεξωνται την κατακρισιν τουτων την εν ῾Ρωμη συνοδικως εκτεθεισαν δι’ ευσεβων δογματων τε και κανονων, και λελυται το μεσοτοιχον, και προτροπης ου δεομεθα.
ΘΕΟΔ. Ουκ ερρωται η συνοδος η εν ῾Ρωμη, επειδη χωρις κελευσεως γεγονε βασιλεως.
(≡15Γ_028≡> ΜΑΞ. Ει τας γενομενας συνοδους αι κελευσεις των βασιλεων κυρουσιν, αλλ’ ουχι ευσεβης πιστις, δεξωνται και τας κατα του ομοουσιου γενομενας συνοδους, επειδη κελευσει βασιλεων γεγονασιν· φημι δε, την εν Τυρω, την εν Αντιοχεια, την εν Σελευκεια, την εν Κωνσταντινουπολει επι Ευδοξιου του Αρειανου· την εν Νικη της Θρακης, την εν τω Σιρμιω· και μετα ταυτας πολλοις υστερον χρονοις, την εν Εφεσω δευτερον, ης εξηρχε Διοσκορος· ολας γαρ ταυτας, κελευσις βασιλεων ηθροισε, και ομως πασαι κατεκριθησαν δια την αθειαν των κυρωθεντων ασεβως δογματων. Δια τι δε ουκ εκβαλλετε την καθελουσαν Παυλον τον Σαμοσατεα επι των αγιων και μακαριων (=0148=) Πατερων, Διονυσιου του παπα ῾Ρωμης και Διονυσιου του Αλεξανδρειας και Γρηγοριου του Θαυματουργου, του της αυτης αρξαντος συνοδου, επειδη μη γεγονε κελευσει βασιλεως; Ποιος δε κανων διαγορευει, μονας εκεινας εγκρινεσθαι συνοδους, τας κελευσει βασιλεως αθροισθεισας, η ολως κελευσει βασιλεως παντας τας συνοδους αθροιζεσθαι. Εκεινας οιδεν αγιας και εγκριτους συνοδους ο ευσεβης της Εκκλησιας κανων, ας ορθοτης δογματων εκρινεν. Αλλα, καθως οιδεν ο δεσποτης μου, και αλλους διδασκει, δευτερον γινεσθαι συνοδον κατα πασαν επαρχιαν του ετους ο κανων, διηγορευσε, κελευσεως βασιλικης μηδεμιαν μνημην πεποιημενος, επ’ ασφαλεια της σωτηριωδους ημων πιστεως, και διορθωσει παντων τω θειω της Εκκλησιας νομω μη συναινουντων κεφαλαιων.

ΙΓ’.
ΘΕΟΔ. Ως λεγεις εστιν· η των δογματων ορθοτης εγκρινει τας συνοδους· πλην ου δεχη τον λιβελλον Μηνα, εν ω μιαν θελησιν και μιαν ενεργειαν του Χριστου εδογματισεν;
ΜΑΞ. Μη δω Κυριος ο Θεος· Υμεις ου δεχεσθε, αλλ’ εκβαλλεσθε παντας τους διδασκαλους, τους μετα την αγιαν εν Χαλκηδονι συνοδον, τους αγωνισαμενους κατα της του Σεβηρου μιαριας· καγω εχω δεξασθαι τον λιβελλον Μηνα, του γενομενου μετα την συνοδον; δι’ ου συνηγορει προφανως Σεβηρω, και Απολιναριω (≡15Γ_030≡> και Μακεδονιω και Αρειω και παση αιρεσει, και κατηγορει της συνοδου· μαλλον δε τελειως εκβαλλει, δι’ ων εδογματισε.
ΘΕΟΔ. Τι ουν; ολως ου δεχη μιαν ενεργειαν;
ΜΑΞ. Και τις λεγει μιαν ενεργειαν των εγκριτων διδασκαλων;
Και ηγαγε Θεοδοσιος τας ψευδωνυμως παρ’ αυτων περιφερομενας Ιουλιου του ῾Ρωμης, και του θαυματουργου Γρηγοριου, και Αθανασιου των αγιων χρησεις, και ανεγνω αυτας.
ΜΑΞ. Φοβηθωμεν δη τον Θεον, και μη θελησωμεν παροργισαι αυτον, επι τη παραγωγη των αιρετικων χρησεων. Ουδεις αγνοει ταυτας ειναι του δυσσεβους Απολιναριου. Ει μεν αλλας εχεις, δειξον· Επει ταυτας προφεροντες, πλειον πειθετε παντας, οτι κατ’ αληθειαν Απολιναριου του δυσσεβους, και των ομοφρονων αυτω κακοδοξιαν ενοσησατε.
Και προφερει ο αυτος επισκοπος Θεοδοσιος, επ’ ονοματι του Χρυσοστομου δυο χρησεις, ας αναγνους ο αββας Μαξιμος εφη·
ΜΑΞ. Αυται Νεστοριου εισι του νοσησαντος επι Χριστου την προσωπικην δυαδα.
Και ευθεως θυμω ζεσας ο επισκοπος ειπε·
ΘΕΟΔ. Κυρι μοναχε, ο Σατανας ελαλησε δια του χαλινου σου.
ΜΑΞ. Μη λυπηθη ο δεσποτης μου προς τον δουλον αυτου.
Και λαβων, ευθεως εδειξεν αυτω τας αυτας φωνας ουσας Νεστοριου, και εν ποιοις λογοις αυτου κειμενας.
ΘΕΟΔ. Ο Θεος οιδεν, αδελφε, τας χρησεις ταυτας ο πατριαρχης μοι εδωκε· πλην ιδου, τας μεν Απολιναριου ειπας· τας δε, Νεστοριου.
Και παραγαγων την του αγιου Κυριλλου χρησιν την λεγουσαν· Μιαν τε και συγγενη, και δι’ αμφοιν επιδεικνυς ενεργειαν,(=0149=) ειπε·
ΘΕΟΔ. Τι προς ταυτα λεγεις;
ΜΑΞ. Εισι τινες δειξαντες αυτην κατ’ αληθειαν κατα προσθηκην τεθεισαν εν τη ερμηνεια του Ευαγγελιου, τη γενομενη εκ (≡15Γ_032≡> του αγιου τουτου Πατρος, υπο Τιμοθεου του Ελουρου. Εστω δε καθ’ υμας αυτου. Εξετασωμεν τοινυν την διανοιαν των πατρικων φωνων, και γνωσομεθα την αληθειαν.
ΘΕΟΔ. Τουτο ου συγχωρω γενεσθαι· απλας γαρ τας φωνας αναγκην εχεις δεξασθαι.
[ΜΑΞ. Ειπε μοι την διαφοραν, ικεσιος γενομενος, των απλων φωνων προς τας ποικιλας.
ΘΕΟΔ. Ινα ως εστι την φωνην δεξη, και μη ερευνησης την διανοιαν αυτης.]
ΜΑΞ. Προφανως καινους και ξενους της Εκκλησιας και περι των φωνων εισαγετε θεσμους. Ει καθ’ υμας ου δει ερευναν τας φωνας των Γραφων και των Πατερων, εκβαλλομεν πασαν την Γραφην την Παλαιαν και την Καινην. Ηκουσαμεν γαρ λεγοντος του Δαβιδ· Μακαριοι οι εξερευνωντες τα μαρτυρια αυτου, εν ολη καρδια εκζητησουσιν αυτον· ως μηδενος χωρις ερευνης δυναμενου εκζητησαι τον Θεον. Και παλιν· Συνετισον με, και εξερευνησω τον νομον σου, και φυλαξω αυτον εν ολη καρδια μου· ως της ερευνης αγουσης επι την γνωσιν του νομου, και της γνωσεως ποθω πειθουσης τους αξιους εν καρδια αυτων φυλαξαι, δια της πληρωσεως των εν αυτω κειμενων αγιων εντολων. Και παλιν· Θαυμαστα τα μαρτυρια σου, δια τουτο εξηρευνησεν αυτα η ψυχη μου. Τι δε παραβολας και αινιγματα και σκοτεινους λογους ερευναν ημας βουλεται ο παροιμιακος λογος; Τι δε ο Κυριος εν παραβολαις λαλων βουλεται νοειν τους μαθητας, διδασκων των παραβολων την διανοιαν; Τι δε προστασσων, Ερευνατε τας Γραφας, ως μαρτυρουσας περι αυτου; Τι δε ο των αποστολων κορυφαιος Πετρος διδασκειν βουλεται, Περι ης σωτηριας εξεζητησαν, και εξηρευνησαν προφηται, λεγων; Τι δε Παυλος ο θειος αποστολος, λεγων· Ει κεκαλυμμενον εστι το Ευαγγελιον, αλλ’ εν τοις απολλυμενοις, ων ο Θεος (≡15Γ_034≡> του αιωνος τουτου ετυφλωσε τους οφθαλμους της διανοιας αυτων, εις το μη διαυγασαι αυτοις τον φωτισμον της γνωσεως του Χριστου; Ως εοικεν, εξομοιωθηναι ημας βουλεσθε τοις Ιουδαιοις, οιτινες απλαις ταις φωναις, ως λεγετε, τουτεστι μονω τω γραμματι ωσπερ τινι φορυτω εγχωσαντες τον νουν, εξεπεσαν της αληθειας, το καλυμμα εχοντες εν ταις καρδιαις αυτων, του μη νοησαι το κυριον Πνευμα, το εγκεκρυμμενον τω γραμματι, περι ου φησι· Το μεν γραμμα αποκτενει· το δε πνευμα ζωοποιει. Πληροφορηθη ο δεσποτης μου, οτι εγω ουκ ανεχομαι δεξασθαι φωνην χωρις της εγκειμενης αυτη διανοιας, ινα μη γενωμαι προφανης Ιουδαιος.

ΙΔ’.
ΘΕΟΔ. Τουτο δε ακουσας Θεοδοσιος, ειπεν· Μιαν ενεργειαν του Χριστου υποστατικην οφειλομεν λεγειν.
ΜΑΞ. Σκοπησωμεν το τικτομενον εκ τουτου κακον, και φυγωμεν την ξενην ταυτην φωνην· μονων γαρ αιρετικων πολυθεουντων εστιν. Ει γαρ υποστατικην λεγομεν του Χριστου την μιαν ενεργειαν, ου (=0152=) συμβαινει δε κατα την υποστασιν τω Πατρι και Πνευματι ο Υιος, δηλον οτι ουτε κατα την υποστατικην ενεργειαν· αναγκαζομεθα δε ωσπερ τω Υιω, ουτω και τω Πατρι και τω Πνευματι υποστατικας ενεργειας απονειμαι· και καθ’ υμας, τεσσαρας ενεργειας εξει μακαρια Θεοτης· τρεις αφοριστικας των εν οις εστι προσωπων, και μιαν κοινην σημαντικην της κατα φυσιν των τριων υποστασεων κοινοτητος· και κατα τους Πατερας, ειπερ αυτων δεχομεθα την διδασκαλιαν, τετραθειαν νοσησομεν. Φυσικην γαρ, αλλ’ ουχ υποστατικην πασαν ειναι διαγορευουσιν ενεργειαν. Και ει τουτο εστιν αληθως, ως ουν και εστι, τεσσαρας φυσεις, τεσσαρας θεους, διαφεροντας αλληλων υποστασει τε και φυσει δειχθησομεθα λεγοντες. Πλην, τις ειδεν η εθεωρησεν ιδιαζουσαν ενεργειαν οιανδηποτε των υπο το ειδος φυσει αγομενων, και υπο τον κοινον ορισμον του ειδους φυσει ταττομενων; Ουδεποτε (≡15Γ_036≡> γαρ γινεται το φυσει κοινον, ενος και μονου τινος ιδιον. Τα γαρ υποστατικα σημαντρα, οιον, γρυποτης, η σιμοτης η γλαυκοτης, η ψεδνοτης, και οσα τοιαυτα, αφοριστικα εισι συμβεβηκοτα των αριθμω αλληλων διαφεροντων. Πας γαρ ανθρωπος, ως τι την φυσιν ων, αλλ’ ουχ ως τις την υποστασιν, ενεργειν πεφυκε, κατα τε τον ιδιαιτατα και κοινως νοουμενον τε και λεγομενον κατηγορικον λογον, οιον το ζωον, το λογικον, το θνητον, οπερ εστι του καθ’ ημας γενικου λογου. Παντες γαρ της αυτης μετεχομεν ζωης, της αυτης λογικοτητος, και της αυτης ροης και απορροης, και του καθεζεσθαι και ιστασθαι, και λαλειν και σιγαν, και οραν και ακουειν και απτεσθαι· απερ εισι του κοινου εφ’ ημων νοουμενου λογου. Ου δει ουν καινοτομειν φωνας μη εχουσας ισχυν η Γραφικην, η Πατρικην, η φυσικην· αλλα ξενην, και διαστροφαις ανθρωπων εξηυρημενην. Πλην δειξον μοι ταυτην κειμενην εν οιωδηποτε Πατρι, και παλιν τον νουν του ταυτην ειρηκοτος επιζητουμεν.

ΙΕ’.
ΘΕΟΔ. Τι ουν; Ου δει παντελως επι Χριστου λεγειν μιαν ενεργειαν;
ΜΑΞ. Κατα την αγιαν Γραφην και τους αγιους Πατερας ουδεν τοιουτον λεγειν παρελαβομεν, αλλ' ωσπερ δυο φυσεις τον Χριστον τας εξ ων εστιν, οΰτω και τας φυσικας αυτου θελησεις και ενεργειας καταλληλως αυτω, ομου τε φυσει Θεω και ανθρωπω οντι τω αυτω πιστευειν και ομολογειν επετραπημεν.
ΘΕΟΔ. Οντως, δεσποτα, και ημεις ομολογουμεν και τας φυσεις και διαφορους ενεργειας, τουτεστι θειαν τε και ανθρωπινην, και θελητικην αυτου την θεοτητα, και θελητικην αυτου την ανθρωποτητα, επειδη ουκ ανευ θελησεως ην η ψυχη αυτου. Δυο δε ου λεγομεν, ινα μη μαχομενον αυτον αυτω εισαγαγωμεν.
ΜΑΞ. Τι ουν; δυο φυσεις λεγοντες, μαχομενας αυτας εισαγετε δια τον αριθμον;
(≡15Γ_038≡> ΘΕΟΔ. Ου.
ΜΑΞ. Τι ουν; φυσεσιν επιφημηζομενος ο αριθμος ου διαι¬ρει αλλ' επι θελησεων και ενεργειων λεγομενος, διαιρεσεως εχει δυναμιν;
ΘΕΟΔ. Παντως και οι Πατερες επι θελησεων και ενεργειων ουκ ειπον, φευγοντες την διαιρεσιν, αλλ' αλλην και αλλην, και θειαν και ανθρωπινην, και διπλην και διττην, και ως ειπαν λεγω, και ως ειρηκασι λεγω.

ΙS’.
ΜΑΞ. Δια τον Κυριον, εαν τις σοι ειπη, Αλλην και αλλην, ποσας νοεις; η θειαν και ανθρωπινην, ποσας νοεις; η διπλην και διττην, ποσας νοεις;
ΘΕΟΔ. Οιδα πως νοω, δυο δε ου λεγω.
Τοτε στραφεις ο αββας Μαξιμος προς τους αρχοντας, ειπε·
ΜΑΞ. Δια τον Κυριον, εαν ακουσητε μιαν και μιαν, η αλλην και αλλην, η δις δυο, η δις πεντε, τι νοουντες τοις λεγουσιν αποκρινεσθε;
Και ειπαν Επειδη ωρκισας ημας, το μιαν και μιαν, δυο νο¬ουμεν και αλλην και αλλην, δυο νοουμεν και δις δυο, τεσσαρα νοουμεν. Ομοιως και δις πεντε, δεκα νοουμεν.
Και ωσπερ αιδεσθεις Θεοδοσιος την αποκρισιν εκεινων, ειπε·
ΘΕΟΔ. Το μη ειρημενον τοις Πατρασιν, ου λεγω.
Και λαβων ευθεως ο αββας Μαξιμος την βιβλον των πε¬πραγμενων της αγιας αποστολικης συνοδου, εδειξε τους αγιους Πατερας τας δυο θελησεις και ενεργειας του Σωτηρος ημων και Θεου Ιησου Χριστου διαρρηδην λεγοντας, ην λαβων βιβλον των πεπραγμενων εξ αυτου Θεοδοσιος ο υπατος, ανεγνω και αυτος πασας τας χρησεις των Πατερων. Και τοτε αποκριθεις Θεοδο¬σιος επισκοπος ειπεν·
ΘΕΟΔ. Ο Θεος οιδεν, ει μη προσωπικως τα αναθεματα εθηκεν η συνοδος αυτη, πλειον παντος ανθρωπου εδεχομην αυτην αλλ’ ινα μη χρονοτριβωμεν ενταυθα, ει τι ειπαν οι Πατερες, λεγω, και εγγραφως ευθεως ποιω, δυο φυσεις, και δυο θεληματα, (≡15Γ_040≡> και δυο ενεργειας· και εισελθε μεθ' ημων κοινωνησων, και γενεσθω ενωσις.

ΙΖ'.
ΜΑΞ. Δεσποτα, εγω ου τολμω δεξασθαι συγκαταθεσιν παρ' υμων εγγραφον περι τοιουτου πραγματος, ψιλος υπαρ¬χων μοναχος· αλλ’ εαν κατενυξεν υμας ο Θεος, τας των αγιων Πατερων δεξασθαι φωνας, καθως απαιτει ο κανων, προς τον Ρωμης περι τουτου εγγραφως αποστειλατε, ηγουν ο βασιλευς και ο πατριαρχης και η κατ' αυτον συνοδος. Εγω γαρ ουδε του¬των γινομενων κοινωνω, αναφερομενων των αναθεματισθεντων επι της αγιας αναφορας. Φοβουμαι γαρ το κατακριμα του αναθεματος.
ΘΕΟΔ. Ο Θεος οιδεν, ου καταγινωσκω σου φοβουμενου, αλλ’ ουτε αλλος τις. Αλλα δος ημιν βουλην δια τον Κυριον, εαν εστι τουτο δυνατον γενεσθαι.
ΜΑΞ. Ποιαν βουλην εχω υμιν περι τουτου δουναι; Υπαγε¬τε, ψηλαφησατε εαν τι τοιουτον γεγονε ποτε, και μετα θανατον απελυθη τις του περι την πιστιν εγκληματος και του εξενεχθεντος κατ' αυτου κατακριματος, και καταδεξηται ο βασιλευς και ο πατριαρχης μιμησασθαι του Θεου την συγκαταβασιν, και ποιησωσιν, ο μεν κελευσιν παρακλητικην, ο δε συνοδικην δεησιν προς τον παπαν Ρωμης, και παντως, ειπερ ευρεθειη τροπος εκκλησιαστικος τουτο επιτρεπων δια την ορθην ομολογιαν της πι¬στεως, συμβιβαζεται υμιν περι τουτου.

ΙΗ'.
ΘΕΟΔ. Τουτο παντως γινεται· αλλα δος μοι λογον, οτι, εαν εμε πεμπωσιν, ερχη μετ' εμου.
ΜΑΞ. Δεσποτα, συμφερει σοι τον συνδουλον μου τον εν Μεσημβρια λαβειν μεθ' εαυτου, ειπερ εμε· εκεινος γαρ και την γλωσσαν οιδε, και αιδουνται αυτον αξιως, τοσουτους χρονους κολαζομενον, δια τε τον Θεον και την κρατουσαν ορθην πιστιν εν τω κατ' αυτους θρονω.
ΘΕΟΔ. Αψιμαχιας διαφορους προς αλληλους εχομεν, και ουχ ηδεως εχω μετ' εκεινου απελθειν.
ΜΑΞ. Δεσποτα, επαν εδοξε τουτο γενεθαι, εκβασις γενηται των δοξαντων, και οπου βουλεσθε, ακολουθω υμιν.
(≡15Γ_042≡> Και επι τουτω ανεστησαν παντες μετα χαρας και δακρυων, και εβαλον μετανοιαν, και ευχη εγενετο, και εκαστος αυτων τα αγια Ευαγγελια και τον τιμιον σταυρον και την εικονα του Θεου και Σωτηρος ημων Ιησου Χριστου και της Δεσποινης ημων, της αυτον τεκουσης παναγιας Θεοτοκου ησπασαντο, τεθεικοτες και τας ιδιας χειρας επι βεβαιωσει των λαληθεντων.

ΙΘ'.
Ειτα μικρον ομιλησαντες προς αλληλους περι του κατα Θεον βιου και της θειων εντολων τηρησεως, στραφεις Θε¬οδοσιος ο επισκοπος προς τον αββαν Μαξιμον, ειπεν·
ΘΕΟΔ. Ιδου παντα διαλελυται τα σκανδαλα, και γεγονεν ειρηνη δια του Θεου και γενησεται· αλλα δια τον Κυριον, μη κρυψης με· ου λεγεις καθ' οιονδηποτε τροπον μιαν θελησιν και μιαν ενεργειαν επι Χριστου;
ΜΑΞ. Ουκ ενδεχεται με τουτο ειπειν ποτε. Και λεγω την αιτιαν· επειδη ξενη εστιν η φωνη τοις αγιοις Πατρασι, δυο φυσε¬ων μιαν λεγειν θελησιν και ενεργειαν. Ειτα δε, δια παντος τρο¬που ο τουτο λεγων, ευρισκει ευθυβολως υπαντωσαν αυτω την ατοπιαν. Εαν γαρ ειπω φυσικην, φοβουμαι την συγχυσιν εαν ειπω υποστατικην, διαιρω του Πατρος και του Πνευματος τον Υιον, και τρεις θελησεις εισαγων φανησομαι, μη συμβαινουσας αλληλαις, ωσπερ και τας υποστασεις· εαν ειπω την ως ενος μιαν θελησιν και ενεργειαν, αναγκαζομαι και την ως ενος του Πα¬τρος, και την ως ενος του Πνευματος ειπειν, καν μη θελω, θελη¬σιν και ενεργειαν, και ευρεθησεται εις πολυθειαν εκπιπτων ο λο¬γος• εαν ειπω σχετικην, την Νεστοριου εισαγω προσωπικην διαιρεσιν εαν ειπω παρα φυσιν, φθειρω την υπαρξιν του θελοντος· φθορα γαρ τη φυσει, το παρα φυσιν εστι, καθως οι Πατερες ειρηκασι.

Κ'.
ΘΕΟΔ. Μιαν δια την ενωσιν του Σωτηρος ημων θελη¬σιν, παντη τε και παντως οφειλομεν λεγειν, καθαπερ Σεργιος και Πυρρος, ως οιμαι, καλως νενοηκοτες γεγραφασι.
ΜΑΞ. Ει κελευεις, δεσποτα, δεξαι μου περι τουτου δυο (≡15Γ_044≡> ρηματα. Ει δια την ενωσιν μια του Θεου και Σωτηρος ημων, καθαπερ Σεργιος και Πυρρος και Παυλος γεγραφασι, γεγονε θελησις, ετεροθελης κατ' αυτους εσται ο Υιος τω Πατρι, δια την φυσιν, αλλ’ ου δια την ενωσιν, μιαν κατα τον Υιον εχοντι θελησιν, ειπερ ου ταυτον εστιν ενωσις και φυσις. Ει δια την ενωσιν μια κατ' αυτους του Σωτηρος ημων γεγονε θελησις, αιτιαν αυτης εξει παντως την ενωσιν, αλλ’ ουδετεραν των εξ ων εστι φυσιν, και σχεσεως κατ' αυτους εσται προδηλως η θελησις, αλλ’ ου φυ¬σεως· σχεσιν γαρ, αλλ’ ου φυσιν ο της αληθειας την ενωσιν επισταται λογος. Ει δια την ενωσιν, ως εφασαν, μια του Σωτηρος ημων γεγενηται θελησις, ποια θελησει φασιν αυτην γεγενησθαι την ενωσιν; Ου γαρ δηπου τη δι' αυτην γενομενη φαιεν αν αληθειας φροντιζοντες και το παραλογον φευγοντες. Ει δια την ενω¬σιν μια του Σωτηρος γεγενηται θελησις, δηλον οτι προ της ενω¬σεως η πολυθελης ην η παντελως αθελης. Και ει μεν πολυθελης ην, μειωσιν των πολλων, προς μιαν σταλεις, υπεμεινε, θελησιν, και τροπης προφανως εδεξατο παθος, την των προσουσων αυτω φυσικως πολλων θελησεων μειωσιν. Ει δε πανταπασιν ην αθελης, κρειττονα της φυσεως απεφηνεν ουσαν την ενωσιν, εξ ης απορισατο θελησιν, ην η φυσις ηπορησε, και παλιν τρεπτος απεφηνε [επεφηνε], το μη τη φυσει προσον αυτω σχεσει κτησαμενος. Ει δια την ενωσιν μια του Σωτηρος ημων καθ' ετερον των εξ ων εστι γεγονε θελησις, προσφατος γεγονε θελησει Θεος, ο αυτος δια την ενωσιν τη φυσει μενων αιδιος και αναρχος ανθρωπος τη θελησει, μενων τη φυσει προσφατος, οπερ αδυνατον, ινα μη λεγω δυσσεβες. Ει δια την ενωσιν μιαν των φυσεων γε¬γονε θελησις, τι δηποτε δια την αυτην αιτιαν μια των φυσεων ου γεγονε φυσις;

ΚΑ'.
Και διακοψας επι τουτοις την του λογου φοραν Θεο¬δοσιος ο επισκοπος, ειπε· (≡15Γ_046≡> ΘΕΟΔ. Τι τοινυν δια την ενωσιν γεγονε, ει μηδεν τουτων γεγενηται δι' αυτην;
ΜΑΞ. Ενσαρκον εδειξεν αψευδως γεγονοτα τον ασαρκον αυτον φυσει Θεον, και τον των ολων δημιουργον, φυσει γενομενον ανθρωπον αριδηλως παρεστησεν, ου τροπη φυσεως η μειω¬σει τινος των της φυσεως, αλλ’ αληθει προσληψει νοερως εψυχωμενης σαρκος, ηγουν ανελλιπους ανθρωποτητος, παντος προ¬πατορικου καθαρας κατα φυσιν εγκληματος. Και τω κατ' επαλλαγην λογω, το θαυμασιον οντως και πασι καταπληκτον, ολον εν τοις ανθρωπινοις Θεον τον αυτον ολοκληρως μενοντα των ιδιων εντος, ολον εν τοις θειοις ανθρωπον, ολοκληρως μενοντα των ιδιων ανεκπτωτον. Περιχωρησις γαρ εις αλληλας των φυσεων και των αυταις προσοντων φυσικων, κατα την των θεηγορων Πατερων ημων διδασκαλιαν, αλλ’ ου μεταχωρησις η μειωσις δια την ενωσιν γεγονεν, οπερ ιδιον εστι των συγχυσιν κακουργως ποιουμενων την ενωσιν, και δια τουτο τοις καινισμοις πολυτροπως εμφυρομενων, και δι' αποριαν του κατ' αυτους λο¬γου σταθηροτητος διωκοντων τους ευσεβεις.

ΚΒ'.
Ων ακουσας Θεοδοσιος ο επισκοπος, εδοξε μετα των λοι¬πων των συν αυτω παραγενομενων, το λεχθεν αποδεχεσθαι. Και παλιν ο αυτος επισκοπος προς τον αββαν Μαξιμον φησιν·
ΘΕΟΔ. Ποιησον αγαπην· Τι εστιν οπερ ειπας ημιν, οτι ουδεις ως τις την υποστασιν, αλλ’ ως τι την φυσιν ενεργει; Προιεται γαρ μοι νοησαντι το λεχθεν.
ΜΑΞ. Ουδεις ως τις την υποστασιν ενεργει, αλλ’ ως τι την φυσιν, οιον Πετρος και Παυλος ενεργουσιν αλλ’ ου Πετρικως και Παυλικως, αλλ’ ανθρωπικως· αμφω γαρ ανθρωποι φυσι¬κως κατα τον κοινον και οριστικον της φυσεως λογον, αλλα ουχ υποστατικως κατα τον ιδιως ποιον. Ωσαυτως Μιχαηλ και Γαβριηλ (≡15Γ_048≡> ενεργουσιν, αλλ’ ουχι Μιχαηλικως και Γαβριηλικως, αλλα αγγελικως· αμφω γαρ αγγελοι. Και ουτως επι πασης φυσε¬ως, πολλων τω αριθμω κατηγορουμενης, κοινην αλλ’ ουχι μονην την ενεργειαν θεωρουμεν. Ουκουν ο λεγων υποστατικην ενεργειαν, αυτην την φυσιν μιαν ουσαν, απειρον ταις ενεργειαις εισαγει γεγενημενην, και κατα το πληθος των υπ' αυτην αγομε¬νων ατομων εαυτης διαφερουσαν, οπερ, ει δεξομεθα καλως εχειν, παση φυσει τον επ' αυτη του πως ειναι λογον συνδιαφθειρομεν.

ΚΓ'.
Και τουτων ειρημενων, εν τω ασπαζεσθαι αλληλους, ειπε Θεοδοσιος ο υπατος·
ΘΕΟΔ. Ιδου γεγονε τα παντα καλως· αρα καταδεχεται ο βασιλευς παρακλητικην ποιησαι κελευσιν;
ΜΑΞ. Παντως ποιει, εαν θελη μιμητης ειναι του Θεου και συνταπεινωθηναι αυτω δια την κοινην παντων ημων σωτηριαν, λογιζομενος ως, ειπερ ο φυσει σωζων Θεος ουκ εσωσεν εως εταπεινωθη θελων, πως ο φυσει σωζομενος ανθρωπος η σωθησεται η σωσει μη ταπεινουμενος;
Και ειπε Θεοδοσιος ο υπατος, οτι·
ΘΕΟΔ. Ελπιζω του Θεου σωζοντος μοι την μνημην, τουτον αυτω τον λογον λεγω, και πειθεται.
Και ασπασαμενοι αλληλους επι τουτοις, απηλθον μετ' ειρη¬νης, δεδωκοτος του επισκοπου τω αββα Μαξιμω πεμφθεν αυτω ποσον μικρον και στιχαριν και καμασιν και το μεν στιχαριν ευθεως κατ' αυτην την ωραν Βιζυης ο επισκοπος, εν τω Ρηγιω δε ου το δοθεν αυτω ποσον μονον, αλλα και αλλο ει τι δηποτε εξ ευποιιας ειχε, μετα των λοιπων οικτρων αυτου πραγματων και εσθηματων αφειλαντο.

ΚΔ'.
Μετα δε το απελθειν τους ειρημενους ανδρας, τη ο¬γδοη του Σεπτεμβριου μηνος της παρουσης πεντεκαιδεκατης ινδικτιωνος, εξηλθεν αυθις Παυλος ο υπατος εν Βιζυη προς τον αββαν Μαξιμον, κελευσιν επιφερομενος περιεχουσαν ουτως· (≡15Γ_050≡> Κελευομεν τη ση ενδοξοτητι απελθειν εν Βιζυη και αγαγειν Μαξιμον τον μοναχον μετα πολλης τιμης και κολακειας, δια τε το γηρας και την ασθενειαν και το ειναι αυτον προγονικον ημων και γενομενον αυτοις τιμιον, και θεσθαι τουτον εν τω ευαγει μοναστηριω του αγιου Θεοδωρου, τω διακειμενω πλησιον του Ρηγιου, και ελθειν και μηνυσαι ημιν, και πεμπομεν εκ προσω¬που ημων δυο πατρικιους, οφειλοντας διαλεχθηναι τα παρασταντα ημιν, φιλουντας ημας ψυχικως και φιλουμενους παρ' ημων· και ελθειν και αναγγειλαι ημιν την παρουσιαν αυτου.
Αγαγων ουν ο αυτος υπατος και θεις εν τω προειρημενω μοναστηριω, απηλθε αναγγειλαι.

ΚΕ'.
Και τη εξης ημερα εξερχονται προς αυτον Επιφανιος και Τρωϊλος οι πατρικιοι μετα πολλης περιβολης και φαντασιας, και Θεοδοσιος ο επισκοπος, και ανερχονται προς αυτον εν τω κατηχουμενιω της εκκλησιας της αυτης μονης, και του συνηθους ασπασμου γενομενου, εκαθισαν, βιασαμενοι και αυτον καθισαι και απαρξαμενος του προς αυτον λογου Τρωϊλος, ειπεν·
ΤΡΩ. Ο δεσποτης ημων εκελευσεν ημας προς σε γενεσθαι, και λαλησαι υμιν τα δοξαντα τω αυτου θεοστηρικτω κρατει. Αλλ' ειπε ημιν πρωτον, ποιεις την κελευσιν του βασιλεως, η ου ποιεις;
ΜΑΞ. Μαξιμος ειπε· Δεσποτα, ακουσω τι εκελευσε το ευσεβες αυτου κρατος, και δεοντως αποκρινομαι· επει προς το αγνοουμενον, ποιαν εχω αποκρισιν δουναι;
ΤΡΩ. Τρωϊλος επεμενε λεγων· Ουκ ενδεχεται οτι λεγομεν τι ποτε, εαν μη πρωτον ειπης ει ποιεις, η ου ποιεις την κελευσιν του βασιλεως.
Και ως οιδεν αυτους ενισταμενους και επι τη αναβολη αυτου πικροτερον βλεποντας, και τραχυτερον αποκριναμενους μετα (≡15Γ_052≡> παντων των συνοντων αυτοις, και των αξιωματων κοσμοις επηρμενων, αποκριθεις ο αββας Μαξιμος, ειπεν·
ΜΑΞ. Επαν ουκ ανεχεσθε ειπειν τω δουλω υμων τα παρασταντα τω δεσποτη ημων και βασιλει, ιδου λεγω ακουοντος του Θεου και των αγιων αγγελων, και παντων υμων, οτιπερ ει τι δηποτε κελευει μοι περι οιουδηποτε πραγματος τω αιωνι τουτω συγκαταλυομενου και συμφθειρομενου, προθυμως ποιω.
Και ευθεως αναστας Τρωϊλος, ειπεν·
ΤΡΩ. Ευξασθε μοι, εγω υπαγω· ουτος γαρ ουδεν ποιει.
Και πολλου πανυ γενομενου θορυβου και πολλης ταραχης και συγχυσεως, ειπεν αυτοις Θεοδοσιος ο επισκοπος·
ΘΕΟΔ. Ειπατε αυτω την αποκρισιν, και γνωτε τι λεγει· επει το ουτως εξελθειν μηδεν ειρηκοτας και μηδεν ακουσαντας, ουκ εστιν ευλογον.
Τοτε Επιφανιος ο πατρικιος ειπε·
ΕΠΙΦ. Τουτο σοι δηλοι δι' ημων ο βασιλευς, λεγων· Επειδη πασα η Δυσις και οι εν τη Ανατολη διαστρεφοντας εις σε θεωρουσι, και απαντες δια σε στασιαζουσι, μη θελοντες συμβιβασθηναι ημιν δια την πιστιν, κατανυξοι σε ο Θεος κοινωνησαι ημιν επι τω παρ' ημιν εκτεθεντι Τυπω, και εξερχομεθα ημεις δι' εαυτων εις την Χαλκην, και ασπαζομεθα σε και υποτιθεμεθα υμιν την χειρα ημων, και μετα πασης τιμης και δο¬ξης εισαγομεν υμας εις την μεγαλην Εκκλησιαν, και μεθ' εαυτων ιστωμεν εν ω κατα συνηθειαν οι βασιλεις ιστανται, και ποιουμεν αμα την συναξιν, και κοινωνουμεν αμα των αχραντων και ζωοποιων μυστηριων του ζωοποιου σωματος και αιματος του Χριστου, και ανακηρυττομεν σε Πατερα ημων, και γι¬νεται χαρα ου μονον τη φιλοχριστω και βασιλιδι ημων πολει, αλλα και παση τη οικουμενη. Οιδαμεν γαρ ασφαλως, οτι σου κοινωνουντος τω αγιω των ενταυθα θρονω, παντες ενουνται ημιν οι δια σε και την σην διδασκαλιαν αποσχισαντες της κοινω¬νιας ημων.

ΚΣΤ'.
Και στραφεις προς τον επισκοπον ο αββας Μαξι¬μος, μετα δακρυων ειπεν αυτω· (≡15Γ_054≡> ΜΑΞ. Κυριε ο μεγας, ημεραν κρισεως εκδεχομεθα παντες. Οιδας τα τυπωθεντα και δοξαντα επι των αγιων Ευαγγελιων και του ζωοποιου σταυρου και της εικονος του Θεου και Σωτηρος ημων και της αυτον τεκουσης Παναγιας Αειπαρθενου Μητρος.
Και βαλων κατω το προσωπον ο επισκοπος, στυγνοτερα, τη φωνη λεγει προς αυτον·
ΘΕΟΔ. Και τι εχω ποιησαι εγω, επαν ετερον τι παρεστη τω ευσεβεστατω βασιλει;
Και φησι προς αυτον Μαξιμος•
ΜΑΞ. Και δια τι ηψω των αγιων Ευαγγελιων και οι μετα σου, ουκ ουσης εφ' υμιν της των λαληθεντων εκβασεως; Ον¬τως πασα η δυναμις των ουρανων τουτο ου πειθει με ποιησαι. Τι γαρ απολογησομαι, ου λεγω τω Θεω, αλλα τω εμω συνειδοτι, οτι δια δοζαν ανθρωπων, τω κατ' αυτην λογω μηδεμιαν εχου¬σαν υπαρξιν, την σωζουσαν τους στεργοντας αυτην πιστιν εξωμοσαμην;

ΚΖ'.
Και επι τω λογω τουτω ανασταντες, θυμου στρατηγησαντος πασιν αυτοις, τιλμοις και ωθισμοις και σφαιρισμοις παρελυσαν αυτον, απο κεφαλης εως ονυχων κατακλυσαντες αυτον πτυσμασιν, ωνπερ, μεχρις αν επλυνθησαν απερ εβεβλητο ιματια, διεπνεετο ο βρομος. Και αναστας ο επισκοπος ειπεν·
ΘΕΟΔ. Ουτως ουκ εδει γενεσθαι, αλλ’ ακουσαι μονον παρ' αυτου την αποκρισιν και εισελθειν αναγγειλαι τω δεσποτη ημων τω αγαθω. Τα γαρ κανονικα πραγματα, ετερω διοικουνται τρο¬πω.
Και μολις πεισας αυτους ο επισκοπος ησυχασαι, παλιν εκαθισαν, και μυριαις υβρεσι και αραις ανεπινοητοις μωμωσαντες αυτον, μετα θυμου και τραχυτητος ειπεν Επιφανιος·
ΕΠΙΦ. Ειπε, κακεσχατε φαγοπολιε, ως αιρετικους εχων ημας και την πολιν ημων και τον βασιλεα, τουτους ειπας τους λογους; Οντως πλειον σου Χριστιανοι εσμεν και ορθοδοξοι, και (≡15Γ_056≡> τον Κυριον ημων και Θεον ομολογουμεν εχειν και θεϊκην θελησιν και ανθρωπινην θελησιν και νοεραν ψυχην, και οτι πασα νο¬ερα φυσις παντως εχει το θελειν εκ φυσεως και το ενεργειν, επειδη ζωης ιδιον η κινησις και νοος ιδιον η θελησις. Και θελητικον αυτον οιδαμεν, ου θεοτητι μονον, αλλα και ανθρωποτητι. Αλλα και τας δυο θελησεις αυτου και ενεργειας ουκ αρνουμεθα.

ΚΗ'.
Και αποκριθεις ο αββας Μαξιμος, ειπεν·
ΜΑΞ. Εαν ουτω πιστευετε, καθως αι νοεραι φυσεις και η του Θεου Εκκλησια, πως με αναγκαζετε κοινωνησαι επι τω Τυπω, τω μονην τουτων εχοντι αναιρεσιν;
ΕΠΙΦ. Δι' οικονομιαν τουτο γεγονεν, ινα μη βλαβωσιν οι λαοι ταις τοιαυταις λεπτομερεσι φωναις.
Και αποκριθεις ο αββας Μαξιμος, ειπε·
ΜΑΞ. Τουναντιον πας ανθρωπος αγιαζεται δια της ακρι¬βους ομολογιας της πιστεως, ου μην δια της αναιρεσεως της εν τω Τυπω κειμενης.
Και ειπε Τρωϊλος·
ΤΡΩ. Και εν τω παλατιω ειπον σοι, οτι ουκ ανειλεν, αλλα κατασιγασθηναι εκελευσεν, ινα ειρηνευωμεν παντες.
Και αποκριθεις ο αββας Μαξιμος ειπεν·
ΜΑΞ. Η σιγη των λογων, αναιρεσις των λογων εστι. Δια γαρ του προφητου λεγει το Πνευμα το αγιον «Ουκ εισι λαλιαι, ουδε λογοι, ων ουχι ακουονται αι φωναι αυτων». Ουκουν ο μη λαλουμενος λογος, ουδε λογος εστι.
Και ειπε Τρωϊλος·
ΤΡΩ. Εχε εν καρδια σου ως θελεις· ουδεις σε κωλυει.
Ο αββας Μαξιμος ειπεν·
ΜΑΞ. Αλλ' ου περιωρισεν ο Θεος τη καρδια την ολην σωτηριαν, ειπων, «Ο ομολογων με εμπροσθεν των ανθρωπων, (≡15Γ_058≡> ομολογησω αυτον εμπροσθεν του Πατρος μου του εν ουρανοις». Και ο θειος Αποστολος διδασκει, λεγων· «καρδια μεν πιστευε¬ται εις δικαιοσυνην, στοματι δε ομολογειται εις σωτηριαν». Ει ουν ο Θεος και οι του Θεου προφηται και αποστολοι κελευουσιν ομολογεισθαι το μυστηριον φωναις αγιων, το μεγα και φρικτον, και παντος του κοσμου σωτηριον, ουκ εστι χρεια οιωδηποτε τροπω κατασιγασθηναι την τουτο κηρυττουσαν φωνην, ινα μη μειωθη των σιγωντων η σωτηρια.

ΚΘ'.
Και αποκριθεις τραχντατω λογω Επιφανιος, ειπεν·
ΕΠΙΦ. Υπεγραψας εν τω λιβελλω;
Και ειπεν ο αββας Μαξιμος·
ΜΑΞ. Ναι υπεγραψα.
ΕΠΙΦ. Και πως ετολμησας, ειπεν, υπογραψαι και αναθεματισαι τους ομολογουντας και πιστευοντας ως αι νοεραι φυσεις και η καθολικη Εκκλησια; Οντως τη εμη κρισει εισαγομεν σε εις την πολιν, και ιστωμεν εις τον φορον δεδεμενον, και τους μι¬μους και τας μιμαδας και τας προϊσταμενας πορνας και παντα τον λαον φερομεν, ινα εκαστος και εκαστη και ραπιση και εμπτυση το προσωπον σου.
Προς ταυτα αποκριθεις ο αββας Μαξιμος ειπεν·
ΜΑΞ. Ως ειπατε, γενηται, εαν τους ομολογουντας δυο φυ¬σεις εξ ων ο Κυριος εστι, και τας καταλληλας αυτω δυο φυσικας θελησεις και ενεργειας, Θεω φυσει δι' αληθειαν οντι και ανθρωπω, ανεθεματισαμεν. Αναγνωθι, δεσποτα, τα πεπραγμενα και τον λιβελλον, και εαν, ως ειπατε, ευρητε, ποιησατε οπερ βουλεσθε. Εγω γαρ και οι συνδουλοι μου, οσοι υπεγραψαν, τους κατα τον Αρειον και Απολιναριον, μιαν θελησιν και ενεργειαν λεγοντας, ανεθεματισαμεν, και μη ομολογουντας τον Κυριον ημων και Θεον καθ' ετερον των εξ ων, εν οις τε και απερ εστι φυσει νοερον, και δια τουτο κατ' αμφω θελητικον και ενεργητικον της ημων σωτηριας. (≡15Γ_060≡> Και λεγουσιν· Εαν τουτω συνεπαχθωμεν, ου τρωγομεν, ου πιομεν· αλλ' αναστωμεν και αριστησωμεν και εισελθωμεν. Ειπωμεν α ηκουσαμεν. Ουτος γαρ πεπρακεν εαυτον τω Σατανα.
Και ανασταντες ηριστησαν, και εισηλθον μετ' οργης τη πα¬ραμονη της Υψωσεως του τιμιου και ζωοποιου σταυρου.

Λ'.
Και τη εξης εωθεν εξηλθε Θεοδοσιος ο υπατος προς τον προειρημενον αββαν Μαξιμον, και αφειλε παντα οσα ειχεν, ει¬πων αυτω εκ προσωπου του βασιλεως·
ΘΕΟΔ. Οτι ουκ ηθελησας τιμην, και μακρυνθησεται απο σου. Και υπαγε οπου εαυτον αξιον εκρινας ειναι, εχων το κριμα των μαθητων σου, του τε εν Μεσημβρια, και του εν Περβεροις, του γενομενου νοταριου της μακαριας ημων μαμμης. Ησαν δε και οι πατρικιοι, τουτεστι Τρωϊλος και Επιφανιος ειρηκοτες, οτι
ΤΡΩ.-ΕΠΙΦ. Παντως φερομεν και τους δυο μαθητας, τον τε εν Μεσημβρια και τον εν Περβεροις, και δοκιμαζομεν και αυτους, και βλεπομεν και την επ' αυτοις εκβασιν. Πλην, ινα ειδες, κυρι αββα, οτι μικραν ανεσιν εαν λαβωμεν εκ της συγχυσεως των εθνων, αρμοσασθαι υμιν εχομεν, μα την αγιαν Τριαδα, και τον παπαν τον νυν επαιρομενον, και παντας τους εκεισε λαλουντας, και τους λοιπους σου μαθητας, και παντας υμας χωνευομεν εκαστον εν τω επιτηδειω αυτου τοπω, ως εχωνευθη Μαρτινος.
Και λαβων αυτον ο ρηθεις υπατος Θεοδοσιος, παρεδωκεν αυτον στρατιωταις, και ηγαγον αυτον εως Σαλεμβριας.

ΛΑ'.
Και εμειναν εκει δυο ημερας, εως ου απηλθεν εις το φοσσατον ο εις των στρατιωτων, και ειπεν ολω τω στρατω, οτι "Ο μοναχος ο βλασφημων την Θεοτοκον ωδε ερχεται, ινα κινησωσι τον στρατον κατα του ρηθεντος αββα Μαξιμου, ως βλασφημουντος την Θεοτοκον. Και μετα δυο ημερας επανελθων ο στρατιωτης, ελαβεν αυτον εν τω φοσσατω, και κατανυγεις υπο του Θεου ο στρατηγος, ηγουν ο τοποτηρητης του στρατηγου, επεμψεν (≡15Γ_062≡> εγγυς αυτου τους προβεβηκοτας των βανδων, πρεσβυ-τερους τε και διακονους, και τους ευλαβεις σιγνοφυλακας, ους ιδων παραγενομενους ο ρηθεις αββας Μαξιμος, εγερθεις εβαλε μετανοιαν, και αντεβαλον κακεινοι, και εκαθισαν, κελευσαντες και αυτω καθισαι. Και τις πανυ γερων τιμιος ειπε προς αυτον μετα πολλης της ευλαβειας·
Πατερ, επειδη εσκανδαλισαν ημας τινες εις την σην αγιωσυνην, ως ου λεγεις Θεοτοκον την Δεσποιναν ημων την Παναγιαν Παρθενον, ορκιζω σε κατα της αγιας και ομοουσιου και ζωοποιου Τριαδος, ειπειν ημιν την αληθειαν, και αποτριψασθαι των καρδιων ημων τουτο το σκανδαλον, ινα μη βλαπτωμεθα αδικως σκανδαλιζομενοι.
Και βαλων μετανοιαν, ανεστη, και εκτεινας τας χειρας εις τον ουρανον μετα δακρυων ειπεν·
ΜΑΞ. Ο μη λεγων την Δεσποιναν ημων την πανυμνητον και παναγιαν αχραντον, και παση τη φυσει τη νοερα σεπτην, φυσικην αληθως μητερα του Θεου γενομενην, του ποιησαντος τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις, εστω αναθεμα και καταθεμα απο του Πατρος και του Υιου και του αγιου Πνευματος, της ομοουσιου και προσκυνητης Τριαδος, και πασης επουρανιου δυναμεως, και του χορου των αγιων Αποστολων και Προφητων, και του απειρου δημου των μαρτυ¬ρων, και παντος πνευματος εν δικαιοσυνη τετελειωμενου, νυν και αει και εις τους απειρους αιωνας των αιωνων. Αμην.
Και κλαυσαντες ηυξαντο αυτω, λεγοντες·
Ο Θεος ενδυναμωσει σε, πατερ, και αξιωσει σε απροσκοπον τελειωσαι τον δρομον τουτον.
Και τουτων ειρημενων, ηθροισθησαν πολλοι στρατιωται, πολλων καλων κινηθεντων λογων ακροωμενοι, και θεωρησας τις των δομεστικων του στρατηγου, οτι πολυς επισωρευεται στρατος και οικοδομειται και καταγινωσκει των εις αυτον γινο¬μενων, τι υπονοησας ο Θεος οιδεν, επετρεψεν αναρπαστον αυτον γενεσθαι, και βληθηναι απο δυο μιλιων του φοσσατου, εως αν την συναξιν ποιησωσι και ελθωσιν οι οφειλοντες απαγαγειν αυτον (≡15Γ_064≡> εν Περβεροις. Πλην οτι θεια αγαπη νικωμενοι οι κληρικοι, επεζευσαν τα δυο μιλια, και ηλθον και ησπασαντο αυτον και ηυξαντο αυτω και, χερσιν ιδιαις βαστασαντες αυτον, εθηκαν επι το κτηνος, και υπεστρεψαν μετ' ειρηνης εις τους τοπους αυτων, και αυτος απηνεχθη εν Περβεροις, εν τη συνεχουση αυτον φρουρα.

ΛΒ'.
Και τουτο δε ιστεον, οτι εν τω Ρηγιω αποτεινομενος Τρωϊλος προς τον αββαν Μαξιμον, ειπεν, ως ο κονσιλαριος Ιω¬αννης εγραψεν αυτω περι συμβασεως προταθεισης αυτοις, και τουτο γενεσθαι τεως, η των σων μαθητων αταξια διεκωλυσε. Οιμαι δε, οτι ουκ εγραψεν ο ειρημενος κονσιλαριος Ιωαννης προς τον Τρωϊλον, αλλα προς Μενναν τον μοναχον, κακεινος ειπε τοις του παλατιου.

ΛΓ'.
Και μετα ταυτα ηγαγον αυτους εν Κωνσταντινουπολει, και εποιησαν κατ' αυτων πραξιν, και μετα το αναθεματισαι και ανασκαψαι αυτους τον εν αγιοις Μαξιμον και τον μακαριον Αναστασιον, τον μαθητην αυτου, τον τε αγιωτατον παπαν Μαρτινον, και τον αγιον Σωφρονιον τον πατριαρχην Ιεροσολυμων, και παντας τους ορθοδοξους και συμφρονας αυτων, ηνεγκαν και τον αλλον μακαριον Αναστασιον, και τοις αυτοις αναθεμασι και υβρεσι χρησαμενοι και επ' αυτον παρεδωκαν τοις αρχουσιν, ειποντες ουτως·
Συ μεν ουν, Αναστασιε, το φαιον της πανδημου των αναθη¬ματων της αρας ενδυσαμενος περιβολαιον, απαλλασσου της κα¬νονικης ακροασεως, προς ην ηρετισω στασιν της γεεννης αποφερομενος, συνουσης ημιν της ευκλεους και παντα συνδιαιτησασης τιμιας τε και ιερας συγκλητου, παραχρημα την μεθ' ημας παραληψομενης κρισιν, και τα τοις πολιτικοις δοκουντα νομοις επι σοι διαπραξομενης, ως αυτοι δοκιμασειεν, των τηλικουτων σου βλασφημιων ενεκα και τυραννιδων. Ψηφος γαρ κατ' αυτων της παρουσης συνοδου, και συνεργεια του παντοδυναμου Χριστου του αληθινου ημων Θεου κανονικως ψηφισαμενης τα δεον¬τα καθ' υμων, Μαξιμε, Αναστασιε και Αναστασιε, επει το λειπον (≡15Γ_066≡> υπηρχε προς τα παρ' υμων λεχθεντα τε δυσσεβως και πραχθεντα, ταις αυστηραις των νομων καθυποβληθηναι ποιναις, ει και αξια ποινη των τοιουτων υμων πλημμεληματων και βλα¬σφημιων ουχ υπεστι, τω δικαιω υμας περι της μειζονος καταλιποντες κριτη, εν τω παροντι βιω και εν τουτω την των νομων κενουντες ακριβειαν, κερδαινοντων υμων το ζην, ψηφηζομεθα υμιν, τον παροντα ημιν πανευφημον επαρχον, αυτικα παραναλαμβανοντα υμας εν τω κατ' αυτον πολυαρχικω πραιτωριω, και νευροις τα μεταφρενα τυπτοντα, Μαξιμον και Αναστασιον και Αναστασιον, το οργανον της υμων Μαξιμου και Αναστασιου και Αναστασιου ακολασιας, τουτεστι την βλασφημον υμων γλωσσαν ενδοθεν εκτεμειν. Ειτα δε, και την διακονησασαν τω βλασφημω υμων λογισμω σκαιοτατην δεξιαν σιδηρω διατεμειν, περιαχθησομενων αμα στερησει των αυτων βδελυκτων μερων, τα δυο και δεκα τμηματα ταυτης της κυριας των πολεων περινοστευσας, αειφυγια τε και φυλακη προς επι τουτοις διηνεκει παραδουναι υμας, προς το μετεπειτα υμας και εις τον απαντα της ζωης υμων χρονον τα οικεια οιμωζειν βλασφημα σφαλματα, της επινοηθεισης καθ' ημων αρας περιτραπεισης τη υμων κεφαλη.
Παραλαβων ουν αυτους ο επαρχος και κολασας, ετεμε τα μελη αυτων, και περιαγαγων ολην την πολιν εξωρισεν αυτους εν Λαζικη.

ΕΞΗΓΗΣΙΣ ΤΗΣ ΚΙΝΗΣΕΩΣ
ΓΕΝΟΜΕΝΗΣ, ΜΕΤΑΞΥ ΤΟΥ ΚΥΡΙΟΥ ΑΒΒΑ ΜΑΞΙΜΟΥ, ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ, ΚΑΙ ΤΩΝ ΑΡΧΟΝΤΩΝ ΕΠΙ ΣΕΚΡΕΤΟΥ

Α’.
(≡15Γ_070≡> Τη ημερα η προσωρμισθησαν ταυτη τη βασιλευουση πολει, ο τε κυριος Μαξιμος, και οι συν αυτω, περι δυσμας ηλιου, ελθοντες δυο μανδατωρες μετα δεκα εκσκουβιτωρων, επηραν αυτους εκ του πλοιου γυμνους, και ανυποδετους· και μερισαντες αυτους απ’ αλληλων, εφυλαξαν εις διαφορα εκσκουβιτα. Και μεθ’ ημερας τινας αναφερουσιν αυτους εν τω παλατιω, και εισαγουσι τον γεροντα, εν ω τοπω συνηχθη η συγκλητος, και πολυς αλλος οχλος· και παριστωσιν αυτον μεσον των αρχοντων καθημενων, και λεγει αυτω ο σακελλαριος μετ’ οργης πολλης και μανιας·
Χριστανος ει;
Και ειπε·
Χαριτι Χριστου του Θεου των ολων, Χριστανος ειμι.
Και λεγει εκεινος·
Ουκ εστιν αληθες.
Απεκριθη ο δουλος του Θεου·
Συ λεγεις. Ουκ ειμι· αλλ’ ο Θεος λεγει ειναι με, και διαμενειν Χριστιανον.
Και πως, φησιν.
Ειπερ (=0112=) Χριστιανος ει, μισεις τον βασιλεα;
Αποκριθεις ο του Θεου δουλος, εφη·
Και ποθεν δηλον; το γαρ μισος ψυχης εστι κεκρυμμενη διαθεσις, ωσπερ ουν και η αγαπη.
(≡15Γ_072≡> Και λεγει αυτω·
Εξ ων εποιησας, πασιν εγενου φανερος, οτι μισεις τον βασιλεα, και την πολιτειαν αυτου· συ γαρ μονος Αιγυπτον και Αλεξανδρειαν και Πενταπολιν και Τριπολιν και Αφρικην Σαρακηνοις παρεδωκας.
Και τις τουτων αποδειξις; εφη.
Και παραφερουσιν Ιωαννην τον γενομενον σακελλαριον Πετρου του γενομενου στρατηγου Νουμηδιας της Αφρικης λεγοντα, Οτι προ εικοσιδυο ετων ο παππος του δεσποτου εκελευσε τω μακαριω Πετρω, λαβειν στρατον, και απελθειν εις Αιγυπτον κατα των Σαρακηνων, και εγραψε σοι ως προς δουλον του Θεου λαλων, πληροφοριαν εχων εις σε ως αγιον ανθρωπον, ει συμβουλευεις αυτω απελθειν. Και αντεγραψας αυτω λεγων, μηδεν τοιουτο ποιησαι, επειδη ουκ ευδοκει ο Θεος επι της βασιλειας Ηρακλειου, και του γενους αυτου, συμπραχθηναι την πολιτειαν των ῾Ρωμαιων.
Λεγει ο δουλος του Θεου· Εαν αληθευη, παντως εχεις και την προς εμε Πετρου, και την εμην προς αυτον επιστολην· παρενεχθωσι, και υποκειμαι ταις δοκουσαις τω νομω ποιναις. Και λεγει· Εγω ουκ εχω επιστολην, αλλ’ ουτε οιδα, ει ολως εγραψε σοι. Αλλ’ εν τω φοσσατω ταυτα κατ’ εκεινον ελαλουν παντες τον καιρον.
Λεγειν προς αυτον ο του Θεου δουλος· Ει το φοσσατον ολον τουτο διελαλει, πως συ μονος τουτο συκοφαντεις με; Εθεωρησας με ποτε, η εγω σε;
Και λεγει· Ουδεποτε.
(≡15Γ_074≡> Τοτε στραφεις προς την συγκλητον ο του Θεου δουλος ειπεν· Ει δικαιον εστι τοιουτους παρακομιζεσθαι κατηγορους, η μαρτυρας, κρινατε· Ω γαρ κριματι κρινετε, κριθησεσθε· και οιω μετρω μετρειτε, μετρηθησεσθε, φησιν ο των ολων Θεος.

Β΄.
Και μετα τουτον φερουσι Σεργιον τον Μαγουδαν, λεγοντα· Προ εννεα ετων ο μακαριος αββας Θωμας ελθων απο ῾Ρωμης ειπε μοι, οτι ο Παππας Θεοδωρος επεμψε με προς τον πατρικιον Γρηγοριον, ινα ειπω αυτω, μη φοβηθηναι τινα. Ο γαρ δουλος του Θεου ο αββας Μαξιμος εθεωρησεν οναρ, οτι κατ’ ουρανους εις ανατολας και δυσμας ησαν δημοι αγγελων· και οι μεν εις ανατολας εκραζον· Κωνσταντινε Αυγουστε, του βιγκας· οι δε εις δυσμας εβοουν· Γρηγοριε Αυγουστε, του βιγκας· και υπερισχυσεν η φωνη των εις δυσμας, την των εις ανατολην φωνην.
Και τοτε κραυγαζει ο σακελλαριος· Επεμψε σε ο Θεος καυθηναι εις την πολιν ταυτην.
Λεγει ο του Θεου δουλος· Ευχαριστω τω Θεω, καθαιροντι με των εκουσιων κακων, δι’ ακουσιου κολασεως· πλην, Ουαι τω κοσμω απο των σκανδαλων. Αναγκη γαρ ελθειν τα σκανδαλα· ουαι δε δι’ ου σκανδαλον ερχεται. Οντως ουκ εδει τοιαυτα λαλεισθαι παρουσια Χριστιανων· ουδε ατιμωρητους μενειν τους τα τοιαυτα πραττοντας προς το αρεσαι ανθρωποις, σημερον ουσι, και αυριον ουκ ουσι. Ταυτα ζωντος Γρηγοριου εδει τουτον ειπειν, (=0113=) και γνωρισαι τω βασιλει την εις αυτον ευνοιαν. Δικαιον δε εστι, ει και υμιν παρισταται, τον προ τουτου συκοφαντην, εκβιασθηναι απελθειν ενεγκαι τον πατρικιον Πετρον, (≡15Γ_076≡> και τουτον τον αββαν Θωμαν, κακεινον τον μακαριον παππαν Θεοδωρον· και τοτε παρουσια παντων, ελεγον τω πατρικιω Πετρω· Ειπε, κυρι ο πατρικιος· εγραψας μοι ποτε περι ων ειπεν ο σακελλαριος σου, η εγω σοι; Και οταν κατεθετο, υπο κολασιν εγενομην. Ομοιως δε και τω μακαριω παππα· Ειπε, δεσποτα, εγω σοι ποτε οναρ αφηγησαμην; Και οταν ηλεγξε με, εκεινου ην το εγκλημα, ουκ εμου του εωρακοτος. Απροαιρετον γαρ πραγμα το οναρ· μονα δε τα προαιρετικα κολαζει ο νομος, ειπερ αυτω εναντιουται.
Τοτε λεγει προς αυτον ο Τρωιλος· Παιζεις, αββα, ουκ οιδας που ει.
Ο δε· Ου παιζω, αλλα πενθω την ζωην μου συντηρηθεισαν μεχρι του νυν, ινα τοιουτων λαβω πειραν φαντασματων.
Λεγει Επιφανιος ο πατρικιος· Ο Θεος γινωσκει, καλως ποιει παιζων αυτα, εαν ουκ εισιν αληθη.
Μεθ’ ον ο σακελλαριος παλιν προς αυτον μετ’ οργης ειπεν· Απλως παντες ψευδονται, και συ μονος αληθευεις;
Και αποκριθεις ειπεν ο του Θεου δουλος, συνδακρυσας τω λογω· Εξουσιαν εχετε συγχωρουντος του Θεου, και ζωωσαι και θανατωσαι· πλην εαν ουτοι αληθευωσι, και ο Σατανας φυσει Θεος εστιν. Ει δε ουκ εστιν, ωσπερ ουν ουδε εστιν, ουδε ουτοι αληθευσαν. Μητε γαρ αξιωθω μετα Χριστιανων θεωρησαι την επιφανειαν του υπερουσιου Θεου, ποιητου τε και δημιουργου, και κτιστου, και προνοητου, και κριτου, και Σωτηρος των ολων, ει ποτε οναρ τοιουτον αφηγησαμην, η αλλου αφηγουμενου ηκουσα, ει μη τη ωρα ταυτη παρα του κυρου Σεργιου του ευνοϊκου της βασιλειας.

Γ΄ .
Ειτα τριτον συκοφαντην προβαλλονται, Θεοδωρον τον (≡15Γ_078≡> υιον Ιωαννου του Κανδιδατου λεγομενου, τον επικλην Χιλα, τον νυν γαμβρον του κυρου Πλατωνος του πατρικιου, λεγοντα· Οτι συντυχιας μεταξυ ημων εν Ρωμη γενομενης περι του βασιλεως, διεσυρε το λαλουμενον, βυτια ποιων και λαιβια.
Προς ον ειπεν ο του Θεου δουλος· Ουδεποτε διελεχθην σοι, ει μη απαξ μετα του οσιωτατου πρεσβυτερου κυρου Θεοχαριστου, του αδελφου του εξαρχου, δια τον πριμικηριον, προτραπεις δια γραμματων περι τουτου. Και εαν ευρεθω ψευδομενος, απολαυω.

Δ΄.
Και μετα τουτον, τεταρτον αγουσι Γρηγοριον τον υιον Φωτεινου, λεγοντα, οτι Απηλθον εις το κελλιον του αββα Μαξιμου εν ῾Ρωμη, καμου ειποντος, οτι και ιερευς εστιν ο βασιλευς, ειπεν ο αββας Αναστασιος ο μαθητης αυτου· Μη αξιωθη ειναι ιερευς.
Ευθεως λεγει προς αυτον ο του Θεου δουλος· Φοβηθητι τον Θεον, κυρι Γρηγοριε, ουδεν παντελως εν τη περι τουτων διαλεξει λελακηκεν ο συνδουλος μου. Και (=0116=) ριπτει εαυτον εις την γην, λεγων τη συγκλητω· Ανασχεσθε του δουλου υμων, και παντα λεγω ως ελαληθη, και ελεγξει με εαν ψευσομαι. Ο κυριος μου ειναι Γρηγοριος ελθων εις ῾Ρωμην, ηξιωσεν ελθειν εις το κελλιον του δουλου υμων· ον θεωρησας, ως εθος μοι εστιν, ερριψα εμαυτον εις την γην, και προσεκυνησα αυτω· και ησπασαμην αυτον, και ειπον αυτω μετα το καθισαι· Τις η αιτια της ποθητης παρουσιας του δεσποτου μου; Και ειπεν· Ο αγαθος και θεοστηρικτος ημων δεσποτης, φροντιζων της ειρηνης των αγιων του Θεου Εκκλησιων, εποιησε κελευσιν προς τον θεοτιμητον παππαν, πεμψας και (≡15Γ_080≡> προσφοραν εις τον αγιον Πετρον, προτρεπομενος αυτον ενωθηναι τω προεδρω Κωνσταντινουπολεως· απερ πεμφθηναι δια της εμης μετριοτητος κατηξιωσε το ευσεβες αυτου κρατος. Και ειπον· Δοξα Θεω τω ποιησαντι σε αξιον της τοιαυτης διακονιας. Πλην, επι ποιω τροπω γενεσθαι την ενωσιν η αυτου θεοστεφης εκελευσε γαληνοτης; Παλιν ειπε· Ειπερ οιδας. Και ειπας· Επι τω Τυπω. Και εφην· Αδυνατον, ως οιμαι, τουτο καθεστηκεν· ου γαρ ανεχονται οι ῾Ρωμαιοι συναναιρεθηναι ταις των ακαθαρτων αιρετικων φωναις, τας των αγιων Πατερων φωτοφορους φωνας· η τω ψευδει συναποσβεσθηναι την αληθειαν· η τω σκοτει συναφανισθηναι το φως. Ουδεν γαρ ημιν εσται το προσκυνουμενον, ει γενηται των θεοδιδακτων λογων αναιρεσις. Και ειπας· Ουκ αναιρεσιν των ιερων τυπος ποιειται φωνων, αλλα σιωπην, ινα την ειρηνην οικονομησωμεν. Και ειπον· Εστι παρα τη θεια Γραφη σιωπη και αναιρεσις. Ο Θεος γαρ ειπε δια του Δαβιδ· Ουκ εισι λαλιαι, ουδε λογοι, ων ουκ ακουονται αι φωναι αυτων. Ουκουν ει μη λαλουνται και ακουονται οι περι Θεου λογοι, ουδε ολως εισι κατα την γραφην. Και ειπας· Μη βαλης με εις υλας· εγω αρκουμαι τω αγιω συμβολω. (≡15Γ_082≡> Και πως δυνασαι τω αγιω αρκεισθαι συμβολω, εφην, δεχομενος τον τυπον; - Και τι βλαπτει το δεχεσθαι τον τυπον, και λεγειν το συμβολον; εφης. Λεγω· Οτι προφανως αναιρει το συμβολον ο τυπος. Και ειπας· Δια τον Κυριον, πως; -Ειπε μοι, εφην, το συμβολον, και γνωθι πως αναιρειται υπο του τυπου. Και ηρξω του λεγειν· Πιστευω εις ενα Θεον Πατερα παντοκρατορα, ποιητην ουρανου και γης· ορατων τε παντων και αορατων. Επισχε, ειπον, μικρον, και μαθε πως η των εν Νικαια πιστις ηρνηται. Ποιητης γαρ ουκ αν ειη Θεος, θελησεως και ενεργειας φυσικης εστερημενος, ειπερ θελησας, αλλ’ ουκ αναγκασθεις εποιησε τον ουρανον και την γην, ειπερ αληθευει εν Πνευματι Δαβιδ· Παντα οσα ηθελησεν ο Κυριος, εποιησεν εν τω ουρανω και εν τη γη· εν ταις θαλασσαις, και εν πασαις ταις αβυσσοις. Ει δε οικονομιας χαριν συναναιρειται τη κακοπιστια η σωτηριος πιστις, χωρισμος Θεου παντελης, αλλ’ ουχ ενωσις Θεου εστι το τοιουτον ειδος της λεγομενης οικονομιας. Και γαρ αυριον οι δυσωνυμοι Ιουδαιοι λεγουσιν· Οικονομησωμεν την προς αλληλους ειρηνην, (=0117=) και ενωθωμεν, και περιελωμεν ημεις μεν την περιτομην, και υμεις το βαπτισμα, και μηκετι αλληλους πολεμησωμεν. Τουτο Αρειανοι ποτε προετειναν εγγραφως επι του μεγαλου Κωνσταντινου, λεγοντες· Περιελωμεν το Ομοουσιον και το ετεροουσιον, και ενωθωσιν αι Εκκλησιαι. Και (≡15Γ_084≡> ου κατεδεξαντο οι θεοφοροι Πατερες ημων· αλλ’ ειλκοντο μαλλον διωκεσθαι και αποθανειν, η σιωπησαι φωνην παραστατικην της μιας του Πατρος και του Υιου και του αγιου Πνευματος υπερουσιου θεοτητος. Και ταυτα συνεπιτιθεμενου τοις τα τοιαυτα προτεινουσι του μεγαλου Κωνσταντινου, καθως πολλοις ιστορηται τοις φιλοπονως τα τοτε γενομενα γραψασι. Και ουδεις των βασιλεων ηδυνηθη μεσαις φωναις πεισαι τους θεηγορους πατερας συμβιβασθηναι τοις επι αυτων αιρετιζουσιν· αλλα ταις τραναις και κυριαις, και καταλληλοις τω ζητουμενω δογματι εκεχρηντο, λεγοντες προφανως, οτι Ιερεων εστι το ζητειν, και οριζεσθαι περι των σωτηριων δογματων της καθολικης Εκκλησιας. Και ειπας· Τι ουν; ουκ εστι πας βασιλευς Χριστιανος και ιερευς; Και ειπον· Ουκ εστιν· ουδε γαρ παρισταται θυσιαστηριω, και μετα τον αγιασμον του αρτου υψοι αυτον, λεγων· Τα αγια τοις αγιοις. Ουτε βαπτιζει, ουτε μυρου τελετην επιτελει, ουτε χειροθετει, και ποιει επισκοπους και πρεσβυτερους και διακονους· ουτε χριει ναους, ουτε τα συμβολα της ιερωσυνης επιφερεται, ωμοφοριον και το Ευαγγελιον, ωσπερ της βασιλειας, τον τε στεφανον και την αλουργιδα. Και πως η Γραφη βασιλεα και ιερεα λεγει ειναι τον Μελχισεδεκ; εφης. Και ειπον· Ενος του φυσει βασιλεως Θεου των ολων γενομενου φυσει δια την ημων σωτηριαν αρχιερεως, εις υπηρχε τυπος ο Μελχισεδεκ. Ως δε γε κατα την ταξιν Μελχισεδεκ ετερον ειναι λεγεις βασιλεα και ιερεα, και τα λοιπα τολμησον ειπειν, το, απατωρ, αμητωρ, αγενεαλογητον, (≡15Γ_086≡> μητε αρχην ημερων, μητε τελος ζωης εχοντα. Και σκοπει το εκ τουτου αναφυομενον κακον· αλλος γαρ ευρεθησεται Θεος ο τοιουτος ενανθρωπησας, κατα την ταξιν Μελχισεδεκ, αλλ’ ου κατα την ταξιν Ααρων την ημων ιερουργων σωτηριαν.

Ε´.
Πλην, τι θελομεν δια πολλων ελθειν; Εις την αγιαν αναφοραν επι της αγιας τραπεζης, μετα τους αρχιερεας και διακονους, και παντος ιερατικου ταγματος, μετα των λαϊκων οι βασιλεις μνημονευονται, λεγοντος του διακονου· Και των εν πιστει κεκοιμημενων λαϊκων, Κωνσταντινου, Κωνσταντος, και τους λοιπους. Ουτω δε και των ζωντων μνημονευει βασιλεων, μετα τους ιερωμενους παντας.
Ταυτα αυτου λεγοντος, κραζει ο Μηνας· Ταυτα λεγων εσχισας την Εκκλησιαν.
Και λεγει προς αυτον· Ει ο λεγων τα των αγιων Γραφων, και τα των αγιων Πατερων σχιζει την Εκκλησιαν, ο αναιρων τα των αγιων δογματα, τι δειχθησεται τη Εκκλησια ποιων, ων χωρις, ουδε αυτο τουτο, Εκκλησιαν ειναι δυνατον;
Και στραφεις ο σακελλαριος, ειπε τοις (=0120=) ανθρωποις του εξαρχου μετα κραυγης· Ειπατε τω εξαρχω· Τοιουτον ανθρωπον ωφειλες εασαι ζην οπου αρχεις;
Και λαβοντες αυτον εξω, εισαγουσι τον μαθητην, και απαιτουντες αυτον κατειπειν του επιστατου, ως θλιψαντος Πυρρον, απεκρινατο ηρεμαια τη φωνη τα της αληθειας, οτι ουδεις ετιμησε Πυρρον ως ετιμησε· και κελευεται κραξαι.
Και επειπερ ου κατεδεξατο της πρεπουσης (≡15Γ_088≡> μοναχοις ευλαβους φωνης ξενωθηναι, κελευει τυπηναι αυτον υπο των παρεστωτων· και πυγμαις αυτον βαλοντες, ημιθανη αυτον πεποιηκασι. Και απολυσαντες αυτους εις τα δεσμωτηρια καταλαμβανει τον γεροντα ο Μηνας, λεγων παρουσια των αρχοντων·
Εβαλε σε ο Θεος, και ηγαγε σε ωδε, ινα απολαβης, οσα εις αλλους εποιησας, πλανων παντας εις τα Ωριγενους δογματα.
Προς ον ειπεν ο του Θεου δουλος παρουσια παντων· Αναθεμα Ωριγενει και τοις δογμασιν αυτου, και παντι συμφρονι αυτου.
Και λεγει ο πατρικιος Επιφανιος· ελυθη, κυρι αββα Μηνα, ο κατ’ αυτου παρα σου επαγομενος ψοφος, ινα και ει ην Ωριγενιστης, επαν ανεθεματισε, της τοιαυτης εαυτον ηλευθερωσε μεμψεως. Εγω δε ως ουκετι τοιουτο περι αυτου λεγομενον παραδεχομαι· Απηνεχθη εκαστος αυτων, εν ω παρεφυλαττετο τοπω.

S΄ .
Και τη αυτη ημερα περι την αυτην αφην του λυχνου, Τρωϊλος ο πατρικιος, και Σεργιος ο Ευκρατας, ο επι της τραπεζης της βασιλικης, παρεγενοντο προς τον δουλον Θεου τον γεροντα, και καθισαντες, εκελευσαν και αυτον καθισαι, και ειπον προς αυτον· Ειπε ημιν, κυρι αββα, την μεταξυ σου και Πυρρου γενομενην εν Αφρικη και ῾Ρωμη περι των δογματων κινησιν· και ποιοις αυτον επεισας αναθεματισαι το δογμα το ιδιον, και τω σω συνθεσθαι. Και αφηγησατο αυτοις παντα καθεξης, οσα η μνημη ανεσωσε.
Και τουτο ειπεν, οτι Εγω δογμα ιδιον ουκ εχω, αλλα το κοινον της Εκκλησιας της καθολικης. Ου γαρ εκινησα φωνην την οιανουν, ινα ιδιον μου λεγηται δογμα·
(≡15Γ_090≡> Και μετα την αφηγησιν λεγουσιν αυτω· Ου κοινωνεις τω θρονω Κωνσταντινουπολεως;
Και ειπεν· Ου κοινωνω.
Δια ποιαν ου κοινωνεις αιτιαν, ειπον;
Απεκριθη· Οτι τας αγιας τεσσαρας συνοδους εξεβαλον δια των εν Αλεξανδρεια γενομενων εννεα κεφαλαιων· και δια της εν ταυτη τη πολει γενομενης παρα Σεργιου εκθεσεως, και δια τουτο προσεχως επι της εκτης ινδικτιωνος εκτεθεντος τυπου· και οτι απερ εδογματισαν δια των κεφαλαιων, δια της εκθεσεως κατεκριναν· και απερ εδογματισαν δια της εκθεσεως, δια του τυπου ηκυρωσαν· και καθειλαν εαυτους τοσαυτακις. Οι τοινυν υφ’ εαυτων κατακριθεντες και υπο των ῾Ρωμαιων, και της μετα ταυτα επι της ογδοης ινδικτιωνος γενομενης συνοδου καθαιρεθεντες, ποιαν επιτελεσουσι μυσταγωγιαν· η ποιον πνευμα τοις παρα των τοιουτων επιτελουμενοις επιφοιτα;
Και λεγουσιν αυτω· Συ μονος σωζη, και παντες απολλυνται;
Και ειπεν· (=0121=) Ουδενα κατεκριναν οι τρεις παιδες μη προσκυνησαντες τη εικονι, παντων ανθρωπων προσκυνουντων. Ου γαρ εσκοπουν τα των αλλων, αλλ’ εσκοπουν οπως αν αυτοι μη εκπεσωσι της αληθους ευσεβειας. Ουτω και Δανιηλ βληθεις εις τον λακκον των λεοντων, ου κατεκρινε τινα των μη προσευξαμενων τω Θεω κατα το θεσπισμα Δαρειου, αλλα το ιδιον εσκοπησε· και ειλετο αποθανειν, και μη παραπεσειν τω Θεω, και υπο της ιδιας μαστιγωθηναι συνειδησεως, επι τη παραβασει των φυσει νομιμων. Καμοι ουν μη δω ο Θεος κατακριναι τινα, η ειπειν, οτι εγω μονος σωζομαι. Αιρουμαι δε αποθανειν, η (≡15Γ_092≡> θροησιν εχειν κατα το συνειδος, οτι περι την εις Θεος πιστιν παρεσφαλην καθ’ οιονδηποτε τροπον.

Ζ´.
Λεγουσιν αυτω· Και τι εχεις ποιησαι, των ῾Ρωμαιων ενουμενων τοις Βυζαντιοις; Ιδου γαρ χθες ηλθον οι αποκρισιαριοι ῾Ρωμης, και αυριον τη Κυριακη κοινωνουσι τω πατριαρχη· και πασι δηλον γινεται, οτι συ διεστρεφες τους ῾Ρωμαιους· αμελει σου απαρθεντος εκειθεν, συνεθεντο τοις ενταυθα.
Και ειπε προς αυτους· Οι ελθοντες, οιονδηποτε προκριμα τω θρονω ῾Ρωμης, καν κοινωνησωσιν, επαν ουκ ηγαγον προς τον πατριαρχην επιστολην, ου ποιουσι· και ου πειθομαι παντως οτι οι ῾Ρωμαιοι ενουνται τοις ενταυθα, ει μη ομολογησωσι τον Κυριον ημων και Θεον, καθ’ εκατεραν των εξ ων, εν οις τε και απερ εστιν, ειναι φυσει θελητικον τε και ενεργητικον της ημων σωτηριας.
Και λεγουσιν· Ει δε συμβιβασθωσι τοις ενταυθα οι ῾Ρωμαιοι, τι ποιεις;
Και ειπε· Το Πνευμα το αγιον δια του Αποστολου, και αγγελους αναθεματιζει παρα το κηρυγμα τι νομοθετουντας.

Η´.
Και λεγουσι· Παντως αναγκη εστι, θελησεις λεγεσθαι επι Χριστου και ενεργειας;
Απεκριθη· Πασα αναγκη, ειπερ ευσεβειν κατα αληθειαν θελωμεν. Ουδεν γαρ των οντων χωρις ενεργειας φυσικης υφεστηκεν. Οι γαρ αγιοι Πατερες φανερως λεγουσι· Μητε (≡15Γ_094≡> ειναι, η γινωσκεσθαι χωρις της ουσιωδους αυτης ενεργειας την οιανδηποτε φυσιν. Ει δε ουτε εστιν, ουτε γινωσκεται φυσις, ανευ της αυτην ουσιωδως χαρακτηριζουσης ενεργειας, πως ειναι τον Χριστον, η γνωριζεσθαι Θεον αληθως φυσει και ανθρωπον, ανευ της θεϊκης και ανθρωπινης ενεργειας, εστι δυνατον; Απολεσας γαρ, κατα τους Πατερας, το βρυχικον ο λεων, ουκ εστι λεων· και κυων το υλακτικον ουκ εστι κυων. Και αλλο το οιονουν το φυσικως αυτου συστατικον απολεσας, ουκ εστιν ετι οπερ ην.
Και λεγουσιν αυτω· Οιδαμεν οντως οτι ουτως ην· πλην μη λυπησης τον βασιλεα, δια την ειρηνην και μονον ποιησαντα τον τυπον, ουκ επ’ αναιρεσει τινος των επι Χριστου νοουμενων· αλλ’ επι ειρηνη την (=0124=) σιωπην των ποιουσων την διαστασιν φωνων οικονομουντα.

Θ´.
Και ριψας ο του Θεου δουλος εαυτον εις την γην μετα δακρυων· Ουκ ωφειλε λυπηθηναι ο αγαθος και ευσεβης δεσποτης κατα της εμης ταπεινωσεως. Ου γαρ δυναμαι λυπησαι τον Θεον σιωπων, απερ αυτος λαλεισθαι και ομολογεισθαι προσεταξεν. Ει γαρ κατα τον θειον Αποστολον, αυτος εστιν ο θεμενος εν τη Εκκλησια, πρωτον αποστολους· δευτερον, προφητας· τριτον, διδασκαλους, δηλον εστιν, οτι αυτος εστιν ο δια τουτων λαλησας. Δια πασης ουν της αγιας Γραφης, της τε Παλαιας και Νεας Διαθηκης, και των αγιων διδασκαλων και συνοδων διδασκομεθα, θελητικον τε και ενεργητικον θεοτητι τε και ανθρωποτητι, τον σαρκωθεντα Θεον. Ουδενος γαρ των οις ως Θεος γινωσκεται, και των οις ως ανθρωπος φυσει γνωριζεται, χωρις αμαρτιας, (≡15Γ_096≡> εστιν αν ελλιπης. Ει δε τελειος εστι καθ’ εκατερον, ως ουδενος καθ’ εκατερον ελλιπης, προφανως το κατ᾿ αυτον ολον νοθευει μυστηριον, ο μη ομολογων αυτον ειναι οπερ εστι, μετα των προσοντων αυτω καθ’ εκατερον, εν οις τε και απερ εστι, παντων φυσικων ιδιωματων.

Ι ´.
Και μικρον σιωπησαντες, αλληλοις προσνευσαντες λεγουσι· Ποθεν δυνασαι δειξαι, οτι τας συνοδους εκβαλλουσιν, οι θρονου Κωνσταντινουπολεως;
Και λεγει αυτοις· Ηδη δεκεικται μερικως δια των εν ῾Ρωμη λαληθεντων παρ’ εμου προς τον κυριν Γρηγοριον, τον ασηκρητιν· και νυν, ει παρισταται τω δεσποτη τουτο δειχθησεσθαι, κελευσει δοθηναι αδειαν τω αναξιω υμων δουλω, και ποιω γνωσιν βιβλιων, οτι τα εμα αφηρεθησαν· και πασι φανερον ποιω τουτο, χωρις οιασδηποτε σκολιοτητος λογων.
Και λοιπον αλλων πολλων λαληθεντων, εις γραφικας και φυσικας και τεχνικας ετραπησαν γυμνασιας τε και θεωριας· εφ’ αις ηδυνθεντες, ιλαρωτερως διετεθησαν· και ηρξαντο λεγειν· Οιδεν ο Κυριος, ωφεληθημεν, και απο του νυν ενοχλειν υμιν ουκ εχομεν.

ΙΑ´.
Ο δε κυρις Σεργιος ειπεν αυτω, οτι Πολλακις ηλθον εις το κελλιον σου εις Βεββας, και ηκροασαμην της διδασκαλιας σου· και ο Χριστος εχει βοηθησαι σοι· και μη αγωνιασης. Εις εν δε μονον λυπεις παντας, οτι πολλους ποιεις χωρισθηναι της κοινωνιας της ενταυθα Εκκλησιας.
Εστι τις ο λεγων, ειπεν ο δουλος του Θεου, οτι ειπον· Μη κοινωνηση τη Εκκλησια των Βυζαντιων;
Απεκριθη ο κυρις Σεργιος· αυτο τουτο, το σε μη κοινωνειν, μεγαλη προς παντας εστι φωνη, μη κοινωνησαι.
(≡15Γ_098≡> Και ειπεν ο του Θεου δουλος· ουδεν βιαιοτερον συνειδοτος κατηγορουντος, και ουδεν τουτου συνηγορουντος παρρησιαστικωτερον.
Ακουσας δε ο κυρις Τρωϊλος, οτι ο τυπος αναθεματιζεται εις πασαν την δυσιν, λεγει προς τον δουλον του Θεου, Καλον εστιν, οτι του ευσεβους ημων δεσποτου η υποληψις υβριζεται;
(=0125=) Απεκριθη ο του Θεου δουλος· Ο Θεος συγχωρησει τοις εκβιβασασι τον δεσποτην ποιησαι τον τυπον, και τοις συγχωρησασι.
Και λεγει· Τινες εισιν οι εκβιβασαντες, και τινες οι συγχωρησαντες;
Απεκριθη· Οι της Εκκλησιας εξεβιβασαν, και οι αρχοντες συνεχωρησαν· και ιδου ο ρυπος εκ των υπευθυνων εις τον αθωον και καθαρον πασης αιρεσεως, εξετιναχθη. Αλλα συμβουλευσατε ποιησαι, ο εποιησεν ο ευσεβης τη μνημη γενομενος αυτου παππος. Εκεινος γαρ αισθομενος οτι ψογον αυτου τινες κατα την δυσιν καταχεουσι, δια κελευσεως ελευθερον εαυτον εποιησε της επι τη Εκκλησια μεμψεως, γραψας, οτι Εκθεσις ουκ εστιν εμη· ουτε γαρ εγω υπηγορευσα, η εκελευσα γενεσθαι· αλλα Σεργιος αυτην ο πατριαρχης συνταξας προ πεντε ετων, του ανελθειν με απο της Ανατολης, εδεηθη μου κατ’ αυτην γενομενου την πανευδαιμονα πολιν, ονοματι μου προτεθηναι αυτην μεθ’ υπογραφης· και κατεδεξαμην την εκεινου παρακλησιν. Νυν δε γνους οτι τινες επ’ αυτην διαμαχονται, πασι δηλον ποιω, οτι ουκ εστιν εμη. Ταυτην εποιησατο την κελευσιν προς τον μακαριον Ιωαννην παππαν, κατακρινοντα την εκθεσιν, εν τοις προς Πυρρον τοτε γραφεισι. Και εκτοτε Σεργιου χρηματιζει πανταχου ειναι εκθεσις. Τουτο ποιησει και ο νυν ευσεβως βασιλευων ημων, και μενει παντελως αχραντος πασης μεμψεως η προληψις αυτου.
(≡15Γ_100≡> Τοτε σεισαντες τας κεφαλας, εσιωπησαν, τουτο μονον ειρηκοτες· Ολα δυσχερη και ανεκβατα.

ΙΒ´.
Τουτων και ετερων διαφορων λαληθεντων, προσκυνηθεντες και προσκυνησαντες, μετα πασης ιλαροτητος ανεχωρησαν. Και παλιν τω αλλω Σαββατω, ανηγαγον αυτους εν τω παλατιω· και εισφερουσι πρωτον τον μαθητην του γεροντος, συνελθοντων και των δυο πατριαρχων· και αγουσι Κωνσταντινον και Μηναν κατηγορους του γεροντος, και απαιτουντες τον μαθητην συγκαταθεσθαι τοις κατ’ αυτων λαλουμενοις.
Μετα δε πασης παρρησιας ειπεν ο μαθητης αφοβως προς την συγκλητον· Κωνσταντινον εισαγετε εν σεκρετω παλατιου; Ουτος ουκ εστιν ουτε πρεσβυτερος, ουτε μοναχος, αλλα τριβουνος θυμελης. Εγνωρισθη Αφροις και ῾Ρωμαιοις, ποια γυναια βοσκων ηλθεν εκεισε. Παντες εμαθον τας πανουργιας αυτου, ας εποιησε προς το λαθειν· ποτε μεν λεγων, οτι αδελφαι αυτου εισι· ποτε δε, οτι δια το μη κοινωνησαι τη Εκκλησια Κωνσταντινουπολεως επηρα αυτας, ινα μη χρανθωσι τη αιρετικη κοινωνια. Αλλα και παλιν εαν λειψη αυτω σπαταλη, και ευρη χωραν μη γνωριζουσαν αυτον, τα αυτα ποιει, αισχρου κερδους χαριν, και ρυπαρας ηδονης. Και μεγαλη αισχυνη εστι, το καν συντυγχανειν αυτω, τοις σεμνως βιωναι θελουσιν.
Ειτα μετα ταυτα, ερωτηθεις ει τον τυπον ενεθεματισεν, αφοβως ειπεν· Ου μονον ανεθεματισα, αλλα και λιβελλον εποιησα.
Τι ουν; ουχ ομολογεις πεποιηκεναι κακως; λεγουσιν αυτω οι αρχοντες.
Και λεγει· Μη δω ο Θεος, ινα οπερ εποιησα καλως κατα θεσμον εκκλησιαστικον, ειπω (=0128=) γενεσθαι κακως.
(≡15Γ_102≡> Και πολλα αλλα ερωτηθεις, και αποκριθεις καθως ο Θεος εχορηγησεν αυτω, εξαγεται του σεκρετου.

ΙΓ´.
Και εισαγουσι τον γεροντα, και λεγει προς αυτον κυρις Τρωϊλος· Ειπε, αββα, βλεπε, ειπε την αληθειαν, και ελεει σε ο δεσποτης· επει εαν δια της νομιμου διηγησεως ελθωμεν, και ευρη καν εν των κατηγορηθεντων σου αληθες, ο νομος φονευει σε.
Και ειπε· και ηδη ειπον, και παλιν λεγω, οτι εαν μονον εν λεγηται ειναι αληθες, και ο Σατανας Θεος εστιν. Ει δε ουκ εστι Θεος, αλλ’ αποστατης, και τα κατηγορηθεντα μου ψευδη και ανυποστατα. Πλην ει τι κελευετε ποιησαι, ποιησατε. Θεον σεβων, ουκ αδικουμαι.
Και λεγει αυτω· Ουκ ανεθεματισας τον τυπον;
Απεκριθη· Πολλακις ειπον οτι ανεθεματισα.
Λεγει αυτω τον τυπον ανεθεματισας; τον βασιλεα ανεθεματισας.
Απεκριθη ο δουλος του Θεου· Εγω βασιλεα ουκ ανεθεματισα, αλλα χαρτην αλλοτριον της ορθοδοξου και εκκλησιαστικης πιστεως.
Και λεγει αυτω· Που ανεθεματισθη;
- Υπο της συνοδου ῾Ρωμης, απεκριθη, εις την εκκλησιαν του Σωτηρος, και εις την Θεοτοκον.
Τοτε λεγει προς αυτον ο επαρχος· Κοινωνεις τη Εκκλησια των ωδε, η ου κοινωνεις;
Απεκριθη, και ειπεν· Ου κοινωνω.
(≡15Γ_104≡> Λεγει αυτω· Δια τι;
Απεκριθη· Οτι εξω εβαλε τας συνοδους.
Και ειπεν· Εαν εξω εβαλε τας συνοδους, πως εις τα διπτυχα αναφερονται;
Και λεγει· Και τις ονησις ονοματων, των δογματων εκβεβλημενων;
Και δυνασαι, εφη, τουτο δειξαι;
Και ειπεν· Εαν λαβω αδειαν, και κελευετε, δειχθηναι εχω τουτο πανυ ευχερως.
Και σιωπησαντων αυτων, λεγει αυτω ο σακελλαριος· Διατι αγαπας τους ῾Ρωμαιους, και τους Γραικους μισεις.
Αποκριθεις ο του Θεου δουλος, ειπε· Παραγγελιαν εχομεν, του μη μισησαι τινα. Αγαπω τους ῾Ρωμαιους, ως ομοπιστους· τους δε Γραικους, ως ομογλωσσους.
Και παλιν λεγει αυτω ο σακελλαριος· Ποσων ετων λεγεις εαυτον·
Απεκριθη; Εβδομηκοντα πεντε.
Και λεγει αυτω· Ποσους χρονους εχει μετα σου ο μαθητης σου;
Απεκριθη· Τριακοντα επτα.
Τοτε ανεκραξε εις κληρικος· Απεδωκε σοι ο Κυριος, οσα εποιησας τω μακαριω Πυρρω. Προς ον ουδεν απεκριθη ολως.

ΙΔ ´.
(≡15Γ_106≡> Τοσουτων δε λαληθεντων εν τω σεκρετω, ουδεις ουδεν των πατριαρχων εφθεγξατο. Εν δε τω κινεισθαι περι της συνοδου ῾Ρωμης λογον, κραζει ο Δημοσθενης· Ου κεκυρωται η συνοδος, του συγκροτησαντος αυτην καθαιρεθεντος.
Και λεγει ο του Θεου δουλος· Ου καθηρεθη, αλλ’ εδιωχθη. Ποια γεγονεν επι τοις πεπραγμενοις συνοδικη και κανονικη πραξις ασφαλως εχουσα αυτου την καθαιρεσιν; Πλην ινα και κανονικως καθηρεθη, ου ποιει τουτο προκριμα τοις ορθοδοξως κατα τους θειους κανονας κυρωθεισιν· οις και τα γραφεντα παρα του εν αγιοις παπα Θεοδωρου συμβαινουσι.
Και λεγει τουτων ακουσας Τρωϊλος ο πατρικιος· Ουκ οιδας τι λεγεις, αββα· το γενομενον γεγονε.

ΙΕ ´.
(=0129=) Ταυτα οσα η μνημη κατεχει τα κεκινημενα τε και ειρημενα· και εις τοιουτον τα κατ’ αυτους κατεληξε τελος, απολυσαντες και τον αγιον γεροντα του σεκρετου, εν τη φρουρα.
Και τη επαυριον, ητις ην Κυριακη, συμβουλιον ποιησαντες οι της Εκκλησιας, επεισαν τον βασιλεα, ταυτην αυτους κατακριναι την πικραν και απανθρωπον εξοριαν, διηρημενους αλληλων· τον μεν αγιον γεροντα εις Βιζυην καστρον της Θρακης· τον δε μαθητην αυτου εις Περβεριν· ο ουκ εχει εξωτερον βημα ποδος η ῾Ρωμαιων βασιλεια, απρονοητους, γυμνους, ατροφους, πασης της προς το ζην αφορμης εστερημενους· μη εγγιζοντας θαλασση, ινα μη εχωσιν εκ των ελεημονων επισκεψιν. Και ουτως εισι γυμνοι και ατροφοι, μονην εχοντες την ελπιδα του Θεου· παρακαλουντες παντας τους Χριστιανους, τουτο βοωντες·
Ευξασθε δια τον Κυριον, ινα τελειωση ο Θεος το ελεος (≡15Γ_108≡> αυτου μετα της ταπεινωσεως ημων, και διδαξη ημας οτι οι συμπλεοντες αυτω, ηγριωμενης πειραν λαμβανουσι θαλασσης, ανεμοις και κυμασι δονουμενου μεν του σκαφους, ακατασειστου δε διαμενοντος. Συγχωρει γαρ κλυδωνος μεγαλου αυτους πειραθηναι, δοκιμαζων αυτων την περι αυτον διαθεσιν, ινα μεγαλη τη φωνη κραξωσι· Κυριε, σωσον ημας, απολλυμεθα· και μαθωσι παντα μονω αυτω επιγραφειν, τα της αυτων σωτηριας· και μη πεποιθοτες ωσιν εφ’ εαυτοις, και τυχωσι γαληνης μεγαλης, του ανεμου και των κυματων κατευνασθεντων· και εις μεσον λυκων αυτους εκδιδωσι, και δια της στενης πυλης εισελθειν, και δια τεθλιμμενης οδευειν τριβου παρακελευεται· και λιμον, και διψαν, και γυμνωσιν, και δεσμα, και φυλακας, και απαγωγας, και μαστιγας, και σταυρον, και ηλους και οξος, και χολην, και εμπτυσματα, και ραπισματα, και κολαφισματα, και εμπαιγμους προτεινεται· και παθος και θανατους πολυτροπους· ων τελος, η παμφαης αναστασις, φερουσα μεθ’ εαυτης ειρηνην τοις δι’ αυτον διωχθεισι· και χαραν, τοις δι’ αυτον θλιβεισι· και αναληψιν εις ουρανους, και προσαγωγην τω Πατρικω και υπερουσιω θρονω, και ληξιν υπερ ανω πασης αρχης ουσαν και εξουσιας και δυναμεως και κυριοτητος· και παντος ονοματος ονομαζομενου, ειτε εν τω αιωνι τουτω, ειτε εν τω μελλοντι.
Ης τυχοιμεν απαντες, ευχαις και πρεσβειαις της πανυμνητου πανσεπτου και υπερενδοξου κυριως φυσει Θεοτοκου και αειπαρθενου Μαριας, και των αγιων αποστολων, προφητων και μαρτυρων. Αμην.

ΣΥΖΗΤΗΣΙΣ ΤΟΥ ΑΓΙΟΥ ΜΑΞΙΜΟΥ ΜΕΤΑ ΠΥΡΡΟΥ
ΠΑΡΑΣΗΜΕΙΩΣΙΣ ΤΗΣ ΓΕΝΟΜΕΝΗΣ ΖΗΤΗΣΕΩΣ χαριν των κεκινημενων περι των εκκλησιαστικων δογματων, παρουσια Γρηγοριου τη ευσεβεστατου πατρικιου, και των συνευρεθεντων αυτω οσιωτατων επισκοπων, και λοιπων θεοφιλων και ενδοξων ανδρων, παρα Πυρρου, του γενομενου πατριαρχου Κωνσταντινουπολεως, και Μαξιμου του ευλαβεστατου μοναχου, μηνι Ιουλιω, ινδικτιωνος γ´. Πυρρου μεν συμμαχουντος τη παρεισαχθειση παρ᾿ αυτου τε, και του προ αυτου εν τω Βυζαντιω καινοτομια· τουτεστιν· ενος θεληματος· Μαξιμου δε συνηγορουντος τη ανωθεν εις ημας ελθουση πατρικη τε και αποστολικη διδασκαλια· δια του ρηθεντος υπερφυους ανδρος, φημι δε Γρηγοριου του υπερτιμου πατρικιου, των λεχθεντων ανδρων· τουτεστιν Πυρρου και Μαξιμου, αλληλοις προσοψισθεντων. Προκατηρξατο δε της προς Μαξιμον διαλεξεως ο Πυρρος, ουτως ειπων.

(≡15Γ_112≡> ΠΥΡΡΟΣ. Τι σοι κακον εποιησαμεν, κυρι αββα Μαξιμε, εγω τε και ο προ εμου, οτι ουτω πανταχου διασυρεις ημας, αιρετικην υποληψιν παρα πασι διδους ημιν; Τις δε ουτω ποτε, καιτοι κατα προσωπον αγνοουμενον θεα, ετιμησεν η εσεβασθη σε, ως ημεις;
ΜΑΞ. Επειδη, ο Θεος ακροαται, ουδεις ουτως, ινα (≡15Γ_114≡> ταις σαις χρησωμαι λεξεσιν, ετιμησεν, η εσεβασθη με, ως υμεις· αλλ᾿ αθετησαντων υμων νυν το Χριστιανον δογμα, φοβερον ηγησαμην της αληθειας την προς εμε προτιμησαι χαριν.
ΠΥΡ. Τι γαρ δοξασαντες, το Χριστιανων ηθετησαμεν φρονημα;
ΜΑΞ.. Εν θελημα της θεοτητος του Χριστου, και της ανθρωποτητος αυτου δοξαντες· και μη μονον δοξασαντες, αλλα και επι λυμη του παντος της αγιας Εκκλησιας σωματος, δια καινης Εκθεσεως τουτο προτεθεικοτες.
ΠΥΡ. Τι ουν, ο εν θελημα του Χριστου δοξαζων, δοκει σοι παρακεκινησθαι της Χριστιανικης διδασκαλιας;
ΜΑΞ. Πανυ μεν ουν. Τι γαρ ανοσιωτερον του λεγειν, τον αυτον, ενι, και τω αυτω θεληματι, προ μεν της σαρκωσεως τα παντα εκ μη οντων συστησασθαι· συνεχειν τε και προνοειν, και σωστικως διεξαγειν· μετα δε την ενανθρωπησιν τροφης εφιεσθαι και ποτου· τοπους τε εκ τοπων αμειβειν, και τα αλλα παντα ποιειν, τα διαβολης απασης, και μομφης εκτος τυγχανοντα· δι᾿ ων και πασης, καθαραν εδειξε την οικονομιαν φαντασιας.
ΠΥΡ. Εις ο Χριστος, η ου;
ΜΑΞ. Ναι, εις προδηλως.
ΠΥΡ. (=0289=) Ει ουν εις ο Χριστος, ως εις παντως και ηθελεν, εν παντως αυτου και το θελημα· και ου δυο.
ΜΑΞ. Το λεγειν τι, και προδιαστελλεσθαι του λεγομενου τα σημαινομενα, ουδε ετερον εστιν, ει μη παντα συγχειν και ασαφη σπευδειν εαν τα, περι ων η ζητησις· οπερ αλλοτριον ανδρος λογιου καθεστηκε. Τουτο ουν ειπε μοι· Ο Χριστος εις ων, Θεος μονον εστιν, η και ανθρωπος;
ΠΥΡ. Προδηλως, Θεος ομου και ανθρωπος.
ΜΑΞ. Θεος ουν φυσει και ανθρωπος υπαρχων ο Χριστος, ως Θεος και ανθρωπος ο αυτος ηθελεν, η ως Χριστος μονον; Αλλ᾿ ει μεν προηγουμενως ως Θεος και ανθρωπος ηθελεν ο (≡15Γ_116≡> Χριστος, δηλονοτι δυϊκως, και ου μοναδικως, εις ων ο αυτος, ηθελεν. Ει γαρ ουδε ετερον εστιν ο Χριστος παρα τας αυτου φυσεις, εξ ων, και εν αις υπαρχει· προδηλως, ως καταλληλως ταις εαυτου φυσεσιν· ηγουν, ως εκαστη πεφυκεν, εις ων και αυτος, ηθελε τε και ενηργει· ειπερ ουδετερα αυτων αθελητος εστιν, η ανενεργητος. Ει δε καταλληλως ταις εαυτου φυσεσιν ο Χριστος, ηγουν, ως εκαστη πεφυκεν, ηθελεν τε και ενηργει· δυο δε αυτου αι φυσεις· δυο αυτου παντως και τα φυσικα θεληματα· και αι τουτων ισαριθμοι, και ουσιωδεις ενεργειαι. Ωσπερ γαρ ο των του αυτου και ενος Χριστου φυσεων αριθμος, ευσεβως νοουμενος τε και λεγομενος, ου διαιρει τον Χριστον, αλλα σωζομενην καν τη ενωσει παριστησι των φυσεων την διαφοραν· ουτω και ο αριθμος των ουσιωδως προσοντων ταις αυτου φυσεσι θεληματων και ενεργειων· κατ᾿ αμφω γαρ, ως ειρηται, τας αυτου φυσεις θελητικος ην ο αυτος και ενεργητικος της ημων σωτηριας· ου διαιρεσιν εισαγει· μη γενοιτο· αλλα την αυτων δηλοι και μονον, καν τη ενωσει φυλακην και σωτηριαν.
ΠΥΡ. Αδυνατον τοις θελημασι, μη συνεισαγεσθαι τους θελοντας.
ΜΑΞ. Τουτο μεν και εν τοις υμετεροις γραμμασι το παραλογον· ου λογω, αλλ᾿ εξουσια κινουμενοι, απεφηνασθε, συναιρομενον υμιν εις τουτο λαβοντες τον Ηρακλειον, δια το και υμας συνελθειν τη αυτου αθεμιτω και παρανομω μιξει, και ταυτην δι' ευλογιας κυρωσαι. Ει γαρ δοθη τοις θελημασι συνεισαγεσθαι τους θελοντας, παντως και τοις θελουσι τα θεληματα κατα την ευλογον αντιστροφην συνεισαχθησεται· και ευρεθησεται καθ᾿ υμας, της υπερουσιου και υπεραγαθου και μακαριας θεοτητος· δια μεν το εν αυτης θελημα, μια και η υποστασις κατα Σαβελλιον· δια δε τα τρια προσωπα, τρια και τα θεληματα· και δια τουτο τρεις φυσεις, κατα τον Αρειον, ειπερ, κατα τους πατρικους ορους και κανονας, (=0292=) η διαφορα των θεληματων και φυσεων εισαγει διαφοραν.
(≡15Γ_118≡> ΠΥΡ. Αδυνατον εστιν εν ενι προσωπω δυο αλληλοις συνυπαρξαι θεληματα ανευ εναντιωσεως.
ΜΑΞ. Ει ανευ εναντιωσεως δυο θεληματα εν ενι και τω αυτω προσωπω ειναι ου δυνατον, αρα μετα εναντιωσεως, κατα σε, δυνατον. Ει δε τουτο, τεως τα δυο ειναι ωμολογησας· και προς τον αριθμον ου διαφερη, αλλ᾿ η μονον προς την εναντιοτητα. Ουκουν λειπεται ζητειν την ποιητικην της μαχης αιτιαν. Ποιαν ουν ταυτην φης; Αρα την κατα φυσιν θελησιν, η την αμαρτιαν; Αλλ᾿ ει μεν την κατα φυσιν ειπης θελησιν, ταυτης δε ουκ αλλον η τον Θεον γινωσκομεν αιτιον· αρα, κατα σε, της μαχης δημιουργος ο Θεος. Ει δε την αμαρτιαν· αμαρτιαν δε ουκ εποιησε, ουδε την οιανουν εναντιωσιν εν τοις κατα φυσιν αυτου ο σαρκωθεις Θεος ειχε θελημασι. Του αιτιου γαρ ουκ οντος, ουδε το αιτιατον προδηλως εσται.
ΠΥΡ. Φυσεως ουν το θελειν;
ΜΑΞ. Ναι, το απλως θελειν, φυσεως.
ΠΥΡ. Ει φυσεως το θελειν· οι εμφανεστεροι δε των Πατερων εν θελημα του Θεου και των αγιων ειπον· και μια φυσις εσται ουτω γε των αγιων και του Θεου.
ΜΑΞ. Και ανωτερω ερρεθη, οτι δει, τον περι αληθειας λογον ποιουμενον διαστελλεσθαι των λεγομενων τα σημαινομενα, δια την εκ της ομωνυμιας πλανην. Αντερησομαι γαρ σε και αυτος, οτι, οι εν θελημα του Θεου και των αγιων ειποντες αγιοι, προς το ουσιωδες του Θεου και δημιουργικον θελημα αποβλεποντες τουτο ειπον, η προς το θελητον; Ου ταυτον γαρ το του θελοντος θελημα, και το θελητον, ωσπερ ουδε το του ορωντος οπτικον, και το ορατον· το μεν γαρ ουσιωδως αυτω προσεστι, το δε εκτος τυγχανει. Αλλ᾿ ει μεν προς το ουσιωδες απιδοντες ειπον, ου μονον ομοφυεις και συνδημιουργους εισαγοντες ευρεθησονται τω Θεω τους αγιους, αλλα και εαυτοις εναντιουμενοι, φυσαντες μη δυνασθαι τα ετερουσια κοινον εχειν θελημα. Ει δε (≡15Γ_120≡> προς το θελητον, αρα αιτιολογικως· η, ως τισι φιλον λεγειν, καταχρηστικως, το θεληθεν θελημα προσηγορευσαν οι Πατερες· και ουδεν εψεται ατοπον, των φυσεως ειναι το απλως θελειν οριζομενων.
ΠΥΡ. Ει τοις θελημασι προς τε εαυτους και αλληλους διαφερομεν· νυν μεν, τουτο θελοντες· νυν δε, το αυτο ου θελοντες· φυσεως δε τουτο, και του αυτης χαρακτηριστικου λογου, ου μονον τη φυσει αλληλων διαφεροντες ευρεθησομεθα, αλλα και απειρακις ταυτην μεταβαλλοντες.
ΜΑΞ. Ου ταυτον το θελειν και το πως θελειν· (=0293=) ωσπερ ουδε το οραν και το πως οραν. Το μεν γαρ θελειν, ωσπερ και το οραν, φυσεως· και πασι τοις ομοφυεσι και ομογενεσι προσον· το δε πως θελειν, ωσπερ και το πως οραν, τουτεστι θελειν περιπατησαι, και μη θελειν περιπατησαι, και δεξια οραν, η αριστερα, η ανω , η κατω, η προς επιθυμιαν, η κατανοησιν των εν τοις ουσι λογων, τροπος εστι της του θελειν και οραν χρησεως, μονω τω κεχριμενω προσον, και των αλλων αυτον χωριζον, κατα την κοινως λεγομενην διαφοραν. Ει δε τουτο μαρτυρουσαν την φυσιν εχομεν, αρα το θελειν φαγειν, η μη θελειν φαγειν· η το θελειν περιπατησαι, η μη θελειν· ου του πεφυκεναι θελειν εστιν αναιρεσις, αλλα του πως θελειν, τουτεστι, των θελητων εστι γενεσις και απογενεσις. Ουτε γαρ, ει υποθωμεθα τα εκ του Θεου γενομενα, θελητα αυτου οντα, απογενεσθαι, τουτοις και το προεπινοουμενον αυτων, ουσιωδες αυτου και ποιητικον θελημα συναπογενησεται.
ΠΥΡ. Ει φυσικον λεγεις το θελημα, το δε φυσικον παντως και ηναγκασμενον, πως ουκ αναγκη, φυσικα λεγοντας επι Χριστου τα θεληματα, πασαν επ᾿ αυτου εκουσιον αναιρειν κινησιν.
ΜΑΞ.. Ου μονον η θεια και ακτιστος φυσις ουδεν ηναγκασμενον εχει φυσικον, αλλ᾿ ουδε η νοερα και κτιστη. Το γαρ φυσει λογικον, δυναμιν εχει φυσικην την λογικην ορεξιν, ητις και θελησις (≡15Γ_122≡> καλειται της νοερας ψυχης· καθ᾿ ην θελοντες λογιζομεθα· και λογιζομενοι, θελοντες βουλομεθα. Και θελοντες ζητουμεν, σκεπτομεθα τε και βουλευομεθα, και κρινομεν, και διατιθεμεθα, και προαιρουμεθα, και ορωμεν, και κεχρημεθα. Κατα φυσιν δε ημιν, ως ειρηται, προσοντος του λογικως ορεγεσθαι, ηγουν θελειν, και λογιζεσθαι· βουλευεσθαι τε και ζητειν, και σκεπτεσθαι, και βουλεσθαι, και κρινειν, και διατιθεσθαι, και αιρεισθαι, και ορμαν, και κεχρησθαι· ουκ αρα ηναγκασμενα τα των νοερων φυσικα. Πως δε και τουτου δοθεντος, ου πασης ατοπιας ατοπωτερα η τοιαυτη δειχθησεται προτασις; Ει γαρ κατ᾿ αυτην το φυσικον παντως και ηναγκασμενον· φυσει δε ο Θεος Θεος, φυσει αγαθος, φυσει δημιουργος· αναγκη εσται ο Θεος Θεος, και αγαθος και δημιουργος· οπερ και εννοειν, μητι γε λεγειν, εσχατης εστι βλασφημιας. Τις γαρ ο την αναγκην επαγων; Σκοπει δε, ει δοκει, ω φιλοτης, και ουτω της τοιαυτης προτασεως το βλασφημον. Ει γαρ ο φυσικα επι Χριστου λεγων τα θεληματα, πασαν, κατα σε, εκουσιον επ᾿ αυτου αναιρει κινησιν, αναγκη τα μεν φυσικως θελοντα, ακουσιον εχειν κινησιν· τα δε φυσικως μη θελοντα, εκουσιον. Ουκουν ου μονον Θεος, ο υπερ τα οντα· αλλα και νοερα παντα και λογικα, φυσει οντα θελητικα, ακουσιον εξει κινησιν· αψυχα δε ου θελητικα, εκουσιον εξει κινησιν. Πλην οτι ο μακαριος Κυριλλος εν τω τριτω κεφαλαιω προς τας του Θεοδωρητου μεμψεις, απηλλαξεν ημας περιττων πραγματων, διαρρηδην αποφηναμενος, Μηδεν φυσικον (=0296=) ειναι εν τη νοερα φυσει ακουσιον. Και τουτο εξεστι τω βουλομενω μαθειν, μετα χειρας λαβοντι το τοιουτο κεφαλαιον.
ΠΥΡ. Επειδη χρη τα εκ της εξετασεως αναφαινομενα αληθη, ευγνωμονως αποδεχεσθαι· μετα δε πολλης ευκρινειας εδειξεν ο λογος, φυσικα ειναι τα επι Χριστου θεληματα· δυνατον δε (≡15Γ_124≡> ωσπερ εκ των δυο φυσεων εν τι συνθετον λεγομεν, ουτω και εκ των δυο φυσικων θεληματων εν τι συνθετον λεγειν· ινα και οι δυο λεγοντες θεληματα, δια την φυσικην των εν Χριστω φυσεων διαφοραν, και οι εν λεγοντες, δια την ακραν ενωσιν, μηκετι ψιλων λεξεων ενεκεν προς αλληλους διαφερωνται· ειπερ ουκ εν ονομασιν ημιν, φησιν ο μεγας εν θεολογια Γρηγοριος, η αληθεια, αλλ᾿ εν πραγμασιν.
ΜΑΞ. Ορας οτι εκ τουτου πλανασθε, εκ του παντη αγνοησαι οτι αι συνθεσεις των εν τη υποστασει οντων, και ου των εν ετερω, και ουκ ιδιω λογω θεωρουμενων, εισι. Και τουτο κοινον φρονημα παντων, και των εξω φιλοσοφων, και των της Εκκλησιας θεοσοφων μυσταγωγων. Ει δε των θεληματων συνθεσιν λεγετε, και των αλλων φυσικων την συνθεσιν λεγειν εκβιασθησεσθε· ειπερ ευσυναρτητον τον του οικειου δογματος λογον δειξαι βουλεσθε, τουτεστι, του κτιστου και ακτιστου, του απειρου και του πεπερασμενου, του αοριστου και του ωρισμενου, του θνητου και του αθανατου, του φθαρτου και του αφθαρτου, και εις ατοπους εξενεχθησεσθε υποληψεις. Πως δε το εκ των θεληματων, θελημα προσαγορευθησεται; Ου γαρ δυνατον το συνθετον τη των συντεθειμενων ονομαζεσθαι προσηγορια. Η ουτω γε και το εκ των φυσεων, φυσις, κατα τους παλαι αιρετικους προσαγορευθησεται. Προσεπιτουτοις δε και παλιν αυτον θελημασι του Πατρος χωριζετε, συνθετω θεληματι συνθετον και μονην χαρακτηρισαντες φυσιν.
ΠΥΡ. Ουδεν ουν, καθαπερ αι φυσεις, και τα αυτων φυσικα ειχε κοινον;
ΜΑΞ. Ουδε, η μονην την των αυτων φυσεων υποστασιν. Ωσπερ γαρ υποστασις ην ο αυτος ασυγχυτως των αυτων φυσικων.
ΠΥΡ. Τι ουν οι Πατερες, ων οι λογοι νομος και κανων Εκκλησιας καθεστηκε, και την δοξαν, και την υβριν ουκ ειπον κοινην; Ετερον γαρ, φησιν, εκεινο, εξ ου της δοξης κοινον· και ετερον, εξ ου το της υβρεως.
(≡15Γ_126≡> ΜΑΞ. Τω της αντιδοσεως τροπω τουτο αγιοις ειρηται Πατρασι. Προδηλον δε ως η αντιδοσις ενος ουκ εστιν, αλλα δυο, και ανισων· κατ᾿ επαλλαγην, τα φυσικως εκατερω μερει του Χριστου προσοντα, κατα την αρρητον ενωσιν θατερων πεποιημενων (=0297=) χωρις της θατερου μερους προς το ετερον κατα τον φυσικον λογον μεταβολης και συμφυρσεως. Ει ουν τω της αντιδοσεως τροπω κοινον λεγεις το θελημα, ουχ εν, αλλα δυο λεξεις τα θεληματα· και περιετραπη σοι παλιν το σοφον εις εκεινο, εξ ου φυγειν εσπουδασας.
ΠΥΡ. Τι ουν; Ου νευματι του ενωθεντος αυτη Λογου η σαρξ εκινειτο;
ΜΑΞ. Διαιρεις τον Χριστον, ουτω λεγων. Νευματι γαρ αυτου εκινειτο και Μωϋσης, και Δαβιδ, και οσοι της θειας ενεργειας χωρητικοι, τη αποθεσει των ανθρωπινων και σαρκικων ιδιωματων γεγονασιν. Ημεις δε τοις αγιοις Πατρασιν, ως εν απασι, καν τουτω επομενοι, φαμεν, οτιπερ αυτος ο των ολων Θεος, ατρεπτως γενομενος ανθρωπος, ου μονον ως Θεος ο αυτος καταλληλως τη αυτου θεοτητι ηθελεν, αλλα και ως ανθρωπος ο αυτος καταλληλως τη αυτου ανθρωποτητι. Ει γαρ εξ ουκ οντων τα οντα γενομενα, και του οντος, ου του μη οντος εχουσι ανθεκτικην δυναμιν· ταυτης δε κατα φυσιν ιδιον η προς τα συστατικα ορμη, και προς τα φθαρτικα αφορμη· αρα και ο υπερουσιος Λογος, ανθρωπικως ουσιωθεις, εσχε και του οντος της αυτου ανθρωποτητος την ανθεκτικην δυναμιν· ης την ορμην και αφορμην θελων δι᾿ ενεργειας εδειξε· την μεν ορμην εν τω τοις φυσικοις και αδιαβλητοις τοσουτον χρησασθαι, ως και μη Θεον τοις απιστοις νομιζεσθαι· την δε αφορμην εν τω καιρω του παθους, εκουσιως την προς τον θανατον συστολην ποιησασθαι. Τι ουν των ατοπων η του Θεου πεπραχεν Εκκλησια, μετα της ανθρωπινης αυτου και κτιστης φυσεως, και τους δημιουργικως αυτη παρ᾿ αυτου εντεθεντας εν αυτω ανελλιπως ομολογουσα λογους, ων και ανευ ειναι την φυσιν αδυνατον;
(≡15Γ_128≡> ΠΥΡ. Ει φυσικως ημιν προσεστιν η δειλια, των διαβεβλημενων δε αυτη, αρα καθ᾿ υμας φυσικως ημιν εγκειται τα διαβεβλημενα, ηγουν η αμαρτια.
ΜΑΞ. Παλιν εκ της ομωνυμιας εαυτον, ου την αληθειαν παραλογιζη. Εστι γαρ και κατα φυσιν και παρα φυσιν δειλια· και κατα φυσιν μεν δειλια εστι, δυναμις κατα συστολην του οντος ανθεκτικη· παρα φυσιν δε, παραλογος συστολη. Την ουν παρα φυσιν ο Κυριος, ατε δι᾿ εκ προδοσιας ουσαν λογισμων, ολως ου προσηκατο· την δε κατα φυσιν, ως της ενυπαρχουσης τη φυσει αντιποιητικης του ειναι δυναμεως ενδεικτικην, θελων δι' ημας, ως αγαθος, εδεξατο. Ου γαρ προσηγειται εν τω Κυριω καθαπερ εν ημιν, της θελησεως τα φυσικα· αλλ᾿ ωσπερ πεινασας αληθως, και διψησας, ου τροπω τω καθ᾿ ημας επεινασεν και εδιψησεν, αλλα τω υπερ ημας· εκουσιως γαρ· ουτω και δειλιασας αληθως, ου καθ᾿ ημας, αλλ᾿ υπερ ημας εδειλιασε. Και καθολου φαναι, παν φυσικον (=0300=) επι Χριστου, συνημμενον εχει τω κατ᾿ αυτο λογω και τον υπερ φυσιν τροπον ινα και η φυσις δια του λογου πιστωθη, και η οικονομια δια του τροπου.
ΠΥΡ. Ουκουν ινα την λεπτην ταυτην, και τοις πολλοις δυσληπτον τεχνολογιαν εκφυγωμεν, Θεον τελειον τον αυτον, και ανθρωπον τελειον ομολογησωμεν, τα λοιπα παντα εκκλινοντες, ως του τελειου τα φυσικα παρ᾿ εαυτω συνεμφαινοντος.
ΜΑΞ. Ει το λεγειν τας φυσεις ανευ της εκαστη προσουσης ιδιοτητος, η Θεον τελειον και ανθρωπον τελειον τον Χριστον, ανευ των της τελειοτητος γνωρισματων, απηρτισμενης κατα σε ευσεβειας εστι, αναθεματιζεσθωσαν αι συνοδοι, και προ τουτων, οι Πατερες· ου μονον τας φυσεις, αλλα και την εκαστης φυσεως ιδιοτητα, ομολογειν ημιν νομοθετησαντες· και ου μονον Θεον τελειον και ανθρωπον τελειον τον αυτον, αλλα και της τελειοτητος τα γνωρισματα, τουτεστιν, ορατον και αορατον τον αυτον και ενα λεγοντες, θνητον και αθανατον, φθαρτον και αφθαρτον, απτον και αναφη, κτιστον και ακτιστον· και κατ᾿ αυτην την ευσεβη εννοιαν, και δυο ευσεβως θεληματα του αυτου και ενος εδογματισαν, ου μονον δια του ωρισμενου αριθμου των δυο, αλλα και δι᾿ (≡15Γ_130≡> αντωνυμιας του αλλο και αλλο· και δι᾿ αναλογιας του θειον ειπειν και ανθρωπινον. Ου γαρ ενι τροπω η του αριθμου περιοριζεται φυσις.
ΠΥΡ. Ει ου δυνατον εστι τας φωνας ταυτας λεγεσθαι δια την των αιρετιζοντων επηρειαν, αρκεσθωμεν καν μονοις τοις συνοδικως ειρημενοις· και μητε εν, μητε δυο ειπωμεν τα θεληματα.
ΜΑΞ. Ει τα συνοδικως και μονον ειρημενα χρη ομολογειν, ουτε την μιαν του Θεου Λογου φυσιν σεσαρκωμενην, περιεκτικην πασης της του μυστηριου ουσαν ευσεβειας, χρη λεγειν, συνοδικως ουκ εκπεφωνημενην. Πλην οτι και ουτω ταις φυσεσι και τοις αυτων ιδιωμασι και τα θεληματα συνομολογειν βιασθησεσθε. Ει γαρ τα φυσικως προσοντα ταις φυσεσι του Χριστου, ιδιωματα αυτων ειναι λεγετε, φυσικως δε εκατερα αυτου φυσει το θελειν εμπεφυκεν, αρα μετα των αλλων φυσικων ιδιωματων, και τα θεληματα ταις φυσεσι συνομολογειν αναγκασθησεσθε.
Αλλως τε δε, ει αι συνοδοι επι τη του ενος θεληματος φωνη και Απολιναριον και Αρειον ανεθεματισαν, εκατερου αυτων ταυτη προς συστασιν της ιδιας αιρεσεως αποχρησαμενου· του μεν, ομοουσιον τω Λογω δια τουτου την σαρκα βουλομενου δειξαι· του δε, ετεροουσιον τον Υιον προς τον Πατερα εισαγαγειν αγωνιζωμενου, πως ευσεβειν ημας δυνατον, τας εναντιας τοις αιρετικοις φωνας ουχ ομολογουντας; Η δε πεμπτη συνοδος, ινα παντα παραλιπω, θεσπισασα αυτολεξει, Παντα τα των αγιων Αθανασιου, και Βασιλειου, και Γρηγοριων, και αλλων τινων προσδιωρισμενως εγκριτων [εκκριτων] (=0301=) διδασκαλων συνταγματα, εν οις και τα δυο εγκεινται θεληματα, δεχεσθαι, και δυο παραδεδωκασιν θεληματα.
ΠΥΡ. Και ου δοκει σοι, τας των πολλων πληττειν ακοας, το φυσικον θελημα λεγομενον;
ΜΑΞ. Υπεξαιρουμενης της θειας, ποσα ειδη ζωης εν τοις ουσιν ειναι λεγεις;
(≡15Γ_132≡> ΠΥΡ. Αυτος ειπε.
ΜΑΞ. Τρια ειδη ζωης εισιν.
ΠΥΡ. Ποια ταυτα;
ΜΑΞ. Η φυτικη, η αισθητικη, η νοερα.
ΠΥΡ. Ουτως εχει.
ΜΑΞ. Επειδη δε εκαστον λογω τινι δημιουργιας των αλλων διακεκριται, τις ο διακριτικος και ιδιαζων εκαστου ειδους λογος;
ΠΥΡ. Και τουτο ειπειν σε αξιω.
ΜΑΞ. Της μεν φυτικης ιδιον η θρεπτικη, και αυξητικη, και γεννητικη κινησις· της δε αισθητικης, η καθ᾿ ορμην κινησις· της δε νοερας, η αυτεξουσιος.
ΠΥΡ. Πανυ ευκρινη και ασυγχυτον την της εκαστου ειδους ζωης παρεστησας ιδιοτητα.
ΜΑΞ. Ει ευκρινης και ασυγχυτος η εκαστου εδειχθη [ειδους] ιδιοτητος, παλιν ζητω, ει κατα φυσιν προσεστι τη φυτικη η θρεπτικη, και αυξητικη, και γεννητικη κινησις· και τη αισθητικη, η καθ᾿ ορμην.
ΠΥΡ. Κατα φυσιν αναμφιβολως.
ΜΑΞ. Ουκουν και τη νοερα ακολουθως η αυτεξουσιος κινησις.
ΠΥΡ. Και τουτο πανως δωσει ο ακολουθα ταις οικειαις αρχαις δογματιζων.
ΜΑΞ. Ει ουν κατα φυσιν προσεστι τοις νοεροις η αυτεξουσιος κινησις, αρα παν νοερον και φυσει θελητικον. Θελησιν γαρ το αυτεξουσιον ο μακαριος ωρισατο Διαδοχος ο Φωτικης ειναι. Ει δε παν νοερον και φυσει θελητικον, γεγονε δε ο Θεος Λογος σαρξ αληθως και λογικως τε και νοερως εψυχωμενη, αρα και καθ᾿ ο ανθρωπος, ουσιωδως ο αυτος ην θελητικος. Ει δε τουτο, ουκ αρα τας των ευσεβων ακοας πληττει λεγομενον το φυσικον θελημα, αλλα τας των αιρετιζοντων.
(≡15Γ_134≡> ΠΥΡ. Εγω μεν ηδη εν τοις φθασασι επεισθην, φυσικα ειναι τα επι Χριστου θεληματα· και περι τουτου ετεραν ουκ επιζητω αποδειξιν. Ουχ ηττον γαρ των θεωδως εκπεφασμενων, αυτην των οντων την φυσιν ο λογος μαρτυρουσαν εδειξε, ως καταλληλως ταις εαυτου φυσεσιν ο αυτος θελων ην, ευδοκων μεν ως Θεος, υπακουων ως ανθρωπος, και οτι καταλληλα παντως τα φυσικα θεληματα ταις φυσεσιν. Αναρχον μεν της αναρχου, και της ηργμενης ηργμενον· και οτι ου δυνατον εις εν θελημα ποτε συμπεσειν αλληλοις, καν ενος και του αυτου εισιν, ωσπερ και αι φυσεις, το αναρχον και το ηργμενον, το ακτιστον και το κτιστον, το ποιησαν και το ποιηθεν, το (=0304=) απειρον και το πεπερασμενον, το θεωσαν και το θεωθεν. Οι δε εν τω Βυζαντιω, ετι προς τα φυσικα θεληματα αντιστατουντες, κατ᾿ οικειωσιν φασιν ειρηκεναι τους Πατερας εχειν τον Κυριον το ανθρωπινον θελημα.
ΜΑΞ. Επειδη αυτος της τοιαυτης αυτων θαυμαστης και λαμπρας καθηγησω παιδευσεως· κατα ποιαν οικειωσιν τουτο φασιν; Αρα την ουσιωδη, καθ᾿ ην τα φυσικως προσοντα εκαστος εχων, δια την φυσιν οικειουται· η την σχετικην, καθ ην φιλικως τα αλληλων οικειουμεθα και στεργομεν, μηδεν τουτων αυτοι η πασχοντες, η ενεργουντες;
ΠΥΡ. Την σχετικην δολονοτι.
ΜΑΞ. Ουκουν πριν τουτου δειξαι το ατοπον, δικαιοτερον αν ειη ακριβεστερον εξετασει, ει τε φυσει θελητικος εστιν ο ανθρωπος, ει τε και μη. Τουτου γαρ δεικνυμενου, σαφεστερον γενησεται της τοιαυτης αιρεσεως το βλασφημον.
ΠΥΡ. Ει δοκει, τουτο εξετασωμεν.
ΜΑΞ. Αδιδακτα ειναι τα φυσικα, ου μονον οι λογω την φυσιν διασκεψαμενοι, και των πολλων διαφεροντες εφασαν, αλλα και η των χυδαιοτερων συνηθεια. Ει δε τα φυσικα αδιδακτα, αδιδακτον δε εχομεν το θελειν· ουδεις γαρ ποτε θελειν διδασκεται· αρα φυσει θελητικος ο ανθρωπος. Και παλιν, ει φυσει λογικος (≡15Γ_136≡> ο ανθρωπος· το δε φυσει λογικον και φυσει αυτεξουσιον· το γαρ αυτεξουσιον, κατα τους Πατερας, θελησις εστιν· αρα φυσει θελητικος ο ανθρωπος. Και παλιν, ει εν τοις αλογοις αγει μεν η φυσις· αγεται δε εν τω ανθρωπω εξουσιαστικως κατα θελησιν κινουμενω· αρα φυσει θελητικος ο ανθρωπος. Και παλιν, ει κατ᾿ εικονα της μακαριας και υπερουσιου Θεοτητος ο ανθρωπος γεγενηται· αυτεξουσιος δε φυσει η θεια φυσις· αρα και ο ανθρωπος, ως αυτης οντως εικων, αυτεξουσιος τυγχανει φυσει· ει δε αυτεξουσιος φυσει, θελητικος αρα φυσει ο ανθρωπος· ειρηται γαρ ηδη, ως το αυτεξουσιον θελησιν ωρισατο οι Πατερες. Ετι τε, ου πασιν ανθρωποις ενυπαρχει το θελειν· και ου τοις μεν ενυπαρχει, τοις δε ουκ ενυπαρχει· το δε κοινως πασιν ενθεωρουμενον φυσιν χαρακτηριζει εν τοις υπ' αυτο ατομοις· αρα φυσει θελητικος ο ανθρωπος.
ΠΥΡ. Δεδεικται δια πλειονων φυσει θελητικος ων ο ανθρωπος.
ΜΑΞ. Τουτου ουν περιφανως δειχθεντος, διασκεψωμεθα, ως ανωτερω υπεθεμεθα, και της αυτων προτασεως το ατοπον.
ΠΥΡ. Διασκεψωμεθα.
ΜΑΞ. Ει φυσει θελητικος ο ανθρωπος, ως δεδεικται, (=0305=) κατ᾿ αυτους δε κατα την εν ψιλη σχεσει οικειωσιν το ανθρωπινον θελημα ειχεν ο Χριστος, αναγκη αυτους, ειπερ ταις οικειαις αρχαις στοιχουσι, και τα αλλα ημιν φυσικα μετ᾿ αυτου· φημι δη του κατα φυσιν θεληματος· κατ᾿ οικειωσιν ψιλην λεγειν· και ευρεθησεται αυτοις η της ολης οικονομιας θεωρια και μυησις, κατα φαντασιαν λαμβανομενη. Επειτα, ει η ψηφος Σεργιου, ου τους πως, αλλα τους απλως δυο θεληματα ειποντας ανεθεματισε· λεγουσι δε ουτοι δυο, καν ει εσφαλμενως, δια την οικειωσιν· αρα οι ταυτης προϊσταμενοι, τω κατ᾿ αυτων συνηγορουσιν αναθεματι. Και (≡15Γ_138≡> παλιν, ει, κατα την υπ᾿ αυτων διεκδικουμενην προτασιν, τοις θελημασι προσωπα συνεισαγονται· αρα δυο θεληματα λεγοντες, και ει εσφαλμενως, δια την οικειωσιν, ως ειρηται, και τα συνεισαγομενα αυτοις, κατα την τοιαυτην προτασιν, λεξουσι προσωπα. Και τις οισει την εις δυο προσωπα του ενος κατατομην;
ΠΥΡ. Τι ουν οι Πατερες; ουχ ημετερον ειπον ειναι, οπερ ο Χριστος εν εαυτω ετυπωσε θελημα;
ΜΑΞ. Ναι, ημετερον.
ΠΥΡ. Ουκουν ου το προσον αυτω φυσει δια του ανθρωπινου εσημαναν, αλλ᾿ οπερ κατ᾿ οικειωσιν ανεδεξατο.
ΜΑΞ. Επειδη και την ημετεραν φυσιν ωσαυτως ανειληφεναι αυτον εφασιν, αρα κατ᾿ αυτους και αυτην την φυσιν κατ᾿ οικειωσιν ψιλην εχων ευρεθησεται. Ει γαρ εκεινο αληθες, και τουτο· ει δε τουτο ψευδες, κακεινο.
ΠΥΡ. Τι ουν; το ημετερον εν εαυτω τυπωσαι ειποντες, το αυτω φυσει προσον εσημαναν;
ΜΑΞ. Ναι.
ΠΥΡ. Πως τουτο φης;
ΜΑΞ. Επειδη ο αυτος ολος ην Θεος μετα της ανθρωποτητος, και ολος ο αυτος μετα της θεοτητος· αυτος, ως ανθρωπος, εν εαυτω και δι᾿ εαυτου το ανθρωπινον υπεταξε τω Θεω και Πατρι, τυπον ημιν εαυτον αριστον και υπογραμμον διδους προς μιμησιν, ινα και ημεις προς αυτον ως αρχηγον της ημων αφορωντες σωτηριας, το ημετερον εκουσιως προσχωρησωμεν τω Θεω, εκ του μηκετι θελειν παρ᾿ ο αυτος θελει.
ΠΥΡ. Εκεινο ου προθεσει κακη και πανουργια (=0308=) τινι τουτο ειπον, αλλα βουλομενοι την ακραν ενωσιν δηλωσαι.
ΜΑξ. Ει τουτο τοις απο Σεβηρου δοθη, ουκ ευλογως λοιπον, οσον προς το δοθεν λημμα, κακεινοι λεξουσιν· οτι ου κακη (≡15Γ_140≡> προθεσει, η πανουργια τινι, μιαν λεγομεν φυσιν, αλλα βουλομενοι, καθαπερ και υμεις, δια του ενος θεληματος, την ακραν ενωσιν δι᾿ αυτης δειξαι; Τοις γαρ αυτων κατ᾿ αυτων, ον τροπον και Δαβιδ κατα του Γολιαθ, χρησονται οπλοις. Ιδου εν [και γαρ εν] θελημα λεγοντες, ταις αυταις εκεινοις και εννοιαις και φωναις συμπιπτουσι. Πλην τουτο το εν θελημα, τι βουλονται ονομαζειν; δικαιοι γαρ εισι τουτου την προσηγοριαν δουναι.
ΠΥΡ. Γνωμικον τουτο φασιν.
ΜΑΞ. Ουκουν, η γνωμικον και παραγωγον· ει δε παραγωγον, η γνωμη, ως πρωτοτυπον, ουσια εσται.
ΠΥΡ. Ουκ εστιν η γνωμη ουσια.
ΜΑΞ. Ει ουσια ουκ εστι, ποιοτης εστι· και ευρεθησεται ποιοτης εκ ποιοτητος· οπερ αδυνατον. Τι ουν φασι την γνωμην;
ΠΥΡ. Η γνωμη ουδε ετερον εστιν, η οπερ ο μακαριος αυτην ωρισατο Κυριλλος, οτι τροπος ζωης.
ΜΑΞ. Ο τροπος της κατ᾿ αρετην, φερε ειπειν, η κακιαν ζωης, αρα εξ επιλογης ημιν προσεστιν, η ου;
ΠΥΡ. Εξ επιλογης, παντως.
ΜΑΞ. Θελοντες ουν και βουλευομενοι επιλεγομεθα, η αθελητως και αβουλευτως;
ΠΥΡ. Ομολογουμενως θελοντες και βουλευομενοι.
ΜΑΞ. Ουκουν η γνωμη ουδε ετερον εστιν, η ποια θελησις, σχετικως τινος η οντος η νομιζομενου αγαθου αντεχομενη.
ΠΥΡ. Ορθως την του πατρικου ορου εποιησω εξηγησιν.
ΜΑΞ. Ει ορθως η του πατρικου ορου εξαπλωσις γεγενηται, πρωτον μεν ου δυνατον γνωμικον λεγειν θελημα. Πως γαρ εκ θεληματος θελημα προελθειν ενδεχεται; Επειτα δε και γνωμην λεγοντες επι Χριστου, ως η περι αυτης εδειξε ζητησις, ψιλον αυτον δογματιζουσιν ανθρωπον, βουλευτικως διατιθεμενον καθ᾿ (≡15Γ_142≡> ημας, αγνουντα τε και αμφιβαλλοντα, και αντικειμενα εχοντα· ειπερ τις περι των αμφιβαλλομενων, και ου περι του αναμφιβολου βουλευεται. Ημεις μεν γαρ απλως φυσει καλου φυσικως εχομεν την ορεξιν· του δε πως καλου πειραν δια ζητησεως και βουλης. Και δια τουτο εφ᾿ ημων και γνωμη προσφυως λεγεται, τροπος ουσα χρησεως, ου λογος φυσεως· επει και απειρακις μετεβαλεν η φυσις. Επι δε του ανθρωπινου του Κυριου, ου ψιλως καθ᾿ ημας υποσταντος, αλλα θεϊκως· Θεος γαρ ην (=0309=) ο δι᾿ ημας εξ ημων σαρκι πεφηνως, γνωμη λεγεσθαι ου δυναται. Αυτο γαρ [αυτω τω] το ειναι, ηγουν, το θεϊκως υποστηναι, φυσικως και την προς το καλον ειχεν οικειωσιν, και την προς το κακον αλλοτριωσιν, καθως και ο μεγας της Εκκλησιας οφθαλμος Βασιλειος εν τη ερμηνεια του μδ' ψαλμου διδασκων, εφη· "Κατα τουτο δε εκληψη και το Ησαια περι αυτου ειρημενον, οτι Πριν η γνωναι το παιδιον, η προελεσθαι πονηρα, εκλεξεται το αγαθον. Διοτι πριν η γνωναι το παιδιον αγαθον η κακον, απειθει πονηρια του εκλεξασθαι το αγαθον. Το γαρ, πριν η, δηλοι οτι ου καθ᾿ ημας ζητησας και βουλευσαμενος, αλλα θεϊκως υποστας, αυτω ειναι, το εκ φυσεως ειχεν αγαθον."
ΠΥΡ. Τι ουν; φυσικαι εισιν αι αρεται;
ΜΑΞ. Ναι, φυσικαι.
ΠΥΡ. Και ει φυσικαι, δια τι μη επισης πασιν ενυπαρχουσι τοις ομοφυεσι;
[ΜΑΞ. Πασι τοις ομοφυεσιν επισης ενυπαρχουσι.]
ΠΥΡ. Και ποθεν εν ημιν τοσαυτη ανισοτης;
ΜΑΞ. Εκ του μη επισης ενεργειν τα της φυσεως. Ως ειπερ παντες ισως, εφ᾿ ω και γεγοναμεν, ενηργουμεν τα φυσικα, μια αρα εδεικνυτο εν πασιν, ωσπερ η φυσις, ουτω και αρετη, το μαλλον και ηττον ουκ επιδεχομενη.
ΠΥΡ. Ει ουκ εξ ασκησεως ημιν τα φυσικα προεισιν, αλλ᾿ εκ δημιουργιας, η δε αρετη φυσικη, πως πονω και ασκησει τας αρετας, φυσικας ουσας, κτωμεθα;
(≡15Γ_144≡> ΜΑΞ. Η ασκησις, και οι ταυτη επομενοι πονοι, προς το μονον διαχωρισαι την εμφυρεισαν δι᾿ αισθησεως απατην τη ψυχη επενοηθησαν τοις φιλαρετοις· ου προς το εξωθεν προσφατως επεισαγαγειν τας αρετας· εκγειται γαρ ημιν εκ δημιουργιας, ως ειρηται· οθεν και αμα τελειως διακριθη η απατη, αμα και της κατα φυσιν αρετης την λαμπροτητα ενδεικνυται η ψυχη. Ο γαρ μη αφρων, φρονιμος· και ο μη δειλος η θρασυς, ανδρειος· και ο μη (=0312=) ακολαστος, σωφρων· και ο μη αδικος, δικαιος. Κατα φυσιν δε ο λογος, φρονησις εστι· και το κριτηριον, δικαιοσυνη, και ο θυμος, ανδρεια· και η επιθυμια, σωφροσυνη. Αρα τη αφαιρεσει των παρα φυσιν, τα κατα φυσιν και μονα διαφαινεσθαι ειωθεν· ωσπερ και τη του ιου αποβολη, η του σιδηρου κατα φυσιν αυγη και λαμπροτης.
ΠΥΡ. Μεγιστη εντευθεν αναδεδεικται βλασφημια τοις γνωμην επι Χριστου λεγουσιν.
ΜΑΞ. Χρη μηδε τουτο παρελθειν απαρασημαντον, οτι πολυτροπον και πολυσημον παρα τε τη αγια Γραφη και τοις αγιοις Πατρασιν εστι το της γνωμης ονομα, ως τοις επιμελως αναγινωσκουσι δηλον υπαρχει. Ποτε μεν γαρ επι παραινεσεως και υποθηκης αυτο φερουσιν· ως οταν λεγη ο Αποστολος· Περι δε των παρθενων επιταγην Κυριου ουκ εχω· γνωμην δε διδωμι· ποτε δε επιβουλης, ηνικα ο μακαριος Δαβιδ· Επι τον λαον σου κατεπανουργευσαντο γνωμην· οπερ αλλος εκδοτης σαφηνιζων, Επι τον λαον σου, εφη, κατεπανουργευσαντο βουλην· ποτε δε επι της ψηφου· οπηνικα Δανιηλ, ο εν προφηταις μεγας, λεγει περι τινος· Εξηλθεν η γνωμη η αναιδης εκ προσωπου του βασιλεως· ποτε δε επι δοξης, η πιστεως η φρονηματος, ηνικα Γρηγοριος ο της θεολογιας επωνυμος εν τω πρωτω Περι Υιου λογω διεξεισιν· "Επει δε το μεν επιτιμαν ου μεγα, ραστον γαρ, (≡15Γ_146≡> και του βουλομενου παντος· το δε αντεισαγειν την εαυτου γνωμην, ανδρος εστιν ευσεβους και νουν εχοντος." Και απλως, ινα μη καθ᾿ εν τα παντα διεξερχομενος, οχλον επισωρευσω τω λογω, κατα εικοσιοκτω σημαινομενα παρα τε τη αγια Γραφη και τοις αγιοις Πατρασιν επιτηρησαμενος, το της γνωμης ευρον ονομα· ουδε γαρ κοινου τινος η ιδικου εμφαινει χαρακτηρα, αλλ᾿ η εκ των προ αυτου λεγομενων, η των εφεξης, η του λεγοντος κανονιζεται διανοια. Διο και αδυνατον ενι και μονω σημαινομενω, το τοιουτο αφορισαι ονομα.
ΠΥΡ. Πως γαρ ενδεχεται το πολλαχως λεγομενον, ενος τινος ειναι αποκληρωτικον;
ΜΑΞ. Ινα ουν το αισχος της τοιαυτης αιρεσεως φανερωτερον γενηται, και ετερως την τοιαυτην διασκεψωμεθα προτασιν.
ΠΥΡ. Ει σοι φιλον, διασκεψωμεθα.
ΜΑΞ. Εν θελημα λεγοντες, ειτε προαιρετικον ειτε γνωμικον, ειτε εξουσιαστικον, ει και ετερως πως αυτο καλειν βουλοιντο· ου γαρ διαφερομεθα περι τουτου· η θειον, η αγγελικον, η ανθρωπινον τουτο λεγειν βιασθησονται. Και προηγουμενως μεν, οποτερον τουτων αυτο ειπωσι, φυσικον λεξουσιν· (=0313=) ειπερ εκατερον αυτων φυσεως υπαρχει δηλωτικον· και οπερ δια της διαιρετικης μεθοδου φευγειν εδοξαν, τουτο δια της αναλυτικης συνιστωντες εδειχθησαν. Εφεπομενως δε, ει μεν θειον αυτο λεξουσι, Θεον και μονον φυσει οντα τον Χριστον εγνωρισαν· ει δε αγγελικον, ουτε Θεον ουτε ανθρωπον, αλλ᾿ αγγελικην τινα φυσιν· ει δε ανθρωπινον, ψιλον ανθρωπον και υπεξουσιον αυτον εδειξαν.
ΠΥΡ. Οπηνικα ταυταις περιπεσωσι ταις ατοπιαις, ουτε φυσικον ουτε γνωμικον λεγουσι το θελημα· αλλ' επιτηδειοτητι προσειναι ημιν φασιν.
ΜΑΞ. Η επιτηδειοτης αυτη κατα φυσιν ημιν προσεστιν, η ου κατα φυσιν;
ΠΥΡ. Κατα φυσιν.
ΜΑΞ. Ουκουν παλιν, κατα αναλυσιν, φυσικον λεξουσι το θελημα· και ουδεν εκ της περιοδου ταυτης απωναιντο· και επειδη (≡15Γ_148≡> η επιτηδειοτης εκ μαθησεως ποιειται την εξιν και την προχειρησιν· απο μαθησεως αρα και προκοπης εσχεν ο Χριστος κατ᾿ αυτους την εξιν του θεληματος, και την προχειρησιν· και προεκοπτεν, αγνοων προ της μαθησεως τα μαθηματα. Τινος ουν χαριν τον Νεστοριον αποστρεφονται, των εκεινου θερμως αντεχομενοι λεξεων και ενννοιων; Οτι δε εν θελημα λεγοντες, τα εκεινου διεκδικουσι, και η παρ᾿ αυτων συνηγορουμενη Εκθεσις μαρτυρει, εν θελημα αποφηναμενη τον Νεστοριον πρεσβευειν, επι των πλαττομενων αυτω δυο προσωπων.
ΜΑΞ. Ετι τε το, φυσικον ειναι θελημα διωθουμενοι, η υποστατικον αυτο, η παρα φυσιν λεξουσιν. Αλλ᾿ ει μεν υποστατικον αυτο φησουσιν, ετεροβουλος ουτω γε εσται ο Υιος τω Πατρι. Μονης γαρ υποστασεως χαρακτηριστικον το υποστατικον. Ει δε παρα φυσιν, την εκπτωσιν των αυτου δογματιζουσιν ουσιων, ειπερ φθαρτικα των κατα φυσιν τα παρα φυσιν.
Ηδεως δ᾿ αν αυτους και τουτο εροιμην, οτι ο των ολων Θεος και Πατηρ, καθ᾿ ο Πατηρ θελει, η καθ᾿ ο Θεος; Αλλ᾿ ει μεν καθ᾿ ο ο Πατηρ, αλλο αυτου εσται παρα το του Υιου θελημα· ου γαρ Πατηρ ο Υιος· ει δε καθ᾿ ο Θεος· Θεος δε Υιος, Θεος και το Πνευμα το αγιον· αρα φυσεως ειναι το θελημα δωσουσιν, ηγουν φυσικον.
Ετι, ει κατα τους Πατερας, ων το θελημα εν, (=0316=) τουτων και η ουσια μια εστι· κατ᾿ αυτους δε, εν το θελημα της θεοτητος του Χριστου και της ανθρωποτητος αυτου· αρα μιαν και την αυτην τουτων λεγουσι την ουσιαν. Και πως ουτω ασεβουντες, φασιν, οτιπερ τοις Πατρασιν επονται;
Και παλιν, ει κατα τους αυτους Πατερας η της φυσεως διαφορα εν τω ενι θεληματι ου διαφαινεται, αναγκη αυτους η εν θελημα λεγοντας, φυσικην εν Χριστω μη λεγειν διαφοραν, η φυσικην (≡15Γ_150≡> λεγοντας διαφοραν, εν θελημα μη λεγειν, ειπερ τοις πατρικοις κανοσιν εαυτους απευθυνουσι.
Και παλιν, ει κατα τους αυτους διδασκαλους, ουκ εστι κοινον αμφοτερων, δηλαδη ουσιων, το θελημα, αναγκη αυτους η αμφω τας φυσεις του αυτου μη λεγειν κοινως εχειν εν θελημα· η τουτο λεγοντας, φανερως τοις πατρικοις απομαχεσθαι νομοις τε και θεσπισμασι.
ΠΥΡ. Λιαν σαφως, και συντετμημενως εδειξεν λογος την συμπεπλεγμενην παση επινοια των δι᾿ εναντιας ασεβειαν. Τι δε λεγομεν, οτι και εκ των Πατερων τουτο δεικνυειν επιχειρουσι;
ΜΑΞ. Ει μεν τους διαιρουντας, και τους συγχεοντας την υπερφυα οικονομιαν, Πατερας καλειν βουλονται, συγχωρουμεν αυτοις. Παντες γαρ εν θελημα εδοξασαν, καιτοι εκ διαμετρου διεστηκοτες την ασεβειαν. Ει δε τους της Εκκλησιας, ουδαμως τουτο συγχωρησομεν αυτοις. Επει δειξωσιν ενα μονον των εμφανων και πασι γνωριμων, οπως και ημεις εν ημερα της των ημετερων διαγνωσεως, εγκαλουμενοι παρα Χριστου του Θεου, οτι τινος χαριν ανεδεξασθε φωνην, ολον λυουσαν της εμης σαρκωσεως το μυστηριον; εχομεν απολογιαν, οτι την εν πασιν αιδεσθεντες του Πατρος υποληψιν.
ΠΥΡ. Τι ουν το ειρημενον τω Θεολογω Γρηγοριω· "Το γαρ εκεινου θελειν ουδε υπεναντιον τω Θεω, θεωθεν ολον," ουκ εναντιον των δυο θεληματων εστι;
ΜΑΞ. Ουδαμως. Τουναντιον, των δυο θεληματων μεν ουν, και των αλλων παντων εκφαντικωτερον.
ΠΥΡ. Πως τουτο φης;
ΜΑΞ. Ωσπερ η πυρωσις το πυρωθεν και το πυρωσαν εαυτη συνεισαγει, και η ψυξις το ψυχθεν και το ψυξαν, και η βαδισις το βαδιζον και βαδιζομενον, και η ορασις το ορων και ορωμενον, και νοησις το νοουν και νοουμενον· ου γαρ δυνατον (≡15Γ_152≡> την σχεσιν ανευ των σχετων νοειν η λεγειν· ουτω κατα το ακολουθον, και το θεωθεν και το θεωσαν. Αλλως τε δε, ει του θεληματος θεωσις εναντια εστι των δυο θεληματων κατ᾿ αυτους, και η της φυσεως θεωσις εναντια εσται των δυο φυσεων. Επ᾿ αμφοτερων γαρ τον αυτον της θεωσεως τεθεικεν ο Πατηρ λογον.
ΠΥΡ. Πανυ συμβαινουσα εδειχθη η χρησις του Πατρος τοις δυο θελημασιν· αλλα χρη τουτω συμφωνον δειξαι και Γρηγοριον, τον την Νυσσαεων (=0317=) φαιδρυναντα Εκκλησιαν. Εν γαρ αυτον φρονουντα παραγουσι θελημα, εκ του ειπειν τον Πατερα περι του Κυριου· Η ψυχη θελει, το σωμα απτεται· δι᾿ αμφοτερων φευγει το παθος. Φασι γαρ οτι τω θειω θεληματι της ηνωμενης αυτω καθ᾿ υποστασιν θεοτητος εφη ο Πατηρ, την ψυχην του Κυριου θελειν.
ΜΑΞ. Ουκουν κατα τον αυτον ειρμον και το σωμα τη θεια αφη εφη απτεσθαι, και εσται κατ' αυτους και απτη η θεοτης. Α γαρ αυτοι περι της ψυχης του Κυριου λεγουσιν, ετερος εκ της ισης εκφωνησεως μεταγων περι το σωμα, εις εσχατην αυτους απαγει πλανην.
ΠΥΡ. Πανυ συνοπτικως το βλασφημον της τοιαυτης εκδοχης παρεστησας. Τι δε φαμεν και περι των παραγομενων αυτοις απο του μεγαλου Αθανασιου χρησεων; Ων μια εστιν αυτη· "Νους Κυριου ουπω Κυριος, αλλ᾿ η θελησις, η βουλησις, η ενεργεια προς τι."
ΜΑΞ. Καθ᾿ εαυτων και ταυτην προβαλλονται. Διο και ο αληθης λογος τοις αυτων προς αναιρεσιν των αυτων εν πασι κεχρηται προβλημασι. Μηδε γαρ ουτω ποτε πτωχευσειεν η αληθεια, ωστε των ιδιων κατα των αντιπαλων δεηθηναι οπλων. Ει γαρ, κατα τον Πατερα, "Νους Κυριου, ουπω Κυριος" αλλο παντως (≡15Γ_154≡> παρα τον Κυριον εσται ο νους αυτου· τουτεστιν, ου φυσει Κυριος, ηγουν Θεος, ο νους του Κυριου· καθ᾿ υποστασιν γαρ, αυτου γεγενησθαι πιστευεται· και τουτο δηλον εκ του επαγαγειν, η θελησιν, η βουλησιν, η ενεργειαν προς τι, αυτον ειναι· κανονι χρωμενος προς τουτο, τω οντι φιλοσοφω των φιλοσοφων Κλημεντι, εν τω εκτω των Στρωματεων λογω, την μεν θελησιν, νουν ειναι ορεκτικον ορισαμενω· την δε βουλησιν, ευλογον ορεξιν, η την περι τινος θελησιν. Προς τι δε (=0320=) ενεργειαν ο θειος ουτος διδασκαλος διοτι προς παντα θεοπρεπως παρ᾿ αυτου γενομενα, τη καθ᾿ υποστασιν ενωθειση αυτω νοερα και λογικη εχρησατο ψυχη.
ΠΥΡ. Τω οντι, δι᾿ ων αντιστρατευεσθαι δοκουσι τη ευσεβεια, δι᾿ αυτων τον ελεγχον υπομειναντες ηγνοησαν. Χρη δε και την ετεραν, ην εκ του Πατρος παραγουσιν, επεξεργασασθαι χρησιν, προς το μηδεμιαν αυτοις υπολιπειν προφασιν κατα της αληθειας.
ΜΑΞ. Τις αυτη; αγνοω γαρ.
ΠΥΡ. Η φησιν ο θαυμαστος εκεινος ανηρ· "Εγεννηθη εκ γυναικος, εκ της πρωτης πλασεως την ανθρωπου μορφην εαυτω αναστησαμενος, εν επιδειξει σαρκος, διχα δε σαρκικων θεληματων, και λογισμων ανθρωπινων, εν εικονι κοινοτητος. Η γαρ θελησις, θεοτητος μονης."
ΜΑΞ. Αυθερμηνευτος ουσα, ου δειται ολως της εκ λογισμων βοηθειας.
ΠΥΡ. Και πως τουτοις αμφιβολος τυγχανει;
ΜΑΞ. Εκ πολλης αμαθιας. Επει, τινι ουκ εστι καταφανες, ει μη παντη το της ψυχης πεπηρωται οπτικον, οτι ου περι του φυσικου λογου, αλλα περι του τροπου της κατα σαρκα αυτου υπαρξεως, ταυτα ο Πατηρ διεξηλθεν, δειξαι βουλομενος την σαρκωσιν εργον ουσαν της θειας και μονης θελησεως, ευδοκουντος μεν του Πατρος, αυτουργουντος δε του Υιου, και συνεργουντος (≡15Γ_156≡> του αγιου Πνευματος, αλλ᾿ ου σαρκικης κινησεως, και λογισμων ανθρωπινων, ειτου γαμικης ακολουθιας; Ου γαρ τον της φυσεως λογον εκαινοτομησε γενομενος ανθρωπος των ολων ο Θεος· επει ουδε ανθρωπος ετι ην, ανελλιπη και αναλλοιωτον τον εν πασι της φυσεως ουκ εχων λογον, αλλα τον τροπον, ηγουν την δια σπορας συλληψιν, και την δια φθορας γεννησιν. Ουκουν τους φυσικους των ενωθεντων λογους ουδαμως ηρνησαντο οι θεοφρονες της Εκκλησιας διδασκαλοι· αλλα συμφωνως τοις ευαγγελισταις, και αποστολοις, και προφηταις, τον Κυριον ημων και Θεον Ιησου Χριστον, κατ' αμφω τας αυτου φυσεις θελητικον και ενεργητικον της ημων εφησαν σωτηριας.
ΠΥΡ. Και δυνατον τουτο εκ των της Παλαιας και Νεας δειξαι Γραμματων;
ΜΑΞ. Και μαλιστα· και γαρ οι Πατερες ουκ οικοθεν κινουμενοι, αλλ᾿ εξ αυτων μαθοντες, τουτο φιλανθρωπως και εδιδαξαν. Ου γαρ αυτοι ησαν οι λαλουντες, αλλ᾿ η δι᾿ ολου περιχωρησασα αυτοις χαρις του Πνευματος.
ΠΥΡ. Επειδη μιμησει θειας αγοθοτητος ωφελεισαι προθεμενος, εις τουτους εαυτον της ζητησεως εκδεδωκας τους πονους, αοκνως και τουτο διδαξον.
ΜΑΞ. Εν τοις αγιοις Ευαγγελιοις ειρηται περι του Κυριου, οτι Τη επαυριον ηθελησεν ο Ιησους (=0321=) εις την Γαλιλαιαν· προδηλον δε, οτι καθ᾿ ο ουκ ην εκει, ηθελησιν εισελθειν· ουκ ην δε ανθρωποτητι· θεοτητι γαρ ουδενος απεστιν. Αρα ουν καθ᾿ ο ανθρωπος, και ου καθ᾿ ο Θεος ηθελησεν εισελθειν· και θελητικος ην καθ᾿ ο ανθρωπος.
Και αλλαχου παλιν· Θελω, ινα οπου ειμι εγω, και αυτοι ωσιν. Ει καθ᾿ ο Θεος ο Χριστος υπερ το που εστιν· ου γαρ εν τοπω καθ᾿ ο Θεος· υπερ δε το που αδυνατον την κτιστην φυσιν (≡15Γ_158≡> υπαρχειν· αρα καθ᾿ ο ανθρωπος θελει, ινα οπου εστι και αυτοι ωσι· και θελητικος ην ο αυτος καθ᾿ ο ανθρωπος.
Και αλλαχου παλιν· Και ελθων εις τοπον, ειπε· Διψω. Και εδωκαν αυτω οινον μετα χολης μεμιγμενον· και γευσαμενος, ουκ ηθελε πιειν. Κατα ποιον αυτου μερος διψησαι αυτον λεγεται; Ει μεν κατα την θεοτητα, εμπαθης εσται η θεοτης αυτου, ποσεως παρα φυσιν εφιεμενη. Ει δε κατα την ανθρωποτητα, αρα καθ᾿ ο εδιψησε, κατ᾿ εκεινο και το ακαταλληλον τη φυσει ουκ ηθελησε πιειν· και θελητικος ην ο αυτος και καθ᾿ ο ανθρωπος.
Και αλλαχου φησι· Και περιεπατει ο Ιησους εν τη Γαλιλαια· ου γαρ ηθελεν εν τη Ιουδαια περιπατειν, οτι εζητουν αυτον οι Ιουδαιοι αποκτειναι. Ει της σαρκος φυσει ο περιπατος, αλλ᾿ ου της καθ᾿ υποστασιν ηνωμενης αυτη θεοτητος, αρα καθ᾿ ο ανθρωπος ο αυτος εν τη Γαλιλαια περιπατων, ουκ ηθελεν εν τη Ιουδαια περιπατειν· και θελητικος ο αυτος και καθ᾿ ο ανθρωπος.
Και ετερωθι παλιν· Κακειθεν εξελθοντες, παρεπορευοντο δια της Γαλιλαιας· και ουκ ηθελεν, ινα τις γνω. Ωμολογηται παρα παντων η πορευσις φυσει της ανθρωποτητος, ως ειρηται, ειναι του Κυριου, αλλ᾿ ου της αυτου θεοτητος· ει δε καθ᾿ ο ανθρωπος, αλλ᾿ ου καθ᾿ ο Θεος φυσει, προσην αυτω η πορευσις· αρα και καθ᾿ ο ανθρωπος παραπορευομενος μετα των μαθητων, ουκ ηθελεν ινα τις γνω· και θελητικος ην ο αυτος και καθ᾿ ο ανθρωπος.
Και ετερωθι παλιν· Κακειθεν αναστας απηλθεν εις τα ορια Τυρου και Σιδωνος. Και εισελθων εις οικιαν, ουδενα ηθελε γνωναι· και ουκ ηδυνηθη λαθειν. Ει καθ᾿ ο Θεος ο Χριστος δυναμις ην αυθυποστατος· καθ᾿ ο δε ανθρωπος, ασθενεια· Ει γαρ και εσταυρωθη, φησιν ο θειος Αποστολος, εξ ασθενειας, (≡15Γ_160≡> αλλα ζη εκ δυναμεως Θεου· αρα καθ᾿ ο ανθρωπος, και ου καθ᾿ ο Θεος, εισελθων εις οικιαν, ουκ ηθελεν ινα τις γνω· και ουκ ηδυνηθη λαθειν· και θελητικος ην ο αυτος, και καθ᾿ ο ανθρωπος.
Και αλλαχου φησι· Περι τεταρτην φυλακην της νυκτος ερχεται προς αυτους, περιπατων επι της θαλασσης· και ηθελε παρελθειν αυτους. Ει μεν καθ᾿ ο Θεος, τουτο τις περι αυτου ειρησθαι εκλαβη, περασι σωματικοις, τω ανω φημι, και τω κατω· τω εμπροσθεν και τω οπισω· τω δεξια και τω αριστερα, (=0324=) διαληφθαι την θεοτητα λεγειν αναγκασθησεται. Ει δε καθ᾿ ο ανθρωπος ταυτα ειρησθαι περι αυτου λεγει· αρα θελητικος ην ο αυτος και καθ᾿ ο ανθρωπος.
Και αλλαχου φησι· Και προσηλθον οι μαθηται αυτου, λεγοντες αυτω· Που θελεις, απελθοντες ετοιμασομεν σοι το Πασχα φαγειν; Ει η βρωσις του Πασχα των υπο νομον εστι· γεγονε δε ο Κυριος καθ᾿ ο ανθρωπος θελων εφαγε το Πασχα, και θελητικος ην ο αυτος και καθ᾿ ο ανθρωπος.
Και ο θειος δε Αποστολος εν τη προς Εβραιους Επιστολη, περι αυτου φησιν· Υπηκοος γενομενος μεχρι θανατου, θανατου δε σταυρου. Θελων ουν αρα υπηκουσεν, η μη θελων; Αλλ᾿ ει μεν μη θελων, τυραννις δε ευλογως, και ουχ υπακοη λεχθειη. Ει δε θελων· υπηκοος δε ου καθ᾿ ο Θεος, αλλα καθ᾿ ο ανθρωπος γεγονε· "Καθ᾿ ο γαρ Θεος, ουτε υπηκοος, κατα τους Πατερας, ουτε ανηκοος." - "Των γαρ δευτερων, και των υπο χειρα ταυτα," φησιν ο θειος Γρηγοριος· αρα και καθ᾿ ο ανθρωπος θελητικος ην.
Και ο μακαριος δε Δαβιδ εν τω τριακοστω εννατω ψαλμω· Θυσιαν και προσφοραν, φησιν, ουκ ηθελησας, σωμα δε κατηρτισω μοι. Ολοκαυτωματα και περι αμαρτιας ουκ εξεζητησας· τοτε ειπον· Ιδου ηκω. Εν κεφαλιδι βιβλιου γεγραπται περι (≡15Γ_162≡> εμου, του ποιησαι το θελημα σου· ο Θεος μου, ηβουληθην. Οτι μεν καθ᾿ ο ανθρωπος ο Χριστος, και ου καθ᾿ ο Θεος, Θεος αυτου λεγεται ο Πατηρ, ωσπερ και Πατηρ, καθ᾿ ο Θεος, και ου καθ᾿ ο ανθρωπος, ουδε τους δι᾿ εναντιας οιμαι διαμφιβαλλειν. Ει δε καθ᾿ ο ανθρωπος, και ου καθ᾿ ο Θεος, Θεος αυτου εστιν ο Πατηρ, αρα και καθ᾿ ο ανθρωπος, και ου καθ᾿ ο Θεος, ηβουληθη το θελημα του Πατρος και αυτου ποιησαι· αυτου γαρ εστι και το του Πατρος θελημα, Θεου και αυτου κατ᾿ ουσιαν οντος. Ει γαρ τουτο, ου μονον καθ᾿ ο Θεος και τω Πατρι ομοουσιος ην θελητικος, αλλα και καθ᾿ ο ανθρωπος και ημιν ομοουσιος.
Χρη δε ειδεναι ως τα νυν παρατεθεντα του ψαλμου ρηματα ο θειος Αποστολος, εν τη προς Εβραιους Επιστολη, εις τον Κυριον εξειληφεν. Ο μεγας δε Μωϋσης εν τη του ανθρωπου γενεσει τον Θεον εισαγει λεγοντα· Ποιησωμεν ανθρωπον κατ᾿ εικονα ημετεραν και καθ᾿ ημοιωσιν. Ει ουν εικων ο ανθρωπος της θειας φυσεως· αυτεξουσιος δε η θεια φυσις· αρα και η εικων· ειπερ την προς το αρχετυπον σωζει ομοιωσιν, αυτεξουσιος φυσει τυγχανει. Ει δε τουτο, γεγονε δε το φυσει αρχετυπον και εικων φυσει, αρα κατ' αμφω τας αυτου φυσεις θελητικος φυσει υπηρχεν ο αυτος. Προαπειχθη γαρ εκ των Πατερων, το θελημα ειναι την κατα φυσιν αυτεξουσιοτητα.
Δει δε ειδεναι ως η αυτεξουσιοτης ομωνυμως (=0325=) λεγεται μεν, ωσπερ και η φυσις· αλλως δε επι Θεου λαμβανεται, και αλλως επι αγγελων, και αλλως επι ανθρωπων. Επι μεν Θεου υπερουσιως· επι δε αγγελων, ως συντρεχουσης τη εξει της προχειρησεως, και παρενθηκην ολως χρονου μη παραδεχομενης· επι δε ανθρωπων, ως χρονικως της εξεως επινοουμενης της προχειρησεως. Ει γαρ θελων ο Αδαμ υπηκουσε, και θελων εθεωρησε, και (≡15Γ_164≡> θελησας εφαγεν· αρα πρωτοπαθης εν ημιν η θελησις. Ει δε πρωτοπαθης εν ημιν η θελησις, ταυτην δε μετα της φυσεως κατ᾿ αυτους ου προσειληφεν ο Λογος ενανθρωπησας· ουκ αρα εγω χωρις αμαρτιας γεγονα. Ει δε εγω χωρις αμαρτιας ου γεγονα, ουκ αρα εσωθην· ειπερ το απροσληπτον, αθεραπευτον.
Επειτα δε, ει εργον αυτου και ποιημα η αυτεξουσιος της φυσεως υπαρχει δυναμις, ταυτην δε ο Λογος σαρκωθεις, κατ᾿ αυτους, μετα της φυσεως καθ᾿ ενωσιν αρρητον ου προσειληφεν, η καταγνους της οικειας δημιουργιας, ως ου καλης, ταυτην εαυτου απεπεμψατο· η φθονησας ημιν της κατ᾿ αυτην θεραπειας, ημας μεν της εντελους αποστερων σωτηριας, και εαυτον υπο παθος οντα δεικνυς, τω μη θελειν, η τω μη δυνασθαι τελειως σωζειν.
Ταυτα μεν περι του θελητικον ειναι φυσει τον σαρκωθεντα Θεον Λογον, και καθ᾿ ο ανθρωπος· περι σε του θελητικον φυσει ειναι τον αυτον, και καθ᾿ ο Θεος, ενθεν εισομεθα. Φησι γαρ αυτος ο Κυριος ημων και Θεος, η μονη αληθεια, περι εαυτου εν τοις Ευαγγελιοις ουτως· Ιερουσαλημ, Ιερουσαλημ, η αποκτενουσα τους προφητας, και λιθοβολουσα τους απεσταλμενους προς αυτην· ποσακις ηθελησα επισυναγαγειν τα τεκνα σου, ωσπερ ορνις επισυναγει τα νοσσια εαυτης υπο τας πτερυγας, και ουκ ηθελησατε; Νυν αφιεται υμιν ο οικος υμων ερημος. Δηλον γαρ, οτι ου καθ᾿ ο ανθρωπος αλλα καθ᾿ ο Θεος, δειξας τους ποικιλους της σοφης αυτου περι τον ανθρωπον προνοιας τροπους· δι᾿ ων θελησας απο της των εκτος πλανης την φυσιν προς εαυτον επισυναξαι, αυτη ουκ ηθελησε.
Και παλιν φησιν· Ωσπερ ο Πατηρ εγειρει τους νεκρους, και ζωοποιει· ουτω και ο Υιος, ους θελει ζωοποιει. Ει το, ως επιρρημα συγκριτικον εστιν· αι δε συγκρισεις των ομοουσιων· (≡15Γ_166≡> ουκ αρα τουτο δυνατον κατα τον ανθρωπινον επι Χριστον λεγεσθαι. Ουκουν εδιδαξεν ημας ο Σωτηρ οτι, ωσπερ ο Πατηρ, Θεος ων, (=0328=) θεληματι τους νεκρους ζωοποιει, ουτω και αυτος, ομοουσιος ων τω Πατρι και ομοθελης, ους θελει ζωοποιει. Ταυτα των ευαγγελιστων, και αποστολων, και προφητων τα δογματα. Τις ουν υπερ ταυτα μειζων αποδειξις περι του φυσει θελητικον ειναι τον αυτον και καθ᾿ ο Θεος εστι, και καθ᾿ ο ανθρωπος;
ΠΥΡ. Ουδεν τουτων προς αποδειξιν του φυσικα ειναι τα θεληματα σαφεστερον. Πως ουν τον επιδοθεντα λιβελλον υπο Μηνα του γενομενου επισκοπου της βασιλιδος, εν θελημα εχοντα, εδεξατο Βιγιλιος ο της ῾Ρωμαιων τηνικαυτα προεδρος, και ταυτα εμφανισθεντος αυτου εν τω βασιλικω σεκρετω του τηνικαυτα των ῾Ρωμαιων βασιλευοντος, και της συγκλητου;
ΜΑΞ. Θαυμαζω πως πατριαρχαι οντες κατατολματε του ψευδους. Ο προηγησαμενος σου προς Ονωριον γραφων, ειπεν, οτι "Υπηγορευθη μεν, ουκ επεδοθη δε, ουτε ενεφανισθη·" αυτος δε εν τοις προς τον εν αγιοις Ιωαννην τον παπαν, εφης οτι "Επεδοθη και ενεφανισθη," αναγνωσθεις δια Κωνσταντινου Κουαιστωρος. Τινι ουν πιστευομεν; σοι, η τω προ σου; Ου γαρ δυνατον αμφοτερους αληθευειν.
ΠΥΡ. Και ουτω γεγραπται τω προ εμου;
ΜΑΞ. Ουτω γεγραπται.
ΠΥΡ. Εστω περι Βιγιλιου ταυτα. Τι εχεις περι Ονωριου ειπειν φανερως προς τον προ εμου εν δογματισαντος θελημα του Κυριου ημων Ιησου Χριστου;
ΜΑΞ. Τις αξιοπιστος εξηγητης της τοιαυτης καθεστηκεν επιστολης, ο ταυτην εκ προσωπου Ονωριου συνταξας, ετι και (≡15Γ_168≡> περιων, και μετα των (=0329=) αλλων αυτου καλων, και τοις της ευσεβειας δογμασι πασαν την Δυσιν καταφαιδρυνων, η οι εν Κωνσταντινουπολει τα απο καρδιας λαλουντες;
ΠΥΡ. Ο ταυτην συνταξας.
ΜΑΞ. Ο αυτος ουν προς τον αγιον Κωνσταντινον, τον γενομενον βασιλεα, εκ προσωπου παλιν Ιωαννου του εν αγιοις παπα περι αυτης γραφων, εφη, οτι "Εν θελημα εφημεν επι του Κυριου, ου της θεοτητος αυτου και της ανθρωποτητος αλλα μονης της ανθρωποτητος. Σεργιου γαρ γραψαντος, ως τινες δυο θεληματα λεγουσι επι Χριστου εναντια, αντεγραψαμεν, οτι Ο Χριστος δυο θεληματα εναντια ουκ ειχε· σαρκος φημι, και πνευματος, ως ημεις εχομεν μετα την παραβασιν· αλλ᾿ εν μονον, το φυσικως χαρακτηριζον την αυτου ανθρωποτητα." Και τουτου αποδειξις εναργης, το και μελων και σαρκος μνησθηναι· απερ και επι της θεοτητος αυτου εκεινα ληφθηναι ου συγχωρει. Ειτα και προκαταληψιν ανθυποφορας ποιουμενος, φησιν· "Ει δε τις λεγοι· Και τινος χαριν περι της ανθρωποτητος του Χριστου διαλαβοντες, περι της θεοτητος αυτου μνημην ουκ εποιησασθε; φαμεν, οτι πρωτον μεν προς την ερωτησιν η αποκρισις γεγονεν· επειτα δε, και τω της γραφης εθει, ως εν πασι, και εν τουτω επομενοι· ποτε μεν απο της θεοτητος αυτου διαλεγομενης· ως οταν λεγη ο Αποστολος· Χριστος Θεου δυναμις, και Θεου σοφια· ποτε δε απο της ανθρωποτητος αυτου, και μονον, ως οταν ο αυτος λεγη· Το μωρον του Θεου, ισχυροτερον των ανθρωπων εστιν· και το ασθενες του Θεου, ισχυροτερον των ανθρωπων εστιν."
ΠΥΡ. Απλουστερον ο προ εμου, τη λεξει προσεσχηκως, τουτο εδεξατο.
ΜΑΞ. Αληθειαν λεγω· ουδεν ουτως απεδιεθηκε με προς τον προ σου, ως το παλιμβολον αυτου· ηγουν το αλλοτε εις αλλας αυτον μεταπιπτειν εννοιας, και εν μηδενι βεβηκεναι φρονηματι. Ποτε μεν τους τουτο το εν θελημα θειον προσαγορευοντας αποδεχομενος, (≡15Γ_170≡> το Θεον μονον ειναι τον σαρκωθεντα εισηγε· ποτε δε, τους βουλευτικον αυτο λεγοντας, ανθρωπον αυτον ψιλον ειναι εισηγε, βουλευτικως καθ᾿ ημας διατιθεμενον (διακειμενον), και μηδεν διαφεροντα Πυρρου και Μαξιμου· ποτε δε υποστατικον αυτο λεγων, τη διαφορα των υποστασεων συνεισηγε και το διαφορον των θεληματων επι των ομοουσιων· ποτε δε, και τους εξουσιαστικον αυτο λεγοντας αποδεχομενος, σχετικην εισηγε την ενωσιν· εξουσια γαρ, και αυθεντια, και τα τοιαυτα, γνωμης προδηλως, αλλ' ου φυσεως υπαρχει κινηματα· ποτε δε, τους προαιρετικον και γνωμικον αυτο λεγοντας προσλαμβανομενος, και κυριους εαυτου καθιστων, ου μονον ψιλον ανθρωπον εισηγε τον Κυριον, αλλα και τρεπτον και αμαρτωλον· ειπερ η γνωμη των αντικειμενων εστι κριτικη, και των αγνοουμενων ζητητικη και των αδηλων βουλευτικη· ποτε δε, τους οικονομικον αυτο λεγοντας, (=0332=) το, προ της οικονομιας αθελητον αυτον ειναι, και ει τι ετερον επεται τω λογω ατοπον, εισηγε· και εις αλλας μυριας ατοπους εξηνεχθη υποληψεις, την αληθειαν βασιν ουκ εσχηκως· ας δι᾿ ακριβειας ει βουληθειην Γραφη παραδουναι μετα των αυτων ατοπων, ουδε ο μελλων αρκεσει χρονος. Τις δε αναγκη χαρτας προθειναι και σχισαι την αγιαν του Θεου Εκκλησιαν; Ουδε το πασι κοινοτατον συνιδειν ηδυνηθη. Η γαρ, ινα παραχωρησωμεν υμιν, τα των συνοδων εχουσι δογματα, ως υμεις ουκ αληθευοντες εφητε, και ου δεομεθα των υμετερων χαρτων, ταυτας και πριν και νυν δεχομενοι και περιπτυσσομενοι· η ου τα των συνοδων εχουσι, και πολλω πλεον τουτους αποστρεφεσθαι και φευγειν δικαιον. Της ουν των αυτων χαρτων προθεσεως καθ᾿ εκατερον αδικου και παρανομου ουσης, και η αυτων καταλυσις δι᾿ εκατερον δικαια και κανονικη καθεστηκεν.
ΠΥΡ. Σωφρονιος, ο μικρω προσθεν πατριαρχης γενομενος Ιεροσαλυμων, τουτο ημας και παρα προθεσιν πραξαι πεποιηκε, (≡15Γ_172≡> τον περι ενεργειων λογον ουκ εν ευθετω καιρω κινησας.
ΜΑΞ. Εγω παντοθεν απορω, ποιαν εκδεχεσθε δουναι απολογιαν, τον αναιτιον ουτω πικρως αιτιωμενοι. Ειπε γαρ μοι, προς της αληθειας αυτης, οτε Σεργιος εγραψε προς τον της Φαραν Θεοδωρον, πεμψας και ον φησι λιβελλον Μηνα δια της μεσιτειας Σεργιου του Μακαρωνα του Αρσινοης επισκοπου, προτρεπομενος αυτον περι της εν τω λιβελλω μιας ενεργειας και ενος θεληματος τα δοκουντα ειπειν, και αντεγραψεν, αποδεχομενος αυτα, που ουν τοτε Σωφρονιος; η ηνικα εν Θεοδοσιουπολει προς Παυλον τον Μονοφθαλμον και απο Σεβηριτων εγραψε, πεμψας και αυτω λιβελλον Μηνα, (=0333=) και την του Φαρανιτου και εαυτου συγκαταθεσιν; η οτε προς Γεωργιον τον επικλην Αρσαν, Παυλιανιστην οντα, εγραψε, χρησεις αυτω πεμφθηναι περι μιας ενεργειας αυτων, ενθεμενος και τουτο τη επιστολη οτι εν ταυταις, και την προς αυτους της Εκκλησιας ποιει ενωσιν; Ταυτην δε την επιστολην ο μακαριος Ιωαννης ο παπας Αλεξανδρειας αφειλετο χειρι απο του Αρσα· οθεν και βουληθεις δι᾿ αυτην ποιησαι την καθαιρεσιν αυτου, εκωλυθη εκ της εν Αιγυπτω τηνικαυτα γενομενης των Περσων επιδρομης. Η οτε προς Κυρον τον Φασιδος εντεγραψε περι μιας ενεργειας και δυο, ερωτηθεις παρ᾿ αυτου, πεμψας και αυτω τον ρηθεντα λιβελλον Μηνα; Τι ουν; Επειδη Σεργιου πολυτροπως την οικειαν νοσον εν τω κοινω προθεντος, και το πλειστον της Εκκλησιας λυμηναμενου, ο μακαριος Σωφρονιος υπεμνησεν αυτον μετα της πρεπουσης τω σχηματι αυτου ταπεινοφροσυνης, τοις ιχνεσιν αυτου προκαλινδουμενος και αντι πασης ικετηριας αυτου προσφερων αυτω τα ζωοποια Χριστου του Θεου παθηματα, ωστε μη φωνην αιρετικων, καλως παλαι υπο των προωδευκοτων τον βιον αγιων Πατερων σβεσθεισαν, ανανεωσασθαι, αυτος αιτιος του τοιουτου γεγονε σκανδαλου;
(≡15Γ_174≡> ΠΥΡ. Παντων των προταθεντων την ανατροπην δεοντως ο λογος εποιησατο, και ουδεν ολως ελλειπει η περι θεληματων ζητησις.
ΜΑΞ. Επειδη η περι θεληματων ζητησις περας ειληφε, βουλει και την περι ενεργειων ποιησωμεθα;
ΠΥΡ. Τον περι του φυσικα ειναι τα θεληματα λογον αγνοησας κατα τουτον και τον περι ενεργειων παρεδεξαμην· και ει τι αγραφως, η εγγραφως ερρεθη μοι, προς τουτον οραν τον σκοπον. Νυνι δε του πεφυκεναι θελειν, και του πεφυκεναι ενεργειν συνεκδοχικως ομολογουμενων, παντα τα περι τουτου πρωην μη συσταθεντα, ηκυρωται· και περιττον ηγουμαι, λοιπον τινα ολως περι τουτου κινησαι λογον.
ΜΑΞ. Τι ουν; επειδη ο Θεος, δια την προγνωσθεισαν αυτω προθεσιν ημων, εκαλεσε προς την της αληθειας αυτου επιγνωσιν, ου δει τα περι τουτου εγγραφως, η αγραφως προς τινας ειρημενα βασανισαι, δια τους, ως εικος, αφυλακτως αυτοις περιτυχοντας, η και περιτυγχανοντας ευχερεστερους;
ΠΥΡ. Ει τι προς τουτο ορα η βασανος, αναγκαιον εστι. Το γαρ φροντισαι της των ακεραιοτερων ασφαλειας, μιμησις εστι θειας φιλανθρωπιας.
ΜΑΞ. Ει ουν θειας φιλανθρωπιας εστι τουτο μιμησις, αρξωμεθα εντευθεν της περι τουτου εξετασεως.
ΠΥΡ. Αρξωμεθα.
ΜΑΞ. Εν τοις σοις ευρον συγγραμμασι, μιαν σε Χριστου, ως ολου, ενεργειαν δογματισαντα. Ει ουν μια, ως ολου εστιν ενεργεια, το δε ολον η αυτου εστιν υποστασις, αρα η μια αυτη ενεργεια υποστατικη εσται· και ετερας ενεργειας ωσπερ και υποστασεως (=0336=) Πατρι τε και Μητρι· ειπερ ουδετερον αυτων υπαρχει Χριστος.
ΠΥΡ. Ει δια το διαφορον των δυο εν Χριστω φυσεων λεγετε ενεργειας, και ου δια το μοναδικον του προσωπου μιαν, δυο ευρεθησονται και του ανθρωπου ενεργειαι, δια το κατ᾿ ουσιαν διαφορον της ψυχης αυτου και του σωματος. Ει δε τουτο, τρεις εσονται του Χριστου ενεργειαι, και ου δυο.
ΜΑΞ. Απερ υμεις επ᾿ αναιρεσει των φυσικων προισχεσθε, (≡15Γ_176≡> ταυτα και κατα των φυσεων οι προς αυτας μαχομενοι προτεινουσι. Τουτο γαρ υμων και μονον το χαριεν, το εκεινοις εν πασι συμπεριαγεσθαι. Οθεν και ημεις τους παρα των Πατερων εκεινοις επενεχθεντας ελεγχους, και υμιν, ως τα αυτα αυτοις νοσουσι προσαγομεν· οτι, ει δια το διαφορον των εν Χριστω φυσεων, δυο φυσεις και αυτοι μεθ᾿ ημων λεγετε, και ου δια το μοναδικον του προσωπου μιαν, δυο ευρεθησονται ουτω γε και του ανθρωπου φυσεις, δια το κατ᾿ ουσιαν διαφορον της ψυχης αυτου και του σωματος· και ει τουτο, τρεις εσονται του Χριστου, και ου δυο φυσεις. Ει δε δια το διαφορον των φυσεων, δυο μεθ᾿ ημων λεγοντες φυσεις, τρεις ου λεγετε επι Χριστου φυσεις· πως ημιν δια το διαφορον των φυσεων δυο λεγουσιν ενεργειας; αι τρεις συναχθησονται ενεργειαι; Α γαρ υμεις μεθ᾿ ημων προς τους εκεινα κατα των φυσεων προτεινοντας λεγετε, ταυτα και ημιν περι των ενεργειων προς υμας αρκεσει· αλλ᾿ ουτω μεν υμας εκ του ισου ο λογος απερραπισε, δειξας της αποριας το παραλογον. Εκ δε του υπερεχοντος φαμεν, οτι ου ταυτον το κατ᾿ ειδος του ανθρωπου εν, και το κατ᾿ ουσιαν ψυχης και σωματος εν. Το μεν γαρ κατ᾿ ειδος του ανθρωπου εν, την εν πασι τοις υπο την φυσιν ατομοις απαραλλαξιαν ενδεικνυται· οθεν ουδε απροσδιοριστως αυτο φαμεν, αλλα προσεπαγοντες του ανθρωπου. Το δε κατ᾿ ουσιαν ψυχης και σωματος εν, αυτο το ειναι αυτων λυμαινεται, εις ανυπαρξιαν αυτο παντελη ωθουν. Ει δε ου ταυτον το κατ᾿ ειδος του ανθρωπου εν, ουκ αρα αναγκη ημιν, την κατ᾿ ειδος μιαν λεγοντας ενεργειαν, η υποστατικην ταυτην λεγειν, η τρεις ενεργειας, δια το προς φυσιν οραν την ενεργειαν.
ΠΥΡ. Αλλα ταις ενεργειαις τα προσωπα κατα Νεστοριον συνεισαγεται· και αναγκη, τους δυο λεγοντας ενεργειας, τα εκεινου μιαρα διεκδικειν δογματα.
ΜΑΞ. Και μην Νεστοριος, δυο προσωπα λεγων μιαν δογματιζει ενεργειαν. Ει δε ταις ενεργειαις προσωπα καθ᾿ υμας (≡15Γ_178≡> συνεισαγεται, και τοις προσωποις ακολουθως αι ενεργειαι συναχθησονται· και βιασθησεσθε, τοις ιδιοις επομενοι κανοσιν, η δια την (=0337=) μιαν ενεργειαν της αγιας Θεοτητος, και εν λεγειν αυτης προσωπον· η δια τας τρεις αυτου υποστασεις, τρεις και ενεργειας· η σχετικην, ως Νεστοριος λεγειν ενωσιν· ταυτης γαρ η μια ενεργεια η ενωσις, ως αυτος Νεστοριος και οι της αυτου φατριας εν τοις αυτων απεδειξαν γραμμασι. Και εφ᾿ ημων δε, επειδη μια μεν η κατα το ειδος ενεργεια, πολλαι δε αι υποστασεις· η δια την μιαν κατ' ειδος ενεργειαν, και εν των παντων λεγειν προσωπον· η δια τα πολλα προσωπα, πολλας και ενεργειας· και διαπεπτωκε τοις Πατρασιν ουτω γε ο φασκων λογος· "Τα της αυτης οντα ουσιας, και της αυτης ειναι ενεργειας."
Ετι τε , ει τη ενεργεια προσωπον συνεισαγεται κατ᾿ αυτους, πολλας δε δεδωκασιν ενεργειας εξ ενος και του αυτου σεσαρκωμενου Θεου Λογου προελθειν, και τα συνεισαγομενα ταις προελθουσαις ενεργειαις προσωπα δωσουσιν· ειπερ εαυτοις στοιχειν διεγνωσαν· και ευρεθησοντα απειρα και τα προσωπα, και αι ενεργειαι του αυτου.
Και αυθις, ει συνεισαγεται προσωπον, κατα την αυτων προτασιν, τη ενεργεια, και αναιρουμενη ταυτη συναναιρειται παντως. Ει δε τουτο αληθες, αρα τη αναιρεσει των δυο, και της μιας ενεργειων, συναναιρειται και τα δυο και το εν προσωπον· και εχωρησεν, οσον το επ᾿ αυτοις, ο Χριστος, εκ του οντος, και υπεροντος, εις το μη ον· ου τι γενοιτο αν ασεβεστερον;
Ει δε και επι του καθ᾿ εκαστον ημων τουτο τις εκ πολλης περιουσιας γυμναζειν βουληθειη, ευρησει και ημας καθ᾿ ενα και τον αυτον καιρον και λογιζομενους, και περιπατουντας· η και ετερα μεν διανοουμενους, ετερα δε τοις παρατυγχανουσι διαλεγομενους· οπερ και Μωϋσης ποιησας ιστορειται, κατα τον αυτον καιρον (≡15Γ_180≡> και Θεω εντυγχανων υπερ του λαου, και τω λαω διαλεγομενος, και προς χρηστας παρορμων ελπιδας· και ουτε τω προσφυως ταις αυτου φυσεσι δυϊκως ενεργειν, δυο ο καθεις εστιν· ουτε τω ενα ειναι τον δυϊκως ενεργουντα, τας ουσιωδως προσουσας ταις αυτου φυσεσι κινησεις συγχει. Και επι του κατα προφοραν δε λογου ωσαυτως, και την εγκειμενην τω λογω ορωμεν εννοιαν, και τον υποκειμενον τη εννοια λογον, και την αυτων δι᾿ ολου εις αλληλα περιχωρησιν· και ουτε τη διαφορα αυτων το διαφορον των προσωπων συνεισαγεται, ουτε τη ακρα ενωσει το συγκεχυμενον. Τι δ᾿ αν τις ειποι και περι της πεπυρακτωμενης μαχαιρας, ουχ ηττον των φυσεων, τουτεστι του πυρος και του σιδηρου, και τας αυτων φυσικας ενεργειας, την καυσιν φημι (=0340=) και την τομην, σωζουσης, και δια παντων αμα, και εν ταυτω, ταυτας ενδεικνυμενης; Ουτε γαρ η καυσις αυτης, της τομης αφετος εστι μετα την ενωσιν, ουτε η τομη της καυσεως· και ουτε δια το διττον της φυσικης ενεργειας, δυο εισαγει τας πεπυρακτωμενας μαχαιρας· ουτε δια το μοναδικον της πεπυρακτωμενης μαχαιρας, της αυτων ουσιωδους διαφορας φυρσιν η συγχυσιν ποιειται.
ΠΥΡ. Ουχ εις ην ο ενεργων;
ΜΑΞ. Ναι εις.
ΠΥΡ. Ει ουν εις ο ενεργων, και μια, ως ενος, η ενεργεια.
ΜΑΞ. Ο εις ουτος Χριστος· παλιν γαρ τα αυτα τοις ανωτερω εις τα αυτα υμας υποστρεψαντας ερησομαι· εις τη υποστασει, η τη φυσει εστιν;
ΠΥΡ. Τη υποστασει· τη γαρ φυσει διπλους τυγχανει.
ΜΑΞ. Δυϊκως ουν δια το διπλουν της φυσεως ο αυτος ενηργει, η ενικως δια το μοναδικον της υποστασεως; Αλλ᾿ ει μεν δυϊκως, εις ων ο αυτος ενηργει, ουκ αρα τω αριθμω των ενεργειων ο των προσωπων συνεισαγεται αριθμος. Ει δε ενικως, δια το μοναδικον του προσωπου, τας αυτας επι τοις αυτοις ατοπιας ο περι τουτου δεξεται λογος. Ει γαρ υποστατικη η ενεργεια, (≡15Γ_182≡> τω πληθει των υποστασεων, και των ενεγειων διαφορα συνθεωρηθησεται.
ΠΥΡ. Ου παντως, επειδη δυϊκως ενηργει, δυο ησαν αυτου αι ενεργειαι· αλλ᾿ επειδη εις ην ο ενεργων, μια.
ΜΑΞ. Τουτο και περι των φυσεων ετερος λεγει προς σε, οτι ουκ επειδη δυαδικη αυτου η φυσις, ηδη και δυο ειησαν, και λεχθειησαν αι φυσεις· αλλ᾿ επειδη μια ην αυτου η υποστασις, μια εστιν αυτου η φυσις, και λεγεται. Πλην ινα παντα παραλιπω, οσα περι τουτου ρηθηναι δυναται, μιαν ενεργειαν λεγοντες, οποιαν ταυτην λεγειν αξιουτε; θειαν, η ανθρωπινην, η ουδετεραν; Αλλ᾿ ει μεν θειαν, Θεον μονον τον Χριστον λεγετε· ει δε ανθρωπινην, ουδε ολως Θεον, αλλ᾿ ανθρωπον μονον ψιλον· ει δε ουδετεραν τουτων, ουδε Θεον, ουδε ανθρωπον, αλλ᾿ ανυπαρκτον δογματιζετε τον Χριστον.
ΠΥΡ. Μιαν λεγοντες ενεργειαν της θεοτητος του Χριστου, και της κατ᾿ αυτον ανθρωποτητος, ου λογω φυσεως ταυτην προσειναι αυτω φαμεν, αλλ ενωσεως τροπω.
ΜΑΞ. Ει εκ της ενωσεως αυτω, κατα τον υμετερον λογον, προσγεγονεν η ενεργεια, προ της ενωσεως αρα ανενεργητος ην· και τετυραννηται, καθ᾿ υμας, δημιουργησας. Καιι αυθις, ει εκ της ενωσεως αυτω προσγεγονε το ενεργειν· ο Πατηρ δε και το αγιον Πνευμα ουχ ηνωθησαν καθ᾿ υποστασιν σαρκι, ουκ αρα ενεργητικοι. Ει δε μη ενεργητικοι, ουδε δημιουργοι· ινα μη λεγω, οτι ουδε ολως εισιν.
Και παλιν, επειδη η ενωσις σχεσις εστι, και ου (=0341=) πραγμα, σχεσις αρα και ου πραγμα η του Χριστου ενεργεια.
Ετι τε, η κτιστην, η ακτιστον λεγειν ταυτην αναγκασθησεσθε· επειδη μεσον κτιστης και ακτιστου ουδεμια υπαρχει το συνολον. Και ει μεν κτιστην αυτην φησετε, κτιστην και μονην δηλωσει φυσιν· ει δε ακτιστον, ακτιστον και μονην χαρακτηρισει φυσιν· δει γαρ παντως καταλληλα ταις φυσεσι τα φυσικα ειναι· και πως αν δυνατον, της κτιστης φυσεως και ηργμενης, ακτιστον ειναι την ενεργειαν, αναρχον τε, και απειρον, και δημιουργον, (≡15Γ_184≡> και συνεκτικην; η πως ακτιστου και αναρχου, κτιστην, και ηργμενην, και πεπερασμενην, και υφ᾿ ετερας προς το αδιαλυτον ειναι συνεχομενην;
ΠΥΡ. Ουδε το αποτελεσμα των υπο Χριστου γενομενων εργων λεγοντας μιαν ενεργεια, αποδεχη και ομονοεις;
ΜΑΞ. Αλλης αλλο πραξεως αποτελεσμα, και ουχ εν, ως επι της πεπυρακτωμενης εδειχθη μαχαιρας. Ει γαρ και ηνωνται αλληλαις, η τε του πυρος, και η του ξιφους ενεγεια· αλλ᾿ ορωμεν το αποτελεσμα του πυρος την καυσιν ον, και του σιδηρου το αποτελεσμα την τομην· ει και μη διηρηνται αλληλων εν τη κεκαυμενη τομη, η εν τη καυσει· ωσπερ και ουρανου αλλο , και γης αλλο, και ηλιου αλλο. Ου δυνατον ουν εν λεγειν αποτελεσμα, ει μηδ᾿ αν μια ειη και μονον η πραξις. Ει ουν προς το αποτελεσμα των υπο Χριστου γενομενων εργων απιδοντες μιαν ενεργειαν εδογματισατε, η και μιαν πραξιν δογματισατε· η δια τας απειρους πραξεις, απειρους και τας ενεργειας. Πλην περι των εργων ημιν εστι το ζητουμενον· ου γαρ περι των εξω Χριστου εστιν ο λογος ημιν, αλλα περι των εν αυτω τω Χριστω· τουτεστι περι του φυσικου των ουσιων του Χριστου λογου, ειτε ελλιπης εκ της ενωσεως, ειτε ανελλιπης μεμενηκε· και ει ελλιπης, ει δυνατον ελλιπους φυσεως υπαρξιν ειναι· ει δε ανελλιπης, ει εν αυτω, φημι δη τω συστατικω της ουσιας λογω, η ενεργεια θεωρειται, η των εκτος τυγχανει. Αλλ᾿, οτι μεν ου των εκτος τυγχανει η κατα φυσιν ενεργεια, δηλον εν του ανευ μεν των εργων δυνασθαι την φυσιν ειναι· ανευ δε της κατα φυσιν ενεργειας, ουτε ειναι την φυσιν, ουτε γινωσκεσθαι δυνατον. Οις γαρ εκαστον φυσικως ενεργει, πιστουται οπερ εστι μη τρεπομενον.
Οποταν ουδε προς εργον αντιδοντες, την αναπλασθεισαν υμιν τραγελαφου δικην μιαν ενεργειαν εδογματισατε, αλλα προς τον φυσικον των ενωθεισων ουσιων λογον· και τουτου πιστις αψευδης τα υπο Κυρου μεν δογματισθεντα κεφαλαια, υφ᾿ υμων (≡15Γ_186≡> (=0344=) δε προσηνως, και λιαν ασπασιως δεχθεντα· εν οις και μιαν δογματισας, τη αυτη εφη ενεργησαι τα τε θεια και τα ανθρωπινα· ου μονον τη αγια Γραφη, και τοις αγιοις Πατρασι μαχομενος, αλλα και αυτη τη των γεγονοτων φυσει. Ουδε των οντων, εν τοις κατα φυσιν μενον, τα εναντια ποιειν πεφυκεν.Ου γαρ θερμαινει το πυρ και ψυχει· ουτε ψυχει η κρυσταλλος και θερμαινει· ουτε ξηραινει η γη και υγραινει· ουτε υγραινει το υδωρ και ξηραινει. Ει ουν επ᾿ ουδενος των οντων τουτο θεωρειται, πως τον σαρκωθεντα Λογον και ουσιωδως γενομενον ανθρωπον, μια ενεργεια τα τε θαυματα και τα παθη, λογω φυσεως αλληλων διαφεροντα, επιτελεσαι λεγοντες, ου δεδοικατε;
ΠΥΡ. Τι ουν εναντια της νυν εκ της ζητησεως αναφανεισης ευσεβους εννοιας, ο της Εκκλησιας φωστηρ Κυριλλος εδογματισε, "μιαν συγγενης δι᾿ αμφοιν επιδεδειγμενον ενεργειαν," τον Χριστον δηλαδη, φησας;
ΜΑΞ. Ου μαχεται ολως η παρουσα χρησις ταις δυο ενεργειαις· τουναντιον δε, και συνιστησιν. Ου γαρ μιαν φυσικην ενεργειαν της θεοτητος του Χριστου εφη, και της αυτου ανθρωποτητος· επει ουκ αν αλλαχου ελεγειν, οτι "Ποιητου και ποιηματος μιαν ενεργειαν, ουκ αν τις δοιη σωφρονων" αλλα δειξαι βουλομενος, μιαν της θεοτητος ουσαν την ενεργειαν, και ανευ σαρκος, και μετα σαρκος. Ως ει τις μιαν του πυρος ενεργειαν μετα υλης και ανευ της υλης δειξαι θελων, φησειεν, οτι το πυρ και ανευ υλης και μετα υλης καιει. Ουτω και ο Πατηρ ου μιαν την των δυο φυσεων ειπεν ενεργειαν· αλλα μιαν την ενεργειαν ειπε την θειαν και την Πατρικην, ουσιωδως ενυπαρχουσαν τω σαρκωθεντι Θεω Λογω, καθ᾿ ην ου παντουργω μονον προσταγματι τας θεοσημιας ασωματως ετελει, καθως αυτος φησιν· ειπερ και μετα σαρκωσιν ομοεργος εστι τω οικειω γεννητορι, (≡15Γ_188≡> ασωματως ενεργουντι· αλλα και τη της οικειας σαρκος αφη ταυτας εδεικνυ σωματικως. Τουτο γαρ βουλεται το, "Δι᾿ αμφοιν." Ως συγγενως εχειν κατα την φυσιν δια λογου, και παντουργου προσταγματος γενομενην την ζωωσιν της παιδος, η την αναβλεψιν του τυφλου, η την ευλογιαν των αρτων, η την καθαρσιν του λεπρου, προς την δια της αφης σωματικως τελουμενην· ινα αποδειξη και την σαρκα ζωοποιον, ως αυτου κυριως, και ουκ αλλου υπαρχουσαν, τη προς αυτον ακραιφνει ενωσει. Δι᾿ αμφοτερων γαρ τουτων, προσταγματος φημι και αφης, η θεια ενεργεια δι᾿ αυτων εγνωριζετο των πραγματων, μηδολως την καθ᾿ ημας ανθρωπινην, και πασχουσαν φυσικην της σαρκος ενεργειαν παραβλαπτουσα· τουναντιον δε, συντηρουσα αυτην εις οικειαν εκφανσιν· ωσπερ ουν και ψυχη, ως δι᾿ οργανου του (=0345=) οικειου σωματος, και της αυτου φυσικης ενεργειας τα οικεια, και την εαυτης προσφερει κατα φυσιν ενεργειαν. Η τε γαρ εκτασις της χειρος και η αφη, και η κρατησις, και η κατ᾿ αυτην του πηλου μιξις και η του αρτου κλασις· και απλως, παν ο δια της χειρος, η ετερου μελους, η μερους του σωματος ετελειτο, της φυσικης ενεργειας της ανθρωποτητος του Χριστου υπηρχε· καθ᾿ ην ο ανθρωπος, ενεργης ην αυτος, ο φυσει Θεος, και τα θεια φυσικως ενεργων· ως αν δι᾿ εκατερων εκατερα κατα φυσιν πιστωσηται, Θεον τελειον και ανθρωπον τελειον διχα μονης της αμαρτιας εαυτον οντα κατ' αληθειαν δεικνυς.
Ουκ ηγνοησεν ουν ο Πατηρ την εκαστης φυσεως κατ᾿ εξαιρετον ιδιοτητα, και των αλλων φυσικων ιδιωματων περιληπτικην· την τε δημιουργικην φημι, και την εκ της ψυχης ενδιδομενην τω σωματι αυτου, ζωτικην ενεργειαν· ας σωζων εν εαυτω ο σαρκωθεις θεος Λογος ευκρινεις και ασυγχυτους εδειξε· την μεν δημιουργικην , εν τω ουσιαν και ποιοτητα και ποσοτητα δημιουργησαι· εξ ων, και εν οις, και απερ η των οντων υπαρξις εστι τε και θεωρειται. Ει γαρ και οι παρ᾿ Ελλησι φιλοσοφησαντες εις δεκα κατατεινουσι (≡15Γ_190≡> λογους τα οντα· αλλ᾿ ουν τουτοις το παν συνεχεται και περικλειεται· ουσιαν μεν, τους λειποντας του τυφλου οφθαλμους αναπληρωσας· ποιοτητα δε, το υδωρ εις οινον μεταβαλων· ποσοτητα δε, τους αρτους αυξησας· την δε ζωτικην ενεργειαν εδειξεν εν τω αναπνειν, λαλειν, οραν, ακουειν, απτεσθαι, οσφραινεσθαι, εσθιειν και πινειν· χειρας κινειν, βαδιζειν, υπνουν, και τα λοιπα, οσα εν πασι τοις υπο την φυσιν απαραλλαξιαν της κατα φυσιν ενδεικνυται ενεργειας.
ΠΥΡ. Ευσεβως και αβιαστως την του Πατρος παρεστησας εννοιαν, ου μαχομενην, αλλα συμβαινουσαν δια παντων ταις δυο ενεργειαις. Τι δε περι του αγιου Διονυσιου φαμεν, εν τη προς Γαϊον τον θεραπευτην επιστολη, φησαντος, " Καινην τινα την θεανδρικην ενεργειαν, περι του Χριστου, εν ημιν πεπολιτευμενον;"
ΜΑΞ. Η καινοτης ποιοτης εστιν, η ποσοτης;
ΠΥΡ. Ποσοτης.
ΜΑΞ. Ουκουν και φυσιν εαυτη συνεισαγει τοιαυτην· ειπερ πασης φυσεως ορος, ο της ουσιωδους αυτης ενεργειας καθεστηκε λογος. Ου μονον δε, αλλα και οταν λεγη ο Αποστολος, Ιδου γεγοντε τα παντα καινα, ουδεν ετερον λεγει, η οτι, Ιδου γεγονε τα παντα εν· ειτε δε φυσει, ειτε ενεργεια τουτο καλειν βουλεσθε, τουτο της ημων εστω εξουσιας. Ει δε ποιοτης εστιν η καινοτης, ου μιαν δηλοι ενεργειαν, αλλα τον καινον και απορρητον τροπον της των φυσικων του Χριστου ενεργειων εκφανσεως, τω απορρητω τροπω της εις αλληλας των Χριστου φυσεων περιχωρησεως προσφορως, και την κατα ανθρωπον αυτου πολιτειαν, ξενην ουσαν και παραδοξον, και τη (=0348=) φυσει των οντων αγνωστον, και τον τροπον της κατα την απορρητον ενωσιν αντιδοσεως.
ΠΥΡ. Ουτε η θεανδρικη μιαν δηλοι;
ΜΑΞ. Ουχι· τουναντιον γαρ περιφραστικως η φωνη δια των αριθμουμενων φυσεων τα αυτων ενεργειας παραδεδωκεν· ειπερ αποφασει των ακρων, ουδεν εστι μεσον επι Χριστου. Ει δε (≡15Γ_192≡> μιαν δηλοι, αλλην παρα την του Πατρος, ως Θεος, ο Χριστος εξει την ενεργειαν. Αλλης ουν παρα τον Πατερα ενεργειας εσται ο Υιος· ειπερ η του Πατρος ουκ εστι θεανδρικη· μετα το και θεανδρικην χαρακτηριζειν φυσιν και συνισταν. Η γαρ ενεργεια, φυικη ουσα, φυσεως υπαρχει συστατικος και εμφυτος χαρακτηρ. Και οι τα περι τουτων δε σκεμματα διαλαβοντες, ετερον γενος ειναι της ποσοτητος, και ετερον της ποιοτητος ειπον.
ΠΥΡ. Ουτε ποσοτης, ουτε ποιοτης εστιν η καινοτης· αλλ' ουσια.
ΜΑΞ. Θαυμαζω πως τουτο ειπειν εθαρρησας. Τη ουσια τι αντιδιαστελλεται;
ΠΥΡ. Το μη ον.
ΜΑΞ. Τι δε καινοτητι;
ΠΥΡ. Η παλαιοτης.
ΜΑΞ. Ωστε ουν ουκ ουσια η καινοτης, αλλα ποιοτης. Πως δε, ει προς μιαν ενεργειαν εκληψομεθα την φωνην, ουχ εαυτω γε, και τοις λοιποις Πατρασιν, εναντιουμενον εισαγομεν τον θεοφαντορα τουτον διδασκαλον; Παντες γαρ διαρρηδην κοινη και ειπον και εδιδαξαν, τα της αυτης οντα ουσιας, και της αυτης ειναι ενεργειας· και τα της αυτης οντα ενεργειας, της αυτης ειναι ουσιας· και οτι τα τη ουσια διαφεροντα, και τη ενεργεια διαφερουσι· και τα τη ενεργεια διαφεροντα, και τη ουσια διαφερουσιν.
ΠΥΡ. Τουτο επι της θεολογιας τοις Πατρασιν, ου μην και επι της οικονομιας ειρηται. Οθεν ουδε φιλαληθους διανοιας καθεστηκε, τα επι της θεολογιας αυτοις ειρημενα, μεταγειν επι της οικονομιας, και την τοιαυτην συνεισαγαγειν ατοπιαν.
ΜΑΞ. Ει επι της θεολογιας μονον ειρηται τοις Πατρασιν, ουκ αρα μετα την σαρκωσιν, καθ᾿ υμας, συνθεολογειται ο Υιος τω Πατρι. Ει δε ου συνθεολογειται, ουδε συναριθμειται κατα την επικλησιν του βαπτισματος· και ευρεθησεται κενη η πιστις και το κηρυγμα.
Και παλιν, ει ου συνθεολογειται μετα την σαρκωσιν ο Υιος (≡15Γ_194≡> τω Πατρι, ουτε της αυτης εσται ουσιας· τα γαρ τω λογω διαφεροντα, και τη φυσει διοισει παντως.
Και παλιν, ει ου συνθεολογειται ο Υιος τω Πατρι μετα την σαρκωσιν, τινι απονειμωμεν το, Ο Πατηρ μου εως αρτι εργαζεται, καγω εργαζομαι; Και· Α αν βλεπη τον Πατερα ποιουντα, και ο Υιος ομοιως ποιει; Και· Ει εμοι ου πιστευετε, (=0349=) τοις εργοις μου πιστευσατε; Και· Τα εργα α εγω ποιω μαρτυρει περι εμου; Και· Ωσπερ ο Πατηρ εγειρει τους νεκρους και ζωοποιει, ουτω και Υιος, ους θελει, ζωοποιει; Ταυτα γαρ παντα, ου μονον της αυτης οντα ουσιας και μετα σαρκωσιν τω Πατρι δεικνυσιν αυτον, αλλα και της αυτης ενεργειας.
Και παλιν, ει η περι τα οντα προνοια ενεργεια Θεου τυγχανει· αυτη δε ου μονον Πατρος και Πνευματος, αλλα και Υιου και μετα σαρκωσιν εστιν· αρα και της αυτης εστιν ενεργειας τω Πατρι και μετα σαρκωσιν.
Και παλιν, ει τα θαυματα ενεργεια Θεου τυγχανει· εκ δε των θαυματων της αυτης οντα ουσια τω Πατρι εγνωκαμεν· αρα εκ της αυτης ενεργειας της αυτην ων τω Πατρι εδειχθη ουσιας· και συνθεολογειται αυτω και μετα σαρκωσιν.
Και παλιν, ει ουσιωδως προσεστι τω Θεω η δημιουργικη ενεργεια· τα δε ουσιωδως προσοντα, και αναφαιρετα· αναγκη αυτους, η της αυτης τω Πατρι και μετα σαρκωσιν ενεργειας αυτον ου λεγοντας, μηδε της αυτης αυτω λεγειν ουσιας ειναι· ενθα γαρ η κατα φυσιν ενεργεια ουκ εστιν, ουδε η φυσις εσται ποτ᾿ αν· η της αυτης αυτω λεγοντας αυτον ουσιας, και της αυτης λεγειν ενεργειας, και συνθεολογειν τω Πατρι και μετα σαρκωσιν· ενθα γαρ η φυσις, εκει και η κοινη κατ᾿ αυτην απαραλειπτως εσται ενεργεια.
(≡15Γ_196≡> ΠΥΡ. Ουκ επ᾿ αναιρεσει της ανθρωπινης ενεργειας την μιαν λεγομεν ενεργειαν· αλλ᾿ επειδη αντιδιαστελλομενη η φυσις τη θεια ενεργεια, παθος λεγεται κατα τουτο.
ΜΑΞ. Κατα τουτον τον λογον, και οι μιαν φυσιν λεγοντες, ουκ επ᾿ αναιρεσει της ανθρωπινης ταυτην λεγουσιν· αλλ᾿ επειδη αντιδιαστελλομενη η φυσις τη θεια παθητικη λεγεται κατα τουτο.
ΠΥΡ. Τι ουν; ου προς την θειαν ενεργειαν διαστολη οι Πατερες παθος την ανθρωπινην προσηγορευσαν κινησιν;
ΜΑΞ. Μη γενοιτο· ουδενος γαρ, καθολου φαναι, υπαρξις εκ παραθεσεως, η εκ συγκρισεως γινωσκεται η οριζεται· η ουτω δ᾿ αν αλληλαιτια ευρεθησονται οντα τα πραγματα. Ει γαρ δια το ενεργειαν ειναι την θειαν κινησιν, η ανθρωπινη παθος εστι· παντως και δια το αγαθην ειναι την θειαν φυσιν, πονηρα εσται η ανθρωπινη. Ομοιως δε και κατα την συν αντιθεσει αντιστροφην, δια το παθος λεγεσθαι την ανθρωπινην κινησιν, η θεια κινησις ενεργεια λεγεται· και δια το πονηραν ειναι την ανθρωπινην φυσιν, αγαθη εσται η θεια. Αλλ᾿ απαγε· πολλης γαρ οντως αβελτηριας εστι ταυτα.
ΠΥΡ. Τι ουν; ουκ ωνομασαν παθος την ανθρωπινην κινησιν οι Πατερες;
ΜΑΞ. (=0352=) Πολυτροπως αυτην προς τας υποκειμενας δηλονοτι εννοιας, ωνομασαν.
ΠΥΡ. Πως τουτο λεγεις;
ΜΑΞ. Προσηγορευσαν αυτην και δυναμιν, και ενεργειαν, και διαφοραν, και κινησιν, και ιδιοτητα, και ποιοτητα, και παθος, ου κατα αντιδιαστολην της θειας· αλλ᾿ ως μεν συνεκτικην αναλλοιωτον, δυναμιν· ως δε χαρακτηριστικην και την εν πασι τοις ομοειδεσιν απαραλλαξιαν εκφαινουσαν, ενεργειαν· ως δε αφοριστικην, διαφοραν· ως δε ενδεικτικην, κινησιν· ως δε συστατικην, και μονη αυτη και ουκ αλλη προσουσαν, ιδιοτητα· ως δε ειδοποιον, ποιοτητα· ως δε κινουμενην, παθος. Παντα γαρ τα εκ θεου, και μετα θεον, πασχει τω κινεισθαι, ως μη οντα αυτοκινησις, (≡15Γ_198≡> η αυτοδυναμις· ου κατα αντιδιαστολην ουν, ως ειρηται, αλλα δια τον δημιουργικως αυτοις εντεθεντα παρα της το παν συστησαμενης αιτιας λογον. Οθεν και μετα της θειας συνεκφωνουντες αυτην, ενεργειαν προσηγορευσαν. Ο γαρ ειπων, "Ενεργει γαρ εκατερα μορφη μετα της θατερου κοινωνιας," τι ετερον πεποιηκεν; η ο ειπων· "Και γαρ τεσσαρακοντα ημερας αποσιτος διαμεινας, υστερον επεινασεν· εδωκε γαρ τη φυσει, οτε ηθελησε, τα ιδια ενεργησαι;" η οι διαφορον αυτου φησαντες ενεργειαν; η οι διπλην, η οι αλλην και αλλην;
ΠΥΡ. Επ᾿ αληθειας, και η περι των ενεργειων ζητησις ατοπον εδειξε την μιαν ενεργειαν, καθ᾿ οιανδηποτε τροπον επι Χριστου λεγομενην. Αλλα συγγνωμην αιτω και υπερ εμαυτου, και των προλαβοντων. Εξ αγνοιας γαρ εις τας ατοπους ταυτας εξηνεχθημεν εννοιας και επιχειρησεις· και παρακαλω ευρειν τροπον, ινα και η επεισακτος αυτη ατοπια καταργηθη, και η μνημη των προλαβοντων φυλαχθη.
ΜΑΞ. Αλλος ουκ εστι τροπος, η παρασιωπηθηναι μεν τα προσωπα· αναθεματισθηναι δε τα τοιαυτα δογματα.
ΠΥΡ. Αλλ᾿ ει τουτο γενηται, ευρισκονται τουτοις συνεκβαλλομενοι, Σεργιος τε και η επι εμου γενομενη συνοδος.
ΜΑΞ. Θαυμαζειν υπεστι μοι, πως συνοδον αποκαλεις, την μη κατα νομους και κανονας συνοδικους η θεσμους γενομενην εκκλησιαστικους· ουτε γαρ η επιστολη εγκυκλιος κατα συναινεσιν των πατριαρχων γεγονεν· ουτε τοπος η ημερα υπαντησεως ωρισθη. Ουκ εισαγωγιμος τις η κατηγορος ην. Συστατικας οι συνελθοντες ουκ ειχον, ουτε οι επισκοποι απο των μητροπολιτων, ουτε οι μητροπολιται απο των πατριαρχων.Ουκ επιστολαι η τοποτηρηται, απο των αλλων πατριαρχων επεμφθησαν. Τις ουν λογου μεμοιραμενος, συνοδον καλειν ανασχοιτο, την σκανδαλων και διχονοιας απασαν πληρωσασαν την οικουμενην;
(≡15Γ_200≡> ΠΥΡ. Ει ουκ εστιν ετερος τροπος, η ουτος, (=0353=) παντων την εμαυτου προτιμων σωτηριαν, ετοιμως εχων μετα πασης τουτο ποιησαι πληροφοριας· εν και μονον παρακαλων, ωστε αξιωθηναι με· προηγουμενως μεν της των αποστολικων σηκων· μαλλον δε, αυτων των κορυφαιων αποστολων προσκυνησεως· λοιπον δε, και της κατα προσωπον του αγιωτατου παπα, θεας· και αυτω επιδουναι των ατοπως γεγενημενων λιβελλον.
Ταυτα αυτου ειρηκοτος, Μαξιμος και Γρηγοριος ο πατρικιος ειπαν· Επειδη η προτασις σου αγαθη τυγχανει, και τη Εκκλησια συμβαλλομενη, ουτω και γενηται.
Εν ταυτη ουν τη μεγαλωνυμω συν ημιν γενομενος ῾Ρωμαιων πολει, την υποσχεσιν επληρωσε· κατακρινας μεν τα της ασεβους Εκθεσεως δογματα· ενωσας δε εαυτον δια της ορθοδοξου ομολογιας τη αγια, καθολικη και αποστολικη Εκκλησια, χαριτι και συνεργεια του μεγαλου Θεου και Σωτηρος ημων Ιησου Χριστου, ω η δοξα εις τους αιωνας των αιωνων, Αμην.

ΠΕΡΙ ΨΥΧΗΣ

(≡15Γ_204≡> Πρωτον μεν απαντων υποθησομαι, τινι κριτηριω πεφυκεν η ψυχη καταλαμβανεσθαι· ειτα, δι᾿ ων δεικνυται υπαρχουσα· ειθ᾿ εξης, ει ουσια τυγχανει ουσα, η συμβεβηκος· ειτα τουτοις ακολουθως, ει απλη, η συνθετος· ειτ᾿ αυθις, ει θνητη, η αθανατος· τελευταιον δε, ει λογικη, η αλογος. Ταυτα γαρ μαλιστα εν τω Περι ψυχης ζητεισθαι ειωθε λογω, ως καιριωτατα, και δυναμενα αυτης την ιδιοτητα χαρακτηριζειν. Αποδειξεσι δε προς την των εξητασμενων βεβαιωσιν, ταις κοιναις χρησομεθα εννοιαις, αις το αξιοπιστον τα εν χερσι πραγματα μαρτυρειν πεφυκε. Συντομιας δε χαριν και του χρησιμου, μονοις τοις προς το αναγκαιον του ζητουμενου (ουκ) εχουσι την αποδειξιν τα νυν χρησομεθα συλλογισμοις, οπως αν σαφη τε και ευπεριδραστα νοηματα γενομενα, ετοιμοτητα τινα ημιν εμποιει προς την των ανθισταμενων απαντησιν. Αρξωμεθα ουν του λογου εντευθεν.

Τι το καταληπτικον της ψυχης κριτηριον.
Παντα τα οντα, η αισθησει γνωριζεται, η νοησει καταλαμβανεται. Και το μεν αισθησει υποπιπτον ικανη αποδειξιν εχει την αισθησιν· αμα γαρ τη προσβολη, και την φαντασιαν ημιν εμποιει του (=0356=) υποκειμενου· το δε νοησει καταλαμβανομενον ουκ εξ εαυτου, αλλ᾿ εκ των εναντιων γνωριζεται. Η τοινυν ψυχη αγνωστος ουσα, ουκ εξ εαυτης, αλλ᾿ εκ των αποτελεσματων εικοτως γνωσθησεται.

(≡15Γ_206≡> Ει εστι ψυχη.
Το σωμα ημων κινουμενον, η εξωθεν, η ενδοθεν κινειται. Και οτι μεν εξωθεν ου κινειται, δηλον εκ του μητε ωθουμενον, μητε ελκομενον κινεισθαι, ως τα αψυχα. Και ενδοθεν παλιν κινουμενον ου φυσικως κινειται, ως το πυρ· εκεινο μεν γαρ ου παυεται του κινεισθαι ες οσον εστι πυρ, ωσπερ το σωμα νεκρον γενομενον ου κινειται σωμα ον. Ουκουν ει μητε εξωθεν κινειται ως τα αψυχα, μητε φυσικως ως το πυρ, δηλον οτι υπο ψυχης κινειται, της και το ζην αυτω παρεχουσης. Ει τοινυν τω σωματι ημων ψυχη δεικνυται το ζην αυτω παρεχουσα, εσται καθ' εαυτην η ψυχη εκ των εναντιων γνωριζομενη.

Ει ουσια εστιν η ψυχη.
Οτι μεν ουσια εστι δεικνυται ουτως. Πρωτον μεν, οτι ο της ουσιας ορος και επ᾿ αυτη εικοτως αν λεχθειη, επειδη ουτως ουσια εστι, το ταυτον και εν αριθμω των εναντιως παρα μερος ειναι δεκτικον. Οτι δε η ψυχη, αυτη της ιδιας φυσεως μη εξισταμενη τα εναντια επιδεχεται κατα μερος, παντι που δηλον. Δικαιοσυνη γαρ και αδικια· ανδρεια τε και δειλια· σωφροσυνη τε και ακολασια, εν αυτη θεωρουνται εναντια οντα. Ει τοινυν ιδιωμα ουσιας το των εναντιων ειναι παρα μερος δεκτικον· δεικνυται δε και η ψυχη τουτον επιδεχομενη τον ορον, ουσια αρα η ψυχη. Επειτα δε και του σωματος ουσιας οντος, και την ψυχην αναγκη ουσιαν ειναι. Ουδε γαρ οιον τε το μεν ζωοποιουμενον ειναι ενουσιον· το δε ζωοποιουν, ανουσιον ειναι· ει μη τις και το μη ον του οντος αιτιον φησειεν ειναι· η παλιν το εν ω την υπαρξιν εχον, και ο ανευ του ειναι μη δυναμενον, αιτιαν εκεινου ειναι εν ω εστι, μανεις τις ειποι.

(≡15Γ_208≡> Ει ασωματος η ψυχη.
Οτι μεν εν τω σωματι εστιν η ψυχη, ανωτερω εδειχθη. Δει τοινυν ειδεναι πως εστιν εν τω σωματι· και ει μεν παρακειται αυτω ως ψηφις ψηφιδι, σωμα μεν εσται η ψυχη· ολον δε το σωμα ουκ εσται εμψυχον· μερει γαρ τινι περικεισεται. Ει δε μεμικται η κεκραται, πολυμερης αν λεγοιτο η ψυχη, και ουχ απλη, του δε της ψυχης λογου εκβεβλημενη. Το γαρ πολυμερες, και διαιρετεον εστι, το δε διαιρετον, και διαλυτον· το δε διαλυτον, συνθετον· το δε συνθετον, τριχη διαστατον· το δε τριχη διαστατον, σωμα· σωμα δε σωματι προστιθεμενον, ογκον ποιει. Η δε ψυχη εν τω σωματι ουσα ουκ ογκον ποιει, (=0357=) αλλα μαλλον ζωοποιει· ουκ αρα εσται σωμα η ψυχη, αλλ᾿ ασωματος.
Ετι, ει σωμα η ψυχη, η ενδοθεν κινειται, η εξωθεν· ουτε δε εξωθεν κινειται· ου γαρ ωθειται, η ελκεται ως τα αψυχα· ουτε δε εσωθεν κινειται ως τα εμψυχα· ατοπον γαρ ψυχης ψυχην λεγειν. Ουκ εσται ουν σωμα· ασωματος αρα.
Και παλιν, ει σωμα εστιν η ψυχη, και τας ποιοτητας αισθητας εχει, και τρεφεται· αλλ᾿ ου τρεφεται· και ει τρεφεται ου σωματικως τρεφεται ως το σωμα, αλλ᾿ ασωματως· λογω γαρ τρεφεται. Ου τοινυν τας ποιοτητας αισθητας εχει. Ου γαρ οραται ουτε δικαιοσυνη, ουτε ανδρεια, ουτε των τοιουτων ουδεν. Της γαρ ψυχης αι ποιοτητες αυται· ουκ εστιν ουν σωμα· ασωματος αρα.

Ει απλη η ψυχη.
Δεικνυται τοινυν οτι απλη η ψυχη, εξ ων μαλιστα και ασωματος απεδειχθη. Ει γαρ σωμα ουκ εστι· σωμα γαρ απαν συνθετον εστι· το συγκειμενον, εκ μερων συγκειται· ουκ αν ουδε πολυμερης (≡15Γ_210≡> εσται· ασωματος δε ουσα, απλη εστιν, επειδη και ασυνθετος.

Ει αθανατος η ψυχη.
Ακολουθειν οιμαι δειν τω απλω, το αθανατον· και οπως, ακουσον. Ουδε των οντων αυτο εαυτου φθαρτικον εστιν, επει ουκ αν ουτε εξ αρχης συνεστη. Τα γαρ φθειρομενα, εκ των αναντιων φθειρεται. Διο παν φθειρομενον, διαλυτον εστι· το δε διαλυτον, συνθετον· το δε συνθετον, πολυμερες· το δε εκ μερων συγκειμενον, δηλονοτι εκ διαφορων συγκειται μερων· το δε διαφορον, ου ταυτον· ουκουν, η ψυχη απλη ουσα, και μη εκ διαφορων συγκειμενη μερων ασυνθετος και αδιαλυτος ουσα, δια τουτο αφθαρτος και αθανατος εσται.
Και παλιν, το εκ τινος κινουμενον, ουκ εξ εαυτου εχον το ζωτικον, αλλ᾿ εκ του κινουντος, τοσουτον διαμενοι, οσον υπο της ενεργουσης αυτης κρατειται δυναμεως. Επειδαν δε παυσηται το ενεργουν, διαχειται και αυτο. Το δε μη εκ τινος κινουμενον, αλλ᾿ εξ αυτου εχον την κινησιν, ωσπερ η ψυχη αυτοκινητος εστιν, ουδεποτε του ειναι διαλειπει· ακολουθει γαρ τω αυτοκινητω, το αεικινητον ειναι. Το δε αεικινητον, απαυστον εσται. Το δε απαυστον, ατελευτητον. Το δε ατελευτητον, αφθαρτον· το δε αφθαρτον, αθανατον. Ει τοινυν η ψυχη αυτοκινητος εστιν, ως ανωτερω απεδειχθη, εσται αφθαρτος, κατα τον προτεθεντα συλλογισμον.
(=0360=) Και παλιν, ει παν το φθειρομενον, υπο της ιδιας κακιας φθειρεται· το υπο της ιδιας κακιας μη φθειρομενον, αφθαρτον εσται· το γαρ κακον, το καλω εναντιον, διο και φθαρτικον εσται αυτου· ουδε γαρ ετερον εσται σωματος κακια, η παθη, και νοσος και θανατος, ωσπερ αρετη, καλλος, ζωη, υγεια, ευεξια. Ει τοινυν η ψυχη υπο της ιδιας κακιας ου φθειρεται· κακια δε ψυχης δειλια, (≡15Γ_212≡> ακολασια, φθονος, και τα παραπλησια· ταυτα δε παντα ουκ αφαιρειται αυτης το ζην και το κινεισθαι, αθανατος αρα εσται.

Ει λογικη η ψυχη.
Οτι δε λογικη ημων η ψυχη, εκ πολλων αν τις δειξειε· και πρωτον μεν εκ του τας τεχνας χρησιμους ουσας τω βιω, ταυτην αυτας ευρηκεναι. Ουδε γαρ απλως, και ως ετυχεν ειποι τις αν συνεσταναι τας τεχνας, επει μηδ᾿ αρχας, και ανωφελεις τω βιω αποδειξει. Ει τοινυν αι τεχναι συντελουσι προς το χρησιμον τω βιω· το δε χρησιμον επαινετον· το δε επαινετον, λογω κατασκευαστον· ψυχης δε ευρημα αυται· λογικη αρα ημων η ψυχη.
Επειτα εκ του τας αισθησεις ημων ικανας ειναι προς την των πραγματων καταληψιν, λογικη ημων η ψυχη αποδεικνυται. Ουδε γαρ αρκουμεθα προς ειδησιν των οντων τη της αισθησεως προσβολη, επει μηδε απατασθαι περι αυτα θελομεν. Αυτικα γουν τα τω σχηματι ισα, και τη χροια ομοια διηρημενα ταις φυσεσιν, η αισθησις αλογος ουσα διακριναι ασθενει. Ει τοινυν αι αισθησεις αλογοι ουσαι ψευδη ημιν φαντασιαν των οντων εμποιουσι, λογιστεον ημιν ει καταληπτα· και ει μεν καταληπτα, ετερα εσται δυναμις, και κρειττων παρα τας αισθησεις η τουτων αφικομενη. Ει δε μη καταλαμβανεται, ουδε εσται ημιν το ετερως παρ᾿ ο εστι θεωρουμενα. Οτι δε καταληπτα εστι τα πραγματα, δηλον εξ ου οικειως εκαστω προς το χρησιμον χρωμεθα, και παλιν μετασκευαζομεν εις ο θελομεν. Ουκουν ει τα οντα ημιν καταληπτα εδειχθη, αι δε αισθησεις αλογοι ουσαι, ψευδως δοξαζουσι, νους εσται ο τα παντα διακρινων, και ως εστιν αληθως τα παντα επιγινωσκων. Νους δε, ψυχης το λογικον μερος· λογικη αρα η ψυχη.
Ετι, ουδεν ο μη προτερον εν εαυτοις διαγραψαντες (διεγραψαμεν), εις εργον εκφερομεν. Τουτο δε ουδεν ετερον εστιν η (≡15Γ_214≡> ψυχης αξιωμα. Νους γαρ ουκ εξωθεν αυτη προσγινεται, η των οντων η ειδησις· αλλ᾿ αυτη ωσπερ ταις εξ αυτης επινοιαις τα οντα κοσμει. Δια τουτο εν αυτη προαναζωγραφει προτερον το πραγμα· ειθ᾿ ουτως εις εργον εκφερει. (=0361=) Αξιωμα δε ψυχης ουδε ετερον εστιν, η το μετα λογου παντα ποιειν. Ταυτη γαρ διαφερειν και των αισθησεων εδειχθη· λογικη αρα η ψυχη.

Τι ψυχη.
Ουσια ασωματος, νοερα, εν σωματι πολιτευομενη, ζωης παραιτια.

Τι δε νους.
Ψυχης το καθαρωτατον και λογικον, εις θεωριαν των οντων και προκατειλημμενων.

Τι φρενες.
Ενεργειαι ψυχης προς τι των οντων ακολουθως φερομεναι.

Τι τροπος.
Εξις ψυχης εξ εθους πεπορισμενη.

Τι αισθησις.
Οργανον ψυχης, δυναμις αισθητηριων των εξωθεν αντιληπτικη.

Τι πνευμα.
Ουσια ασχηματιστος, πασης κινησεως προηγουμενη.

Τελος του μακαριου Μαξιμου μοναχου, Περι ψυχης.

ΕΡΜΗΝΕΙΑ ΣΥΝΤΟΜΟΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣΕΥΧΗΝ ΤΟΥ ΠΑΤΕΡ ΗΜΩΝ,
ΠΡΟΣ ΕΝΑ ΦΙΛΟΧΡΙΣΤΟΝ.

(≡15Γ_218≡> Αυτον εδεξαμην τον θεοφυλακτον μου δεσποτην δια των αυτου πανευφημων γραμματων παραγινομενον· (=0873=) τον αει μεν παροντα, και απειναι τω πνευματι παντελως ου δυναμενον· ομως δε δι᾿ αρετης περιουσιαν θεομιμητως συγγινεσθαι τοις αυτου δουλοις, και δ᾿ ης ο Θεος δεδωκε τη φυσει προφασεως, ουκ απαναινομενον. Διο θαυμασας αυτου το μεγεθος της συγκαταβασεως, ποθω συγκρατον τον προς αυτον φοβον εποιησαμην· και μιαν εξ αμφοτερων, φοβου τε και ποθου, αγαπην ενεστησαμην, δι᾿ αιδους και ευνοιας συνισταμενην· ινα μητε μισος ο φοβος γινηται του ποθου γυμνουμενος, μητε καταφρονησις ο ποθος, τον σωφρονα φοβον συνημμενον ουκ εχων· αλλα νομος η αγαπη τυγχανουσα δειχθη στοργης ενδιαθετος, απαν το κατα φυσιν συγγενες οικειουμενος· δι᾿ ευνοιας μεν, το μισος χειρουμενος· δι᾿ αιδους δε, πορρω ποιουμενος την καταφρονησιν· ον δη μαλιστα παντων, φημι δε τον φοβον, της θειας αγαπης συστατικον επιγνους Δαβιδ ο μακαριος, φησιν· Ο φοβος Κυριου αγνος, διαμενων εις αιωνα αιωνος· ετερον δηλαδη τουτο ειδως, παρα τον επ᾿ εγκλημασι δεει τιμωριας συνισταμενον φοβον· ειπερ ο μεν εξω γινεται, τη παρουσια της αγαπης παντελως αφανιζομενος, ως που τοις εαυτου λογοις ο μεγας ευαγγελιστης Ιωαννης δεικνυται, φασκων· Η αγαπη εξω βαλλει τον φοβον· ο δε, τον της αληθους στοργης φυσικως χαρακτηριζει νομον· αιδοι συντηρων (≡15Γ_220≡> εις αιωνα τοις αγιοις, προς τε Θεον και αλληλους, τον της αγαπης θεσμον τε και τροπον παντελως αδιαφθορον.
Ποθω γουν, ως εφην, καγω κερασας τον φοβον, προς τον εμον Δεσποτην, τουτον της αγαπης συνεστησαμην τον νομον μεχρι της σημερον· αιδοι μεν του γραφειν ειργομενος, ινα μη λαβη χωραν η καταφρονησις· ευνοια δε προς το γραφειν ωθουμενος, ινα μη νομισθη μισος η τελεια του γραφειν παραιτησις. Γραφω δε, τουτο πραττειν κελευομενος, ουχ οσα λογιζομαι· Λογισμοι γαρ ανθρωπων δειλοι, κατα την Γραφην· αλλ᾿ οσα βουλεται Θεος, και χαριτι προς την του συμφεροντος γενεσιν επιδιδωσιν. Η γαρ βουλη του Κυριου(1), φησιν ο Δαβιδ, εις τον αιωνα μενει· λογισμοι της καρδιας αυτου εις γενεαν και γενεαν· βουλην μεν τυχον φησας του Θεου και Πατρος, την επι θεωσει της ημετερας φυσεως απορρητον κενωσιν του μονογενους Υιου, καθ᾿ ην εχειν παντων των αιωνων το περας περιγραφομενον· λογισμους δε της καρδιας αυτου, τους της προνοιας και της κρισεως λογους· καθ᾿ ους την τε παρουσαν ημων ζωην και την μελλουσαν, ωσπερ τινας γενεας διαφορους σοφως διεξαγει, καταλληλως εκαστην τον πρεποντα τροπον της ενεργειας προσνεμων.
Ει δε θειας υπαρχει βουλης εργον η της ημετερας φυσεως θεωσις· και των θειων λογισμων εστι σκοπος, η προς το περας διεξαγωγη των ζητουμενων (=0876=) της ημετερας ζωης· αρα συμφερει της του Κυριου προσευχης γνωναι τε και πραξαι, και ουτω δεοντως γραψαι, την δυναμιν. Επει δε μαλιστα ταυτης και ο εμος Δεσποτης προς εμε τον αυτου δουλον γραφων θεοθεν κινηθεις επεμνησθη της προσευχης, ην και των εμων αναγκαιως υποθεσιν λογων ποιουμενος, αιτουμαι τον ταυτης διδασκαλον της προσευχης Κυριον, διανοιξαι μου τον νουν προς κατανοησιν των εν αυτη μυστηριων, και δουναι συμμετρον λογον προς την των νοουμενων σαφηνειαν. Ολον γαρ εχει κατα περιγραφην τον εν τοις ειρημενοις σκοπον μυστικως κεκρυμμενον· η, τογε κυριωτερον ειπειν, (≡15Γ_222≡> τοις ερρωμενοις τον νουν εμφανως κηρυττομενον. Παντων γαρ ων δια σαρκος γεγονεν αυτουργος κενωθεις ο του Θεου Λογος, αιτησιν εχει της προσευχης ο λογος, διδασκων εκεινων μεταποιεισθαι των αγαθων, ων μονος ο Θεος και Πατηρ δι᾿ Υιου φυσικως μεσιτευοντος εν αγιω Πνευματι κατ᾿ αληθειαν εστι χορηγος· ειπερ μεσιτης Θεου και ανθρωπων, κατα τον θειον Αποστολον, ο Κυριος εστιν Ιησους· τοις μεν ανθρωποις, δια σαρκος εμφανη ποιων αγνοουμενον τον Πατερα· τω δε Πατρι δια Πνευματος εν εαυτω τους ανθρωπους καταλλαγεντας προσαγων· υπερ ων, και δια ους ατρεπτως γενομενος ανθρωπος, πολλων οσον ουδεπω μετρω περιλαβειν, το τε πληθος και μεγεθος δεδυνηται λογος, καινων μυστηριων αυτουργος γινεται και διδασκαλος· ων επτα τον αριθμον γενικωτερα των λοιπων, κατ᾿ εξαιρετον φιλοτιμιαν πεφανται τοις ανθρωποις δεδωρημενος· ων μυστικως περιεχει την δυναμιν, ως εφην, της προσευχης ο σκοπος· θεολογιαν, υιοθεσιαν εν χαριτι, ισοτιμιαν την προς αγγελους, αϊδιου ζωης μετοχην, φυσεως απαθως προς εαυτην νευουσης αποκαταστασιν, του νομου της αμαρτιας καταλυσιν, και της του κρατησαντος ημων δι᾿ απατης πονηρου τυραννιδος καθαιρεσιν. Σκοπωμεν ουν την των λεχθεντων αληθειαν.
Θεολογιαν μεν γαρ διδασκει σαρκουμενος ο του Θεου Λογος, ως εν εαυτω δεικνυς τον Πατερα και το Πνευμα το αγιον. Ολος γαρ ην ο Πατηρ, και ολον το Πνευμα το αγιον, ουσιωδως εν ολω τελειως τω Υιω και σαρκουμενω, ου σαρκουμενοι· αλλ᾿ ο μεν ευδοκων, το δε συνεργουν, αυτουργουντι τω Υιω την σαρκωσιν· ειπερ εννους ο Λογος διεμεινε και ζων, και μηδενι το παραπαν αλλω κατ᾿ ουσιαν χωρουμενος, η μονω τω Πατρι και τω Πνευματι, και προς την σαρκα δια φιλανθρωπιαν, την καθ᾿ υποστασιν ποιησαμενος ενωσιν.
(≡15Γ_224≡> (=0877=) Υιοθεσιαν δε διδωσι, την υπερ φυσιν ανωθεν δια Πνευματος εν χαριτι δωρουμενος γεννησιν· ης εν Θεω φυλακη τε και τηρησις εστιν, η των γεννωμενων προαιρεσις· διαθεσει γνησια την δοθεισαν στεργουσα χαριν, και τη πραξει των εντολων επιμελως το κατα χαριν δοθεν ωραιζουσα καλλος· και τοσουτον τη κενωσει των παθων μεταποιουμενη θεοτητος, οσον ο του Θεου Λογος της οικειας ακραιφνους δοξης, οικονομικως εαυτον κατα θελησιν κενωσας, γενομενος αληθως κεχρηματικεν ανθρωπος.
Ισοτιμους δε τοις αγγελοις τους ανθρωπους πεποιηκεν, ου καθοτι μονον Ειρηνοποιησας δια του αιματος του σταυρου αυτου τα εν τοις ουρανοις και τα επι της γης, και καταργησας τας πληρουσας τον μεσον ουρανου και γης τοπον αντικειμενας δυναμεις, μιαν προς την των θειων δωρων διανομην των επιγειων και ουρανιων δυναμεων απεδειξεν ουσαν πανηγυριν· της ανθρωπινης φυσεως εν αγαλλιασει κατα το εν και το αυτο θελημα ταις ανω δυναμεσι την δοξαν του Θεου συνεπηχουσης· αλλ᾿ οτι και μετα την πληρωσιν της υπερ ημων οικονομιας, μετα του προσληφθεντος αναληφθεις σωματος, ουρανον και γην ηνωσε δι᾿ εαυτου· και τοις νοητοις συνηψε τα αισθητα, και μιαν εδειξε την κτιστην φυσιν ταις των εαυτης ακροτησι μερων, κατ᾿ αρετην τε και της πρωτης αιτιας επιγνωσιν, προς εαυτην συνδεομενην· δεικνυς, οιμαι, δι᾿ ων επετελει μυστικως, ως ο μεν λογος εστι των διεστωτων ενωσις· η δε αλογια, των ηνωμενων διαιρεσις· και μαθωμεν λογου μεταποιεισθαι δια της πραξεως, ινα μη μονον αγγελοις κατ᾿ αρετην, αλλα και Θεω γνωστικως κατα την των οντων ενωθωμεν αφαιρεσιν.
Ζωης δε θειας μεταποιειται μεταδοσιν, εδωδιμον εαυτον εργαζομενος, ως οιδεν αυτος, και οι παρ᾿ αυτου τοιαυτην αισθησιν (≡15Γ_226≡> νοεραν ειληφοτες, ωστε τη γευσει ταυτης της βρωσεως, ειδεναι, κατ᾿ επιγνωσιν αληθως, οτι χρηστος ο Κυριος, ποιοτητι θεια προς θεωσιν μετακιρνων τους εσθιοντας· οια δη σαφως ζωης και δυναμεως αρτος και ων και καλουμενος.
Την φυσιν δε προς εαυτην αποκαθιστησιν, ου καθοτι μονον γενομενος ανθρωπος, απαθη την γνωμην προς την φυσιν ετηρησε και αστασιαστον· μηδε προς αυτους τους σταυρωσαντας της κατα φυσιν οικειας σαλευομενην το συνολον βασεως· τουναντιον δε μαλλον αιρουμενην αντι ζωης τον υπερ αυτων θανατον· καθ᾿ ο και το του παθους εκουσιον δεικνυται, (=0880=) τη του πασχοντος φιλανθρωπω διαθεσει κυρουμενον· αλλ᾿ οτι και την εχθραν κατηργησε, προσηλωσας τω σταυρω το της αμαρτιας χειρογραφον, δι᾿ ο προς εαυτην ασπονδως ειχεν η φυσις τον πολεμον· και τους μακραν και τους εγγυς καλεσας, τους υπο νομον δηλαδη και τους εξω νομου· και το μεσοτοιχον του φραγμου λυσας, τον νομον δηλονοτι των εντολων σαφηνισας εν δογμασι· τους δυο εκτισεν εις ενα καινον ανθρωπον, ποιων ειρηνην και αποκαταλλασσων ημας δι᾿ εαυτου τω Πατρι, και αλληλοις, ουκ εχοντας ετι την γνωμην ανθισταμενην τω λογω της φυσεως· αλλ᾿ ωσπερ την φυσιν, ουτω και την γνωμην οντας αναλλοιωτους.
Καθαραν δε του νομου της αμαρτιας την φυσιν καθιστησιν, ηδονην προκαθηγεισθαι της δι᾿ ημας αυτου μη συγχωρησας σαρκωσεως· ασπορος γαρ γεγονε παραδοξως η συλληψις, και αφθορος υπερ φυσιν η γεννησις· επισφιγγοντος δηλαδη του τεχθεντος Θεου τη μητρι, πλεον της φυσεως, τα δεσμα της παρθενιας δια γεννησεως· και την φυσιν απασαν, της του κρατησαντος (≡15Γ_228≡> νομου δυναστειας, εν τοις βουλομενοις ελευθερουντος τη κατ᾿ αισθησιν νεκρωσει των επι γης μελων, τον αυτου μιμουμενοις αυθαιρετον θανατον. Βουλομενων γαρ, ου τυραννουμενων το της σωτηριας μυστηριον.
Της δε του κρατησαντος ημων δι᾿ απατης πονηρου τυραννιδος ποιειται καθαιρεσιν, την σαρκα την νικηθεισαν εν τω Αδαμ, οπλον κατ᾿ αυτου προβαλλομενος, και νικων· ινα δειξη την προτερον αλουσαν προς θανατον, ελουσαν τον ελοντα, και θανατω φυσικω την εκεινου ζωην διαφθειρουσαν· και γινομενην, αυτω μεν δηλητηριον, προς το παντας ους κατεπιεν ισχυσας, ως εχων του θανατου το κρατος, εμεσαι· ζωην δε τω γενει των ανθρωπων, πασαν ωσπερ φυραμα την φυσιν προς αναστασιν ωθουσαν ζωης, υπερ ης μαλιστα Θεος ων ο Λογος, (=0881=) ανθρωπος γινεται (το ξενον οντως πραγμα και ακουσμα) και τον σαρκος θελων καταδεχεται θανατον. Τουτων απαντων, ως εφην, αιτησιν εχων ο της προσευχης ευρεθησεται λογος.
Πατερα γαρ, και Πατρος ονομα λεγει, και βασιλειαν· και τουτου του Πατρος αυθις Υιον εν χαριτι, τον προσευχομενον οντα παριστησιν. Ενος τε θεληματος τους εν ουρανω και γη γενεσθαι ζητει. Αρτον αιτεισθαι προσταττειν τον επιουσιον. Καταλλαγην τοις ανθρωποις νομοθετει, και τω συγχωρειν και συγχωρεισθαι την φυσιν προς εαυτην συνδει, τη διαφορα της γνωμης μη τεμνομενην. Εις τε πειρασμον εισελθειν, ως νομον αμαρτιας, απευχεσθαι διδασκει· και ρυσθειναι του πονηρου παραινει. Εδει γαρ τον αυτουργον και δοτηρα των αγαθων ειναι και διδασκαλον, οια δη μαθηταις, τοις πιστευουσιν εις αυτον, και μιμουμενοις αυτου την δια σαρκος αγωγην, υποθηκας ζωης ταυτης παρεχομενον της προσευχης τα ρητα, δι᾿ ων τους εν αυτω (≡15Γ_230≡> κατ᾿ ειδος υφεστωτας της σοφιας και της γνωσεως αποκρυφους εμηνυε θησαυρους, προς την αυτων απολαυσιν δηλονοτι των αιτουντων ελαυνων την εφεσιν.
Δια τουτο προσευχην, οιμαι, ταυτην κεκληκε την διδασκαλιαν ο λογος, ως αιτησιν εχουσαν των ανθρωποις κατα χαριν εκ Θεου διδομενων δωρων. Ουτω γαρ οι θεοπνευστοι Πατερες ημων οριστικως περι της προσευχης διεξηλθον, φησαντες, ειναι την προσευχην αιτησιν, ων Θεος πρεποντως εαυτω δωρεισθαι πεφυκεν ανθρωποις· ωσπερ και την ευχην, υποσχεσιν, ηγουν επαγγελιαν, ων γνησιως λατρευοντες Θεω προσκομιζουσιν ανθρωποι, την Γραφην μαρτυρουσαν τω οικειω λογω πολλαχως παραστησαντες, ως το, Ευξασθε, και αποδοτε Κυριω τω Θεω ημων· και, Οσα ηυξαμην, αποδωσω σοι Σωτηρι μου τω Κυριω· περι της ευχης ειρημενα· και αυθις περι προσευχης, ως το, Και προσηυξατο Αννα προς Κυριον, λεγουσα· Κυριε Αδωναι, Ελωι σαβαωθ, εαν εισακουων εισακουσης της δουλης σου, και δως μοι καρπον κοιλιας· και, Προσηυξατο Εζεκιας βασιλευς Ιουδα, και Ησαιας υιος Αμως ο προφητης προς Κυριον· και το, Οτ᾿ αν υμεις προσευχησθε, λεγετε Πατερ ημων ο εν τοις ουρανοις, παρα του Κυριου τοις μαθηταις ειρημενον· ως ειναι δυνασθαι την μεν ευχην, εντολων τηρησιν κατα γνωμην του ηυγμενου κεκυρωμενην· την δε προσευχην, της προς τα τηρηθεντα καλα του τετηρηκοτος μεταποιησεως αιτησιν· η μαλλον, την μεν ευχην αρετης αθλον, ο δη μαλιστα προσφιλως δεχεται Θεος προσκομιζομενον· την δε προσευχην, αρετης επαθλον· ο δη μαλα χαιρων Θεος αντιδιδωσιν.
(=0884=) Ουκουν, επειδη δεδεικται των υπο του Λογου σαρκωθεντος (≡15Γ_232≡> αγαθων αιτησιν ειναι την προσευχην, αυτον προστησαμενοι του Λογου της προσευχης τον διδασκαλον, θαρρουντες επελθωμεν, επιμελως εκαστου ρητου γυμνασαντες [γυμναζοντες], ως οιον τε θεωρια την εννοιαν· ως αυτος τε χορηγειν συμφεροντως ειωθεν ο Λογος, και χωρειν διδωσι της του λεγοντος διανοιας την δυναμιν.

Πατερ ημων, ο εν τοις ουρανοις· αγιασθητω το ονομα σου· ελθετω η βασιλεια σου.

Ευθυς καθηκοντως θεολογιας εν τουτοις απαρξασθαι διδασκει τοις προσευχομενοις ο Κυριος, και την πως υπαρξιν της των οντων ποιητικης αιτιας μυσταγωγει, κατ᾿ ουσιαν των οντων αιτιος ων. Πατρος γαρ, και ονοματος Πατρος, και βασιλειας Πατρος δηλωσιν εχει της προσευχης τα ρητα· ιν᾿ απ᾿ αυτης διδαχθωμεν της αρχης την μοναδικην Τριαδα σεβειν, επικαλεισθαι τε και προσκυνειν. Ονομα γαρ του Θεου και Πατρος ουσιωδως υφεστως εστιν ο μονογενης Υιος· και βασιλεια του Θεου και Πατρος, ουσιωδως εστιν υφεστωσα, το Πνευμα το αγιον.Ο γαρ ενταυθα Ματθαιος φησι βασιλειαν, αλλαχου των ευαγγελιστων ετερος Πνευμα κεκληκεν αγιον, φασκων, Ελθετω σου το Πνευμα το αγιον, και καθαρισατω ημας. Ου γαρ επικτητον ο Πατηρ εχει το ονομα, ουτε μην ως αξιαν επιθεωρουμενην αυτω νοουμεν την βασιλειαν. Ουκ ηρκται γαρ του ειναι, ινα και του πατηρ η βασιλευς ειναι αρξηται· αλλ᾿ αει ων, αει και πατηρ εστι και βασιλευς· μητε του ειναι, μητε του πατηρ η βασιλευς ειναι το παραπαν ηργμενος. Ει δε αει ων, αει και πατηρ εστι και βασιλευς, αει αρα και ο Υιος και το Πνευμα το αγιον ουσιωδως τω Πατρι συνυφεστηκασιν, εξ αυτου τε οντα, και εν αυτω φυσικως, υπερ αιτιαν και λογον, αλλ᾿ ου μετ᾿ αυτον, γενομενα δι᾿ αιτιαν (≡15Γ_234≡> υστερον. Η γαρ σχεσις συνενδειξεων κεκτηται δυναμιν, τα ων εστι τε και λεγεται σχεσις, μετ᾿ αλληλα θεωρεισθαι μη συγχωρουσα.
Ταυτης ουν απαρξαμενοι της προσευχης, γεραιρειν εναγομεθα [in cat. επειγομεθα] την ομοουσιον τε και υπερουσιον Τριαδα, ως ποιητικην αιτιαν της ημετερας γενεσεως. Προς δε, και την εις ημας εξαγγελειν διδασκομεθα χαριν της υιοθεσιας, τον φυσει δημιουργον χαριτι Πατερα καλειν αξιουμενοι· ινα του κατα χαριν Γεννητορος αιδεσθεντες την προσηγοριαν, εν τω βιω τους χαρακτηρας επισημαινειν σπουδαζωμεν του γεννησαντος, αγιαζοντος αυτου επι γης το ονομα, (=0885=) και πατρωζοντες, και τεκνα δια των πραγματων δεικνυμενοι, και τον ταυτης αυτουργον της υιοθεσιας φυσικον του Πατρος Υιον, δι᾿ ων νοουμεν η πραττομεν, μεγαλυνοντες.
Αγιαζομεν δε του εν ουρανοις κατα χαριν Πατρος το ονομα, την προσυλον δηλαδη νεκρουντες επιθυμιαν, και φθοροποιων εκκαθαιρομενοι παθων· ειπερ αγιασμος εστιν, η κατ᾿ αισθησιν της επιθυμιας παντελης ακινησια και νεκρωσις· εν η γενομενοι, τας απρεπεις του θυμου κατευναζομεν υλακας, ουκ εχοντος ετι διεγειρουσαν αυτον, και των οικειων ηδονων υπεραγωνιζεσθαι πειθουσαν την επιθυμιαν, ηδη τη κατα τον λογον αγιοτητι νεκρωθεισαν. Κατα φυσιν γαρ της επιθυμιας υπαρχων εκδικος ο θυμος, του μαινεσθαι παυεσθαι πεφυκεν, οπηνικα ταυτην ιδη νεκρωμενην.
Εικοτως ουν, τη του θυμου και της επιθυμιας αποβολη, το της βασιλειας του Θεου και Πατρος κατα την προσευχην επιγινεται κρατος, τοις μετα την τουτων αποθεσιν λεγειν αξιουμενοις, Ελθετω η βασιλεια σου· τουτεστι, το Πνευμα το αγιον· ηδη τω της πραοτητος λογω τε και τροπω ναοποιηθεισι τω Θεω δια του Πνευματος. Επι τινα γαρ, φησι, καταπαυσω, αλλ᾿ η επι τον πραον και ταπεινον, και τρεμοντα μου τους λογους; ως εντευθεν (≡15Γ_236≡> ειναι δηλον, οτι των ταπεινων και πραεων εστιν η βασιλεια του Θεου και Πατρος. Μακαριοι γαρ, φησιν, οι πραεις, οτι αυτοι κληρονομησουσι την γην. Γην ταυτην κατα φυσιν μεσην του παντος απολαβουσαν θεσιν ο Θεος ουκ επηγγειλατο τοις αγαπωσιν αυτον κληρονομιαν· ειπερ αληθευει φασκων, Οταν γαρ εκ νεκρων αναστωσιν, ουτε γαμουσιν, ουτε γαμιζονται· αλλ᾿ εισιν ως αγγελοι εν τοις ουρανοις. Και, Δευτε οι ευλογημενοι του Πατρος μου, κληρονομησατε την ητοιμασμενην υμιν βασιλειαν απο καταβολης κοσμου. Και αλλαχου παλιν ετερω μετ᾿ ευνοιας δουλευσαντι, Εισελθε εις την χαραν του Κυριου σου. Και μετ᾿ αυτον ο θειος Αποστολος, Σαλπισει γαρ, και οι νεκροι εν Χριστω, πρωτοι εγερθησονται αφθαρτοι. Επειτα ημεις οι ζωντες, οι παραλειπομενοι, αμα συν αυτοις αρπαγησομεθα εν νεφελαις εις απαντησιν του Κυριου εις αερα, και ουτω παντοτε συν Κυριω εσομεθα.
Τουτων ουν ουτως επηγγελμενων τοις αγαπωσι τον Κυριον, τις μονω τω ρητω της Γραφης προσηλωσας τον νουν, τον ουρανον, και την ητοιμασμενην απο καταβολης κοσμου βασιλειαν, και την του Κυριου μυστικως αποκεκρυμμενην χαραν, και την διηνεκη και παντελως αδιαστατον συν Κυριω των αξιων μονην τε και ιδρυσιν, ταυτον ποτ᾿ αν τη γη φησειε, λογω κινουμενος, και λογου θεραπευτης ειναι ποθων; Αλλα νυν γην φασκειν οιμαι, την παγιαν και παντελως αμεταθετον απο του καλου της των (=0888=) πραεων ατρεψιας εξιν και δυναμιν, ως αει συν Κυριω υπαρχουσαν, και χαραν ανεκλειπτον εχουσαν, και βασιλειας ανεκαθεν ητοιμασμενης επειλημμενην, και της εν ουρανω στασεως τε και ταξεως ηξιωμενην· οια δη γην τινα μεσην του παντος θεσιν απολαβουσαν της αρετης τον λογον· καθ᾿ ον μεσος ευφημιας και δυσφημιας υπαρχων ο πραος, απαθης διαμενει, μητε ταις ευφημιαις φυσωμενος [επαιρομενος η κενοδοξων], (≡15Γ_238≡> μητε ταις δυσφημιαις στυγνουμενος [λυπουμενος]. Ων γαρ ο λογος υπαρχει κατα φυσιν ελευθερος, αποστησας την εφεσιν, τουτων διοχλουντων ταις προσβολαις ουκ αισθανεται, καταπαυσας εαυτον της περι ταυτας ζαλης(2), και προς την θειαν και απρακτον ελευθεριαν ολην της ψυχης μεθορμησας την δυναμιν· ης τοις εαυτου μαθηταις ο Κυριος μεταδουναι ποθων, Αρατε, φησιν, τον ζυγον μου εφ᾿ υμας, και μαθετε απ᾿ εμου, οτι πραος ειμι, και ταπεινος τη καρδια· και ευρησεται αναπαυσιν ταις ψυχαις υμων· αναπαυσιν λεγων, το της θειας βασιλειας κρατος, ως πασης απηλλαγμενην δουλειας τοις αξιοις εμποιουν δεσποτειαν.
Ει δε τοις ταπεινοις και πραοις το ακαθαιρετον της ακηρατου βασιλειας διδοται κρατος, τις ουτως ανεραστος και παντη των θειων ανορεκτος αγαθων, ως μη κατ᾿ ακρον εφιεσθαι ταπεινωσεως και πραοτητος, ινα γενηται της θειας χαρακτηρ βασιλειας, ως εφικτον εστιν ανθρωπω, φερων εν εαυτω του φυσει κατ᾿ ουσιαν ως αληθως μεγαλου βασιλεως Χριστου, κατα την χαριν απαραλλακτον την εν πνευματι μορφωσιν; εν η, φησιν ο θειος Αποστολος, ουκ εστιν αρρεν και θηλυ· τουτεστι, θυμος και επιθυμια· ο μεν τυραννικως εκφερων τον λογισμον, και του νομου της φυσεως εξω ποιουμενος την διανοιαν· η δε, της μιας και μονης εφετης τε και απαθους αιτιας και φυσεως ποιουμενη τα μετ᾿ αυτην ερασμιωτερα, και δια τουτο την σαρκα προτιμοτεραν τιθεμενη του πνευματος· και της νοουμενων δοξης τε και λαμπροτητος επιτερπεστεραν εργαζομενη την των φαινομενων απολαυσιν· τω κατ᾿ αισθησιν λειω της ηδονης, απειργουσα τον νουν της θειας και συγγενους των νοητων αντιληψεως· αλλ᾿ η λογος μονωτατος, και αυτης εις ακρον της απαθους μεν, φυσικης δε ομως του σωματος δι᾿ αρετης περιουσιαν γυμνουμενος στοργης και διαθεσεως, νικωντος τελειως την φυσιν του πνευματος, και της ηθικης πειθοντος σχολασαι φιλοσοφιας, ηνικα συγγινεσθαι (≡15Γ_240≡> δεοι τω υπερουσιω λογω δι᾿ απλης και αμερους θεωριας, τον νουν· καν συντελειν αυτω πεφυκεν, εις ραδιαν των χρονικως ρεοντων τομην και διαβολον· ων διαβαθεντων, ουκ ευλογον επιβαρεισθαι καθαπερ μηλωτη τω κατ᾿ ηθος τροπω, τον αποφαθεντα τοις αισθητοις ακατασχετον.
Και δηλοι τουτο σαφως Ηλιας ο μεγας, δι᾿ ων επραττε τυπικως τουτο παραδεικνυς το μυστηριον· (=0889=) την μεν μηλωτην, φημι δε της σαρκος την νεκρωσιν, εν η το μεγαλοπρεπες πεπηγε της ηθικης κοσμιοτητος, κατα την αρπαγην Ελισσαιω διδους εις συμμαχιαν του πνευματος κατα πασης αντικειμενης δυναμεως, και πληγην της αστατου και ρεουσης φυσεως· ης τυπος υπηρχεν ο Ιορδανης, προς το μη σχεθηναι τον μαθητην της προς την αγιαν γην διαβασεως, τω θολερω τε και ολισθηρω περικλυσθεντα της των υλικων προσπαθειας· αυτος δε χωρων προς τον Θεον ανετος, ουδενι των οντων παντελως κατα την σχεσιν κρατουμενος, απλους τε την εφεσιν και την γνωμην ασυνθετος, προς τον απλουν τη φυσει, δια των αλληλουχων γενικων αρετων, γνωστικως αλληλαις συνηρημενων, ως ιππων πυρινων την ενδημιαν ποιουμενος. Εγνω γαρ οτι δει τω Χριστου μαθητη [τον Χριστου μαθητην] απογενεσθαι τας ανισους διαθεσεις(3), ων η διαφοροτης ελεγχει την αλλοτριωσιν· ειπερ διαχυσιν μεν του περι καρδιαν αιματος το κατ᾿ επιθυμιαν παθος· αιματος δε ζεσιν, κινουμενον σαφως το θυμικον απεργαζεται· και φθασας οια δη ζων εν Χριστω και κινουμενος και ων, εαυτου την των ανισων αλλοκοτον [και αλλοκοτων] απεθετο γενεσιν· μη φερων εν εαυτω καθαπερ αρρεν και θηλυ, τας εναντιας, ως εφην, τουτων των παθων διαθεσεις· ινα μη δουλωθη τουτοις ο λογος, ταις αυτων αστατοις μεταβολαις αλλοιουμενος, ω φυσικως το της θειας εικονος εγκεκραται σεβας, πειθον την ψυχην μεταπλασθηναι (≡15Γ_242≡> κατα την γνωμην προς την θειαν ομοιωσιν, και γενεσθαι της συνυφισταμενης ουσιωδως τω Θεω και Πατρι των ολων μεγαλης βασιλειας, ως Πνευματος αγιου παμφαες οικητηριον, ολην δεχομενον, ει θεμις ειπειν, της θειας φυσεως κατα το δυνατον, την εξουσιαν της γνωσεως· καθ᾿ ην η μεν των χειρονων απογινεσθαι, των δε κρειττοντων υφιστασθαι πεφυκε γενεσις, ισα Θεω της ψυχης κατα την χαριν της κλησεως ασυλον φυλαττουσης εν εαυτη των δωρηθεντων καλων την υποστασιν· καθ᾿ ην αει θελων Χριστος γενναται μυστικως, δια των σωζομενων σαρκουμενος· και μητερα παρθενων απεργαζομενος την γεννωσαν ψυχην, ουκ εχουσαν, ινα συνελων ειπω, κατα την σχεσιν, ωσπερ αρρεν και θηλυ, τα γνωρισματα της υπο φθοραν και γενεσιν φυσεως.
Ξενιζεσθω δε μηδεις, την φθοραν της γενεσεως ακουων προταττομενην. Απαθως γαρ συν ορθω λογω την των γινομενων και απογινομενων φυσιν διασκοπησας, ευρησει σαφως εκ φθορας και εις φθοραν την γενεσιν αρχομενην και ληγουσαν· ης τα σημαντικα παθη, καθαπερ εφην, ουκ εχει Χριστος· ηγουν ο του Χριστου τε και κατα Χριστον βιος τε και λογος· ειπερ ο λεγων εστιν αληθης, Εν γαρ Χριστω Ιησου, ουκ εστιν αρρεν και θηλυ· τα σημεια δηλαδη, και τα παθη δηλων της υπο φθοραν και γενεσιν φυσεως· αλλ᾿ η μονον θεοειδης λογος γνωσει θεια, πεποιωμενος, και γνωμης μοναδικη κινησις, μονην αιρουμενη την αρετην.
(=0892=) Ουτε Ελλην και Ιουδαιος, δι᾿ ων της περι Θεου δοξης ο διαφορος σημαινεται λογος· η, το γε μαλλον αληθεστερον ειπειν, αντικειμενος. Ο μεν [Marg. Ελληνικος λογος] αφρονως εισηγουμενος πολυαρχιαν, και την μιαν αρχην αντικειμεναις ενεργειαις τε και δυναμεσι καταμεριζων· και πλαττομενος σεβας πολυθεον, τω τε πληθει των προσκυνουμενων στασιαζομενον, και τω διαφορω (≡15Γ_244≡> της προσκυνησεως τροπω γελωμενον. Ο δε [Marg. Ιουδαϊκος λογος] μιαν μεν, στενην δε και ατελη, και σχεδον ανυποστατον, ως λογου και ζωης ερημον, προς ισον κακον τω προτερω λογω δια των εναντιων εκπιπτων, την αθειαν· ενι περιγραφων προσωπω την μιαν αρχην, και ταυτην διχα Λογου και Πνευματος υφισταμενην· η Λογω και Πνευματι πεποιωμενην· μη συνορων, οτι τις Θεος, τουτων ημοιρημενος· η πως Θεος μεθεξει παραπλησιως τοις υπο γενεσιν λογικοις ως συμβεβηκοτων τουτων μεμοιραμενος· ων εν Χριστω το παραπαν, ως εφην(4), ουδεις· αλλα μονος αληθους ευσεβειας λογος, και παγιος μυστικης θεολογιας θεσμος, την τε του προτερου λογου διαστολην της θεοτητος αποπεμπομενος και την του δευτερου μη παραδεχομενος συστολην· ινα μη τω φυσικω πληθει στασιαστικον· Ελληνικον γαρ η τω καθ᾿ υποστασιν ενικω παθητον· Ιουδαϊκον γαρ, ως Λογου και Πνευματος εστερημενον, η Λογω και Πνευματι πεποιωμενον· αλλ᾿ ουκ ον νους και Λογος και Πνευμα το θειον πρεσβευεται· και διδασκων ημας, τους κλησει χαριτος κατα πιστιν εισπεποιημενους εις επιγνωσιν αληθειας, μιαν ειδεναι θεοτητος φυσιν και δυναμιν· ηγουν, ενα Θεον εν Πατρι και Υιω και αγιω Πνευματι θεωρουμενον· οια δη μονον αναιτιον νουν ουσιωδως υφεστωτα, μονου κατ᾿ ουσιαν υφεστωτος αναρχου Λογου γεννητορα, και μονης αϊδιου ζωης ουσιωδως υφεστωσης, ως Πνευματος αγιου πηγην· εν μοναδι Τριαδα, και εν Τριαδι μοναδα· ουκ αλλην εν αλλη· ου γαρ ως εν ουσια τη μοναδι συμβεβηκος εστιν η Τριας· η το εμπαλιν, εν Τριαδι μονας· αποιος γαρ.
Ουδ᾿ ως αλλην και αλλην· ου γαρ ετεροτητι φυσεως της Τριαδος η μονας διενηνοχεν απλη τε και μια φυσις τυγχανουσα. Ουδ' ως αλλην παρ᾿ αλλην, ου γαρ υφεσει δυναμεως διακεκριται της μοναδος η Τριας, η της Τριαδος η μονας· η ως κοινον τε και γενικον επινοια μονη θεωρητον των υπ᾿ αυτο μερικων, παρηλλακται (≡15Γ_246≡> της Τριαδος η μονας, ουσια κυριως ανθυπαρκτος ουσα, και δυναμις οντως αυτοσθενης. Ουδ᾿ ως δι᾿ αλλης αλλην· ου γαρ μεσιτευεται σχεσει το ταυτον παντη και ασχετον(5), ως προς αιτιον αιτιατον. Ουδ᾿ ως εξ αλλης αλλην· ου γαρ κατα παραγωγην εκ μοναδος Τριας, αγενητος υπαρχουσα και αυτεκφαντος· αλλα την αυτην ως αληθως μοναδα και Τριαδα, και λεγομενην και νοουμενην· το μεν, τω κατ᾿ ουσιαν λογω· (=0893=) το δε, τω καθ᾿ υπαρξιν τροπω· ολην μοναδα την αυτην, μη μεμερισμενην ταις υποστασεσι· και ολην Τριαδα την αυτην, τη μοναδι μη συγκεχυμενην· ινα μη τω μερισμω το πολυθεον, η τη συγχυσει το αθεον εισκομιζηται· απερ φευγων ο κατα Χριστον λαμπρυνεται λογος. Λεγω δε Χριστου λογον, το καινον κηρυγμα της αληθειας εν ω ουκ εστιν αρρεν και θηλυ· φημι δε τα σημεια, και τα παθη της υπο φθοραν και γενεσιν φυσεως.
Ουχ Ελλην και Ιουδαιος, οι περι θεοτητος αντικειμενοι λογοι· ου περιτομη και ακροβυστια, αι τουτοις δηλαδη καταλληλοι λατρεια· η μεν, δια τα συμβολα του νομου, την φαινομενην κτισιν κακιζουσα, και τον κτιστην ως κακων ποιητην διαβαλλουσα· η δε, δια τα παθη ταυτην θεοποιουσα, και τω κτιστη επανιστωσα το ποιημα· και προς ισον κακον αμφω την θειαν υβριν αλληλαις συλληγουσαι [Venet. συλλεγουσαι. Fr. συναγουσαι]. Ου βαρβαρος και Σκυθης· τουτεστιν, η προς εαυτην στασιαστικη της μιας φυσεως και γνωμην διαστασις· καθ᾿ ην ο της αλληλοκτονιας παρα φυσιν τοις ανθρωποις εισεφθαρη νομος. Ουτε δουλος και ελευθερος· η της αυτης δηλονοτι παρα γνωμην διαιρεσις φυσεως· ατιμον ποιουμενη τον κατα φυσιν ομοτιμον· νομον επικουρον εχουσα, την τυραννουσαν το της εικονος αξιωμα, των δεσποζοντων διαθεσιν.
(≡15Γ_248≡> Αλλα παντα και εν πασι Χριστος, δια των υπερ φυσιν και νομον, την της αναρχου βασιλειας δημιουργων εν πνευματι μορφωσιν· ην, ως αποδεδεικται, πεφυκε χαρακτηριζειν, καρδιας ταπεινωσις και πραοτης· ων η συνοδος τελειον τον κατα Χριστον κτιζομενον αποδεικνυσιν ανθρωπον. Πας γαρ ταπεινοφρων, παντως και πραος, και πας πραος, παντως και ταπεινοφρων· ταπεινοφρων μεν, ως γνους εαυτον εχοντα το ειναι δεδανεισμενον· πραος δε, ως διαγνους των δοθεισων αυτω κατα φυσιν δυναμεων την χρησιν· και τω μεν λογω προς αρετης γενεσιν τουτων διδους την υπηρεσιαν· της αισθησεως δε τελειως την τουτων συστελλων ενεργειαν. Και δια τουτο κατα μεν τον νουν, προς Θεον αεικινητος ων· κατα δε την αισθησιν, ουδε παντων ομου των προς σωμα λυπηρων πειραν λαμβανων παντελως κινουμενος, η λυπης ιχνος εντυπων τη ψυχη, προς παραλλαγην της εν αυτη χαροποιου διαθεσεως· ου γαρ ηγειται στερησιν ηδονης υπαρχειν, το κατ᾿ αισθησιν αλγεινον. Ηδονην γαρ μιαν επισταται, την της ψυχης προς τον λογον συμβιωσιν, ης η στερησις κολασις εστιν ατελευτητος, παντας φυσικως περιγραφουσα τους αιωνας. Και δια τουτο, το τε σωμα, και παντα τα του σωματος αφεις, προς την θειαν φερεται συντονος συμβιωσιν· μιαν ζημιαν ηγουμενος, καν παντων δεσποζη των επι γης, την της προσδοκωμενης κατα χαριν θεωσεως αποτυχιαν.
(=0896=) Αγνισωμεν ουν εαυτους παντος μολυσμου σαρκος και πνευματος, ινα το θειον αγιασωμεν ονομα, ακκιζομενην τοις παθεσιν απρεπως την επιθυμιαν κατασβεσαντες· και λογω, ταις ηδοναις ατακτως επιμαινομενον τον θυμον, καταδησωμεν· ινα δια της πραοτητος παραγινομενην υποδεξωμεθα την του Θεου και Πατρος βασιλειαν. Και τον εφεξης λογον της προσευχης τοις προτεροις αρμοσωμεν, λεγοντες.

Γενηθητω το θελημα σου, ως εν ουρανω, και επι της γης.

Ο κατα μονην την λογικην δυναμιν, επιθυμιας τε και θυμου (≡15Γ_250≡> κεχωρισμενην μυστικως προσαγων τω Θεω την λατρειαν, ουτος επι γης, ως εν ουρανω των αγγελων αι ταξεις, το θειον πεπληρωκε θελημα· δια παντων τοις αγγελοις ομολατρης γενομενος και ομοδιαιτος, καθα που φησιν ο μεγας Αποστολος, Ημων δε το πολιτευμα εν ουρανοις υπαρχει· παρ᾿ οις ουκ εστιν επιθυμια, δι᾿ ηδονης τους νοερους παραλυουσα τονους· ουτε θυμος λυσσων, και το συγγενες ασεμνως καθυλακτων· αλλα λογος μονωτατος, προς τον πρωτον λογον φυσικως αγων τους λογικους· ω μονω χαιρει Θεος, και παρ᾿ ημων αιτει των αυτου δουλων. Και τουτο δηλοι προς τον μεγαν φασκων Δαβιδ· Τι γαρ μοι υπαρχει εν τω ουρανω, και παρα σου τι ηθελησα επι της γης; Υπαρχει δε τω Θεω εν ουρανοις προσαγομενον παρα των αγιων αγγελων, πλην της λογικης λατρειας ουδεν· ην και παρ᾿ ημων επιζητων, προσευχομενους λεγειν εδιδαξε· Γενηθητω το θελημα σου, ως εν ουρανω, και επι της γης.
Ουκουν κινεισθω και ημων προς την του Θεου ζητησιν ο λογος, προς τε τον αυτου ποθον η κατ᾿ επιθυμιαν δυναμις, και προς την αυτου φυλακην αγωνιζεσθω το θυμικον· μαλλον δε κυριωτερον ειπειν, ο μεν νους τετασθω πας προς Θεον· οιονει τονω τινι τω θυμικω τροπω νευρουμενος, και ποθω τη κατ᾿ ακρον εφεσει της επιθυμιας πυρουμενος. Ουτω γαρ τους κατ᾿ ουρανον αγγελους μιμουμενοι, τω Θεω δια παντων λατρευοντες ευρεθησομεθα· την αυτην τοις αγγελοις επι της γης πολιτειαν επιδεικνυμενοι· προς ουδεν των μετα Θεον ισως εκεινοις εχοντες τον νουν το παραπαν κινουμενον. Δεξομεθα γαρ κατ᾿ ευχας ουτω πολιτευομενοι, καθαπερ αρτον επιουσιον τε και ζωτικον εις αποτροφην των ημετερων ψυχων, (=0897=) και συντηρησιν της των χαρισθεντων ημιν αγαθων ευεξιας, τον ειποντα Λογον· Εγω ειμι ο αρτος, ο εκ του ουρανου καταβας, και ζωην διδους τω (≡15Γ_252≡> κοσμω· αναλογως ημιν τοις τρεφομενοις δι᾿ αρετης και σοφιας, παντα γινομενον· και δι᾿ εκαστου των σωζομενων ποικιλως, ως οιδεν αυτος, σωματουμενον· ετι κατα τον αιωνα τουτον υπαρχοντες, κατα την του ρητου της προσευχης δυναμιν του λεγοντος

Τον αρτον ημων τον επιουσιον δος ημιν σημερον.

Τουτον γαρ οιμαι δηλουσθαι τον αιωνα δια του σημερον· ως ει τις επι το σαφεστερον εκλαβων, ειποι, τον τοπον της προσευχης, Τον αρτον ημων, ον καταρχας επ᾿ αθανασια της φυσεως ητοιμασας, δος ημιν σημερον, κατα την παρουσαν ζωην ουσιν της θνητοτητος· ινα νικηση τον θανατον της αμαρτιας, η τροφη του αρτου της ζωης και της επιγνωσεως· ης μετοχον γενεσθαι τον πρωτον ανθρωπον, η παραβασις της θειας εντολης ου συνεχωρησεν. Ως ειγε ταυτης ενεφορηθη της θειας τροφης, ουκ αν τω θανατω της αμαρτιας ηλισκετο.
Πλην ο τον αρτον τουτον λαβειν ευχομενος τον επιουσιον, ου παντως ολον δεχεται καθως αυτος ο αρτος εστιν· αλλα καθως αυτος ο δεχομενος δυναται. Πασι μεν γαρ εαυτον διδωσι τοις αιτουσιν ο της ζωης αρτος, ως φιλανθρωπος, ου κατα το αυτο δε πασιν· αλλα τοις μεν μεγαλα εργα πεποιηκοσι, πλειονως· τοις δε τουτων ηττοσι, ηττονως· εκαστω μεν ουν καθως η κατα νουν αξια δεξασθαι δυναται.
Προς ταυτην δε με του παροντος ρητου την εννοιαν ηγαγεν ο Σωτηρ, προστασσων διαρρηδην τοις μαθηταις τροφης αισθητης παντελως μη ποιεισθαι λογον, ειπων, Μη μεριμνατε τη ψυχη υμων τι φαγητε, η τι πιητε· μητε τω σωματι υμων τι περιβαλησθε· ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητουσιν· αλλα ζητειτε πρωτον την βασιλειαν του Θεου, και την δικαιοσυνην αυτου, και ταυτα παντα προστεθησεται υμιν. Πως ουν διδασκει προσευχεσθαι, περι ων μη ζητειν προλαβων ενετειλατο; δηλον (≡15Γ_254≡> γαρ οτι δια προσευχης αιτειν ου προσεταττεν, απερ δι᾿ εντολης ζητειν ου παρηνεσε. Δια προσευχης γαρ μονον εστιν αιτητον, το κατ᾿ εντολην ζητητον. Οπερ ουν ζητειν δι᾿ εντολης ουκ επετραπημεν, δια προσευχης αιτειν, τυχον θεμιτον ου καθεστηκεν. Ει δε μονην ζητειν την βασιλειαν του Θεου, και την δικαιοσυνην ο Σωτηρ ενετειλατο· ταυτην εικοτως και δια προσευχης αιτειν, τους των θειων εφιεμενους δωρων ενηγαγεν· (=0900=) ινα των φυσει ζητητων δια προσευχης την χαριν επικυρωσας, την των αιτουντων γνωμην, τω του παρεχομενου την χαριν συναψη θεληματι, δι᾿ ενωσεως σχετικης ταυτο ποιουμενην.
Ει δε και τον εφημερον αρτον, ω συγκρατεισθαι πεφυκεν ημων η παρουσα ζωη, δια προσευχης αιτειν κελευομεθα, μη παρελθωμεν τους ορους της προσευχης, πολλας ετων περιοδους πλεονεκτικως περισκοπουντες, και λαθωμεν οντες θνητοι, και σκιας δικην την ζωην παροδευουσαν εχοντες· αλλα τον προς ημεραν απεριμεριμνως δια της προσευχης αιτησωμεν αρτον· και δειξωμεν οτι φιλοσοφως κατα Χριστον μελετην θανατου τον βιον ποιουμεθα, τη γνωμη φθανοντες την φυσιν, και πριν επιστηναι τον θανατον, της των σωματικων μεριμνης την ψυχην αποτεμνοντες· ινα μη προσηλωθη τοις φθειρομενοις, αμειψασα προς την υλην την χρησιν της κατα φυσιν εφεσεως, και μαθη πλεονεξιαν της των θειων αγαθων περιουσιας στερητικην.
Φυγωμεν ουν, οση δυναμις, την φιλιαν της υλης, και την αυτης σχεσιν καθαπερ κονιορτον των νοερων ομματων απονιψωμεθα· και μονοις αρκεσθωμεν τοις συνιστωσιν, αλλα και τοις ηδονουσιν ημων την παρουσαν ζωην· και υπερ αυτων τον Θεον, ως εδιδαχθημεν, αξιωσωμεν, ινα δυνηθωμεν αδουλωτον φυλαξαι την ψυχην, μηδενι των ορωμενων δια το σωμα παντελως κρατουμενην· και του ζην ενεκεν δειχθωμεν εσθιοντες, αλλα μη του εσθιειν χαριν ζωντες ελεγχθωμεν. Το μεν γαρ λογικης, το δε (≡15Γ_256≡> της αλογου σαφως ιδιον καθεστηκε φυσεως. Και φυλακες ωμεν της προσευχης ακριβεις, δι᾿ αυτων δεικνυμενοι των πραγματων, οτι μιας και μονης απριξ αντεχομεθα της εν πνευματι ζωης, και προς την αυτην κτησιν της παρουσης [Marg. ζωης δηλονοτι] την χρησιν ποιουμεθα· δι᾿ ην τοσουτον την ταυτης στεργομεν χρησιν, οσον αρτω ταυτην μονω στηριζειν μη παραιτεισθαι, και την αυτης φυσικην ευεξιαν φυλαττειν οσον το εφ᾿ ημιν αδιαφθορον· ουχ ινα ζωμεν, αλλ᾿ ινα Θεω ζωμεν· ψυχης αγγελον το σωμα καθιστωντες λελογισμενον ταις αρεταις, και ταυτην Θεου κηρυκα ποιουντες τη περι το καλον παγιοτητι πεποιωμενην· και τουτον μια φυσικως ημερα πειρικλειοντες τον αρτον· υπερ αυτου μη τολμωντες εις δευτεραν ημεραν δια το δοτηρα της προσευχης επεκτειναι την δεησιν. Ουτω γαρ αν πραγματικως κατα την δυναμιν της προσευχης εαυτους διαθεντες, δυνηθειημεν και τοις λειπομενοις καθαρως προσβηναι ρητοις, φασκοντες·

Και αφες ημιν τα οφειληματα ημων, ως και ημεις αφιεμεν τοις οφειλεταις ημων.

Ο κατα την πρωτην της του προλαβοντος ρητου (=0901=) θεωριας επιβολην, κατα τον αιωνα τουτον, ου συμβολον ειναι το σημερον εφαμεν, τον αφθαρτον αρτον της σοφιας, ου καταρχας διετειχισεν ημας η παραβασις, δια προσευχης επιζητων, ατε δη μιαν ηδονην επισταμενος την των θειων επιτυχιαν, ης δοτηρ μεν κατα φυσιν εστιν ο Θεος· φυλαξ δε κατα θελησιν η του λαβοντος προαιρεσις· και μιαν οδυνην ειδως, την τουτων αποτυχιαν, ης υποβολευς μεν εστιν ο διαβολος· αυτουργος δε, πας ο των θειων δι᾿ ατονιαν γνωμης αποκαμνομενος [Ven. et Fr. αποκναιομενος]· μη φυλαττων το τιμιον γνωμης διαθεσεσι στεργομενον· προς ουδεν εχων των ορωμενων ρεπουσαν το συνολον την προαιρεσιν, και δια (≡15Γ_258≡> τουτο τοις σωματικως αυτω συμβαινουσι λυπηροις ουχ υπαγομενος(6)· ουτος ως αληθως, απαθως αφιησι τοις εις αυτον αμαρτανωσιν· οτι μηδε το κατ᾿ εφεσιν αυτω σπουδαζομενον δυναται τις το παραπαν χειρουσθαι καλον, αναλωτον κατα φυσιν υπαρχειν πεπιστευμενον. Και τω Θεω καθιστησιν εαυτον αρετης εξεμπλαριον, ει τουτο θεμις ειπειν, προς μιμησιν εαυτου τον αμιμητον ελθειν εγκελευομενος, λεγων· Αφες ημιν τα οφειληματα ημων, ως και ημεις αφιεμεν τοις οφειλεταις ημων· και οιος αυτος γεγονε τοις πελας, οι γενεσθαι παρακαλων τον Θεον. Ει γαρ ως αυτος αφηκε τα οφειληματα τοις εις αυτον ημαρτηκοσι, βουλεται και αυτω αφεθηναι παρα Θεου, δηλονοτι ωσπερ ο Θεος απαθως αφιησιν οις αφιησιν, ουτως και αυτος απαθης επι τοις συμβαινουσι διαμενων, αφιησι τοις πλημμελησασι· μη συγχωρων μνημη [Fr. μνημην] τινι των φθασαντων λυπηρων τυπουσθαι τον νουν, ινα μη τεμνων τη γνωμη την φυσιν ελεγχηται, προς τινα των ανθρωπων διεστηκως, ανθρωπος ων.
Ουτω γαρ αν ενωθεισης της γνωμης τω λογω της φυσεως, η του Θεου προς την φυσιν καταλλαγη γινεσθαι πεφυκεν, οτι μητε δυνατον ετερως κατα την γνωμην προς εαυτην στασιαζουσαν την φυσιν, την θειαν και ανεκλαλητον υποδεξασθαι συγκαταβασιν. Και τυχον δια τουτο προτερον ημας βουλεται τας προς αλληλους ποιεισθαι καταλλαγας ο Θεος, ουχ ινα παρ᾿ ημων μαθη καταλλατεσθαι τοις αμαρτανουσι, και των πολλων συγχωρειν και φοβερων εγκληματων την εκτισιν, αλλ᾿ ινα ημας καθαρη παθων, και δειξη συμβαινουσαν τη σχεσει της χαριτος την των συγχωρουμενων διαθεσιν(7). Σαφως δε καθεστηκε δηλον οτι της γνωμης ενωθεισης τω λογω της φυσεως, αστασιαστος εσται προς τον Θεον η των τουτο κατωρθωκοτων προαιρεσις· (≡15Γ_260≡> ειπερ ουδεν πεφυκεν ενθεωρεισθαι παραλογον τω λογω της φυσεως, ος και νομος εστι φυσικος τε και θειος(8), οταν καθ᾿ εαυτον ενεργουμενην λαβη της γνωμης την κινησιν. Ει δε παραλογον ουδεν εστιν εν τω λογω της φυσεως, συμβαινουσαν εξει δια παντων τω Θεω την ενεργειαν· ητις εστι [Fr. ητις εσται] διαθεσις εμπρακτος, τη χαριτι του φυσει καλου προς αρετης γενεσιν πεποιωμενη.
(=0904=) Ουτω μεν ουν, ο τον γνωστικον αρτον αιτων διακειται προσευχομενος, μεθ᾿ ον κακεινος ο μονον τον εφημερον αρτον επιζητων δια την βιαν της φυσεως, κατα τον αυτον διατεθησεται τροπον· αφεις τοις οφειλεταις τα οφειληματα, οια δη γνους, οτι κατα φυσιν υπαρχει θνητος, και λοιπον καθ᾿ εκαστην ημεραν δια την αδηλιαν το φυσει πεφυκος εκδεχομενος, προλαμβανει την φυσιν κατα την γνωμην· αυθαιρετος νεκρος προς τον κοσμον γινομενος, κατα το φασκον λογιον, οτι Ενεκεν σου θανατουμεθα ολην την ημεραν· ελογισθημεν ως προβατα σφαγης· και δια τουτο σπενδομενος απασιν, ινα μηδεν εαυτω συνεπικομιζηται γνωρισμα της μοχθηριας του νυν αιωνος, προς την αγηρω ζωην μεθισταμενος· και λαβη παρα του κριτου και Σωτηρος των ολων, ων ενταυθα προκεχρηκε την ισην αντιδοσιν. Αναγκαια γαρ αμφοτεροις προς την σφων αυτων λυσιτελειαν καθεστηκεν η καθαρα προς τους λελυπηκοτας διαθεσις· παντων μεν ενεκεν, ουχ ηνικα δε δια των λειπομενων ρητων δυναμιν, τουτον εχουσαν τον τροπον.

Και μη εισενεγκης εις πειρασμον, αλλα ρυσαι ημας απο του πονηρου.

Δηλοι γαρ εν τουτοις ο λογος, ως μη συγχωρησας τελειως τοις πταιουσι, και καθαραν λυπης παραστησας τω Θεω την καρδιαν, λελαμπρυσμενην τω φωτι της προς τον πελας καταλλαγης, (≡15Γ_262≡> της των ηυγμενων καλων αποτευξεται χαριτος· και τω πειρασμω, και τω πονηρω κατα δικαιαν εκδοθησεται κρισιν· ινα μαθη καθαιρεσθαι πλημμελων, τας κατ᾿ αλλων εαυτου μομφας αφαιρουμενος. Πειρασμον δε λεγει νυν τον της αμαρτιας νομον· ον ουκ εχων ο πρωτος ανθρωπος ηλθεν εις γενεσιν· πονηρον δε, τον τουτον εμφυραντα τη φυσει των ανθρωπων διαβολον, και πεισαντα δι᾿ απατης τον ανθρωπον, απο του συγκεχωρημενου προς το κεκωλυμενον της ψυχης μετενεγκαι την εφεσιν, και προς την της θειας εντολης τραπηναι παραβασιν· ης εργον γεγονεν η της δοθεισης κατα χαριν αφθαρσιας αποθεσις.
Η παλιν, πειρασμον μεν φησι την της ψυχης εκουσιον προς τα παθη της σαρκος συνδιαθεσιν· πονηρον δε, τον κατ᾿ ενεργειαν συμπληρωτικον της εμπαθους διαθεσεως τροπον· ων ουδενος ο δικαιος εξειρειται κριτης, τον μη τοις οφειλεταις αφιεντα τα οφειληματα· καν τουτο ψιλως δια της προσευχης εξαιτηται· αλλα και τω νομω της αμαρτιας συγχωρει μολυνεσθαι τον τοιουτον, και υπο του πονηρου κυριευεσθαι τον σκληρον και αποτομον την γνωμην εγκαταλιμπανει· οια δη τα παθη της ατιμιας ων σπορευς εστιν ο διαβολος, προτετιμηκοτα της φυσεως, ης εστι δημιουργος ο Θεος. Και μην και προς τα παθη της σαρκος εκουσιως συνδιατιθεμενον ου κωλυει, και του κατ᾿ ενεργειαν συμπληρωτικου τροπου (=0905=) της κατ᾿ αυτα διαθεσεως ου λυτρουται· οτι παθων ανυποστατων ηττονα την φυσιν ηγησαμενος, τη περι ταυτα σπουδη, τον ταυτης λογον ηγνοησε· καθ᾿ ον εδει κινηθεντα γνωναι τις μεν φυσεως νομος, τις δε παθων η καθ᾿ αιρεσιν γνωμικως, αλλ᾿ ου φυσικως επισυμβαινουσα κατεστη τυραννις· και τον μεν περιποιησασθαι ταις φυσικαις συντηρουμενον ενεργειαις, την δε της γνωμης απελασαι μακραν, και τω λογω διατηρησαι την φυσιν, εφ᾿ εαυτης εστωσαν καθαραν και αμωμητον [αμωμον], χωρις μισους και διαστασεως· και τη φυσει παλιν καταστησαι την γνωμην συνεμπορον, μηδεν παντελως επιφερομενην, (≡15Γ_264≡> ων ο της φυσεως ουκ επιδιδωσι λογος· και δια τουτο μισος απαν, και πασαν του κατα φυσιν συγγενους αποστησαι διαστασιν, ινα ταυτην λεγων την προσευχην εισακουηται, και διπλην ανθ᾿ απλης παρα του Θεου δεχηται χαριν, την τε των φθασαντων πλημμεληματων συγχωρησιν, και την επι τοις μελλουσι σκεπην και λυτρωσιν· εις τε πειρασμον ελθειν μη συγχωρουμενος, και τω πονηρω δουλωθηναι μη αφιεμενος, υπερ ενος, του τοις πελας ετοιμως αφιεναι τα οφειληματα.
Τοιγαρουν και ημεις, ινα μικρον αναποδιζων επιτομως επελθω των ειρημενων την δυναμιν, ειπερ του πονηρου ρυσθηναι, και εις πειρασμον εισελθειν ου βουλομεθα, πιστευσωμεν τω Θεω, και αφωμεν τα οφειληματα τοις οφειλεταις ημων· Εαν γαρ φησι, μη αφητε τοις ανθρωποις τα αμαρτηματα αυτων, ουτε ο Πατηρ υμων ο ουρανιος αφησει υμιν· ινα μη μονον αφεσιν λαβωμεν ων πεπλημμεληκαμεν, αλλα και τον νομον νικησωμεν της αμαρτιας, εις την αυτου πειραν εισελθειν ουκ εγκαταλειπομενοι· και τον τουτου γεννητορα πονηρον πατησωμεν οφιν, αφ᾿ ου ρυσθηναι παρακαλουμεν· στρατηγουντος ημιν του τον κοσμον νικησαντος Χριστου, και τοις νομοις των εντολων καθοπλιζοντος, και νομιμως τη των παθων αποθεσει, προς εαυτην δι' αγαπης την φυσιν συνδεοντος· και προς εαυτον αρτον οντα ζωης, σοφιας τε και γνωσεως και δικαιοσυνης, κινουντος ημων ακορεστως την ορεξιν· και τη πληρωσει του Πατρικου θεληματος τοις αγγελοις ομολατρας ημας καθιστωντος, τη κατα τον βιον αγωγη την επουρανιον ευμιμητως εμφαινοντας ευαρεστησιν· κακειθεν παλιν επι την ακροτατην των θειων αναβασιν προς τον Πατερα των φωτων εναγοντος, και θειας απεργαζομενου φυσεως κοινωνους, τη κατα χαριν μεθεξει του Πνευματος, καθ᾿ ην τεκνα (≡15Γ_266≡> Θεου χρηματισωμεν, αυτον τον [marg. Fr. Ακουε, Νειλε] ταυτης αυτουργον της χαριτος, και κατα φυσιν του Πατρος Υιον, ολον ολοι διχα περιγραφης αχραντως περικομιζοντες· εξ ου, και δι᾿ ου, και εν ω το ειναι τε και κινεισθαι, και ζην εχομεν τε και εξομεν.
Προς τουτο δε της θεωσεως το μυστηριον βλεπων ημιν εστω της προσευχης ο σκοπος, ινα γνωμεν, (=0908=) ανθ᾿ οιων, οιους ημας η δια σαρκος κενωσις του Μονογενους απειργασατο· και ποθεν, που, τους το κατωτατον του παντος ειληφοτας χωριον, εις οπερ ημας το της αμαρτιας βαρος κατεωσε, δυναμει φιλανθρωπου χειρος ανεβιβασε· και πλεον αγαπησωμεν τον ταυτην ουτω σοφως ημιν την σωτηριαν ετοιμασαμενον· και δι᾿ ων πραττομεν, δειξωμεν την προσευχην πληρουμενην, και τον αληθως κατα χαριν Πατερα Θεον φανωμεν κηρυττοντες· αλλα μη δια των παθων της ατιμιας, το αει τυραννικως δεσποζειν επιχειρουντα της φυσεως πονηρον, εχοντες του βιου πατερα σαφως αποδειχθωμεν, και λαθωμεν ζωης αντικαταλλατοντες θανατον· επειδηπερ των προσοντων εκατερος [marg. ο Θεος δηλονοτι, και ο διαβολος] τοις προσχωρουσι ποιεισθαι μεταδοσιν πεφυκεν· ο μεν, αιδιον ζωην τοις αγαπωσιν αυτον χορηγων· ο δε, θανατον τη των εκουσιων υποβολη πειρασμων τοις εγγιζουσιν εμποιων.
Διττος γαρ κατα την Γραφην των πειρασμων ο τροπος· ο μεν, ηδονικος, ο δε, οδυνηρος· και ο μεν προαιρετικος, ο δε απροαιρετος. Και ο μεν της αμαρτιας γεννητωρ, εις ον εισελθειν, κατα την του Κυριου διδαχην, απευχεσθαι προσεταγημεν, φασκοντος· Και μη εισενεγκης ημας εις πειρασμον. Και, Γρηγορειτε, και προσευχεσθε, ινα μη εισελθητε εις πειρασμον· ο δε, της αμαρτιας τιμωρος, ακουσιοις πονων επιφοραις την φιλαμαρτημονα κολαζων διαθεσιν· ον ει τις υπομεινη, και μαλιστα κακιας ηλοις ουκ εμπεπαρμενος, ακουσεται του μεγαλου διαρρηδην βοωντος Ιακωβου· Πασαν χαραν ηγησασθε, αδελφοι μου, οταν πειρασμοις (≡15Γ_268≡> περιπεσητε ποικιλοις, οτι το δοκιμιον υμων της πιστεως υπομονην κατεργαζεται· η δε υπομονη, δοκιμην· η δε δοκιμη, εργον τελειον εχετω. Αμφοτερους δε τους πειρασμους, τον εκουσιον τε και τον ακουσιον, περιεπει κακουργως ο πονηρος· το μεν, σπειρων και διερεθιζων την ψυχην ηδοναις σωματος, αποστησαι της θειας αγαπης την εφεσιν μηχανωμενος· τον δε σοφιστικως εξαιτειται, δι᾿ οδυνης φθειραι την φυσιν βουλομενος, ινα βιασηται την ψυχην, ατονια πονων καταβληθεισαν, προς την του κτισαντος διαβολην κινησαι τους λογισμους.
Αλλ᾿ επεγνωκοτες ημεις του πονηρου τα νοηματα, τον μεν εκουσιον απευξωμεθα πειρασμον, ινα μη της θειας αγαπης την εφεσιν αποστησωμεν· τον δε ακουσιον επερχομενον συγχωρησει Θεου γενναιως υπομεινωμεν, ινα φανωμεν προτετιμηκοτες της φυσεως, τον κτιστην της φυσεως. Γενοιτο δε παντας ημας επικαλουμενους το ονομα του Κυριου ημων Ιησου Χριστου, των τε νυν ηδεων του πονηρου λυτρωθηναι, τη μεθεξει της κατ᾿ ειδος των μελλοντων (=0909=) αγαθων υποστασεως, εποφθεισης ημιν εν αυτω Χριστω τω Κυριω ημων, τω μονω συν Πατρι και αγιω Πνευματι δοξαζομενω παρα πασης της κτισεως. Αμην.

ΣΧΟΛΙΑ.
1. Ταυτον επι Θεου βουλη και βουλησις.
2. Επαινου, φησι, και ψογου κατα φυσιν υπαρχων ο λογος ελευθερος, απαθη ποιει τον μονον λογω ζην προαιρουμενον· χωριζειν πειθων των φθοροποιων της ψυχης την επιθυμιαν· ης (≡15Γ_270≡> απογενομενης των υλικων, ουτε των επαινουντων, ουτε των ψεγοντων ως πασχων, ο καθ᾿ εξιν πραος αισθανεται.
3. Ανισους διαθεσεις λεγει, τας προς εαυτας την ψυχην μορφουσας, του τε θυμου και της επιθυμιας κινησεις· ων ελευθερον ειναι δει τον Χριστου μαθητην· μητε χυσει του περι καρδιαν αιματος προς ηδονας ολισθαινοντα, μητε ζεσει του περι καρδιαν αιματος προς οργας εκμαινομενον.
4. Λογων δηλονοτι Ελληνικου και Ιουδαϊκου· ων εν Χριστω παντελως ουδεις. Επισης γαρ της πολυαρχιας, και της ενι προσωπω περιγραφομενης μοναρχιας, ο του Χριστου καθαρευει λογος.
5. Ου γαρ κατα γεννησιν, η προοδον, ητοι εκφανσιν.
6. Πως τις δυναται αφιεναι τοις οφειλεταις τα οφειληματα;
7. Ταις των ψυχων ημων διαθεσεσιν η θεια δεοντως εφαρμοζεται δικαιοσυνη, τοιαυτη ημιν γινομενη, οιους αλληλοις εαυτους πεποιημεθα· και τοιουτον ημιν αυτοις τον Θεον καθιστωσα, οιους φθασαντες τους ομοιοπαθεσιν εαυτους διεθηκαμεν.
8. Ο της φυσεως λογος, φησι, και νομος γινεται φυσεως, λαμβανων συμφωνουσαν την γνωμην εις ενεργειαν των κατα φυσιν δυναμεων.

ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΚΑΙ ΤΗΝ ΑΘΛΗΣΙΝ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΜΑΞΙΜΟΥ

Α´.
(≡15Γ_274≡> (=0068=) Και παντων μεν των κατα Θεον πολιτευσαμενων ο Βιος, λυσιτελης και ωφελιμος· οια δη προτρεπων εις αρετην, και παραθηγων προς την του καλου μιμησιν· ο δε γε του θειου Μαξιμου και ομολογητου, οσω μεγας και τοις ολοις περιφανης, τοσουτω και προς ανδρειαν αλειψαι ανυσιμωτερος, και ψυχην ωφελησαι παντων διαφορωτατος. Ανηρ γαρ εκεινος ου μονον βιον εχων υπερφυη, αλλα και λογον επιτερπη, και αθλησιν γενναιαν και απαραθετον· ου και μονη η μνημη, πολλην μεν οιδε φερειν την ηδονην, πολυν δε ταις φιλοθεοις ψυχαις τον της αρετης ενιησιν ερωτα.Οθεν και ο παρων λογος τα κατ’ εκεινον μελλων ειπειν, βουλεται μεν και δια πολλου εχει, το τα καθ’ εκαστα των αυτω πεπραγμενων εις μεσον θειναι και παραστησασθαι· ως αν αυτος τε ηδιων τη τουτων γενηται μνημη, και τοις ακροωμενοις μεγαλην την χαριν καταθηται· ουκ εχει δ’ οπως η παντων ομου την περιληψιν σχειν, η και ων εχει εν περιληψει τον οφειλομενον επι τουτοις επαινον ειπειν, τω κρειττω η κατα λογου δυναμιν και τα ελαχιστα των ειργασμενων τω θαυμασιω τυγχανειν. Ουκουν ως μεν ου ραδιον τω λογω ουδ’ ευπορον, το τοις πασιν επεξιεναι, παρησειν και αυτος ευλογως δοκω μοι· μηδεν παντως εγκαλουμενος επι τω παραλιπειν· οτι μηδ’ αλλος τεως των προ ημων, οσα γε αυτοι συνισμεν, εις απαντα τα του ανδρος καθηκεν αυτον, τω χαλεπην δηλαδη και δυσεφικτον οραν την εγχειρησιν.Ως αν δε λοιπον μη φαινωμεθα παντελως (≡15Γ_276≡> τηλικαυτην υποθεσιν παρατρεχοντες, και οτι μη εξον ημιν του παντος εφικεσθαι και το παν ελλιμπανοιμεν, οπερ ασυμφορον οιμαι, και ουδ’ εξω πιπτον αιτιας· αναγκαιον αρα εμοι τον παροντα λογον εισενεγκει, καν ελαχιστον οιδα τουτον, καν παρα πολυ των πραγματων λειπομενον. Ουτω γαρ αν και το τε εις ημας ηκον αποπληρωσοιμεν, και υμιν το χρεος αφοσιωσοιμεν, τον περι εκεινου λογον, ειπερ τι αλλο, απαραιτητως εισπραττουσιν. Ει δε και αλλα τινα των τηνικαυτα πραχθεντων εν τω μεταξυ διαμνημονευσοι ο λογος, αλλα τουτο ουκ εξω παντως του λογου, ουτε μη του εικοτος· των τοτε καιρων πολλην κεκινηκοτων, ως ιστε, την (=0069=) κατα της αληθειας επηρειαν· αλλα γαρ ανωθεν, ως οιον τε, τα κατα τον οσιον τεως διηγητεον, δι’ ον και τον λογον ηδη ενεστησαμεθα.
Β´.
Μαξιμω τοινυν τω θειω και ομολογητη πατρος μεν, η πρωτη των πολεων και μεγαλη Κωνσταντινουπολις· ην και Νεαν ῾Ρωμην ο λογος οιδε προσονομαζειν. Πατερες δε, ευγενεις ανωθεν, και τη κατα κοσμον περιφανεια μη πολλων δευτεροι· οις ευσεβεια το εξαιρετον, και η προς την αρετην νευσις τε και οικειωσις· ως αν εχοιεν εντευθεν μαλλον η απο του γενους το λαμπρον επιφερεσθαι. Οι δη και εις φως τον μακαριον τουτον προαγαγοντες, και εν κομιδη νεω σωματι τω θειω λουτρω προαγαγοντες, ιν’ εκ βρεφους λαβοι την καθαρσιν, ουδεν ειων των οσα τοις νεοις προς ηδονην, πραττειν, ουδε τοις νηπιωδεσι τουτοις και παιδικοις την διανοιαν ασχολειν· οπως μη απλαστος φυσις και απαλη, προς ανεσιν ελκυσθη και ηθων μαλακοτητα· αλλα τοις στερροτεροις τε και ανδρωδεσι διαπλαττοντες τον γενναιον, πολλην αυτω την προς τα καλα ενετιθουν ροπην, και ολον αυτον συννευειν προς την αρετην επειθον. Ος και αυτος, και φυσεως λαχων δεξιας, και αγωγης ουτω τυχων, και νεος μεν ων ετι, ειχεν εν εαυτω τα της αρετης προχαραγματα, οιον σκιας τινας και γραμμας ουκ αμυδρως το μελλον εικονιζουσας· ειχε δε ακριβεστερους (≡15Γ_278≡> τους ταυτης τυπους και χαρακτηρας, της ηλικιας αυτω προβαινουσης επι τα προσω, και πηξιν της διανοιας στασιμον λαμβανουσης· οτε και λογος και φρονημα και παντα ομου τα προς τα κρειττω τουτω εωρα και τελεωτερα.
Γ´.
Επει δε ουτος και επι διδασκαλους εφοιτα, παιδειας, ως εικος, παντοιας επιμελουμεος, τι χρη και λεγειν, οσην εντος ολιγου χρονου γνωσιν εαυτω συνελεξατο; γραμματικην μεν και την αλλην εγκυκλιον παιδευσιν εξασκησας επιμελεστατα, ρητορικης δε και της εν τω λεγειν τεχνης ηκων εις το ακροτατον, φιλοσοφιας δε ουτω φιλοπονως ακροασαμενος, ως μηδενα εγγυς αυτου αφειναι γενεσθαι και κατα μικρον. Σπουδη γαρ εναμιλλω τη ευφυια χρησαμενος, ικανως ειχεν εν πασι μαθημασι και περιττως· οις και εκαστοις μεν συνεχρητο, ουκ ολιγα εστιν οτε τουτω προς τα βελτιω συναιρομενοις. Φιλοσοφιαν δε και τους απ’ αυτης λογους, μειζονως και περιειπε και περιεστεργε, και των αλλων απαντων προεταττεν. Επει γαρ ηδει ταυτην και γνωσιν των οντων και επιστημην, και περι θεωριαν καταγινομενην και πραξιν, και φυσεως περι και κοσμου διεξιουσαν, και παν απλως αλλον παραδιδουσαν· ταυτη και την πλειω σπουδην ενεμε, και εν νω δια παντος εφερε· πλην ουχ ως ετυχεν ουδ’ αλογιστως· αλλα το μεν σοφιστικον ταυτης, και οσον απατης και παραλογισμων εχεται, πορρω θεις και αποβαλομενος, το δε περι λογους και δογματα και λογικας αλλας (=0072=) μεθοδους και αποδειξεις εγκρινας και οικειωσαμενος. Τι γαρ αυτω ψευδης προτασις, και πλοκη νοθων συλλογισμων, και τοιουτον συμπερασμα, και οιστισιν αλλοις η αληθης σοφια καταχραινεται; Εκεινω γαρ πολλου δεον και φαναι, η τοιουτον τι εμελησε πωποτε, η περι τι των τοις αλλοις ου καλως πονουμενων ανεκτον γεγονε και μικρον την διανοιαν επικλιναι. Αμελει και δια θαυματος αυτον απαντες εποιουντο ουτω μεν γνωσεως, ουτω δε αρετης, εχοντα ουτω δε πλεον μετριοφροσυνης και ταπεινωσεως· ον γε ουδεν των οντων επηρεν, ουδε μειζον φρονειν επεισεν, ου γενους ευκλεια, ου λογων (≡15Γ_280≡> κατα παντων υπεροχη, ουκ αρετης υψος, ουκ αλλο των παντων ουδεν· αλλ’ ουτως ην τω μετριω προσκειμενος, ως μονον τουτ’ εχειν και σεμνοτητα βιου και καυχημα, και τουτω πλεον φρονειν, η ει πασαν ομου τις την εν ανθρωποις δοξαν αυτω εχαριζετο.
Δ´.
Αλλα γαρ ουκ ην ουτω βιουντα λαθειν τον θαυμασιον, ουδε μη και ες αλλους εκφανες το κοινον γενεσθαι οφελος· καιτοι πολλα οσημεραι ποιουντα, ωστε την κενην αποδραναι δοξαν, και το μη αλωναι ταις του βιου περιπετειαις· ων και το γενεσθαι εν χρω, μεγα προς αρετην εμποδιονιιωετο. Αλλ’ ει και αυτος ουτω και εμελετα και επραττεν, ομως γουν και ακων αλισκεται· προς τα βασιλεια τουτον του τοτε κρατουντος (Ηρακλειος δ’ ουτος ην), ευνοια τη παση μετακαλεσαμενου, και υπογραφεα πρωτον των βασιλικων υπομνηματων καταστησαμενου· ω και, οια τηλικωδε ανδρι, και τοσουτου οικου, εν πασι τε εχρητο τοις ανα χειρα, και υπουργον και συλληπτορα των καλλιστων εκεκτητο. Ην γαρ ουτος συνιδειν μεν το δεον συνετωτατος, βουλην δ’ υποθεσθαι κομιδη δεξιωτατος, λογον δε σχεδιασαι επιεικως προχειροτατος· ου τη συνουσια και βασιλευς αυτος και οι περι τα βασιλεια σφοδρα τε ηδοντα, και δια παντος ησαν τον ανδρα εκπεπληγμενοι.
Ε´.
Αλλ’ αυτος μικρα ταυτα προς φιλοσοφιαν, και δοξαν, και χρηματα, και τιμην, και οσα φιλοτιμιας ηπται της περιττης, ηγησαμενος· αλλως τε και την πιστιν τοτε καινοτομουμενην ορων, τω πολλα την Εκκλησιαν το των Μονοθελητων διαλυμαινεσθαι δογμα, καταλειπει μεν απαντα, ψυχης ωσπερ κοινωσιν το τοις τοιουτους ανεστραφθαι οιομενος· προς δε τον μοναδα βιον, ατε και παλαι του καθ’ ησυχιαν βιωναι ερων, σπουδη προσχωρει, τω κατα την αντιπεραν ηϊονα φροντιστηριω, ο της Χρυσοπολεως προσωνομασται, τοτε κατα φιλοσοφιαν ανθουντι, (≡15Γ_282≡> δους εαυτον· κακει τριχας τε κειραμενος, και το τριχινον ενδυσαμενος ενδυμα· οσγε και το απ’ εκεινου τρυχων ην το σωμα δια παντος, ου νηστεια μονον και τη αλλη χρωμενος ηδη κακοπαθεια, αλλα (=0073=) και στασει παννυχω και ευχη προσανεχων επιτεταμενη της ψυχης εντευθεν το ορθιον αναστηλων, και τον νουν αποσπων της υλης, και του δεσμου λυων και προ της διαλυσεως. Ο γαρ και προ του ακριβεστερου βιου αγωσιν εαυτον συνεθιζων και πονοις, και την κατα φιλοσοφιαν μετιων αγωγην, σχολη γ’ αν ουτος μετα το εις αυτους υπεισδυναι αλλο τι η ειλετο η κατεπραξεν. Αμελει και πολλους εχων τους συνασκουμενους, παντας τε υπερεβαλε, και δη και το κατα παντων πρεσβειον θαυμασιως ανηρητο· οι γε και τοσουτον της τουδε ηττηθησαν αρετης, ως και κοινη διαπρεσβευσασθαι προς αυτον, προστηναι τουτων εκλιπαρουντες, και ηγεμονιαν την κατ’ εκεινους αναδεδεχθαι· ησαν γαρ προ μικρου τον εαυτων καθηγεμονα αποβαλομενοι. Αλλ’ αυτος την αρχην ωσπερ τι βαρους εφολκιον διωθουμενος, ανενδοτος ην περι την αιτησιν και ισχυρογνωμων· μητε λογοις αυτων εικων, μηθ’ ικεσιαις υπενδιδους. Ως δε εωρα μαλλον επικειμενους, και τι και βιας προστιθεντας, πειθεται μολις, και καταδεχεται την επιστασιαν· ουκ αρχην μαλλον η λειτουργιαν νομισας υπευθυνον.
Στ´.
Ενθεν τοι και εμφροντις γινεται μαλλον, και το παν μεμεριμνημενος· ου το καθ’ εαυτον μονον σκοπων, ουδ’ οπως αν αυτον αριστα διαβιωη· αλλ’ οπως αν ειη τοις αρχομενοις λυσιτελως τον βιον ιθυνειν, και αγωγης επειληφθαι της κρειττονος. Εωρα γαρ εν εαυτω, οτι τοις καθ’ εαυτους την αρετην μετιουσιν, εξεσται παντως κατα το δοκουν, τα μειζω η ελαττω των πραττομενων αιρεισθαι· οις και συγγνοιη αν τις, μη τα μεγαλα πραττουσι. Τω δ’ αγειν ψυχας εγκεχειρισμενω, και μικρον καθυφιεντι της ακριβειας, κινδυνος εσται ουχ ο τυχων, αυτω τε και τοις αρχομενοις· (≡15Γ_284≡> ον ουχ οπως αριστον ειναι δει μονον, αλλα και τοις εμπροσθεν επιδιδοναι αει· ειπερ μελλοι τω καθ’ εαυτον υποδειγματι και τους υπο χειρα προσαξειν επι το βελτιον, ως προς το αρχετυπον τον εκεινου βιον ορωντας, καντευθεν η προς αρετην, η το εναντιον, προς κακιαν εναγομενους. Ταυτα ο θειος Μαξιμος εννοων, συνετηκετο την ψυχην· το λειπον προσεδαπανα των σαρκων· ταις φροντισι των φοιτητων συνειχετο. Δια ταυτα βελτιω τουτοις υποτιθεις, και νυν μεν, ηπιωτερω τω λογω, νυν δε, τραχυτερω χρωμενος τουτω· και αρτι μεν, ομαλως και αδηκτως επαφιεμενος την διδασκαλιαν· αρτι δ’ αυστηραν και ανηδυτον ταυτην προφερων, ως εκαστον εωρα η εξεως η και φυσεως εχοντα. Και αυτος μεν ουτω και διεκειτο προς τους αρχομενους, και τοιαυτη διαθεσει την τουτων μετηει επιστασιαν.
Ζ´.
Επει δ’ εωρα, ως ανωτερω εφαμεν, την των Μονοθελητων τηνικαυτα αιρεσιν εις τελειον μαλλον (=0076=) εκτεινομενην, και δεινως καθ’ ημεραν υπο των της ασεβειας προστατων αυξανομενην· εστενε μεν και πενθει βαρυτατω συνειχετο, οικτιζομενος μαλιστα και τους τα παρανομα δρωντας· ουκ ειχε δ’ ο τι και πραξοιεν εαυτω, ουτω του κακου εις αμετρον εκχυθεντος, και Εωαν μικρου πασαν καταλαβοντος και Εσπεριον. Οθεν και εν τοσουτοις δεινοις, τουθ’ ευρισκει μονον εαυτω το λυσιτελουν, και τοις πραγμασιν. Επει γαρ εγινωσκε την πρεσβυτεραν ῾Ρωμην του τοιουτου καθαρευουσαν μυσους, και οσον εν Αφρικη, και οσον εν αλλοις τοποις και νησοις εκειναις ταις περιξ· λιπων τα ενταυθα, εκεισε επιφοιτα, συνηγοριαν δωσων τω λογω, και τοις εκει συνεπομενος ορθοδοξοις· ουκ αμογητι μεν, ουδ’ ανευ καματου και ταλαιπωριας, την τοσαυτην ηνυκως οδον· παντα δ’ ομως ελαττω της καλης προθυμιας τιθεμενος· συμβουλοις ταχα και τοις κατ’ αυτον μοναζουσι χρησαμενος της αφιξεως· ων ει και την διαζευξιν βαρειαν και ουδε φορητην ειχεν, αλλ’ ουκ ειχεν (≡15Γ_286≡> αλλο τι παρα τα βεβουλευμενα δρασαι, του καιρου στενοχωρουντος αυτον, και την αναχωρησιν επιτρεποντος. Αλλα γαρ ο λογος προεκδραμων, παρηκε τα εν τω μεσω ειπειν, και οθεν την αρχην εσχεν η πονηρα αυτη δοξα και αποτροπαιος, ουτω την Εκκλησιαν ταραξασα, και πολλους εις τον ομοιον υποσυρασα ολισθον. Ουκουν αναγκαιον μικρα περι ταυτης διαλαβειν· ειθ’ ουτως προσθειναι τω λογω και οσα εξης της υποθεσεως.
Η´.
Ηρακλειου των της βασιλειας σκηπτρων επειλημμενου, και Σεργιου τον της Κωνσταντινουπολεως διεποντος θρονον· πρωτα μεν αυτος Ηρακλειος και οσον περι τα βασιλεια και οσον εν τελει και αξιωματι, τη ορθοδοξω πιστει συναινουντες ετυγχανον· φυσεις διττας και ενεργειας τας αυτας και θεληματα, επι τω θεϊκω τε και ανθρωπινω του εμου Χριστου, και ομολογουντες και κηρυττοντες. Αλλα τουτου, φευ! μετα πολλα κατα των εχθρων τροπαια, και την κατα Περσων εκεινην περιφανη αριστειαν, του ορθου μεταβαλομενου δογματος, συμμεταβαλλεσθαι και τα των Εκκλησιων ηρξατο· ουκ ολιγης και του λαου μοιρας προς το εναντιον μετατραπεισης. Αιτιος δε τω βασιλει μεταβολης, Αθανασιος εκεινος, ο των Ιακωβιτων ουτω καλουμενος πατριαρχης· ανηρ γοης, και συγχεαι αληθειαν παντων δεινοτατος. Ουτος γαρ εν Ιεραπολει της Συριας τω Ηρακλειω διατριβοντι προσιων, και υπουλως τουτον και κακοηθως υπελθων, προς και υποσχεσεσι δελεασας, ως και την εν Χαλκηδονι δεξαιτο συνοδον, η τας δυο φυσεις καθ’ υποστασιν ηνωμενας επρεσβευεν ( ειχε γαρ ποθος Ηρακλειον, ως εδεικνυ τα πραγματα, αυτον τε Αθανασιον, ω και τον της Αντιοχειας υπισχνειτο δωσειν θρονον, και τους αλλους δηπου οσους εωρα μη συμφρονουντας, προς εκεινην συναψαι την συνοδον· καν ευηθεια και γνωμης κουφοτητι, προς τω μηδενα ελκυσαι, και εαυτω την κακοδοξιαν προσετριψε). Τουτον γουν, ως ειρηται, ποικιλως ο (=0077=) Αθανασιος υποποιησαμενος, επιδοιαζοντα πως περι τας διττας (≡15Γ_288≡> ενεργειας και τα θεληματα των δυο φυσεων εγκατεστησε· παρ’ ο δη και πειθει και Σεργιω τω Κωνσταντινουπολεως αναθεσθαι τα δεδογμενα· αλλα μην και Κυρον εκεινον τον Φασιδος, προς εαυτον ηδη μετακαλεσασθαι πειθεσθαι τε φησι κακεινον, πως αρα χρη περι τουτου δοξαζειν· και οπερ τουτοις ειη δοκουν, τουτ’ ειναι και αυτω συνδοκουν. Ηδει γαρ ο δυστροπος, εκατερους τη μια ενεργεια, και τω ενι στοιχουντας θεληματι. Ως δ’ Ηρακλειος τον μεν προς εαυτον μετακλητον εποιησατο, τον Κυρον, τω δε πατριαρχη γραμμασι περι των δεδογμενων εσημανεν, ευρε δ’ αμφοτερους το μονοθελητον επισης περιθαλποντας δογμα, συναινουντας τε αυ κακεινω τα ισα φρονειν απεπιδοιαστως· τοτε δη ολος της εναντιας γινεται μοιρας, και του αθελητου μαλλον ειπειν, η μονοθελητου, θεληματος.
Θ´.
Και δη κατα ταχος και τω προεδρω της ῾Ρωμης ανατιθησι τα δογματισθεντα· ωσπερ αδικειν νομιζων, ει μη και τους απανταχου γης, της οικειας αναπλησειε ζυμης, και της λοιμωδους μεταδοιη αιρεσεως. Αλλ’ ο θειος ουτος ανηρ, απατην νομισας τα παρ’ εκεινου σαφη· και της φαυλης προσοχθισας κακοδοξιας, ου μονον αντιγραφοις και δυναταις αντιρρησεσι διελεγχει και ανατρεπει τα προτεινομενα· αλλα και αναθεματι περιβαλλει τους εκεινα κρατουντας και περιεποντας. Αλλ’ ουδεν Ηρακλειον ωνησεν, ατε μη επιπολαιον, αλλα κατα βαθος την κακιαν εισδεδεγμενον· ος σπευδει μετα μικρον, και την Αλεξανδρειαν τουτου δη του μυσους εμπλησαι, Κυρον τον συμφρονα στειλας ταυτη επισκοπον, ως αν ειη και αυτη Αλεξανδρεια συμφρονουσα τα ισα και διολυμενη. Αμελει και Κυρος Θεοδωρω τω της Φαραν επισκοπω προς λογους ελθων, σφοδρα αυτω τοις Μονοθεληταις συνομαρτουντι, ποιειται ηδη συν τουτω την ουτω καλουμενην υδροβαφη ενωσιν· οιμαι δε τουτο σημαινειν, την εξιτηλον και (≡15Γ_290≡> υδαρωδη βαφην, και οιον πεφυρμενην και αδιαγνωστον, και μηδ’ οποτεραν των χροιων καθαρως διασωζουσαν· ιν’ εξη παντως και τουτοις, οποτερως αν βουλοιντο, φυρειν και συγχειν και ανακιρναν την δογματιζομενην ενεργειαν· και μηθ’ απλην ταυτην, μητε διπλην, μητ’ ουδετεραν, ο και αληθες ειπειν, οιαν τε ουσαν η νοεισθαι η ονομαζεσθαι.
Ι´.
Αλλ’ ουτοι μεν, ως αυτοι γε εδοξαν και τους ηπατημενους επεισαν, την μιαν ενεργειαν και το εν φυσικον επικυρωσαντες θελημα, λαβην και τοις Ιακωβιταις και τοις απο Θεοδοσιου δεδωκασι, της ημετερας καταυχασθαι πιστεως, και εν γελωτι και τωθασμω την εν Χαλκηδονι τιθεσθαι συνοδον· οι και κακουργω προυφερον γνωμη, ως και αυτη Χαλκηδων (=0080=) τοις εαυτων ωφθη συνεπομενη, και της μιας εξεχομενη φυσεως· και τουτο δηλον εξ ων και την μιαν πρεσβευει ενεργειαν· οπερ ουκ αν αλλως, ως φασι, κατεπραξατο, ει μη τον αληθη λογον εδυσωπηθη, και την καταληψιν εσχειν εντελεστεραν.
ΙΑ´.
Επει δε το κατ’ εκεινο καιρου, Σωφρονιος τον εν Ιεροσολυμοις θρονον ενεχειρισθη, ανηρ ευσεβεια διαλαμπων και αρετη· συναθροιζονται περι τουτον οσον αρχιερατικον και ορθοδοξον, διαβαλλον μεν συν αυτω και αναθεματι περιβαλλον τους μιαν επι του Χριστου φυσικην ενεργειαν και εν δοξαζοντας θελημα· ευφημουν δε και ανακηρυττον τους προς ταις δυο φυσεσι και τας διττας ενεργειας μετα των ισων θεληματων ομολογουντας και περιεποντας. Βουλομενος ο ιερος ουτος ανηρ και μειζονως διατρανωσαι τα εκτεθεντα, δηλοι ανα μερος περι αυτων και Ιωαννη τω ῾Ρωμης (ουτω γαρ εκαλειτο εκεινος), και Σεργιω τω Κωνσταντινουπολεως, αλλα μην και Κυρω τω Αλεξανδρειας· τους μεν, κακιζων και πολλα φαυλιζων του δογματος· τον δ’, ως εικος, επαινων, τον Ιωαννην, και μυριοις καταστεφων τοις εγκωμιοις.
(≡15Γ_292≡> ΙΒ´.
Α δη ο βασιλευς ενωτισθεις Ηρακλειος, εις δεος εμπιπτει και αγωνιαν· ποικιλλομενος προς εαυτον και μετατρεπομεος, και ουκ εχων προς ο αρα το καινοτομηθεν διαμειψαιτο δογμα· το υπογυον ταχα της μεταβολης αισχυνομενος, και την αθροαν προς τα εναντια μεταθεσιν. Αμελει και απορρηγνυται αμφοτερων, τας τε δυο φημι και την μιαν πρεσβευοντων ενεργειαν· τουτο και του στυγητου προς εκεινον υποθεμενου Σεργιου, οια ευκολον ειδοτος περι απαντα και ευαγωγον· αλλως τε και ορρωδησαντος μη τελεον ιδοι τουτον της αυτων αποσπωμενον συμμοριας, και δια τουτο συγχωρησαντος τροπω σκαιοτερω πραξαι τον βασιλεα τα κατα βουλησιν. Ενθεν τοι και ως ερμαιω τω γενομενω ηδομενος Ηρακλειος, και εγγραφοις τυποις και τω λεγομενω ιδικτω το ατοπον βεβαιοι· οπερ οι τα Σευηρου φρονουντες, γραμμασιν ουτω σεσημασμενον εωρακοτες, ου μονον οικοι και καθ’ εαυτους, αλλα και επι καπηλειων και βαλανειων, σκωμμασιν εβαλλον, αθυρω ταυτα φθεγγομενοι στοματι, οτι Πρωην μεν τα Νεστοριου φρονουντες οι Χαλκηδονιται (ημας ουτω λεγοντες, καν τα παρ’ εκεινων ημεν ηθετηκοτες), ανενηψαν τε και του κακως φρονειν απεσχοντο, ενωθεντες ημιν δια της μιας ενεργειας εις την μιαν του Χριστου φυσιν· νυν δε καταγνοντες του καλως εχοντος, απωλεσαν αμφοτερα, μητε δυο, μητε μιαν εν τω Χριστω φυσιν ομολογουντες. Ην ουν τοτε ιδειν συγχυσιν εν ταις Εκκλησιαις και ταραχην, οτι και ποιμενες και λαοι ηφρονευσαντο, και αρχοντες και αρχομενοι· μη οντος του συνιεντος, μηδε του εκζητουντος τον Κυριον. Τις γαρ αν τους πολλους επεισε τα βελτιω ελεσθαι, ουτω των προεστωτων διακειμενων, και βασιλεων (=0081=) και αρχιερεων, αντ’ αλλων τινων διαταγματων και νομων, την ασεβειαν θεσπιζοντων, και υποκυπτειν παντας αναγκαζοντων, και τον ατμητον της Εκκλησιας χιτωνα εις πολλας (≡15Γ_294≡> μοιρας τεμνοντων, και εφηδεσθαι διδοντων τοις τα ημετερα μωμοσκοπουσι και δαβαλλουσιν;
ΙΓ´.
Αλλα γαρ ου πολυ το εν μεσω, και Σεργιος ο της κακοδοξιας σπορευς, η πολυκεφαλος υδρα, τον τηδε βιον διεξεισιν, ολον εαυτω τον της δικης τρυγιαν εκεισε ταμιευσαμενος· Πυρρον δε τω εκεινου θρονω Ηρακλειος εγκαθιστησι, της εναντιας οντα και τουτον και μοιρας και δοξης, και τα ισα τω απελθοντι πρεσβευοντα. Επει δε και αυτος Ηρακλειος μετ’ ολιγον τον βιον διεστρεψε, Κωνσταντινος ο τουτου υιος επι των σκηπτρων καθισταται· ον και Πυρρος κατα σκειοτητα τροπων, συν αμα και Μαρτινη εκεινη γυναικι φαυλη και πραξαι το κακον επικαιροτατη, φαρμακω ανελων, παρα δοξαν τον εκεινης υιον Ηρακλωναν ουτω προσονομαζομενον, προς την βασιλειαν αντιμεθιστησι· καλα γε ο αρχιερευς δρων, και της αυτου πραοτητος αξια. Αλλα τον Ηρακλωναν η συγκλητος μυσαχθεισα, θαττον μετακινει της αρχης, εν ταυτω και τον δυσσεβη Πυρρον, συν τη ομοτροπω Μαρτινη της βασιλιδος απελασαμενοι· και τεως ο γενναδας ταυτην τινει την δικην, θρονου τε και πολεως εξωσθεις, ανθ’ ου τον αδικον φονον εσκαιωρησατο. Βασιλευει δε τοτε Κωνστας, ο του αναιρεθεντος Κωνσταντινου υιος· προχειρισαμενος ουτος και Παυλον της Βυζαντιδος επισκοπον, υποθαλποντας δη και αυτους (υποθαλποντα και αυτον) το αλογιστον εκεινο δογμα και μονοθελητον. Αλλα γαρ επανιτεον ημιν παλιν προς τα του θειου Μαξιμου, ον και ο λογος ημιν υποθεσιν ενεστησατο, ει και περι αλλα την διηγησιν ετρεψεν, ων δη και αυτων ως αναγκαιων μνησθηναι εν αρχη καθυπεσχετο.
ΙΔ´.
Ως ουν τη ῾Ρωμη φοιτησαι δια την επιπολασασαν τη Κωνσταντινουπολει κακοδοξιαν, ο ιερος ουτος ανηρ ειλετο, καθα μοι και ανωτερω δεδηλωται, πρωτα μεν τοις εν Αφρικη επισκοποις συγγινεται κατα παροδον· οις και λογους προθεις τους οικειου, και γλωσσαν την τα θεια πελαγιζουσαν επαφεις, βεβαιοτερους (≡15Γ_296≡> τε περι την πιστιν καθιστα, και οπως αν εχοιεν τας των εναντιων διαδιδρασκειν λαβας, καλογους αυτων τους σοφιστικους υπεκβαινειν, εδιδασκε μαλα και υπετιθει. Ηδει γαρ ο ευσυνετος, οτι πολλης ημιν δει της εμπειριας και της διαλεξεως, ειγε μελλοιμεν βαλλειν τους αντιτεταγμενους, και παν αυτων καθαιρειν υψωμα, κατα της αληθους επαιρομενον γνωσεως. Δια τουτο παντι τροπω εκεινους παρεθηγε· συνεκροτει, λογοις ηλειφε προς ανδρειαν,γενναιοτερου ενεπιπλα φρονηματος. Ει (=0084=) γαρ και τω θρονω υπερειχον, αλλα την γε σοφιαν και συνεσιν, ελλατους ησαν και αποδεοντες· ινα μη την αλλην αρετην λεγω, και την εν απασι του ανδρος ευκλειαν. Οθεν και λογοις τε ησαν τοις εκεινου υπεικοντες, και παραινεσεσιν αλλαις και συβουλαις ουτω πολυ ωφελιμον εχουσαις, αναντιρρητως πειθομενοι.Εωρων γαρ εν τω ανδρι βιον μεν ανωκισμενον και υπερφυη, λογον δε αφθονον και πολυν, και ου κατα τινας ψεκαδας, αλλα κατα ποταμους ρεοντα· συνεσιν δε και την αλλην καταστασιν εν ψυχη, ουδενι ουδ’ ολως παρισουμενην. Δι’ α παντα, ουχ οσον εν ιερευσι και επισκοποις, αλλα και οσοι του λαου και οσοι του πληθους προτεταγμενοι, εκεινου τε ησαν ολοι δι’ ολων εξηρτημενοι, και αυτου οια μαγνητιδος εκκρεμαμενοι· ταυτον πεπονθοτες προς τον μακαριον, ο φασι προς την λιθον εκεινην τα σιδηρια· η και ο προς τας μυθευομενας Σειρηνας, οι τουτων τοις μελεσιν ενισχημενοι. Επει δ’ ουτοι επυθοντο τηνικαυτα συνελευσιν επισκοπων τον ῾Ρωμης αθροισαντα, ως αν κοινη συν αυτοις το εκτοπον δογμα αραις υποβαλη και αναθεματι τουτο δη και αυτοι προτροπη και εισηγησει του θειου Μαξιμου πραξαι προηχθησαν· ουκ Αφρικη μονον και οσον περι ταυτην, αλλα και ει τινες εν αλλαις ταις εκει νησοις, προς το εργον επαχθεντες, και σπουδη το καλον δρασαντες· οτι δη και απαντες ουτοι, εκεινον ειχον και διδασκαλον και καθηγητην, και των πραττομενων συλληπτορα.
ΙΕ´.
Χρονος το απ’ εκεινου διηει ουχι συχνος, και Ιωαννης (≡15Γ_298≡> ο της ῾Ρωμης προεδρος προς κυριον εκδημει· ανεισι δε προς τον εκεινου θρονον Θεοδωρος, ουχ ηττον της προεδρειας, η της ορθοδοξιας διαδοχος. Εν τοσουτω δε και Πυρρος, οια της βασιλιδος απελαθεις, καταλαμβανει την Αφρικην, και τω θειω Μαξιμω συγγινεται, λογους τους οικειους αυτω προβαλλλομενος, και τους παρ’ εκεινου δεχομενος· ων και αμφοτερων προς πευσεις και αντιρρησεις ιοντων, πως αν επι του παροντος αξιως, η την του αγιου μετα του πιθανου και της αληθειας εν εκαστω προβληματι παραστησαιμι λυσιν, η την του Πυρρου προς εκαστον των λεγομενων ητταν και συγκαταθεσιν; Ο μεν γαρ, ως τι των αμαχων και δυσεκλυτων, εν ειναι τω ενι Χριστω προυβαλλετο και το θελημα, και ουκ αν φησιν αλλως εχειν την επ’ αληθειας καταληψιν· ο δε, και ενα τουτον καθ’ υποστασιν ενθυπεφερεν· αλλα γε και το διπλουν διηρει των φυσεων, αις συνδιηρειτο και τα θεληματα και τουσο ισχυρως αγαν και αναντιρρητως εδεικνυ. Και ο μεν αυθις τοις θελημασι και τους θελοντας συνηγεν, ατοπω συνδεων το ατοπον· ο δ’ οσιος, τουτο μεν ως εκτοπως παραλογον απετρεπεν εκ του ακολουθου και ηλεγχεν. "Ει γαρ δοθη, φησι, τοις θελημασι συνεισαγεσθαι και τους θελοντας (αυτοις γαρ τοις της μακαριας γλωσσης χρησομαι λογοις), παντως και τοις θελουσι τα θεληματα κατα την ευλογον αντιστροφην συνεισαχθησεται· (=0085=) και ευρεθησεται, καθ’ υμας, της υπερουσιου και υπεραγαθου και αρχικωτατης θεοτητος, δια μεν το εν αυτης θελημα, μια και υποστασις, κατα Σεβελλιον· δια δε τα τρια προσωπα, τρια και τα θεληματα· και δια τουτο τρεις φυσεις, κατα Αρειον· ειπερ, κατα τους πατρικους ορους και κανονας, η διαφορα των θεληματων, και φυσεων εισαγει διαφοραν."
Ιστ´.
Και τι αν τα καθ’ εκαστα λεγοιμι των τοτε ρηθεντων; α και υποθεσιν ολην ενστησαμενος, μολις αν δυνηθειην πασιν εις τελος επεξελθειν· ουτω μακρας ουσης και ποικιλης και περινενοημενης, της τουτων επεξηγησεως. Ουκουν εξεστιν, εκεινο (≡15Γ_300≡> αυτο το πονηθεν συνταγμα τω αγιω διεξελθουσιν, εκ τουδε καταμαθειν ακριβεστερον, και του αγιου την μετα συνεσεως και λογισμων επικαιροτατων πευσιν εν απασι και αποκρισιν, και του Πυρρου τον εν προτασεσιν ασυναρτητον και μαχομενον, η μαλλον ασυλλογιστον ειπειν και ανοτητον· ος και τοις ολοις απειρηκως, βουν επι γλωσσης, ο φασι, τιθεται, και του οικειου λογου καταγινωσκει ασθενειαν· ον καιτοι εις πολλα μορφωσας και ποικιλας, και πανταχοθεν ελιξας, ουκ εσχεν ομως προς τι των κατα βουλησιν αυτω συναιρομενον. Αμελει και συγγνωμην εφ’ οις εδρασεν εξαιτειται, δογμα παρευθυς το οικειον και μονοθελητον, εγγραφως εξομοσαμενος, δους και τω ῾Ρωμης λιβελλους· και υπ’ αυτου πως αν ειποις δεχθεις ασμενεστατα. Αλλ’ ο αφρων και ισχυρως ανοητος, ωσπερ ουδενος επ’ αυτον καινου γεγονοτος, εν ῾Ραβεννη κυων επι τον ιδιον ανετρεχεν εμετον. Οσπερ και εις ωτα τω θειω Μαξιμω πεσον, και αυτω τω ειρημενω προεδρω, κοινη συνελευσει την κατ’ αυτου ψηφον εκφερουσιν, ως τι μελος σεσηπος και συνολως ανιατον, τελεον εκκοψαντες τον αθλιον και αποβαλ(λ)ομενοι. Ο δε, και ουτω παθων, ουδ’ ουτως εληγεν αναιδειας, ουδε του μειζον κατωφρυωσθαι· αλλ’ ορμη αυθαδεστερα, τω εν Κωνσταντινουπολει και αυθις θρονω επιπηδα, και αθλον ασεβειας, την αρχιερωσυνην λαμβανει δευτερον.
ΙΖ´.
Επει δε και τον αιτιον, οστις εστιν, ουκ ηγνοει(και πως γαρ αν ουτω λαμποντα πασι και εν υπαιθρω τον λογον πυρσευοντα;), σπουδη τον οσιον εισαχθηναι προσταττει προς τα βασιλεια· οιομενος ως ει τουτου κρατησοι, και παντων των αλλων εσται κρατων. Συν αυτω δε και τον τουτου μαθητην Αναστασιον, μεθ’ αμα του ομωνυμου τουτου και ομοτροπου, ος και αποκρισιαριος της κατα ῾Ρωμην Εκκλησιας ελεγετο· ου μην αλλα και Μαρτινον τον θειοτατον συν επισκοποις των εσπεριων πλειοσι, θαττον εν Βυζαντιδι παριστησι· τουτοις, οια εικος, (=0088=) δια (≡15Γ_302≡> το της γνωμης αντιξοον εμπικραινομενος. Αλλα τα μεν κατα τον ιεραρχην Μαρτινον, και οσα προς τουτον πεπαρωνηκει ο δυσσεβης, μυριαις αυτον πλυνας ταις υβρεσι και αικιαις, ω χειρων ανοσιων! τον αθωον τιμωρησαμενος, και το τελευταιον υπερορια μακροτατη καταδικασας (Χερσων δ’ ην αυτω ο της υπεροριας τοπος), τα ισα δηλαδη και τοις αυτου δρασας επισκοποις· αλλα ταυτα μεν ου σχολη τεως εμοι καθα επραχθη διεξελθειν, προς τα του θειου Μαξιμου επειγομενω· πολλοι δε ισως εκεινα, οι μεν ηδη ερουσιν, οι δε και ειρηκασιν, οιμαι, τον ανδρα τιμωντες, και τουτου την πολιτειαν σεμνυνοντες· ημιν δ’ ως ο λογος εχει, τα του σκοπου διιτω.
ΙΗ´.
Ως ουν λοιπον ο ιερος ουτος ανηρ χερσιν ην φονωντων συνειλημμενος, και προς αυτον ησαν απαντες ενορωντες· ιδωμεν ποιοις πρωτον αυτον δεξιουνται τοις απαντημασι, και ποταπη κρισει τα κατ’ αυτον οι καλοι ουτοι διεξαγουσι θεσμοθεται. Αμα γαρ τω προσοκειλαι τη Βυζαντιδι δια πλοιου ηδη αναχθεντα, ηκουσι προς αυτον οι παρα βασιλεως αποσταλεντες, ανδρες απο μονης της οψεως πολλην εν τη ψυχη την πικριαν εμφαινοντες· οι και αναιδην του οσιου λαβομενοι, ανυποδητου και διχα οντος περικαλυμματος, ειλκον βια την οδον και απηγον, συνεπομενου και του μαθητου, και τοις δρωμενοις επιστεναζοντος· ον δη και απαγαγοντες, προς τι καθειρξαν ζοφωδες δωματιον, μηδ’ αυτο μονον, της του μαθητου μεταδοντες αυτω συνοικησεως. Και δη και ημερων διαγενομενων, αγουσι τον δικαιον εν τω παλατιω της συγκλητου απασης προκαθημενης, και φονιον τι και μανικον προς αυτον αποβλεπομενης· και τεως μεν τω Σακελλαριω, πρωτω την αξιαν τυγχανοντι, την κατ’ αυτου επιτρεπουσι δικην· ανδρι δεινω μεν ειπειν· δεινω δε λογους συμπλασαι· κακουργησαι δι’ αληθειαν, παντων ουχ ηκιστα δεινοτερω. Ος, τι μεν κακιας ενελιπε; τι δε πονηριας ουκ ειργαστο; μη γηρας αυτου το τιμιον αιδεσθεις (περι γαρ τα ογδοηκοντα (≡15Γ_304≡> που τοτε ετυγχανεν ετη μικρου δεοντος), μη την επανθουσαν τω προσωπω χαριν, μη το εν ηθει κοσμιον, και την αλλην ευπρεπη, και σεμνοτατην καταστασιν· και ταυτ’ εχων ο αδικωτατος, δικαιον μεν ουδεν ουδ’ ευλογον εφ’ οις επραττεν εγκαλειν, μονην δ’ ως ειπειν, την οικειαν εμφαινων σκαιοτητα, και το ιταμον του τροπου και μοχθηροτατον· ος, ει και τα τηλικαυτα ωφθη αναιδευομενος, ομως γουν ματην εφανη παντα κυκων· δυσνους μονον εξελεγχθεις, και την πονηριαν διασημοτατος. Αλλα γαρ τα καθ’ εκαστα των τοτε ρηθεντων και πραχθεντων, και οιας τας συκοφαντιας τω αναιτιω προσηψαν οι τω ψευδει οιομενοι σκεπασθησεσθαι, αυτος ο καλος του οσιου μαθητης επι μερους διεξεισιν, εν ιδιω εκθεμενος υπομνηματι· παρ’ ου και τω βουλομενω εξεσται παντα διιεναι προς ρημα, και αναμαθειν ακριβεστερον. Πλην ουκ απο σκοπου και (=0089=) ημιν βραχεα απ’ εκεινων ερειν, και τω παροντι ενθειναι λογω, ως αν μη ωμεν παντελως των τοιουτων μηδενος μεμνημενοι· και ταυτα μελλοντες, ου κατα διηγησιν, αλλα κατ’ επιδρομην, ως αν ειποι τις, περι των πεπραγμενων διεξελθειν.
ΙΘ ´.
Ως ουν ο δυσωνυμος εκεινος Σακελλαριος εις οψιν τον αγιον παρεστησατο, λογοις αυτον τραχυτεροις και απειλαις ευθυς προκατασειειν ηρχετο· αδικον και προδοτην, και τοις βασιλευσιν εχθρον, και τα πατων αποκαλων αισχιστα.Ως δ’ επυθετο ουτος, οτου χαριν ειη ταυτα καταλεγων αυτου, και τις ην ειργαστο προδοσιαν· τοτ’ εκεινος συμπλαττει διαβολας, ας εκεινον μονον συμπλασσειν εικος, παριστων εφ’ ομολογουμενω τω ψευδει και μαρτυρας. Και δη κατεφλυαρει του οσιου, ως ειη πολεις μεγαλας προσεδωκως, Αλεξανδρειαν φημι και Αιγυπτον και Πενταπολιν, των ημετερων μεν, φησιν, αποσπασας οριων, τοις δε Των Σαρακηνων ηδη προσθεμενος· ων και τα μαλιστα ευνουν αυτον εκαλει, και οικειοτατον.
Κ´.
Ως δε ταυτην αυτου την σκαιωριαν λογω αναντιρρητω (≡15Γ_306≡> ο αγιος απεκρουσατο, συκοφαντιαν σαφη και ουδεν αλλο ουσαν δειξας (τι γαρ αυτω και τη αλωσει των πολεων, αις μαλλον τα λυσιτελη εβουλετο;)· ετεραν ο αναιδης ετραπετο, ονειρους τινας πλαττων και σκιας και φαντασματα· εν οις και φωνων απηχησεις μειζονων τε και ελαττονων, και βασιλεων προσηγοριας, και τω της Εσπερας μαλλον, η τω της Εωας, την τρανοτεραν φωνην επαφιεμενην απηχησιν· κατηγορους κανταυθα, και συκοφαντας εμφανιζων και προβαλλομενος. Εφ’ ω και μαλλον ο οσιος επιστεναξας,
"Ευχαριστω τω Θεω μου, ειπεν, οτι εις χειρας υμων παραδεδομαι, και τοιουτοις αιτιαμασι βαλλομαι· ως αν δια των ακουσιων τουτωνι, τα εκουσιως μοι προστριβεντα απαλιφη, και κηλιδων των εν τω βιω εμαυτον αποσμηξαιμι. Πλην ινα μικρον και προς ταυτα απολογησωμαι, ουτε ονειροσκοπος εγω, ουτε επιιστωρ ονειρων· οτι μηδε σχολη εμοι τοις τοιουτοις καταφανταζειν τον νουν. Επει δ’ ουτω μου κατηγορειν ειλεσθε, ως και μαρτυρας παρισταν· και τουτους ου τους ειδοτας, αλλα τους παρα των ειδοτων ακηκοοτας, ως εκεινων, φατε, απολελοιποτων τον βιον· δια τι μη απ’ αρχης, και ετι περιοντων των πρωτων, τας περι των ονειρων απητειτε ευθυνας; Ουτω γαρ αν αυτοι τε ητε πραγματων απηλλαγμενοι, καγω αν εισεπραξαμην την δικην εφ’ ομολογουμενοις τοις πραγμασιν. Αλλ’, ως εοικεν, ουτε η αληθεια ουτως εχει, ουθ’ οι κατειποντες ημων, τον εταζοντα καρδιαν εν οφθαλμοις εθεντο. Μη γαρ ιδοιμι του εμου Δεσποτου και Κυριου επιφανειαν, μηδε Χριστιανος (=0092=) λογισθειην (ου γαρ αλλο τι εχω εμαυτω επαρασασθαι), ει τον συμπλασθεντα ονειρον,η ειδον εγω η ανετυπωσαμην, η αλλοις εξηγησαμην, ως ερμαιω δηθεν τω πραγματι εφηδομενος."
(≡15Γ_308≡> ΚΑ´.
Ειτα και τριτην αυτω επαγουσι κατηγοριαν, ως την δευτεραν ειδον εληλεγμενην· ην ουδ’ ενθειναι τω λογω δεον ωηθην, τω προς τω απιθανω και παιδιωδη ειναι και καταγελαστον. Επει δ’ ουδε τεταρτων λογων και ψευδολογιων οι καλοι απεσχοντο δικασται, εισαγουσι τινα Γρηγοριον, ειρηκεναι λεγοντα εν ῾Ρωμη τον του αγιου μαθητην, μη οσιον ειναι μηδ’ ευλογον, ιερεα τον βασιλεα καλεισθαι· ατε παρα του διδασκαλου τουτο μεμαθηκοτα. Αλλ’ ο ιερος ανηρ, ουδε προς ταυτα απολογιας ηπορησεν, αυτω κατα προσωπον Γρηγοριω αντικαταστας, και δειξας, αλλα μεν ειναι τα τοτε ομιληθεντα, αλλα δε τα νυν προβαλλομενα.
"Και οτι, φησιν, εκεινω την ῾Ρωμην καταλαβοντι, περι ενωσεως ην ο λογος, και του το δεδεχθαι τον τυπον ημας, δι’ ου το θρυλλουμενον δογμα ετυπουτο και επεγραφετο. Προς α δηλαδη και ημιν οι τε λογοι ησαν και απαντη, τα συνοισοντα εαυτοις διεξιουσι, και α λυσιτελη ενομιζομεν. Δια τουτο γουν ουτε εμα οιδα τα νυν προφερομενα, ουτε του ενδιαβαλλομενου μαθητου· ωτινι ουδεν ποτε τοιουτον επι Θεω μαρτυρι εκοινολογησαμην. Πλην τουτο μονον συνοιδα ειρηκως (ου τω μαθητη, αλλ’ αυτω δηπου τω Γρηγοριω· οπερ ουδ’ αυτος παντελως αρνηθειη, ει μη και εαυτον τελειως αρνησοιτο), οτι το οριζεσθαι περι δογματων και ζητειν, ιερεων μαλλον η βασιλεων εστι. Επει και τουτοις ανειται χριειν, και χειροθετειν, και τον αρτον προσφερειν, και θυσιαστηριω παριστασθαι, και οσα αλλα θειοτερα πραττειν και μυστικωτερα. Ταυτα και τοτε εφθεγξαμην, και νυν φθεγγομαι. Επι τουτοις βουλομενος η αφιετω, η κατακρινετω· ου γαρ αν αδικηθειη ανθρωπος (≡15Γ_310≡> παρα ανθρωπων, καν ει τα παντων δεινοτερα πεισοιτο."
ΚΒ´.
Ειτα μη εχοντες τι δρασαι, οι τω ψευδει την ελπιδα τιθεμενοι, εξαγουσι μεν του κριτηριου τον δικαιον, τον δε τουτου μαθητην εισαγουσιν Αναστασιον· ον λογοις και απειλαις εξεδειματουν, του διδασκαλου κατειπειν αναγκαζοντες· και ως ειη τον Πυρρον λελυπηκως, οτ’ εις λογους αυτω συνεγενετο, ειπειν εκβιαζοντες· ουκ οιδα ανθ’ οτου το τοιουτον οι ψευδολογοι συσκευαζομενοι. Ως δε ταναντια η αυτοι προσεδοκων ειρηκει και Αναστασιος, και οτι ουδεν ουμενουν ου μονον τουτον λυπησοι, αλλα και τιμη τιμησοι τη παση, και οια ευνουν δοκουντα φιλοφρονεστατα δεξιωσοιτο, πυγμαις αυτον και κονδυλοις κατα κεφαλης και παρειων αικισαντες, και ταυτην (=0093=) της αληθειας εισπραξιν διδωκοτες, φρουρα και αυθις εγκλεισθηναι προσταττουσιν.
ΚΓ´.
Αγουσι δε παλιν προς εαυτους τον οσιον, ωσπερ ουκ αρκουμενοι τοις προλαβουσι, και πειραν αλλην τω απειραστω προσαγουσιν. Η δε ην, ως ειη στοιχων τοις του Ωριγενους δογμασι, και τουτω εν απασι συμφρονων. Ως δε θαττον την σαθραν ταυτην και ευδιαλυτον κατηγοριαν διελυσε, φαμενος παρρησια, ως ειη Θεου κεχωρισμενος και της των Χριστιανων μοιρας, ο τα Ωριγενους φρονων, και λογους αυτου τους ληρρωδεις παραδεχομενος· περι του Πυρρου εκ δευτερου και των τοτε λεχθεντων πυνθανονται, προσωπειον υποδυντες χρηστοτητος, η ειδοτες, η επι καρδιαν θεμενοι. Ειθ’ εξης, και οτω τροπω της του πατριαρχου κοινωνιας απερρηξεν. Εφ’ οις και αλλας εν τω μεταξυ πευσεις και ερωτησεις προτειναμενοι, και τον παρ’ αυτοις προβαλλομενον τυπον τιμασθαι δεον ισχυρισαμενοι, ουτω σφοδρα υπ’ εκεινου βδελυττομενον και ατιμαζομενον· και απλως οσα τουτοις εδοκει αφυκτα τινα, και ταις απαντησεσι δυσληπτα παρενθεμενοι, και μητε απειλων των κατ’ αυτου, μητε υβρεων αποσχομενοι· (≡15Γ_312≡> τελος ως ειδον εαυτους ηττωμενους εν απασι, και οικειοις, το του λογου, πιλοις [πτιλοις] αλισκομενους· το συνεδριον λυσαντες, αυτοι σπουδη προς τον βασιλεα εισηεσαν, την του ανδρος ενστασιν, και το εν λογοις αηττητον προσαγγελοντες, και οτι Μαξιμον ουδεις αν πεισοι συνθεσθαι τοις ημετεροις, καν κολαζειν επιχειροιη.
ΚΔ´.
Χρονος το απ’ εκεινου βραχυς, και αφικνουνται προς αυτον ετεροι, εμφρουρον ηδη τυγχανοντα· οιομενοι ταχα τω συχνα προσβαλλειν, και λογοις δεδιττειν μαλακωτερω εντευξεσθαι. Εφασκον δ’ οι αφιγμενοι προς του πατριαρχου εσταλθαι· οι και ταυτα, ως ειχον, προυτειναν τω αγιω·
"Ποιας ει, φασιν, ω ουτος, Εκκλησιας;" αυτοις γαρ τοις εκεινων χρησομαι ρημασι· "Βυζαντιου, ῾Ρωμης, Αντιοχειας, Αλεξανδρειας, Ιεροσολυμων; Ιδου πασαι μετα των υπ’ αυτας επαρχιων ηνωθησαν. Ει τοινυν ει της Καθολικης και αυτος Εκκλησιας, ενωθητι, μηπως ξενην οδον τω βιω καινοτομων, παθης απερ ου προσδοκας."
Προς ους ο μακαριος πως αν ειποις επικαιρως και συνετων αποκρινεται·
"Καθολικην Εκκλησιαν, την ορθην και σωτηριον της πιστεως ομολογιαν, ο Κυριος ειναι ειπων, επι τουτω και Πετρον καλως ομολογησαντα, εμακαρισεν· εφ’ ω και την τοιαυτην οικοδομησειν Εκκλησιαν, ο των ολων Θεος απεφηνατο. Πλην βουλομαι μαθειν την ομολογιαν, εφ’ η πασα η τωνΕκκλησιων γεγονεν ενωσις· και ει καλως τουτο γεγονεν, ουδ’ αυτος αλλοτριουμαι."
(≡15Γ_314≡> ΚΕ´.
(96) Προς ον οι απεσταλμενοι, "Καν ουκ εχωμεν, ειπον, περι τουτου κελευσιν, ομως ερουμεν, δια το ειναι σε παντελως απροφασιστον. Δυο λεγομεν ενεργειας δια την διαφοραν, και μιαν δια την ενωσιν."
Ο δε φησι· "Τας δυο, δια την ενωσιν μιαν φατε γεγενησθαι, η παρα ταυτας ετεραν;
- Ου, φασιν ουτοι, αλλα τας δυο μιαν δια την ενωσιν.
Απηλλαγημεν, εφη, πραγματων, εαυτοις ανυποστατον πιστιν, και Θεον ανυπαρκτον πλασαντες. Ει γαρ εις μιαν συγχεομεν τας δυο δια την ενωσιν, και παλιν εις δυο διαιρουμεν την μιαν δια την διαφοραν, ουκ εσται μονας ουτε δυας ενεργειων· υπ’ αλληλων αναιρουμενων αει, και ποιουσων ανενεργητον, τον ω προσπεφυκασι, και παντελως ανυπαρκτον. Το γαρ μηδε μιαν εχων εκ φυσεως αναφαιρετον, και μηδενι λογω τροπης αλλοιουμενην και μεταπιπτουσαν κινησιν, πασης ουσιας εστερηται, κατα τους Πατερας· ουκ εχον ενεργειαν ουσιωδως αυτο χαρακτηριζουσαν. Τουτο τοινυν λεγειν ου δυναμαι, ουδε εδιδαχθην εκ των αγιων Πατερων ομολογειν· δοκουν ουν υμιν ουσιν εξουσιασταις, ποιησατε."
Κστ´.
Οι δε μη εχοντες προς ταυτα αντειπειν, το δοξαν τοις κρατουσι τουτω προσεπιφερουσιν· ως ειη, φασκοντες αυτον αναθεματι μη πειθομενοι υποβληθηναι, και θανατον αυτω τον ορισθεντα προσαπενεγκασθαι. Ο δε πραως ουτω και ταπεινως, "Το τω Θεω, φησιν, ορισθεν επ’ εμοι, νυν δεξοιτο περας, φερον αυτω δοξαν προ παντος εγνωσμενην αιωνος." (≡15Γ_316≡> Αλλα τεως μεν αναβαλλονται τα εξενηνεγμενα· συμβουλιον δε ποιησαμενοι βασιλευς αμα και πατριαρχης, ουδεν ηττον η Πιλατος και Ιουδαιοι επι τω εμω Ιησου, κατακρινουσιν εξορια τον δικαιον· επι τι πολιχνιον, Βυζυη ουτω καλουμενον, θαττον απαγομενοι· εν ταυτω δε και τον μαθητην Αναστασιον, εις τινα τοπον εκτοπως φαυλον, και της ῾Ρωμαιων αρχης εσχατον, μονον απενεγκαμενοι (Περβερις ουτω πως γλωσση βαρβαρω ο τοπος ωνομασται)· τα ισα δηλαδη και τω αυτου δρασαντες συνωνυμω, τω της ῾Ρωμης αποκρισιαριω φημι.
ΚΖ´.
Και δη ημερων συχνων διαγενομενων, πεμπουσιν εν εξορια προς τον αγιον Θεοδοσιον εκεινον τον Καισαρειας επισκοπον, και Παυλον και Θεοδοσιον ετερον, την του υπατου αμφοτερους περικειμενους αξιαν· οι και αυτοι, πολλους μεν και ποικιλους τω μακαριω προυτειναν λογους· νυν μεν κολακευοντες, νυν δ’ απειλουντες· νυν δε και προς το πυθεσθαι διερωτωντες. Ων και την ανα μερος υφηγησιν, το εκτεθεν προς του καλου Αναστασιου, καθα μοι και ανωτερω ειρηται, διεμφαινει υπομνημα. Ουκ ακαιρον δε ισως και ημιν ολιγα και απο τουτων ερειν, ποιουμενοις κανταυθα κατ’ επιδρομην την διηγησιν. (=0097=) Ουτω γαρ αν μαλλον, το εν πασιν αναλωτον του ανδρος καταμαθοιμεν, οτι και πολλων οντων των τινασσοντων, και διασαλευειν πολυτροπως επιχειρουντων, αυτος ουδεν ηττον ακλινης εμενε, στερρος ολος και το φρονημα ατρεπτος.
ΚΗ´.
Αλλα γαρ ιδωμεν οια οι ρηθεντες ουτοι τω αγιω προσφερουσι. Τα κατ’ αυτον οπως εχοι, πρωτον διαπυνθανονται· φιλικην δηθεν ταυτην, η κολακικην μαλλον ειπειν, την πευσιν τουτω προσαγοντες. Ως δ’ εφη ουτος· "Καθα προεγνωσμενον τε και προωρισμενον εστι τω προνοητικω του Θεου το περι αυτον της βιοτης περας, ουτως δη και εχοιμι"·
(≡15Γ_318≡> αυθις αντερωτωσιν αυτοι· "Τι το προγνωναι αυτο, και τι το προωρισθαι δηλοι, και τι το των εκατερων διαφορον."
Του δε φαντος, το μεν, των εν ημιν ειναι, εννοιων τε φημι, και λογων, και εργων, το προγνωναι· εξ ων αι αρεται και αι κακιαι ημιν επεισιασι· το δε, των ουκ εφ’ ημιν, αλλα των εξωθεν επισυμβαινοντων ακουσιως, το προωρισθαι· επιφορων τε δηπου παντοιων, και αλλων κολαστικων τροπων· και απλως περι εκαστου τουτων του θεοληπτικωτατου διεξελθοντος· και ποιαι μεν των θλιψεων, δι’ εκτισιν αμαρτιων, διελθοντος· ποιαι δε δια δοκιμασιαν, η και οικονομιαν δικαιως ημιν, και ως ουκ αν ειποι τις αλλως, συμφεροντως επαγονται· εκεινοι τουτων τεως αφεμενοι, περι ων ηκοντες ησαν αντεπηγον τους λογους· προς κοινωνιαν αυτον, εκκαλουμενοι, και ων εδρασαν, συγκαταθεσιν. Ως δε ουτος την γενομενην τη Εκκλησια ανθυπεφερε καινοτομιαν, και την της πιστεως συγχυσιν· τηνικαυτα και ο Καισαρειας Θεοδοσιος προς διαλεξιν αυτω επισυνισταται, και ως ουδεν εναντιον παρα τουτοις πρεσβευοιτο, ουδ’ εκφυλον και του ορθου λογου αλλοτριον, μαλα ενστατικως προυφερε· την ενεργειαν και το μονοθελητον εκεινο θελημα συγκροτων, και υπερμαχομενος.
ΚΘ´.
Αλλα την εν τοις τοιουτοις ατοπιαν ο οσιος διελεγξας, και ως ει μια ενεργεια, φησιν, δυο θειη επι θεοτητος λεγεσθαι και ανθρωποτητος, συγχυθησεται παντως και ο της θεολογιας και ο της οικονομιας λογος· και το ατοπον, τετρας εσται η τριας, τω ομοφυη τω Λογω, γενεσθαι την σαρκα· ειπερ, κατα τους Πατερας, " Ων ουσια μια, μια εσται και ενεργεια." Αλλα μην και τα γνωριστικα και συστατικα της τε θεοτητος και ανθρωποτητος αφαιρεθησεται, (≡15Γ_320≡> η και εις τελειαν εκατερα χωρησει ανυπαρξιαν· τω μητε μιαν, μητε δυο τας ενεργειας η τας θελησεις, εξον η νοεισθαι η λεγεσθαι κατα τους υμετερους τουτους λογους, και την καινην δογματοποιιαν· και πολλα ετερα τω λογω προσθεις, ωσπερ απορησας ο Θεοδοσιος, " Αλλα το δι’ οικονομιαν, φησι, γεγενημενον ου δεον ως κυριον δογμα λαμβανειν, καθα και (=0100=) νυν ο παρ’ ημων προτεινομενος τυπος, οικονομικως γεγενητο, αλλ’ ου δογματικως."Του δε οσιου, "Ουτ’ ευλογον, ουτε δικαιον ταις τοιαυταις καινοτομιαις συμφερεσθαι, υπειποντος, και ως ψευδοδιδασκαλων το τοιουτον και απατεωνων, οις ουδε πειθεσθαι χρη, αλλ’ εκκλινειν, ως εγχωρουν, και αποδιιστασθαι, ινα μη και δοξωμεν κακον τι της τουτων συνουσιας παραπολαυειν·" ενεοι ωσπερ επι τοις λαληθεισιν ουτοι γενομενοι, σιγωντες ησαν εφ’ ικανου, και τας κεφαλας κατω κυπτοντες.
Λ´.
Αλλα παλιν ο Θεοδοσιος εφ’ εαυτου γεγονως, και πευσεις ετερας κατα σχολην συναγηοχως, ας και ωσει τινας ακροπολεις ακαθαιρετους εαυτω ωετο διαμενειν· ταυτας ουν τας ρησεις προτεθεικως, και παραδοχην φωνων τινων απλων· και παραδεχεσθαι τον Μαξιμον ταυτας ισχυρισαμενος· προς δε, και ζητησεις αλλας περι τε υποστατικης ενεργειας, και φυσικης τινος και σχετικης θελησεως κεκινηκως, ων και ο λογος μακροτερας δειται, και ου κατα τον παροντα λογον, της διηγησεως· επει ουν εκεινος μεν ταυτα, ο δ’ οσιος, πασαν την εν λογοις αυτου και λογισμοις προβολην μαλα ραδιως ετυχεν ανατετραφως· τελος αποκαμων ουτος, και μη εχων τεως αντιφθεγξασθαι τι προς τα παροντα τροπον ετερον πειραται τον αγιον εφελκυσαι· φιλικωτερον (≡15Γ_322≡> τουτω δηπου προσομιλων, και ως βουλοιτο αν και αυτος, τα εν μεσω εξαιρεθηναι σκωλα τε και προσκομματα, και την προτεραν ειρηνην τη Εκκλησια αποδοθηναι. Οπερ ουκ αν, φησι, γενοιτο αλλως, ει μη και προς τους εν ῾Ρωμη αφικοιμεθα ηδη, και επι συμβασεις και διαλλαγας τουτους εκκαλεσοιμεθα· το εν δηλαδη συν εκεινοις και πνευσαντες, και φρονησαντες. Εφ’ ω και μαλλον ο αγιος ευθυμος γεγονως, πως αν ειποις αυτον προς τα ειρημενα διατεθησεσθαι· ποιαις δ’ ευθημιαις τον ειρηκοτα ου διαμειψασθαι. Ος γε και ουτω πονηρως εχων του σωματος, τω ασκησει αμα και γηρα εκτετρυχωσθαι, προθυμος ην ομως και τη ῾Ρωμη αυθις επιφοιτησαι, και συναμα αυτοις τα λυσιτελη καταπραξαι· "Μονον εργον γενοιτο, φησι, τουτο, αλλα μη λογος ειη λελεγμενος τηναλλως."
ΛΑ´.
Του δε Θεοδοσιου και ορκω τα ειρημενα επιβεβαιωσαντος, και χερσι των αχραντων Ευαγγελιων προσψαυσαντος, ει και ουδεν ο ασυνετος τουτων διεφυλαξατο, οια τοις των κρατουντων θελημασι συνελκομενος· ετι μαλλον ο οσιος ευθυμος ην, ολον εαυτον προς την αποδημιαν συντεινων, και τα συνοισοντα αυτοις τε και τοις κατα ῾Ρωμην σκοπων. Ειθ’ ως εκειθεν εμελλεν απαιρειν ο Θεοδοσιος, ινα και τοις κατα την βασιλιδα περι τουτων κοινωνησοιτο, ασπασμω αυθις τον οσιον δεξιωσαμενος· και τι και στιχαριον αυτω και φαιον αναδεδωκως τριβωνιον, ουτως την (=0101=) Βυζαντιδα εισερχεται, μεθ’ αμα και των δυο υπατων, οι τουτω συνειποντο.
ΛΒ´.
Οκτω δε το απ’ εκεινου διηλθον ημεραι, και Παυλος τη του υπατου και αυτος αξια τετιμημενος, προς τον αγιον εξεισι· προσταχθεν τουτω παρα βασιλεως, συν αιδοι τον οσιον και σεβασματι, οια φιλον και συνηθη και των εαυτου προγονων τυγχανοντα, της Βιζυης αναλαβειν, και προς τι των εν τω ῾Ρηγιω μοναστηριων, (≡15Γ_324≡> ο του αγιου προσωνομασται Θεοδωρου, τουτον μετακομισαι. Και τη εξης φοιτωσι προς αυτον Επιφανιος και Τρωιλος, πατρικιων αμφοτεροι αξιωμα περικειμενοι, συν αμα και τω Καισαρειας Θεοδοσιω· ον και τα ειρημενα εμπεδωσειν ο αγιος εμενε, μη εκεινου το υπουλον φωρασαμενος, ο την διανοιαν αδολωτατος· οι δη και αυτοι πλειστα τω οσιω διομιλησαμενοι, τα παρα του βασιλεως επαγγειλαμενοι, ως και πατερα θησειν εαυτου και ανωτερον δειξειν παντων υπισχνουμενου, μονον ει γενοιτο τουτω ενωθηναι και συνελθειν, και κοινη συν αυτοις ελεσθαι τα δεδογμενα· και οτι τουτου αποδιισταμενου και στασιαζοντος, και Ανατολη μικρου πασα και Δυσις συστασιαζει και συναφισταται· και αλλα προς τουτοις, α προς εκεινων ειναι εδοκει, ειποντες και προβαλ(λ)ομενοι, τον ατυπωτον εκεινον τυπον, ανω και κατω εν οις ελεγον πασι προσεπιφεροντες· επει εγνωσαν ηδη ουδε βραχυ τον οσιον των παρ’ εκεινοις λογων επιστρεφομενον, τουτο προ των αλλων μεγα ανακεκραγοτα, οτι "Πασα η των ουρανων δυναμις, το παρ’ υμιν πραξαι ου πεισει με· τι γαρ, φησι, απολογησομαι, ου τω Θεω λεγω, αλλα τω εμω συνειδοτι, ει γε δια δοξαν ανθρωπων την ουδεν προς υπαρξιν εχουσαν, την σωζουσαν με πιστιν εξομοσομαι ηδη;"
ΛΓ´.
Επει ουν εκεινον ουτως εχοντα εγνωσαν, και μαλιστα και τω Θεοδοσιω επιμεμφομενον, ματην ουτω και επι κακω τω σφετερω τους λογους και τους ορκους προϊσχομενω, τοτε ανασταντες ουτοι σπουδη, τα εαυτων επραττον, και οια αν τοιουτοι πραξειαν ανθρωποι. Οι μεν γαρ αυτον πυγμαις, ω χειρων ανοσιων! ηκιζον, παραθηγοντες και τους συνεπομενους προς την τολμαν υπηρετας· οι δ’ εκολαφιζον· αλλοι ραπισμασι και ωθισμοις εβαλλον· οι δε, και εις το τουτου ενεπτυον προσωπον, καθα και τον εμον Ιησουν οι στρατιωται και δημος ο ανομος· ον ου πριν ανηκαν τοις πτυσμασιν οι αληθως καταπτυστοι επιπαττοντες, πριν το προσωπον απαν των πτυελων εμπλησαι, και ρακια (≡15Γ_326≡> αυτα κατακλυσαι· ως και τω πληθει των καταφερομενων σιελων, δυσωδιαν ουχ οπως και φορητην εγγινεσθαι· ης αλλος μεν ουδεις, μονοι δ’ οι δυσωδεις εκεινοι και εξαγιστοι, οσφραινεσθαι αξιοι· και ουκ αν επαυσαντο ουτω (=0104=) δρωντες οι αναιδεστατοι, ει μη ο Καισαρειας Θεοδοσιος, τας τουτων επισχων ορμας, προς αλλα τετραφθαι αποιησεν. Οι και ως μηδεν δεδρακοτες, οι πως ειποιμι και κυνων ιταμωτεροι, παλιν μεταβραχυ, ερωτησεις και πευσεις, και αλλα αττα ληρηματα τω αγιω προσηγον· ως δ’ ανηνυτα τα παρ’ αυτων εωρων και απρακτα, εικη μονον πονουντες και ματαιαζοντες, υβρεις αυτου τας ουδε λογω ρητας καταχεαντες, και ει τι των χρειωδων τουτω και αναγκαιων ετυγχανεν αφελομενοι, εκειθεν αναχωρουσιν οι δυστροποι.
ΛΔ´.
Μετα δε τινα χρονου παραδρομην, εισαγουσιν αυτον εν Κωνσταντινουπολει, συν αυτω και τον μαθητην Αναστασιον εισαγοντες· προς δε, και τον ετερον Αναστασιον, ον και αποκρισιαριον εφαμεν. Και αραις κατ’ αυτων χρησαμενοι, οι επιρρητοι ουτοι και επαρατοι, και αναθεματι υποβαλοντες (ουκ αυτους μονον, αλλα απαντας ορθοδοξους, τους τε περιοντας, και τους απελθοντας) παραδιδοασι τοτε τοις επι το κολαζειν τεταγμενοις, ως αν τα εξενηνεγμενα κατ’ αυτων διαπραξοιντο· το μεν ζην δηθεν τουτοις ου πανταπασιν αφαιρουμενοι, ιν’ η τι και τοις αφιλανθρωποις φιλανθρωπον, πικροτερον δ’ αυτου θανατου τας τιμωριας προσεξεργαζοντες. Ο γαρ της πολεως αυτους παραλαβων επαρχος, και εν τω πραιτωριω εισαγαγων, πρωτα μεν τον θειον Μαξιμον εκ τεσσαρων τεινας, νευροις απεσκληκοσιν εκελευε τυπτεσθαι· μη γηρας αυτου κατοικτισας ο μιαρος, μη τα κατερρικνωμενα των σαρκων μελη, μη σωμα εκεινο το νηστεια και πονοις δαπανηθεν· αλλ’ ουτως ωμως εξαινεν, ως και τω πληθει του καταρρεοντος αιματος, το υποκειμενον εδαφος απαν φοινιξαι, και σαρκας πασας δαπανησαι, και μηδε βραχυ των μελων υγιες εναπολιπειν.
(≡15Γ_328≡> ΛΕ´.
Ειτα ο θηριωδης, και προς τον αυτου μετεισι μαθητην· εξης δε και προς τον εκεινου συνωνυμον, πολλας και αυτοις επιθεις τας πληγας, και μωλωπων υποπλεους απεργασαμενος· επιστησας τουτοις και κηρυκας, ταυτα μαστιζομενοις επιβοωντας· "Οι τοις βασιλικοις απειθουντες θεσπισμασι, και ανενδοτοι μενοντες, ουτω παθειν αξιοι." Ους δη και μικρα πνεοντας, φεροντες τη ειρκτη εναπερριψαν.
Λστ´.
Και το εξης παριστωσι τον οσιον συναμα και τω μαθητη, ολον τοις μωλωψιν εστιγμενον, ολον εξωδηκοτα, ολον ταις πληγαις εμφλεγμαινοντα· ον και ουτως οδυνων εχοντα, δρασαι ομως επ’ αυτον και αλλα χειρω ουκ απεσχοντο, την φυσιν πανταπασι διωσαμενοι. Γλωσσαν γαρ εκεινην την θεολογον, και τους λογους υπερ ποταμους βλυσασαν, ενδον απο του φαρυγγος και της παραψαυουσης επιγλωττιδος, (=0105=) παρανομως εκτεμνουσιν· ως αν του φωνητικου αφαιρεθεντος οργανου, συναφαιρεθειη και λογος τουτω και διδασκαλια· και σιγων ειη αφθογγος. Αλλ’ ουκ εμελλες, ω καλε Μαξιμε, και την γλωσσαν τεμνομενος, σιωπαν· ουδε λογους εκεινους τους ηδιστους μη κελαδειν· αλλ’ ο γλωσσαν καταρτιζων νηπιων, και αλαλον θεις φθεγξασθαι και κωφον, αυτος και σε παρα δοξαν και φθεγγεσθαι πεποιηκε, και λαλειν, και μειζον η προσθεν διηρθρωμενους τους λογους προιεσθαι.
ΛΖ´.
Επει δε το αυτο καν τω μαθητη Αναστασιω εδρασαν, και γλωσσαν κακεινω ενδον απετεμον, η αυτη ην και τουτον ενισχυουσα χαρις· και λογον διδουσα διχα του φωνουντος οργανου, πολυν τινα τουτον παραδοξως και αφθονον. Εφ’ ω και μειζονι φθονω πληγεντες οι μιαροι, και αλλην τοις γενναιοις καινοτεραν βασανον προσεπηγον· ωσπερ αδικειν νομιζοντες, ει μη πασαν πειραν δεινων επι τουτοις κινησαιεν· ους και πολλω βελτιον ην θανατω υπεξαγαγειν, καθο και ην εκεινοις δοκουν, η ουτω παραδουναι (≡15Γ_330≡> κολασεσι. Σχοινοις γαρ λεπταις τον μακαριον ενειλισαντες, και στρεβλαις πανταχοθεν πιεσαντες, σμιλη και σφυρα την δεξιαν των χειρων αποκοπτουσι, και επ’ εδαφους ριπτουσιν· ειθ’ ως ειχον, και προς τον συναθλον μετιασιν Αναστασιον· την ισην κακεινον τιμωριας εισπραττοντες, ιν’ εχοι παντως και της ισης δοξης την παραπολαυσιν. Ους και αγλωττους και αχειρας εκβαλοντες του πραιτωριου, ειλκον και περιηγον κατα την αγοραν, τα κεκομμενα θεατριζοντες μελη, και κραυγαις ασημοις χρωμενοι· και τωθασμοις αυτους και σκωμμασι βαλλοντες. Εφ’ ω και μετα την ατιμον εκεινην περιαγωγην, εξορια μακροτατη παραδιδοασι· μεθ’ αμα και του αποκρισιαριου Αναστασιου· τουτο γε μονον καλως ποιησαμενοι τους αγιους, οι εναγεις, εαυτων αποδιαστειλαντες.
ΛΗ´.
Αλλα γαρ η θεια ουκ ημελει δικη, καιτοι μακροθυμουσα ως τα πολλα· αλλα τιμωριαν μετα μικρον τον παρανομισαντα βασιλεα εισεπραξε· πορρω εκτοπισασα, και εις την εν Σικελια Συρακουσαν τον οικτιστον δουσα θανατον απενεγκασθαι. Τοις γαρ Βυζαντιοις δι’ α εδρασεν ο μισους αξιος μισηθεις, και εχθιστος μαλα γεγενημενος· δεισας μητι και παθοι προς τουτων κακον, μετα συζυγου και παιδων εκεισε αφικετο· ω δη και εν βαλανειω λουσασθαι εισελθοντι, των τις υπηρετουντων καιριαν δους κατα κεφαλης, το τε κρανιον απαν συνετριψε, και τω δυστηνω την ζωην προσαφειλετο. Επει δ’ ο τουτου υιος Κωνσταντινος ος εκαλειτο, μετα Ηρακλειου και Τιβεριου των αδελφων επι των σκηπτρων κατεστη, εγνω δειν αυτος μη την ισην πατρι πεπορευσθαι, ινα μη των ισων και αντιτυχοι· οθεν και τους απανταχη συναθροισας Πατερας, και συνοδον μεγαλην κροτησας, η και εκτη των οικουμενικων λεγεται· πολλα μεν και αλλα εν αυτη μνημης αξια (=0108=) κατεπραξατο, και διττας δη του Χριστου θελησεις και ενεργειας, επι των δυο φυσεων τρανωτερον διεξηρυξεν· αρα και αναθεματι καθυποβαλων τους το μονοθελητον εκεινο δογμα παρεισαγοντας και πρεσβευοντας. Τουτο δε προτερον εν ῾Ρωμη και ο ταυτης προεδρος Αγαθων, ος και μετα (≡15Γ_332≡> Μαρτινον τω θρονω επικαθιδρυθη, θειω κινουμενος Πνευματι επραξεν· επαρατους και της Εκκλησιας εκπτυστους τους τα παρανομα δεδρακοτας και ουτος καταστησαμενος. Αλλα ταυτα μεν υστερον.
ΛΘ΄ .
Επει δ’ ως ο λογος εφη, προς την υπεροριαν τον θειον απηνεγκαν Μαξιμον, πολλα μεν συνεβη τουτον παθειν κατα την οδον, και πολλας υπομειναι τας αλγηδονας, οια μητ’ εις υποζυγιον, μητ’ εις λεκτικιον καθεσθηναι δυναμενον· τω παντη κατειργασθαι τοις πονοις, και ταις μυριαις τετρυχωσθαι οδυναις. Αμελει και εις τι χαλαδριον βεργεσι πεπλεγμενον τουτον ενθεμενοι, μολις και κοπω διαβασταζοντες, την μακραν οδον εκεινην απηγαγον· ον και εις εν των κατα την Αλανιαν καστρων, Σχιμαριν ουτω λεγομενον, εμφρουρον ποιησαμενοι, ειασαν αυτον πανταπασιν ατημελητον. Επει δε και τον καλον μαθητην μετα του συνωνυμου αυτου την αυτην οδον ηλαυνον, διαιρουσι μεν αμφοτερους του διδασκαλου· διαιρουσι δε και αυτους απ’ αλληλων· ενα προς ενα πολλους διαμειβοντας τοπους, και πορρω που της των Αβασγων χωρας απαγομενους· εξ ου και τον ενα αυτων τη πολλη απειρηκοτα κακοπαθεια, και αυτην την πνοην διαφειναι, η μονη τουτω περιελειπετο· και μηδ’ αυτην εγνωσθαι ακριβως την ημεραν καθ’ ην των ωδε μετεστη, ως ο τουτου ειρηκει ομωνυμος· αποκρισιαριος φημι Αναστασιος.
Μ´.
Αλλα γαρ τω θειω Μαξιμω τω κατα την Αλανιαν ηδη καστρω εγκαθειρμενω, θεια τις επιφοιτα ανωθεν οψις· την τε ημεραν αυτω δηλουσα της τελευτης, και προς τας εκειθεν μετακαλουμενη σκηνας· Επει δε και η ημερα καταλαβοι εκεινη· η δε ην η τρισκαιδεκατη του Αυγουστου μηνος, αφιησι μεν τα ενταυθα, προς δε τους ουρανους ανατρεχει, ο των ουρανων αληθως και της εκει κατοικιας αξιος. Εν ω δε το ιερον αυτου σωμα εναπετεθη, τρεις διαφανεις πυρσοι κατα μιαν των νυκτων εκτοτε τω μνηματι εναυγαζουσι· θαυμαστην μεν την αιγλην εναφιεντες, θαυμαστοτεραν δ᾿, ως εικος, τοις ορωσι την εκπληξιν εμποιουντες, (≡15Γ_334≡> και του μεγαλοδωρου Θεου περι τον εαυτου θεραποντα πλουσιωτατην χαριν εμφαινοντες.
ΜΑ΄.
Αλλα σοι μεν, ω ιερωτατε πατερ, μεγαλη μεν και η των παροντων δοξα τε και λαμπροτης, πλεον σε κανταυθα του Δεσποτου τετιμηκοτος· μειζων δε πολλω και υπεροχικωτατη η αυτοθι ληξις και ουρανια· φωτι τω μεγαλω παρισταμενω, και ολην την αιγλην της μακαριας και αρχιφωτου Τριαδος εν εαυτω δεχομενω· και Θεον ορωντι, το παραδοξοτατον, θεω δηλαδη και αυτω τη ενωσει γεγενημενω, και κατα μεθεξιν ολω θεουμενω, και αρρητον την θεωσιν υφισταμενω. Ουκουν ουτω δοξης τυχων, διδου πολλην και την παρα σου βοηθειαν τοις ετι (=0109=) νηχομενοις ημιν τα παροντα, και τον δολιχον τουτον βιον και πολυκινδυνοτατον διαπλεουσιν· ως αν υπο σοι κυβερνητη και οδηγω, κουφοι την αστατον θαλασσαν υπερπλευσαντες, τοις ακλυστοις και αϊδιοις λιμεσι καθορμισθειημεν· ενθα η μακαρια διαγωγη και καταπαυσις η γαληνοτατη.
ΜΒ´.
Ουτος ο παρ’ ημων σοι λογος, ω πατερων αριστε και φιλοτεκνοτατε, των μεν πραγματων, ωσγε και αυτον οιδα, παντη απολειπομενος, του δε ποθου οιμαι ουδενος ελαττουμενος. Αιτιος δε παντως του λογου και καθηγεμων, ο σου εξεχομενος ιεραρχης· ος και την ομωνυμιαν και ομοτροπιαν του εν Μυροις επλουτησε ποιμεναρχου· λογων ουτος αει των σων θαυμασιως ερων, και σε διαφεροντως ποθων· και τρυφην γλωσσης, το ηδιστον σου ποιουμενος ονομα. Ω και αντιδοιης την μετα σου συναυλιαν και συσκηνιαν· πολλην ως ορας και αυτω υπερ του καλου τεθεμενω την αγωνιαν, και την ψυχην προϊεμενω αυτην, μονον ει τι βελτιον ειη τουτω εν τοις πραγμασι καταπραξασθαι· εν αυτω Χριστω τω Κυριω ημων, ω η δοξα και το κρατος, νυν και αει, και εις τους αιωνας των αιωνων. Αμην

footer
  • Σάββατο 18 Νοεμβρίου

    Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 112 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ