ploigisi h3
bottom_neo.jpg

ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *

11ος Τομος - 15 Δ

ΚΕΦΑΛΑΙΑ ΔΙΑΦΟΡΑ ΘΕΟΛΟΓΙΚΑ ΤΕ ΚΑΙ ΟΙΚΟΝΟΜΙΚΑ
ΚΑΙ ΠΕΡΙ ΑΡΕΤΗΣ ΚΑΙ ΚΑΚΙΑΣ

ΕΚΑΤΟΝΤΑΣ ΠΡΩΤΗ

(≡15Δ_014≡> 1.1 (α΄) Εν εστι το υπεραναρχον και υπερουσιον αγαθον, η αγια τρισυποστατος Μονας, Πατηρ και Υιος και αγιον Πνευμα· τριων απειρων απειρος συμφυια τον τε του ειναι, και πως, και τι, και ποιον ειναι λογου παμπαν τοις ουσιν αβατον εχουσα. Πασαν γαρ διαφευγει νοησιν των νοουντων της κατα φυσιν ουδαμως κρυφιας ενδοτητος εξιουσα, και πασης πασων γνωσεων απειρως υπερεκτεινεται γνωσεως.
1.2 (β΄) Το κατ᾿ ουσιαν κυριως ον αγαθον, εστι το μητε αρχην, μητε τελος, μητε αιτιαν του ειναι τινα κινησιν εχον. Το δε μη ουτως εχον, ουδε κυριως ον, ως αρχην και τελος και αιτιαν του ειναι, και την κατα το ειναι προς αιτιαν κινησιν εχον. Το δε κυριως ουκ ον, καν ειναι λεγηται, κατα μεθεξιν βουλησει του κυριως οντος, και εστι και λεγεται.
1.3 (γ΄) Ει Λογος προκαθηγειται της των οντων γενεσεως, ουτε ην, ουτε εστιν, ουτε εσται του Λογου λογος ανωτερος. Λογος δε, ουκ ανους η ζωης αμοιρος· αλλ᾿ εννους και ζων, ως γεννωντα (≡15Δ_016≡> Νουν εχων (=1180=) ουσιωδως υφεστωτα, τον Πατερα· και Ζωην υφεστωσαν ουσιωδως συνυπαρχουσαν, το Πνευμα το αγιον.
1.4 (δ΄) Εις Θεος, ενος Υιου γεννητωρ, Πατηρ, και Πνευματος ενος αγιου πηγη· μονας ασυγχυτος, και Τριας αδιαιρετος· Νους αναρχος, μονου μονος ουσιωδως αναρχου Λογου Γεννητωρ· και μονης αϊδιου Ζωης, ηγουν Πνευματος αγιου, πηγη.
1.5 (ε΄) Εις Θεος, οτι μια Θεοτης. Μονας αναρχος, και υπερουσιος, και αμερης και αδιαιρετος· η αυτη μονας και Τριας, και τα εξης.
1.6 (στ΄) Ει πασα μετοχη των μετεχοντων προεπινοειται· παντων δηλαδη σαφως υπερκειται των οντων ασυγκριτως κατα παντα τροπον η των οντων αιτια, κατα φυσιν προϋπαρχουσα τε και προεπινοουμενη των οντων· ουχ ως ουσια συμβεβηκοτων· επει συνθετον αποδειχθησεται το Θειον, εις συμπληρωσιν εχον της οικειας υπαρξεως την των οντων υποστασιν· αλλ' ως ουσιας, το υπερουσιον. Ει γαρ αι μεν τεχναι, των εξ αυτων εφευρον τα σχηματα, η δε καθολου φυσις, τα ειδη των υπ᾿ αυτην, πολλω μαλλον ο Θεος τας των οντων ουσιας εκ μη οντων υπεστησεν, ως υπερουσιος, και ετι μαλλον της καθ᾿ υπερουσιοτητα θεσεως, απειρως εξηρημενος· ο και τας τεχνας συζευξας προς εξευρεσιν σχηματων τας επιστημας, και τη φυσει δους την απεργαστικην των ειδων ενεργειαν, και αυτο το ειναι των ουσιων, οπερ εστιν υποστησαμενος.
1.7 (ζ΄) Ο τοις ουσι μη κατ᾿ ουσιαν υπαρχων μεθεκτος, κατ᾿ αλλον δε τροπον μετεχεσθαι τοις δυναμενοις βουλομενος, του κατ᾿ ουσιαν κρυφιου παντελως ουκ εξισταται· οποτε και αυτος ο τροπος, (≡15Δ_018≡> καθ᾿ ον θελων μετεχεται, μενει διηνεκως τοις πασιν ανεκφαντος. Ουκουν, ωσπερ ο Θεος θελων μετεχεται, καθ᾿ ον αυτος οιδε τροπον· (=1181=) ουτω και θελων υπεστησε τα μετεχοντα, καθ᾿ ον αυτος επισταται λογον, δι᾿ υπερβαλλουσαν αγαθοτητος δυναμιν. Ουκουν το θελησει του πεποιηκοτος γενομενον, ουκ αν ειη ποτε θελησαντι αυτο γενεσθαι, συναιδιον.
1.8 (η΄) Ο του Θεου Λογος εφαπαξ κατα σαρκα γεννηθεις, αει γενναται θελων κατα πνευμα δια φιλανθρωπιαν τοις θελουσι· και γινεται βρεφος, εαυτον εν εκεινοις διαπλαττων ταις αρεταις· και τοσουτον φαινομενος, οσον χωρειν επισταται τον δεχομενον· ου φθονω σμικρυνων του οικειου μεγεθους την εκφανσιν, αλλα μετρω σταθμιζων των οραν ποθουντων την δυναμιν. Ουτως αει και φαινομενος ο του Θεου Λογος τοις τροποις των μετοχων, αει διαμενει κατα την υπερβολην του μυστηριου, τοις πασιν αθεατος. Οθεν σοφως του μυστηριου την δυναμιν διασκοπησας ο θειος Αποστολος, φησιν· Ιησους Χριστος, χθες και σημερον, ο αυτος και εις τους αιωνας· ειδως αει καινον το μυστηριον, και μηδεποτε περιληψει νοος παλαιουμενον.
1.9 (θ΄) Γενναται Χριστος ο Θεος, προσληψει σαρκος ψυχην εχουσης νοεραν γενομενος ανθρωπος· ο παρασχομενος τοις ουσιν εκ μη οντων την γενεσιν· ον Παρθενος υπερφυως τεκουσα, παρελυσεν ουδεν της παρθενιας τεκμηριον. Ως γαρ αυτος ανθρωπος γεγονεν, ουκ αλλοιωσας την φυσιν, ουδ᾿ αμειψας την δυναμιν· ουτω την τεκουσαν και μητερα ποιει, και παρθενον διατηρει, θαυματι θαυμα κατα ταυτο διερμηνευων αμα, και θατερω κρυπτων το ετερον. Επειδη δι᾿ εαυτον ο Θεος αει κατ᾿ ουσιαν υπαρχει μυστηριον, τοσουτον εαυτον εξαγων της φυσικης κρυφιοτητος, οσον ταυτην πλεον δια της εκφανσεως κρυφιωτεραν εργαζεσθαι· και τοσουτον παλιν μητερα την τεκουσαν παρθενον (≡15Δ_020≡> ποιουμενος, οσον την κυησιν αλυτον της παρθενιας δεσμον απεργαζεσθαι.
1.10 (ι΄) Καινοτομουνται φυσεις, και Θεος ανθρωπος γινεται· ου μονον η θεια και σταθερα και ακινητος, κινουμενη προς την κινουμενην και αστατον, ινα στηση του φερεσθαι· ουδε μονον η ανθρωπινη διχα σπορας υπερ φυσιν γεωργουσα σαρκα τω Λογω τελεσφορουμενην, ινα στη του φερεσθαι· αλλα και αστηρ εξ ανατολων εν ημερα φαινομενος, και τους μαγους οδηγων εις τον τοπον της του Λογου σαρκωσεως, ινα δειξη μυστικως νικωντα την αισθησιν, τον εν νομω και προφηταις λογον, και οδηγουντα τα εθνη προς το μεγιστον φως της επιγνωσεως. Προς γαρ επιγνωσιν του σαρκωθεντος Λογου σαφως ο νομικος τε και προφητικος λογος, καθαπερ αστηρ ευσεβως κατανοουμενος, οδηγει τους κατα προθεσιν τη δυναμει κεκλημενους της χαριτος.
1.11 (ια΄) Επειδη θελων εγω, την θειαν εντολην παρεβην ο ανθρωπος, και το στερρον μου της φυσεως, θεοτητος ελπιδι δελεασας προς ηδονην κατεσυρεν ο διαβολος, (=1184=) δι᾿ ης υποστησας τον θανατον ημβρυνετο τρυφων την φθοραν της φυσεως· δια τουτο γινεται τελειος ανθρωπος ο Θεος, μηδεν παραμειψας της φυσεως, πλην της αμαρτιας· επει μηδε της φυσεως ην· ινα σαρκος προβληματι δελεασας, ερεθιση τον απληστον δρακοντα περιχανοντα την σαρκα καταπιειν, γενησομενην αυτω μεν δηλητηριον, τη δυναμει της εν αυτη θεοτητος παντελως αυτον διαφθειρουσαν· τη δε φυσει των ανθρωπων αλεξητηριον, προς την εξ αρχης χαριν δυναμει της εν αυτη θεοτητος ανακαλουμενην. Ως γαρ αυτος τον ιον αυτου της κακιας τω ξυλω της γνωσεως εγχεας την γευσαμενην διεφθειρε φυσιν, ουτω και αυτος εμφαγειν βουληθεις της σαρκος του Δεσποτου, τη δυναμει της εν αυτη θεοτητος διεφθαρη.
(≡15Δ_022≡> 1.12 (ιβ΄) Το μεγα της θειας ενανθρωπησεως μυστηριον, αει μενει μυστηριον· ου μονον οτι συμμετρως τη δυναμει των υπ᾿ αυτου σωζομενων εκφαινομενον, εχει μειζον του εκφανθεντος το μηπω ορωμενον, αλλ᾿ οτι και το αυτο το φανεν, ετι μενει παμπαν αποκρυφον, ουδενι λογω καθως εστι γινωσκομενον. Και μη τω δοξη παραδοξον το λεγομενον. Ο γαρ Θεος υπερουσιος ων, και υπερουσιοτητος απασης υπερανεστηκως, εις ουσιαν ελθειν βουληθεις, υπερουσιως ουσιωθη. Διο και υπερ ανθρωπων, ως φιλανθρωπος, εκ της ανθρωπων ουσιας αληθως ανθρωπος γεγονως, τον του πως ανθρωπος γεγονε τροπον, μενει δια παντος εχων ανεκφαντον· υπερ ανθρωπον γαρ γεγονεν ανθρωπος.
1.13 (ιγ΄) Σκοπησωμεν πιστως το μυστηριον της θειας ενανθρωπησεως, και μονον δοξασωμεν απεριεργως τον τουτο γενεσθαι δι᾿ ημας ευδοκησαντα. Τις γαρ δυναμει θαρρων λογικης αποδειξεως, εξειπειν δυναται, πως Θεου Λογου γινεται συλληψις· πως γενεσις σαρκος ανευ σπορας· πως γεννησις ανευ φθορας· πως μητηρ, η και μετα τοκον διαμεινασα παρθενος· πως ο υπερτελης, καθ᾿ ηλικιαν προεκοπτε· πως ο καθαρος, εβαπτιζετο· πως διετρεφεν, ο πεινων· πως ο κοπιων, εχαριζετο δυναμιν· πως ο πασχων, εδιδου ιαματα· πως ο θνησκων, εζωοποιει· και ινα το πρωτον τελευταιον ειπω, πως Θεος ανθρωπος γινεται· και το δη πλεον μυστηριωδεστερον, πως ουσιωδως εν σαρκι καθ᾿ υποστασιν ο Λογος, ο κατ᾿ ουσιαν υποστατικως ολος υπαρχων εν τω Πατρι; Πως ο αυτος, και ολος εστι Θεος κατα φυσιν, και ολος γεγονε κατα φυσιν ανθρωπος, μηδεμιαν φυσιν ηρνημενος πανταπασι, μητε την θειαν, καθ᾿ ην υπαρχει Θεος, μητε την ημετεραν, καθ᾿ ην γεγονεν ανθρωπος; Ταυτα πιστις μονη χωρει τα (≡15Δ_024≡> μυστηρια, των υπερ νουν και λογου υπαρχουσα πραγματων υποστασις.
(=1185=) 1.14 (ιδ΄) Ο Αδαμ παρακουσας, εξ ηδονης αρχεσθαι την της φυσεως εδιδαξε γενεσιν· Ο Κυριος ταυτην εξοικιζων της φυσεως, την εκ σπορας ου προσηκατο συλληψιν. Η γυνη παραβασα την εντολην, εξ οδυνης αρχεσθαι την της φυσεως κατεδειξε γεννησιν· Ο Κυριος ταυτης αποτινασσων της φυσεως, γεννηθεις, φθοραν υπομειναι την τεκουσαν ου συνεχωρησεν· ιν᾿ ομου την τε εκουσιον ηδονην, και την δι᾿ αυτην ακουσιον οδυνην, εξελη της φυσεως, ων ουκ ην δημιουργος, αναιρετης γενομενος· και διδαξη μυστικως κατα γνωμην, αλλης απαρχεσθαι ζωης, εξ οδυνης μεν τυχον αρχομενης και πονων, ληγουσης δε παντως εις ηδονην θειαν και ευφροσυνην απεραντον. Δια τουτο γινεται ανθρωπος, και γενναται ως ανθρωπος, ο ποιησας τον ανθρωπον, ινα σωση τον ανθρωπον, και παθη παθεσιν ιασαμενος, παθος αυτος υπαρχων αποδειχθη των ημετερων παθων, υπερφυως ταις εαυτου κατα σαρκα στερησεσι, τας ημων φιλανθρωπως κατα πνευμα εξεις ανανεουμενος.
1.15 (ιε΄) Ο τω θειω ποθω νικησας την προς το σωμα της ψυχης διαθεσιν, απεριγραφος γεγονε, καν εστιν εν σωματι. Ο γαρ ελκων την του ποθουντος εφεσιν Θεος, παντων ασυγκριτως εστιν υψηλοτερος, ουκ εων τον ποθουντα τινι των μετα Θεον προσηλωσαι την εφεσιν. Ποθησωμεν ουν τον Θεον καθ᾿ ολην ημων την της φυσεως δυναμιν, και πασι τοις σωματικοις την προαιρεσιν ακρατητον ποιησωμεθα, και παντων των οντων αισθητων τε και νοητων υπερανω τη διαθεσει γενωμεθα, και ουδεν κατα την γνωμην προς το συνειναι Θεω τω κατα φυσιν απεριγραφω, παντελως υπο της φυσικης περιγραφης ζημιωθησωμεθα.
(≡15Δ_026≡> 1.16 (ιστ΄) Αγων εστι φθονου και αρετης, η των αγιων δυσπαθεια· του μεν, οπως κρατηση φιλονεικουντος· της δε, οπως αηττητος διαμεινη, παντα φερουσης· και του μεν, οπως ευοδωση κακια αγωνιζομενου, δια της των κατορθουντων κολασεως· της δε, οπως κατασχη τους αγαθους καν ταις συμφοραις το πλεον εχοντας.
(1188) 1.17 (ιζ΄) Αρετης αθλον εστι, το τοις πονοις εναγωνιζεσθαι· νικης επαθλον φερουσης τοις υπομενουσι, της ψυχης την απαθειαν, καθ᾿ ην δι᾿ αγαπης ενουμενη Θεω, σωματος και κοσμου τη διαθεσει χωριζεται. Ψυχης γαρ ρωσις εστι τοις υπομενουσιν, ο του σωματος αικισμος.
1.18 (ιη΄) Ηδονης απατη κλαπεντες το απαρχης, τον θανατον της οντως ζωης προεκριναμεν. Ταυτης ουν τον φονευτην ευχαριστως ενεγκωμεν πονον του σωματος, οπως του ταυτης θανατου εαυτω συναφανισαντος τον δι᾿ αυτην γενομενον θανατον, απολαβωμεν ημιν επανατρεχουσαν την ηδονη πραθεισαν ζωην, μικροις πονοις σαρκος αγορασθεισαν.
1.19 (ιθ΄) Ει σαρκος ευπαθουσης, ο της αμαρτιας ειωθε πιαινεσθαι τονος, δηλον οτι ταυτης δυσπαθουσης, ο της αρετης ανηβαν εικοτως πεφυκε. Γενναιως ουν ενεγκωμεν της σαρκος την δυσπαθειαν, των κατα ψυχην ουσαν ρυπτικην μολυσμων, και της μελλουσης δοξης προξενον. Ουκ αξια γαρ τα παθηματα του νυν καιρου, προς την μελλουσαν δοξαν ημιν αποκαλυπτεσθαι.
1.20 (κ΄) Ουτε σωμα θεραπευοντες ιατροι, εν και το αυτο πασιν προσφερουσι φαρμακον, ουτε Θεος ψυχων ιατρευων νοσηματα, εν μονον θεραπειας οιδε τροπον πασαις αρμοδιον· αλλ᾿ εκαστη (≡15Δ_028≡> τον προσφορον απονειμας, τας ιασεις εργαζεται. Ευχαριστησωμεν ουν θεραπευομενοι, καν εχη βασανον το γινομενον· το γαρ τελος, μακαριον.
1.21 (κα΄) Ουδεν ουτω ψυχης ελεγχει διαθεσιν, ως σαρκος δυσπαθουσης επαναστηματα· οις, εαν μεν υπενδω, Θεου πλεον στεργουσα την σαρκα φανησεται· εαν δε τοις τουτων διαμεινη τιναγμασιν ασειστος, σαρκος πλεον αρετην τιμωσα δειχθησεται· δι᾿ ης τον Θεον ενοικον υποδεξεται, τον δι᾿ αυτην παθειν καθ᾿ ημας ανασχομενον, βοωντα, καθαπερ παλαι τοις μαθηταις· Θαρσειτε, εγω νενικηκα τον κοσμον.
1.22 (κβ΄) Ει παντες παιδειας οι αγιοι γεγονασι μετοχοι, και ημεις ευχαριστησωμεν συν αυτοις παιδευομενοι, ινα της αυτης μετοχοι γενεσθαι δοξης αξιωθωμεν. Ον γαρ αγαπα Κυριος, παιδευει· μαστιγοι δε παντα υιον, ον παραδεχεται.
1.23 (κγ΄) Ο μεν Αδαμ την πλευραν ηδονην προτεινουσαν παραδεξαμενος, εξω του παραδεισου ποιει το ανθρωπινον· ο δε Κυριος πονω ταυτην δια της λογχης ανασχισθεις, τον ληστην εσω του παραδεισου εποιησεν. Αγαπησωμεν τοινυν τον πονον της σαρκος· μισησωμεν δε ταυτης την ηδονην· ο μεν γαρ εισαγει και τοις αγαθοις αποκαθιστησιν· η δε εξαγει και των αγαθων αποδιιστησιν.
1.24 (κδ΄) Ει Θεος πασχει σαρκι, γενομενος ανθρωπος τις πασχων ου γεγηθε Θεον εχων του παθους συμμετοχον; (=1189=) ω το συμπασχειν, βασιλειας προξενον γινεται. Αληθης γαρ ο ειπων· Ειπερ συμπασχομεν, ινα και συνδοξασθωμεν.
(≡15Δ_030≡> 1.25 (κε΄) Ει παντως πονησαι δει, δια την εμφυρεισαν τη φυσει δια του Προπατορος ηδονην, γενναιως τους προσκαιρους καρτερησωμεν πονους, της τε ηδονης το κεντρον ημιν αμβλυνοντας, και των δι᾿ αυτης ημας αιωνιων ελευθερουντας κολασεων.
1.26 (κστ΄) Παντων των αγαθων τελος εστιν η αγαπη, ως προς Θεον το των αγαθων ακροτατον, και παντος αιτιον αγαθου, τους εν αυτη περιπατουντας αγουσα και προσαγουσα και συναγουσα, ως πιστη και αδιαπτωτος και μενουσα. Η πιστις γαρ, βασις εστι των μετ᾿ αυτην, ελπιδος λεγω και αγαπης, βεβαιως το αληθες υφεστωσα. Η δε ελπις, των ακρων εστιν ισχυς, αγαπης λεγω και πιστεως, το πιστον τε δι᾿ εαυτης και το εραστον αμφοιν υποφαινουσα, και προς αυτο τον δρομον δι᾿ εαυτης ποιεισθαι διδασκουσα. Η δε αγαπη, τουτων εστι συμπληρωσις, το εσχατον ορεκτον ολον ολη περιπτυσσομενη, και ταυταις της επ᾿ αυτο κινησεως στασιν παρεχομενη, του πιστευειν ειναι, και ελπιζειν παρεσεσθαι, το απολαυειν παροντος δι᾿ εαυτης αντεισαγουσα.
1.27 (κζ΄) Εργον της αγαπης τελειοτατον, και της κατ᾿ αυτην ενεργειας περας, δι᾿ αντιδοσεως σχετικης των κατ᾿ αυτην συνημμενων, αλληλοις εμπρεπειν τα ιδιωματα, και τας κλησεις παρασκευαζειν· και θεον μεν τον ανθρωπον ποιειν, ανθρωπον δε τον Θεον χρηματιζειν και φαινεσθαι, δια την μιαν και απαραλλακτον αμφοτερων κατα το θελημα βουλησιν τε και κινησιν.
1.28 (κη΄) Ει κατ᾿ εικονα Θεου παντως ημεις γενωμεθα εαυτων και του Θεου· μαλλον δε, μονου και ολου Θεου, και ολοι μηδεν επιγειον εν ημιν αυτοις φεροντες, ινα Θεω πλησιασωμεν, και θεοι γενωμεθα, εκ Θεου το θεοι ειναι λαβοντες. Ουτω γαρ τιμαται (≡15Δ_032≡> τα θεια δωρηματα, και η της θειας ειρηνης φιλοφρονειται παρουσια.
1.29 (κθ΄) Μεγα αγαθον η αγαπη, και των αγαθων το πρωτον και εξαιρετον αγαθον, ως Θεον και ανθρωπους δι᾿ εαυτης περι τον αυτην εχοντα συναπτουσαν (=1192=) και ως ανθρωπον τον ποιητην των ανθρωπων φανηναι παρασκευαζουσα, δια την του θεουμενου προς τον Θεον κατα το αγαθον ως εφικτον ανθρωπω απαραλλαξιαν· ην ενεργειν υπολαμβανω το, Αγαπησαι Κυριον τον Θεον εξ ολης καρδιας, και ψυχης και δυναμεως· και τον πλησιον ως εαυτον.
1.30 (λ΄) Ιστεον, ως δολω κακουργως μεμηχανημενω δια φιλαυτιας, καθ᾿ ηδονης προσβολην απατησας ημας ο διαβολος, Θεου και αλληλων κατα γνωμην διεστησε, το ευθες διαστρεψας, και την φυσιν κατα τον τροπον τουτον μερισας, και κατατεμων εις πολλας δοξας και φαντασιας.
1.31 (λα΄) Τρια εστι τα μεγιστα και αρχεκακα, και πασης απλως ειπειν, κακιας γεννητικα· αγνοια, φημι, και φιλαυτια και τυραννις· αλληλων εξηρτημενα και δι᾿ αλληλων συνισταμενα. Εκ γαρ της περι Θεου αγνοιας, η φιλαυτια· εκ δε ταυτης, η προς το συγγενες τυραννις εστι. Και ουδεις αντερει λογος, μη ουχι τω κατα παραχρησιν τροπω των οικειων δυναμεων, λογου τε και επιθυμιας και θυμου, ταυτας εν ημιν τον πονηρον υποστησασθαι.
1.32 (λβ΄) Δεον, λογω μεν, αντι της αγνοιας, προς τον Θεον δια γνωσεως κατα ζητησιν μονωτατον κινεισθαι· δι᾿ επιθυμιας δε, του της φιλαυτιας παθους καθαρας, κατα ποθον προς τον Θεον μονον ελαυνεσθαι· και τω θυμω τυραννιδος κεχωρισμενω, προς το του Θεου μονου τυχειν αγωνιζεσθαι, και την εκ τουτων και δι᾿ ην (≡15Δ_034≡> ταυτα θειαν και μακαριαν αγαπην δημιουργησαι, τω Θεω συναπτουσαν τε και θεον αποφαινουσαν τον φιλοθεον.
1.33 (λγ΄) Της φιλαυτιας ως αρχης, καθως ειπον, και μητρος των κακων αποτιλεισης, παντα τα εξ αυτης τε και μετ᾿ αυτην, συναποτιλλεσθαι ειωθεν επειδη ταυτης μη ουσης, ουδε ουδαμως το παραπαν κακιας ειδος η ιχνος υφιστασθαι δυναται.
1.34 (λδ΄) Δεον εστιν, εαυτων και αλληλων τοσουτον αντεχεσθαι, οσον αυτος δι᾿ αυτου ο Χριστος προλαβων απεδειξατο, υπερ ημων παθειν ανασχομενος.
1.35 (λε΄) Δια την αγαπην οι αγιοι παντες προς την αμαρτιαν αντικατεστησαν, της παρουσης ζωης ουδενα λογον ποιησαμενοι· και τους πολυειδεις του θανατου τροπους υπεστησαν, ινα προς εαυτους απο του κοσμου και τον Θεον συναχθωσι, και τα της φυσεως εφ᾿ εαυτων ενωσωσι ρηγματα. Αυτη γαρ εστιν η αληθης και αμωμητος των πιστων θεοσοφια· ης τελος, το αγαθον εστι και η αληθεια· ειπερ αγαθον το φιλανθρωπον, και αληθες το κατα πιστιν φιλοθεον, τα της αγαπης γνωρισματα· ως Θεω και αλληλοις τους ανθρωπους συναπτουσα, και δια τουτο των αγαθων την διαμονην αδιαπτωτον εχουσα.
(=1193=) 1.36 (λστ΄) Ενεργεια και αποδειξις της προς Θεον τελειας αγαπης εστιν, η γνησια δι᾿ ευνοιας εκουσιου προς τον πλησιον διαθεσις. Ο γαρ μη αγαπων τον αδελφον αυτου, ον εωρακε, φησιν ο θειος Ιωαννης, τον Θεον ον ουχ εωρακεν, ου δυναται αγαπαν.
1.37 (λζ΄) Η της αληθειας οδος, η αγαπη εστιν, ην εαυτον ονομασας ο του Θεου Λογος, τους εν αυτη οδευοντας, τω Θεω και Πατρι καθαρους παντοιων γενομενους παριστησιν.
(≡15Δ_036≡> 1.38 (λη΄) Αυτη εστιν η θυρα, δι᾿ ης ο εισερχομενος, εις τα Αγια γινεται των αγιων, και του απροσιτου καλλους της αγιας και βασιλικης Τριαδος καθισταται αξιος θεατης γενεσθαι.
1.39 (λθ΄) Φοβερον οντως και πασης κατακρισεως υπερεκεινα, το την δοθεισαν ημιν παρα Θεου κατα δωρεαν του αγιου Πνευματος εκουσιως νεκρωσαι ζωην, δια της προς τα φθειρομενα αγαπης· και ισασι παντως τουτον τον φοβον, οι την αληθειαν της φιλαυτιας προτιμαν μελετησαντες.
1.40 (μ΄) Χρησωμεθα εις δεον τη ειρηνη, και την προς τον κοσμον, και τον κοσμοκρατορα κακως ημιν ενυπαρξασαν αθετησαντες φιλιαν, τον δια των παθων προς τον Θεον συνισταμενον, καν οψε ποτε καταλυσωμεν πολεμον· και σπονδας αλυτους της προς αυτον ειρηνης ποιησαντες, εν τη καταργησει του σωματος της αμαρτιας, της προς αυτον εχθρας παυσωμεθα.
1.41 (μα΄) Αδυνατον εστιν ημας φιλιωθηναι Θεω, δια των παθων προς αυτον στασιαζοντας, και τω πονηρω τυραννω και φονευτη των ψυχων διαβολω δια κακιας δασμοφορειν ανεχομενους, μη προτερον διολου πολεμωθεντας τω πονηρω. Μεχρι γαρ τοτε του Θεου καθεστηκαμεν εχθροι και πολεμιοι, καν πιστων προσηγοριαν ημιν αυτοις περιπλαττωμεν, μεχρις ου παθεσιν ατιμιας δουλευειν βουλομεθα· και ουδεν οφελος ημιν εκ της κατα τον κοσμον ειρηνης λοιπον περιγενησεται, της ψυχης κακως διακειμενης, και προς τον ιδιον ποιητην στασιαζουσης, και υπο την αυτου βασιλειαν γενεσθαι ουκ ανεχομενης· ετι μυριοις πεπραμενης ωμοις δεσποταις εις κακιαν αυτην κατεπειγουσι, και την εις απωλειαν φερουσαν οδον, της σωζουσης μαλλον απατηλως αιρεισθαι παρασκευαζουσιν.
(≡15Δ_038≡> 1.42 (μβ΄) Εις τουτο ημας πεποιηκεν ο Θεος, ινα γενωμεθα θειας κοινωνοι φυσεως, και της αυτου αϊδιοτητος μετοχοι, και φανωμεν αυτω ομοιοι κατα την εκ χαριτος θεωσιν, δι᾿ ην πασαν τε των οντων η συστασις εστι και διαμονη, και η των μη οντων παραγωγη και γενεσις.
1.43 (μγ΄) Ει του Θεου ονομαζεσθαι τε και ειναι εφιεμεθα, αγωνισωμεθα μη προδουναι τοις παθεσι τον Λογον, κατα τον Ιουδαν· η μη αρνησασθαι, κατα τον Πετρον. Αρνησις γαρ εστι του Λογου, η του πραττειν το αγαθον δια φοβον παραιτησις· προδοσια δε, η κατ᾿ ενεργειαν εμπροθετος αμαρτια, και η προς την αμαρτιαν ορμη.
(=1195=) 1.44 (μδ΄) Πασης θλιψεως τελος εστιν η χαρα· και παντος κοπου, η αναπαυσις· και πασης ατιμιας, η δοξα. Και απλως, παντων των υπερ αρετης αλγεινων τελος εστι, το μετα Θεου γενεσθαι και ειναι διαπαντος, και της αιωνιου και περας μη εχουσης ανεσεως απολαυσαι.
1.45 (με΄) Ο Θεος προς τη φυσει, και γνωμη αλληλοις ημας ενωσαι βουλομενος, και προς τουτο απαν ως αληθως ωθων το ανθρωπινον, τας σωτηριους φιλανθρωπως ημιν εντολας διεχαραξε, και τουτου χαριν ελεειν και ελεεισθαι απλως ενομοθετησεν.
1.46 (μστ΄) Η των ανθρωπων φιλαυτια και συνεσις, αλληλους και τον νομον, η απωσαμενη, η σοφισαμενη, εις πολλας μοιρας την μιαν φυσιν κατετεμε· και την νυν επικρατουσαν αυτης αναλγησιαν εισηγησαμενη, αυτην καθ᾿ εαυτης την φυσιν δια της γνωσεως εξωπλισε. Δια τοι τουτο, πας οστις σωφρονι λογισμω και φρονησεως ευγενεια, ταυτην λυσαι δεδυνηται της φυσεως την ανωμαλιαν, εαυτον προ των αλλων ελεησε, την γνωμην κατα (≡15Δ_040≡> την φυσιν δημιουργησας, και Θεω κατα την γνωμην δια την φυσιν προσχωρησας, και δειξας εφ᾿ εαυτω, τις του κατ᾿ εικονα λογου ο τροπος, και πως εαυτω ο Θεος πρεποντως κατ᾿ αρχας ομοιαν την ημετεραν φυσιν, και της ιδιας αγαθοτητος αριδηλον απεικονισμα δημιουργησας, κατεστησεν αυτην εαυτη και παντα ταυτην, αμαχον, ειρηνικην, αστασιαστον, προς τε Θεον και εαυτην δι᾿ αγαπης εσφιγμενην, καθ᾿ ην Θεου μεν εφετως, αλληλων δε συμπαθως αντεχομεθα.
1.47 (μζ΄) Ο φιλανθρωπος Θεος δια τουτο γεγονεν ανθρωπος, ινα την φυσιν των ανθρωπων προς εαυτον συναγαγη, και στηση του φερεσθαι κακως, προς εαυτην, μαλλον δε καθ᾿ εαυτης σταστιαζουσαν τε και μεμερισμενην· και μηδεμιαν εχουσαν στασιν, δια την περι εκαστον της γνωμης ασταθμητον κινησιν.
1.48 (μη΄) Ουδεν εστι των μετα Θεον τοις νουν εχουσι τιμιωτερον, μαλλον δε τω Θεω προσφιλεστερον, της τελειας αγαπης, ως τους διηρημενους εις εν συναγουσης, και μιαν εν τοις πολλοις η τοις πασιν, αστασιαστον κατα την γνωμην δημιουργησαι (=1197=) δυναμενης ταυτοτητα. Και γαρ ιδιον της αγαπης, των τα κατ᾿ αυτην ζητουντων, μιαν αποδειξαι την γνωμην.
1.49 (μθ΄) Ει φυσει το καλον εστιν ενοποιητικον των διηρημενων και συνεκτικον, το κακον δηλονοτι των ηνωμενων εστι διαιρετικον τε και φθαρτικον. Και γαρ φυσει το κακον σκεδαστον υπαρχει, και αστατον και πολυμορφον και διαιρετικον.
1.50 (ν΄) Παντων των κακων απαλλαγη και συντομος προς σωτηριαν οδος, η αληθης του Θεου κατ᾿ επιγνωσιν αγαπη εστι, και η καθολου της κατα ψυχην προς τε το σωμα και τον κοσμον τουτον στοργης εξαρνησις, καθ᾿ ην, της μεν ηδονης επιθυμιαν, της οδυνης δε το φοβον αποβαλλομενοι, της κακης ελευθερουμεθα φιλαυτιας, προς την γνωσιν αναβιβασθεντες του Κτισαντος· και (≡15Δ_042≡> πονηρας αγαθην αντιλαβοντες νοεραν φιλαυτιαν σωματικης κεχωρισμενην στοργης, ου παυομεθα λατρευοντες τω Θεω δια ταυτης της καλης φιλαυτιας, εκ Θεου της ψυχης αει ζητουντες την συστασιν. Αυτη γαρ εστιν αληθης λατρεια, και οντως θεαρεστος, η της ψυχης δια των αρετων ακριβης επιμελεια.
1.51 (να΄) Ο σωματικης ηδονης μη εφιεμενος, και οδυνην παντελως μη φοβουμενος, γεγονεν απαθης. Ταυταις γαρ μετα της τεκουσης αυτας φιλαυτιας, παντα τα δι᾿ αυτας τε και εξ αυτων μετα της αρχηγικωτατης των κακων αγνοιας, ομοθυμαδον συναπεκτεινε παθη, και ολος γεγονε του εστωτος και μενοντος και αει ωσαυτως εχοντος φυσει καλου, πανταπασιν αυτω συνδιαμενων ακινητος, και ανακεκαλυμμενω προσωπω την δοξαν του Θεου κατοπτριζομενος· εκ της εν αυτω φωτοειδους λαμπροτητος, την θειαν και απροσιτον δοξαν θεωμενος.
1.52 (νβ΄) Την ηδονην της παρουσης ζωης και την οδυνην, οση δυναμις, αρνησωμεθα, και πασης παθων επινοιας και δαιμονιωδους κακουργιας παντελως απαλλαγησομεθα. Δια γαρ την ηδονην αγαπωμεν τα παθη, και δια την οδυνην φευγομεν την αρετην.
1.53 (νγ΄) Επειδη πασα κακια πεφυκε τοις συνιστωσιν αυτην συμφθειρεσθαι τροποις, ευρισκων δι᾿ αυτης της πειρας ο ανθρωπος, πασης ηδονης ειναι παντως την οδυνην διαδοχον, προς μεν την ηδονην, την ολην εσχεν ορμην· προς δε την οδυνην, την ολην αποφυγην· της μεν, κατα πασαν υπεραγωνιζομενος δυναμιν· της δε, κατα πασιν σπουδην καταγωνιζομενος, οιομενος, οπερ αμηχανον ην, δια της τοιαυτης μεθοδειας, αλληλων ταυτας διαστησαι, και μονη τη ηδονη (=1200=) συνημμενην την φιλαυτιαν εχειν παντελως οδυνης απειρατον, αγνοησας υπο του παθους, ως εοικεν, ως ουκ ενδεχεται ποτε χωρις οδυνης ειναι την ηδονην. Εγκεκραται (≡15Δ_044≡> γαρ τη ηδονη της οδυνης ο πονος, καν λανθανειν δοκη τους εχοντας, δια την κατα το παθος της ηδονης επικρατειαν· επειδη δε το επικρατουν, αει διαφαινεσθαι πεφυκε, καλυπτον του παρακειμενου την αισθησιν. Ηδονης ουν δια την φιλαυτιαν αντιποιουμενοι, και οδυνην δια την αυτην αιτιαν παλιν φευγειν σπουδαζοντες, τας αμυθητους των φθοροποιων παθων επινοουμεν γενεσεις.
1.54 (νδ΄) Αγνοει τις την καθ᾿ ηδονην και οδυνην της αισθησεως πειραν, οταν τω Θεω τω οντως αγαπητω και εραστω και εφετω προσδηση, μαλλον δε κολληση τον νουν, της σωματικης γενομενον ελευθερον σχεσεως.
1.55 (νε΄) Ωσπερ ου δυναται τις αλλως λατρευειν τω Θεω καθαρως, μη την ψυχην αρδην εκκαθαιρων· ουτως ουτε τη κτισει λατρευειν, μη το σωμα περιποιουμενος· καθ᾿ ο σωμα την φθοροποιον επιτελων λατρειαν ο ανθρωπος, και κατ᾿ αυτο γενομενος φιλαυτος, ηδονην ειχεν απαυστως και οδυνην ενεργουμενην, εσθιων αει το ξυλον της παρακοης, το καλου τε και κακου, κατα ταυτον μεμιγμενην κατα την αισθησιν δια της πειρας εχον την γνωσιν. Και ταχα ξυλον ειναι γνωστον καλου και πονηρου, την φαινομενην κτισιν ειπων τις, ουχ αμαρτησει της αληθειας· ηδονης γαρ και οδυνης ποιητικην εχει φυσικως την μεταληψιν.
1.56 (νστ΄) Ενθα λογος ου κρατει, το κατ᾿ αισθησιν πεφυκεν επιγινεσθαι κρατος, εν ω της αμαρτιας πεφυρται πως η δυναμις, προς οικτον της συγγενους σαρκος καθ᾿ υποστασιν, την ψυχην δι᾿ ηδονης υποσυρουσα· καθ᾿ ην ως εργον αυτη φυσικον εγχειρισασα την εμπαθη και καθηδονον της σαρκος επιμελειαν, απαγει της κατα φυσιν ζωης, και πειθει της ανυποστατου κακιας γενεσθαι ταυτην δημιουργον.
1.57 (νζ΄) Κακια εστι ψυχης νοερας, η ληθη των κατα φυσιν καλων, (≡15Δ_046≡> ητις εκ της περι την σαρκα τε και κοσμον, εμπαθους επιγινεται σχεσεως, ην αφανιζει στρατηγων ο λογος κατ᾿ επιστημην πνευματικην, την τε του κοσμου και της σαρκος διερευνωμενος γενεσιν τε και φυσιν, και προς την συγγενη των νοητων χωραν την ψυχην ελαυνων· προς ην ουδεμιαν ο νομος της αμαρτιας ποιειται διαβασιν, ουκ εχων καθαπερ γεφυραν προς τον νουν διαβιβαζουσαν αυτον ετι την αισθησιν, διαλυθεισαν ηδη προς την ψυχην κατα την σχεσιν, και τοις αισθητοις εναπορριφεισαν θεαμασιν, ων διαβας την σχεσιν και την φυσιν ο νους παντελως ουκ αισθανεται.
(=1201=) 1.58 (νη΄) Καθαπερ ο λογος κρατων των παθων, αρετης οργανον ποιειται τας αισθησεις· ουτω και τα παθη κρατουντα του λογου, μορφουσι τας αισθησεις προς αμαρτιαν. Και χρη νηφοντως σκοπειν τε και μελεταν, πως η ψυχη την καλην ποιησεται δεοντως αντιστροφην, τοις δι᾿ ων το πριν επλημμελει χρωμενη προς γενεσιν αρετων και υποστασιν.
1.59 (νθ΄) Το αγιον Ευαγγελιον, σαρκικης μεν εισηγειται ζωης αρνησιν, πνευματικης δε ομολογιαν. Περι τουτων δε λεγω, των αει μεν κατα τον ανθρωπον, λεγω δε την ανθρωπινην εν σαρκι κατα τον αιωνα τουτον ζωην, αποθνησκοντων, ζωντων δε κατα Θεον μονω τω Πνευματι, κατα τον θειον Αποστολον και τους αμφ᾿ αυτον, τους ζωντας μεν ουδαμως ιδιαν ζωην, ζωντα δε τον Χριστον εν εαυτοις κατα μονην εχοντας την ψυχην. Ουτως οι δια τον Θεον εν τω αιωνι τουτω νεκροι σαρκι, κρινονται, θλιψεις και βασανους πολλας και στενοχωριας εχοντες, και διωγμους, και μυρια πειρασμων ειδη μετα χαρας υπομενοντες.
1.60 (ξ΄) Παν παθος κατα συμπλοκην παντως αισθητου τινος και αισθησεως, και φυσικης δυναμεως, θυμου λεγω τυχον, η επιθυμιας, η λογου παρατραπεντος του κατα φυσιν, συνισταται. Εαν (≡15Δ_048≡> ουν το προς αλληλα κατα συνθεσιν τελος, του τε αισθητου και της αισθησεως, και της επ᾿ αυτη φυσικης δυναμεως θεωρησας ο νους, δυνηθη προς τον οικειον φυσει λογον, τουτων εκαστον διακρινας επαναγαγειν, και θεωρησαι καθ᾿ εαυτο το αισθητον, ανευ της προς αυτο της αισθησεως σχεσεως, και την αισθησιν διχα της του αισθητου προς αυτην οικειοτητος· και την επιθυμιαν φερε ειπειν, η αλλην τινα των κατα φυσιν δυναμεων χωρις της εμπαθους επ᾿ αισθησει τε και αισθητω διαθεσεως· ως η του παθους ποια παρασκευαζει την θεωριαν γινεσθαι κινησις, διεσκεδασε και ελεπτυνε, κατα τον παλαι του Ισραηλ μοσχον, του οιοδηποτε συμβαινοντος παθους την συστασιν, και υπο το υδωρ της γνωσεως εσπειρεν, αφανισας παντελως και αυτην των παθων την ψιλην φαντασιαν, δια της προς εαυτα των αποτελουντων αυτο κατα φυσιν πραγματων αποκαταστασεως.
1.61 (ξα΄) Ο πολλοις πλημμελημασι των εκ της σαρκος παθηματων κεκηλιδωμενος βιος, χιτων εστιν εσπιλωμενος. Ως εκ τινος γαρ ενδυματος της κατα τον βιον αναστροφης, εκαστος των ανθρωπων διαφαινεσθαι πεφυκεν, ειτε δικαιος, ειτε αδικος· ο μεν, χιτωνα καθαρον εχων, τον εναρετον βιον· ο δε, πονηροις εσπιλωμενην εργοις την ζωην κεκτημενος. Η μαλλον, εσπιλωμενος απο της σαρκος εστι χιτων, η κατα συνειδησιν μορφουσα δια της μνημης των (=1204=) εκ της σαρκος πονηρων κινηματων τε και ενεργηματων την ψυχην, εξις τε και διαθεσις, ην ορωσα διαπαντος καθαπερ χιτωνα τινα περι εαυτην, δυσωδιας πληρουται παθων. Ως γαρ απο του Πνευματος, δια των αρετων αλληλαις κατα λογον συνυφαινομενων, αφθαρσιας γινεται τη ψυχη χιτων, ον ενδυσαμενη γινεται καλη και επιδοξος· ουτω και απο της σαρκος, των παθων αλληλοις κατα αναλογιαν συνυφαινομενων, γινεται τις χιτων ακαθαρτος και εσπιλωμενος, εξ εαυτου δεικνυς γνωριμον την ψυχην, μορφην αλλην αυτη και εικονα παρα την θειαν ενθεμενος.
(≡15Δ_050≡> 1.62 (ξβ΄) Βεβαια πιστις εστι της προς εκθεωσιν ελπιδος τη φυσει των ανθρωπων, η του Θεου ενανθρωπησις, τοσουτον θεον ποιουσα τον ανθρωπον, οσον αυτος γεγονεν ανθρωπος. Ο γαρ χωρις αμαρτιας γενομενος ανθρωπος, δηλον οτι χωρις της εις θεοτητα μεταβολης, την φυσιν θεοποιησει· και τοσουτο αναβιβασει δι᾿ εαυτον, οσον αυτος δια τον ανθρωπον εαυτον κατεβιβασεν. Οπερ μυστικως διδασκων εαυτον ο μεγας Αποστολος, φησιν, εν τοις αιωσι τοις επερχομενοις, τον εις ημας υπερβαλλοντα πλουτον της του Θεου χρηστοτητος δειχθησεσθαι.
1.63 (ξγ΄) Του μεν θυμου και της επιθυμιας επιστατων ο λογος, ποιει τας αρετας· ο δε νους τοις λογοις επιβαλλων, των γεγονοτων την απταιστον συλλεγεται γνωσιν. Οταν ουν ο λογος μετα την των αντικειμενων αποβολην, ευρη το κατα φυσιν εραστον, και ο νους μετα την των γινωσκομενων διαβασιν λαβηται της υπερ ουσιαν και γνωσιν των οντων Αιτιας, τηνικαυτα το της θεωσεως κατα χαριν επιγινεται παθος, τον μεν λογον απαγον της φυσικης διακρισεως, ενθα το διακρινομενον ουκ εστι· τον δε νουν καταπαυον της κατα φυσιν νοησεως, ενθα μη εστι το γινωσκομενον, και ποιουν τη κατα την στασιν ταυτοτητι θεον, τον αξιουμενον της θειας μεθεξεως.
1.64 (ξδ΄) Κατιωθεισαν την ψυχην τω ρυπω της ηδονης, αποκαθαιρει πονος, και αφηλοι παντελως αυτης την σχεσιν των υλικων, της προς αυτα φιλιας την ζημιαν μεταμαθουσαν· δι᾿ ην αιτιαν ο Θεος συγχωρει τω διαβολω, κατα κρισιν δικαιαν τους ανθρωπους βασανοις καταπιεζειν.
1.65 (ξε΄) Ηδονη και λυπη, επιθυμια και φοβος, και τα τουτοις επομενα, τη φυσει των ανθρωπων προηγουμενως ου συνεκτισθη· επει και εις τον ορον αν συνετελουν της φυσεως. Λεγω δη παρα του (=1205=) Νυσαεως μεγαλου Γρηγοριου μαθων, οτι δια την της (≡15Δ_052≡> τελειοτητος εκπτωσιν, επεισηχθη ταυτα, τω αλογοτερω μερει προσφυεντα της φυσεως· δι᾿ ων, αντι της μακαριας και θειας εικονος, ευθυς αμα τη παραβασει, διαφανης και επιδηλος εν τω ανθρωπω γεγονεν η των αλογων ζωων ομοιωσις. Εδει γαρ της αξιας του λογου καλυφθεισης, υφ᾿ ων επεσπασατο της αλογιας γνωρισματων, ενδικως την φυσιν των ανθρωπων κολαζεσθαι· σοφως εις συναισθησιν της λογικης μεγαλονοιας ελθειν οικονομουντος του Θεου τον ανθρωπον.
1.66 (ξστ΄) Καλα γινεται και τα παθη εν τοις σπουδαιοις, οπηνικα σοφως αυτα των σωματικων αποστησαντες, προς την των ουρανιων μεταχειριζωμεθα κτησιν· οιον, οτε την μεν επιθυμιαν, της νοερας των θειων εφεσεως ορεκτικην εργασομεθα κινησιν· την ηδονην δε, της επι τοις θειοις χαρισμασι του νου θελκτικης ενεργειας ευφροσυνην απημονα· το δε φοβον, της μελλουσης επι πλημμελημασι τιμωριας προφυλακτικην επιμελειαν· την δε λυπη, διορθωτικην επι παροντι κακω μεταμελειαν. Και συντομως ειπειν, κατα τους σοφους των ιατρων, σωματι φθαρτικου θηρος της εχιδνης, την ουσαν η μελετωμενην αφαιρουμενους λωβησιν, τοις παθεσι τουτοις προς αναιρεσιν χρωμενοι παρουσης κακιας η προσδοκωμενης, και κτησιν και φυλακην αρετης τε και γνωσεως.
1.67 (ξζ΄) Ο μεν της πρωτης Διαθηκης νομος, δια της πρακτικης φιλοσοφιας, παντος μολυσμου την φυσιν αποκαθαιρει. Ο δε της Καινης, δια της θεωρητικης μυσταγωγιας, απο των σωματικων προς τα συγγενη των νοητων θεαματα, τον νουν γνωστικως αναβιβαζει.
1.68 (ξη΄) Η θεια Γραφη, τους μεν εισαγομενους, και επι τα προπυλαια που τυγχανοντας της θειας αυλης των αρετων, φοβουμενους καλει· τους δε κτησαμενους συμμετρον εξιν των κατ᾿ αρετην λογων τε και τροπων, οιδεν ονομαζειν προκοπτοντας· (≡15Δ_054≡> τους δε κατ᾿ αυτην γνωστικως ηδη γεγενημενους της των αρετων εκφαντικης αληθειας την κορυφην, προσαγορευει τελειους. Ο τοινυν την εν τοις παθεσιν αρχαιαν αναστροφην αποστραφεις, και πασαν εαυτου την διαθεσιν δια τον φοβον εκδεδωκως τοις θειοις προσταγμασιν, ουδενος καλου των εισαγομενοις πρεποντων καθυστερει· καν ουπω την εν αρεταις εξιν εκτησατο, και της εν τοις τελειοις λαλουμενοις σοφιας γεγονε μετοχος. Αλλ᾿ ουδε ο προκοπτων, των επιβεβλημενων αυτου (=1208=) τω βαθμω καλων τινος υστερει· καν την αυτην ουπω τοις τελειοις υπερεχουσαν των θειων εκτησατο γνωσιν. Οι γαρ τελειοι, της θεωρητικης ηδη μυστικως αξιωθεντες θεολογιας, και πασης φαντασιας υλικης τον νουν καθαρον καταστησαντες, και εικονος της θειας ωραιοτητος ολην ανελλιπως φερουσαν την εκμιμησιν, την θειαν αγαπης εν εαυτοις ενστερνισαμενοι φαινονται.
1.69 (ξθ΄) Διττος εστιν ο φοβος· ο μεν αγνος· ο δε ουχ αγνος. Ο μεν γαρ επι πλημμελημασι κατ᾿ εκδοχην κολασεως συνισταμενος φοβος, αιτιαν εχων της οικειας γενεσεως την αμαρτιαν, ουχ αγνος, ουδε εσται διαπαντος, τη αμαρτια δια της μετανοιας συναφανιζομενος. Ο δε διχα της επι πλημμελημασι λυπης αει συνεστως, ουτος φοβος αγνος, και ουκ απογενησεται ποτε· διοτιπερ ουσιωδως εμπεφυκε πως τω Θεω προς την κτισιν, ποιουμενος εκδηλον αυτου πασιν την φυσικην αιδεσιμοτητα, της υπερ πασαν βασιλειαν και δυναμιν υπεροχης.
1.70 (ο΄) Ο μη φοβουμενος τον Θεον ως κριτην, αλλ᾿ αιδουμενος αυτον δια την υπερβαλλουσαν της απειρου δυναμεως υπεροχην, ουκ εχει δικαιως υστερημα, τελειος υπαρχων εν τη αγαπη, μετ᾿ αιδους και της πρεπουσης σεβασμιοτητος αγαπων τον Θεον· και ουτος εστιν ο κτησαμενος τον διαμενοντα φοβον εις αιωνα αιωνος, και ουκ εστιν αυτω υστερημα τοπαραπαν ουδεν.
(≡15Δ_056≡> 1.71 (οα΄) Εκ των οντων, τον των οντων γινωσκομεν αιτιον· και εκ της διαφορας των οντων, την ενυποστατον του οντος διδασκομεθα σοφιαν· και εκ της των οντων φυσικης κινησεως, την ενυποστατον του οντος μανθανομεν ζωην, την των οντων ζωοποιον δυναμιν, το Πνευμα το αγιον.
1.72 (οβ΄) Το Πνευμα το αγιον ουδενος απεστι των οντων, και μαλιστα των λογου καθ᾿ οτιουν μετειληφοτων. Συνεκτικον γαρ υπαρχει της εκαστου γνωσεως, οτι Θεος και Θεου Πνευμα, κατα δυναμιν προνοητικως δια παντων χωρουν, και τον εν εκαστω λογον κατα φυσιν ανακινουν, και δι᾿ αυτου προς συναισθησιν των πλημμελως παρα τον θεσμον της φυσεως πεπραγμενων, αγον τον αισθανομενον· και την προαιρεσιν ευεικτον εχοντα, προς υποδοχην των εκ φυσεως ορθων λογισμων. Διο και πολλους ευρισκομεν και των αγαν βαρβαρων και νομαδων ανθρωπων, καλοκαγαθιας μεταποιουμενους, και τους ανεκαθεν κρατησαντες εν αυτοις θηριωδεις αθετουντας νομους.
(=1209=) 1.73 (ογ΄) Εστι μεν εν πασιν απλως το Πνευμα το αγιον, καθο παντων εστι συνεκτικον και προνοητικον, και των φυσικων σπερματων ανακινητικον. Προσδιωρισμενως δε, και εν πασι τοις εν νομω, καθοτι της των εντολων εστιν υποδεικτικον παραβασεως, και της κατα Χριστον προαγορευθεισης επαγγελιας, φωτιστικον· εν δε πασι τοις κατα Χριστον προς τοις ειρημενοις, και ως υιοθετικον. Ως δε σοφιας ποιητικον, εν ουδενι των ειρημενων εστιν απλως, πλην των συνιεντων, και εαυτους δια της ενθεου πολιτειας αξιους ποιησαμενων της αυτου θεωτικης ενοικησεως. Πας γαρ μη ποιων τα θεια θεληματα, καν πιστος η, ασυνετον εχει την καρδιαν, ως πονηρων λογισμων εργαστηριον, και το σωμα καταχρεων αμαρτιαις, ως διαπαντος μολυσμοις παθων ενεχομενον.
1.74 (οδ΄) Ο της σωτηριας ορεγομενος παντων ανθρωπων Θεος, (≡15Δ_058≡> και πεινων αυτων την εκθεωσιν, την τουτων οιησιν ως την ακαρπον καταρωμενος αποξηραινει συκην, οπως του δοκειν ειναι δικαιοι, το ειναι μαλλον προκρινατες, τον μεν καθ᾿ υποκρισιν της ηθικης επιδειξεως εκδυσαμενοι χιτωνα, τον εναρετον δε, καθως ο θειος βουλεται λογος, ανοθευτως μετελθοντες βιον, ευσεβως την ζωην διενεγκωσι, Θεω μαλλον της ψυχης την διαθεσιν, η τοις ανθρωποις τον εκτος επιδεικνυμενοι περι τα ηθη σχηματισμον.
1.75 (οε΄) Ετερος εστιν ο του ποιειν, και ετερος ο του πασχειν λογος· και ο μεν του ποιειν λογος εστιν, η φυσικη προς αρετων ενεργειαν δυναμις· ο δε του πασχειν, η χαρις των υπερ φυσιν, η συμβασις των παρα φυσιν. Ως γαρ του υπεροντος φυσικην ουκ εχομεν δυναμιν, ουτως ουτε του μη οντος εχομεν φυσει την δυναμιν. Πασχομεν ουν ως υπερ φυσιν ουσαν κατα χαριν, αλλ᾿ ου ποιουμεν την θεωσιν· ου γαρ εχομεν φυσει δεκτικην της θεωσεως δυναμιν. Και πασχομεν παλιν ως παρα φυσιν, γνωμη κατα συμβασιν την κακιαν· ου γαρ εχομεν προς γενεσιν κακιας φυσικην δυναμιν. Ποιουμεν ουν ενταυθα φυσει οντες τας αρετας, προς το ταυτας ποιειν εχοντες φυσικην την δυναμιν· πασχομεν δε κατα το μελλον την θεωσιν, την προς το παθειν ταυτην κατα δωρεας χαριν δεχομενοι.
1.76 (οστ΄) Ποιουμεν ημεις, εφ᾿ οσον την τε των αρετων ποιητικην φυσει λογικην εχομεν δυναμιν ενεργουμενην· και την πασης γνωσεως δεκτικην νοεραν ασχετως δυναμιν, (=1212=) πασαν των οντων και γινωσκομενων φυσιν διαβαινουσαν, και παντας κατοπιν εαυτης τους αιωνας ποιουμενην· πασχομεν δε, ηνικα των εξ ουκ οντων τους λογους τελειως περασαντες, εις την των οντων αγνωστως ελθωμεν Αιτιαν, και συγκαταπαυσωμεν τοις φυσει πεπερασμενοις τας οικειας δυναμεις, εκεινο γινομενοι, οπερ της (≡15Δ_060≡> κατα φυσιν δυναμεως ουδαμως υπαρχει κατορθωμα· επειδη του υπερ φυσιν, η φυσις καταληπτικην ου κεκτηται δυναμιν· θεωσεως γαρ ουδεν γενητον κατα φυσιν εστι ποιητικον, επειδη μηδε Θεου καταληπτικον· μονης γαρ της θειας χαριτος ιδιον τουτο πεφυκεν ειναι, το αναλογως τοις ουσι χαριζεσθαι θεωσιν· της λαμπρυνουσης την φυσιν τω υπερ φυσιν φωτι, και των οικειων ορων αυτην υπερανω, κατα την υπερβολην της δοξης, ποιουμενης.
1.77 (οζ΄) Τας αρετας ποιουντες, μετα τηνδε παυομεθα την ζωην· την δε κατα χαριν υπερ αυτων ου παυομεθα πασχοντες θεωσιν. Το γαρ υπερ φυσιν, ανυπαρκτον, οτι και αδρανες.
1.78 (οη΄) Των θειων αγαθων τυποι, οι τε κατ᾿ αρετην τροποι, και οι των οντων λογοι· οις ο Θεος διαπαντος ανθρωπος γινεται, ως μεν σωμα, τους τροπους εχων των αρετων, ως δε ψυχην, τους εν πνευματι λογους της γνωσεως, οις τους αξιους θεοποιει, χαρακτηρα διδους αρετης ενυποστατον, και απλανους γνωσεως ενουσιον χαριζομενος υπαρξιν.
1.79 (οθ΄) Ο πιστος, κατα τον αγιον Πετρον, και πρακτικος νους, υπο Ηρωδου κρατουμενος, του δερματινου νομου· δερματινος γαρ ο Ηρωδης ερμηνευεται, οπερ εστι το φρονημα της σαρκος· υπο δυο συγκλειεται φυλακας, και μιαν πυλην σιδηραν, πολεμουμενος εκ τε της των παθων ενεργειας, και της κατα διανοιαν επι τοις παθεσι συγκαταθεσεως, ας τινας καθαπερ φυλακας, ηγουν ειρκτας, δια του λογου της πρακτικης φιλοσοφιας, ως δι᾿ αγγελου διαπερασας, ερχεται επι την πυλην την σιδηραν την φερουσαν εις την πολιν· την προς τα αισθητα λεγω των αισθησεων, στερραν και αποτομον και δυσκαταμαχητον σχεσιν· ην ο της φυσικης εν πνευματι θεωριας διανοιγων λογος αυτοματην, προς τα συγγενη νοητα λοιπον αφοβως τον νουν παραπεμπει της Ηρωδου μανιας ελευθερον.
(≡15Δ_062≡> (=1213=) 1.80 (π΄) Ο διαβολος και εχθρος εστι του Θεου, και εκδικητης· εχθρος μεν, οταν ως μισων αυτον, δοκει πως την ολεθριον κεκτησθαι προς ημας τους ανθρωπους αγαπην, τοις των εκουσιων παθων τροποις, δια της ηδονης πειθων ημων την προαιρεσιν των αιωνιων αγαθων, προκρινειν τα προσκαιρα· δι᾿ ων κλεπτων ολην της ψυχης την εφεσιν, της θειας παντελως αγαπης ημας αφιστησιν, εκουσιους εχθρους ποιων του ποιησαντος· εκδικητης δε, οταν γυμνωσας το προς ημας μισος, ως ηδη γενομενους αυτω δια την αμαρτιαν υποχειριους, εξαιτηται την καθ᾿ ημων τιμωριαν. Ουδεν γαρ ουτω φιλον τω διαβολω καθεστηκεν, ως ανθρωπος τιμωρουμενος. Τουτο δε συγχωρηθεις, τας απαλληλους επινοων των ακουσιων παθων επαγωγας, λαιλαπος δικην απηνως επιφερεται τοις καθ᾿ ων εκομισατο συγχωρησει Θεου την εξουσιαν· ου το προσταγμα το θειον εκπληρωσαι βουλομενος, αλλα το οικειον του καθ᾿ ημων μισους διαθρεψαι παθος επιθυμων· ινα τω πολλω βαρει των οδυνηρων συμφορων, η ψυχη δι᾿ ατονιαν οκλασασα, της θειας ελπιδος εαυτης περικοψη την δυναμιν, αντι νουθεσιας, αθειας αιτιαν ποιουμενη την των αλγεινως συμβαινοντων επαγωγην.
1.81 (πα΄) Οταν οι την πρακτικην εξιν, και την θεωρητικην επιστημην απειληφοτες, προς την των ανθρωπων ταυτας μετερχωνται δοξαν, ηθη μεν αρετων τω φαινομενω τροπω σκιαγραφουντες· λογους δε σοφιας και γνωσεως μονον λαλουντες, διχα των κατα δικαιοσυνην εργων· και τον ως επ᾿ αρετη και γνωσει τοις αλλοις επιδεικνυνται τυφον, εικοτως πρεπουσι παραδιδονται πονοις, δια του πασχειν την αγνοηθεισαν αυτοις εκ της ματαιας οιησεως ταπεινοφροσυνην μεταμανθανοντες.
1.82 (πβ΄) Εκαστος των δαιμονων κατα την ενδιαθετως υποκειμενην επιτηδειοτητα, προς τηνδε η τηνδε των πειρασμων την επαγωγην τυγχανει λειτουργων· αλλος γαρ αλλης εστι ποιητικος (≡15Δ_064≡> κακιας, και αλλος αλλους σαφως εστι μιαρωτερος, και προς τοδε μαλλον της κακιας το ειδος επιτηδειοτερος.
1.83 (πγ΄) Ανευ της θειας συγχωρησεως, ουδε αυτοι οι δαιμονες κατ᾿ ουδεν υπουργειν δυνανται τω διαβολω. Οιδε γαρ αυτος ο Θεος οπως μετα της δεουσης φιλανθρωπου και αγαθης προνοιας συγχωρει τω διαβολω δια των αυτου υπουργων, τας εφ᾿ οις ημαρτομεν, διαφορους ποιεισθαι τιμωριας· και δηλοι τουτο σαφως, η περι του Ιωβ συγγραφη μη δυναμενον τω Ιωβ παντελως προσπελασαι τον διαβολον αναγραφομενη, διχα του θειου βουληματος.
1.84 (πδ΄) Ενυποστατος πιστις εστιν, η ενεργης και εμπρακτος, καθ᾿ ην ο του Θεου λογος εν τοις πρακτικοις δεικνυται, ταις εντολαις σωματουμενος, (=1216=) δι᾿ ων ως Λογος προς τον εν ω κατα φυσιν εστιν, αναγει Πατερα τους πραττοντας.
1.85 (πε΄) Ζωης μεταθεσιν και λατρειαν αγγελικην, και προς σωμα ψυχης εκουσιον αλλοτριωσιν, και της εν πνευματι θειας μεταποιησεως γενεσιν, το της Νεας Διαθηκης καταγγελλει μυστηριον. Πνευματικην δε περιτομην ο λογος οιδε καλειν, την της εμπαθους σχεσεως προς σωμα της ψυχης εκτομην.
1.86 (πστ΄) Αγαθος υπαρχων ο Θεος, και θελων ημων εκτιλαι παντελως το της κακιας σπερμα την ηδονην, την τον νουν της θειας αποσυλησασαν αγαπης, συγχωρει τω διαβολω πονους ημιν και τιμωριας επαγαγειν· κατα ταυτον και της προλαβουσης ηδονης τον ιον, δια των πονων της ψυχης αποξεων, και προς τα παροντα και μονην την αισθησιν σαινοντα, μισος ημιν και τελειαν αποδιαθεσιν, ως μηδεν τιμωριας πλεον εις κερδος κεκτημενα κατα την χρησιν, εμποιησαι βουλομενος, και την εκεινου (≡15Δ_066≡> τιμωρον δυναμιν και μισανθρωπον, της προς αρετην επαναγωγης περιστατικην αιτιαν ποιησασθαι των αυτης εκουσιως απολισθησαντων.
1.87 (πζ΄) Πρεπον εστι και δικαιον υπο του διαβολου κολαζεσθαι, τους τας αυτου πονηρας υποθηκας των εκουσιων αμαρτηματων ηδεως δεξαμενους. Και γαρ και ηδονης εστι δια των εκουσιων παθων σπορευς ο διαβολος, και οδυνης δια των ακουσιων επαγωγευς.
1.88 (πη΄) Ο θεωρητικος νους και γνωστικος, προς τιμωριαν εκδιδοται δια τουτο πολλακις τω διαβολω, πονους αυτω δικαιως επαγοντι και συμφορας, ινα μαθη πασχων περι καρτεριας μαλλον και πονων υπομονης φιλοσοφειν, η διακενης τοις ουκ ουσιν υπερηφανως εμματαιαζειν.
1.89 (πθ΄) Ο πασχων υπο χαριτος [ fort. υπερ θειας εντολης] Θεου παραβαθεισης, εαν επιγνω της ιωμενης αυτον θειας προνοιας τον λογον την τε συμφοραν ευχαριστως δεχεται χαιρων, και την υπερ ης παιδευεται διορθουται πλημμελειαν· ο δε ταυτης αναισθητων της ιατρειας, της τε δοθεισης ενδικως απαγεται χαριτος και τη συγχυσει των παθων παραδιδοται, προς την πραξιν ελθειν καταλιμπανομενος, ων ενδιαθετως ειχε την εφεσιν.
1.90 (ƒ΄) Πας ανεχομενος εκουσιως εκ της των αυτω πεπραγμενων συναισθησεως, δεξασθαι τας επιπονους των ακουσιων επιφορας πειρασμων, μετα της δεουσης ευχαριστιας, ουκ εξοικιζεται της κατ᾿ αρετην εξεως τε και χαριτος, ως υπελθων εκουσιως τον ζυγον βασιλεως Βαβυλωνος, και ως χρεος αποτιννυς, τας των βασανων επιφορας καταδεχομενος· αλλ᾿ εν αυταις μενων, τελει τω μεν βασιλει Βαβυλωνος, τους εκ του παθητου της φυσεως βιαιους πονους, και την επ᾿ αυτοις, (=1217=) κατα διανοιαν ως οφειλετης (≡15Δ_068≡> αυτων δια τας προλαβουσας πλημμελιας, συγκαταθεσιν· τω δε Θεω, προσφερων δια λατρειας αληθινης, της ταπεινης λεγω διαθεσεως, την των παρημελημενων διορθωσιν.
1.91 (ƒα΄) Ο την κατα συγχωρησιν Θεου προς διορθωσιν επαγομενην αυτω δια των ακουσιων πειρασμων συμφοραν, ευχαριστως μη καταδεχομενος και την επι τω δοκειν δικαιος ειναι, μεταγνους, ουκ αποτιθεμενος οιησιν, ως τοις θειοις των δικαιων κριματων αντιπιπτων θεσπισματα, και μη καταδεχομενος εκουσιως υπο τον ζυγον γενεσθαι του βασιλεως Βαβυλωνος κατα την θειαν διαταγην, εις αιχμαλωσιαν παραδιδοται· και κλοιους και δεσμα και λοιμον και θανατον και μαχαιραν, και της ιδιας παντελως αποικιζεται γης. Παντα γαρ ταυτα, και τουτων πλειονα, ο της κατ᾿ αρετην και γνωσιν ως ιδιας της εξοικιζομενος εξεως πασχει· δια το μη θελειν αυτον εξ υπερηφανιας και ματαιας οιησεως τας εφ᾿ οις επλημμελησεν εκτιννυς δικας, εν θλιψεσιν ευδοκησαι και αναγκαις και στενοχωριαις κατα τον θειον Αποστολον. Ηδει γαρ ο μεγας Αποστολος, φυλακτικην των θειων κατα ψυχην θησαυρων υπαρχουσαν, την εκτος περι το σωμα συνισταμενην δια των πονων ταπεινωσιν· και δια τουτο στεργων υπεμενε, και δια εαυτον, και τους οις αρετης και πιστεως προεκειτο τυπος· ινα καν ως υπευθυνοι πασχωσι κατα τον επιτιμηθεντα Κορινθιον, εις παρηγοριαν εχωσι και υπομονης μιμησιν τον ανευθυνως πασχοντα.
1.92 (ƒβ΄) Ο μη τοις σχημασι των ορατων εναπομενων δια την αισθησιν, αλλα κατα νουν τους λογους αυτων αναζητων, ως νοητων τυπους η λογους αισθητων θεωμενος κτισματων, ουδεν ακαθαρτον ειναι των ορωμενων διδασκεται· παντα γαρ φυσει καλα λιαν καθεστηκεν.
1.93 (ƒγ΄) Ο τη κινησει των αισθητων μη συναλλοιουμενος, ακιβδηλον (≡15Δ_070≡> την των αρετων μετερχεται πραξιν. Ο δε τοις αυτων σχημασι μη διατυπωσας τον νουν, την αληθη των οντων απειληφε δοξαν. Ο δε και αυτην την ουσιαν των οντων τη διανοια παραδραμων, ως αριστος θεολογος, μετα ταυτην αγνωστως τη μοναδι προσεβαλε.
1.94 (ƒδ΄) Πας θεωρητικος νους, εχων την μαχαιραν του πνευματος, ο εστι ρημα Θεου, εν εαυτω της φαινομενης κτισεως αποκτεινας την κινησιν, κατωρθωσεν αρετην· και των αισθητων σχηματων εαυτου την φαντασιαν αποτεμων, την εν τοις λογοις των (=1220=) οντων ευρεν αληθειαν, καθ᾿ ην φυσικη θεωρια συνεστηκε· και της ουσιας των οντων υπερανω γενομενος, τον της θειας και αμαχου μοναδος δεχεται φωτισμον, καθ᾿ ον της αληθους θεολογιας συνεστηκε το μυστηριον.
1.95 (ƒε΄) Εκαστω κατα την υποκειμενην αυτω περι Θεου δοξαν, ο Θεος εμφανιζεται· τοις μεν κατ᾿ εφεσιν την υλικην περασασι συνθεσιν, και τας δυναμεις της ψυχης ισοδυναμουσας αλληλαις κεκτημενοις κατα μιαν και την αυτην αεικινησιαν περι Θεον, ως μονας εκφαινεται και Τριας, ινα και την οικειαν υπαρξιν παραδειξειε, και τον αυτης τροπον μυστικως εκδιδαξειε. Τοις δε περι μονην την υλικην συνθεσιν εχουσι κινουμενην την εφεσιν, και αλληλαις ασυνδετους τας της ψυχης δυναμεις κεκτημενοις, ουχ ως εστιν, αλλ᾿ ως εισιν εμφανιζεται, δεικνυς οτι της υλικης δυαδος αμφοιν επελαβοντο ταιν χεροιν· καθ᾿ ην ο σωματικος, ως εξ υλης και ειδους, συνεστηκε κοσμος.
1.96 (ƒστ΄) Ο θειος Αποστολος, τας διαφορας ενεργειας του ενος αγιου Πνευματος, χαρισματα λεγει διαφορα, υφ᾿ ενος δηλονοτι και του αυτου ενεργουμενα Πνευματος. Ει τοινυν κατα το μετρον της εν εκαστω πιστεως διδοται η φανερωσις του Πνευματος (≡15Δ_072≡> εν τη μετοχη του τοιουδε χαρισματος, εκαστος των πιστων δηλονοτι κατα την αναλογιαν της πιστεως, και της υποκειμενης αυτω κατα ψυχην διαθεσεως, συμμεμετρημενην δεχεται του Πνευματος την ενεργειαν, χαριζομενην αυτω τησδε η τησδε της εντολης την αρμοζουσαν προς ενεργειαν εξιν.
1.97 (ƒζ΄) Ωσπερ ο μεν λαμβανει λογον σοφιας, ο δε λογον γνωσεως, ετερος δε, πιστεως, και αλλος αλλο τι των απηριθμημενων τω μεγαλω Αποστολω χαρισματων του Πνευματος· ουτως ο μεν δεχεται δια του Πνευματος χαρισμα της τελειας και αμεσου προς Θεον και μηδεν εχουσης υλικον αγαπης, κατα την αναλογιαν της πιστεως· ετερος δε δια του αυτου Πνευματος, της τελειας αγαπης προς τον πλησιον χαρισμα· αλλος δε αλλο τι, κατα το αυτο Πνευμα, ως εφην, εχοντος εκαστου ενεργουμενον το οικειον χαρισμα. Πασαν γαρ εντολης εξιν ενεργουμενην, Πνευματος ειναι χαρισμα λεγει.
1.98 (ƒη΄) Το του Κυριου βαπτισμα εστιν, η παντελης προς τον αισθητον κοσμον της προαιρεσεως ημων νεκρωσις· το δε ποτηριον, και αυτης ημων της παρουσης ζωης υπερ αληθειας καθεστηκεν αρνησις.
1.99 (ƒθ΄) Το του Κυριου βαπτισμα, των υπερ αρετης κατα προθεσιν εκουσιων και ημετερων πονων, τυπος υπαρχει· δι᾿ ων τας κατα συνειδησιν απορρυπτοντες κηλιδας, τον προς τα φαινομενα της προαιρεσεως εκουσιον καταδεχομεθα θανατον· το δε ποτηριον, των εκ περιστασεως παρα προαιρεσιν επανισταμενων ημων υπερ της αληθειας ακουσιων πειρασμων τυπος εστι· (=1221=) δι᾿ ων και αυτης προκρινοντες τον θειον ποθον της φυσεως, εκοντες τον περιστατικον υπερχομεθα της φυσεως θανατον.
(≡15Δ_074≡> 1.100 (ρ΄) Ταυτην εχει την διαφοραν το βαπτισμα προς το ποτηριον· οτι το μεν βαπτισμα, υπερ αρετης προς τα ηδεα του βιου νεκραν εργαζεται την προαιρεσιν· το δε ποτηριον, την αληθειαν και αυτης προκρινειν πειθει της φυσεως τους ευσεβεις.

ΕΚΑΤΟΝΤΑΣ ΔΕΥΤΕΡΑ

(≡15Δ_076≡> 2.1 (α΄) Προτερον του βαπτισματος εθετο το ποτηριον, οτι δια την αληθειαν εστιν η αρετη, αλλ᾿ ου δια την αρετην η αληθεια. Οθεν ο δια την αληθειαν πραττων την αρετην, κενοδοξιας ου τιτρωσκεται βελεσιν· ο δε την αληθειαν αρετης ενεκεν επιτηδευων, συνοικον εχει της κενοδοξιας την οιησιν.
2.2 (β΄) Αληθειαν μεν ειναι λεγει, την θειαν γνωσιν· αρετην δε, τους υπερ αληθειας των εφιεμενων αυτης αγωνας. Ο τοινυν γνωσεως ενεκεν, αρετης υπομενων πονους, ου κενοδοξει, γινωσκων απεριληπτον ειναι φυσει τοις πονοις την αληθειαν· τοις δευτεροις γαρ ου περιγραφεται φυσει το πρωτον. Ο δε την γνωσιν δια τους υπερ αυτης αγωνας επιτηδευων, παντως κενοδοξος ως ειληφεναι δοκων τους στεφανους προ των ιδρωτων· ουκ ειδως οτι δια τους στεφανους οι πονοι, αλλ᾿ ου δια τους πονους οι στεφανοι· φυσει γαρ αμελετητος πασα καθεστηκε μεθοδος, του δι᾿ ο πεφυκεν εξανυσθεντος, η ανυσθηναι δοξαντος.
2.3 (γ΄) Ο μονον της γνωσεως την μορφην, οπερ εστιν ο ψιλος λογος· και ο την εικονα της αρετης, οπερ εστι το ψιλον ηθος, επιτηδευων, Ιουδαιος εστι και αυτος αληθειας τυποις φυσιουμενος.
2.4 (δ΄) Ο πασαν την φαινομενην του νομου λατρειαν μη κατ᾿ αισθησιν ορων, αλλα ταις κατα νουν εφοδοις εκαστον των (≡15Δ_078≡> ορωμενων συμβολων διασκοπησας, τον εν εκαστω κεκρυμμενον θεοτελη Λογον εκδιδασκομενος, εν τω νομω τον Θεον ευρισκει, καλως ψηλαφων δια της νοερας δυναμεως ως εν φορυτω, τη υλη των νομικων διαταξεων, ει που κεκρυμμενον ευροι τη σαρκι του νομου τον την αισθησιν διαφευγοντα παντελως μαργαριτην Λογον.
2.5 (ε΄) Και ο την φυσιν δε των ορωμενων μη τη αισθησει μονη περιγραφων, αλλα κατα νουν σοφως τον (=1224=) εν εκαστω κτισματι λογον ερευνωμενος, ευρισκει Θεον, απο της προβεβλημενης των οντων μεγαλουργιας, την αυτων των οντων διδασκομενος αιτιαν.
2.6 (στ΄) Επειδη τοινυν ιδιον του ψηλαφωντος η διακρισις εστιν· ο τα νομικα συμβολα γνωστικως επερχομενος, και την φαινομενην των οντων φυσιν επιστημονικως θεωμενος, διακρινων την Γραφην και την κτισιν και εαυτον, την μεν Γραφην, εις γραμμα και πνευμα· την δε κτισιν, εις λογον και επιφανειαν· εαυτον δε, εις νουν και αισθησιν· και της μεν Γραφης, το πνευμα· της δε κτισεως, τον λογον· εαυτου δε, τον νουν λαβων, και αλληλοις αλυτως ενωσας, ευρε Θεον· ως επιγνους καθως δει, και δυνατον εστι, τον Θεον, τον εν Νω και Λογω και Πνευματι· παντων των πλανωντων και εις μυριας δοξας κατασυροντων απαλλαγεις, λεγω δε γραμματος και επιφανειας και αισθησεως, εν οις η διαφορος υπαρχει ποσοτης, και της μοναδος αντιθετος. Ει δε το γραμμα του νομου, και την των ορωμενων επιφανειαν και την οικειαν αισθησιν αλληλοις τις προσπλεξας συμφυρη, τυφλος εστι μυωπαζων, την της Αιτιας των οντων αγνωσιαν νοσων.
2.7 (ζ΄) Ο θειος και μεγας Αποστολος, τι εστι πιστις οριζων, φησι· Πιστις εστιν, ελπιζομενων υποστασις, και πραγματων (≡15Δ_080≡> ελεγχος ου βλεπομενων. Ει δε τις και ενδιαθετον αυτην αγαθον ορισαιτο, η γνωσιν αληθη των απορρητων αγαθων αποδεικτικην, της αληθειας ου διημαρτεν.
2.8 (η΄) Η πιστις, δυναμις εστι σχετικη, η σχεσις δραστικη της υπερ φυσιν αμεσου του πιστευοντος προς τον πιστευομενον Θεον, τελειας ενωσεως.
2.9 (θ΄) Επειδη τοινυν ο ανθρωπος εκ ψυχης υπαρχων και σωματος, δυσι σαλευεται νομοις, σαρκος λεγω και πνευματος· και ο μεν της σαρκος νομος, κατα την αισθησιν· ο δε του πνευματος, κατα τον νουν κεκτηται την ενεργειαν· και ο μεν της σαρκος υλη συνδειν πεφυκε, κατα την αισθησιν ενεργουμενος, ο δε του πνευματος κατα νουν ενεργουμενος, προς τον Θεον αμεσως ποιειται την ενωσιν· εικοτως Ο μη διακριθεις εν τη καρδια αυτου· τουτεστιν, εν τω νοι μη διακρινας, ηγουν διατεμων την δια της πιστεως προς τον Θεον γεγενημενην αμεσον ενωσιν, ως απαθης, μαλλον δε θεος ηδη δια της πιστεως τη ενωσει γεγενημενος, ερει τω ορει τουτω μεταβηναι, και μεταβησεται· (=1225=) δεικτικως δια του τουτο φαναι, το φρονημα και τον νομον δηλων της σαρκος, τον βαρυν οντως και δυσμετακινητον, και οσον προς δυναμιν φυσικην, παντελως ακινητον και ασαλευτον.
2.10 (ι΄) Τοσουτον ερριζωται τη φυσει των ανθρωπων δια της αισθησεως η της αλογιας δυναμις, ωστε τους πολλους μηδ᾿ αλλο τι νομιζειν ειναι τον ανθρωπον, η σαρκα, δυναμιν προς απολαυσιν της παρουσης ζωης την αισθησιν εχουσαν.
2.11 (ια΄) Παντα, φησι, δυνατα τω πιστευοντι, και μη διακρινομενω, τουτεστι μη διαιρουμενω της κατα νουν δια πιστεως γεγενημενης αυτω προς τον Θεον ενωσεως, δια την προς το (≡15Δ_082≡> σωμα της ψυχης κατα την αισθησιν σχεσιν· οσα κοσμου και σαρκος τον νουν αλλοτριοι· Θεω δε προσοικειοι, τετελειωμενον τοις κατορθωμασι. Τουτο γαρ προσυπακουστεον τω, Παντα δυνατα τω πιστευοντι.
2.12 (ιβ΄) Η πιστις αναποδεικτος γνωσις εστιν. Ει δε γνωσις εστιν αναποδεικτος, αρα σχεσις εστιν υπερ φυσιν η πιστις, δι᾿ ης αγνωστως, αλλ᾿ ουκ αποδεικτικως ενουμεθα τω Θεω κατα την υπερ νοησιν ενωσιν.
2.13 (ιγ΄) Την αμεσον λαβων ενωσιν προς τον Θεον ο νους, την του νοειν και νοεισθαι παντελως δυναμιν εχει σχολαζουσαν. Οπηνικα γουν ταυτην λυσει, νοησας τι των μετα Θεον, διεκριθη, τεμων την υπερ νοησιν ενωσιν, καθ᾿ ην εως εστι τω Θεω συνημμενος, ως υπερ φυσιν και τη μεθεξει Θεος γεγενημενος, καθαπερ ορος ακινητον, εαυτου τον της φυσεως μετατιθησι νομον.
2.14 (ιδ΄) Ο προς ευσεβειαν εισαγομενος, περι των εργων διδασκομενος της δικαιοσυνης, την πραξιν μονην επιτελει, μετα πασης υπακοης και πιστεως, καθαπερ σαρκας εσθιων των αρετων τα φαινομενα, την ηθικην δηλονοτι παιδαγωγιαν· τους δε των εντολων λογους, εν οις η των τελειων υπαρχει γνωσις, τω Θεω παραχωρει δια της πιστεως, μη δυναμενος συνεπεκταθηναι τεως τω μηκει της γνωσεως.
2.15 (ιε΄) Ο τελειος, ου μονον την των εισαγομενων ταξιν, αλλα και την των προκοπτοντων διαδραμων, ουκ αγνοει των υπ᾿ αυτου κατ᾿ εντολην γινομενων τους λογους, αλλ᾿ εκεινους πνευματι πρωτον διαπιων, πασαν εσθιει δια των εργων την σαρκα των αρετων, (=1228=) προς την κατα νουν γνωσιν αναβιβαζων, την των γινομενων κατ᾿ αισθησιν κινησιν.
(≡15Δ_084≡> 2.16 (ιστ΄) Ο Κυριος ειπων, Ζητειτε πρωτον την βασιλειαν του Θεου, και την δικαιοσυνην αυτου· τουτεστι, προ παντων την επιγνωσιν της αληθειας, και ουτω την των καθηκοντων τροπων εξασκησιν· σαφως εδειξε, περι μονης της θειας γνωσεως δειν ζητειν τους πιστευοντας, και της αυτην κοσμουσης δια των εργων αρετης.
2.17 (ιζ΄) Επειδη πολλα τυγχανει τα προς γνωσιν Θεου και αρετην ζητουμενα τοις πιστευουσιν, απαλλαγη παθων, υπομονην πειρασμων, αρετων λογοι, τροποι ενεργειων, εξηλωσις της προς σαρκα της ψυχης διαθεσεως, αποξενωσις της προς τα αισθητα της αισθησεως σχεσεως, του νου παντελης απο παντων των γεγονοτων αναχωρησις. Και απλως μυρια αλλα εισι, τα προς αποχην μεν κακιας και αγνωσιας, κατορθωσιν δε γνωσεως και αρετης· εικοτως ο Κυριος εφησεν, Παντα οσα αν αιτησθε πιστευοντες, ληψεσθε· παντα απλως, τα προς επιγνωσιν Θεου και αρετην συντεινοντα μονα και ζητειν και αιτειν μετ᾿ επιστημης και πιστεως δειν ειπων τους ευσεβεις. Ταυτα γαρ παντα συμφερει, και παντως διδωσιν αυτα τοις αιτουσιν ο Κυριος.
2.18 (ιη΄) Ο τοινυν δια μονην την πιστιν, ηγουν την προς Θεον αμεσον ενωσιν, παντα ζητων τα προς την ενωσιν, παντως ληψεται· ο δε ταυτης διχα της αιτιας, καν αλλα, καν τα προειρημενα ζητη, ου ληψεται. Ου γαρ πιστευει, αλλ᾿ οικειαν ως απιστος δια των θειων πραγματευεται δοξαν.
2.19 (ιθ΄) Ο γνωμη της καθ᾿ αμαρτιαν καθαρευων φθορας, φθειρει την των φθειρειν πεφυκοτων φθοραν. Η γαρ αφθαρσια της προαιρεσεως, την φθοραν συντηρειν της φυσεως πεφυκεν αφθαρτον, κατα προνοιαν, δια της εν αυτη του Πνευματος χαριτος, μη συγχωρουσα ταις εναντιαις ποιοτησιν αυτην διαφθειρεσθαι.
(≡15Δ_086≡> 2.20 (κ΄) Επειδη φυσεως και χαριτος εις και ο αυτος ουκ εστι λογος, ουκ εστιν αποριας αξιον, πως τινες των αγιων, ποτε μεν παθων υπερειχον, ποτε δε μαλλον υπεπιπτον παθεσι· γινωσκοντων ημων, οτι το μεν θαυμα, της χαριτος ην· το δε παθος, της φυσεως.
2.21 (κα΄) Ο δια μιμησεως την μνημην εχων της των αγιων αναστροφης, την μεν των παθων αποτιθεται νεκρωσιν· την δε των αρετων ζωην υποδεχεται.
2.22 (κβ΄) Ω τροπω βουλεται ο την εκαστου διορισας ζωην προ των αιωνων Θεος, εκαστον προς το οικειον της ζωης αγει τελος, ειτε δικαιον, ειτε αδικον.
2.23 (κγ΄) Τον τω μακαριω Παυλω συμβαντα ζοφερον χειμωνα, το βαρος ειναι των ακουσιων πειρασμων τεκμαιρομαι· την δε νησον, την παγιαν εξιν της θειας ελπιδος και ασειστον· (=1229=) την δε πυραν την εξιν της γνωσεως· τα δε φρυγανα, την των ορωμενων φυσιν· ην συνεστρεφε μεν τη χειρι, τη κατα θεωριαν λεγω ψηλαφητικη του νου δυναμει, διατρεφων τοις εξ αυτης νοημασι την εξιν της γνωσεως, την θεραπευουσαν την εκ του χειμωνος των πειρασμων προστριβεισαν τη διανοια κατηφειαν· την δε εχιδναν, την λανθανοντως εγκεκρυμμενην τη φυσει των αισθητων πονηραν και ολεθριον δυναμιν· δηξασαν μεν την χειρα, τουτεστι, την κατα νουν ψηλαφητικην της θεωριας ενεργειαν· ου βλαψασαν δε τον διορατικον νουν, τω φωτι της γνωσεως αυτην ευθυς ως εν πυρι διαφθειραντα, την τω πρακτικω κινηματι του νου, προσαφθεισαν εκ της των αισθητων θεωριας, ολεθριον δυναμιν.
2.24 (κδ΄) Οσμη ην απο ζωης εις ζωην ο Αποστολος, ως τους πιστους τω καθ᾿ εαυτον υποδειγματι, δια πραξεως προς την ευωδιαν των αρετων κινεισθαι, παρασκευαζων· η τους πειθομενους (≡15Δ_088≡> τω λογω της χαριτος, ως κηρυξ απο της κατ᾿ αισθησιν ζωης, εις την εν πνευματι μεταγων ζωην. Οσμη δε θανατου εις θανατον, τοις απο του θανατου της αγνοιας εις τον της απιστιας ελασασι θανατον, διδους αυτοις αισθησιν της μενουσης αυτου κατακρισεως. Η παλιν οσμη απο ζωης εις ζωην, τοις απο πραξεως εις θεωριαν αναγομενοις· οσμη δε θανατου εις θανατον, τοις απο νεκρωσαι τη καθ᾿ αμαρτιαν αργια τα μελη τα επι της γης, εις την των εμπαθων νοηματων τε και φαντασιων επαινουμενην μεταβαινουσι νεκρωσιν.
2.25 (κε΄) Τρεις εισιν αι της ψυχης δυναμεις, λογος, θυμος, και επιθυμια. Τω μεν λογω, ζητουμεν· τη επιθυμια δε, ποθουμεν το ζητηθεν αγαθον· τω δε θυμω, υπεραγωνιζομεθα. Κατα ταυτας δη τας δυναμεις προσμενοντες οι τον Θεον αγαπωντες, τω θειω λογω της αρετης και της γνωσεως· τη μεν, ζητουντες· τη δε, ποθουντες· τη δε, υπεραγωνιζομενοι, δεχονται τροφην αφθαρτον, και τον νουν πιαινουσαν τη γνωσιν των γεγονοτων.
2.26 (κστ΄) Την κενωθεισαν της δοθεισης γνωσεως φυσιν, γενομενος ανθρωπος ο του Θεου Λογος, παλιν επληρωσε γνωσεως· και στομωσας προς ατρεψιαν, ου φυσει, ποιοτητι δε, ταυτην εθεωσεν· ανελλιπως αυτην τω οικειω χαρακτηρισας Πνευματι καθαπερ υδωρ, οινου ποιοτητι προς τονον μετακερασας. Δια τουτο γαρ και γινεται κατ᾿ αληθειαν ανθρωπος, ινα κατα χαριν ημας καταστηση θεους.
2.27 (κζ΄) Ο την φυσιν των ανθρωπων δημιουργησας Θεος, αμα βουλησει το ειναι αυτη δεδωκεν, συνηρμοσεν αυτη και δυναμιν των καθηκοντων ποιητικην· δυναμιν δε λεγω, την ουσιωδως μεν κατεσπαρμενην τη φυσει, (=1232=) προς αρετων ενεργειαν κινησιν· γνωμικως (≡15Δ_090≡> δε, προς την του κεκτημενου βουλησιν, κατα την χρησιν εκφαινομενην.
2.28 (κη΄) Φυσικον εχομεν κριτηριον, τον κατα φυσιν νομον, διδασκοντα ημας, οτι προς της εν ολοις σοφιας, εδει προς την του ποιητου των ολων μυσταγωγιαν ημων κινεισθαι την εφεσιν.
2.29 (κθ΄) Το φρεαρ εστι του Ιακωβου, η Γραφη· το δε υδωρ εστιν, η εν τη Γραφη γνωσις· το δε βαθος, η των Γραφικων αινιγματων δυσδιεξιτητος θεσις· το δε αντλημα εστιν, η δια των γραμματων του θειου λογου μαθησις, ην ουκ ειχεν ο Κυριος Αυτολογος υπαρχων, και ου την εκ μαθησεως και μελετης διδους γνωσιν τοις πιστευουσιν, αλλα την εκ χαριτος πνευματικης αενναον σοφιαν, και μηδεποτε ληγουσαν τοις αξιοις δωρουμενος. Το γαρ αντλημα, τουτεστιν η μαθησις, μερος ελαχιστον λαμβανουσα γνωσεως, το παν εα μηδενι λογω κρατουμενον. Η δε κατα χαριν γνωσις, ολην εχει και διχα μελετης, την εφικτην ανθρωποις σοφιαν, προς τας χρειας ποικιλως βλυστανουσαν.
2.30 (λ΄) Το ξυλον της ζωης, και το μη τοιουτον, εξ αυτου μονου, του, το μεν ζωης ξυλον ονομασθηναι· το δε, ου ζωης, αλλα μονον γνωστον καλου και πονηρου, πολλην και αφατον εχουσι την διαφοραν. Το γαρ της ζωης ξυλον, παντως και ζωης εστι ποιητικον· το δε μη της ζωης ξυλον, δηλον οτι θανατου ποιητικον. Το γαρ μη ποιητικον ζωης, εκ του μη προσαγορευθηναι ξυλον της ζωης, θανατου σαφως αν ειη ποιητικον· αλλο γαρ ουδεν τη ζωη κατ᾿ εναντιωσιν αντιδιαιρειται.
2.31 (λα΄) Το ξυλον της ζωης, και ως σοφια, πλειστην εχει διαφοραν προς το ξυλον το γνωστικον καλου και πονηρου, το μητε (≡15Δ_092≡> ον σοφια, μητε ωνομασμενον. Της μεν γαρ σοφιας ιδιον νους και λογος, της δε τη σοφια κατα το εναντιον αντικειμενης εξεως ιδιον αλογια και αισθησις.
2.32 (λβ΄) Επειδη εκ ψυχης νοερας και σωματος αισθητικου συνεστως προς γενεσιν ηλθεν ο ανθρωπος, εστω κατα μιαν επιβολην ξυλον ζωης ο της ψυχης νους, εν ω της σοφιας υπαρχει το χρημα· ξυλον δε γνωστον καλου και πονηρου, η του σωματος αισθησις, εν η της αλογιας υπαρχει σαφως η κινησις, (=1233=) ης κατα την πειραν, μη αψασθαι δι᾿ ενεργειας ο ανθρωπος την θειαν λαβων εντολην, ουκ εφυλαξεν.
2.33 (λγ΄) Αμφοτερα τα ξυλα κατα την Γραφην, τινων εισι διακριτικα, ηγουν ο νους και η αισθησις· οιον, ο μεν νους, εχει δυναμιν διακριτικην, νοητων και αισθητων, προσκαιρων και αιωνιων· μαλλον δε ψυχης υπαρχων δυναμις διακριτικη, των μεν, αυτην αντεχεσθαι πειθει· των δε, υπεραιρεσθαι. Η δε αισθησις εχει δυναμιν διακριτικην ηδονης σωματων και οδυνης· μαλλον δε δυναμις υπαρχουσα εμψυχων και αισθητικων σωματων, την μεν ηδονην επισπασθαι πειθει, την δε οδυνην αποπεμπεσθαι.
2.34 (λδ΄) Ο ανθρωπος, εαν μεν μονης της καθ᾿ ηδονην και οδυνην αισθητικης των σωματων γενηται διακρισεως, την θειαν παραβας εντολην, εσθιει το ξυλον το γνωστον καλου και πονηρου· τουτεστι, την κατ᾿ αισθησιν αλογιαν· εχων μονην την συστατικην των σωματων διακρισιν, καθ᾿ ην, ως μεν καλου, της ηδονης αντεχεται· ως δε κακου, της οδυνης απεχεται. Εαν δε μονης της των αιωνιων διακρινουσης τα προσκαιρα δι᾿ ολου γενηται νοερας διακρισεως, την θειαν φυλαξας εντολην, εσθιει το ξυλον της ζωης· την κατα νουν λεγω συνισταμενην σοφιαν· μονης εχων την συστατικην της ψυχης διακρισιν· καθ᾿ ην, ως μεν καλου, της των αιωνιων αντεχεται δοξης· ως δε κακου, της των προσκαιρων απεχεται φθορας.
2.35 (λε΄) Νου μεν καλον εστιν, η απαθης προς το πνευμα διαθεσις· (≡15Δ_094≡> κακον δε, η εμπαθης προς την αισθησιν σχεσις· αισθησεως δε καλον εστιν, η καθ᾿ ηδονην εμπαθης προς σωμα κινησις· κακον δε, η κατα στερησιν ταυτης επιγινομενη διαθεσις.
2.36 (λστ΄) Ο πεισας το συνειδος ως φυσει καλον, πραττομενον εχειν το κακιστον, ουτος χειρος δικην εκτεινας το πρακτικον, ελαβε ψεκτως του ξυλου της ζωης, αθανατον ηγησαμενος φυσει το κακιστον. Διοπερ την κατα το συνειδος του κακου διαβολην τω ανθρωπω φυσικως ενθεμενος ο Θεος, διεκρινεν αυτον της ζωης, κακον τη προαιρεσει γεγενημενον· ινα μη το κακον πραττων, δυνηται πεισαι την ιδιαν συνειδησιν, οτι φυσει καλον υπαρχει το κακιστον.
2.37 (λζ΄) Η αμπελος, οινον ποιει· ο οινος, μεθην· η μεθη, εκστασιν. Ουκουν ο ενεργης λογος, οπερ εστιν η αμπελος, γεωργουμενος ταις αρεταις, γεννα την γνωσιν· η δε γνωσις, γεννα την καλην εκστασιν, την τον νουν της κατ᾿ αισθησιν σχεσεως εξιστωσαν.
2.38 (λη΄) Τοις των αισθητων νοημασιν ειωθε κακουργως ο πονηρος συμβαλλειν τα των αισθητων ειδη και σχηματα, δι᾿ ων πεφυκε τα παθη δημιουργεισθαι περι τας επιφανειας των ορατων, στασιν λαμβανουσης δια της μεσης αισθησεως της περι τα νοητα (=1236=) διαβασεως, της εν ημιν λογικης ενεργειας. Διο και κατισχυει πορθειν την ψυχην, και εις την των παθων συγχυσιν κατασυρειν.
2.39 (λθ΄) Λυχνος εστι, κατα ταυτον ομου και φως, ο του Θεου λογος, και ως φωτιζων τους κατα φυσιν λογισμους των πιστων, και ως καιων τους παρα φυσιν· και ως λυων τον ζοφον της κατ᾿ αισθησιν ζωης, τοις δια των εντολων προς την ελπιζομενην (≡15Δ_096≡> επειγομενοις ζωην, και ως κολαζων τη καυσει της κρισεως τους ταυτης της σκοτεινης του βιου νυκτος κατα γνωμην δια φιλιαν σαρκος εντεχομενους.
2.40 (μ΄) Ο μη προς εαυτον, φησι, προτερον αναχθεις δια της αποβολης των παρα φυσιν παθων, προς την ιδιαν αιτιαν, ηγουν τον Θεον, δια της εν χαριτι των υπερ φυσιν αγαθων επικτησεως, ουκ αναχθησεται. Των γαρ πεποιημενων χωρισθηναι δει κατα διανοιαν, τον προς Θεον αληθως συναγομενον.
2.41 (μα΄) Του μεν γραπτου νομου εργον εστιν, η των παθων απαλλαγη· φυσικου δε νομου, η κατ᾿ ισονομιαν προς παντας ανθρωπους ισοτιμια· πνευματικου δε νομου τελειωσις, η προς τον Θεον, ως εστιν ανθρωπω δυνατον εξομοιωσις.
2.42 (μβ΄) Της μεν των σωματων και ασωματων γνωσεως, δεκτικη κατα φυσιν εστιν η του νου δυναμις· της δε της αγιας Τριαδος, κατα μονην την χαριν δεχεται τας εμφασεις· οτι εστι μονον πιστευσουσα, αλλ᾿ ου τι ποτε κατ᾿ ουσιαν εστιν αυθαδιζομενη, ως δαιμονιος νους. Ο γαρ γνωσεως αμοιρος, τον κατ᾿ αρετην ρυπτικον της κακιας ουδαμως επισταται τροπον.
2.43 (μγ΄) Ο το ψευδος αγαπων, αυτω παραδιδοται προς απωλειαν, ινα γνω πασχων οπερ εκων περιειπε, και μαθη κατα την πειραν γενομενος, ως ελανθανεν αντι ζωης περιπτυσσομενος θανατον.
2.44 (μδ΄) Μονην εχει του καλου την γνωσιν ο Θεος, ως κατ᾿ ουσιαν του καλου φυσις τε και γνωσις υπαρχων· του δε κακου, την αγνοιαν, ως την αυτου εχων αδυναμιαν· ων γαρ εχει την δυναμιν φυσικως, τουτων ουσιωδως κεκτηται την γνωσιν.
2.45 (με΄) Το εν τω Λευϊτικω στηθυνιον, την αμεινω και υψηλην (≡15Δ_098≡> θεωριαν δηλοι· (=1237=) ο δε βραχιων, την πραξιν, ηγουν του διανοητικου την εξιν και την ενεργειαν, η την γνωσιν και την αρετην· ως της μεν γνωσεως, αυτω προσαγουσης αμεσως τον νουν τω Θεω· της αρετης δε, κατα την πραξιν πασης αφαιρουμενης αυτον της των οντων γενεσεως· απερ ιερευσιν αφωρισεν ο λογος, τοις μονον τον Θεον δια παντων κτησαμενοις κληρονομιαν, και μηδεν το συνολον κεκτημενοις επιγειον.
2.46 (μστ΄) Επειδη τας αλλων καρδιας δια του λογου της διδασκαλιας, οι γνωσει και αρετη δι᾿ ολου ποιωθεντες τω πνευματι, ευσεβειας και πιστεως ποιουνται δεκτικας, και την πρακτικην αυτων εξιν και δυναμιν αφαιρουμενοι, των επι τη φθαρτη φυσει σπουδασματων, προς την των υπερ φυσιν αφθαρτων ενεργειαν αγαθων μεταφερουσιν· εικοτως των προσαγομενων εις θυσιαν Θεου, το στηθυνιον του επιθεματος· τουτεστι, των προσαγομενων την καρδιαν· και τον βραχιονα, των αυτων δηλονοτι την πραξιν· προσεταξεν αφιερουσθαι τοις ιερευσιν ο Λογος.
2.47 (μζ΄) Πασα η ενταυθα δικαιοσυνη συγκρινομενη προς την μελλουσαν, εσοπτρου λογον επεχει, την των αρχετυπων πραγματων εικονα, ουκ αυτα δε τα πραγματα κατ᾿ ειδος υφισταμενα εχουσα· και πασα γνωσις ενταυθα των υψηλων συγκρινομενη προς την μελλουσαν, αινιγμα εστιν, εμφασιν της αληθειας, αλλ᾿ ουκ αυτην υφισταμενην εχουσα την φανησεσθαι μελλουσαν αληθειαν.
2.48 (μη΄) Επειδη αρετη και γνωσει τα θεια συνεχεται, των κατ᾿ αρετην πρωτοτυπων εστιν ενδεικτικον το εσοπτρον, και των κατα γνωσιν αρχετυπων εκφαντικον υπαρχει το αινιγμα.
2.49 (μθ΄) Ο δια πραξεως ευαρεστησας τω Θεω, δια θεωριας προς την των νοητων χωραν, τον νου δηλαδη μετατιθησιν· ινα μη δια φαντασιας τινος τον εν τοις παθεσι θεασηται θανατον (≡15Δ_100≡> κατα την αισθησιν, ως υπο μηδενος των ελειν βουλομενων παντελως ευρισκομενος.
2.50 (ν΄) Ο καθαρω πιστεως οφθαλμω των μελλοντων αγαθων ιδων την ευπρεπειαν, υπακουει γης και συγγενειας και οικου πατρικου προθυμως εξελθειν, καταλιπων την προς σαρκα και αισθησιν και αισθητα σχεσιν τε και προσπαθειαν· και φυσεως εν καιρω πειρασμου και αγωνων υψηλοτερος ων, (=1237=) προτιμησας την αιτιαν της φυσεως, ως του Ισαακ, τον Θεον, ο μεγας Αβρααμ.
2.51 (να΄) Ο μητε δοξης ενεκεν, μητε προφασει πλεονεξιας, μητε κολακειας χαριν, και ανθρωπαρεσκιας και επιδειξεως, την αρετην, η την μελετην των θειων λογων μετελθειν επιτηδευων, αλλα παντα δια τον Θεον και ποιων και λεγων και διανοουμενος, ουτος εν τη οδω της αληθειας εν γνωσει πορευεται. Τριβοις γαρ ουκ ευθειαις ο Θειος ου πεφυκεν εμφιλοχωρειν λογος, καν ευρη την οδον εν τισιν ετοιμον.
2.52 (νβ΄) Νηστευει τις, και απεχεται της εξαπτικης των παθων διαιτης· τα αλλα τε ποιει, οσα προς απαλλαγην κακιας συμβαλλεσθαι δυναται· την λεγομενην οδον ουτος ητοιμασε· κενοδοξιας, η κολακειας, η ανθρωπαρεσκιας, η αλλης τινος ενεκεν αιτιας, διχα της θειας ευαρεστησεως τους τοιουτους επιτηδευει τροπους, ουτος ουκ εποιησεν ευθειας τας τριβους του Θεου· και τον μεν της ετοιμασιας της οδου πονον υπεμεινεν, τον δε Θεον ουκ εσχε ταις αυτου τριβοις εμπεριπατουντα.
2.53 (νγ΄) Πασα φαραγξ πληρωθησεται· ουχ απλως πασα, ουδε παντων· ουτε γαρ των μη ετοιμασαντων την οδον του Κυριου, και ευθειας ποιησαντων τας τριβους αυτου. Οπηνικα ουν φαραγξ, (≡15Δ_102≡> ηγουν σαρξ η ψυχη, των ετοιμασαντων, ως ειπον, την οδον του Κυριου, και ευθειας ποιησαντων τας τριβους αυτου, δια της του περιπατουντος εν αυτοις δια των εντολων Θεου Λογου παρουσιας, πληρωθη γνωσεως τε και αρετης, παντα της ψευδωνυμου γνωσεως και κακιας τα πνευματα ταπεινουται, πατουντος αυτα του Λογου και υποταττοντος, και το επαιρομενον κατα της ανθρωπινης φυσεως, πονηρον κρατος καταβαλλοντος, και οιον το μεγεθος και το υψος των ορεων και των βουνων κατασκαπτοντος· και εις την των φαραγγων αγοντος πληρωσιν. Η γαρ των παρα φυσιν αποβολη παθων, και η των κατα φυσιν αρετων επιβολη, την φαραγγωθεισαν ψυχην αναπληροι, και την ορινομενην των πονηρων πνευματων ταπεινοι δυναστειαν.
2.54 (νδ΄) Αι τραχειαι (τουτεστιν, αι των ακουσιων πειρασμων επιφοραι) εσονται εις οδους λειας, οταν μαλιστα χαιρων και ευφραινομενος ο νους, εν ασθενειαις ευδοκη και θλιψεσι και αναγκαις, δια των ακουσιων πονων, την ολη των εκουσιων παθων αφαιρουμενος δυναστειαν. Τραχειας γαρ κεκλικε, τας των ακουσιων πειρασμων συμβασεις, εις οδους λειας δια της κατα της ευχαριστιαν υπομονης μεταπιπτουσας.
2.55 (νε΄) Ο της αληθινης εφιεμενος ζωης, γνους οτι πας πονος, ειτε εκουσιος, ειτε ακουσιος, της του θανατου μητρος ηδονης γινεται θανατος, πασας τας τραχειας των ακουσιων (=1241=) πειρασμων επιφορας δεξεται μετ᾿ ευφροσυνης χαιρων· δια της υπομονης, οδους ευμαρεις τε και λειας, τας θλιψεις ποιουμενος, και προς το βραβειον της ανω κλησεως απλανως παραπεμπουσας αυτον, ευσεβως εν αυταις τον θειον δρομον ποιουμενον. Και γαρ, του μεν θανατου μητηρ εστιν η ηδονη· της ηδονης δε θανατος εστιν, ο πονος· ο τε προαιρετικος, και ο παρα προαιρεσιν.
2.56 (νστ΄) Πας τοιγαρουν ο την πολυελικτον τε και πολυπλοκον (≡15Δ_104≡> ηδονην, και πασιν ομου τοις αισθητοις πολυτροπως συμπεπλεγμενην τη εγκρατεια διαλυσας, τα σκολια εις ευθειας εποιησε· και ο την δυσβατον και τραχειαν των πονων επιφοραν δι᾿ υπομονης πατησας, τας τραχειας εποιησεν εις οδους λειας. Οθεν ωσπερ επαθλον αρετης και των υπερ αυτης καματων, οια καλως τε και νομιμως αθλησας, και την ηδονην νικησας, τω ποθω της αρετης, και την οδυνην πατησας τω της γνωσεως ερωτι, και δι᾿ αμφοτερων γενναιως τους θειους διενεγκας αγωνας, Οψεται, κατα το γεγραμμενον, το σωτηριον του Θεου.
2.57 (νζ΄) Ο την αρετην αγαπων, την των ηδονων εκουσιως απομαραινει καμινον· ο δε τη γνωσει της αληθειας πεποιωμενος τον νουν, ακουσιοις ουκ επεχεται πονοις, της κατα την εφεσιν προς τον Θεον φερουσης αεικινησιας.
2.58 (νη΄) Ο τα σκολια των εκουσιων παθων, ηγουν της ηδονης τα κινηματα δια της εγκρατειας ευθυνας, και τα τραχειας, των ακουσιων πειρασμων συμφορας, ηγουν τους τροπους της οδυνης δια της υπομονης ομαλισας, και εις οδους λειας καταστησας· ο τοιουτος εικοτως οψεται το σωτηριον του Θεου, καθαρος τη καρδια γενομενος· καθ᾿ ην δια των αρετων και των ευσεβων θεωρηματων, ορα τον Θεον επι τελει των αθλων, κατα το, Μακαριοι οι καθαροι τη καρδια, οτι αυτοι τον Θεον οψονται· των υπερ αρετης πονων, της απαθειας την χαριν αντιλαβων, ης ουδεν πλεον τον Θεον εμφανιζει τοις εχουσι.
2.59 (νθ΄) Λακκους καλει η Γραφη, τας δεκτικας των ουρανιων χαρισματων της αγιας γνωσεως καρδιας, λατομουμενας τω στερω λογω των εντολων, και αποβαλλομενας καθαπερ πωρωματα, την τε προς τα παθη φιληδονιαν, και την προς τα αισθητα (≡15Δ_106≡> της φυσεως σχεσιν, και πληρουμενας της ανωθεν φερομενης ρυπτικης τε των παθων, και ζωοποιητικης και οιον θρεπτικης των αρετων εν πνευματι, γνωσεως.
(=1244=) 2.60 (ξ΄) Λακκους λατομει ο Κυριος εν τη ερημω· λεγω δε τω κοσμω, και τη φυσει των ανθρωπων· τας των αξιων καρδιας εκχοιζων, και αποκαθαιρων του υλικου βαρους τε και φρονηματος, και ποιων ευρυχωρους προς υποδοχην των θειων της σοφιας και της γνωσεως υετων, ινα ποτιζουσι τα κτηνη του Χριστου, τους δεομενους λεγω δια ψυχης νηπιοτητα, της ηθικης διδασκαλιας.
2.61 (ξα΄) Ορεινην η Γραφη, την υψηλην εν πνευματι θεωριαν της φυσεως λεγει, ην γεωργουσιν οι των αισθητων απογενομενοι φαντασιων, και προς τους αυτων νοητως δια μεσου των αρετων διαβαντες λογους.
2.62 (ξβ΄) Ο νους εφ᾿ οσον εχει ζωσαν εν εαυτω την του Θεου μνημην, δια της θεωριας εκζητει τον Κυριον· και ουχ απλως, αλλ᾿ εν φοβω Κυριου· τουτεστιν, εν τη πραξει των εντολων. Ο γαρ εκζητων δια θεωριας τον Κυριον χωρις πραξεως, ουκ ευρισκει αυτον, οτι ουκ εν φοβω Κυριου τον Κυριον εξεζητησε. Και ευωδωσεν αυτω ο Κυριος· παντι γαρ τω μετα γνωσεως πραττοντι, ευοδοι ο Κυριος, τους τε των εντολων διδασκων τροπους, και τους των οντων αληθεις λογους αποκαλυπτων.
2.63 (ξγ΄) Ο περι θεοτητος υψηλος λογος, πυργος εστι κατα ψυχην, ταις των εντολων ενεργειαις ωχυρωμενος. Και τουτο εστιν ο φησιν, οτι Ωκοδομησεν Οζιας πυργους εν Ιερουσαλημ. Ο γαρ καλως ευοδουμενος επι την δια θεωριας εκζητησιν του Κυριου, μετα του επιβεβλημενου φοβου, τουτεστι της των εντολων (≡15Δ_108≡> πραξεως, οικοδομει πυργους εν Ιερουσαλημ, κατα την απλην δηλαδη και ηρεμαιαν της ψυχης καταστασιν, τους περι θεοτητος ανυψων λογους.
2.64 (ξδ΄) Οι των επι μερους λογοι, τοις καθολου προσχωρουντες, τα των διηρημενων ενωσεις ποιουνται· διοτι των μερικωτερων ενοειδως οι καθολικωτεροι τους λογους περιλαμβανουσι, προς ους φυσικως την αναφοραν εχει τα κατα μερος. Αλλα και νου προς αισθησιν, και ουρανου προς γην, και αισθητων προς νοητα, και φυσεως προς λογον, εστι τις και τουτων σχετικος εν πνευματι λογος, την προς αλληλα διδους αυτοις ενωσιν.
2.65 (ξε΄) Ο των παθων δυνηθεις εξηλωσαι τας αισθησεις, και της των αισθησεων σχεσεως την ψυχην αποδιαστειλας, κατισχυσεν αποτειχισαι την γενομενην του διαβολου προς τον νουν δια μεσων των αισθησεων εισοδον· και δια τουτο κατα την ερημον, φημι δε την φυσικην θεωριαν, οιονει πυργους ασφαλεις, τας ευσεβεις περι των οντων ωκοδομησε δοξας· εν αις ο καταφευγων, ου φοβειται τους κατα την ερημον ταυτην· λεγω δε την φυσιν των ορωμενων, ληστευοντας δαιμονας, και πλανωντας τον νουν δια της αισθησεως, και προς αγνοιας κατασυροντας ζοφον. Ο γαρ την ευσεβη περι εκαστον δοξαν κτησαμενος, ου δεδοικε τους δια των φαινομενων πλανωντας τους ανθρωπους δαιμονας.
(=1245=) 2.66 (ξστ΄) Πας νους ισχυν προς θεωριαν εχων, αληθης εστι γεωργος, καθαρα ζιζανιων δια της οικειας σπουδης και επιμελειας τα θεια των αγαθων διαφυλαττων σπερματα, μεχρις ου συντηρουσαν αυτον εχη την του Θεου μνημην. Φησι γαρ· Και ην εκζητων τον Κυριον εν ταις ημεραις Ζαχαριου εν φοβω Κυριου. Ζαχαριαν δε, μνημην Θεου προς την ελλαδα φωνην μεταφερομενον οιδεν ο λογος. Διο παντοτε δεηθωμεν του Κυριου, την σωτηριαν αυτου φυλαχθηναι ημιν μνημην, ινα μη και αυτο (≡15Δ_110≡> διαφθειρη την ψυχην το κατορθουμενον, προς υψος αρθεισαν, και των υπερ φυσιν, ως ο Οζιας, κατατολμησασαν.
2.67 (ξζ΄) Η των οντων απλανης θεωρια, παθων απηλλαγμενης δειται ψυχης· ητις Ιερουσαλημ λεγεται, δια τε την αρτιον αρετην και την αϋλον γνωσιν· ητις ου μονον κατα στερησιν παθων, αλλα και φαντασιων αισθητων επιγινεται.
2.68 (ξη΄) Χωρις πιστεως και ελπιδος και αγαπης, ουδεν ουτε των κακων καταργειται παντελως, ουτε των καλων κατορθουται το συνολον. Η μεν γαρ πιστις, πειθει τω Θεω προσχωρειν τον νουν πολεμουμενον, πασης αυτω γινομενη παρασκευης οπλων πνευματικων προς το θαρρειν παραμυθιον. Η δε ελπις, της θειας αυτω καθισταται βοηθειας εγγυητης αψευδεστατος, την των εναντιων καθαιρεσιν επαγγελλομενη δυναμεων. Η δε αγαπη, δυσμετακινητον, μαλλον δε, παμπαν ακινητον, της θειας στοργης αυτον ειναι παρασκευαζει και πολεμουμενον, προσηλουσα τω θειω ποθω πασαν αυτου την της εφεσεως δυναμιν.
2.69 (ξθ΄) Η πιστις παραμυθειται τον νουν πολεμουμενον, βοηθειας ελπιδι ρωννυμενον· η δε ελπις υπ᾿ οψιν αγουσα την πιστευθεισαν βοηθειαν, αποκρουεται την των αντικειμενων καταδρομην· η δε αγαπη, νεκραν καθιστησι τω φιλοθεω νω των πολεμιων την προσβολην, τη προς Θεον εφεσει παντελως αμαυρουμενην.
2.70 (ο΄) Θειας οντως μεριδος, ηγουν γνωσεως αληθους, υιος, πρωτος τε και μονος, ο κατα την πιστιν της εν ημιν θειας αναστασεως εστι λογος, μετα της δεουσης κατα την γνωμην οικονομιας, ηγουν διακρισεως, καλως διαφερων τας τε των εκουσιων και ακουσιων πειρασμων επαναστασεις. Και γαρ πρωτη εν ημιν αναστασις του δια της αγνοιας ημιν νεκρωθεντος Θεου, η πιστις εστι, καλως τοις εργοις των εντολων οικονομουμενη.
2.71 (οα΄) Η προς Θεον επιστροφη, σαφως μηνυει δι᾿ εαυτης τον (≡15Δ_112≡> πληρεστατον της θειας ελπιδος λογον, ου χωρις, ουδαμως ουδενι καθ᾿ οτιουν προς Θεον επινευσις γινεσθαι πεφυκεν· ειπερ ελπιδος ιδιον, το υπ᾿ οψιν αγειν ως παροντα τα μελλοντα· και μηδαμως (=1248=) απειναι πειθειν των πολεμουμενων υπο της αντικειμενης δυναμεως, τον υπερασπιζοντα Θεον· υπερ ου, και δι᾿ ον αγιοις ο πολεμος. Χωρις γαρ τινος προσδοκιας η δυσχερους η ευχερους, επιστροφη προς το καλον ουδενι ποτε πεφυκε γινεσθαι.
2.72 (οβ΄) Ουδεν οντως ουτως η αγαπη συναγει τους εσκορπισμενους, και μιαν αυτοις δημιουργει την γνωμην συμπνοια κρατουμενην, ης ο χαρακτηρ, το της ισοτιμιας καθεστηκε καλλος. Ουκουν της κατα το αυτο περι τα θεια συναγωγης τε και ενωσεως των ψυχικων δυναμεων· τουτεστι, της λογικης και θυμικης και επιθυμητικης, η αγαπη καθεστηκε γεννημα· καθ᾿ ην εγγραφοντες τη μνημη το της θειας ωραιοτητος καλλος, οι το ισοτιμον ηδη προς Θεον δια της χαριτος κομισαμενοι, ανεπιληστον εχουσι· της τω ηγεμονικω της ψυχης υπομνηματογραφουσης τε και εντυπουσης το ακηρατον καλλος, της θειας αγαπης την εφεσιν.
2.73 (ογ΄) Πας νους θειω κρατει διεζωσμενος, καθαπερ πρεσβυτερους τινας και αρχοντας κεκτηται, την τε λογικην δυναμιν, εξ ης η γνωστικη γεννασθαι πεφυκε πιστις, καθ᾿ ην αει παροντα τον Θεον αρρητως διδασκεται, και ως παρουσι συγγινεται δια της ελπιδος τοις μελλουσι· και την επιθυμητικην δυναμιν, καθ᾿ ην η θεια συνεστηκεν αγαπη, δι᾿ ην εκουσιως προσηλωσας τω ποθω της ακηρατου θεοτητος, αλυτον εχει του ποθουμενου την εφεσιν· ετι μην και την θυμικην δυναμιν, καθ᾿ ην απριξ της θειας ειρηνης αντεχεται, επιστυφων προς τον θειον ερωτα της επιθυμιας την κινησιν. Ταυτας δε εχει τας δυναμεις πας νους, συνεργουσας αυτω προς τε την της κακιας καθαιρεσιν, και την της αρετης συστασιν τε και συντηρησιν.
(≡15Δ_114≡> 2.74 (οδ΄) Διχα λογικης δυναμεως, επιστημονικη γνωσις ουκ εστι· και γνωσεως χωρις, ου συνισταται πιστις, αφ᾿ ης το καλον γεννημα προεισιν η ελπις, καθ᾿ ην ως παρουσι συγγινεται τοις μελλουσιν ο πιστος. Και διχα της κατ᾿ επιθυμιαν δυναμεως, ου συνιστατι ποθος, ου τελος εστιν η αγαπη· το γαρ εραν τινος, ιδιον εστιν επιθυμιας. Και διχα θυμικης δυναμεως νευρουσης την επιθυμιαν προς την του ηδεος ενωσιν, ουδαμως γινεσθαι πεφυκεν ειρηνη· ειπερ αληθως ειρηνη εστιν η ανενοχλητος και παντελης του καταθυμιου κατασχεσις.
2.75 (οε΄) Ου δει τον μη προτερον καθαρθεντα παθων, φυσικης απτεσθαι θεωριας, δια τας εικονας των αισθητων, δυναμενας τυπωσαι προς παθος τον νουν του μη τελειως απαλλαγεντος παθων. Ο γαρ κατα φαντασιαν ταις επιφανειαις των αισθητων εναπομενων δια την αισθησιν νους, ακαθαρτων γινεται παθων δημιουργος, δια θεωριας προς τα συγγενη νοητα μη δυναμενος διαβηναι.
2.76 (οστ΄) Ο εν καιρω της των παθων επαναστασεως (=1249=) γενναιως μυσας τας αισθησεις, και την των αισθητων φαντασιαν τε και μνημην παντελως απωσαμενος, και συστειλας παντη τας του νου περι την των εκτος ερευναν φυσικας κινησεις, κατησχυνε νικησας δια της θειας χειρος, την επαναστασαν αυτω πονηραν και τυραννικην δυναστειαν.
2.77 (οζ΄) Οταν ανους ο λογος γενηται, και προπετης ο θυμος και αλογος η επιθυμια, και αγνοια και τυραννις και ακολασια κρατωσι της ψυχης, τοτε η της κακιας εξις εμπρακτος γινεσθαι πεφυκε, συμπλακεισα τη διαφορω των αισθησεων ηδονη.
2.78 (οη΄) Χρη τον γνωστικως τας αορατους συμπλοκας, υπαλυσκειν επισταμενον νουν, μητε φυσικην μετιεναι θεωριαν, μηδ᾿ αλλο τι ποιειν εν τω καιρω της των πονηρων δυναμεων προσβολης, (≡15Δ_116≡> η μονον προσευχεσθαι, και το σωμα πονοις δαμαζειν, και την του χοϊκου φρονηματος δια πασης σπουδης ποιεισθαι καθαιρεσιν, και φυλαττειν τα τειχη της πολεως· λεγω δε τας φρουρητικας της ψυχης αρετας, η τας των αρετων φυλακτικας μεθοδους· εγκρατειαν λεγω και υπομονην· μηπως δια των δεξιων απατησας, αποστηση Θεου κλεψας την εφεσιν, ο την ψυχην ποτιζων ανατραπην θολεραν, και δια των νομιζομενων καλων, προς τα χειρονα την τα καλα ζητουσαν υποσυρη διανοιαν.
2.79 (οθ΄) Ο γενναιως δια της λελογισμενης και περιεκτικης εγκρατειας και υπομονης μυσας τας αισθησεις, και δια των κατα ψυχην δυναμεων τας προς τον νουν των αισθητων σχηματων αποτειχισας εισοδους, ευχερως του διαβολου τας πονηρας διολλυσι μηχανας, υποστρεφων αυτον μετ᾿ αισχυνης τη οδω η ηλθεν. Οδος δε δι᾿ ης ο διαβολος ερχεται, εστι τα προς συστασιν του σωματος ειναι δοκουντα υλικα.
2.80 (π΄) Νους εαυτω κατα φυσιν δια μεσου λογου συναψας την αισθησιν, την εκ της φυσικης θεωριας αληθη συλλεγεται γνωσιν.
2.81 (πα΄) Πηγαι εισιν εξω της πολεως· τουτεστι της ψυχης· ας Εζεκιας εμφραττει· τα αισθητα παντα· υδατα δε τουτων τυγχανουσι των πηγων, τα των αισθητων νοηματα· ποταμος δε διοριζων δια μεσης της πολεως εστιν, η κατα φυσικην θεωριαν εκ των (=1252=) αισθητων νοηματων συναγομενη γνωσις, δια μεσης διερχομενη της ψυχης, ως νου και αισθησεως ουσα μεθοριος. Η γαρ γνωσις των αισθητων, ουτε παντη νοερας απεξενωται δυναμεως, ουτε διολου προσνενεμηται τη κατ᾿ αισθησιν ενεργεια· αλλ᾿ οιον της τε του νου προς την αισθησιν, και προς τον νουν της αισθησεως συνοδου, μεση τυγχανουσα, δι᾿ εαυτης ποιειται την προς αλληλα (≡15Δ_118≡> τουτων συναφειαν· κατα μεν την αισθησιν, κατ᾿ ειδος τυπουμενη τοις σχημασι των αισθητων· κατα δε τον νουν, εις λογους των σχηματων τους τυπους μεταβιβαζουσα. Διο ποταμος διοριζων δια μεσης της πολεως, εικοτως προσηγορευθη των ορωμενων η γνωσις, ως των ακρων, λεγω δε νου και αισθησεως, ουσα μεταιχμιος.
2.82 (πβ΄) Ο κατα τον καιρον της των πειρασμων επαναστασεως, της μετα φυσικης απεχομενος θεωριας, της δε προσευχης κατα την εκ παντων προς εαυτον τε και τον Θεον του νου συστολην αντεχομενος, αποκτεινει την ποιητικην της κακιας εξιν, και αποστρεφει μετ᾿ αισχυνης τον διαβολον, υποβαλλομενον την ειρημενην εξιν, εφ᾿ η πεποιθως μετα της οικειας αλαζονειας ηλθε προς την ψυχην, δια των υπερηφανων λογισμων της αληθειας κατεπαιρομενος· οπερ τυχον και γνους και παθων και ποιησας ο μεγας Δαβιδ, ο παντων μαλιστα πειραν εχων της των νοητων πολεμων παραταξεως, Εν τω συστηναι, φησι, τον αμαρτωλον εναντιον μου , εκωφωθην και εταπεινωθην, και εσιγησα εξ αγαθων· και μετ᾿ αυτον ο θειος Ιερεμιας, προστασσων τω λαω μη εκβηναι της πολεως, δια την κυκλωσιν παροικουσαν των εχθρων ρομφαιαν.
2.83 (πγ΄) Και ο μακαριος τοινυν Αβελ, ειπερ εφυλαξατο, και μη συνεξηλθε τω Καϊν εν τω πεδιω· τουτεστιν εν τω πλατει της φυσικης θεωριας· προ της απαθειας, ουκ αν επαναστας απεκτεινεν αυτον μετα δολου, κλεψας τοις δεξιοις κατα την των οντων θεωριαν προ της τελαιας εξεως, ο της σαρκος νομος, ο Καϊν και ων και καλουμενος.
2.84 (πδ΄) Ομοιως και Δινα, η του μεγαλου θυγατηρ Ιακωβ, ει μη συνεξηλθε ταις θυγατρασι των εγχωριων· τουτεστι, ταις αισθητικαις φαντασιαις· ουκ αν Συχεμ ο υιος Εμμορ επαναστας αυτην εταπεινωσε.
(≡15Δ_120≡> 2.85 (πε΄) Καλον εστι προ της τελειας εξεως, μη απτεσθαι ημας της φυσικης θεωριας, ινα μη λογους επιζητουντες πνευματικους εκ των ορωμενων κτισματων, λαθωμεν παθη συλλεγοντες. Πλεον γαρ εν τοις ατελεσι δυναστευει προς την αισθησιν τα φαινομενα σχηματα των ορωμενων, η προς την ψυχην οι κεκρυμμενοι τοις σχημασι λογοι των γεγονοτων. Οι μεντοι μονω τω γραμματι προσδησαντες Ιουδαϊκως την διανοιαν, κατα τον αιωνα τουτον εκδεχονται τας επαγγελιας των ακηρατων αγαθων, αγνοουντες τα κατα φυσιν της ψυχης αγαθα.
(=1253=) 2.86 (πστ΄) Ο την εικονα φορεσας του επουρανιου, τω πνευματι δια παντων επεσθαι σπευδει της αγιας Γραφης, εν ω δι᾿ αρετης και γνωσεως, η της ψυχης υπαρχει συντηρησις· ο δε την εικονα φορων του χοϊκου, το γραμμα μονον περιεπει· εν ω η κατ᾿ αισθησιν προς σωμα λατρεια συνεστηκε τα παθη δημιουργουσα.
2.87 (πζ΄) Κρατος Θεου καθεστηκεν, η αναιρετικη των παθων αρετη, και των ευσεβων φρουρητικη λογισμων, ην γεννα πραξις εντολων, δι᾿ ης τας αντικειμενας τω αγαθω πονηρας δυναμεις, συνεργεια Θεου· μαλλον δε μονη δυναμει Θεου διαφθειρομεν. Υψος δε Θεου εστιν η γνωσις της αληθειας, ην γεννα της των γεγονοτων θεωριας ο πονος, και οι επι τη πραξει των αρετων ιδρωτες πονου πατερες γινομενοι· δι᾿ ης την αντικειμενην τη αληθεια του ψευδους δυναμιν, παντελως εξαφανιζομεν, παν υψωμα των επαιρομενων κατα της γνωσεως του Θεου πονηρων πνευματων ταπεινουντες και καταβαλλοντες. Και γαρ ωσπερ η πραξις γεννα την αρετην, ουτως η θεωρια την γνωσιν.
2.88 (πη΄) Η αληστος γνωσις, αοριστον εχουσα περι την θειαν (≡15Δ_122≡> απειριαν την κατα νουν υπερ νοησιν κινησιν, εικονιζει δια της αοριστιας την υπεραπειρον δοξαν της αληθειας· η δε της κατα την προνοιαν σοφης αγαθοτητος αυθαιρετος μιμησις, τιμην φερει την προς τον Θεον του νου κατα την διαθεσιν αριδηλον, ως εστι δυνατον, εξομοιωσιν.
2.89 (πθ΄) Η γλωσσα της κατα ψυχην γνωστικης ενεργειας εστι συμβολον· ο δε λαρυγξ, της προς το σωμα φυσικης φιλαυτιας τεκμηριον. Ο γουν ταυτα ψεκτως κολλησας αλληλοις, μνησθηναι της κατ᾿ αρετην και γνωσιν ειρηνικης εξεως ου δυναται, τη συγχυσει δια σπουδης των σωματικων ηδομενος παθων.
2.90 (ƒ΄) Αι κατα φυσιν ορεξεις και ηδοναι, μη φερουσαι τοις κεκτημενοις διαβολην, ως αναγκαιον παρακολουθημα της φυσικης ορεξεως καθεστηκασιν. Ηδονην γαρ κατα φυσιν ποιει και μη βουλομενων ημων, και η τυχουσα τροφη, προλαβουσαν ενδειαν παραμυθουμενη· και ποσις, αποκρουομενη του διψους την οχλησιν· και υπνος, την εκ της εγρηγορσεως δαπανηθεισαν ανανεουμενος δυναμιν· (=1256=) και οσα των καθ᾿ ημας φυσικων ετερα τυγχανει, προς μεν συστασιν φυσεως, αναγκαια· προς δε κτησιν αρετης, υπαρχοντα χρησιμα τοις σπουδαιοις. Απερ συνεκβαινει παντι νοι φευγοντι της αμαρτιας την συγχυσιν· ινα μη δι᾿ αυτα μεινη κρατουμενος εις δουλειαν των εφ᾿ ημιν και διαβεβλημενων, και παρα φυσιν παθων, ουκ εχοντων αλλην αρχην εν ημιν πλην της κινησεως των κατα φυσιν παθων, των μηδε πεφυκοτων προς την αθανατον και μακραιωνα ζωην συμμεταβαινειν ημιν.
2.91 (ƒα΄) Οι λογοι του Θεου, ψιλως κατα μονην λαλουμενοι την προφοραν, ουκ ακουονται, φωνην την των αυτους λαλουντων πραξιν ουκ εχοντες. Ει δε τη πραξει των εντολων εκφωνουνται, τους τε δαιμονας εχουσι τη τοιαυτη διατηκομενους φωνη, και (≡15Δ_124≡> τους ανθρωπους τη προκοπη των εργων της δικαιοσυνης, ευπειθως τον θειον της καρδιας οικοδομουντας ναον.
2.92 (ƒβ΄) Ωσπερ ο Θεος κατ᾿ ουσιαν ουχ υποπεπτωκε γνωσει, ουτως ουτε ο λογος αυτου γνωσει τη καθ᾿ ημας περιλαμβανεται. Ο γαρ της αγιας Γραφης λογος, καν ει δεχηται περιγραφην κατα το γραμμα, τοις χρονοις των ιστορουμενων πραγματων συναποληγων· αλλα κατα το πνευμα ταις των νοουμενων θεωριαις μενει διαπαντος απεριγραφος.
2.93 (ƒγ΄) Χρη τον γνωστικως προς ψυχην την αγιαν Γραφην κατα Χριστον εκδεχομενον, ασκηθηναι φιλοπονως και των ονοματων την ερμηνειαν, αυτοθεν δυναμενον ολην την των γεγραμμενων σαφηνισαι διανοιαν, ειπερ μελει αυτω της ακριβους των γεγραμμενων κατανοησεως· αλλ᾿ ουκ Ιουδαϊκως προς σωμα και γην καταγειν το υψος του πνευματος, και τας θειας και ακηρατους των νοητων αγαθων, τη των παρεχομενων φθορα περιγραφειν επαγγελιας.
2.94 (ƒδ΄) Ωσπερ ευχη εστιν, υποσχεσις των εξ ανθρωπων Θεω κατ᾿ επαγγελιαν προσαγομενων καλων, ουτω προσευχη κατα τον εικοτα λογον εσται σαφως, η των εκ Θεου προς σωτηριαν χορηγουμενων τοις ανθρωποις αγαθων εξαιτησις, αντιδοσιν φερουσα της των προηγμενων καλης διαθεσεως. Βοη δε εστιν η των κατα την πραξιν εναρετων τροπων, και των κατα την θεωριαν γνωστικων θεωρηματων, εν τω καιρω της των πονηρων δαιμονων επαναστασεως, επιδοσις τε και επαυξησις, ης παντων ουχ ηκιστα φυσικως ακουει Θεος, αντι μεγαλης φωνης, την των της αρετης και γνωσεως επιμελουμενων διαθεσιν.
2.95 (ƒε΄) Η πονηρα και ολεθριος του διαβολου βασιλεια, (=1257=) δια της των Ασσυριων τυπουμενη βασιλειας, τον κατα της αρετης και (≡15Δ_126≡> της γνωσεως συναγειρουσα πολεμον, δια των αυτης εμφυτων δυναμεων τροπουσθαι μηχαναται την ψυχην· την μεν επιθυμιαν πρωτον, εις ορεξιν των παρα φυσιν διερεθιζουσα, και τα αισθητα των νοητων προτιμαν αναπειθουσα· τον δε θυμον, υπεραγωνιζεσθαι του αιρεθεντος υπο της επιθυμιας αισθητου διεγειρουσα· το δε λογικον, τους τροπους επινοειν των κατ᾿ αισθησιν ηδονων εκδιδασκουσα.
2.96 (ƒστ΄) Της ακρας αγαθοτητος ιδιον, το, μη μονον τας θειας και ασωματους των νοητων ουσιας, της απορρητου και θειας απεικονισματα καταστησαι δοξης, ολην κατα το θεμιτον αναλογως αυταις εισδεχομενας την απερινοητον ωραιοτητα του απροσιτου καλλους· αλλα και τοις αισθητοις, και των νοητων ουσιων κατα πολυ αποδεουσιν, απηχηματα της οικειας εγκαταμιξαι μεγαλειοτητος, δυναμενα τον ανθρωπινον νουν εποχουμενον αυτοις, προς Θεον απλανως διαπορθμευειν, υπερανω παντων των ορωμενων γινομενον, οια της ακρας επιβαντα μακαριοτητος.
2.97 (ƒζ΄) Πας νους αρετη και γνωσει κατεστεμμενος, οια δη κατα τον μεγαν Εζεκιαν βασιλευειν λαχων της Ιερουσαλημ· τουτεστι, της ειρηνην μονην ορωσης εξεως, ηγουν της παντοιων παθων εστερημενης καταστασεως· ορασις γαρ ειρηνης Ιερουσαλημ ερμηνευεται· πασαν εχει την κτισιν υποχειριον· δια των αυτην συμπληρουντων ειδων, τω μεν Θεω δι αυτου τους εν αυτη πνευματικους της γνωσεως καθαπερ δωρα προσκομιζουσαν λογους· αυτω δε καθαπερ δοματα, τους ενυπαρχοντας αυτη κατα τον φυσικον νομον προς αρετην τροπους παρεχουσαν, και δια των αμφοτερων δεξιουμενην, τον κατ᾿ αμφοτερα κρατιστως ευδοκιμειν δυναμενον· λεγω δε, τον κατα λογον και βιον, δια πραξεως τε και θεωριας τελειωθεντα φιλοσοφον νουν.
2.98 (ƒη΄) Ο δια πραξεως και θεωριας κατορθωσας εις ακρον την (≡15Δ_128≡> αρετην και την γνωσιν, εικοτως υπεραιρεται παντων, των σαρκικων και διαβεβλημενων παθων υπερανω κατα την πραξιν γινομενος, και των φυσικων λεγομενων σωματων, λεγω δη, των υπο γενεσιν οντων και φθοραν· και απλως, ινα συνελων ειπω, παντων των υπο αισθησιν ειδων, κατα την θεωριαν, τους εν αυτοις παντας γνωστικως διαπερασας λογους, τον νουν ο τοιουτος προς τα συγγενη και θεια ανηγαγεν.
2.99 (ƒθ΄) Ο την απαθειαν καθαπερ Ιερουσαλημ οικειν δια των κατα την πραξιν πονων λαχων, και πασης της καθ᾿ αμαρτιαν απηλλαγμενος οχλησεως, και μονην ειρηνην και πραττων και λαλων, και ακουων και λογιζομενος· μετα το δεξασθαι δια της φυσικης θεωριας την φυσιν των ορατων, τους εν αυτη θειοτερους καθαπερ δωρα τω Κυριω δι᾿ αυτου (=1260=) προσκομιζουσα λογους και τους εν αυτη νομους αυτω καθαπερ βασιλει δοματα φερουσαν, κατ᾿ οφθαλμους επαιρεται παντων των εθνων, υπερανω γινομενος παντων, δηλονοτι των τε κατα σαρκα παθων δια της πραξεως, των τε φυσικων σωματων, και των υπο την αισθησιν παντων ειδων δια της θεωριας, τους εν αυτοις πνευματικους διαβας λογους τε και τροπους.
2.100 (ρ΄) Η πρακτικη φιλοσοφια, τον πρακτικον υπερανω ποιει των παθων· η θεωρια δε, τον γνωστικον, υπερανω των ορωμενων καθιστησιν, αναβιβασασα τον νουν προς τα συγγενη νοητα.

ΕΚΑΤΟΝΤΑΣ ΤΡΙΤΗ

(≡15Δ_130≡> 3.1 (α΄) Ο μετα πραξεως γινωσκων, και μετα γνωσεως πραττων, θρονος και υποποδιον εστι του Θεου· θρονος μεν, δια την γνωσιν· υποποδιον δε, δια την πραξιν. Ει δε και τον ανθρωπινον νουν φαιη τις ειναι ουρανον, πασης μεν υλικης καθαιρομενον φαντασιας, τοις δε θειοις των νοητων ενασχολουμενον, μαλλον δε κατακοσμουμενον λογοις, ουκ εξω της αληθειας, εμοιγε δοκει, βεβηκε.
3.2 (β΄) Πας φιλοσοφος δηλονοτι και ευσεβης, αρετη και γνωσει, η πραξει και θεωρια φρουρουμενος, επειδαν ιδη δια των παθων επαναστασαν αυτω την πονηραν δυναμιν, καθαπερ τω Εζεκια ο των Ασσυριων βασιλευς, μιαν εχει προς την των κακων λυσιν βοηθειαν, τον Θεον, ον ιλεουται βοων αλαλητως δια της κατα την αρετην και γνωσιν πλειονος επιτασεως· και δεχεται προς συμμαχιαν, μαλλον δε προς σωτηριαν, αγγελον, δηλονοτι μειζονα σοφιας και γνωσεως λογον, εκτριβοντα παντα δυνατον και πολεμιστην και αρχοντα και στρατηγον εν τη παρεμβολη.
3.3 (γ΄) Παντος πεφυκε παθους αρχειν το προσφυες αισθητον. Ανευ γαρ τινος υποκειμενου, και τας δυναμεις της ψυχης δια μεσης τινος αισθησεως επικινουντος προς εαυτο, παθος ουκ αν συσταιη ποτε. Χωρις γαρ αισθητου πραγματος, παθος ου συνισταται. Μη γαρ ουσης γυναικος, ουκ εστι πορνεια· (=1261=) και βρωματων ουκ οντων, ουκ εσται γαστριμαργια· και χρυσου μη οντος, (≡15Δ_132≡> ουκ εσται φυλαργυρια. Ουκουν πασης εμπαθους κινησεως των εν ημιν φυσικων δυναμεων αρχει το αισθητον, ηγουν, δι᾿ αυτου την ψυχην διερεθιζων προς αμαρτιαν δαιμων.
3.4 (δ΄) Η τριψις, την ενεργειαν· η εκτριψις δε, και αυτην αφανιζει της κακιας την ενθυμησιν. Η μεν γαρ τριψις, της εμπαθους κατ᾿ ενεργειαν μονης υπαρχει πραξεως καταργησις· η δε εκτριψις, και των κατα διανοιαν πονηρων κινηματων παντελης εστιν αφανισμος.
3.5 (ε΄) Μεσα εισι Θεου και ανθρωπων τα αισθητα και τα νοητα· ων υπερανω γινεται χωρων προς Θεον ο ανθρωπινος νους· τοις μεν αισθητοις κατα την πραξιν μη δουλουμενος, τοις δε νοητοις κατα την θεωριαν μηδολως κρατουμενος.
3.6 (στ΄) Κατηγορος η κτισις γινεται των ασεβων ανθρωπων· δια μεν των εν αυτη λογων, τον εαυτης κηρυττουσα ποιητην· δια δε των εν αυτη κατ᾿ ειδος εκαστον φυσικων νομων, προς αρετην παιδαγωγουσα τον ανθρωπον. Οι μεν ουν λογοι, εν τη συνοχη της του καθ᾿ εκαστον ειδους γνωριζονται μονιμοτητος· οι δε νομοι, εν τη ταυτοτητι φαινονται της του καθ᾿ εκαστον ειδους φυσικης ενεργειας· οις μη επιβαλλοντες κατα την εν ημιν νοεραν δυναμιν, την τε των οντων ηγνοησαμεν αιτιαν, και πασι τοις παρα φυσιν προστετηκαμεν παθεσι.
3.7 (ζ΄) Δωρα τω Θεω προσφερεσθαι παρ᾿ ημων ο λογος διακελευεται, ινα παραστηση το της θειας αγαθοτητος απειρον, ως μηδεν προεισενεγκουσης δεχεσθαι παρ᾿ ημων ως δωρα τα δοματα, το παν ημιν λογιζομενης της εισφορας, πολλην και αφατον ειναι περι ημας δεικνυων του Θεου την αγαθοτητα, δεχομενου ως ημων τα εαυτου, εξ ημων αυτω προσφερομενα, και την υπερ αυτων ως αλλοτριων οφειλην ομολογουντος.
3.8 (η΄) Ο ανθρωπος, τους πνευματικους των ορωμενων λογους (≡15Δ_134≡> κατανοων, διδασκεται, ως εστι τις των φαινομενων ποιητης· την του οποιος εστιν εννοιαν, ως ανεφικτον αφεις ανεξεταστον. Την γαρ οτι Ποιητης, αλλ᾿ ουχ οποιος εστιν ο ποιητης, ορωμενη σαφως η κτισις, παρεχει καταληψιν.
3.9 (θ΄) Οργη Θεου εστιν, η των παιδαγωγουμενων επιπονος αισθησις. Επιπονος δε καθεστηκεν αισθησις, η των ακουσιων πονων επαγωγη, δι᾿ ης τον επ᾿ αρετη και γνωσει φυσιουμενον νουν, ο Θεος αγει πολλακις προς συστολην και ταπεινωσιν· αυτον εαυτου γενεσθαι διδους επιγνωμονα, και της οικειας ασθενειας συνιστορα· ης επαισθομενος, το ματαιον οιδημα της καρδιας αποτιθεται.
(=1264=) 3.10 (ι΄) Οργη Κυριου εστιν, η ανακωχη της των θειων χαρισματων χορηγιας· η τις συμφεροντως επι παντα γινεται νουν υψηλον και μετεωρον· και τοις δοθεισιν αυτω θεοθεν καλοις, ως επι ιδιοις κατορθωμασι μεγαλαυχουμενον.
3.11 (ια΄) Πας γνωστικος και φιλοσοφος νους, και τον Ιουδαν εχει και την Ιερουσαλημ· τον μεν Ιουδαν, ως πρακτικην φιλοσοφιαν· την δε Ιερουσαλημ, ως θεωρητικην μυσταγωγιαν. Οπηνικα ουν δια της θειας χαριτος ο φιλοθεος νους, κατα τε την πρακτικην και θεωρητικην φιλοσοφιαν, πασαν αντικειμενην αρετη και γνωσει διακρουσαμενος δυναμιν, τελειως το κατα των πνευματων της πονηριας αναδησηται κρατος, και μη την δεουσαν ευχαριστιαν αναθηται τω αιτιω της νικης Θεω, αλλ᾿ υψωθη την καρδιαν, εαυτον του παντος κατορθωματος ηγησαμενος αιτιον· τηνικαυτα ως μη ανταποδους τω Θεω, κατα το ανταποδομα, ο ανταπεδωκεν αυτω, δεχεται ου μονον αυτος γινομενην επ᾿ αυτον την οργην της εγκαταλειψεως, αλλα και Ιουδας και Ιερουσαλημ· τουτεστιν, η της πραξεως εξις και της θεωριας παθων ατιμιας ευθεως, συγχωρησει Θεου, κατεπανισταμενων (≡15Δ_136≡> της πραξεως, και την τεως καθαραν μολυνοντων συνειδησιν· και ψευδων εννοιων, συνεπιπλεκομενων τη θεωρια των οντων, και την τεως ορθην διαστρεφουσων δοξαν της γνωσεως. Τον γαρ επαιρομενον επι πραξει, παθων ατιμια διαδεχεται· τον δε επι γνωσει υψουμενον, περι την αληθη θεωριαν πταιειν η δικαια κρισις συγχωρει.
3.12 (ιβ΄) Θειος ως αληθως ορος τε και νομος κατα την Προνοιαν ενυπαρχει τοις ουσι, παιδευεσθαι δια των εναντιων επιτρεπων προς ευγνωμοσυνην, τους επι κρειττοσι φανεντας αγνωμονας, και την πειραν των αντικειμενων της των καλων κατορθωτικης θειας επιγνωσιν ποιεισθαι δυναμεως· ως αν μη παντελως επι τοις αμεινοσιν ακαθαιρετον παρα της Προνοιας εχειν συγχωρηθεντες την οιησιν, εις την αντιθεον της υπερηφανιας διαθεσιν κατολισθησωμεν, εαυτων κατα φυσιν, αλλ᾿ ουκ επικτητον χαριτι την της αρετης και της γνωσεως κτησιν ειναι νομιζοντες· και ευρεθωμεν τω καλω προς την του κακου χρωμενοι γενεσιν, και δι᾿ ων εδει πλεον διασφιγχθεισαν εν ημιν ασαλευτον μενειν την θειαν επιγνωσιν, δι᾿ εκεινων ως ουκ ωφελον την ταυτης νοσησαντες αγνοιαν.
(=1265=) 3.13 (ιγ΄) Ορον και νομον ενυπαρχοντα θειον τοις ουσιν ισμεν, την των οντων συνεκτικην προνοιαν, κατα κρισιν δικαιαν τη σπανει των αγαθων παιδευουσαν προς ευγνωμοσυνην, τους επι τη αφθονια των αγαθων προς τον ταυτης χορηγον φανεντας αγνωμονας, δια των εναντιων αυτους προς συναισθησιν αγουσαν της του χαριζομενου τα καλα διαγνωσεως. Η επ᾿ αρετη γαρ οιησις, απαιδαγωγητος μενουσα, το της υπερηφανιας γενναν πεφυκε νοσημα, το την αντικειμενην τω Θεω φερον διαθεσιν.
3.14 (ιδ΄) Ο οιομενος εαυτον κατειληφεναι το τελος της αρετης, ουδαμως ζητησει λοιπον την πηγαιαν των καλων αιτιαν, εαυτω (≡15Δ_138≡> μονω περιγραψας την της εφεσεως δυναμιν, και αυτον της σωτηριας τον ορον υφ᾿ εαυτου, φημι δε τον Θεον, ζημιουμενος. Ο δε της εαυτου περι τα καλα φυσικης συναισθομενος πενιας, ου παυεται προτροπαδην τρεχων προς τον δουναι δυναμενον της ενδειας την πληρωσιν.
3.15 (ιε΄) Ο την απειριαν της αρετης διαγνους, ουδεποτε του κατ᾿ αυτην παυεται δρομου, ινα μη ζημιωθη αυτην της αρετης την αρχην και το τελος, τον Θεον λεγω, περι εαυτον στησας την κινησιν της εφεσεως· και λαθη νομιζων επειληφθαι της τελειοτητος, υπομενων του αληθως οντος την εκπτωσιν, προς οπερ επειγεται πασα σπουδαιου κινησις.
3.16 (στ΄) Γινεται δικαιως επι τον υψηλοφρονα νουν οργη· τουτεστιν, εγκαταλειψις, καθα ειρηται· ηγουν η του διοχληθηναι αυτον κατα τε την πραξιν, κατα τε την θεωριαν υπο δαιμονων συγχωρησις· ινα λαβη, της μεν εαυτου φυσικης ασθενειας, συναισθησιν· της δε σκεπουσης αυτον, και το παν κατορθουσης των αγαθων θειας δυναμεως τε και χαριτος, την επιγνωσιν· και ταπεινωθη, πορρω παντελως εαυτου το αλλοτριον και παρα φυσιν υψος ποιουμενος· ωστε μη επελθειν επ᾿ αυτον την αλλην οργην, της των δοθεντων χαρισματων αφαιρεσεως, ταπεινωθεντα και γενομενον της του παρεχοντος τα καλα συναισθησεως.
3.17 (ιζ΄) Ο μη σωφρονισθεις τω πρωτω ειδει της οργης, ηγουν εγκαταλειψεως, ελθειν προς ταπεινωσιν, ηγησαμενος αυτην της καλης επιγνωμοσυνης διδασκαλον, την αλλην δεχεται σαφως επ᾿ αυτον ερχομενην οργην, αφαιρουμενην αυτου την των χαρισματων ενεργειαν, και ερημον αυτον καθιστωσαν της τεως φρουρουσης δυναμεως. Αφελω γαρ, φησι, τον φραγμον αυτου, περι του αγνωμονος Ισραηλ ο Θεος λεγων, και εσται εις διαρπαγην· και καθελω τον τοιχον αυτου, και εσται εις καταπατημα· και ανησω τον αμπελωνα μου, και ου μη τιμηθη, (≡15Δ_140≡> ουδε μη σκαφη· και αναβησεται εις αυτον ως εις χερσον ακανθα, και ταις νεφελαις εντελουμαι του μη βρεξαι εις αυτον.
(=1268=) 3.18 (ιη΄) Οτι προς ασεβειαν πρανης καθεστηκεν οδος, η περι την ζημιαν των αρετων αναισθησια. Ο γαρ εθισας εαυτον δια τας ηδονας της σαρκος Θεου παρακουειν, και αυτον αρνησεται τον Θεον, καλουσης προφασεως· Θεου την σαρκος ζωην προτιμων, ης και μονης τας ηδονας των θειων κρειττους εσχηκε θεληματων.
3.19 (ιθ΄) Οταν τι καθ᾿ οιονδηποτε τροπον τον νουν πεπονθεναι νομισωμεν, τω τοιουτω νοι, την τε πρακτικην αυτου και θεωρητικην δυναμιν, κατα τους φυσικους αυτων λογους συμπεπονθεναι παντως πιστευσομεν. Ου γαρ εστι δυνατον παθειν το υποκειμενον, των εν υποκειμενω μη πασχοντων· υποκειμενον δε λεγω τον νουν, ως αρετης και γνωσεως δεκτικον· εν υποκειμενω δε, την πραξιν και την θεωριαν, αιτινες προς τον νουν συμβεβηκοτων λογον επεχουσι. Διο κατα παντα τροπον, και συμπασχουσι πασχοντι, την αυτου ποιαν κινησιν, αρχην της οικειας αλλοιωσεως εχουσαι.
3.20 (κ΄) Πας θεοφιλης και εναρετος ανθρωπος κατα τον Εζεκιαν, γνωστικως τε κατα των δαιμονων διαζωσαμενος κρατος, αν γενηται τις αυτω προσβολη πνευματων πονηρων, αορατως κατα νουν προς αυτον συμπλεκοντων τον πολεμον, και δια προσευχης δεξηται θεοθεν αυτω πεμπομενον αγγελον· λεγω δε σοφιας λογον μειζονα· και πασαν εκτριψας διασκεδαση του διαβολου την φαλαγγα· και της τοιαυτης νικης τε και σωτηριας αιτιον τον Θεον μη επιγραψηται, αλλ᾿ εαυτω την ολην αναθηται νικην, ο τοιουτος ουκ ανταπεδωκε τω Θεω κατα το ανταποδομα αυτου, μη εξισωσας τω μεγεθει της σωτηριας, το πληθος της (≡15Δ_142≡> ευχαριστιας· μηδε τη ευεργεσια του σωσαντος, αντιμετρησας την οικειαν διαθεσιν.
3.21 (κα΄) Φωτισωμεν τον νουν της θειοις νοημασι· το δε σωμα τοις των νοηθεντων θειοτερων λογων τροποις φαιδρυνωμεν, αρετης αυτον ποιουντες λογικον εργαστηριον, τη αποβολη των παθων· τα γαρ εμφυτα παθη του σωματος, λογω μεν κυβερνωμενα, ουκ εχει διαβολην· κινουμενα δε τουτου χωρις, φερει διαβολην. Τουτων ουν λεγει γενεσθαι δειν αποβολην, ων εμφυτος μεν η κινησις, παρα φυσιν δε γινεται πολλακις η χρησις, λογω μη κυβερνωμενη.
3.22 (κβ΄) Πας ο υψωσας εαυτου την καρδιαν, εφ᾿ οις ελαβε χαρισμασι, μεγα φρονησας, ως μη λαβων, ενδικως δεχεται γινομενην επ᾿ αυτω την οργην, συγχωρουντος του Θεου τω διαβολω νοητως αυτω συμπλακηναι· και τους κατα την πραξιν παρασαλευσαι τροπους της αρετης, και τους κατα θεωριαν διαυγεις επιθολωσαι λογους της γνωσεως, ινα μαθων την οικειαν ασθενειαν, επιγνω την μονην δυναμιν, την τα παθη εν ημιν καταπαλαιουσαν, και ταπεινωθη μετανοησας, τον ογκον αποβαλων της οιησεως, και τον Θεον ιλεωσηται, και αποστρεψη την επερχομενην τοις μη μετανοουσιν οργην, την αφαιρουμενην την φρουρουσαν την ψυχην χαριν, και ερημον καταλιμπανουσαν τον αγνωμονα νουν.
(=1269=) 3.23 (κγ΄) Οργη σωτηριος εστιν, η προς το πολεμεισθαι τον υψηλοφρονα νουν τοις παθεσιν υπο των δαιμονων, θεια συγχωρησις· ινα γνω πασχων ατιμως, επ᾿ αρεταις μεγαλαυχουμενος, τις ο τουτων υπαρχει δοτηρ· η γενηται των αλλοτριων γυμνος, απερ ως μη λαβων, εχειν ενομιζε.
3.24 (κδ΄) Μακαριος οντως εκεινος ο νους, ο τοις ουσιν απασιν επαινετως αποθανων· τοις μεν αισθητοις, τη αποθεσει της κατ᾿ (≡15Δ_144≡> αισθησιν ενεργειας· τοις δε νοητοις τη της νοερας αποπαυσει κινησεως. Σημειωσαι δε οτι νου θανατον επαινουμενον λεγει, την προς παντα τα οντα γνωμικην απογενεσιν, μεθ᾿ ην την θεια χαριτι ζωην υποδεχεσθαι πεφυκεν· αντι των οντων, το αιτιον των οντων ανεννοητως απολαβων.
3.25 (κε΄) Μακαριος ο συναψας το μεν πρακτικον τω κατα φυσιν αγαθω· το δε θεωρητικον, τη κατα φυσιν αληθεια. Πασα γαρ πραξις, δια το αγαθον γινεσθαι πεφυκε· και πασα θεωριαν, την γνωσιν δια μονην ζητει την αληθειαν· ων διανυσθεντων, ουδεν εσται το συνολον το πληττον της ψυχης το πρακτικον, ουτε μην το θεωρητικον αυτης, δια ξενων δριμυττον θεωρηματων· παντος επεκεινα γενομενης και οντος, και νοουμενου, και εις αυτον εισδυσασης τον Θεον τον μονον αγαθον και αληθινον, και υπερ πασαν ουσιαν οντα και νοησιν.
3.26 (κστ΄) Πρακτικης αρετης τελος ειναι φασι το αγαθον. Τουτο δε, θειας ενεργειας υπαρχει συμπληρωσις, προς ην αγει το λογικον της ψυχης, τω θυμω και τη επιθυμια χρωμενον κατα φυσιν· εν η το καθ᾿ ομοιωσιν αναφαινεσθαι πεφυκε καλλος· θεωρητικης δε φασι φιλοσοφιας ειναι την αληθειαν, τελος· ητις αμερως των περι Θεον απαντων ενοειδης εστι γνωσις, προς ην ο καθαρος φερεται νους· αποσβεσας εαυτου παντελως την κατ᾿ αισθησιν κρισιν· εν η (γνωσει δηλονοτι) ακιβδηλον το της θειας εικονος αξιωμα δεικνυται.
3.27 (κζ΄) Ουδεις δυναται τον Θεον ευλογειν αληθως, (=1272=) μη το σωμα καθαγιασας ταις αρεταις, και την ψυχην καταφωτισας ταις γνωσεσιν. Η γαρ κατ᾿ αρετην διαθεσις, προσωπον εστι του θεωρητικου νοος, ως εις ουρανον προς το υψος της αληθινης επαιρομενον γνωσεως.
3.28 (κη΄) Μακαριος ο εν αληθεια ειδως, οτι πασαν εν ημιν ως (≡15Δ_146≡> οργανοις ο Θεος επιτελει πραξιν και θεωριαν, αρετην τε και γνωσιν, και νικην και σοφιαν, και αγαθοτητα και αληθειαν, μηδεν ημων συνεισφεροντων το συνολον, πλην της θελουσης τα καλα διαθεσεως· ην εχων ο μεγας Ζοροβαβελ, προς τοις ειρημενοις, φησιν, Ευλογητος ει, προς τον Θεον λεγων, ος εδωκας μοι σοφιαν, και σοι ομολογω, Δεσποτα των πατερων· παρα σου η νικη και παρα σου η σοφια, και σοι η δοξα, και εγω σος οικετης. Ως ευγνωμων οντες οικετης, παντα τω Θεω ανεθετο τω παντα δωρησαμενω, εξ ου λαβων ειχε την σοφιαν, αυτω ομολογων ως Δεσποτη πατερων των κεχαρισμενων αγαθων την δυναμιν, απερ εισιν, ενωσις νικης, ως ειρηται, και σοφιας, αρετης τε και γνωσεως, πραξεως και θεωριας, αγαθοτητος τε και αληθειας· αυται γαρ αλληλαις ενουμεναι, μιαν απαστραπτουσιν δοξαν και αυτην Θεου.
3.29 (κθ΄) Παντα τα των αγιων κατορθωματα, Θεου προδηλως υπηρχον χαρισματα· μηδενος το παραπαν εχοντος μηδεν, η το δοθεν αγαθον· ως παρα Δεσποτου του Θεου, προς αναλογιαν της ευγνωμοσυνης τε και ευνοιας του δεχομενου μετρουμενον· κακεινα μονα κεκτημενου, οσα τω Δεσποτη δωρουμενω παρισταται.
3.30 (λ΄) Ο της αρετης και της γνωσεως προϊσταμενος νους, και της κακης των παθων δουλειας την ψυχην στερηθηναι βεβουλημενος, φησιν, Υπερισχυουσιν αι γυναικες, και υπερνικα η αληθεια· γυναικας μεν ειπων, τας θεοποιους αρετας, εξ ων η προς Θεον και αλληλους τοις ανθρωποις ενοποιος αγαπη συνεστηκεν· απαντων την ψυχην εξαρπαζουσα των υπο γενεσιν και φθοραν, και των υπερ αυτα νοητων ουσιων, και αυτω τω Θεω κατ᾿ ερωτικην τινα συγκρασιν περιπλεκουσα, καθ᾿ οσον εστι δυνατον ανθρωπινη φυσει, και την αχραντον και θειαν μυστικως (≡15Δ_148≡> δημιουργουσα συμβιωσιν. Αληθειαν δε φησας, την μονην και μιαν αιτιαν των οντων, και αρχην και βασιλειαν και δυναμιν και δοξαν, εξ ης και δι᾿ ην παντα γεγονε τε και γινεται, και προς το ειναι υπ᾿ αυτης και δι᾿ αυτης συγκρατειται· και υπερ ης πασα τοις φιλοθεοις εστι σπουδη τε και κινησις.
3.31 (λα΄) Δια μεν των γυναικων, το τελος ενδειξατο των αρετων, την αγαπην· οπερ εστιν η κατ᾿ εφεσιν (=1273=) του φυσει αγαθου των μετεχοντων αδιαπτωτος ηδονη και αδιαιρετος ενωσις. Δια δε της αληθειας, το περας πασων επεσημανε των γνωσεων, και αυτων γινωσκομενων· εις οπερ, ως αρχην και περας παντων των οντων, αι κατα φυσιν κινησεις γενικω τινι λογω συνελκονται· παντα νικωσης κατα φυσιν ως αληθειας της των οντων αρχης και αιτιας, και προς εαυτην συνελκουσης των γεγονοτων την κινησιν.
3.32 (λβ΄) Τη καθ᾿ υπεροχην στερησει των πολλων, ως εν και μονον η αληθεια πεφυκεν αναφαινεσθαι, καλυπτουσα παντων των νοειν η νοεισθαι δυναμενων τας γνωστικας δυναμεις, ως υπερ τα νοουντα τε και νοουμενα καθ᾿ υπαρξιν υπερουσιον ουσα· και απειρω δυναμει τας κατα την αρχην και το τελος των οντων ακροτητας περιγραφουσα, πασαν παντων προς εαυτην συνελκει κινησιν· τοις μεν παρεχομενη γνωσιν αριδηλον ης εστερηθησαν χαριτος· τοις δε δωρουμενη κατ᾿ αισθησιν αρρητον, ης ειχον την εφεσιν αγαθοτητος, τη μεθεξει φανεραν την επιγνωσιν.
3.33 (λγ΄) Ο νους, σοφιας οργανον, φησιν· ο λογος, γνωσεως· η κατ᾿ αμφω φυσικη πληροφορια, της κατ᾿ αμφω συνισταμενης πιστεως· του δε των ιαματων χαρισματος η φυσικη φιλανθρωπια. Παν γαρ χαρισμα θειον, επιτηδειον εν ημιν εχει και προσφυες, ωσπερ δυναμιν, η εξιν η διαθεσιν, οργανον δεκτικον. Οιον, ο τον νουν πασης αισθητων φαντασιας ποιησας καθαρον, δεχεται σοφιαν· ο δε τον λογον των εμφυτων παθων, θυμου λεγω και (≡15Δ_150≡> επιθυμιας, καταστησας δεσποτην, δεχεται γνωσιν· ο δε την κατα νουν και λογον περι τα θεια ασαλευτον πληροφοριαν εχων, την παντα δυναμενην δεχεται πιστιν· ο δε την φυσικην κατορθωσας φιλανθρωπιαν μετα την τελειαν της φιλαυτιας αναιρεσιν, ιαματων δεχεται χαρισματα.
3.34 (λδ΄) Εκαστος ημων, κατα την αναλογιαν της εν αυτω πιστεως, φανερουμενην κεκτηται του Πνευματος την ενεργειαν. Ωστε ταμιας υπαρχει της χαριτος εκαστος εαυτου· και ουποτ᾿ αν ευ φρονων αλλω φθονησειεν ενευδοκιμουντι ταις χαρισιν, επ᾿ αυτω κειμενης της δεκτικης των θειων αγαθων διαθεσεως.
3.35 (λε΄) Αιτιον ειναι φησι της των θειων διανομης αγαθων, το μετρον της εκαστου πιστεως. Καθως γαρ πιστευομεν, και την επι το πραττειν της προθυμιας επιδοσιν εχομεν. Ο γουν πραττων, κατα την αναλογιαν της πραξεως επιδεικνυται το μετρον της πιστεως, δεχομενος ως επιστευσε το μετρον της χαριτος· ο δε μη πραττων, κατα την αναλογιαν της απραξιας επιδεικνυται το μετρον της απιστιας, δεχομενος ως ηπιστησε, της χαριτος την στερησιν. Ουκουν κακως ποιει βασκαινων τοις κατορθουσιν ο φθονερος επ᾿ αυτω σαφως, ουκ επ᾿ αλλω (=1276=) κειμενης της των πιστευειν τε και πραττειν, και προς το μετρον της πιστεως ερχομενην δεξασθαι την χαριν, επιλογης.
3.36 (λστ΄) Ο των καλων εραστης, κατα προνοιαν σοφιας λογοις εκουσιως επειγεται προς την της θεωσεως χαριν· ο δε τουτων ανεραστος, κατα την δικαιαν κρισιν, παιδειας τροποις ακουσιως κακιας απαγεται· ο μεν, ως φιλοθεος δια της προνοιας θεουμενος· ο δε, δια της κρισεως, ως φιλοϋλος εις κατακρισιν ελθειν μη συγχωρουμενος. Ο γαρ Θεος ως αγαθος, σοφιας μεν λογοις (≡15Δ_152≡> θεραπευει τους θελοντας· παιδειας δε τροποις τους προς αρετην δυσκινητους ιαται.
3.37 (λζ΄) Η μεν οντως πιστις, αληθεια εστι συνεκτικη τε και συστατικη, ψευδος ουκ εχουσα· η δε αγαθη συνειδησις, την της αγαπης επιφερεται δυναμιν, ως μηδεμιαν εχουσα παραβασιν εντολης.
3.38 (λη΄) Και επαναπαυσεται, φησιν, επ᾿ αυτον, επτα πνευματα· πνευμα σοφιας, πνευμα συνεσεως, πνευμα γνωσεως, πνευμα επιστημης, πνευμα βουλης, πνευμα ισχυος, πνευμα φοβου Θεου. Εστι δε ιδιον των πνευματικων τουτων χαρισματων, φοβου μεν, η αποχη των κακων· ισχυος δε, η πραξις των αγαθων· βουλης δε, η των αντικειμενων διακρισις· επιστημη δε, η των καθηκοντων ανοθευτος ειδησις· γνωσεως δε, η κατ᾿ ενεργειαν των εν ταις αρεταις θειων λογων περιληψις· συνεσεως δε, η προς τα γνωσθεντα διολου της ψυχης συνδιαθεσις· σοφιας δε, η προς Θεον αδιαγνωστος ενωσις, καθ᾿ ην τοις αξιοις η εφεσις απολαυσις γινεται, μεθεξει ποιουσα θεον τον μετεχοντα, και της θειας αυτον υποφητην καθιστωσα μακαριοτητος, κατα την αενναον προς τους δεομενους των θειων μυστηριων, ανεκπομπευτον προβολην και διεξοδον.
3.39 (λθ΄) Το πνευμα του φοβου του Θεου, των κατ᾿ ενεργειαν κακων εστιν αποχη· το δε πνευμα της ισχυος, η προς ενεργειαν και πραξιν των εντολων προθυμος ορμη και κινησις· το δε πνευμα της βουλης, η εξις της διακρισεως, καθ᾿ ην συν λογω τας θειας πραττομεν εντολας, και των κρειττονων διαιρουμεν τα χειρονα· το δε πνευμα της επιστημης, η των κατ᾿ αρετην της πραξεως τροπων απτωτος ειδησις· καθ᾿ ην πραττοντες, της ορθης του λογου κρισεως ουδαμως πιπτομεν· το δε πνευμα της γνωσεως, (≡15Δ_154≡> η των εντολων και των εν αυταις λογων περιληψις, καθ᾿ ους οι τροποι των αρετων συνεστηκασι· πνευμα δε συνεσεως εστιν, η προς τους τροπους και τους λογους των αρετων συγκαταθεσις, η κυριωτερον ειπειν, μεταποιησις, καθ᾿ ην συγκρασις γινεται των φυσικων δυναμεων (=1277=) δυναμεων προς τους τροπους και τους λογους των εντολων· πνευμα δε σοφιας εστιν, η προς την αιτιαν των εν ταις εντολαις πνευματικωτερων λογων αναληψις τε και ενωσις, καθ᾿ ην αγνωστως τους εν Θεω, κατα το θεμιτον ανθρωποις, απλως μυουμενοι των οντων λογους, ως εκ τινος βλυστανουσης πηγης της καρδιας, την εν τοις ολοις αληθειαν ποικιλως τοις αλλοις ανθρωποις προσφερομεν.
3.40 (μ΄) Απο μεν των εκ Θεου τελευταιων, ημιν δε προσεχων, επι τα πρωτα, και ημων μεν πορρω, τω δε Θεω προσεχη, καθ᾿ οδον και ταξιν αναβαινομεν. Απο γαρ της αργιας των κακων δια φοβου, επι την των αρετων δι᾿ ισχυος ερχομεθα πραξιν· απο δε της των αρετων πραξεως, επι την διακρισιν της βουλης· απο δε της διακρισεως, επι την εξιν των αρετων, ηγουν επιστημην· απο δε της εξεως των αρετων, επι την γνωσιν των εν αυταις ταις αρεταις λογων· απο δε ταυτης, εις την προς τους εγνωσμενους λογους των αρετων μεταποιητικην εξιν· φημι δε την συνεσιν· και απο ταυτης, εις την απλην της εν ολοις αληθειας ακριβη θεωριαν· αφ' ης ορμωμενοι, πολλους και ποικιλους εκ της των οντων αισθητων τε και νοητων ουσιων σοφης θεωριας, ευσεβεις λογους περι της αληθειας αποδωσομεν.
3.41 (μα΄) Το προς ημας κατ᾿ ενεργειαν πρωτον αγαθον, οπερ εστιν ο φοβος, τελευταιον απηριθμησατο της Γραφης ο λογος, ως σοφιας αρχην, αφ᾿ ου κινουμενοι, προς το της σοφιας τελος την συνεσιν, αναβαινομεν, μεθ᾿ ην προσεχεις αυτω γινομεθα τω Θεω, μονην την σοφιαν της προς αυτον ενωσεως μεσιτευουσαν εχοντες. Ου γαρ εστι δυνατον επιλαβεσθαι σοφιας, τον μη προτερον (≡15Δ_156≡> δια του φοβου, και των δια μεσου λοιπων χαρισματων, την τε λημην της αγνοιας, και τον της κακιας κονιορτον, εαυτου παντελως αποσεισαμενον. Δια τουτο Θεω μεν, προσεχη την σοφιαν, ημιν δε, τον φοβον η γραφικη ταξις διεθηκεν, ινα ημεις ευταξιας μαθωμεν ορον και νομον.
3.42 (μβ΄) Δια τουτων ουν αναβαινοντες των οφθαλμων της πιστεως, ηγουν φωτισμων, προς την θειαν της σοφιας συναγομεθα μοναδα· την γεγενημενην δι᾿ ημας των χαρισματων διαιρεσιν, προς την αιτιαν των χαρισματων συναγοντες, ταις κατα μερος των αρετων αναβασεσι, μηδεν των ειρημενων συνεργια Θεου παραλιμπανοντες, ινα μη κατ᾿ ολιγον αμελουντες, τυφλην ημων την πιστιν και ανομματον καταστησωμεν, ουκ εχουσαν τους δια των εργων του Πνευματος φωτισμους, και κολασθωμεν δικαιως εις (=1280=) απειρους αιωνας, ως εν εαυτοις κατα την πιστιν οσον το εφ᾿ ημιν, τους θειους εκτυφλωσαντες οφθαλμους.
3.43 (μγ΄) Πας ο της πιστεως εν εαυτω δια της αργιας των εντολων τους τοιουτους ανορυξας οφθαλμους, παντως κατακριτος, μηκετι τον Θεον εχων εις αυτον επιβλεποντα. Ει γαρ τας ενεργειας του Πνευματος, φησιν, οφθαλμους Κυριου προσαγορευει ο λογος, ο μη τουτους τη πραξει των εντολων διανοιγων, επιβλεποντα τον Θεον επ᾿ αυτον ουκ εχει. Δι᾿ αλλων γαρ, ως εικος, οφθαλμων επισκοπειν τους επι γης ου πεφυκεν ο Θεος, ειπερ θειας ορασεως ακτις εστιν, ο κατ᾿ αρετην ημων φωτισμος.
3.44 (μδ΄) Η σοφια μονας εστι, ταις εξ αυτης διαφοροις αρεταις ατμητως ενθεωρουμενη· και μονοειδως ταις αυτων ενεργειαις επινοουμενη· και παλιν απλη μονας αποδεικνυμενη, ταις προς αυτην των εξ αυτης αρετων αποκαταστασεσιν· οταν ημεις, δι᾿ ους κατα την εκαστης αρετης γενεσιν ποιειται την προοδον, ανατατικως δι᾿ εκαστης αρετης προς αυτην συναγομεθα.
(≡15Δ_158≡> 3.45 (με΄) Τυφλην εχει την πιστιν, ο τα κατα την πιστιν θεια προσταγματα μη εργαζομενος. Ει γαρ φως εισι τα του Θεου προσταγματα, δηλον οτι διχα θειου φωτος εστιν, ο μη πραττων τα θεια προσταγματα, και ψιλην, αλλ᾿ ουκ αληθη την θειαν περιφερεται κλησιν.
3.46 (μστ΄) Ουδεις αμαρτανων δυναται της αμαρτιας συνηγορον εχειν της σαρκος την ασθενειαν. Η γαρ προς τον Θεον Λογον ενωσις, ολην την φυσιν τη λυσει της καταρας ανερρωσεν, απροφασιστον ημιν ποιησαμενη την προς τα παθη της γνωμης προσπαθειαν. Η γαρ του Λογου θεοτης, κατα χαριν αει συνουσα τοις εις αυτον πιστευουσι, τον εν τη σαρκι νομον της αμαρτιας απομαραινει.
3.47 (μζ΄) Ο των παρα φυσιν παθων δια της εις Θεον πιστεως και αγαπης νικησας τας παραλογους επιθυμιας, ειτουν κινησεις, και αυτου του κατα φυσιν εξω γινεται νομου, και προς την χωραν των νοητων ολος μεταβιβαζεται, και το κατα φυσιν ομοφυλον, μετα των προσγενομενων αυτω, της αλλοτριας εαυτω συνεκβαλλει δουλειας.
3.48 (μη΄) Μη χαλινουμενη τω θειω φοβω κατα την πραξιν η γνωσις, τυφον εργαζεται, ως οικειον το δεδανεισμενον προβαλλεσθαι πειθουσα τον επ᾿ αυτη τυφωθεντα, προς οικειον επαινον τον ερανον του λογου ποιουμενον. Η δε πραξις τω θειω συναυξανουσα ποθω, την υπερ τα πρακτεα μη λαμβανουσα γνωσιν, τον πρακτικον εργαζεται ταπεινοφρονα, τοις υπερ την οικειαν δυναμιν λογοις προς εαυτον συστελλομενον.
(=1281=) 3.49 (μθ΄) Ουρανιον οικητηριον εστιν, η κατ᾿ αρετην απαθης εξις, και η μηδεν εχουσα πλανης πολεμουν αυτη νοημα γνωσις.
3.50 (ν΄) Ωσπερ τελος κινηθεισης μοναδος εστιν η μυριας, και (≡15Δ_160≡> αρχη μη κινηθεισης μυριαδος εστιν η μονας· αρχη γαρ παντος τελους, η κατ᾿ αυτο σαφως ακινησια καθεστηκε· και τελος πασης αρχης, η της κατ᾿ αυτην κινησεως υπαρχει συμπληρωσις· ουτω και η πιστις, αρχη κατα φυσιν αρετων υπαρχουσα, τελος εχει του δι᾿ αυτων αγαθου την συμπληρωσιν· και το κατα φυσιν αγαθον, ως αρετων τελος, αρχην εχον την πιστιν, προς αυτην ενδιαθετως συναγεται. Πιστις γαρ εστιν ενδιαθετον αγαθον, και αγαθον εστιν ενεργηθεισα πιστις. Πιστος δε κατα φυσιν, και αγαθος εστιν ο Θεος· το μεν, ως πρωτον αγαθον· το δε, ως εσχατον ορεκτον. Ταυτον δε ταυτα καθεστηκε παντι τροπω αλληλοις οντα, μηδενι λογω πλην του κατ᾿ επινοιαν αλληλων διαιρουμενα παντελως, δια την των απ᾿ αυτου αρχομενων, και εις αυτον ληγοντων, κινησιν. Αρα η μυριας εσχατου ορεκτου φερουσα τυπον, των προς αυτο κινουμενων τελειαν περιγραφει την εφεσιν· και η μονας, πρωτου αγαθου φερουσα συμβολον, των απ᾿ αυτου κινουμενων τελειαν επιφερεται βασιν.
3.51 (να΄) Πρωτη εστιν απαθεια, η παντελης αποχη των κατ᾿ ενεργειαν κακων, εν τοις εισαγομενοις θεωρουμενη· δευτερα δε, η παντελης κατα διανοιαν περι την των κακων συγκαταθεσιν αποβολη λογισμων, εν τοις μετα λογου την αρετην μετιουσι γινομενη, τριτη δε, η κατ᾿ επιθυμιαν περι τα παθη παντελης ακινησια, εν τοις δια των σχηματων τους λογους νοητως θεωμενοις των ορωμενων· τεταρτη δε εστιν απαθεια, η και αυτης της ψιλης φαντασιας παντελης καθαρσις, εν τοις δια γνωσεως και θεωριας καθαρον και διειδες εσοπτρον του Θεου ποιησαμενοις το ηγεμονικον, συνισταμενη. Ο τοινυν καθαρας εαυτον ενεργειας παθων, και της επ᾿ αυτοις κατα διανοιαν συγκαταθεσεως ελευθερωθεις, και της περι αυτα κατ᾿ επιθυμιαν κινησεως στασιν λαβων, και της αυτων ψιλης φαντασιας τον νουν καταστησας αμολυντον, τας τεσσαρας γενικας απαθειας εχων, εξερχεται της υλης και των υλικων, και προς την νοεραν και θειαν και ειρηνικην των νοητων επειγεται ληξιν.
(≡15Δ_162≡> (νβ΄) Πρωτην απαθειαν λεγει, την προς αμαρτιαν του σωματος κατ᾿ ενεργειαν ανεπαφον κινησιν· δευτεραν δε, την κατα ψυχην των εμπαθων λογισμων τελειαν αποβολην, δι᾿ ης των παθων απομαραινεται κατα την πρωτην απαθειαν κινησιν, εξαπτονας αυτην προς ενεργειαν ουκ εχουσα τους εμπαθεις λογισμους· τριτην δε, την περι τα παθη τελειαν της επιθυμιας ακινησιαν, δι᾿ ην και η δευτερα γινεσθαι πεφυκε, τη των λογισμων καθαροτητι συνισταμενη· τεταρτην δε λεγει απαθειαν, την κατα διανοιαν πασων των αισθητων φαντασιων τελειαν αποθεσιν καθ᾿ ην η τριτη την γενεσιν ειληφεν, ουκ εχουσα τας φαντασιας των αισθητων ειδοποιουσας αυτη των παθων τας εικονας.
(=1284=) 3.53 (νγ΄) Παντι πρακτικω, παιδος και παιδισκης δικην, ο λογος και η διανοια μοχθουσι, τους κατ᾿ αρετην της πραξεως τροπους επινοουντες τε και δημιουργουντες, και οιον πασαν εαυτων κατα των αντικειμενων τη πρακτικη πνευματων της πονηριας την δυναμιν εχοντες αντιτεταγμενην· πληρωσαντες δε την πρακτικην φιλοσοφιαν, ην ο εκτος των ενιαυτων παρεδηλωσεν αριθμος· ειρηται γαρ οτι ο εξ αριθμος, την πρακτικην σημαινει φιλοσοφιαν· ελευθεροι προς την πνευματικην απολυονται, δηλονοτι των εν τοις ουσι συγγενων λογων θεωριαν επανερχομενον, ο τε λογος και η διανοια.
3.54 (νδ΄) Αλλοφυλος παις εστι και παιδισκη, ο θυμος και η επιθυμια· ους υποζευγνυσι δια παντος τη δεσποτεια του λογου, προς υπηρεσιαν των αρετων, δι᾿ ανδριας και σωφροσυνης ο θεωρητικος νους, μη διδους αυτοις παντελως την προς ελευθεριαν αφεσιν, εως αν καταποθη τω νομω του πνευματος τελειως ο της φυσεως νομος, καθαπερ υπο ζωης απειρου, σαρκος δυστηνου θανατος, και πασα δειχθη καθαρως η της αναρχου βασιλειας εικων, πασαν εχουσα του αρχετυπου δια μιμησεως την μορφην· καθ᾿ ην γενομενος ο θεωρητικος νους, ελευθερους ποιειται τον τε θυμον και την επιθυμιαν· την μεν, προς την ακηρατον του θειου ερωτος ηδονην και την αχραντον θελξιν μετασκευαζων· (≡15Δ_164≡> την δε, προς ζεσιν πνευματικην και διαπυρον αεικινησιαν και σωφρονα μανιαν μεταβιβαζων.
3.55 (νε΄) Αναρχου βασιλειας εστιν εικων, η του νου περι την αληθη γνωσιν ατρεψια, και η της αισθησεως περι την αρετην αφθαρσια· της ψυχης και του σωματος, κατα την εν πνευματι προς τον νουν της αισθησεως μεταποιησιν, μονω τω θειω νομω του πνευματος αλληλοις συνδεδεμενων, καθ᾿ ην την αεικινητον του λογου και ζωσαν διαπαντος εχουσι διικνουμενην ενεργειαν· εν η πασα παντελως απεστι προς το Θειον απεμφασις.
3.56 (νστ΄) Ενεργουμενην επιθυμιαν φασιν ειναι την ηδονην, ειπερ παρον αγαθον, κατα τον αυτης εστιν ορισμον· ανενεργητον δε ηδονην, την επιθυμιαν, ειπερ μελλον αγαθον, κατα τον αυτης εστιν ορισμον· τον δε θυμον, μανιας μελετωμενην κινησιν, και την μανιαν θυμον ενεργουμενον. Ο γουν ταυτας υποταξας τω λογω τας δυναμεις, ευρησει, την μεν επιθυμιαν, (=1285=) αυτω γινομενην ηδονην, κατα την εν χαριτι προς το Θειον της ψυχης αχραντον συμπλοκην· τον δε θυμον, ζεσιν ακηρατον, της περι το Θειον ηδονης φρουρητικην, και σωφρονα μανιαν, της κατα την εφεσιν της ψυχης θελκτικης δυναμεως απο των οντων τελειως εκστατικην. Ουκουν εως εν ημιν ο κοσμος ζη, και η προς τα υλικα της ψυχης εκουσιος σχεσις, ου δει ταυταις παρεχειν ελευθεριαν ταις δυναμεσι, μηπως μιγεισαι τοις αισθητοις ως ομοφυλοις, πολεμησωσι την ψυχην, και λαβωσιν αυτην δορυαλωτον γεγενημενην τοις παθεσιν, ως παλαι την Ιερουσαλημ, οι Βαβυλωνιοι. Τον γαρ αιωνα καθ᾿ ον τους αλλοφυλους παιδας δουλευειν ο νομος εκελευσε, την προς τον κοσμον τουτον, ηγουν την παρουσαν ζωην, γνωμικην της ψυχης εσημανε σχεσιν ο λογος, δια των ιστορουμενων παραδεικνυς τα νοουμενα.
3.57 (νζ΄) Ηργμενον λεγει, το κακον· αρχην γαρ εχει την ημων (≡15Δ_166≡> παρα φυσιν κινησιν· ουκ ηργμενον δε, το αγαθον· προ παντος γαρ αιωνος και χρονου, φυσει το αγαθον. Νοητον λεγει το αγαθον, ο δει μονον νοειν· ρητον δε λεγει το αγαθον, αυτο γαρ δει μονον λαλεισθαι. Και γινομενον λεγει το αγαθον· κατα φυσιν γαρ υπαρχον αγεννητον, κατα χαριν δια φιλανθρωπιαν παρ᾿ ημων ανεχεται γινεσθαι, προς την ημων των ποιουντων και λαλουντων εκθεωσιν, οπερ δει μονωτατον γινεσθαι· ου ποιουμενον δε το κακον, οπερ δει μονον μη γινεσθαι. Φθαρτον λεγει το κακον· φθορα γαρ εστιν η του κακου φυσις, ουδαμως κατ᾿ ουδεν υπαρξιν εχουσα· αφθαρτον δε το αγαθον, ως αει ον, και μηδεποτε του ειναι παυομενον, και παντων οις εγγινηται, φρουρητικον. Τουτο γουν, τω μεν λογιστικω, ζητουμεν· τω δε επιθυμητικω, ποθουμεν· τω δε θυμικω φυλαττομεν ασυλον· τω δ᾿ αισθητικω κατ᾿ επιστημην, αμιγες αυτο των εναντιων διακρινομεν· τω δε φωνητικω, λαλουντες αυτο ποιουμεν τοις αγνοουσι φανερον· και τω γονιμω, πληθυνομεν αυτο· μαλλον δ᾿ αληθες ειπειν, ημεις κατ᾿ αυτο πληθυνομεθα.
3.58 (νη΄) Δει τον θεωρητικον νουν, βασιλευοντα των εν τοις ουσι νοηματων τε και θεαματων, και των οικειων κινηματων, εξιν αγονον εχειν κακιας· τουτεστι, κακιαν μητε συλλαμβανουσαν παντελως, μητε τικτουσαν· εφ᾿ ης αυτον δει περι θεωριαν κινουμενον φερεσθαι, μηπως πνευματικην ποιουμενος την των οντων διασκεψιν, λαθων περιπεση τινι των παραφθειρειν δια τινος των αισθητων πεφυκοτων πονηρων πνευματων, την αγνη της καρδιας διαθεσιν.
(=1288=) 3.59 (νθ΄) Ο κενοδοξια τινι, δι᾿ αρετην η γνωσιν τρωθεις, την κομην ματαιως διατρεφων, καθαπερ Αβεσαλων, της οιησεως, επιτετεχνασμενην τε και μικτην ωσπερ ημιονον προς απατην (≡15Δ_168≡> των θεωμενων, την ηθικην επιδεικνυται πολιτειαν· εφ᾿ ης αιωρουμενος, οιεται τον γεννησαντα δια της διδασκαλιας του λογου πατερα χειρωσασθαι, πασαν βουλομενος την τω πατρι προσουσαν θεοθεν δοξαν της αρετης και της γνωσεως, ως υπερηφανος εις εαυτον τυραννικως εφελκυσασθαι. Αλλ᾿ ο τοιουτος εξελθων εις το πλατος της εν πνευματι φυσικης θεωριας, προς τον υπερ αληθειας λογικον πολεμον, δια την ζωσαν αισθησιν, τω δασει της δρυος των υλικων θεαματων κρατειται της κομης, αυτην εχων συνδεσμουσαν προς θανατον, την διακενον οιησιν, την κρεμνουσαν αυτον αναμεσον του ουρανου, και αναμεσον της γης. Ου γαρ εχει γνωσιν ο κενοδοξος, καθαπερ ουρανον ενελκουσαν αυτον της κατασπωσης οιησεως· ουδ᾿ αυ παλιν γην, την εν τη ταπεινωσει λεγω βασιν της πραξεως, καθελκουσαν αυτον της ανασπωσης φυσιωσεως· ον πενθει και θανοντα δια φιλανθρωπιαν ως φιλοθεος ο γεννησας διδασκαλος, μιμησει Θεου, μη βουλομενος τον θανατον του αμαρτωλου, ως το επιστρεψει, και ζην αυτον.
3.60 (ξ΄) Αρχη και τελος εστι της εκαστου σωτηριας, η σοφια· φοβον μεν αρχομενη πρωτον δημιουργουσα, και ποθον υστερον τελειουμενη συνιστωσα· μαλλον δε φοβος αυτη κατ᾿ αρχας δι᾿ ημας οικονομικως γινομενη, ινα παυση κακιας τον εραστην, και ποθος υστερον φυσικως ευρισκομενη δι᾿ εαυτην κατα το τελος, ινα πληρωση γελωτος νοητου, τους την αυτης παντων των οντων αλλαξαμενους συμβιωσιν.
3.61 (ξα΄) Η σοφια και φοβος εστι, κατα την αποφυγην γινομενη στερησις, τοις ουκ ορεγομενοις αυτης· και ποθος εστιν, εξις απολαυστικης ενεργειας ευρισκομενη τοις αγαπωσιν αυτην. Αυτη γαρ ελπιδι κολασεως παθων απαλλασσουσα, και φοβον ποιει· και ποθον εργαζεται, τη των αρετων επικτησει τον νουν εθιζουσα βλεπειν τα μελλοντα.
(≡15Δ_170≡> 3.62 (ξβ΄) Πασα εξομολογησις, ταπεινοι την ψυχην· η μεν, χαριτι Θεου δικαιωθεισαν· η δε, ραθυμια γνωμην οικειας επ᾿ εγκλημασιν ενεχομενην, αυτην εκδιδασκουσα.
3.63 (ξγ΄) Διττος ο της εξομολογησεως λογος· ο μεν, επ᾿ ευχαριστια των δεδωρημενων αγαθων γινομενος· ο δε, επ᾿ ελεγχω και ετασμω των κακως πεπραγμενων λεγομενος. Εξομολογησις γαρ λεγεται, και η των ευ πεπονθοτων μετ᾿ ευχαριστιας των θειων ευεργεσιων απαριθμησις, και η των κακως πεπραγμενων παρα των υπαιτιων εξαγορευσις· αμφοτερα δε, ταπεινωσεως υπαρχει ποιητικα. Ο τε γαρ επ᾿ αγαθοις ευχαριστιων ομου, (=1289=) και ο επ᾿ εγκλημασιν εταζομενος, ταπεινουται· ο μεν, εαυτον αναξιον κρινων των δοθεντων καλων· ο δε, λαβειν αφεσιν των πλημμεληθεντων δεομενος.
3.64 (ξδ΄) Το της υπερηφανιας παθος, εκ δυο συνεστηκεν αγνοιων. Δυο δε συνελθουσαι προς ενωσιν αγνοιαι, μιαν φρονησιν συγκεχυμενην αποτελουσι. Μονος γαρ εκεινος εστιν υπερηφανος, ο και την θειαν βοηθειαν, και την ανθρωπινην αγνοησας ασθενειαν. Ουκουν υπερηφανια εστι, θειας και ανθρωπινης γνωσεως στερησις. Τη γαρ των αληθων ακρων αποφασει, μια και ψευδης υπαρχει καταφασις.
3.65 (ξε΄) Η κενοδοξια, σκοπου μεν του κατα Θεον εστιν εκστασις· προς δε αλλον σκοπον παρα τον θειον υπαρχει μεταβασις. Κενοδοξος γαρ εστιν, ο της οικειας, αλλα μη της θειας ενεκα δοξης, την αρετην επιτηδευων, και πονοις οικειοις τους εξ ανθρωπων ανυποστατους επαινους ωνουμενος.
3.66 (ξστ΄) Ο ανθρωπαρεσκος, μονων επιμελειται των φαινομενων ηθων, και μην και λογου του κολακος· ινα τοις μεν την ορασιν, τω δε την ακοην σφετεριζηται, των μονοις ηδομενων η και καταπληττομενων τοις φαινομενοις τε και ακουομενοις, και μονη τη αισθησει περιγραφοντων την αρετην. Ανθρωπαρεσκειαν (≡15Δ_172≡> ουν φαμεν, την ως επ᾿ αρετη δι᾿ ανθρωπους γινομενην των ηθων τε λογων επιδειξιν.
3.67 (ξζ΄) Υποκρισις εστι, φιλιας προσποιησις· η μισος, σχηματι φιλιας κεκαλυμμενον· η εχθρα, δι᾿ ευνοιας ενεργουμενη· η φθονος, αγαπης χαρακτηρα μιμουμενος· η βιος, αρετης πλασματι, αλλ᾿ ου πραγματι το κοσμιον εχων· η δικαιοσυνης προσποιησις, τη του ειναι δοκησει συντηρουμενη· η απατη, αληθειας εχουσα μορφωσιν· ην οι τον οφιν τη των ηθων σκολιοτητι μιμουμενοι, επιτηδευουσιν.
3.68 (ξη΄) Η των οντων αιτια, και των εν τοις ουσιν αγαθων, εστιν ο Θεος. Ο τοινυν περι την αρετην η την γνωσιν επαιρομενος, και μη τω μετρω της εν χαριτι αρετης ητοι προκοπης, συνεπεκτεινων της οικειας ασθενειας την επιγνωμοσυνην, το της υπερηφανιας κακον ου διεφυγεν. Ο δε δοξης ενεκεν ιδιας το καλον επιτηδευων, εαυτον του Θεου προτετιμηκε, τω της κενοδοξιας ηλω περιπαρεις. Ο δε προς το θεαθηναι τοις ανθρωποις, ποιων η λαλων την αρετην, της θειας πολλω την ανθρωπινην αποδοχην υπερεθηκε, τω της αθρωπαρεσκειας παθει νοσηλευομενος· ο δε μονον τη κατ᾿ αρετην σεμνοτητι προς απατην κακουργως επιχρωσας τα ηθη, και την πονηραν της γνωμης διαθεσιν τω φαινομενω σχηματι καλυπτων της ευλαβειας, τω της υποκρισεως εξωνειται δολω την αρετην. Ουκουν ο τοιουτος, επ᾿ αλλα παρα την αιτιαν εκαστου τουτων απηγαγε τον σκοπον.
3.69 (ξθ΄) Ουδεις των πονηρων δαιμονων, του εναρετου (=1292=) ποτε κωλυει το προθυμον· αλλα και μαλλον τας ελλειψεις δολερως περικοψας των αρετων, τας επιτασεις υπαγορευει, τοις αγωνισταις συμπροθυμουμενος· ινα προς εαυτον ολην ποιησηται του ασκουμενου την εννοιαν, παραπολεσασαν το ισον της μεσοτητος σταθμισιν, και λαθη προς αλλο παρα το δοκουν οδευουσα καταγωγιον.
(≡15Δ_174≡> 3.70 (ο΄) Οι δαιμονες ουτε σωφροσυνην μισουσιν, ουτε νηστειαν βδελυσσονται· ου χρηματων διαδοσιν, ου φιλοξενιαν, ου ψαλμωδιαν, ου σχολην αναγνωσεως, ουχ ησυχιαν, ου των μαθηματων τα υψηλοτατα, ου χαμευνιαν, ουκ αγρυπνιαν, ου τα λοιπα παντα, δι᾿ων ο κατα Θεον χαρακτηριζεται βιος, εως προς αυτους νενευκεν ο σκοπος και η αιτια των γινομενων.
3.71 (οα΄) Τους μεν αλλους δαιμονας, ταχιον ισως ο ασκητης καταλαβομενος, ραδιως την εξ αυτων βλαβην διαδιδρασκει· τους δε δοκουντας συνεργειν τω δρομω της αρετης, και οιον συνοικοδομειν βουλομενους τον ναον Κυριω, τις αν των αγαν υψηλων καταλαβοι νους, χωρις του δια παντων χωρουντος ενεργους λογου και ζωντος, και διικνουμενου αχρι μερισμου ψυχης και πνευματος, τουτεστι, διαγινωσκοντος τινα των εργων η νοηματων εισι ψυχικα, τουτεστιν ειδη φυσικα της αρετης η κινηματα, και τινα τυγχανει πνευματικα, τουτεστιν, υπερ φυσιν και Θεον χαρακτηριζοντα· τη φυσει δε κατα χαριν διδομενα· αρμων τε και μυελων, την προς τους πνευματικους λογους των κατ᾿ αρετην τροπων, αρμοδιον η αναρμοδιον διολου συννευσιν επισταμενου, κρινοντος τε τας ενθυμησεις και τας εννοιας των καρδιων, τουτεστι, τας επι τοις ειρημενοις αφανεις κατα το βαθος σχεσεις, ω ουκ εστι κτισις αφανης, εν ημιν τοις λανθανειν δοκουσι· παντα δε γυμνα και τετραχηλισμενα, ου μονον τα γεγενημενα τε και νενοημενα, αλλ᾿ ηδη και τα γεννησομενα παρ᾿ ημων και νοηθησομενα.
3.72 (οβ΄) Μερισμον ψυχης και πνευματος λεγει, την διαφοραν των εκ φυσεως αρετων, ων φυσικως εχομεν τους λογους· και των (≡15Δ_176≡> εκ πνευματος, ων κατα δωρεαν δεχομεθα την χαριν. Τουτων γαρ ευκρινως την διαστολην ποιειται κρινων ο λογος.
3.73 (ογ΄) Τας ενθυμησεις και τας εννοιας, ων εστι κριτικος ο λογος, φησιν ειναι τας της ψυχης επι τε τοις θειοις λογοις και τοις λογισμοις σχεσεις, και τας αυτων δηλαδη των σχεσεων αιτιας. Η γαρ ενθυμησις, κινει μνημην, ης οικειον η σχεσις· η δε εννοια περας αποσκοπει, οπερ αιτιαν χαρακτηριζει.
3.74 (οδ΄) Ει κατ᾿ ουσιαν γνωσις εστιν ο Θεος, προηγειται δε σαφως πασης γνωσεως νους, ω και υποπιπτειν πεφυκεν· αρα υπερ ταυτην εστιν ο Θεος, οτι και υπερ παντα νουν, ω γνωσις καθ᾿ οτιουν πεφυκεν υποπιπτειν, υπεραπειρως καθεστηκε.
(=1293=) 3.75 (οε΄) Τις τον θειον ουκ εχων ενοικουντα λογον τω βαθει της καρδιας, δυνησεται τους αφανεις δολους της καθ᾿ ημων υποκρισεως των δαιμονων υποκλινας, στηναι καθ᾿ εαυτον μονωτατος, χωρις τινος επιμιξιας, και οικοδομησαι του Κυριου τον ναον, κατα τον μεγαν Ζοροβαβελ και τον Ιησουν και τους ηγουμενους των πατριων, φασκοντας διαρρηδην μεγαλη τη φωνη τοις απατεωσι πνευμασι της υπερηφανιας και της κενοδοξιας και της ανθρωπαρεσκιας και της υποκρισεως· Ουχ ημιν και υμιν του οικοδομησαι τον οικον Κυριω τω Θεω ημων· ημεις γαρ μονοι οικοδομησομεν τω Κυριω του Ισραηλ· γινωσκων ως η τουτων επιμιξια, της ολης οικοδομης ποιειται φθοραν και καθαιρεσιν, και συλα της των θειων αναθηματων ευπρεπειας την χαριν.
3.76 (οστ΄) Ουδεις δυναται τινα των ειρημενων δαιμονων εχων την αρετην συμμετερχομενον, ταυτην τω Κυριω οικοδομησαι· ου (≡15Δ_178≡> γαρ εχει τον Θεον των γινομενων τελος, ον θεωμενος ταυτην διεξεισι· αλλα το παθος, οπερ δια ταυτης συνιστησιν.
3.77 (οζ΄) Οι κατ᾿ ελλειψιν αρετης πολεμουντες, δαιμονες εισιν, οι πορνειαν και μεθην, φυλαργυριαν τε και φθονον διδασκοντες· οι δε καθ᾿ υπερβολην πολεμουντες, εισιν οι την οιησιν και την κενοδοξιαν και την υπερηφανιαν διδακοντες, και δια των δεξιων τοις αριστεροις επικεκρυμμενως εμπειροντες.
3.78 (οη΄) Ειθε γενοιτο και ημας αει λεγειν τοις εν πλασματι φιλιας πνευματικης αορατως προσβαλλουσι πνευμασι της πονηριας, και δια του αγαθου λεληθοτως βουλομενοις κατεργασασθαι της αμαρτιας τον θανατον και λεγουσι· Συνοικοδομησομεν υμιν τον ναον τω Κυριω υμων· Ουχ ημιν και υμιν του οικοδομησαι τον οικον Κυριω τω Θεω ημων· ημεις γαρ μονοι οικοδομησομεν τω Κυριω του Ισραηλ. Μονοι μεν, οτι των κατ᾿ ελλειψιν της αρετης πολεμουντων ελευθερωθεντες πνευματων, ων και εκβεβηκαμεν, ου βουλομεθα ταις υπερβολαις δι᾿ υμων επαρθεντες παλιν περιπαρηναι, και πεσειν πτωσιν, τοσουτον της προτερας χαλεπωτεραν, οσον της μεν ην επανοδου ελπις ευχερης, συγγνωσθεισι δια την ασθενειαν· τη δε, η ουκ εστιν, η δυσχερης εσται μισηθεισι δια την υπερηφανιαν, και του δεξιου ποιουμενοις ετερον τι δεξιωτερον. Ου μονοι δε παλιν, οτι τους αγιους αγγελους εχομεν των καλων συλληπτορας· μαλλον δε τον Θεον αυτον, ημιν εαυτον εμφανιζοντα δια των εργων της δικαιοσυνης, και ημας εαυτω ναον αγιον οικοδομουντα, και παντος παθους ελευθερον.
3.79 (οθ΄) Αρετης ορος εστιν, η της ανθρωπινης ασθενειας κατ᾿ επιγνωσιν προς την θειαν δυναμιν ενωσις. Ο τοινυν εαυτον τη ασθενεια περιγραφων της φυσεως, προς τον ορον ουκ ηλθε της (≡15Δ_180≡> αρετης· και δια τουτο πλημμελει, (=1296=) μηπω λαβων την το ασθενες ενισχυουσαν δυναμιν. Ο δε της θειας δυναμεως την οικειαν ασθενειαν, ως ισχυν αυθαδως αντιπροβαλομενος, τον ορον παρηλθε της αρετης· και δια τουτο πλημμελων, ως του κατοπιν υπερφερους παρ᾿ εαυτω γινομενου, ουκ επιγινωσκει· αρετην γαρ ειναι νομιζει το πλημμελημα. Συγγνωστος ουν μαλλον ο τη κατα φυσιν ασθενεια εαυτον περιγραψας, παθων μαλλον εκ ραθυμιας την εκπτωσιν της αρετης· η ο την οικειαν ασθενειαν ως ισχυν προς την των καθηκοντων ποιησιν αντιπροβαλομενος της θειας δυναμεως, δρασας μαλλον εξ αυθαδειας της αρετης την εκπτωσιν.
3.80 (π΄) Επειδη ειρηται· Πολυ ισχυει δεησις δικαιου ενεργουμενη, κατα δυο τροπους οιδα ταυτην ενεργουμενην· καθ᾿ ενα μεν, οποταν μετα των κατ᾿ εντολην εργων, τω Θεω την ταυτης ποιηται προσαγωγην της δεησεως ο ευχομενος, ως μη μονον εν ψιλω λογω και διακενω φωνης ηχω της γλωττης εκπιπτουσαν αργην κεισθαι την δεησιν, και ανυποστατον, αλλ᾿ ενεργον και ζωσαν, τοις εργοις των εντολων ψυχουμενην. Ευχης γαρ και δεησεως υποστασις, η δια των αρετων των εντολων υπαρχει προδηλως εκπληρωσις, καθ᾿ ην ισχυραν και παντα δυναμενην ο δικαιος εχει την δεησιν, ενεργουμενην ταις εντολαις. Καθ᾿ ετερον δε τροπον, οποταν ο της ευχης του δικαιου δεομενος, τα εργα της ευχης διαπραττηται, τον τε προτερον διορθουμενος βιον, και την δεησιν ισχυραν του δικαιου ποιουμενος, δια της οικειας καλης αναστροφης δυναμουμενην.
3.81 (πα΄) Ουδεν οφελος της του δικαιου δεησεως, του ταυτης χρηζοντος, πλεον των αρετων ηδομενου τοις πλημμελημασιν. Επει και ο μεγας ποτε Σαμουηλ επενθει τον Σαουλ πλημμελουντα· αλλ᾿ ουκ ισχυσε τον Θεον ιλεωσασθαι, μη λαβων συλληπτορα (≡15Δ_182≡> του πενθους την καθηκουσαν του πλημμελουντος διορθωσιν. Διο του ανονητου πενθους ο Θεος καταπαυων τον εαυτου θεραποντα, φησι προς αυτον, Εως ποτε συ πενθεις επι Σαουλ, και εγω εξουδενωκα αυτον, του βασιλευει επι τον Ισραηλ;
3.82 (πβ΄) Και παλιν Ιερεμιας ο συμπαθεστατος, υπερ του λαου των Ιουδαιων, περι την πλανην μανεντος των δαιμονιων, (=1297=) ουκ εισακουεται προσευχομενος, ουκ εχων εις προσευχης δυναμιν, την απο της πλανης των αθεων Ιουδαιων επιστροφην. Οθεν του διακενης προσευχεσθαι και τουτο απαγων ο Θεος, φησι, Και συ μη προσευχου περι του λαου τουτου, και μη αξιου τους ελεηθηναι αυτους, και μη ευχου, και μη προσελθης μοι περι αυτων ετι, οτι ουκ εισακουσομαι.
3.83 (πγ΄) Πολλης οντως εστιν αβελτηριας, ινα μη λεγω παραφροσυνης, δι᾿ ευχης δικαιων επιζητειν σωτηριαν, τον κατα διαθεσιν τοις ολεθριοις ηδομενον· κακεινων αιτεισθαι συγχωρησιν, οις εγκαυχαται κατ᾿ ενεργειαν προθεσει σπιλουμενος, δεον μη αργην εαν γινεσθαι και ακινητον του δικαιου την δεησιν, τον ταυτης δεομενον, ειπερ αληθως τοις πονηροις απεχθανεται· αλλ᾿ ενεργον ποιειν και ισχυραν, ταις οικειαις αρεταις πτερουμενην, και φθανουσαν τον συγχωρησιν διδοναι των πλημμεληθεντων δυναμενον.
3.84 (πδ΄) Πολυ ισχυει του δικαιου η δεησις, ειτε εκ του ποιουμενου ταυτην δικαιου, ειτε εκ του γινεσθαι αυτην αιτουμενου τον δικαιον, ενεργουμενη. Υπο μεν γαρ του δικαιου ενεργουμενη, διδωσιν αυτω παρρησιαν προς τον δουναι δυναμενον τα των δικαιων αιτηματα· υπο δε του ταυτην αιτουμενου τον δικαιον, της προτερας αυτον μοχθηριας αφιστησι, μεταβαλλουσα προς αρετην αυτω την διαθεσιν.
(≡15Δ_184≡> 3.85 (πε΄) Του Αποστολου ειρηκοτος, Εν ω αγαλλιασθε ολιγον αρτι, ει δεον εστι λυπηθεντας υμας εν ποικιλοις πειρασμοις, πως τις λυπουμενος εν πειρασμοις δυναται αγαλλιασθαι εν ω λυπειται;
3.86 (πστ΄) Την λυπην διττην οιδε της αληθειας ο λογος· την μεν, κατα ψυχην αφανως· την δε, κατ᾿ αισθησιν φανερως συνισταμενην· και την μεν, ολον ψυχης το βαθος περιλαμβανουσαν, τη μαστιγι της συνειδησεως αικιζομενον· την δε, πασαν την αισθησιν περιγραφουσαν, τω βαρει των αλγεινων συστελλομενην της φυσικης διαχυσεως· και την μεν, της κατ᾿ αισθησιν ηδονης· την δε, της κατα ψυχην ευφροσυνης τελος υπαρχουσαν· μαλλον δε την μεν, των κατ᾿ αισθησιν γνωμικων· την δε, των κατ᾿ αυτην συμπερασμα παρα γνωμην παθων τυγχανουσαν.
3.87 (πζ΄) Λυπη εστι, κατ᾿ εμε φαναι, διαθεσις ηδονων εστερημενη· στερησις δε καθεστηκεν ηδονων, πονων επαγωγη· πονος δε σαφως εστι, φυσικης εξεως ελλειψις η υποχωρησις· ελλειψις δε φυσικης εστιν εξεως, παθος της κατα φυσιν υποκειμενης τη εξει δυναμεως. Το δε παθος της κατα φυσιν υποκειμενης τη εξει δυναμεως εστιν, ο κατα την παραχρησιν της φυσικης ενεργειας τροπος· παραχρησις δε του κατ᾿ ενεργειαν τροπου καθεστηκεν, η προς το μη πεφυκος κατα φυσιν και υφισταμενον της δυναμεως κινησις.
(=1300=) 3.88 (πη΄) Την κατα ψυχην λυπης τελος ειναι φησι της κατ᾿ αισθησιν ηδονης· εκ γαρ ταυτης συνισταται λυπη ψυχης· ωσπερ ουν και της κατα ψυχην ηδονης τελος εστιν η κατα σαρκα λυπη· ψυχης γαρ ευφροσυνη σαρκος γινεται κολασις.
3.89 (πθ΄) Διττην την λυπην λεγει· την μεν, περι την αισθησιν, κατα (≡15Δ_186≡> στερησιν των σωματικων ηδονων συνισταμενην· την δε, περι νουν κατα στερησιν των της ψυχης αγαθων γινομενην. Διττους δε λεγει και τους πειρασμους, τους μεν, εκουσιους· τους δε, ακουσιους. Και τους μεν, εκουσιους, της κατ᾿ αισθησιν σωματικης ειναι πατερας· της δε κατα ψυχην λυπης [ unus Reg. οδυνης] ειναι γεννητορας· μονη γαρ πραχθεισα λυπει την ψυχην η αμαρτια· τους δ᾿ ακουσιους, οιτινες εν τοις παρα γνωμην δεικνυνται πονοις, της μεν κατα ψυχην ηδονης ειναι πατερας· της δε κατ᾿ αισθησιν σωματικης λυπης ειναι γεννητορας.
3.90 (ƒ΄) Ωσπερ την λυπην διττην, ως εφην, οιδεν ο λογος, ουτω και των πειρασμων διττον επισταται τον τροπον· τον μεν, κατα γνωμην· τον δε, παρα γνωμην· και τον μεν, εκουσιων ηδονων δημιουργον, τον δε ακουσιων οδυνων επακτικον. Ο γαρ κατα γνωμην πειρασμος, τας κατα προαιρεσιν εκουσιους σαφως συνιστησιν ηδονας. Ο δε παρα γνωμην, προδηλως τους ακουσιους παρα προαιρεσιν εφιστησι πονους· και ο μεν, της κατα ψυχην, ο δε, της κατ᾿ αισθησιν λυπης καθεστηκεν αιτιος.
3.91 (ƒα΄) Ο μεν κατα γνωμην πειρασμος, την κατα ψυχην λυπην συνιστησι· την δε κατ᾿ αισθησιν δημιουργει σαφως ηδονην· ο δε παρα γνωμην, την μεν της ψυχης ηδονην, την δε της σαρκος λυπην υφιστησιν.
3.92 (ƒβ΄) Οιμαι τον Κυριον ημων και Θεον, πως δει προσευχεσθαι τους οικειους διδασκοντα μαθητας, προς το, το κατα γνωμην ειδος των πειρασμων απευχεσθαι φασκειν, Και μη εισενεγκης ημας εις πειρασμον· των ηδονικων δηλονοτι και γνωμικων και εκουσιων πειρασμων, μη εγκαταλειφθηναι πειραν λαβειν ευχεσθαι· τον δε μεγαν Ιακωβον του Κυριου λεγομενον αδελφον, προς το των ακουσιων πειρασμων ειδος, διδασκοντα μη συστελλεσθαι τους υπερ αληθειας αγνωνιζομενους, φαναι. (≡15Δ_188≡> Πασαν χαραν ηγησασθε, αδελφοι μου, οταν πειρασμοις περιπεσητε ποικιλοις, δηλονοτι τοις ακουσιοις και παρα γνωμην, και πονων ποιητικοις πειρασμοις. Και δηλουσι σαφως, εκει μεν, επαγων ο Κυριος, Αλλα ρησαι ημας απο του πονηρου· ενταυθα δε ο μεγας Ιακωβος, Γινωσκοντες οτι το δοκιμιον υμων της πιστεως, κατεργαζεται υπομονην· η δε υπομονη, εργον τελειον εχετω, ινα ητε τελειοι και ολοκληροι, εν μηδενι λειπομενοι.
(=1301=) 3.93 (ƒγ΄) Ο μεν Κυριος απευχεσθαι τους εκουσιους ημας διδασκει πειρασμους, ως σαρκος μεν, ηδονης· ψυχης δε, ποιητικους οδυνης· ο δε μεγας Ιακωβος, επι τοις ακουσιοις ημιν παραινει χαιρειν πειρασμοις, ως σαρκος μεν ηδονην, ψυχης δε οδυνην αφαιρουμενοις.
3.94 (ƒδ΄) Τελειος εστιν, ο τοις εκουσιοις δι᾿ εγκρατειας μαχομενος, και τοις ακουσιοις δι᾿ υπομονης εγκαρτερων πειρασμοις· και ολοκληρος εστιν, ο και την πραξιν μετα γνωσεως, και την θεωριαν ουκ απρακτον διανυων.
3.95 (ƒε΄) Διηρημενης εις ψυχην τε και αισθησιν της τε λυπης και της ηδονης, ο την της ψυχης περιποιουμενος ηδονην, την δε της αισθησεως μεθ᾿ υπομονης καταδεχομενος λυπην, δοκιμος γινεται και τελειος και ολοκληρος· δοκιμος μεν, δια την πειραν των κατ᾿ αισθησιν εναντιων· τελειος δε, ως τη κατ᾿ αισθησιν ηδονη τε και λυπη δι᾿ εγκρατειας και υπομονης ανενδοτως μαχομενος· ολοκληρος δε, ως τας μαχομενας ταις κατ᾿ αισθησιν αλληλαις αντικειμεναις διαθεσεσιν εξεις, εν τη σταθεροτητι της κατα τον λογον ταυτοτητος, αλωβητους διαφυλαττων· φημι δε την πραξιν και την θεωριαν, αλληλαις συνεχομενας, και μηδεμιαν της ετερας διεζευγμενην· αλλα την μεν πραξιν της θεωριας την γνωσιν δια των τροπων προφαινουσαν· την δε θεωριαν, ουχ ηττον του λογου την αρετην τεθωρακισμενην της πραξεως.
(≡15Δ_190≡> 3.96 (ƒστ΄) Ο λυπης και ηδονης σαρκος πειραν λαβων, λεγοιτ᾿ αν δοκιμος· ως ευχερειας και δυσχερειας των περι σαρκα πραγματων πεπειραμενος. Τελειος δε, ο την ηδονην της σαρκος και την οδυνην τη του λογου δυναμει καταπαλαισας· ολοκληρος δε, ο τας κατα πραξιν και θεωριαν εξεις, ατρεπτους τη περι τον θειον ποθον συντονια διατηρησας.
3.97 (ƒζ΄) Της μεν κατα ψυχην λυπης εστι, διττος ο τροπος· ο μεν, επι τοις οικειοις· ο δε, επι τοις αλλοτριοις πλημμελημασι συνισταμενος. Αιτια δε της τοιαυτης λυπης, η κατ᾿ αισθησιν του λυπουμενου σαφως, η των δι᾿ ους λυπειται καθεστηκεν ηδονη. Κατα γαρ τον ακριβη λογον, ουκ εστι παντελως αμαρτια σχεδον εν ανθρωποις, μη της ψυχης προς αισθησιν, ηδονης ενεκεν αλογιστον σχεσιν, αρχην της οικειας γενεσεως εχουσα. Της δε κατα ψυχην ηδονης αιτια, προδηλως εστιν, η κατ᾿ αισθησιν του επι ταις οικειαις η ταις αλλοτριαις αρεταις ηδομενου τε και χαιροντος λυπη. Κατα γαρ τον ακριβη λογον, ουκ εστιν αρετη σχεδον εν ανθρωποις, μη της ψυχης προς αισθησιν λελογισμενην αποδιαθεσιν, αρχην της οικειας γενεσεως εχουσα.
3.98 (ƒη΄) Χωρις της κατα ψυχην εμπαθους προς αισθησιν σχεσεως, ουκ εστιν εν ανθρωποις παντελως αμαρτια· πασης δε λυπης συνισταμενης κατα ψυχην, ηδονη σαρκος προηγειται.
3.99 (ƒθ΄) Γενεσις αρετης εστιν αληθης, η προς την σαρκα της ψυχης εκουσιος αλλοτριωσις· ευφραινει δε ψυχην πνευματικως, ο τοις εκουσιοις την σαρκα πονοις δαμαζων.
(=1304=) 3.100 (ρ΄) Της ψυχης υπερ αρετης προς την αισθησιν αποδιαθεσιν κτησαμενης, εξαναγκης η αισθησις εν πονοις εσται, την των ηδεων επινοητικην συνημμενην αυτη κατα την γνωμικην σχεσιν, της ψυχης ουκ εχουσα δυναμιν· τουναντιον δε, την μεν των αυτης (≡15Δ_192≡> φυσικων ηδονων επαναστασιν, δι᾿ εγκρατειας ανδρικως απορραπιζουσαν· προς δε την των παρα φυσιν και ακουσιων πονων επαγωγην, δια της υπομονης, αμειλικτον παντελως διαμενουσαν, και της κατ᾿ αρετην θεοπρεπους αξιας τε και δοξης δια την ανυποστατον ηδονην ουκ εξισταμενην, και προς την των πονων αντιληψιν φειδοι της σαρκος δια την οδυνωσαν αισθησιν, του υψους των αρετων ουκ αποπιπτουσαν. Της δε κατ᾿ αισθησιν λυπης αιτια καθεστηκεν, η προς τα κατα φυσιν της ψυχης παντελης ασχολια. Την δε κατ᾿ αισθησιν ηδονην, η παρα φυσιν ενεργεια της ψυχης προδηλως υφιστησιν, αλλην αρχην εχειν ου δυναμενην συστασεως, η την ψυχης των κατα φυσιν αποθεσιν.

ΕΚΑΤΟΝΤΑΣ ΤΕΤΑΡΤΗ

(≡15Δ_194≡> 4.1 (α΄) Επινοητικην οιδε την νοεραν της ψυχης δυναμιν· ητις χωριζομενη της κατ᾿ αισθησιν σχεσεως, ερημον της προς ηδονην την σαρκα καταλιμπανει προνοιας, κατα την εν γνωμη σχεσιν, ουδε την οδυνην της σαρκος ανεχομενη παραμυθεισθαι, δια την εν σχεσει της γνωμης προς τα θεια ολικην σχολην.
4.2 (β΄) Νους και αισθησις αντικειμενην εχουσι προς αλληλα την κατα φυσιν ενεργειαν, δια την των αυτοις υποκειμενων ακροτατην διαφοραν και ετεροτητα. Ο μεν γαρ, υποκειμενας εχει τας νοητας και ασωματους ουσιας, ων ασωματως αντιλαμβανεσθαι πεφυκεν· η δε, τας αισθητας και σωματικας φυσεις, ων και αυτη φυσικως αντιλαμβανεται.
4.3 (γ΄) Η της ψυχης των κατα φυσιν αποθεσις, της κατ᾿ αισθησιν ηδονης αρχη γινεσθαι πεφυκε. Της γαρ ψυχης περι τα κατα φυσιν αγαθα πονουμενης, ουκ εστιν η τον κατ᾿ αισθησιν της ηδονης τροπον εφευρισκουσα δυναμις.
4.4 (δ΄) Ενθα λογος προκαθηγειται της αισθησεως κατα την των ορατων θεωριαν, πασης εστερηται της κατα φυσιν η σαρξ ηδονης, ουκ εχουσα την αισθησιν αφετον και των λογικων απολελυμενην δεσμων, εις υπηρεσιαν των κατ᾿ αυτην ηδονων. Οθεν και εξαναγκης κρατουντος του εν ημων λογου, η προς αρετην αυτω δουλωθεισα βασανιζεται σαρξ.
(=1305=) 4.5 (ε΄) Ο νους αμα την αισθησιν οικειαν κατα φυσιν ηγησεται (≡15Δ_196≡> δυναμιν, ταις των αισθητων επιπλεκομενος επιφανειας, επινοειται τας σαρκικας ηδονας, ου δυναμενος των ορατων διαβηναι την φυσιν, τη προς την αισθησιν εμπαθει σχεσει κατασχεθεις.
4.6 (στ΄) Ει ουκ εστι δυνατον προς τα συγγενη νοητα τον νουν διαβηναι, διχα της των δια μεσου προβεβλημενων αισθητων θεωριας· ταυτην δε γενεσθαι, παντελως αμηχανον χωρις της αυτω μεν συγκειμενης, τοις αισθητοις δε κατα φυσιν συγγενους αισθησεως· εικοτως ει μεν προβαλων ενσχεθη ταις επιφανειαις των ορατων, ενεργειαν ειναι φυσικην την συγκειμενην οιομενος αισθησιν, των μεν κατα φυσιν εκπεπτωκε νοητων· των δε παρα φυσιν αμφοιν ταιν χεροιν, ο δη λεγεται, επελαβετο σωματων· οις παρα τον λογον ενεργουμενος, δια την αυτον εκνικησασαν αισθησιν, της μεν κατα ψυχην λυπης γεννητωρ καθισταται, συχναις ταις κατα συνειδησιν μαστιξιν αικιζομενος· της δε κατ᾿ αισθησιν ηδονης αριδηλος γινεται ποιητης, ταις επινοιαις των περιποιητικων τροπων της σαρκος λιπαινομενος. Ει δε την προς αισθησιν, αμα τη προσβολη των ορωμενων διατεμων επιφανειαν, τους πνευματικους των οντων καθαρους των επ᾿ αυτοις σχηματων θεασεται λογους, την μεν της ψυχης ηδονην κατειργασατο, μηδενι των αισθητων θεωρουμενων κρατουμενης, την δε της αισθησεως συνεστησατο λυπην, παντων κατα φυσιν των αισθητων εστερημενης.
4.7 (ζ΄) Επειδη την μεν της ψυχης λυπην, ηγουν τον πονον (ταυτον γαρ αλληλοις αμφοτερα), η κατ᾿ αισθησιν ηδονην συνιστησι· την δε της αισθησεως λυπην, ηγουν τον πονον, η κατα ψυχην ποιειν ηδονη πεφυκεν, εικοτως ο της κατ᾿ ελπιδα ζωης του Θεου και Σωτηρος ημων Ιησου Χριστου, δι᾿ αναστασεως νεκρων εις κληρονομιαν αφθαρτον και αμιαντον και αμαραντον τετηρημενην εν ουρανοις, εφιεμενος, κατα μεν την ψυχην αγαλλιασιν (≡15Δ_198≡> εχει, χαραν ανεκλαλητον, διηνεκως τη των μελλοντων ελπιδι γαννυμενος αγαθων· κατα δε την σαρκα και την αισθησιν, ηγουν τους εκ των ποικιλων πειρασμων επιγινομενους αυτη πονους, και τας επ᾿ αυτοις οδυνας. Παση γαρ αρετη, ηδονη και πονος παρεπεται· πονος μεν σαρκος, εστερημενης της προσηνους και λειοτερας αισθησεως· ηδονη δε ψυχης, παντος αισθητου καθαροις εντρυφωσης τοις εν πνευματι λογοις.
4.8 (η΄) Δεον εστι τον νουν κατα την παρουσαν ζωην (τουτο γαρ μοι νοειται, το νυν), κατα σαρκα λυπουμενον, δια τους πολλους πονους των υπερ αρετης αυτω προσαγομενων πειρασμων, αει χαιρειν κατα ψυχην, και ηδεσθαι δια την ελπιδα των αιωνιων αγαθων, καν εχη καταπονουμενην την αισθησιν. Ου γαρ αξια τα παθηματα του νυν καιρου προς την μελλουσαν δοξαν αποκαλυπτεσθαι εις ημας, φησιν ο θειος Αποστολος.
4.9 (θ΄) Ψυχης, η σαρξ, αλλ᾿ ου σαρκος η ψυχη· του γαρ κρειττονος, φησι, το ηττον, αλλ᾿ ου του ηττονος το κρειττον. (=1308=) Ουκουν, επειδη τη σαρκι δια την παραβασιν ενεφυρη της αμαρτιας ο νομος, οπερ εστιν η κατ᾿ αισθησιν ηδονη, δι᾿ ην δια πονων κατεκριθη της σαρκος ο θανατος, εις την του νομου της σαρκος αναιρεσιν επινενοημενος, ο διαγνους οτι δια την αμαρτιαν εις την αυτης αναιρεσιν επεισηλθεν ο θανατος, αει χαιρουσαν εχει την ψυχην, δια πονων ποικιλων θεωμενην απογινομενον της οικειας σαρκος τον νομον της αμαρτιας, προς υποδοχην της μελλουσης εν πνευματι μακαριας ζωης, ης αλλως ουκ εστι τυχειν, μη προτερον κενωθεντος ως εξ αγγειου τινος της σαρκος εν τη παρουση ζωη, κατα την προς αυτην σχεσιν της γνωμης, του νομου της αμαρτιας.
4.10 (ι΄) Ο τη αρετη κατα σαρκα δια τους πονους λυπουμενος, εν (≡15Δ_200≡> αυτη χαιρει τη αρετη κατα ψυχην, ως παρουσαν θεωμενος την των μελλοντων ευπρεπειαν· υπερ ης, κατα τον μεγαν Δαβιδ, τη κατα γνωμην απογενεσει της σαρκος, καθ᾿ εκαστην αποθνησκει την ημεραν, ο κατα την της ψυχης εν πνευματι γενεσιν αει καινιζομενος, ατε δη και την ηδονην εχων σωτηριον, και την λυπην ωφελιμον. Λυπην γαρ φαμεν, ου την παραλογον και των πολλων, επι στερησει παθων η πραγματων υλικων την ψυχην βασανιζουσαν, ως τας ορμας παρα φυσιν εφ᾿ α μη δει, και τας αποφυγας αφ᾿ ων μη δει ποιουμενων· αλλα την λελογισμενην, και τοις τα θεια σοφοις εγκριθεισαν, και το παρον κακον υποσημαινουσαν· παρον γαρ κακον, φασιν ειναι την λυπην, συνισταμενην μεν κατα ψυχην, οταν η κατ᾿ αισθησιν ηδονη της λογικης κρατη διακρισεως· υφισταμενην δε κατ᾿ αισθησιν, οταν της ψυχης κατ᾿ αρετην ακωλυτως ο δρομος ανυηται· τοσουτον επαγων τη αισθησει τους πονους, οσον ηδονην εμποιει και χαραν τη ψυχη, τω Θεω προσαγομενη, δια της συγγενους κατ᾿ αρετην τε και γνωσιν ελλαμψεως.
4.11 (ια΄) Ηδονην λεγει σωτηριον, την επ᾿ αρετη χαραν της ψυχης· ωφελιμον δε λυπην, την υπερ αρετης οδυνην της σαρκος. Ο γουν παθεσι προστετηκως και πραγμασιν, εφ᾿ α μη δει τας ορμας ποιειται· και ο τας ποιητικας της των παθων και των πραγματων στερησεως συμβασεις ουκ ασπαζομενος, αφ᾿ ων μη δει τας αποφυγας ποιειται.
4.12 (ιβ΄) Ουτε η θεια χαρις ενεργει φωτισμους γνωσεως, ουκ οντος του κατα δυναμιν φυσικην δεχομενου τον φωτισμον· ουτε μην το δεκτικον διχα της χορηγουσης χαριτος, τον φωτισμον ενεργει γνωσεως.
4.13 (ιγ΄) Ουτε η χαρις του παναγιου Πνευματος ενεργει σοφιαν (≡15Δ_202≡> εν τοις αγιοις, χωρις του ταυτην δεχομενου νοος· ουτε γνωσιν χωρις της δεκτικης του λογου δυναμεως· ουτε πιστει ανευ της κατα νουν και λογον των μελλοντων και πασι τεως αδηλων πληροφοριας· ουτε ιαματων χαρισματα, διχα της κατα φυσιν φιλανθρωπιας· ουτε τι ετερον των λοιπων χαρισματων, (=1309=) χωρις της εκαστου δεκτικης εξεως τε και δυναμεως· ουτε μην παλιν εν των απηριθμημενων ανθρωπος κτησεται κατα δυναμιν φυσικην, διχα της χορηγουσης ταυτα θειας δυναμεως. Και δηλουσι τουτο σαφως παντες αγιοι, μετα τας αποκαλυψεις των θειων, ζητουντες των αποκαλυφθεντων τους λογους.
4.14 (ιδ΄) Ο διχα παθους αιτων, λαμβανει την του ενεργειν δυνασθαι χαριν κατα την πραξιν τας αρετας· και ο ζητων απαθως, ευρισκει κατα την φυσικην θεωριαν την εν τοις ουσιν αληθειαν, και ο κρουων απαθως την θυραν της γνωσεως, ακωλυτως εις την αποκρυφον της μυστικης θεολογιας ελευσεται χαριν.
4.15 (ιε΄) Ο απαθως τα θεια ζητων, παντως ληψεται το ζητουμενον. Ο δε μετα τινος παθους ζητων, αποτευξεται του ζητουμενου. Φησι γαρ, Αιτειτε, και ου λαμβανετε, διοτι κακως αιτειτε.
4.16 (ιστ΄) Ζητει εν ημιν την των οντων γνωσιν το Πνευμα το αγιον, και ερευνα· αλλ᾿ ουκ εαυτω ζητει το ζητουμενον, οτι Θεος, και πασης επεκεινα γνωσεως· αλλ᾿ ημιν τοις δεομενοις της γνωσεως· ωσπερ αμελει και ο Λογος γινεται σαρξ, ουχ εαυτω, αλλ᾿ ημιν το δια της σαρκος εξανυων μυστηριον. Ως γαρ χωρις σαρκος νοερως εψυχωμενης, ουκ ενηργει θεοπρεπως τα κατα φυσιν ο Λογος της σαρκος, ουτως ουδε το Πνευμα το αγιον εν τοις αγιοις ενεργει τας γνωσεις των μυστηριων, χωρις της κατα φυσιν ζητουσης τε και ερευνωσης την γνωσιν δυναμεως.
(≡15Δ_204≡> 4.17 (ιζ΄) Ωσπερ ουκ εστι χωρις ηλιακου φωτος οφθαλμον αντιλαμβανεσθαι των αισθητων, ουτω διχα πνευματικου φωτος νους ανθρωπινος ουποτ᾿ αν δεξεται θεωριαν πνευματικην. Το μεν γαρ αισθητον φως, κατα φυσιν φωτιζει την αισθησιν προς την των σωματικων αντιληψιν· το δε πνευματικον, προς την θεωριαν τον νουν καταυγαζει προς κατανοησιν των υπερ αισθησιν.
4.18 (ιη΄) Τας μεν ζητητικας τε και ερευνητικας των θειων δυναμεις ουσιωδως εχει καταβεβλημενας αυτη παρα του Κτισαντος κατ᾿ αυτην την εις το ειναι παροδον, η των ανθρωπων φυσις· τας δε των θειων αποκαλυψεις, κατα χαριν η του παναγιου Πνευματος επιφοιτωσα ποιειται δυναμις. Επειδη δε κατ᾿ αρχας δια της αμαρτιας, τη φυσει των ορατων ταυτας ο πονηρος προσηλωσε τας δυναμεις, και ουκ ην ο συνιων η εκζητων τον Θεον, παντων των μετειληφοτων της φυσεως, την νοεραν τε και λογικην δυναμιν εχοντων περιγεγραμμενην τη επιφανεια των αισθητων, και μηδεμιαν κεκτημενων εννοιαν των υπερ αισθησιν, εικοτως η του παναγιου Πνευματος χαρις, τοις μη κατα προθεσιν ενδιαθετως υπο την απατην γενομενοις, των υλικων αφηλωσασα, την προσηλωμενην (=1312=) αποκατεστησεν δυναμιν· ην καθαραν απολαβοντες δια της χαριτος, πρωτον εζητησαν και ηρευνησαν, και ουτως εξεζητησαν και εξηρευνησαν, δια της αυτης δηλαδη του Πνευματος χαριτος.
4.19 (ιθ΄) Σωτηρια δηλαδη ψυχων, κυριως εστι, το τελος της πιστεως. Τελος δε πιστεως εστιν, η του πιστευθεντος αληθης αποκαλυψις. Αληθης δε του πιστευθεντος εστιν αποκαλυψις, η κατα αναλογιαν της εν εκαστω πιστεως αρρητος του πεπιστευμενου περιχωρησις. Περιχωρησις δε του πεπιστευμενου καθεστηκεν, η προς την αρχην κατα το τελος των πεπιστευκοτων επανοδος. Η δε προς την οικειαν αρχην κατα το τελος των πεπιστευκοτων επανοδος εστιν, η της εφεσεως πληρωσις. Εφεσεως δε πληρωσις (≡15Δ_206≡> εστιν, η περι το εφετον των εφιεμενων αεικινητος στασις. Αεικινητος δε στασις περι το εφετον των εφιεμενων εστιν, η του εφετου διηνεκης τε και αδιαστατος απολαυσις. Απολαυσις δε διηνεκης τε και αδιαστατος του εφετου, η των υπερ φυσιν θειων καθεστηκε μεθεξις. Μεθεξις δε των υπερ φυσιν θειων εστιν, η προς το μετεχομενον των μετεχοντων ομοιωσις. Η δε προς το μετεχομενον των μετεχοντων ομοιωσις εστιν, η κατ᾿ ενεργειαν προς αυτο το μετεχομενον των μετεχοντων δι᾿ ομοιοτητος ενδεχομενη ταυτοτης. Η δε των μετεχοντων ενδεχομενη κατ᾿ ενεργειαν δι᾿ ομοιοτητος ταυτοτης, η δι᾿ ομοιοτητος προς το μετεχομενον εστι θεωσις των αξιουμενων θεωσεως.
4.20 (κ΄) Ουκ εχει η φυσις των υπερ φυσιν τους λογους, ωσπερ ουδε των παρα φυσιν τους νομους. Υπερ φυσιν δε λεγω, την θειαν και ανεννοητον ηδονην, ην ποιειν πεφυκεν ο Θεος φυσει, κατα χαριν τοις αξιοις ενουμενος· παρα φυσιν δε, την κατα στερησιν ταυτης συνισταμενην ανεκλαλητον οδυνην, ην ποιειν ειωθεν ο Θεος φυσει, παρα την χαριν τοις αναξιοις ενουμενος. Κατα γαρ την υποκειμενην εκαστω ποιοτητα της διαθεσεως, ο Θεος τοις πασιν ενουμενος, ως οιδεν αυτος, την αισθησιν εκαστω παρεχεται, καθως εστιν εκαστος υφ᾿ εαυτου διαπεπλασμενος, προς υποδοχην του παντως πασιν ενωθησομενου κατα το περας των αιωνων.
(=1313=) 4.21 (κα΄) Τους εκζητουντας εν πνευματι την των ψυχων σωτηριαν, και εξερευνωντας τους ταυτης πνευματικους της σωτηριας λογους τε και τροπους, οδηγει προς κατανοησιν το Πνευμα το αγιον, ουκ εων ακινητον αυτοις μενειν, και ανενεργητον την δι᾿ ης τα θεια εκζητειν πεφυκασι δυναμιν.
4.22 (κβ΄) Πρωτον τις ζητει τη προαιρεσει νεκρωσαι την αμαρτιαν, και την προαιρεσιν τη αμαρτια· και ουτως ερευνα, πως δει και ποιω τροπω νεκρωσαι ταυτας αλληλαις. Και παλιν μετα την (≡15Δ_208≡> τουτων αλληλαις τελειαν νεκρωσιν, ζητει την κατ᾿ αρετην της προαιρεσεως, και της αρετης την κατα προαιρεσιν ζωην· και ουτως ερευνα, πως δει και ποιω τροπω την εν αλληλαις τουτων δημιουργησαι ζωην. Εστιν ουν ως εν ορισμω λαβειν,η μεν ζητησις, ορεξις καταθυμιου τινος· η δε ερευνησις, τροπος της προς το καταθυμιον ορεξεως ανυστικος.
4.23 (κγ΄) Δει ως αληθως τον σωθησομενον, μη μονον τη προαιρεσει νεκρωσαι την αμαρτιαν, αλλα και αυτην την προαιρεσιν τη αμαρτια· και μη μονον αναστησαι τη αρετη την προαιρεσιν, αλλα και αυτην τη προαιρεσει την αρετην· ινα νεκρα νεκρας, ολη ολης της αμαρτιας διαιρεθεισα μη αισθανηται, και ζωσα ζωσης, ολη ολης της αρετης επαισθανηται, καθ᾿ ενωσιν αδιαστατον η προαιρεσις. Ο γαρ νεκρωσας τη αμαρτια την προαιρεσιν, συμφυτος γεγονε τω ομοιωματι του θανατου του Χριστου· και ο ταυτην αναστησας τη δικαιοσυνη, συμφυτος γεγονε και της αναστασεως αυτου.
4.24 (κδ΄) Η αμαρτια και η προαιρεσις νεκρουμεναι αλληλαις, διπλην εχουσι προς αλληλας την αναισθησιαν. Και η δικαιοσυνη και η προαιρεσις, αλληλαις εχουσαι την ζωην, διπλην εχουσι την αισθησιν.
4.25 (κε΄) Θεος υπαρχων φυσει και ανθρωπος ο Χριστος, υφ᾿ ημων ως Θεος υπερ φυσιν χαριτι κληρονομειται, κατα την αρρητον μεθεξιν· και δι᾿ ημας εν ειδει τω καθ᾿ ημας ως ανθρωπος ημας οικειουμενος, εαυτον κληρονομει συν ημιν κατα την ανεννοητον συγκαταβασιν· ον τω πνευματι μυστικως οι αγιοι προθεωρησαντες, εδιδαχθησαν ως χρη της κατα το μελλον φανησομενης δια την αρετην εν Χριστω δοξης, τα εις αυτον υπερ αρετης κατα το παρον προκαθηγεισθαι παθηματα.
4.26 (κστ΄) Ο μεν νους κατα μονην την εφεσιν αγνωστως προς την (≡15Δ_210≡> των οντων αιτιαν κινουμενος, ζητει μονον· ο δε λογος, τους εν τοις ουσιν αληθεις ποικιλως εφοδευων ερευνα λογους.
4.27 (κζ΄) Ζητησις εστιν η του νου πρωτη τε και απλη προς την ιδιαν αιτιαν μετ᾿ εφεσεως κινησις· ερευνησις δε εστιν, η πρωτη τε και απλη του λογου περι την ιδιαν αιτιαν μετα τινος εννοιας διακρισις. Εκζητησις δε παλιν εστιν, η του νου κατ᾿ επιστημην γνωστικη προς την ιδιαν αιτιαν μετα τινος ζεουσης εφεσεως κινησις· εξερευνησις δε εστιν, η του λογου κατ᾿ ενεργειαν των αρετων περι την ιδιαν αιτιαν μετα τινος εμφρονος και σοφης εννοιας γινομενη διακρισις.
(=1316=) 4.28 (κη΄) Οι αγιοι και θειοι προφηται, περι της σωτηριας των ψυχων εκζητησαντες τε και εξερευνησαντες, διαπυρον ειχον και ζεουσαν μετ᾿ επιστημης και γνωσεως προς τον Θεον την του νου κατ᾿ εφεσιν κινησιν, και εμφρονα και σοφην την του λογου κατα την ενεργειαν των θειων διακρισιν· ους οι μιμουμενοι, μετα γνωσεως και επιστημης την των ψυχων εκζητουσι σωτηριαν, και μετα φρονησεως και σοφιας εξερευνωντες, μετερχονται την εν τοις θειοις εργοις διακρισιν.
4.29 (κθ΄) Διττην οιδε την των θειων γνωσιν ο λογος, την μεν, σχετικην, ως εν λογω μονω κειμενην και νοημασι, και την κατ᾿ ενεργειαν του γνωσθεντος δια πειρας ουκ εχουσαν αισθησιν, δι᾿ ης κατα την παρουσαν ζωην οικονομουμεθα· την δε, κυριως αληθινην, επι μονη τη πειρα, κατ᾿ ενεργειαν διχα λογου και νοηματων, ολην του γνωσθεντος κατα χαριν μεθεξει παρεχομενην την αισθησιν, δι᾿ ης κατα την μελλουσαν ληξιν, την υπερ φυσιν υποδεχομεθα θεωσιν απαυστως ενεργουμενην. Και την μεν σχετικην, ως εν λογω κειμενην και τοις νοημασι, κινητικην ειναι φασι, της προς την μεθεξει κατ᾿ ενεργειαν γνωσιν εφεσεως· την δε κατ᾿ ενεργειαν, δια της πειρας μεθεξει παρεχομενην του γνωσθεντος την αισθησιν, αφαιρετικην ειναι της εν λογω κειμενης και νοημασι γνωσεως.
(≡15Δ_212≡> 4.30 (λ΄) Διττην ειναι λεγειν την γνωσιν, την μεν, εν λογω κειμενην και θειοις νοημασι, κατ᾿ ειδος παρουσαν την αισθησιν των νοηθεντων ουκ εχουσαν· την δε, κατ᾿ ενεργειαν μονην εχουσαν, διχα λογου και νοηματων των αληθων την κατ᾿ ειδος απολαυσιν. Επειδη γαρ δια γνωσεως ο λογος το γνωστον πεφυκεν υποσημαινειν, κινει την εφεσιν των δι᾿ αυτου κινουμενων, προς την του σημανθεντος απολαυσιν.
4.31 (λα΄) Αμηχανον ειναι φασιν οι σοφοι, συνυπαρχειν τη πειρα του Θεου, τον περι αυτου λογον, η τη αισθησει του Θεου, την περι αυτου νοησιν. Λογον δε περι Θεου φημι, την εκ των οντων αναλογιαν της περι αυτου γνωστικης θεωριας· αισθησιν δε, την εν τη μεθεξει πειραν των υπερ φυσιν αγαθων· (=1317=) νοησιν δε, την εκ των οντων απλην περι αυτου και ενιαιαν γνωσιν· ταχα δε και επ᾿ αλλου παντος τουτο γνωριζεται· ειπερ η τουδε του πραγματος πειρα, τον περι αυτου καταπαυει λογον· και η τουδε του πραγματος αισθησις, την περι αυτου σχολαζουσαν εργαζεται νοησιν. Πειραν δε λεγω, αυτην την κατ᾿ ενεργειαν γνωσιν, την μετα παντα λογον επιγινομενην· αισθησιν δε, αυτην του γνωσθεντος την μεθεξιν, την μετα πασαν νοησιν εκφαινομενην. Και τουτο τυχον μυστικως διδασκων ο μεγας Αποστολος, φησιν· Ειτε δε προφητειαι καταργηθησονται, ειτε γλωσσαι παυσονται, ειτε γνωσις καταργηθησεται, περι της εν λογω κειμενης και νοημασι γνωσεως δηλονοτι φασκων.
4.32 (λβ΄) Εχρην ως αληθως τον κατα φυσιν της των οντων ουσιας δημιουργον, και της κατα χαριν αυτουργον γενεσθαι των γεγονοτων θεωσεως· ινα ο του ειναι δοτηρ, φανη και του αει ευ ειναι χαριστικος. Επει ουν ουδεν των οντων εαυτο το παραπαν, η αλλο γινωσκει ο τι ποτε κατ᾿ ουσιαν εστιν, εικοτως ουδε των γενησομενων ουδενος ουδεν των οντων, εχει κατα φυσιν την προγνωσιν, πλην του υπερ τα οντα Θεου, και εαυτον γινωσκοντος, (≡15Δ_214≡> ο τι κατ᾿ ουσιαν εστι, και παντων των υπ᾿ αυτου πεποιημενων, και πριν γενεσθαι προεγνωκοτος την υπαρξιν· και μελλοντος κατα χαριν φιλοτιμεισθαι τοις ουσι την εαυτων, και αλλων, ο τι ποτε κατ᾿ ουσιαν υπαρχουσι γνωσιν, και τους εν αυτω μονοειδως προοντας της αυτων γενεσεως φανερωσαι λογους.
4.33 (λγ΄) Ο την φυσιν των ανθρωπων δημιουργησας λογος, ου συνεκτισεν αυτη κατα αισθησιν, ουτε ηδονην, ουτε οδυνην· αλλα δυναμιν τινα κατα νουν αυτη προς ηδονην, καθ᾿ ην αρρητως απολαυειν αυτου δυνησεται, ενετεκτηνατο. Ταυτην δε την δυναμιν, λεγω δε την κατα φυσιν του νου προς τον Θεον εφεσιν, αμα τω γενεσθαι, τη αισθησει δους ο πρωτος ανθρωπος, προς τα αισθητα κατ᾿ αυτην την πρωτην κινησιν δια μεσης της αισθησεως εσχε παρα φυσιν ενεργουμενην την ηδονην· ητινι κατα προνοιαν ο της ημων σωτηριας κηδομενος, παρεπηξεν ωσπερ τινα τιμωρον δυναμιν, την οδυνην· καθ᾿ ην ο του θανατου μετα σοφιας ενερριζωθη τη του σωματος φυσει νομος, περιοριζων της του νου μανιας παρα φυσιν επι τα αισθητα κινουμενην την εφεσιν.
4.34 (λδ΄) Ηδονη και οδυνη, τη φυσει της σαρκος ου συνεκτισθησαν· αλλ᾿ η παραβασις, την μεν, επενοησεν εις φθοραν της προαιρεσεως· την δε, κατεδικασεν εις λυσιν της φυσεως· ινα η μεν ηδονη, ψυχης εκουσιον εργασηται θανατον την αμαρτιαν· η δε οδυνη δια της λυσεως, την κατ᾿ ειδος ποιησηται της σαρκος απογενεσιν. (=1320=) Κατα προνοιαν γαρ προς κολασιν της κατα προαιρεσιν ηδονης, δεδωκεν ο Θεος τη φυσει, την παρα προαιρεσιν οδυνην, και τον επ᾿ αυτη θανατον.
4.35 (λε΄) Δια την επελθουσαν τη φυσει παρα λογον ηδονην, η κατα λογον επεισηλθεν οδυνη, δια πολλων παθηματων, εν οις και εξ ων ο θανατος, ποιουμενη της παρα φυσιν ηδονης την (≡15Δ_216≡> αφαιρεσιν· ου μην δε και τελειαν αναιρεσιν, και ην η κατα νουν της θειας ηδονης, αναδεικνυσθαι πεφυκε χαρις.
4.36 (λστ΄) Η των εκουσιων πονων επινοια, και η των ακουσιων επαγωγη, αφαιρουνται μεν την ηδονην, την κατ᾿ ενεργειαν αυτης καταπαυουσαι κινησιν· ουκ αναιρουσι δε την ωσπερ νομον τη φυσει εγκειμενην προς γενεσιν αυτη δυναμιν. Η γαρ κατ᾿ αρετην φιλοσοφια, γνωμης απαθειαν, αλλ᾿ ου φυσεως εργαζεσθαι πεφυκε· καθ᾿ ην δηλαδη την γνωμικην απαθειαν, η κατα νουν της θειας ηδονης επιγινεται χαρις.
4.37 (λζ΄) Πας πονος, ως αιτιαν της ιδιας γενεσεως εχων, κατ᾿ ενεργειαν προηγουμενην την ηδονην, χρεος εστι δηλαδη, φυσικως κατ᾿ αιτιαν παρα παντων των μετειληφοτων της φυσεως εκτιννυμενον. Τη γαρ παρα φυσιν ηδονη, παντως παρεπεται φυσικως ο πονος εν πασιν, ων ο της ηδονης νομος αναιτιως προκαθηγησατο της γενεσεως. Αναιτιον δε φημι την εκ της παραβασεως ηδονην, ως μη γενομενην δηλονοτι προλαβοντος πονου διαδοχον.
4.38 (λη΄) Αμηχανον ην παντελως, την φυσιν υποκλιθεισαν τη τε κατα προαιρεσιν ηδονη, και τη παρα προαιρεσιν οδυνη, παλιν εις την εξαρχης ανακληθηναι ζωην, ει μη γεγονεν ανθρωπος ο δημιουργος, προαιρεσει δεχομενος την προς κολασιν της κατα προαιρεσιν της φυσεως ηδονης, επινοηθεισαν οδυνην, ουκ εχουσαν προηγουμενην αυτης την εξ ηδονης γενεσιν· ινα της εκ καταδικης ελευθερωση την φυσιν γεννησεως, εξ ηδονης αρχην ουκ εχουσαν καταδεχομενος γεννησιν.
4.39 (λθ΄) Επειδη μετα την παραβασιν παντες ανθρωποι την ηδονην ειχον της ιδιας φυσικως προκαθηγουμενην γενεσεως, και ουδεις ην το συνολον ο της καθ᾿ ηδονην εμπαθους γενεσεως φυσικως υπαρχων ελευθερος· αλλ᾿ ως χρεος παντες φυσικον αποδιδοντες τους πονους, και την επ᾿ αυτοις υπεμενον θανατον· (≡15Δ_218≡> (=1321=) και ην απορος πανταπασιν ο της ελευθεριας τροπος, τοις υπο της αδικου τυραννουμενοις ηδονης, και υπο των δικαιων πονων, και του επ᾿ αυτοις δικαιοτατου θανατου φυσικως ενεχομενοις· εδει δε προς αναιρεσιν μεν της αδικωτατης ηδονης, και των δι᾿ αυτην δικαιοτατων πονων, υφ᾿ ων ελεεινως διεσπατο πασχων ο ανθρωπος, εκ φθορας της καθ᾿ ηδονην εχων την αρχην της γενεσεως, και εις φθοραν την δια του θανατου το της ζωης καταληγων τελος· προς δε την επανορθωσιν της απαθους φυσεως, επινοηθηναι πονον και θανατον, αδικον ομου και αναιτιον· αναιτιον μεν, ως ουδαμως προλαβουσαν ηδονην εσχηκοτα προς γενεσιν· αδικον δε, ως ουδεμιας το παραπαν ζωης εμπαθους οντα διαδοχον, ινα μεσος διαληφθεις ηδονης αδικου, και πονου και θανατου δικαιοτατου, πονος και θανατος αδικωτατος, ανελη διολου την εξ ηδονης αδικωτατην αρχην, και το δι᾿ αυτην δια θανατου δικαιοτατον τελος της φυσεως, και γενηται παλιν ηδονης και οδυνης ελευθερον το γενος των ανθρωπων, την εξαρχης ευκληριαν απολαβουσης της φυσεως, μηδενι των εμπεφυκοτων τοις υπο γενεσιν και φθοραν γνωρισματων μολυνομενην. Δια τουτο Θεος υπαρχων τελειος κατα φυσιν ο του Θεου Λογος, γινεται τελειος ανθρωπος εκ ψυχης νοερας και σωματος παθητου κατα φυσιν παραπλησιως ημιν, χωρις μονης αμαρτιας συνεστως· την μεν εκ της παρακοης ηδονην, ουδαμως το συνολον εσχηκως, προηγουμενην αυτου της εκ γυναικος εν χρονω γενεσεως· την δε δι᾿ αυτην οδυνην, υπαρχουσαν τελος της φυσεως, δια φιλανθρωπιαν κατα θελησιν προσηκαμενος, ινα πασχων αδικως, ανελη την εξ ηδονης αδικου τυραννουσαν την φυσιν αρχην της γενεσεως· ουκ εχουσαν ως χρεος υπερ αυτης εκτιννυμενον κατα τους αλλους ανθρωπους και του Κυριου τον θανατον, αλλα μαλλον κατ᾿ αυτης προβεβλημενον· και το δια του θανατου δικαιον τελος εξαφανιση της φυσεως, ουκ εχων την δ᾿ ην επεισηλθε, και υπ᾿ αυτου δικαιως τιμωρουμενην, ως αιτιαν του ειναι παρανομον ηδονην.
4.40 (μ΄) Εδει ως αληθως, εδει, σοφον και δικαιον και δυνατον (≡15Δ_220≡> οντα κατα φυσιν τον Κυριον, ως μεν σοφον, μη αγνοησαι τον τροπον της ιατρειας· ως δικαιον δε, μη τυραννικην ποιησασθαι του κατειλημμενου κατα γνωμην υπο της αμαρτιας ανθρωπου την σωτηριαν· ως δε παντα δυναμενος, μη ατονησαι προς την της ιατρειας εκπληρωσιν.
4.41 (μα΄) Το μεν σοφον του Θεου, εν τω γενεσθαι φυσει κατ᾿ αληθειαν ανθρωπον δεικνυται· το δε δικαιον, εν τω το παθητον κατα την γενεσιν ομοιως ημιν ανειληφεναι της φυσεως· το δε δυνατον, εν τω δια παθηματων και θανατου, ζωην αιδιον τη φυσει δημιουργησαι και απαθειαν ατρεπτον.
(=1324=) 4.42 (μβ΄) Το μεν της σοφιας λογον, εν τω τροπω της ιατρειας, φανερον ο Κυριος εποιησε, χωρις τροπης και της οιασουν αλλοιωσεως, γενομενος ανθρωπος· την ισοτητα δε της δικαιοσυνης, εν τω μεγεθει της συγκαταβασεως εδειξε, το εν τω παθητω κατακριμα της φυσεως, κατα θελησιν υποδυς, κακεινο ποιησας οπλον προς την της αμαρτιας αναιρεσιν και του δι᾿ αυτην θανατου, τουτεστι της ηδονης και της δι᾿ αυτην οδυνης, εν ω της αμαρτιας υπηρχε και του θανατου το κρατος, και η κατα την ηδονην της αμαρτιας τυραννις, και η δι᾿ αυτην κατα την οδυνην του θανατου δυναστεια. Εν γαρ τω παθητω προδηλως υπαρχει της φυσεως, το της ηδονης κρατος και το της οδυνης. Και γαρ πως της οδυνης πλεον το κατα φυσιν επιτεινομενον προστιμον, δια της ηδονης αυτην παραμυθεισθαι σπουδαζομεν· θελοντες γαρ εκφυγειν την κατα την οδυνην επιπονον αισθησιν, προς την ηδονην καταφευγομεν, τω της οδυνης αικισμω πιεζομενην την φυσιν, επιχειρουντες παραμυθεισθαι. Σπευδοντες δε δια της ηδονης τα της οδυνης αμβλυναι κινηματα, πλεον αυτης το καθ᾿ εαυτων επικυρουμεν χειρογραφον, οδυνης και πονων εχειν την ηδονην απολελυμενην ου δυναμενοι.
4.43 (μγ΄) Την δε της υπερβαλλουσης δυναμεως ισχυν δηλον κατεστησε, των οις αυτος επασχεν εναντιων, υποστησας τη φυσει (≡15Δ_222≡> την γενεσιν ατρεπτον· δια παθους γαρ την απαθειαν, και δια πονων την ανεσιν, και δια θανατου την αιδιον ζωην τη φυσει δους, παλιν αποκατεστησε· ταις εαυτου καταστερησεσι τας εξεις ανακαινισας της φυσεως, και δια της ιδιας σαρκωσεως, την υπερ φυσιν χαριν δωρησαμενος τη φυσει, την θεωσιν.
4.44 (μδ΄) Γεγονεν ο Θεος κατ᾿ αληθειαν ανθρωπος, και δεδωκεν αλλην αρχην τη φυσει δευτερας γενεσεως, δια πονου προς ηδονην μελλουσης ζωης καταληγουσαν. Ως γαρ Αδαμ ο προπατωρ την θειαν εντολην παραβας, αλλην αρχην γενεσεως, εξ ηδονης μεν συνισταμενην, εις δε τον δια πονου θανατον τελευτωσαν τη φυσει παρα την πρωτην παρεισηγαγε, και επενοησε κατα την συμβουλην του οφεως ηδονην ουκ ουσαν προλαβοντος πονου διαδοχον, αλλα μαλλον εις τον πονον περαιουμενην, παντας τους εξ αυτου σαρκι γενομενους κατ᾿ αυτον, δια την εξ ηδονης αδικον αρχην, ειχε συνυπαγομενους αυτω δικαιως, προς το δια πονου κατα τον θανατον τελος· ουτω και ο Κυριος γενομενος ανθρωπος, και αλλην αρχην δευτερας γενεσεως εκ Πνευματος αγιου τη φυσει δημιουργησας, και τον δια πονου του Αδαμ δικαιοτατον καταδεξαμενος θανατον, εν αυτω δηλαδη γενομενον αδικωτατον, ως ουκ εχοντα της ιδιας γενεσεως αρχην την εκ παρακοης αδικωτατην του προπατορος ηδονην, αμφοτερων των ακρων, αρχης τε λεγω και τελους της κατα τον Αδαμ ανθρωπινης γενεσεως, οια δη (=1325=) προηγουμενως ουκ οντων εκ του Θεου, την αναιρεσιν εποιησατο, και παντας τους μυστικως εξ αυτου αναγεννωμενους, της επ᾿ αυτης ενοχης ελευθερους κατεστησε.
4.45 (με΄) Την εκ του νομου της αμαρτιας ηδονην εις αθετησιν της κατα σαρκα γεννησεως των εν αυτω χαριτι δια Πνευματος γεννωμενων ο Κυριος αφελομενος, τον εις καταδικην το προτερον οντα της φυσεως, εις την της αμαρτιας κατακρισιν αυτοις συγχωρει δεχεσθαι θανατον, εχοντας μεν του Αδαμ ουκετι την (≡15Δ_224≡> εκ του Αδαμ ηδονην της γενεσεως· μονην δε την δια τον Αδαμ οδυνην ενεργουσαν εν αυτοις· ου κατα χρεος υπερ αμαρτιας, αλλα κατ᾿ οικονομιαν, δια την κατα φυσιν περιστασιν, κατα της αμαρτιας, τον θανατον· ος οποταν μη εχει γεννωσαν αυτον μητερα την, ης γινεσθαι πεφυκε τιμωρος, ηδονην αϊδιου ζωης προδηλως καθισταται πατηρ. Ως γαρ του Αδαμ η καθ᾿ ηδονην ζωη, θανατου και φθορας γεγονε μητηρ, ουτω και ο δια τον Αδαμ του Κυριου θανατος υπαρχων της εκ του Αδαμ ελευθερος ηδονης, αϊδιου γεννητωρ γινεται ζωης.
4.46 (μστ΄) Αρχην εσχε μετα την παραβασιν η των ανθρωπων φυσις της ιδιας γενεσεως την καθ᾿ ηδονην εκ σπορας συλληψιν, και την κατα ρευσιν γενεσιν· και τελος, την κατ᾿ οδυνην δια φθορας θανατον· ο δε Κυριος ταυτην ουκ εχων αρχην της κατα σαρκα γεννησεως, ουτε τω τελει, τουτεστι τω θανατω, υπηρχεν αλωτος.
4.47 (μζ΄) Τον Αδαμ η αμαρτια καταρχας δελεασασα, προς παραβασιν της θειας παρεπεισεν ελθειν εντολης· καθ᾿ ην την ηδονην υποστησασα, και εαυτην δια της ηδονης εν αυτω καθηλωσασα τω πυθμενι της φυσεως, τον θανατον της ολης κατεκρινε φυσεως, ωθουσα προς απογενεσιν κατα τον θανατον δια του ανθρωπου, την φυσιν των γεγονοτων. Τουτο γαρ και μεμηχανητο τω σπορει της αμαρτιας, και πατρι της κακιας πονηρω διαβολω, τω εαυτον μεν εξ υπερηφανιας της θειας εξοικισαντι δοξης, δια φθονον δε τον τε προς ημας και τον Θεον, του παραδεισου τον Αδαμ εξοικισαντι, αφανισαι τα εργα του Θεου, και διαλυσαι τα σενεστωτα προς γενεσιν.
4.48 (μη΄) Φθονων τω Θεω και ημιν ο διαβολος, δολω τον ανθρωπον υπο Θεου φθονεισθαι παραπεισας, παραβηναι την εντολην παρεσκευασε. Τω Θεω μεν, ινα φανερα μη γενηται κατ᾿ ενεργειαν η πανυμνητος αυτου δυναμις θεουργουσα τον ανθρωπον· τω (≡15Δ_226≡> δ᾿ ανθρωπω προδηλως, ινα μη γενηται της θειας εν ειδει κατ᾿ αρετην μετοχος δοξης. Φθονει γαρ ο μιαρωτατος ου μονον ημιν της επι τω Θεω δια την αρετην δοξης, αλλα και τω Θεω της εφ᾿ ημιν δια την σωτηριαν πανυμνητου δυναμεως.
4.49 (μθ΄) Ωσπερ εν τω Αδαμ ο θανατος της φυσεως υπηρχε κατακρισις, (=1328=) αρχην εχουσης την ηδονην της ιδιας γενεσεως· ουτως ο θανατος εν Χριστω, της αμαρτιας κατακρισις γεγονεν, ηδονης καθαραν εν Χριστω παλιν της φυσεως απολαβουσης την γενεσιν.
4.50 (ν΄) Ει ημεις οι οικος του Θεου χαριτι γενεσθαι αξιωθεντες δια Πνευματος, τοσαυτην υπερ δικαιοσυνης εις κατακρισιν της αμαρτιας υπομονην επιδεικνυσθαι παθηματων οφειλομεν, και ως κακουργοι τον εφυβριστον, αγαθοι τυγχανοντες, προθυμως αποφερεσθαι θανατον, τι το τελος των απειθουντων τω του Θεου Ευαγγελιω; τουτεστι ποιον εσται το τελος, ηγουν η κρισις, των μη μονον ζωσαν τε και ενεργουμενην, κατα τε ψυχην και σωμα, γνωμη τε και φυσει την καθ᾿ ηδονην του Αδαμ κρατησασαν της φυσεως γενεσιν μεχρι τελους δια σπουδης εσχηκοτων, αλλα μητε προσδεξαμενων παρακαλουντα τον Θεον και Πατερα δι᾿ Υιου σαρκωθεντος· μη τε μην αυτον τον υπερ του Πατρος πρεσβευοντα μεσιτην και Υιον, και υπερ της ημων εις τον Πατερα καταλλαγης, εαυτον βουλησει του Πατρος, εις τον υπερ ημων θανατον κατα θελησιν προϊεμενον, οπως δι᾿ εαυτον ημας τοσουτον δοξαση, τω καλλει καταφαιδρυνας της οικειας θεοτητος, οσον δι᾿ ημας αυτος κατεδεξατο τοις ημων ατιμασθηναι παθημασιν.
4.51 (να΄) Επειδη παντων των σωζομενων ο Θεος, εσται τοπος απεριγραφος τε και αδιαστατος και απειρος, πασι παντα γινομενος (≡15Δ_228≡> κατα την αναλογιαν της δικαιοσυνης, μαλλον δε κατα το μετρον των μετα γνωσεως υπερ δικαιοσυνης ενταυθα παθηματων, εαυτον εκαστω δωρουμενος, καθαπερ ψυχη σωματος μελεσι κατα την υποκειμενην εκαστω μελει δυναμιν, εαυτην ενεργουσαν εκφαινουσα, και προς το ειναι δι᾿ εαυτης τα μελη συνεχουσα προς ζωην συγκρατουμενα· ο ασεβης και αμαρτωλος που φανειται, ταυτης εστερημενος της χαριτος; Ο γαρ μη δυναμενος ενεργουμενην την κατα το ευ ειναι του Θεου δεξασθαι παρουσιαν, που φανειται, της θειας ζωης της υπερ αιωνα και χρονον και τοπον υπομεινας την εκπτωσιν;
4.52 (νβ΄) Ο τον Θεον ουκ εχων προς το ευ ειναι συνεχοντα την ζωην, τον μελλοντα πασι γινεσθαι τοπον τοις αξιοις, πως εσται, τοπον αυτον ουκ εχων τον Θεον κατα την των ευ ειναι εν Θεω μονην τε και ιδρυσιν; Και ει μετα πολλης δυσχερειας ο δικαιος σωζεται, τι εσται, η τι πεισεται ο μηδενα λογον ευσεβειας και αρετης κατα την παρουσαν ζωην ποιησαμενος;
4.53 (νγ΄) Ο μεν Θεος κατα μιαν απειροδυναμον της αγαθοτητος βουλησιν, παντας συνεξει και αγγελους και ανθρωπους, αγαθους τε και πονηρους· ουτοι δε παντες, ουκ ισως μεθεξουσι Θεου, του δια παντων ασχετως χωρησαντος, αλλ᾿ αναλογως εαυτοις.
4.54 (νδ΄) Οι μεν τη φυσει φυλαξαντες δια παντων (=1329=) ισονομουσαν την γνωμην, και των της φυσεως λογων κατ᾿ ενεργειαν δεκτικην αυτην καταστησαντες καθ᾿ ολον τον του ευ ειναι λογον, δια την προς την θειαν βουλησιν της γνωμης ευπαθειαν, ολης μεθεξουσι της αγαθοτητος, κατα την αυτοις επιλαμπουσαν ως εν αγγελοις η ως εν ανθρωποις θειαν ζωην. Οι δε τη φυσει ποιησαντες ανισονομουσαν δια παντων την γνωμην, και των της φυσεως (≡15Δ_230≡> λογων κατα την ενεργειαν σκεδαστικην αυτην αποδειξαντες καθ᾿ ολον τον του ευ ειναι λογον, δια την προς την θειαν βουλησιν της γνωμης αντιπαθειαν, ολης εκπεσουνται της αγαθοτητος, κατα την εμφαινομενην αυτοις προς το φευ ειναι της γνωμης οικειωσιν· καθ᾿ ην η προς τον Θεον εσται των τοιουτων διαστασις, ουκ εχοντων κατα την προθεσιν της γνωμης, ταις ενεργειαις των αγαθων, τον του ευ ειναι λογον ζωογονουμενον, καθ᾿ ον η θεια ζωη διαφαινεσθαι πεφυκε.
4.55 (νε΄) Ζυγος της εκαστου γνωμης εσται κατα την κρισιν, ο της φυσεως λογος, την προς το φευ, η ευ αυτης διελεγχων κινησιν, καθ᾿ ην η της θειας ζωης μεθεξις η αμαθεξια γινεσθαι πεφυκε. Κατα γαρ το ειναι και αει ειναι, παντας συνεξει παρων ο Θεος· κατα δε το αει ευ ειναι, μονους ιδιοτροπως τους αγιους, αγγελους τε και ανθρωπους, το αει φευ ειναι, τοις μη τοιουτοις ως γνωμης καρπον αφεις επικιρνωμενον.
4.56 (νστ΄) Ου συνεπαγεται τη κατα φυσιν των εξ ων συνεστηκεν ετεροτητι, και την καθ᾿ υποστασιν διαφοραν το μυστηριον της θειας σαρκωσεως· το μεν, ινα μη προσθηκην λαβη το της Τριαδος μυστηριον· το δε, ινα μηδεν η τη θεοτητι κατα φυσιν ομογενες και ομοουσιον. Δυο γαρ φυσεων προς υποστασιν, αλλ᾿ ου προς φυσιν μιαν γεγονε συνοδος· ινα και το καθ᾿ υποστασιν εν εκ των αλληλαις συνδραμουσων φυσεων δειχθη κατα την ενωσιν αποτελουμενον, και το διαφορον των συνελθοντων προς την αδιασπαστον ενωσιν κατα την φυσικην ιδιοτητα πιστευθη, πασης εκτος μενον τροπης και συγχυσεως.
4.57 (νζ΄) Ου λεγομεν επι Χριστου διαφοραν υποστασεων, οτι Τριας μεμενηκεν η Τριας, και σαρκωθεντος του Λογου, προσθηκης προσωπου ου προσγενομενης τη αγια Τριαδι δια την σαρκωσιν· λεγομεν δε φυσεων διαφοραν, ινα μη τω Λογω κατα την φυσιν ομοουσιον την σαρκα πρεσβευωμεν.
(≡15Δ_232≡> 4.58 (νη΄) Ο μη λεγων φυσεως διαφοραν, ουκ εχει ποθεν πιστωσασθαι την οτι γεγονε σαρξ ο Λογος διχα τροπης ομολογιαν· μη γινωσκων σωζομενον κατα την φυσιν εν τη μια του ενος Χριστου και Θεου Σωτηρος υποστασει μετα την ενωσιν, το προλαβον και το προσειλημμενον.
(=1332=) 4.59 (νθ΄) Ει σαρκος εν Χριστω και θεοτητος μετα την ενωσιν υπαρχει διαφορα κατα φυσιν· ου γαρ ταυτον κατ᾿ ουσιαν ποτε θεοτης και σαρξ· προς φυσεως μιας γενεσιν, η των συνελθοντων ουδαμως γεγονεν ενωσις, αλλα προς μιαν υποστασιν, καθ᾿ ην ουδεμιαν εν Χριστω καθ᾿ οιονδηποτε τροπον ευρισκομεν διαφοραν. Ταυτον γαρ τη οικεια σαρκι κατα την υποστασιν ο Λογος. Καθ᾿ ο γαρ αν ο Χριστος εχη διαφοραν, εν ειναι κατα παντα τροπον ου δυναται· καθ᾿ ο δε την οιανουν παντελως ουκ επιδεχεται διαφοραν, κατα παντα τροπον το εν επ᾿ αυτου διαπαντος ευσεβως εχει και ον και λεγομενον.
4.60 (ξ΄) Η πιστις δια της ελπιδος την εις Θεον αγαπην τελειαν συνιστησιν· η αγαθη συνειδησις, την εις τον πλησιον δια της φυλακης των εντολων αγαπην υφιστησιν. Η γαρ αγαθη συνειδησις παραβαθεισαν εντολην ουκ εχει κατηγορον. Ταυτας δε μονη καρδια πιστευεσθαι πεφυκε, των εφιεμενων της αληθους σωτηριας.
4.61 (ξα΄) Ουδεν του πιστευειν ταχυτερον, και του δια στοματος ομολογειν του πιστευθεντος την χαριν εστιν ευκολωτερον· το μεν γαρ, δηλοι την εμψυχον προς τον πεποιηκοτα του πεπιστευκοτος αγαπην· το δε, την θεοφιλη προς τον πλησιον διαθεσιν. Αγαπη δε και γνησια διαθεσις, ηγουν πιστις και αγαθη συνειδησις, εργον προδηλως του κατα καρδιαν αφανους υπαρχει κινηματος, της εκτος υλης προς γενεσιν παντελως ου δεομενον.
4.62 (ξβ΄) Ο την παντελη περι το καλον ακινησιαν νοσων, περι το (≡15Δ_234≡> κακον υπαρχει παντως ευκινητος. Κατ᾿ αμφω γαρ ακινητον υπαρχειν, αδυνατον. Οθεν και λιθους καλειν οιδεν η Γραφη, την περι τα καλα της ψυχης ραθυμιαν, ως αρετων αναισθητουσης· ξυλα δε, την περι τα κακα προθυμιαν. Η δε κατ᾿ αισθησιν κινησις συναπτομενη τη κατα νουν ενεργεια, ποιει την μετα γνωσεως αρετην.
4.63 (ξγ΄) Μεσοτοιχον η Γραφη, τον κατα φυσιν, ως οιμαι, νομον του σωματος κεκληκε· φραγμον δε, την εν τω νομω της σαρκος προς τα παθη σχεσιν, ηγουν την αμαρτιαν. Μονη γαρ η προς τα παθη της ατιμιας σχεσις, του νομου της φυσεως, τουτεστι, του παθητου της φυσεως μερους, φραγμος γινεται, της ψυχης το σωμα διατειχιζων, και του λογου των αρετων την προς σαρκα δια μεσης ψυχης κατα την πραξιν, μη συγχωρων γενεσθαι διαβασιν· ο δε Λογος παραγενομενος, και τον της φυσεως νομον, ηγουν το της φυσεως παθητον (=1333=) καταπαλαισας, την εν αυτω των παρα φυσιν παθων σχεσιν κατηργησεν.
4.64 (ξδ΄) Ηνικα μεν δι᾿ απατης δολω συλων την περι Θεον εμφυτον γνωσιν της φυσεως, ταυτην ο πονηρος εις εαυτον σφετεριζεται, κλεπτης εστι, προς εαυτον απο του Θεου το σεβας μεταφερειν πειρωμενος· απαγων δηλονοτι των εν τοις γεγονοσι πνευματικων λογων, την κατα νουν της ψυχης θεωριαν, και μονη περιγραφων την νοεραν δυναμιν, τη κατα την επιφανειαν προσοψει των αισθητων. Οπηνικα δε δια των φυσικων απαρχομενος κινηματων, προς τα παρα φυσιν σοφιστικως κατασυρη την πρακτικην δυναμιν, και δια των νομιζομενων καλων ταις χειροσι πιθανως προσηλωση ταυτης την εφεσιν, επι τω ονοματι Κυριου ομνυει ψευδως, προς αλλα παρ᾿ υποσχεσιν αγων την πειθομενην ψυχην. Και εστι κλεπτης μεν, ως προς εαυτον συλων την γνωσιν της φυσεως· επιορκος δε, ως το πρακτικον της ψυχης ματην διαπονεισθαι πειθων τοις παρα φυσιν.
(≡15Δ_236≡> 4.65 (ξε΄) Η παλιν, κλεπτης εστιν, ο προς απατην των ακουοντων τους θειους δηθεν ασκουμενος λογους, ων ουκ επεγνω δια των εργων την δυναμιν, την ψιλην προφοραν δοξης εμποριαν ποιουμενος, και τω δια γλωσσης λογω τον του δικαιος νομιζεσθαι παρα των ακροωμενων θηρωμενος επαινον. Και απλως ειπειν, ο τω λογω τον βιον αναρμοστον, και τη γνωμει την διαθεσιν της ψυχης εχων αντικειμενην, κλεπτης εστιν, εκ των αλλοτριων αγαθων ου καλως διαφαινομενος. Προς ον ο λογος εικοτως ερει, Τω δε αμαρτωλω ειπεν ο Θεος, Ινα τι συ εκδιηγη τα δικαιωματα μου, και αναλαμβανεις την διαθηκην μου δια στοματος σου;
4.66 (ξστ΄) Κλεπτης ωσαυτως εστι, και ο τοις φαινομενοις τροποις και ηθεσι, την μη φαινομενην συγκαλυπτων της ψυχης κακουργιαν, επιεικειας πλασματι την ενδον επικαλυπτων διαθεσιν· και κλεπτων, ωσπερ εκεινος τη προφορα των λογων της γνωσεως, την των ακουοντων διανοιαν· ουτω δη και αυτος τω τροπω της των ηθων υποκρισεως, των θεομενων την αισθησιν, προς ον ομοιως ειρησεται, Αισχυνθητε, οι ενδεδυμενοι ιματια αλλοτρια· και το, Αποκαλυψει Κυριος το σχημα αυτων εν τη καθ᾿ ημερα εκεινη. Καθ᾿ εκαστην γαρ εν τω κρυπτω της καρδιας εργαστηριω, ταυτα μοι λεγοντος ακουειν δοκω του Θεου την ημεραν, ως επ᾿ αμφοιν διαρρηδην κατεγνωσμενος.
4.67 (ξζ΄) Επιορκος εστιν, ηγουν ομνυων επι τω ονοματι Κυριου ψευδως, ο επαγγελλομενος τω Θεω τον κατ᾿ αρετην βιον, και αλλοτρια παρα την υποσχεσιν της οικειας επαγγελιας επιτηδευων, και την συνθηκην της ομολογιας του σεμνου βιου δια της αργιας των εντολων παραβαινων. Και συντομως ειπειν, ο κατα Θεον ζην προελομενος, (=1336=) και μη τελειως τω παροντι βιω νεκρουμενος, ψευστης εστι και επιορκος, ομοσας μεν τω Θεω, τουτεστιν, επαγγειλαμενος τον εν τοις θειοις αγωσιν αμεμπτον δρομον, και (≡15Δ_238≡> μη πληρωσας, και δια τουτο μηδαμως επαινουμενος. Επαινεθησεται γαρ πας ο ομνυων εν αυτω, τουτεστι, πας ο τω Θεω τον ενθεον επαγγειλαμενος βιον, και δια της αληθειας των εργων της δικαιοσυνης τους ορκους πληρων της καλης υποσχεσεως.
4.68 (ξη΄) Ο κατα μονην την εν τοις λογοις προφοραν, γνωσιν υποκρινομενος, προς δοξαν οικειαν την των ακουοντων κλεπτει διανοιαν· και ο τοις ηθεσι την αρετην υποκρινομενος, προς δοξαν οικειαν κλεπτει των θεωμενων την ορασιν· και δι᾿ απατης αμφοτεροι κλεπτοντες, πλανωσιν, ο μεν, διανοιαν ψυχης των ακουοντων, ο δε, των θεωμενων σωματος αισθησιν.
4.69 (ξθ΄) Ει παντως επαινον εχει ο των οικειων πληρωτης επαγγελιων, ως ομνυων εν τω Θεω, και αληθευων· δηλον οτι ψογον εξει και ατιμιαν, ο των οικειων συνθηκων παραβατης γινομενος, ως ομοσας εν τω Θεω, και ψευσαμενος.
4.70 (ο΄) Ου πας ανθρωπος εις τουτον ερχομενος τον κοσμον, υπο του Λογου παντως φωτιζεται· πολλοι γαρ αφωτιστοι διαμενουσι, και του κατ᾿ επιγνωσιν αμετοχοι φωτος· αλλα δηλον οτι πας ανθρωπος κατ᾿ οικειαν γνωμην, εις τον αληθη κοσμον ερχομενος των αρετων. Πας γαρ ο κατ᾿ αληθειαν δια της αυθαιρετου γεννησεως εις τουτον ερχομενος τον κοσμον, υπο του Λογου παντως φωτιζεται, λαμβανων εξιν αρετης αμετακινητον, και γνωσεως αληθους επιστημην απταιστον.
4.71 (οα΄) Ου παντες τε και παντα τα την αυτην εκφωνησιν εχοντα, καθ᾿ ενα και τον αυτον παντως νοηθησεται τροπον· αλλ᾿ εκαστον των λεγομενων προς την υποκειμενην δηλονοτι τω τροπω της αγιας Γραφης δυναμιν νοητεον, ει μελλοιμεν ορθως του σκοπου των γεγραμμενων καταστοχαζεσθαι.
(≡15Δ_240≡> 4.72 (οβ΄) Ουδεν των αναγεγραμμενων τη Γραφη προσωπων, η τοπων, η χρονων, η ετερων πραγματων εμψυχων τε και αψυχων, αισθητων τε και νοητων, κατα τον αυτον αει κινουμενον τροπον, εχει συμβαινουσαν εαυτη διολου την ιστοριαν η την θεωριαν. Διο χρη τον απταιστως την θειαν της Γραφης εξασκουμενον ειδησιν, ταις διαφοραις των γινομενων η λεγομενων, διαφορως εκδεχεσθαι των απηριθμημενων εκαστον, και την αρμοζουσαν αυτω κατα τον τοπον, η τον χρονον δεοντως θεωριαν προσνεμειν.
4.73 (ογ΄) Διδασκειν χρη παντας τους εν παντι τω κοσμω, λογω ζην μονω πολιτευεσθαι, και τοσουτον εχειν περι των σωματων την μεριμναν, οσο δια πολλης φροντιδος την προς αυτα σχεσιν της ψυχης διακοψας, (=1337=) και μηδεμιαν διδοναι το συνολον υλης τη ψυχη φαντασιαν· σβεσθεισης ηδη τω λογω της κατ᾿ αρχας, τον μεν λογον παρωσαμενης, την αλογιαν δε της ηδονης οφεως δικην ερπυστικου προσδεξαμενης, αισθησεως, καθ᾿ ης ωρισθη δικαιως ο θανατος, ινα παυσηται τω διαβολω προς την ψυχην παρεχομενη την εισοδον.
4.74 (οδ΄) Μια υπαρχουσα κατα το γενος η αισθησις, πενταπλουται τοις ειδεσι, δια της καθ᾿ εκαστον ειδος αντιληπτικης ενεργειας, το προσφυες αισθητον, αντι Θεου στεργειν την πλανωμενην ψυχην αναπειθουσα. Διοπερ ο τω Λογω σοφως επομενος, προ του βεβιασμενου και παρα γνωμην θανατου, τον θανατον της σαρκος εκουσιως καταψηφιζεται, τον προς αισθησιν της γνωμης παντελη ποιουμενος χωρισμον.
4.75 (οε΄) Λαβουσα τον νουν η αισθησις υποχειριον, διδασκει πολυθεον, δι᾿ εκαστης αισθησεως τη περι τα παθη δουλεια ως θειον το προσφυες αισθητον θεραπευουσα.
4.76 (οστ΄) Ο μονω τω γραμματι της Γραφης παρακαθημενος, μονην εχει την αισθησιν κρατουσαν της φυσεως, καθ᾿ ην η προς την σαρκα της ψυχης σχεσις μονη διαφαινεσθαι πεφυκε. Το γαρ (≡15Δ_242≡> γραμμα μη νοουμενον πνευματικως, μονην εχει την αισθησιν περιγραφουσαν αυτου την εκφωνησιν, και μη συγχωρουσαν προς τον νουν διαβηναι των γεγραμμενων την δυναμιν. Ει δε προς μονην την αισθησιν εχει το γραμμα την οικειοτητα, πας ο καθ᾿ ιστοριαν μονην Ιουδαϊκως το γραμμα δεχομενος, κατα σαρκα ζη, της αμαρτιας καθ᾿ εκαστην ημεραν δια την ζωσαν αισθησιν γνωμικως αποθνησκων τον θανατον, μη δυναμενος πνευματι τας πραξεις θανατωσαι του σωματος, ινα ζη την εν πνευματι μακαριαν ζωην. Ει γαρ κατα σαρκα ζητε, μελλετε αποθνησειν, φησιν ο θειος Αποστολος· ει δε πνευματι τας πραξεις του σωματος θανατουτε, ζησεσθε.
4.77 (οζ΄) Μη τοινυν τον θειον λυχνον, ηγουν τον φωτιστικον της γνωσεως λογον αναπτοντες δια θεωριας και πραξεως, υπο τον μοδιον θησωμεν, ινα μη κατακριθωμεν ως περιγραφοντες τω γραμματι την της σοφιας απεριληπτον δυναμιν· αλλ᾿ επι την λυχνιαν, λεγω την αγιαν Εκκλησιαν, εν τω υψει της αληθους θεωριας, πασι το φως των θειων δογματων πυρσευουσαν.
4.78 (οη΄) Ο τας προσβολας των ακουσιων πειρασμων κατα τον μακαριον Ιωβ και τους γενναιους μαρτυρας ακατασειστω φερων τω φρονηματι, λυχνος εστιν ισχυρος, ακατασβεστον και αυτος φυλαττων το φως της σωτηριας, εν τω τροπω της κατα την ανδριαν υπομονης φυλαττομενον, ως τον Κυριον ισχυν εχων και υμνησιν. Ο δε γινωσκων του πονηρου τα μηχανηματα, και τας συμπλοκας των αφανων πολεμων ουκ αγνοων, και ουτος τω φωτι της γνωσεως περιλαμπομενος, αλλος πεφηνε λυχνος, τω μεγαλω Αποστολω προσηκοντως φθεγγομενος, Ου γαρ αυτου τα νοηματα αγνοουμεν.
(=1340=) 4.79 (οθ΄) Την μεν καθαρσιν τοις αξιοις της των αρετων καθαροτητος, δια φοβου και ευσεβειας και γνωσεως ποιειται το Πνευμα το αγιον· τον δε φωτισμον της των οντων καθ᾿ ους υπαρχουσι λογους γνωσεως, δι᾿ ισχυος και βουλης και συνεσεως δωρειται (≡15Δ_244≡> τοις αξιοις φωτος· την δε τελειοτητα, δια της παμφαους και απλης και ολοσχερους σοφιας χαριζεται τοις αξιοις θεωσεως, προς την των οντων αιτιαν, αμεσως αυτους αναγον κατα παντα τροπον, ως εστιν ανθρωπω δυνατον, εκ μονων των θειων της αγαθοτητος ιδιωματων γνωριζομενους, καθ᾿ ην εκ Θεου μεν εαυτους, εξ εαυτων δε γινωσκοντες τον Θεον, ουκ οντος τινος μεσου διατειχιζοντος· σοφιας γαρ μεσον ουδεν προς Θεον· την αναλλοιωτον εξουσιν ατρεψιαν, των μεσων αυτοις ολικως παντων διαβαθεντων, εν οις υπηρχεν ο περι την γνωσιν ποτε του σφαλλεσθαι κινδυνος. Μεσα δε καλει, την των νοητων και των αισθητων ουσιαν, δι᾿ ων προς Θεον ως αιτιαν των οντων, ο ανθρωπινος νους αναγεσθαι πεφυκεν.
4.80 (π΄ Την μεν πρακτικην φιλοσοφιαν, φοβος, ευσεβεια τε και γνωσις εργαζονται· την δε φυσικην εν πνευματι θεωριαν, ισχυς και βουλη και συνεσις κατορθουσι· την δε μυστικην θεολογιαν, σοφια θεια μονη χαριζεται.
4.81 (πα΄) Ωσπερ ελαιου χωρις, ασβεστον διατηρηθηναι λυχνον αμηχανον, ουτως εξεως χωρις, προσφοροις και λογοις και τροποις και ηθεσι, νοημασι τε αυ και λογισμοις τοις καθηκουσι τα καλα διατρεφουσης, ασβεστον φυλαχθηναι το φως των χαρισματων αμηχανον. Παν γαρ χαρισμα πνευματικον προσφυους χρηζει της εξεως, απαυστως επιχεουσης αυτω καθαπερ ελαιον την υλην την νοεραν, ινα διαμεινη κατα την εξιν του δεξαμενου κρατουμενον.
4.82 (πβ΄) Ωσπερ ελαιας χωρις, ουκ εστιν ουδαμως ευρειν φυσει κατ᾿ αληθειαν γνησιον ελαιον· αγγους δε διχα κρατεισθαι του δεχομενου το ελαιον ου δυνατον· ελαιω δε μη τρεφομενον σβεννυται παντως το λυχναιον φως· ουτω των αγιων Γραφων χωρις, ουκ εστι κατα αληθειαν δυναμις νοηματων θεοπρεπης· εξεως δε διχα, καθαπερ αγγους νοηματων δεκτικου, ουδαμως αν συσταιη (≡15Δ_246≡> νοημα θειον· θειοις δε νοημασι μη τρεφομενον το φως της εν τοις χαρισμασι γνωσεως, ασβεστον ου συντηρειται τοις εχουσι.
4.83 (πγ΄) Την μεν Παλαιαν Διαθηκην, την εξ ευωνυμων ελαιαν υπολαμβανω σημαινειν, ως της πρακτικης μαλλον προνοουμενην φιλοσοφιας· την εκ δεξιων δε, την Νεαν Διαθηκην, ως καινου μυστηριου διδασκαλον, και της εν εκαστω των πιστων θεωρητικης εξεως ποιητικην. Η μεν γαρ, αρετης τροπους, η δε, (=1341=) γνωσεως λογους παρεχεται τοις τα θεια φιλοσοφουσι· και η μεν, της των ορωμενων ομιχλης υφαρπαζουσα προς το συγγενες αναγει τον νουν, πασης καθαρον υλικης φαντασιας γεγενημενον· η δε, της υλικης προσπαθειας αυτον αποκαθαιρει, τω της ανδριας τονω, καθαπερ σφυρα τινι τους προς το σωμα της γνωμης κατα την σχεσιν εκκρουομενη ηλους.
4.84 (πδ΄) Η μεν Παλαια, το σωμα προς ψυχην λογισθεν αναβιβαζει δια μεσων των αρετων, κωλυουσα του προς σωμα τον νουν καταβιβαζεσθαι· η δε Νεα, τον νουν προς τον Θεον αναβιβαζει, τω πυρι της αγαπης πτερουμενον. Και η μεν, ταυτον εργαζεται τω νοι το σωμα κατα την θεσιν κινησιν· η δε, ταυτον τω Θεω τον νουν αποτελει κατα την εξιν της χαριτος τοσαυτην εχοντα προς Θεον την εμφερειαν, ωστε τον Θεον δι᾿ αυτου γνωριζεσθαι, τον εξ εαυτου κατα φυσιν ουδαμως το παραπαν ουδενι γινωσκομενον, ως εκ τινος εικονος αρχετυπον.
4.85 (πε΄) Η μεν Παλαια Διαθηκη, πραξεως και αρετης υπαρχουσα συμβολον, συμφωνειν το σωμα τω νοι παρασκευαζει κατα την κινησιν· η δε Νεα, θεωριας ουσα και γνωσεως ποιητικην, τον μυστικως αυτης αντεχομενον νουν τοις θειοις νοημασι καταφαιδρυνει και τοις γνωρισμασι· και η μεν Παλαια, τω γνωστικω χορηγει τους τροπους των αρετων· η δε Νεα, τω πρακτικω γνωσεως αληθους λογους χαριζεται.
(≡15Δ_248≡> 4.86 (πστ΄) Εκεινων ο Θεος λεγεται τε και γινεται κατα χαριν Πατηρ, των μονην εχοντων την κατ᾿ αρετην γνωμικην εν πνευματι γεννησιν· καθ᾿ ην ωσπερ ψυχης προσωπον, τον εν αρεταις του γεννησαντος Θεου χαρακτηρα φαινομενον εχοντες κατα τον βιον, τους θεωμενους τη μεταβολη των τροπων δοξαζειν τον Θεον παρασκευαζουσι, τον οικειον βιον προς μιμησιν παρεχοντες αυτοις εξαιρετον αρετης εξεμπλαριον. Ου γαρ λογω ψιλω Θεος δοξαζεσθαι πεφυκεν, αλλ᾿ εργοις δικαιοσυνης πολλω πλειονα λογων βοωσι την θειαν μεγαλοπρεπειαν.
4.87 (πζ΄) Αριστερος μεν ο φυσικος νομος, δια την αισθησιν· προσαγει δε τω λογω τους τροπους των αρετων, και ποιει γνωσιν ενεργουμενην. Ο δε πνευματικος νομος, δεξιος μεν εστι δια τον νουν· μιγνυσι δε τη αισθησει τους εν τοις ουσι πνευματικους λογους, και ποιει πραξιν λελογισμενην.
4.88 (πη΄) Ο τη πραξει σωματουμενην την γνωσιν, και τη γνωσει ψυχουμενην την πραξιν δεικνυς, τον ακριβη τροπον ευρε της αληθους θεουργιας. (=1344=) Ο δ᾿ οποτεραν τουτων της ετερας εχων διαζευγμενην, η την γνωσιν ανυποστατον πεποιηκε φαντασιαν, η την πραξιν αψυχον κατεστησε ειδωλον. Γνωσις γαρ απρακτος, φαντασιας ουδεν διενηνοχεν, υφιστωσα αυτην την πραξιν ουκ εχουσα· και πραξις αλογιστος, ταυτον ειδωλω καθεστηκεν ψυχουσαν αυτην την γνωσιν ουκ εχουσα.
4.89 (πθ΄) Το της σωτηριας ημων μυστηριον, επιδειξιν μεν λογου, τον βιον, δοξαν δε βιου, τον λογον ποιειται· και την μεν πραξιν θεωριαν ενεργουμενην, την δε θεωριαν, πραξιν μυσταγωγουμενην. Και συντομως ειπειν, την μεν αρετην, φανερωσιν γνωσεως, την δε γνωσιν, αρετης συντηρητικην εργαζομενον δυναμιν· και δι᾿ αμφοιν, αρετης δε λεγω και γνωσεως, μιαν σοφιαν συνισταμενην επιδεικνυμενον· ινα γνωμεν οτι συμφωνουσιν αλληλαις δια παντων αι δυο Διαθηκαι κατα την χαριν, πλεον εις ενος μυστηριου συμπληρωσιν, η οσον ψυχη και σωμα προς ενος ανθρωπου γενεσιν, κατα την συνθεσιν αλληλαις συμβαινουσαι.
(≡15Δ_250≡> 4.90 (ƒ΄) Ωσπερ ψυχη και σωμα ποιει κατα συνθεσιν ανθρωπον, ουτω πραξις και θεωρια, μιαν κατα συνοδον αποτελει σοφιαν γνωστικην· και Παλαια και Νεα Διαθηκη, μυστηριον εν απεργαζεται. Μονου δε του Θεου κατα φυσιν εστι το αγαθον, εξ ου, κατα μετοχην, παντα φωτιζεται τε και αγαθυνεται, τα φωτος κατα φυσιν και αγαθοτητος δεκτικα.
4.91 (ƒα΄) Ο τον φαινομενον κοσμον νοων, θεωρει τον νοουμενον· τυποι γαρ τη αισθησει τα νοητα φανταζομενος, και κατα νουν σχηματιζει τους θεαθεντας λογους· και μεταφερει, προς μεν αισθησιν πολυειδως, του αισθητου κοσμου πολυπλοκως την συνθεσιν· και νοει, εν μεν τω νοητω, τον αισθητον, μετενεγκας προς τον νουν τοις λογοις την αισθησιν, εν δε τω αισθητω, τον νοητον, προς την αισθησιν επιστημονως τοις τυποις μετεγκλοιωσας τον νουν.
4.92 (ƒβ΄) Τον μεν πρωτον περι μοναδος λογον, ως αρχην πασης αρετης κεφαλην ο προφητης ωνομασεν· (=1345=) ως το, Εδυ η κεφαλη μου εις σχισμας ορεων· τας δε διανοιας των πνευματων της πονηριας, σχισμας των ορεων, υφ᾿ ων κατεποθη δια της παραβασεως ο ημετερος νους· γην δε κατωτατην, την μηδαμως γνωσεως αισθανομενην θειας, η της κατ᾿ αρετην ζωης, την οιανουν κινησιν εχουσαν εξιν· αβυσσον δε, την επικειμενην αγνοιαν τη εξει της κακιας, εφ᾿ η βεβηκε καθαπερ γη, τα της κακιας πελαγη η γην, την παγιαν της κακιας εξιν ειπεν· αιωνιους δε μοχλους, τας συγκρατουσας την χειριστην εξιν εμπαθεις προσπαθειας των υλικων.
4.93 (ƒγ΄) Η των αγιων υπομονη, την πονηραν δυναμιν προσβαλλουσαν, δαπανα· ως πειθουσα τοις υπερ αληθειας εγκαλλωπιζεσθαι πονοις, τους αυτης διακονους, και πλεον εμπλατυνεσθαι (≡15Δ_252≡> διδασκουσα τοις παθημασιν, η ταις ανεσεσιν, οι της εν σαρκι ζωης αγαν φροντιζοντες, υποθεσιν αυτοις υπερβαλλουσης κατα πνευμα δυναμεως ποιουμενη, την κατα φυσιν της σαρκος περι το πασχειν ασθενειαν. Ορα γαρ οπως της καθ᾿ υπερβολην θειας δυναμεως εστιν υποθεσις, η κατα φυσιν των αγιων ασθενεια, ης ηττονα τον υπερηφανον διαβολον Κυριος εδειξεν.
4.94 (ƒδ΄) Ο λογος της χαριτος, δια πολλων πειρασμων προς την των ανθρωπων φυσιν, ηγουν την των εθνων Εκκλησιαν, ωσπερ Ιωνας δια πολλων θλιψεων προς Νινευι διαβας την πολιν την μεγαλην, επεισε τον βασιλευοντα νομον της φυσεως εξαναστηναι του θρονου, της προτερας δηλαδη περι το κακον κατα την αισθησιν εξεως, και περιελεσθαι την στολην αυτου, τον επι τοις ηθεσι λεγω της κοσμικης δοξης αποθεσθαι τυφον, και περιβαλεσθαι σακκον, το πενθος δηλαδη και την δυσχερη και τραχειαν της κακοπαθειας, και βιω τω κατα Θεον πρεπουσαν αγωγην· και καθισαι επι σποδου· σποδος δε εστιν η πτωχεια του πνευματος, εφ᾿ ης καθεζεται πας ευσεβως ζην διδασκομενος, και την μαστιγα της συνειδησεως εχων επι τοις πλημμεληθεισιν, αυτον καταικιζουσαν.
4.95 (ƒε΄) Ορα οπως βασιλεα μεν ειναι λεγει, τον φυσικον νομον· θρονον δε, την εμπαθη κατ᾿ αισθησιν εξιν· την δε στολην, την της κενης δοξης προβολην· τον δε σακκον, το κατα την μετανοιαν πενθος· την δε σποδον, την ταπεινοφροσυνην· ανθρωπους δε, τους περι τον λογον· κτηνη δε, τους περι την επιθυμιαν· βοας δε, τους περι τον θυμον· προβατα δε, τους περι την θεωριαν των ορατων πταιοντας.
4.96 (ƒστ΄) Ο δια την εννομον αρετην των εν σαρκι παθων ως αριστερων ποιουμενος ληθην, και δια την απταιστον γνωσιν, επι τοις κατορθωμασι τη νοσω της φυσιουσης οιησεως ως δεξιας (≡15Δ_254≡> ουχ αλισκομενος, ανηρ γεγονε, μη γινωσκων δεξιαν αυτου, ως δοξης ουκ ερων λυομενης, ουδε αριστεραν, ως τοις της σαρκος ουκ ερεθιζομενος παθεσι. Δεξιαν ουν, ως εοικεν, ειπεν ο λογος, την επι τοις δηθεν κατορθωμασι κενοδοξιαν· αριστεραν δε, την επι τοις αισχροις παθεσιν ακολασιαν. (=1348=) Ο γαρ της αρετης λογος, της σαρκος ως αριστερας ουκ οιδεν αμαρτιαν· ο δε της γνωσεως, την ψυχης ως δεξιας ου γινωσκει κακιαν.
4.97 (ƒζ΄) Η κατα λογον γνωσις των αρετων, ηγουν η κατ᾿ ενεργειαν αληθης της των αρετων αιτιας επιγνωσις, αγνοιαν παντελη πεφυκε ποιειν, της δεξιας και αριστερας εκατερωθεν παρακειμενης τη μεσοτητι των αρετων υπερβολης και ελλειψεως. Ει γαρ ουδεν εν τω λογω παντελως πεφυκεν ειναι παραλογον, σαφως ο προς τον λογον των αρετων αναχθεις, την των παραλογων ουδαμως επιγνωσεται θεσιν. Ου γαρ δυνατον αμφω κατα ταυτον αμα καταθρησαι τα αντικειμενα, και θατερω αμα το ετερον γνωναι συνεμφαινομενον.
4.98 (ƒη΄) Ει απιστιας εν τη πιστει λογος ουδεις, ουδε σκοτους αιτια κατα φυσιν υπαρχει το φως, ουδε Χριστω συνενδεικνυσθαι πεφυκεν ο διαβολος, δηλον ως ουδε τω λογω το παραπαν συνυπαρχει το παραλογον. Ει δε τω λογω συνειναι παντελως ου δυναται το παραλογον, ο προς τον λογον των αρετων αναχθεις, την των παραλογων ουδαμως επιγνωσεται θεσιν, μονην ως εστιν, αλλ᾿ ουχ ως νομιζεται γινωσκων την αρετην· και δια τουτο μητε δεξιαν δια της υπερβολης, μητε αριστεραν δια της ελλειψεως επισταμενος. Επ᾿ αμφοιν γαρ θεωρειται σαφως το παραλογον.
4.99 (ƒθ΄) Απιστιαν λεγει, την αρνησιν των εντολων· πιστιν δε, την (≡15Δ_256≡> αυτων συγκαταθεσιν· το δε σκοτος, του καλου την αγνοιαν· το δε φως, την τουτου διαγνωσιν. Χριστον δε κεκληκε, την ουσιαν του καλου και την υποστασιν· τον διαβολον δε, την παντων γεννητικην των κακων χειριστην εξιν.
4.100 (ρ΄) Ει ορος υπαρχει και μετρον των οντων ο λογος, ισον προς αλογιαν εστι, και δια τουτο παραλογον, το παρα τον ορον και παρα το μετρον, η παλιν υπερ τον ορον κινεισθαι και υπερ το μετρον. Επισης γαρ αμφω τοις ουτω κινουμενοις του κυριως οντος φερει την εκπτωσιν· το μεν, αδηλον αυτοις ποιεισθαι του δρομου πειθον την κινησιν και αοριστον, ουκ εχουσαν σκοπον τον Θεον δι᾿ αμετριαν νοος, ως τελος αυτοις προεπινοουμενον· του δεξιου, δεξιωτερον αναπλαττομενοις· το δε, παρα τον σκοπον, προς μονην την αισθησιν αυτους πειθον, του δρομου ποιεισθαι την κινησιν, δι᾿ ατονιας νοος, προεπινοουμενον τελος νομιζοντας, το κατ᾿ αισθησιν αυτοις περιγραφομενον· απερ αγνοει μη πασχων, ο μονω τω λογω της αρετης συνημμενος, και πασαν αυτω της κατα νουν οικειας δυναμεως περιγραψας την κινησιν, και δια τουτο μηδεν υπερ τον λογον η παρα τον λογον διανοεισθαι δυναμενος.

ΕΚΑΤΟΝΤΑΣ ΠΕΜΠΤΗ

(≡15Δ_258≡> 5.1 (α΄) Ο κατα φυσιν λογος, δια μεσων των αρετων, (=1349=) προς τον νουν αναγειν πεφυκε τον επιμελουμενον πραξεως· ο δε νους προς την σοφιαν εισαγει δια θεωριας τον εφιεμενον γνωσεως. Το δε παραλογον παθος, προς την αισθησιν πειθει καταφερεσθαι τον αμελουντα των εντολων, ης τελος εστι, το προς την ηδονην καθηλωθηναι τον νουν.
5.2 (β΄) Αρετην καλει, την απαθεστατην και παγιαν περι το καλον εξιν, ης εφ᾿ εκατερα καθεστηκεν ουδεν, Θεου φερουσης χαρακτηρα, ω ουδεν εστιν εναντιον. Αιτια δε των αρετων εστιν ο Θεος· τουτου δε κατ᾿ ενεργειαν γνωσις, η του κατ᾿ αληθειαν επεγνωκοτος τον Θεον προς το πνευμα κατα την εξιν αλλοιωσις.
5.3 (γ΄) Ει ο λογος διωρισεν ως πεφυκεν εκαστου την γενεσιν, ουδεν των οντων εαυτο φυσικως η υπερβεβηκεν η υποβεβηκεν. Ουκουν ορος μεν των οντων εστιν, η κατ᾿ εφεσιν της αιτιας επιγνωσις· μετρον δε, η εφικτη τοις ουσι κατ᾿ ενεργειαν της αιτιας εκμιμησις. Το δε υπερ τον ορον φερεσθαι και το μετρον των κινουμενων την εφεσιν, ανονητον ποιει τον δρομον, μη καταντωντων εις Θεον, εν ω η κατ᾿ εφεσιν παντων ισταται κινησις, αυθυποστατον δεχομενη τελος του Θεου την απολαυσιν. Το δε παρα τον ορον φερεσθαι και το μετρον των κινουμενων την εφεσιν, ανονητον ποιει τον δρομον, αντι Θεου καταντωντων προς την αισθησιν, εν η καθ᾿ ηδονην βεβηκεν η των παθων ανυποστατος απολαυσις.
(≡15Δ_260≡> 5.4 (δ΄) Ο προς την αιτιαν των οντων ασχετως ανατιθεις νουν, αγνοησει παντελως, μηδενα θεωρων λογον, εν τω κατα πασαν αιτιαν υπερ παντα λογον οντι κατ᾿ ουσιαν Θεω· προς ον απο των οντων απαντων συσταλεις, ουδενα των αφ᾿ ων απεστη λογων, επισταται μονον τον προς ον γεγονε κατα χαριν, ανερμηνευτως θεωμενος. Και γαρ και τους των ασωματων και τους των σωματων αφιησι λογους, ο προς τον Θεον αναδραμων κατ᾿ εκστασιν νους. Ου γαρ πεφυκε τι Θεω των μετα Θεον, αμα συγκατοπτευεσθαι.
5.5 (ε΄) Επαρατον οντως παθος ο τυφος, και εκ δυο κακων κατα συνθεσιν συνισταμενον, υπερηφανιας φημι και κενοδοξιας· ων η μεν υπερηφανια, την αιτιαν αρνειται της αρετης και της φυσεως· η δε κενοδοξια, την τε φυσιν, και αυτην νοθον την αρετην καθιστησιν. Ουδεν γαρ τω υπερηφανω κατα Θεον διαπραττεται, και ουδεν τω κενοδοξω κατα φυσιν προερχεται.
5.6 (στ΄) Υπερηφανιας ιδιον, το αρνεισθαι τον Θεον αρετης ειναι γενετην και φυσεως· κενοδοξιας δε, το μεριζειν την φυσιν προς υφεσιν· ων ο τυφος ειναι γεννημα πεφυκεν, εξις κακιας υπαρχων συνθετος, Θεου αρνησιν εκουσιον εχουσα, και της κατα φυσιν ισοτιμιας αγνοιαν.
(=1352=) 5.7 (ζ΄) Υπερηφανιας και κενοδοξιας μιξις, ο τυφος καθεστηκε· προς μεν τον Θεον εχων την καταφρονησιν, καθ᾿ ην πεφυκε βλασφημως διαβαλλειν την προνοιαν· προς δε την φυσιν κεκτημενος την αλλοτριωσιν, καθ᾿ ην παντα τα της φυσεως παρα την φυσιν μεταχειριζεται, τω κατα παραχρησιν τροπω την της φυσεως παραφθειρων ευπρεπειαν.
5.8 (η΄) Το πνευμα του καυσωνος, ου μονον τους πειρασμους, (≡15Δ_262≡> αλλα και την εγκαταλειψιν του Θεου, την αφαιρουμενην των Ιουδαιων την των θειων χαρισματων χορηγιαν, δηλοι. Η δε δια πνευματος κατα ψυχην αγχιστεια, σαρκος μεν λυει την σχεσιν της προαιρεσεως, Θεω δε προσδεσμει κατα ποθον προσηλωθεισαν.
5.9 (θ΄) Ο μεν φυσικος νομος, οταν ουκ εχη πλεονεκτουσαν τον λογον την αισθησιν, αδιδακτως ασπαζεσθαι παντας πειθει το συγγενες και ομοφυλον, αυτην εχοντας την φυσιν της των δεομενων επικουριας διδασκαλον, κακεινο βουλεσθαι πασιν απαντας, οπερ εκαστος εαυτω παρα των αλλων γινομενον, ειναι δοκει καταθυμιον. Και τουτο διδασκων ο Κυριος, φησιν, Οσα θελετε ινα ποιωσιν υμιν οι ανθρωποι, ομοιως και υμεις ποιειτε αυτοις.
5.10 (ι΄) Εργον ειναι του φυσικου νομου φησι, την γνωμικην παντων προς παντας ομοθυμον σχεσιν. Εφ᾿ ων γαρ η φυσις λογω βραβευεται, τουτων μια πεφυκεν ειναι διαθεσις. Ων δε διαθεσις η αυτη, και ο κατ᾿ ηθος τροπος, και ο του βιου δρομος εις υπαρχειν προδηλως πεφυκεν. Ων δε τροπος ηθων βιου δρομος εστιν ο αυτος, εις δηλονοτι και ο αυτος κατα την γνωμην της προς αλληλους σχεσεως υπαρχει δεσμος, κατα μιαν γνωμην αγων τους παντας προς τον ενα λογον της φυσεως· εν ω παντελως ουκ εστιν η νυν κρατουσα της φυσεως δια της φιλαυτιας διαιρεσις. Ο δε γραπτος νομος, φοβω των επιτιμιων επεχων τας ατακτους των αφρονεστερων ορμας, εθιζει διδασκων, προς μονην αυτους οραν την του ισου διανομην, καθ᾿ ην της δικαιοσυνης το κρατος χρονω βεβαιωθεν, εις φυσιν μεθισταται, ποιουν, τον μεν φοβον, διαθεσιν, ηρεμα κατα μικρον τη περι το καλον γνωμη συγκρατυνομενην· εξιν δε, την συνηθειαν, τη ληθη των προτερων καθαιρομενην, και το φιλαλληλον εαυτη συναποτικτουσαν.
(≡15Δ_264≡> 5.11 (ια΄) Ο γραπτος νομος, φησι, κωλυων φοβω την αδικιαν, εθιζει προς το δικαιον· χρονω δε το εθος ποιει διαθεσιν φιλοδικαιον, υφ᾿ ης παγια προς το καλον εξις επιγινεται, ληθην προλαβουσης πονηριας επαγουσα.
5.12 (ιβ΄) Ο δε της χαριτος νομος, αυτον αμεσως διδασκει τους αγομενους μιμεισθαι τον Θεον, ος τοσουτον υπερ εαυτον ημας, ει θεμις ειπειν, και ταυτα δια την αμαρτιαν οντας εχθρους, ηγαπησεν, ωστε και (=1353=) εις την καθ᾿ ημας ουσιαν ελθειν ατρεπτως, υπερ πασαν ουσιαν οντα· και φυσιν υπερουσιως καταδεξασθαι και ανθρωπον γενεσθαι, και των ανθρωπων ενα χρηματισαι βουλεσθαι, και την ημετεραν κατακρισιν οικειαν ποιησαι μη παραιτησασθαι· και τοσουτον ημας θεωσαι κατα χαριν, οσον κατ᾿ οικονομιαν αυτος γεγονεν ανθρωπος· ινα μη μονον μαθωμεν αλληλων αντεχεσθαι φυσικως, και ως εαυτους αλληλους αγαπαν πνευματικως, αλλα και υπερ εαυτους αλληλων κηδεσθαι θεϊκως, και ταυτην της εις αλληλους αγαπης αποδειξιν ποιεισθαι, το κατ᾿ αρετην υπερ αλληλων τον εκουσιον προθυμως αιρεισθαι θανατον. Ουκ εστι γαρ αλλη μειζων ταυτης αγαπη, φησιν, ινα τις θη την ψυχην αυτου υπερ φιλου αυτου.
5.13 (ιγ΄) Ο μεν της φυσεως νομος εστιν, ινα συνελων ειπω, λογος φυσικος, την αισθησιν λαβων υποχειριον, προς αφαιρεσιν της αλογιας· καθ᾿ ην των φυσικως συνημμενων εστιν η διαιρεσις. Ο δε γραπτος νομος εστι, λογος φυσικος μετα την κατ᾿ αισθησιν της αλογιας αφαιρεσιν, προσλαβων και ποθον πνευματικον της προς το συγγενες αλληλουχιας συνεκτικον. Ο δε της χαριτος νομος, υπερ φυσιν καθεστηκεν λογος, προς θεωσιν ατρεπτως την φυσιν μεταλλατων, και ως εν εικονι δεικνυς ακαταληπτως τη (≡15Δ_266≡> φυσει των ανθρωπων, το υπερ ουσιαν και φυσιν αρχετυπον, και την του αει ευ ειναι διαμονην παρεχομενος.
5.14 (ιδ΄) Το μεν εχειν ως εαυτον τον πλησιον, μονης εστι φροντισαι της προς το ειναι ζωης· οπερ φυσικου νομου καθεστηκε· το δε τον πλησιον αγαπαν ως εαυτον, και της προς το ευ ειναι κατ᾿ αρετην εστι προνοεισθαι του πελας· οπερ ο γραπτος επιτρεπει νομος· το δε υπερ εαυτον αγαπησαι τον πλησιον, του νομου της χαριτος εστιν ιδιαιτατον.
5.15 (ιε΄) Ο κωλυομενος των προς ηδονην σωματος αφορμων, μανθανει Προνοιας λογους, επεχουσης την εξαπτικην υλην των παθων· ο δε τας προς οδυνην σωματος δεχομενος μαστιγας, διδασκεται κρισεως λογους, προλαβοντων μολυσμων ακουσιοις πονοις αυτον εκκαθαιρουσης.
5.16 (ιστ΄) Ει τον προφητην δια την σκηνην και την κολοκυνθαν λυπουμενον, λεγω δε την σαρκα και την της σαρκος ηδονην, της δε Νινευι τον Θεον αντεχομενον αντεισηγαγεν ο της Γραφης λογος, δηλον ως των τοις ανθρωποις τιμιων και επεραστων, τοδε τω Θεω φανεν προσφιλες, παντων των οντων πολλω κρειττον εστι και τιμιωτερον, ηπουγε [unus Reg. οπου γε] των ουκ οντων, και μονη προληψει κατ᾿ εσφαλμενην κρισιν ειναι δοκουντων, ων ουδεις το παραπαν εστι κατα την υπαρξιν λογος· μονη δε φαντασια τον νουν φενακιζουσα, και σχημα τοις ουκ ουσι διακενον, αλλ᾿ ουχ υποστασιν τω παθει παρεχομενη.
(=1356=) 5.17 (ιζ΄) Η μεν ακριβης γνωσις των λογιων του Πνευματος, (≡15Δ_268≡> μονοις αποκαλυπτεσθαι πεφυκε τοις αξιοις του Πνευματος· οι δια πολλην των αρετων επιμελειαν, της των παθων αιθαλης τον νουν εκκαθαραντες, εσοπτρου δικην καθαρου και διαυγους, αμα τη προσβολη, καθαπερ προσωπον εντυπουμενην αυτοις και εμπιπτουσαν την των θειων δεχονται γνωσιν. Οις δε ταις των παθων κηλισιν ο βιος κατεστικται, μολις καν εξ εικοτων τινων στοχασμων τεκμηριωσαι την των θειων γνωσιν εστι δυνατον, μη οτι γε νοησαι τε και φρασαι ταυτην δι᾿ ακριβειας απαυθαδιζεσθαι.
5.18 (ιη΄) Ο του νου μορφην την εξ αρετων εν Πνευματι θειω δεξαμενος γνωσιν, τα θεια λεγεται παθειν, οτι μη φυσει κατα την υπαρξιν, αλλα χαριτι κατα την μεθεξιν, ταυτην προσελαβεν. Ο δε την εκ χαριτος μη δεξαμενος γνωσιν, καν λεγη τι γνωστικον, ουκ οιδε κατα πειραν του λεγομενου την δυναμιν. Ψιλη γαρ μαθησις, την καθ᾿ εξιν γνωσιν ου διδωσι.
5.19 (ιθ΄) Νους εις ακρον δια των αρετων καθαιρομενος, τους των αρετων πεφυκεν εικοτως εκδιδασκεσθαι λογους, την εξ αυτων θειωδως χαρακτηρισθεισαν γνωσιν οικειον ποιουμενος προσωπον. Καθ᾿ εαυτον γαρ ανειδεος τε και αχαρακτηριστος πας καθεστηκε νους, μορφην εχων επικτητον, η την εκ των αρετων υποστασαν εν πνευματι γνωσιν, η την εκ των παθων επισυμβαινουσαν αγνοιαν.
5.20 (κ΄) Πας ο της θειας εκπεπτωκως αγαπης, τον εν τη σαρκι νομον εχει δια της ηδονης βασιλευοντα, τον μηδεμιαν θειαν εντολην φυλαξαι δυναμενον η βουλομενον. Της γαρ εν πνευματι Θεου κατ᾿ αρετην διεξαγομενης ζωης τε και βασιλειας, προτιμησας την φιληδονον ζωην, την αγνοιαν αντι της γνωσεως εαυτω επεσπασατο.
5.21 (κα΄) Ο μη διαβαινων κατα νουν προς την ενδον εν πνευματι του νομικου γραμματος θειαν ευπρεπειαν, την της γνωμης φιληδονον (≡15Δ_270≡> σχεσιν, ηγουν την κοσμικην προσπαθειαν και φιλοκοσμιαν γενναν πεφυκεν, εκ της κατα μονην την εν λογω του νομου μαθησεως προφοραν.
5.22 (κβ΄) Αισχυνη στοματος εστιν, η κατα νουν φιλοκοσμος μελετη των λογισμων και φιλοσωματος. Εν ω γαρ ο κοσμος εκ της εμφαινομενης τω γραμματι του νομου σωματικης διαπλασεως, κατα την γνωμικην σχεσιν γεννασθαι πεφυκεν· ηγουν, η τον κοσμον φιλουσα διαθεσις, και η κατα νουν φιληδονος μελετη των λογισμων. Προς ο γαρ σχετικως διακειμεθα, προς εκεινο και κατα νουν μελετην κεκτημεθα.
(=1357=) 5.23 (κγ΄) Η παλιν αισχυνη στοματος εστιν, η τοις παθεσιν ειδος επαγουσα, και το καθ᾿ ηδονην προς αισθησιν διαπλαττουσα καλλος, του νου κινησις. Χωρις γαρ της κατα νουν επινοητικης δυναμεως, προς διαπλασιν μορφης, ουδαμως παθος αγεται. Η αναθημα εστι, και η προσυλος και ακαλλης των παθων και αδιατυπωτος κινησις· αισχυνη δε στοματος, η το παθος ειδοποιουσα προς αισθησιν του νου κινησις, και ταις επινοιαις υλην αρμοδιον τω παθει ποριζουσα.
5.24 (κδ΄) Ο δια τρυφην σωματικην και αναπαυσιν τας θυσιας και τας εορτας, τα τε Σαββατα και τας νεομηνιας κατα τον νομον τον Θεον διατεταχεναι πιστευων, παντη τε και παντως, υπο την ενοχην γενησεται της των παθων ενεργειας, και την αισχυνην της των επ᾿ αυταις αισχρων λογισμων ρυπαριας· υπο τε τον φθειρομενον εσται κοσμον, και την εν λογισμοις φιλοσωματον μελετην· υπο τε την υλην των φθειρομενων τιμιον εχειν δυναμενος.
5.25 (κε΄) Ο πεισθεις θειαν ειναι διαταγην το σωματικως κατα νομον τρυφαν, την γαστριμαργιαν ως Θεου δωρον λαμβανει (≡15Δ_272≡> προς συμβιωσιν μετα χαρας, εξ ης γεννα τους μολυνοντας τη παραχρησει την ενεργειαν των αισθησεων τροπους.
5.26 (κστ΄) Επειδαν το θεωρητικον της ψυχης την τρυφην κατα τον εν γραμματι νομον ως θειαν δια την εντολην ασπασηται προς συμβιωσιν, την των αισθησεων παρα φυσιν μετερχεται χρησιν, μηδεμιας συγχωρουν κατα φυσιν διαφαινεσθαι την χρησιν της ενεργειας. Γεννα γαρ την τε των παθων εξιν και την ενεργειαν, και ως θειαν εισοικιζεται την γαστριμαργιαν, προς γενεσιν των ρυπαινοντων τη παραχρησει τας αισθησεις τροπων, εις αναιρεσιν των εν τοις ουσι φυσικων λογων τε και σπερματων.
5.27 (κζ΄) Ουδεις μονη προσανεχων τη σωματικη του νομου λατρεια, φυσικον το παραπαν δυναιτ᾿ αν παραδεξασθαι λογον η λογισμον, οτι μηδε πεφυκε ταυτον ειναι τη φυσει τα συμβολα. Ο γαρ τοις συμβολοις εναπομενων του νομου, ου δυναται κατα λογον την των οντων φυσιν οραν, και τους τεθεντας ουσιωδως υπο του δημιουργου τοις ουσι λογους περιποιεισθαι, δια το των συμβολων προς την των οντων φυσιν διαφορον.
5.28 (κη΄) Ο Θεον την κοιλιαν ηγουμενος, και ως επι δοξη τη αισχυνη καλλωπιζομενος, μονων οιδεν ως θειων αντεχεσθαι δια σπουδης των παθων της ατιμιας· και δια τουτο μονα περιεπει τα χρονικα, τουτεστι την υλην και το ειδος, και την κατα παραχρησιν πενταπλην ενεργειαν των αισθησεων. Τη γαρ υλη και τω ειδει συμπλακεισα κατα μιξιν η αισθησις, αποτελειν μεν παθος, απεκτεινειν δε και αναιρειν τους κατα φυσιν πεφυκε λογους. Παθος γαρ και φυσις κατα τον του ειναι λογον, ουδαμως αλληλοις συνυπαρχουσιν. Ου γαρ πεφυκε παθει (=1360=) εμφαινεσθαι το παραπαν φυσεως λογος, ωσπερ ουτε φυσει συναποτικτεσθαι κατα γενεσιν παθος.
5.29 (κθ΄) Ο μη πιστευων την Γραφην ειναι πνευματικην, της οικειας (≡15Δ_274≡> κατα την γνωσιν πενιας ουκ αισθανεται, αλλα λιμω διαφθειρεται. Λιμος γαρ εστιν ως αληθως, εκλειψις των κατ᾿ αυτην την πειραν εγνωσμενων αγαθων, και απορια και σπανις παντελης των την ψυχην συγκρατουντων πνευματικων βρωματων. Πως γαρ λιμον ηγησεται τις η ζημιαν, την των καθαπαξ αυτω μηδαμως εγνωσμενων αφαιρεσιν;
5.30 (λ΄) Λιμωττει επ᾿ αληθειας των πιστων και επεγνωκοτων την αληθειαν ο λαος, και η ψυχη του καθ᾿ εκαστον αφεμενη της εν τη χαριτι πνευματικης θεωριας, και γενομενη της τυπικης εν τω γραμματι δουλειας, μη διατρεφουσα τον νουν ταις των νοηματων μεγαλοφυιαις, αλλα πληρουσα την αισθησιν εμπαθους φαντασιας, ταις σωματικαις των Γραφων συμβολων διατυπωσεσι.
5.31 (λα΄) Πας ο την πνευματικην της αγιας Γραφης θεωριαν μη προσιεμενος, τον τε φυσικον ταυτη και τον γραπτον κατα τους Ιουδαιους συναπωσατο νομον, και τον εν τη χαριτι νομον ηγνοησε, καθ᾿ ον διδοται τοις κατ᾿ αυτον αγομενοις η θεωσις. Ο τοινυν τον γραπτον νομον λαμβανων σωματικως, αρεταις την ψυχην ου διατρεφει· και ο τοις λογοις των οντων ουκ επιβαλλων, τη ποικιλη του Θεου σοφια τον νουν ουχ εστια φιλοτιμως· και ο το μεγα της καινης χαριτος μη γινωσκων μυστηριον, τη ελπιδι της μελλουσης θεωσεως ουκ αγαλλεται. Ουκουν η ελλειψις της κατα τον γραπτον νομον θεωριας, εχει παρεπομενην αυτη την ενδειαν της κατα τον φυσικον νομον νοουμενης ποικιλης σοφιας του Θεου, εφεπομενην εχουσαν της κατα το καινον μυστηριον χαριτι δοθησομενης θεωσεως παντως την αγνοιαν.
5.32 (λβ΄) Πας νους κατα Χριστον διορατικος και ισχυρος ορασει, αει εφιεται και ζητει το προσωπον Κυριου. Προσωπον δε Κυριου (≡15Δ_276≡> καθεστηκεν, η κατ᾿ αρετην των θειων αληθης θεωρια, και γνωσις, ην ζητων, διδασκεται την αιτιαν της κατ᾿ αυτον ενδειας και αποριας. Ωσπερ γαρ το προσωπον χαρακτηριστικον εστι του καθ᾿ εκαστον, ουτω και η πνευματικη γνωσις εμφαντικως χαρακτηριζει το θειον. Ην ο ζητων, λεγεται ζητειν το προσωπον Κυριου. Ο δε κατασαρκουμενος κατα το γραμμα του νομου ταις εναιμοις θυσιαις, ποθουμενην αγνοιαν εχει, προς μονην (=1361=) σαρκος ηδονην εντολην εκδεχομενος, και μονης κατ᾿ αισθησιν αντεχομενος σωματικως της υλης του γραμματος.
5.33 (λγ΄) Ο μεν σωματικως κατα τον νομον λατρευων, καθαπερ υλην γεννα την κατ᾿ ενεργειαν αμαρτιαν, και ως ειδος την επ᾿ αυτη του νου συγκαταθεσιν ταις προσφοροις ηδοναις των αισθησεων υλικως διαπλαττεται. Ο δε πνευματικως την Γραφην εκδεχομενος, ως μεν υλην την ενεργειαν, ως ειδος δε της αμαρτιας την συγκαταθεσιν, μετα των κατα παραχρησιν προς ηδονην της αισθησεως τροπων θανατοι, δια των φυσικων λογισμων εν τω υψει τηςθεωριας.
5.34 (λδ΄) Την υλην και το ειδος, και τους περι την υλην και το ειδος κατα παραχρησιν πεντε τροπους των πεντε αισθησεων· λεγω δε την εμπαθη τε και παρα φυσιν προς τα αισθητα των αισθησεων συμπλοκην, ηγουν τα υπο χρονον και ρευσιν, μετα την παροδον της εν νομω κατα το γραμμα σωματικης λατρειας, και την της αγνοιας διαβασιν, παραδιδωσι θανατωθηναι τοις κατα φυσικην θεωριαν υψηλοτεροις λογοις και λογισμοις, ο πνευματικος νομος, η νους· την εν τοις συμβολοις προς αισθησιν και σωμα καθολικωτατην των υπο χρονον σχεσιν, αφανισαι και θανατωσαι, κατα το υψος γινομενοις του νομου της πνευματικης θεωριας.
5.35 (λε΄) Χωρις φυσικης θεωριας, ουδεις την προς τα θεια των νομικων συμβολων απεμφασιν διαγινωσκει. Ει γαρ μη φυσικως (≡15Δ_278≡> προτερον τις την εν τοις συμβολοις των θειων και νοητων διασκοπησας απεμφασιν, ελθειν ποθησει κατα νουν, εξω παντελως των θειων αδυτων την αισθησιν θεμενος, προς την των νοητων ευπρεπειαν, της εν τοις τυποις απολυθηναι καθαπαξ ου δυναται σωματικης ποικιλιας· καθ᾿ ην εως βεβηκε του γραμματος αντεχομενος, την εκ του λιμου της γνωσεως εικοτως αποριαν ου παραμυθειται της Γραφης την γην, ηγουν το σωμα, κατα τον απατηλον οφιν εσθιειν εαυτον καταδικασας· αλλ᾿ ου κατα Χριστον, τον ουρανον, ηγουν της Γραφης το πνευμα και την ψυχην, τουτεστι τον ουρανιον και αγγελικον αρτον· λεγω δε, την εν Χριστω των Γραφων πνευματικην θεωριαν και γνωσιν βρωματιζομενος, ην διδωσι δαψιλως επιχορηγουμενην τοις αγαπωσιν αυτον Θεος, κατα το γεγραμμενον, Αρτον ουρανου εδωκεν αυτοις, αρτον αγγελων εφαγεν ανθρωπος.
5.36 (λστ΄) Χρη την κατ᾿ αισθησιν προς σωμα της Γραφης εκδοχην, ως παθων προδηλως και της προς τα χρονικα και ρεοντα σχετικης διαθεσεως ουσαν γεννητικην, ηγουν της προς τα αισθητα των αισθησεων εμπαθους ενεργειας, ως Σαουλ τεκνα και εκγονα, δια της φυσικης εν ορει, (=1364=) τη των θειων αναγωγη λογιων αφανισαι θεωριας, ει πως εμφορηθηναι θειας εφιεμεθα χαριτος.
5.37 (λζ΄) Αδικει την αληθειαν ο τε νομος κατα μονον το γραμμα νοουμενος, και ο των Ιουδαιων λαος, και ει τις εκεινων υπαρχει κατα διανοιαν μιμητης, μονω τω γραμματι περιγραφων του νομου την δυναμιν, και μη δεχομενος προς την φανερωσιν της μυστικης εγκεκρυμμενης τω γραμματι γνωσεως την φυσικην θεωριαν, μεσην υπαρχουσαν τυπων και αληθειας· των μεν, τους αγομενους απαγουσαν, προς δε την επαναγουσαν· αλλ᾿ οιον ταυτην παμπαν αρνουμενος, και της των θειων αυτην εξω ποιουμενος μυσταγωγιας. Ταυτην τοιγαρουν χρη του νομου την (≡15Δ_280≡> σωματικην και προσκαιρον εκδοχην ως υπο χρονον και ρεουσαν, αποκτεινειν δια την φυσικης θεωριας, ως εν ορει τω υψει της γνωσεως, τους των θειων επιμελητας θεαματων.
5.38 (λη΄) Τον σωματικον νουν της Γραφης αφανιζει παντελως, ο πραξει δια της φυσικης θεωριας αποκτεινων την γενομενην εκ του γραπτου νομου, προς την αστατον υλην και ρεουσαν τη ψυχη φιληδονον σχεσιν και φιλοσωματον, κατασφαττων ως τεκνα του Σαουλ και εκγονα, την χαμαιζηλον του νομου διανοιαν, δια μεσης της φυσικης θεωριας, ως εν ορει τω υψει της γνωσεως, και φανεραν ποιουμενος ενωπιον Κυριου, δι᾿ εξομολογησεως δηλαδη, την προς σωμα του νομου προτεραν εκδοχην. Τουτο γαρ το, Εξηλιασαι, νοεισθαι δυναται τοις φιλομαθεσιν, εναντι Κυριου. Και εξηλιασαν αυτους, φησιν, εν τω ορει εναντι Κυριου· εις φως αγαγοντες, δια της γνωσεως δηλαδη, την κατα το γραμμα πεπλανημενην προληψιν· οπερ εστι, φανερωσαι κατα το υψος της θεωριας το γραμμα του νομου νεκρον δια της εν πνευματι γνωσεως.
5.39 (λθ΄) Το γραμμα, φησιν, αποκτεινει· το δε πνευμα ζωοποιει. Διο χρη το αποκτεινειν πεφυκος, αποκτεινεσθαι πνευματι ζωοποιω. Συνυπαρχειν γαρ αλληλοις κατ᾿ ενεργειαν αμα κατα το αυτο το σωματικον του νομου και το θειον, ηγουν το γραμμα και το πνευμα, παντελως αμηχανον· οτι μηδε συμφωνειν πεφυκε τω παρεχομενω κατα φυσιν ζωην, το ταυτην αφαιρεισθαι δυναμενον.
5.40 (μ΄) Το μεν πνευμα, ζωης υπαρχει παρεκτικον· το δε γραμμα, ζωης εστιν αφαιρετικον. Ουκουν ου δυναται και το γραμμα πραττειν κατα το αυτο και το πνευμα, ωσπερ ουδε το ζωοποιον τω φθοροποιω συνυπαρχειν.
(=1365=) 5.41 (μα΄) Περιτομη εστι μυστικη, της εμπαθους κατα νουν περι (≡15Δ_282≡> την επεισακτον γενεσιν σχεσεως, παντελης περιαιρεσις. Φυσικως γαρ επιβαλλοντες τοις πραγμασιν, οιδαμεν ως ουκ εστι τελειοτης η της εκ Θεου κατα φυσιν αρτιοτητος περιαιρεσις. Ου γαρ ποιει τελειοτητα φυσις δια τεχνης κολοβουμενη, και δια περινοιας, αποτιθεμενη το προσον αυτη θεοθεν κατα λογον δημιουργιας, ινα μη την τεχνην, Θεου προς βεβαιωσιν δικαιοσυνης ισχυροτεραν εισαγωμεν, και την περινενοημενην της φυσεως ελλειψιν, αναπληρωτικην ποιωμεθα της εν δικαιοσυνη κατα δημιουργιαν ελλειψεως· αλλ᾿ εκ της τοπικης του περιτεμνομενου μοριου θεσεως, διδασκομεθα ποιεισθαι γνωμικως την περιτομην της κατα ψυχην εμπαθους διαθεσεως· καθ᾿ ην μαλλον τη φυσει συντρεχειν η γνωμη ρυθμιζεται, τον εμπαθη της επικτητου γενεσεως νομον διορθουμενη.
5.42 (μβ΄) Φυσικον η ακροβυστια. Παν δε φυσικον, θειας εργον δημιουργιας εστι, και λιαν καλον, κατα την φασκουσαν φωνην· Και ειδεν ο Θεος παντα οσα εποιησε, και ιδου καλα λιαν. Ο δε νομος ως ακαθαρτον περιαιρεισθαι κελευων την ακροβυστιαν δια περιτομης, τον Θεον εισαγει, δια τεχνης το οικειον διορθουμενον εργον, οπερ καν εννοειν ασεβεστατον. Ουκουν ο τοις συμβολοις του νομου φυσικως επιβαλλων, οιδεν ως ου την φυσιν ο Θεος διορθουται δια τεχνης, αλλα το επιπειθες λογω της ψυχης παθητικον περιτεμνεσθαι κελευει, το δια του σωματικου μοριου τυπικως δηλουμενον, οπερ γνωσις δια της κατα πραξιν ανδρειας, της γνωμης αποτιθεσθαι πεφυκεν. Ο γαρ περιτεμνων ιερευς, σημαινει την γνωσιν, την εχουσαν καθαπερ σιδηρον κατα του παθους, την του λογου κατα την πραξιν ανδρειαν. Αφανιζεται γαρ η του νομου παραδοσις, πλεονεκτουντος το γραμμα του πνευματος.
5.43 (μγ΄) Το Σαββατον, παθων εστι και της περι την φυσιν των οντων του νου κινησεως αναπαυσις· η τελεια παθων απραξια, (≡15Δ_284≡> και της περι τα πεποιημενα καθολικη του νου παυλα κινησεως, και προς το Θειον τελεια διαβασις· εν ω τον δι᾿ αρετης και γνωσεως κατα το θεμιτον αφικομενον, ου δει καθαπερ ξυλα την οιανουν παντελως υλην εξαπτικην ενθυμεισθαι παθων, ουτε μην φυσεως το παραπαν αναλεγεσθαι λογους, ινα μη παθεσιν ηδομενον, η φυσεως οροις μετρουμενον, κατα τους Ελληνας τον Θεον δογματιζωμεν· ονπερ η τελεια μονη κεκραγε σιγη, και η παντελης καθ᾿ υπεροχην αγνωσια παριστησι.
(=1368=) 5.44 (μδ΄) Στεφανος εστι χρηστοτητος, πιστις καθαρα, λιθων τιμιων δικην ταις των δογματων υψηγοριαις, και λογοις διηνθισμενη πνευματικοις και νοημασι, τον θεοφιλη καθαπερ διασφιγγουσα νουν. Η μαλλον στεφανος χρηστοτητος εστιν, αυτος ο του Θεου Λογος, ο τη ποικιλια των κατα προνοιαν και κρισιν τροπων, ηγουν εγκρατεια των εκουσιων, και υπομονη των ακουσιων παθων, ως κεφαλην τον νουν περιγραφων, και τη μετοχη της κατα θεωσιν χαριτος αυτον εαυτου τον νουν ποιων ωραιοτερον.
5.45 (με΄) Ενταυθα την εγκρατειαν, εργον ειναι λεγει της Προνοιας, ως των γνωμικων καθαρτικην παθων· την υπομονην δε, της κρισεως ειναι κατορθωμα φησιν, ως τοις ακουσιοις αντιτασσομενην πειρασμοις, και της πρακτικης φιλοσοφιας υπαρχουσαν συμβολον· προς αρετην, ως απ᾿ Αιγυπτου της αμαρτιας, τους υπ᾿ αυτης κρατουμενους διαβιβαζουσαν.
5.46 (μστ΄) Ου τας ημερας τιμασθαι θελων ο Θεος υπο των ανθρωπων, προσεταξε τιμηθηναι το τε Σαββατον, και τας νεομηνιας, και τας εορτας· ουτω γαρ αν λατρευειν τη κτισει παρα τον κτισαντα κατα νομου εντολην εδογματισεν, οιομενους σεπτας ειναι φυσει (≡15Δ_286≡> τας ημερας, και δια τουτο προσκυνητας· αλλ᾿ εαυτον τιμασθαι συμβολικως δια των ημερων παρεδηλωσεν. Αυτος γαρ εστι Σαββατον μεν, ως των εν σαρκι της ψυχης μοχθων αναπαυσις, και των κατα δικαιοσυνην πονων καταπαυσις. Πασχα δε, ως ελευθερωτης των τη πικρα δουλεια κεκρατημενων της αμαρτιας· Πεντηκοστη δε, ως απαρχη και τελος των οντων, και λογος, ω τα παντα φυσει συνεστηκε. Σκοπει δε πως ο νομος απολλυσι τους νοουντας αυτον σωματικως, τη κτισει λατρευειν παρα τον Κτισαντα πειθων, και ηγεισθαι φυσει σεπτα, τα δι᾿ αυτους γεγονοτα, τον δι᾿ ον αυτοι γεγονασιν αγνοησαντας.
5.47 (μζ΄) Ο μεν κοσμος, τοπος εστι πεπερασμενος, και στασις περιγεγραμμενη· ο δε χρονος, περιγραφομενη καθεστηκε κινησις, οθεν και αλλοιωτη των εν αυτω καθεστηκεν η κατα την ζωην κινησις. Οπηνικα δε τον τοπον διελθουσα και τον χρονον, κατ᾿ ενεργειαν τε και εννοιαν η φυσις, ηγουν τα ων ουκ ανευ, τουτεστι την πεπερασμενην στασιν και κινησιν, αμεσως συναφθη τη προνοια, λογον ευρισκει την προνοιαν, κατα φυσιν απλουν τε και στασιμον, και μηδεμιαν εχοντα παντη περιγραφην, και δια τουτο παντελως ουτε κινησιν.
5.48 (μη΄) Εν μεν τω κοσμω υπαρχουσα χρονικως η φυσις, (=1369=) αλλοιωτην εχει την κινησιν, δια την του κοσμου πεπερασμενην στασιν, και την καθ᾿ ετεροιωσιν του χρονου φοραν· εν δε τω Θεω γινομενη, δια την φυσικην του εν ω γεγονε μοναδα, στασιν ακινητον εξει, και στασιμον ταυτοκινησιαν, περι το ταυτον και εν και μονον, αϊδιως γινομενην, ην οιδεν ο λογος αμεσον ειναι περι το πρωτον αιτιον, των εξ αυτου πεποιημενων μονιμον ιδρυσιν.
5.49 (μθ΄) Μυστηριον εστι Πεντηκοστης, η προς την Προνοιαν αμεσος των προνοουμενων ενωσις· ηγουν η προς τον λογον κατα (≡15Δ_288≡> την της Προνοιας επινοιαν της φυσεως ενωσις, καθ᾿ ην ουδεμια το παραπαν εστι χρονου και γενεσεως εμφασις. Σαλπιγξ δε παλιν ημων εστιν ο λογος, ως τας θειας και αρρητους ημιν ενηχουμενος γνωσεις· ιλασμος δε, ως εν εαυτω τα ημετερα, καθ᾿ ημας γενομενος, διαλυων εγκληματα· και τη δωρεα της χαριτος εν πνευματι, την αμαρτησασαν φυσιν θεοποιων· σκηνοπηγια δε, ως της ημων κατα την θεομιμητον εξιν περι το καλον ατρεψιας πραξις, και ο της προς αθανασιαν μεταποιησεως συνεκτικος δεσμος.
5.50 (ν΄) Ο ψιλαις ταις εναιμοις χαιρων θυσιαις, περι τα παθη σπουδαζειν ως εμπαθης παρασκευαζει τους θυοντας. Φιλει γαρ χαιρειν το γνησιως σεβον, οις χαιρει το προσκυνουμενον. Οθεν θυσιας οιδεν ο λογος, την των παθων μαλλον σφαγην, και την των φυσικων δυναμεων προσαγωγην· ων, του μεν λογου, τυπος εστιν ο κριος· του δε θυμου φερει συμβολον ο ταυρος· της δε επιθυμιας, η αιξ υπαρχει δηλωσις.
5.51 (να΄) Θυσιας πνευματικας και γινωσκομεν, ου μονον την των παθων νεκρωσιν σφαττομενων τη μαχαιρα του πνευματος, οπερ εστι ρημα Θεου, και πασης της εν σαρκι ζωης, ως αιματος την κατα προθεσιν κινησιν, αλλα και των κατα φιλοσοφιαν ηθων, και πασων των κατα φυσιν δυναμεων προσαγωγην αφιερουμενων Θεω, και τω πυρι της εν Πνευματι χαριτος προς την θειαν ληξιν ολοκαυτουμενων.
(=1372=) 5.52 (νβ΄) Ο χοϊκος νους της Γραφης, κρατων της ψυχης, τους φυσικους αποβαλλεται λογους, τη παραχρησει των κατα φυσιν δυναμεων αυτους εξαφανιζων. Ουτος γαρ ζων, επ᾿ αληθειας συντελει και διωκει και απολλυσι, σαρκι μονη τον νομον περιγραφων, τους κατα φυσιν φημι λογους και λογισμους, τιμων ως (≡15Δ_290≡> θεια τα παθη της ατιμιας, απερ οι κατα φυσιν λογισμοι, λαμβανοντες αδειαν υπο του νομου του πνευματος, αποκτεινουσιν επιταυτο και θανατουσιν.
5.53 (νγ΄) Αμα τις την των αρετων λογικως μετελθοι φιλοσοφιαν, αμα και την των Γραφων προς το πνευμα φυσικως μετηνεγκεν εκδοχην, εν καινοτητι γραμματος, δια της κατ᾿ αισθησιν προς σωμα ταπεινοτερας του νομου παραδοχης, τροφευς παθων κατα τους Ιουδαιους γινομενος, και αμαρτιας θεραπευτης.
5.54 (νδ΄) Αμα τις παυσεται κατ᾿ αισθησιν προς σωμα την Γραφην εκδεχομενος, αμα και προς το πνευμα κατα νουν δια μεσης ανατρεχει της φυσεως, εκεινα πραττων πνευματικως, απερ σωματικως ο Ιουδαιος επιτελων, εχει τον Θεον οργιζομενον.
5.55 (νε΄) Πας νους κατα Θεον υψηλος και μετεωρος, κατα το αυτο, την τε των παθων κατασφαττει ενεργειαν, και την των λογισμων ασχημονα κινησιν· προς δε, και τους κατα παραχρησιν της των αισθησεων ενεργειας ακολαστους τροπους. Αναιρουνται γαρ τα παθη υπο των υψηλων της φυσεως λογισμων, κατα την υψηλην θεωριαν θριαμβευομενα.
5.56 (νστ΄) Το κρατος της αμαρτιας, ηγουν το φρονημα της σαρκος, η χαρις αφανιζειν πεφυκε του αγιου βαπτισματος· και η κατ᾿ ενεργειαν υπακοη των θειων εντολων, αποκτεινειν τη μαχαιρα του πνευματος, ηγουν τω ρηματι της θειας εν πνευματι γνωσεως, βοωσα μυστικως προς το παθος της αμαρτιας, ως ο μεγας προς τον Αγαγ, Σαμουηλ, Ανθ᾿ ων ητεκνωσε γυναικας η μαχαιρα σου, ατεκνωθησεται σημερον εκ γυναικων η μητηρ σου.
(≡15Δ_292≡> 5.57 (νζ΄) Πολλας το παθος της γαστριμαργιας ως εν μαχαιρα, τω τελειω της ηδονης λογισμω, ητεκνωσεν αρετας. Της μεν γαρ σωφροσυνης, δια της ακρασιας αποκτεινει τα σπερματα· της δικαιοσυνης δε, δια της πλεονεξιας διαφθειρει την ισονομιαν· της φιλανθρωπιας δε, δια της φιλαυτιας, την εκ φυσεως διατεμνει συνεχειαν. Και συντομως ειπειν, παντων των κατ᾿ αρετην γεννηματων αναιρετικον εστι της γαστριμαργιας το παθος.
5.58 (νη΄) Το της γαστριμαργιας παθος, παντα τα θεια των αρετων αποκτεινει γεννηματα πεφυκεν· αυτο δε τη τε χαριτι της πιστεως, και τη υπακοη των θειων εντολων, δια του κατα την γνωσιν αποκτεινεται λογου.
(=1373=) 5.59 (νθ΄) Φως εστιν ως αληθως εθνων ο Κυριος ημων, αποκαλυπτων αυτοις δια της αληθους επιγνωσεως, τους τω ζοφω της αγνοιας επιμεμυκοτας οφθαλμους της διανοιας, και θειας αγωγης παλιν ετοιμασας εαυτον τοις πιστοις λαοις, αγαθον αρετης εξεμπλαριον, προσωπου του κατ᾿ αρετην, υπογραμμος αυτοις γενομενος και υποτυπωσις, προς ον αφορωντες ως αρχηγον της σωτηριας ημων, τας αρετας κατα μιμησιν, ως ημιν εστι δυνατον, κατορθουμεν δια της πραξεως.
5.60 (ξ΄) Πας ο δια φθονον μισων και κακως διαθρυλων, ταις διαβολαις τον εν τοις αγωσι των αρετων, και τη περιουσια του λογου της πνευματικης γνωσεως δυνατωτερον, Σαουλ εστι πονηρω καταπνιγομενος πνευματι, μη φερων το κλεος της κατ᾿ αρετην και γνωσιν ευδαιμονιας του κρειττονος· και δια τουτο πλεον μαινομενος, οτι μη δυναται τον ευεργετην διαχειρισασθαι. Πολλακις δε και αυτον αποπεμπεται πικρως τον φιλτατον Ιωναθαν, τον εμφυτον λεγω κατα συνειδησιν λογισμον, το αδικον μισος ελεγχοντα, και του μισουμενου φιλαληθως αφηγουμενον τα κατορθωματα.
(≡15Δ_294≡> 5.61 (ξα΄) Παρακαλεσωμεν και ημεις τον νοητον Δαβιδ, επηχησαι τη κιθαρα της πνευματικης θεωριας και γνωσεως, επιληπτευομενον τοις υλικοις τον ημετερον νουν, και απελασαι το πονηρον πνευμα της προς αισθησιν υλικης περιπετειας, ινα δυνηθωμεν νοησαι τον νομον πνευματικως, και τον εν αυτω κεκρυμμενον λογον μυστικον ευρειν, και κτημα ποιησασθαι διαρκες προς εφοδιοιν ζωης αϊδιου.
5.62 (ξβ΄) Πας ο σωτηριας ερων, η πραξει παντως η θεωρια προσανεχει. Αρετης γαρ και γνωσεως χωρις, ουδαμως ουδεις πωποτε τυχειν σωτηριας δεδυνηται· ειπερ αρετης μεν, το τασσειν την του σωματος κινησιν, οιον χαλινω τινι τω ορθω λογισμω της προς ατοπιαν φορας επιστημονως αναχαιτιζουσης· θεωριας δε, το τα καλως νοηθεντα τε και κριθεντα εμφρονως αιρεισθαι ψηφιζεσθαι.
5.63 (ξγ΄) Επειδη νοερον μεν εστι το νοουν, νοητον δε το νοουμενον, τροφη δε και οιον συστασις του νοουντος το νοουμενον· εικοτως ο Θεος ατε νοων οντων των ασωματων, αυτος νοουμενος, και νοητος αυτοις καθ᾿ οσον εφικνουνται γινομενος, εσωθεν αυτους, ελλαμπει, του νου νοουντος τε και τρεφομενου.
5.64 (ξδ΄) Ετερον εστι νοητον, και ετερον νοερον. Το γαρ νοητον, τροφη οια τις, ως ειρηται, του νοερου εστιν· (=1376=) ειπερ το νοουμενον, ο εστι νοητον, μειζον εστι και προεπινοουμενον του νοουντος, ο εστι νοερον. Νοερα γαρ λεγεται, οσα δια το νους ειναι, νοει τα υπερκεινα νοητα· νοητον γαρ εστι το νοουμενον, οπερ και τροφη εστι του νοερου, ητοι του νοουντος.
5.65 (ξε΄) Ιστεον ως εχει τα αιτιατα, τας των αιτιων ενδεχομενας (≡15Δ_296≡> εικονας. Αιτιατα, γαρ εστι παντα τα παραχθεντα εις κτισιν· αιτια δε, τα παραγαγοντα· ουδεμια δε εμφερεια τουτων προς αλληλα, αιτιων φημι και αιτιατων.
5.66 (ξστ΄) Ουκ εστιν ακριβης εμφερεια τοις αιτιατοις και τοις αιτιοις· αλλ᾿ εχει μεν τα αιτιατα τας των αιτιων ενδεχομενας εικονας· αυτα δε τα αιτια, των αιτιατων εξηρηται, και υπεριδρυται κατα τον της οικειας αρχης λογον. Και γαρ περισσως και ουσιωδως προενεστι τα των αιτιατων τοις αιτιοις.
5.67 (ξζ΄) Αιτιατα εστι, παντα τα παραχθεντα εις κτισιν· ειτε εν ουρανω, ειτε επι γης· αιτια δε, τα παραγαγοντα, τουτεστιν, αι τρεις υποστασεις της αγιας Τριαδος. Προδηλον ουν, οτι ουδεμια εμφερεια τουτων προς αλληλα, αιτιων φημι και αιτιατων.
5.68 (ξη΄) Δεον ειδεναι τον καθ᾿ ημας νουν, την μεν εχειν δυναμιν εις το νοειν, δι᾿ ης τα νοητα βλεπει· την δε ενωσιν υπεραιρουσαν του νου την φυσιν, δι' ης συναπτεται προς τα επεκεινα εαυτου. Κατα ταυτην ουν τα θεια νοητεον, ου καθ᾿ ημας· αλλ᾿ ολους εαυτους, ολων εαυτων εξισταμενους, και ολους Θεου γινομενους. Κρειττον γαρ ειναι Θεου, και μη εαυτων. Ουτω γαρ εσται τα θεια δοτα τοις μετα Θεου γινομενοις.
5.69 (ξθ΄) Ο νους νοειν βουλομενος, κατεισιν εαυτου εις τας νοησεις καταβαινων. Αι γαρ νοησεις, κατωτεραι εισι του νοουντος, ως νοουμεναι και καταλαμβανομεναι, και σκεδασμος εικοτως και μερισμος της ενοτητος του νου αυτου. Ο μεν γαρ νους, απλους και αμερης· αι δε νοησεις, παμπληθεις και σκεδασται, και οιον ειδη του νου. Δια τουτο τα νοερα, τουτεστι τα νοουντα, ελαττονα (≡15Δ_298≡> εστι των νοητων, ηγουν των νοουμενων. (=1377=) Ενωσιν δε φησι του νου, καθως εν τοις εξης σαφεστερον λεγει, δι᾿ ης προς τα επεκεινα εαυτου ανατεινεται, ηγουν τη περι Θεου προσβαλλει θεωρια· το, παντων εκστηναι των αισθητων και των νοητων, ετι δε και της οικειας κινησεως· ειθ᾿ ουτως της θειας γνωσεως δεξασθαι την ακτινα.
5.70 (ο΄) Ει κινειται αναλογως εαυτω νοερως τον νοερον, και νοει παντως· ει δε νοει, και ερα παντως του νοηθεντος· ει δε ερα, και πασχει παντως την προς αυτο ως εραστον εκστασιν· ει δε πασχει, δηλον οτι και επειγεται· ει δε επειγεται, και επιτεινει παντως το σφοδρον της κινησεως. Ει δε επιτεινει σφοδρως την κινησιν, ουχ ισταται μεχρις αν γενηται ολον εν ολω τω εραστω, και υφ᾿ ολου περιληφθη εκουσιως, ολον κατα προαιρεσιν την σωτηριον περιγραφην δεχομενον [male edida δεδομενον]· ιν᾿ ολον ολω ποιωθη τω περιγραφοντι, ως μηδ᾿ ολως λοιπον βουλεσθαι εξ εαυτου αυτο εκεινο ολον γνωριζεσθαι δυνασθαι το περιγραφομενον· αλλ᾿ εκ του περιγραφοντος, ως αηρ διολου πεφωτισμενος φωτι· και πυρι σιδηρος ολος ολω πεπυρακτωμενος, η ει τι αλλο των τοιουτων εστι.
5.71 (οα΄) Πολλη η προς τα νοουμενα των νοουντων, και προς τα αισθητα των αισθανομενων σχεσις. Ο δε ανθρωπος εκ ψυχης και σωματος τυγχανων αισθητικου, δια της κατ᾿ επαλλαγην προς εκατερα τα της κτισεως τμηματα φυσικης σχεσεως τε και ιδιοτητος, και περιγραφεται και περιγραφει· το μεν, τη ουσια· το δε, τη δυναμει. Περιγραφεσθαι γαρ τοις νοητοις και αισθητοις ως ψυχη τυγχανων και σωμα, και περιγραφειν ταυτα κατα δυναμιν πεφυκεν, ως νοων και αισθανομενος· ο δε Θεος απλως και αοριστως υπερ παντα τα οντα εστι, τα περιεχοντα τε και περιεχομενα, ως πασι παντελως ασχετος ων.
(≡15Δ_300≡> 5.72 (οβ΄) Πασα ηδονη των απηγορευμενων, εκ παθους δια μεσης αισθησεως προς τι παντως γινεσθαι πεφυκεν αισθητον. Ουδε γαρ αλλο τι εστιν ηδονη, η ειδος αισθησεως, εν τω αισθητικω τινος αισθητου μορφουμενη· η τροπος αισθητικης ενεργειας, κατ᾿ επιθυμιαν αλογον συνισταμενος. Επιθυμια γαρ αισθησει προστεθεισα, εις ηδονην μεταπιπτει, ειδος αυτη επαγουσα· και αισθησις κατ᾿ επιθυμιαν κινηθεισα, ηδονην απεργαζεται, το αισθητον προσλαβουσα. Γνοντες ουν οι αγιοι, οτι δια μεσης σαρκος προς την υλην η ψυχη παρα φυσιν κινουμενη την χοϊκην μορφην υποδυεται, δια μεσης μαλλον ψυχης κατα φυσιν αυτοι προς τον Θεον κινουμενοι, και την σαρκα τω Θεω πρεποντως οικειωσαι διενοηθησαν, δι᾿ ασκησεως αρετων ενδεχομενως αυτην ταις θειαις εμφασεσι καλλωπισαντες.
5.73 (ογ΄) Μεγαλοφυως οι αγιοι κατα τον αληθη και (=1380=) απταιστον της κατα φυσιν κινησεως τροπον, τον παροντα των σκαμματων αιωνα διεβησαν· την μεν αισθησιν, απλους δια μεσου του λογου προς τον νουν τους των οντων εχοντα λογους ενωσαντες· τον δε νουν, της περι τα οντα παντα κινησεως καθαρως απολυθεντα, και αυτης της καθ᾿ αυτον φυσικης ενεργειας ηρεμουντα, τω Θεω προσκομισαντες· καθ᾿ ον ολικως προς Θεον συναχθεντες, ολοι ολω Θεω εγκραθηναι δια του πνευματος ηξιωθησαν, ολην του επουρανιου κατα το δυνατον ανθρωποις, την εικονα φορεσαντες, και τοσουτον ελξαντες της θειας εμφασεως, ει θεμις τουτο ειπειν, οσον ελχθεντες αυτοι τω Θεω ενετεθησαν.
5.74 (οδ΄) Αλληλων ειναι φασι παραδειγματα, τον Θεον και τον ανθρωπον, και τοσουτον τω ανθρωπω τον Θεον δια φιλανθρωπιαν ανθρωπιζεσθαι, οσον ο ανθρωπος εαυτον τω Θεω δι᾿ αγαπης δυνηθεις απεθεωσε· και τοσουτον υπο Θεου τον ανθρωπον (≡15Δ_302≡> κατα νουν αρπαζεσθαι προς το γνωστον, οσον ο ανθρωπος τον αορατον φυσει Θεον δια των αρετων εφανερωσε.
5.75 (οε΄) Πας ο τα μελη νεκρωσας τα επι γης, και ολον εαυτου της σαρκος κατασβεσας το φρονημα, και την προς αυτην διολου σχεσιν αποσεισαμενος, δι᾿ ης η τω Θεω μονω χρεωστουμενη παρ᾿ ημων αγαπη μεριζεται, και αρνησαμενος παντα τα της σαρκος και κοσμου γνωρισματα, της θειας ενεκεν χαριτος· ωστε και λεγειν δυνασθαι μετα του μακαριου Παυλου του αποστολου, Τις ημας χωρισει απο της αγαπης του Χριστου; και τα εξης· ο τοιουτος απατωρ και αμητωρ και αγενεαλογητος κατα τον μεγαν Μελχισεδεκ γεγονεν, ουκ εχων οπως υπο σαρκος κρατηθη και φυσεως, δια την γεγενημενην προς το πνευμα συναφειαν.
5.76 (οστ΄) Το περας της παρουσης ζωης, ου δικαιον οιμαι θανατον ονομαζειν, αλλα θανατου απαλλαγην, και φθορας χωρισμον, και δουλειας ελευθεριαν, και ταραχης παυλαν, και πολεμων αναιρεσιν, και σκοτους υποχωρησιν, και πονων ανεσιν, και βρασματος ηρεμιαν, και αισχυνης συγκαλυμμα, και παθων αποφυγην, και παντων, ινα συνελων ειπω, των κακων περιγραφην· απερ δι᾿ εκουσιου νεκρωσεως οι αγιοι κατορθωσαντες, ξενους εαυτους του βιου και παρεπιδημους παρεστησαν. Κοσμω τε γαρ και σωματι, και ταις εξ αυτων επαναστασεσι γενναιως μαχομενοι, και την εξ αμφοιν κατα την των αισθησεων προς τα αισθητα συμπλοκην παραγενομενην απατην αποπνιξαντες, αδουλωτον εαυτοις εφυλαξαν της ψυχης το αξιωμα.
5.77 (οζ΄) Τεκμηριον ου σμικρον του φυσικως ημιν ενεσπαρθαι την της προνοιας γνωσιν, η φυσις αυτη διδωσιν· (=1381=) οπηνικα αν ημας αδιδακτως ωσπερ ωθουσα προς τον Θεον δια των ευχων εν ταις εξαιφνης περιστασεσιν, εκειθεν ζητειν την σωτηριαν (≡15Δ_304≡> παρασκευαζη. Υπ᾿ αναγκης γαρ αφνω συλληφθεντες, απροαιρετως πριν τι σκεψασθαι, τον Θεον επιβοωμεθα· ως αν της προνοιας αυτης προς εαυτην, και λογισμων χωρις, ελκουσης ημας, και το ταχος της εν ημιν νοερας νικωσης δυναμεως, και παντων ισχυροτεραν την θειαν προδεικνυουσης βοηθειαν. Ουκ αν δε ημας ηγεν απροαιρετως η φυσις, επι το μη φυσιν εχον γινεσθαι· παν δε το οτωουν φυσικως επομενον, ως πασιν ευδηλον, ισχυραν εχει και ακαταμαχητον κατα την αποδειξιν της αληθειας την δυναμιν.
5.78 (οη΄) Επειδη των οντων, τα μεν εστιν αγαθα, τα δε φαυλα· ταυτα δε, η παροντα εστιν η μελλοντα· προσδοκωμενον μεν αγαθον, επιθυμιαν καλει· παρον δε, ηδονην· και παλιν, προσδοκωμενον μεν κακον, φοβον· παρον δε, λυπην· ως ειναι τε και θεωρεισθαι, περι μεν τα καλα, ειτε τα οντως οντα, ειτε τα νομιζομενα, την ηδονην και την επιθυμιαν· περι δε τα φαυλα, την λυπην και το φοβον. Και γαρ επιτυγχανουσα μεν η επιθυμια, ηδονην εργαζεται· αποτυγχανυσα δε λυπην.
5.79 (οθ΄) Κακον ειναι φασι πασαν λυπην τη εαυτης φυσει. Καν γαρ ο σπουδαιος επ᾿ αλλοτριοις λυπηται κακοις, ως ελεημων, αλλ᾿ ου προηγουμενως κατα προθεσιν, αλλ᾿ εφεπομενως κατα περισταστιν· Ο δε θεωρητικος, καν τουτοις απαθης διαμενει, συναψας εαυτον τω Θεω, και των τηδε παντων αλλοτριωσας.
5.80 (π΄) Οι αγιοι παντες του θειου και απλανους λογου γνησιως επειλημμενοι, τον αιωνα τουτο διεβησαν, ουδενι των εν αυτω τερπνων το της ψυχης ιχνος εναπερεισαντες. Προς γαρ τους ακρους των ανθρωποις εφικτων περι Θεου λογους, της αγαθοτητος τε φημι και της αγαπης, μαλα γε εικοτως τον νουν αναπετασαντες· οις κινηθεντα τον Θεον, το ειναι τε δουναι τοις ουσι, και το ευ ειναι χαρισασθαι, επαιδευθησαν· ειπερ κινησιν επι (≡15Δ_306≡> Θεου του μονου ακινητου θεμις ειπειν, αλλα μη μαλλον βουλησιν, την παντα κινουσαν τε και εις το ειναι παραγουσαν και συνεχουσαν, κινουμενην δε ουδαμως ουδεποτε.
5.81 (πα΄) Η ψυχη ουσια νοερα τε και λογικη υπαρχουσα, και νοει και λογιζεται· δυναμιν μεν εχουσα τον νουν· κινησιν δε, την νοησιν· ενεργειαν δε, το νοημα. Περας γαρ τουτο, της τε του νοουντος και του νοουμενου νοησεως εστιν, ως περιοριστικον της προς αλληλα των ακρων υπαρχον σχεσεως. Νοουσα γαρ η ψυχη. (=1384=) ισταται του νοειν εκεινο το νοηθεν μετα την αυτου νοησιν. Το γαρ νοηθεν κυριως απαξ, ουκετι την προς το νοηθηναι παλιν εκκαλειται της ψυχης δυναμιν· και καθ᾿ εκαστον νοημα ουτω στασιν δεχεται της ποιας επι τω νοηματι του νοηθεντος νοησεως.
5.82 (πβ΄) Ωσπερ η αγνοια διαιρετικη των πεπλανημενων εστιν, ουτως η του νοητου φωτος παρουσια συναγωγος και ενωτικη των φωτιζομενων εστι και τελειωτικη και επιστρεπτικη· προς το οντως ον, απο των πολλων δοξασματων επιστρεφουσα, και τας ποικιλας οψεις, η κυριωτερον ειπειν, φαντασιας, εις μιαν αληθη και καθαραν και μονοειδη συναγουσα γνωσιν· και ενος και ενωτικου φωτος εμπιπλωσα.
5.83 (πγ΄) Ταυτον εστιν τω αγαθω το καλον, οτι του καλου και αγαθου κατα πασαν αιτιαν παντα εφιεται, και ουκ εστι των οντων, ο μη μετεχει του καλου και αγαθου. Πασι γαρ εστι το καλον και αγαθον, ως οντως αγαστον, εφετον και εραστον και αρεστον και αιρετον και αγαπητον. Σημειωσαι δε πως ο θειος ερως εν τω αγαθω προϋπαρχων, ετεκε τον εν ημιν αγαθον ερωτα, δι᾿ ου του καλου και αγαθου εφιεμεθα, κατα τον ειποντα, Εραστης εγενομην του καλλους αυτης. Και, Ερασθητι αυτης, και τηρησει σε· περιχαρακωσον αυτην, και υψωσει σε.
(≡15Δ_308≡> 5.84 (πδ΄) Το θειον οι θεολογοι, ποτε μεν ερωτα, ποτε δε αγαπην, ποτε δε εραστον και αγαπητον καλουσιν. Οθεν, ως μεν ερως υπαρχον και αγαπη, κινειται· ως δε εραστον και αγαπητον, κινει προς εαυτο παντα τα ερωτος και αγαπης δεκτικα. Και τρανοτερον αυθις φαναι, κινειται μεν ως σχεσιν εμποιουν ενδιαθετον ερωτος και αγαπης τοις τουτων δεκτικοις· κινει δε, ως ελκτικον φυσει, της των επ᾿ αυτο κινουμενων εφεσεως. Και παλιν κινει και κινειται, ως διψων το διψασθαι, και ερων το ερασθαι, και αγαπων το αγαπασθαι.
5.85 (πε΄) Εστι δε και εκστατικος ο θειος ερως, ουκ εων εαυτων ειναι τους εραστας, αλλα των ερωμενων. Και δηλουσι τα μεν υπερτερα, της προνοιας των καταδεεστερων γινομενα· και τα ομοστοιχα, της αλληλων συνοχης· και τα υφειμενα, της προς τα πρωτα θειοτερας επιστροφης. Διο και Παυλος ο μεγας εν κατοχη του θειου γεγονως ερωτος, και της εκστατικης αυτου δυναμεως μετειληφως, ενθεω στοματι, Ζω εγω,φησιν, ουκετι, ζη δε εν εμοι Χριστος· ως αληθης εραστης και εξεστηκως, ως αυτος φησι, τω Θεω, και ου την εαυτου ζων, αλλα την του εραστου ζωην, ως σφοδρα αγαπητην.
5.86 (πστ΄) Τολμητεον και τουτο υπερ αληθειας ειπειν· (=1385=) οτι και αυτος ο παντων αιτιος, τω καλω και αγαθω των παντων ερωτι, δι᾿ υπερβολην της ερωτικης αγαθοτητος, εξω εαυτου γινεται, ταις εις τα οντα παντα προνοιαις, και οιον αγαθοτητι και αγαπησει και ερωτι θελγεται· και εκ του υπερ παντα, και παντων εξηρημενου, προς το εν πασι καταγεται κατ᾿ εκστατικην υπερουσιον δυναμιν, ανεκφοιτητος εαυτου. Διο και ζηλωτην αυτον οι τα θεια δεινοι προσαγορευουσιν, ως πολυν τον εις τα οντα αγαθον ερωτα, και ως προς ζηλον εγερτικον της εφεσεως αυτου (≡15Δ_310≡> της ερωτικης, και ως ζηλωτην αυτον αποδεικνυντα, ω και τα εφιεμενα ζηλωτα, και ως των προνοουμενων οντων αυτω ζηλωτων.
5.87 (πζ΄) Της αγαπης και του ερωτος, αυτον, δηλαδη τον Θεον, προβολεα φασι δε γεννητορα. Αυτος γαρ ταυτα εν εαυτω οντα, προηγαγεν εις τα εκτος, τουτεστι περι τα κτισματα· και κατα τουτο ειρηται, Ο Θεος αγαπη εστι· Και παλιν, Γλυκασμος και επιθυμια, ο εστιν ερως· το δε αγαπητον και οντως εραστον, αυτος εστι. Τω μεν ουν τον αγαπητικον ερωτα εξ αυτου προχεισθαι, αυτος κινεισθαι λεγεται ο τουτου γεννητωρ· τω δε αυτον ειναι το αληθες εραστον και αγαπητον και εφετον και αιρετον, κινει τα προς τουτο ορωντα· και οις η του εφιεσθαι δυναμις, αναλογως αυτοις.
5.88 (πη΄) Προαγωγικον και κινητικον προς ερωτικην συναφειαν την εν πνευματι, τον Θεον ειναι μοι νοει, τουτεστι μεσιτην ταυτης, και προς αυτην συναρμοστην, του ερασθαι αυτον υπο των αυτου ποιηματων και αγαπασθαι. Κινητικον δε φησιν, ως κινουντα εκαστα κατα τον οικειον λογον προς αυτον επιστρεφεσθαι. Το δε της προαγωγιας ονομα, ει και παρα τοις εξωθεν πραγμα σημαινει ουκ ευαγες, αλλ᾿ ενταυθα την προξενον της εν Θεω ενωσεως φησι μεσιτειαν.
5.89 (πθ΄) Η ερωτικη κινησις του αγαθου προϋπαρχουσα εν τω αγαθω, απλη και ακινητος ουσα, και εκ του αγαθου προϊουσα, αυθις επι το αυτο επιστρεφει, ατελευτητος και αναρχος ουσα· οπερ δηλοι την ημων αεικινητον εφεσιν προς το θειον και ενωσιν. (=1388=) Η γαρ προς Θεον αγαπητικη ενωσις, πασης εξηρηται και υπερκειται ενωσεως.
5.90 (ƒ΄) Τον ερωτα ειτε θειον ειτε αγγελικον, ειτε νοερον ειτε ψυχικον, (≡15Δ_312≡> ειτε φυσικον ειποιμεν, ενωτικην τινα και συγκρατικην εννοησωμεν δυναμιν· τα μεν υπερτερα κινουσαν επι προνοιαν των καταδεεστερων· τα δε ομοστοιχα παλιν, εις κοινωνικην αλληλουχιαν· και επ᾿ εσχατων, τα υφειμενα προς την των κρειττονων και υπερκειμενων επιστροφην.
5.91 (ƒα΄) Ει η γνωσις ενωτικη των εγνωκοτων και εγνωσμενων· η δ᾿ αγνοια, μεταβολης αει και της εξ αυτου τω αγνοουντι διαιρεσεως αιτια, τον εν αληθεια πιστευσαντα κατα τον ιερον Λογον, ουδεν αποκινησει της κατα την αληθη πιστιν εστιας· εφ᾿ η το μονιμον εξει της ακινητου και αμεταβολου ταυτοτητος. Ευ γαρ οιδεν ο προς την αληθειαν ενωθεις, οτι ευ εχει, καν οι πολλοι νουθετοιεν αυτον ως εξεστηκοτα. Λανθανει μεν γαρ ως εικος αυτους, εκ πλανης τη αληθεια της οντως πιστεως εξεστηκως, αυτος δ᾿ αληθως οιδεν εαυτον, ουχ ο φασιν εκεινοι μαινομενον, αλλα της αστατου και αλλοιωτης, περι την παντοδαπη της πλανης ποικιλιαν φορας, δια της απλης και αει κατα τα αυτα και ωσαυτως εχουσης αληθειας ηλευθερωμενον.
5.92 (ƒβ΄) Αγαθοι και φιλανθρωποι, ευσπλαχνοι τε και οικτιρμονες γεγονασιν οι αγιοι· μιαν προς απαν το γενος διαθεσιν εχοντες αγαπης δειχθεντες· υφ᾿ ης το παντων εξαιρετον ειδος των αγαθων, την ταπεινωσιν λεγω, δια πασης αυτων της ζωης βεβαιαν κατασχοντες, την φυλακτικην μεν των αγαθων, φθαρτικην δε των εναντιων, ουδενι το παραπαν αλωσιμοι των διοχλουντων γεγονασι πειρασμων, των τε εκουσιων και του εφ᾿ ημιν λογου, και των ακουσιων και ουκ εφ᾿ ημιν· τω τοις μεν, δι᾿ εγκρατειαν απομαραινειν τας επαναστασεις· των δε, δι᾿ υπομονης τας προσβολας αποσειεσθαι.
(≡15Δ_314≡> 5.93 (ƒγ΄) Την μεν τελειαν πραξιν της αρετης, πιστις ορθη ποιει, και φοβος εις Θεον ανοθευτος· την δε κατα την αναβασιν απταιστον φυσικην θεωριαν, ελπις βεβαια και αλωβητος συνεσις· την δε κατα την αναληψιν θεωσιν, αγαπη τελεια, και νους τοις ουσι καθ᾿ υπεροχην παμπαν εκουσιως πεπηρωμενος.
5.94 (ƒδ΄) Της μεν πρακτικης φιλοσοφιας εργον ειναι φασι, πασης τον νουν εμπαθους φαντασιας καθαρον καταστησαι· της δε φυσικης θεωριας, πασης της εν τοις ουσι καθ᾿ ην αιτιαν υπαρχουσιν, αληθους γνωσεως αυτον επιστημονα δειξαι· της δε θεολογικης μυσταγωγιας, ομοιον Θεω και ισον ως εφικτον, τη χαριτι κατα την εξιν ποιησαι, μηδενος το συνολον ετι των μετα Θεον, δια την υπεροχην οντα νοημονα.
5.95 (ƒε΄) Οπερ εστιν ο αιθηρ, ηγουν το πυριον στοιχειον, εν τω κατ᾿ αισθησιν κοσμω, τουτο εν τω κοσμω της διανοιας εστιν η φρονησις, ως εξις φωτιστικη, και των εφ᾿ εκαστου των οντων ιδιως πνευματικων λογων υποδεκτικη [edit. αποδεκτικη], την εν ολοις απλανως αιτιαν δι᾿ αυτων εκφαινουσα, και της κατα ψυχην περι το θειον εφεσεως ελκτικη· και οπερ εν τω αισθητω κοσμω εστιν ο αηρ, τουτο εν τω κατα διανοιαν κοσμω εστιν η ανδρεια, ως εξις κινητικη και της εμφυτου κατα πνευμα ζωης συνεκτικη τε αμα και δραστικη, και της κατα ψυχην περι το θειον αεικινησιας τονωτικη· και οπερ εν τω αισθητω κοσμω εστι το υδωρ, τουτο εν τω της διανοιας κοσμω εστιν η σωφροσυνη, εξιν υπαρχουσα της εν πνευματι ζωτικης γονιμοτητος ποιητικη, και της αειβλυστου κατα την εφεσιν περι το θειον ερωτικης θελξεως γεννητικη· και οπερ εν τω αισθητω κοσμω εστιν η γη, τουτο εν τω της διανοιας κοσμω εστιν η δικαιοσυνη, εξις υπαρχουσα κατ᾿ ειδος γεννητικη παντων των εν τοις ουσι λογων, και της εν πνευματι κατα τω ισον εκαστω ζωτικης διαδοσεως απονεμητικη· και της οικειας εν τω καλω κατα την θεσιν βασεως αμεταθετος [male edita, μεταθετος] ιδρυσις.
5.96 (ƒστ΄) Οσπερ σαρκος ευεκτουσης και πιαινομενης, τοις παθεσιν (≡15Δ_316≡> η ψυχη βασανιζεται και σκοτιζεται, της των αρετων εξεως και του φωτισμου της γνωσεως υποχωρουντων· ουτω και της ψυχης τω θειω καλλει των αρετων, και τω φωτισμω της γνωσεως φρουρουμενης τε και λαμπρυνομενης, ο εξω ανθρωπος διαφθειρεται, της σαρκος δια την επιδημιαν του λογου την φυσικην ευεξιαν αποβαλλομενης.
5.97 (ƒζ΄) Ουκ ην δυνατον αλλως υιον αποδειχθηναι Θεου και Θεον κατα την χαριτος θεωσιν, τον γενομενον ανθρωπον, μη προτερον κατα προαιρεσιν γεννηθεντα τω πνευματι, δια την ενουσαν αυτω φυσικως αυτοκινητον και αδεσποτον δυναμιν· ην τινα θεοποιον και θειαν και αϋλον γεννησιν, δια το προτιμησαι των νοουμενων και αδηλων τεως αγαθων το κατ᾿ αισθησιν τερπνον και επιδηλον, παραλιπων ο πρωτος ανθρωπος, την εκ σωματων εικοτως απροαιρετον και υλικην και επικηρον εχει καταδικαζεται γενεσιν.
(=1392=) 5.98 (ƒη΄) Κινειται νυν ο ανθρωπος, η περι φαντασιας αλογους παθων εξ απατης δια φιληδονιαν· η περι λογους τεχνων εκ περιστασεως δια την χρειαν· η περι φυσικους λογους εκ του νομου της φυσεως δια μαθησιν· ων ουδεν κατ᾿ αρχας εξαναγκης ειλκε τον ανθρωπον, εικοτως, υπερανω παντων γενομενον. Ουτω γαρ επρεπεν ειναι τον απ᾿ αρχης, μηδενι το συνολον περισπωμενον των μετ᾿ αυτον, η περι αυτον, η κατ᾿ αυτον, και προς τελειωσιν ενος μονου προσδεομενον, της προς τον υπερ αυτον, φημι δε τον Θεον, καθ᾿ ολην την αγαπητικην δυναμιν ασχετου κινησεως.
5.99 (ƒθ΄) Ουδεν ειχεν ο πρωτος ανθρωπος μεταξυ Θεου και αυτου προβεβλημενον προς ειδησιν, και κωλυον την δι᾿ αγαπης αυθαιρετον κατα την προς Θεον κινησιν γεννησομενην συγγενειαν. (≡15Δ_318≡> Απαθης γαρ χαριτι ων, απατην παθων φαντασιας δι᾿ ηδονης ου προσιετο· και απροσδεης [ male edita προσδεης] υπαρχων, της περι τεχνας περιστατικης αναγκης δια την χρειαν, ελευθερος ην· και σοφος ων, της περι την φυσιν θεωριας υπερανω καθειστηκει δια την γνωσιν.
5.100 (ρ΄) Ο πασαν μετα σοφιας την φυσιν υποστησας Θεος, και προς την εκαστου των λογικων ουσιων δυναμιν την αυτου γνωσιν κρυφιως ενθεμενος, δεδωκε και ημιν τοις ανθρωποις, ως μεγαλοδωρος Δεσποτης, κατα φυσιν τον εις αυτον ποθον και ερωτα, συνεπιπλεξας αυτω φυσικως του λογου την δυναμιν· εφ᾿ ω δυνηθηναι μετα ραστωνης γνωναι τους τροπους της του ποθου πληρωσεως, και μη παρασφαλεντας διαμαρτειν ου τυχειν αγωνιζομεθα. Κατα τουτον ουν κινουμενοι τον ποθον, περι τε της αληθειας αυτης και της ευτακτως τοις ολοις εμφαινομενης σοφιας τε και διοικησεως, ζητειν εναγομεθα, εκεινου τυχειν δια τουτων γλιχομενοι, ου χαριν τον ποθον ελαβομεν.

Τελος Μαξιμου των θειων κεφαλαιων.

ΕΤΕΡΑ ΚΕΦΑΛΑΙΑ

ΣΤΙΧΟΙ
Πηγην ναουσαν ηθικων δροσον λογων,
Ενταυθ᾿ εφευρεις, ει μετελθης γνησιως,
Ομολογητου Μαξιμου πονους, φιλε.
Ασπαζου δ᾿ αυτους, και μαθηση το κερδος.

(≡15Δ_320≡> 1.1 (α΄) Επεστι παντι Χριστιανω τω ορθως πιστευοντι εις Θεον, μη αμεριμνειν· αλλα παντοτε προσδοκαν και εκδεχεσθαι πειρασμον· ινα οταν ελθη, μη ξενιζηται μηδε ταρασσηται· αλλ᾿ ευχαριστως υπομενειν τον κοπον της θλιψεως, και εννοειν τι ψαλλων συν τω Προφητη λεγει· Δοκιμασον με, Κυριε, και πειρασον με. Και ουκ ειπεν· Οτι η παιδεια σου κατεστρεψε με, αλλα, ανωρθωσε με εις τελος.
1.2 (β΄) Αρχη μεν καλου, φοβος Θεου· τελος δε, ο ποθος αυτου. Αρχη παντος αγαθου λογος εμπρακτος, και πραξις ελλογιμος. Διο, ουτε πραξις λογου χωρις, αγαθη· ουτε λογος πραξεως ανευ, ο προερχομενος.
1.3 (γ΄) Πραξις εστι, σωματος μεν, νηστεια και αγρυπνια· στοματος δε, ψαλμωδια· ψαλμωδιας δε κρειττον, ευχη· και σιωπη, λογου τιμιωτερα. Και χειρων πραξις, το υπ᾿ εκεινων αγογγυστως γινομενον. Ποδων δε, το δι᾿ αυτων εκ πρωτης επιτροπης (≡15Δ_322≡> ανυομενον. Ψυχης δε πραξις, εγκρατεια συν απλοτητι, και απλοτης τη εγκρατεια ενεργουμενη. Του δε νοος, η εν θεωρια ευχη, και εν ευχη θεωρια του Θεου.
1.4 (δ΄) Προηγειται πασων αρετων, ελεος και αληθεια, ων κυημα η ταπεινωσις, και η εκ ταυτης κατα τους Πατερας προσγινομενη διακρισις. Ης ανευ, ουδ᾿ ετερα το αυτης ιδειν περας δυνησεται.
1.5 (ε΄) Η μεν πραξις τον του λογου ζυγον ατιμαζουσα, (=1404=) ωδε κακεισε περι τα ανωφελη, οια τις δαμαλις περιπλανωμενη ευρισκεται· ο δε λογος, της πρακτικης τους εντιμους χιτωνας αποποιουμενος, ουκ ευσχημων, καν τοιουτος ειναι πως το δοκειν σχηματιζεται.
1.6 (στ΄) Η ανδρεια ψυχη, ως γυνη, παρ᾿ ολον αυτης τον βιον, εις δυο λυχνους, το πρακτικον τε και θεωρητικον, καιομενους κατεχουσα, πραττει τα οφειλομενα· τα εναντια δε παλιν, η παρειμενη ταις ηδοναις.
1.7 (ζ΄) Ουκ αρκει τη ψυχη προς τελειαν κακιας απαλλαγην, η εκουσιος κακοπαθεια, ει μη και δια της ακουσιου εκπυρουμενη μη διαλυηται.
1.8 (η΄) Οια τις μαχαιρα η ψυχη προς τελειαν κακιας απαλλαγην, ει μη δια πυρος διελθη και υδατος, τουτεστιν εκουσιων πονων και ακουσιων, αθραυστος ταις αντιτυπιαις των συμβαινοντων ου συντηρειται.
1.9 (θ΄) Ωσπερ των εκουσιων πειρασμων, τρια εισι τα καθολικωτερα αιτια· υγεια, πλουτος και ευκλεια· ουτω και τα των ακουσιων τρια εισι· ζημιαι, ασθενειαι και λοιδοριαι. Γινονται δε ταυτα τισιν, εις οικοδομην· τισι δε, εις καθαιρεσιν.
1.10 (ι΄) Παρυφεστηκε ψυχη μεν, επιθυμια και λυπη σωματι δε, (≡15Δ_324≡> ηδονη και οδυνη. Αιτιον δε, της μεν οδυνης, η ηδονη· θελοντες γαρ εκφυγειν την κατα την οδυνην επιπονον αισθησιν, προς την ηδονην καταφευγομεν· λυπης δε, επιθυμια η αρρωστια.
1.11 (ια΄) Ενδιαθετον μεν ο εναρετος κεκτηται το καλον· περινενοημενον δε, ο κενοδοξος. Το δε κακον, ο μεν σπουδαιος, εξ επιπολης εχει· κατα βαθους δε, ο φιληδονος.
1.12 (ιβ΄) Ολιγακις μεν και ουκ επιμελως ευρισκεται προς το κακον, ο τουτο μισων· πλεονακις δε και προσεκτικωτερον, ο ετι ταις αιτιαις εκεινου προσκειμενος.
1.13 (ιγ΄) Οις μη κατα προθεσιν το μετανοειν, τουτοις συνεχες και το πλημμελειν· οις δε παρα προθεσιν το αμαρτανειν, εμπληροφορητος η μετανοια, και το αιτιον ταυτης ουχι συχνον.
1.14 (ιδ΄) Αισθησις και συνειδησις, λογω τω κατα προφοραν συνερχεσθω, οπως ο ειρηκως θειος λογος, εν μεσω τουτων ευρισκεσθαι, μη καταισχυνηται, δια της προπετειας η αμετριας των λεγομενων η πραττομενων.
(=1405=) 1.15 (ιε΄) Ουχ᾿ ο τοις εργοις μη αδικων την ψυχην αυτου, ουτος και τοις λογοις αμιαντον συνετηρησεν. Ου δε ο τουτους φυλαττων, ηδη και λογισμους ουκ εμολυνεν. Ο γαρ αμαρτανων, τριττως τουτο πραττει.
1.16 (ιστ΄) Ου δυνηση το προσωπον της αρετης κατιδειν, ηδεως ετι το της κακιας κατανοων. Μισητον δε τοτε φανειται το δευτερον, οτε του πρωτου επιθυμησεις την γευσιν, και τοσαυτης την οψιν αποξενωσεις μορφης.
1.17 (ιζ΄) Δια των λογισμων, ου των πραγματων προηγουμενως πολεμουσιν οι δαιμονες την ψυχην. Αυτα γαρ καθ᾿ αυτα, αναγκαια (≡15Δ_326≡> τα πραγματα. Και των μεν πραγματων, η ακοη αιτια και ορασις· των δε λογισμων, η συνηθεια και οι δαιμονες.
1.18 (ιη΄) Τριττον μεν, το αμαρτητικον μερος της ψυχης, εν εργοις και λογοις και λογισμοις ευρισκομενον. Εξοδικον δε, το αναμαρτησιας καλον. Απταιστους γαρ τας πεντε αισθησεις και τον προφορικον συντηρειν δει λογον. Εν οις ο μη πταιων, ανηρ φησι τελειος, δυνατος χαλιναγωγησαι και τα μελη του σωματος.
1.19 (ιθ΄) Εξαχως το αλογον μερος διαιρειται της ψυχης· εις τε τας πεντε αισθησεις, και εις τον κατα προφοραν λογον, ος συνδιαιρειται μεν αδιαιρετως τω πασχοντι, απαθης ων· αναματτεται δε την αυτου κακιαν παθητικος ευρισκομενος.
1.20 (κ΄) Ου δυναται ουτε σωμα καθαρθηναι νηστειας και αγρυπνιας χωρις· ουτε ελεους και αληθειας ψυχη· αλλ᾿ ουτε νους ανευ θεωριας και ομιλιας Θεου. Αυται γαρ αι συζυγιαι, εν τουτοις επισημοταται.
1.21 (κα΄) Κυκλοφορουμενη ταις ειρημεναις αρεταις η ψυχη, απερικτυπητον το ταυτης εκ πειρασμων καθιστησι φρουριον· ο εστιν η υπομονη· Εν τη υπομονη υμων γαρ κτησασθε τας ψυχας υμων, ο Λογος φησιν. Ει δε ετερως εχομενα ειη, οια τις πολις ατειχιστος, και υπο των πορρωθεν ψοφων, δειλιας μοχλοις κατασειεσθε ειωθεν.
1.22 (κβ΄) Ουχ οσοι εις τα κατα λογον εισι φρονιμοι, ουτοι και εις τα κατ᾿ εννοιαν· οσοι δε εις τα κατ᾿ εννοιαν, ουτοι και εις τα κατ᾿ αισθησιν εξωθεν ευρεθησονται. Ει γαρ και παντας υποφορους εχει η αισθησις, αλλ᾿ ουχ ομοιους αυτη τους φορους αποδιδοασιν. (≡15Δ_328≡> Εξ αφελοτητος γαρ οι πλειους εις τα κατ᾿ αυτην τιμαν αυτην ως αυτη απατει ουκ επιστανται.
1.23 (κγ΄) Τη φυσει ατμητος ουσα η φρονησις, τεμνεται εις διαφορους τομας. Ω μεν γαρ διδοται πλεον, ω δε ελαττον μερος αυτης· εως αυξηθεισα η πρακτικη αρετη, συνδρομους τε αυτη τας γενικας (εχουσα) αρετας, το ενδεχομενον εκαστη αποπληρωσει καλον. (=1408=) Οι πλειους γαρ κατα την ελλειψιν της εμπρακτου ζωης, και το φρονειν εκληρωσαντο.
1.24 (κδ΄) Εις μεν τα κατα φυσιν, ολιγοι φρονιμοι ευρεθησονται· εις δε τα παρα φυσιν, πολλοι. Δεει γαρ τω περι αυτα ολην αυτων την φυσικην φρονησιν εκκενωσαντες, εχουσιν εκει μεν το φρονειν ολιγον· το πλειστον δε εν τοις περιττοις, και ου τη φυσει επαινετοις.
1.25 (κε΄) Της ευλογου σιωπης, ο καιρος και το μετρον συνεστιατορες· πανδαισια δε τουτου γινεται η αληθεια· καθ᾿ ην ο του ψευδους πατηρ επι ψυχην αποδημουσαν ερχομενος, ευρισκει επιζητουμενων ουδεν.
1.26 (κστ΄) Ελεημων αληθης, ουχ ο παρεχων εκουσιως τα περιττα, αλλ᾿ ο συγχωρων τα αναγκαια τοις αφαρπαζουσιν.
1.27 (κζ΄) Οι μεν τω ενυλω πλουτω κτωνται τον αϋλον ελεημοσυνης θεσμοις· οι δε αΰλω αποκτωνται τον ενυλον, εν αισθησει του ανεκλειπτου γενομενοι.
1.28 (κη΄) Φιλον μεν παντι, το πλουτειν εν καλοις· λυπηρον δε, τω θειως πλουτησαντι μεν, μη επι πλειστον συγχωρηθηναι δε ενευφρανθηναι αυτω.
(≡15Δ_330≡> 1.29 (κθ΄) Εξωθεν μεν, η υγεια δοκει της ψυχης· ενδοθεν δε, εν τω της αισθησεως πυθμενι πεφυκε κρυπτεσθαι η αρρωστια αυτης. Ει δε δει παντως εξωθεν μεν εκεινην τω αναθερισμω των ελεγχων γενεσθαι, ενδοθεν δε ταυτην τω ανακαινισμω του νοος· αφρων ο τους ελεγχους αποσειομενος, και εν τω της αναλγησιας παντοτε ανακεισθαι νοσοκομειω μη αισχυνομενος.
1.30 (λ΄) Μη τραχυνθης κατα του ακουσιως σε χειρουργησαντος· αλλα προς την κενωθεισαν αηδιαν αποβλεψαμενος, ταλανισον μεν εαυτον· μακαρισον δε, τον αιτιον σοι ταυτης γενομενον οικονομιας Θεον.
1.31 (λα΄) Μη προς το δεινον απευδοκησης της αρρωστιας σου· αλλα δια των της φιλοπονιας δραστικωτερων φαρμακων, πορρω γενου ταυτης, ο της κατα ψυχην υγειας επιμελουμενος.
1.32 (λβ΄) Μη συσταλης απο του καιριως σε πληττοντος· προσει δε τουτω, και υποδειξει σοι, οσον το υποσμηχον την αισθησιν σου κακον, και φαγη οψον ηδυ το εκ της υγειας, μετα το αναλωθηναι το εκ της πικριας αποβλητον.
1.33 (λγ΄) Οσον αισθανη των πονων, τοσουτον αποδεχου τον τουτους δια των ελεγχων υποδεικνυντα σοι. Καθαρσεως γαρ τελειας αιτιος σοι καθισταται· ης ανευ εν καθαρω χωριω της ευχης ου δυναται γενεσθαι ο νους.
(=1409=) 1.34 (λδ΄) Εν τω ελεγχεσθαι, η σιωπαν δει, η ηπιως απολογεισθαι τω καταλεγοντι· ου δια το συστησαι τα οικεια τον ελεγχομενον· δια δε το αναστησαι προσκοψαντα ισως, τον εν αγνοια ελεγχοντα.
1.35 (λε΄) Ο τω λυπησαντι αδικως προ του προσκληθηναι υπ᾿ αυτου ευνοων, εζημιωται των ανηκοντων ουδεν. Ο δε μετα την (≡15Δ_332≡> προσκλησιν, της ευφοριας το ημισυ. Κερδαινει δε ολον το προκαταβληθεν, ο μηποτε δια λυπην αποσυναγωγος ευρισκομενος· προστιθησι δε και μισθον εαυτω, ο το σφαλμα βαλλων επανω εαυτου εν παντι.
1.36 (λστ΄) Ουτε ο υψηλοφρων επιγινωσκει οια τα εαυτου ελαττωματα, ουτε ο ταπεινοφρων τα οικεια καλα. Καλυπτει γαρ, τον μεν, αγνοια φαυλη· τον δε, θεαρεστος.
1.37 (λζ΄) Τοις ισοτιμοις ο υπερηφανος εν καλοις παραμετρεισθαι ου βουλεται· εν δε τοις εναντιοις, προς τους υπερεχοντας, φορητον το εαυτου παραβαλλομενον ηγειται ελαττωμα.
1.38 (λη΄) Ο μεν ψογος στερραν· ο δε επαινος, εκλυτον την ψυχην απεργαζεται και νωθροτεραν προς τα καλα.
1.39 (λθ΄) Υποστασις μεν πλουτου, χρυσος· αρετης δε, ταπεινωσις. Ως ουν ο χρυσου απορων πενης εστι, καν μη τοις εξωθεν φαινηται· ουτω ταπεινωσεως ανευ, εναρετος ουκ εσται ο αγωνιζομενος.
1.40 (μ΄) Χρυσου διχα, ωσπερ εμπορος ου πεφυκεν εμπορος, καν λιαν προς εμποριαν εστιν επιτηδειος· ουτως ουδε ταπεινοφροσυνης χωρις, εν κατασχεσει των της αρετης ηδεων ευρεθησεται ο ασκουμενος, καν παντη τη εαυτου νουνεχεια θαρρη.
1.41 (μα΄) Τη ταπεινοφροσυνη ο ανιων, κατωτερος του εαυτου φρονηματος γινεται· ανωτερος δε, ο εκεινης χωρις, ος ουδε παραμετρεισθαι τοις ελαχιστοις εκουσιως ανεχεται· και δια τουτο εν ταις πρωτοκλισιαις το λυπηρον επιδεικνυται.
(≡15Δ_334≡> 1.42 (μβ΄) Καλον τω αγωνιστη φρονειν μεν ηττονα της εργασιας αυτου, πραττειν δε κρειττονα της δειλιας αυτου. Ουτω γαρ αν και ανθρωποις αιδεσιμος, και Θεω εργατης ευρισκεται ανεπαισχυντος.
1.43 (μγ΄) Η κατορθουσθαι δει προς πασας τας εντολας του Θεου, (=1412=) η μιας αντιποιεισθαι της ταπεινοφροσυνης, τον δεδοιοτα μη ξενον των τω νυμφωνι ανακειμενων οφθηναι.
1.44 (μδ΄) Μιξον τη απλοτητι την εγκρατειαν· και συζευξον τη ταπεινοφροσυνη αληθειαν, και οφθειση δικαιοσυνη συνεστιος· η ως επι τραπεζης, αλλη πασα φιλει επισυναγεσθαι αρετη.
1.45 (με΄) Τυφλη της ταπεινοφροσυνης χωρις η αληθεια. Δια τουτο και τη αντιλογια χρηται παιδαγωγω, ερεισαι μεν αυτη επι τι μοχθουση, μη ευρισκουση δε, ει μη το της μνησικακιας οχυρωμα.
1.46 (μστ΄) Ηθος χρηστον, ωραιοτητα μαρτυρει αρετης· μελων δε ευσταθεια, ειρηναιαν ψυχην.
1.47 (μζ΄) Πρωτον μεν καλον, το εν μηδενι μερει πταιειν. Δευτερον δε, το μη αιδοι κατακαλυπτειν το σφαλμα αυτου· μη τε μην, αναιδευεσθαι εν αυτω, μαλλον δε ταπεινουσθαι, και κατηγορουμενον εαυτου συγκατηγορειν, και δεχεσθαι ασμενως το επιτιμιον. Τουτου δε μη γινομενου, ανισχυρον απαν το τω Θεω προφερομενον.
1.48 (μη΄) Προς τη εκουσιω κακοπαθεια, χρη και την ακουσιον καταδεχεσθαι· την εκ διαβολων λεγω, ζημιων τε και ασθενειων. Ταυτα γαρ ο μη καταδεχομενος, αλλα δυσπετων, ομοιος εστι τω μη μετα αλος, μετα δε μελιτος μονου βουλομενου εσθιειν τον (≡15Δ_336≡> αρτον αυτου· ος ου παντοτε μεν την ηδονην εχει συντροφον, τον δε κορον αει γειτονα κεκτηται.
1.49 (μθ΄) Δεσποτης ων, δουλου σχημα περιβαλλομενος φαινεται, ο το διερρωγος πλυνων του πλησιον λογοις ενθεοις ιματιον, η καταρραπτων ταις μεταδοσεσι. Σκοπειτω δε ο τουτο ποιων, μη ποτε δια το ως δουλος τουτο τελειν, προσαπολεση συν τω μισθω, και το προσον αυτω της εξουσιας δια κενοδοξιας αξιωμα.
1.50 (ν΄) Ωσπερ η πιστις ελπιζομενων υποστασις πεφυκεν, ουτω ψυχης μεν, η φρονησις· αρετης δε, η ταπεινωσις. Και θαυμα, πως τα αυτοτελη, των συμβεβηκοτων διχα ατελη καθεστηκασι.
1.51 (να΄) Κυριος φυλαξοι την εισοδον σου, φησι, και την εξοδον σου· την των βρωματων δηλονοτι και των ρηματων, τη εγκρατεια. Εγκρατως γαρ ο εχων περι την των βρωματων και ρηματων εισοδον τε και εξοδον, επιθυμιαν μεν την εξ οφθαλμων αποδιδρασκει· θυμον δε την εξ απονοιας καταπραΰναι, ων δει και προ παντων ποιεισθαι την επιμελειαν τον αγωνιζομενον, παντι τροπω σπουδαστεον. Εν τουτοις γαρ, το μεν πρακτικον ερρωται· το δε θεωρητικον, εστερεωται.
1.52 (νβ΄) Τινες δε περι την εισοδον των βρωματων, πολλην ποιουνται την επιμελειαν· περι δε εξοδον των ρηματων, αμελως διατιθενται. Οι τοιουτοι ουκ επιστανται πραγειν θυμον μεν απο καρδιας, επιθυμιαν δε απο σαρκος, κατα την Εκκλησιαστην· δι᾿ ων η καθαρα καρδια κτιζεσθαι ειωθε παρα του καινουργουντος Πνευματος.
1.53 (νγ΄) Το μεν των βρωματων απεριττον, περι την ηττω τρυφης ποιοτητα· το δε των ρηματων ανεγκλητον, περι την κρειττω της σιωπης ποσοτητα ευρεθησεται.
(≡15Δ_338≡> 1.54 (νδ΄) Πυρωσον τους νεφρους σου ασιτια βρωματων, και ετασον την καρδιαν σου εγκρατεια ρηματων, και εξεις προς υπηρεσιαν καλων, το, επιθυμητικον τε και θυμικον.
1.55 (νε΄) Η μεν των υπογαστριων ηδονη καταπιπτει εν ασκουμενοις, του σωματος παρακμασαντος· ετι δε παραμενει του φαρυγγος, τω μη φθασαντι ταυτην ενδικως κολασαι. Σπουδασαι ουν χρη δια της αιτιου, του αιτιατου τον ονειδισμον αποτριψασθαι, ως αν μη ξενος εκεισε της κατα την εγκρατειαν αρετης ευρεθεις, αισχυνθης.
1.56 (νστ΄) Αναγκαιον ειδεναι τον ασκητην, ποτε και τισι βρωμασι δει ως εχθρον τρεφειν το σωμα αυτου· ποτε δε ως φιλον παρακαλειν και παλιν παραμυθεισθαι ως ασθενη· ινα μη λαθη τα μεν του ασθενους, τω φιλω· τα δε του φιλου παρατιθεις τω εχθρω· και εκατερους ως σκανδαλισας, καιρω πειρασμου ευρησει πολεμουντας αυτον.
1.57 (μζ΄) Οταν της τρυφης την τροφην ο τρεφομενος προτιμοτεραν ποιησηται, τοτε η των δακρυων επιδημησασα χαρις αυτω, παρακαλειν αρχεται και αλλης πασης ηδυτητος επιλανθανεσθαι, ως ηδη τουτων καταποθεισης ασυγκριτω ηδυτητι.
1.58 (νη΄) Τω μεν πλατυνομενω συνεσταλη τα δακρυα· εξεβλυθη δε ταυτα, τω την στενην οδον αγαπησαντι.
1.59 (νθ΄) Ουκ εστιν λυπης εκτος, ουτε αμαρτωλος, ουτε δικαιος· αλλ᾿ ο μεν, οτι μη παντη απελιπεν το κακον· ο δε, οτι ουπω κατελαβε το οντως καλον.
1.60 (ξ΄) Των εφ᾿ ημιν μεν κατα δυναμιν αρεται, ευχη και σιωπη· των ουκ εφ᾿ ημιν δε, αλλ᾿ ως τα πολλα της του σωματος κατασκευης, (≡15Δ_340≡> νηστεια και αγρυπνια εισιν. Οπερ ουν τω αγωνιστη ευληπτοτερον, τουτο μετερχεσθαι χρη.
1.61 (ξα΄) Οικος μεν ευχης, η υπομονη· περικρατειται (=1416=) γαρ εν αυτη· χρημα δε, η ταπεινωσις· τρεφεται γαρ δι᾿ αυτης.
1.62 (ξβ΄) Λογους μη καρτερων, επαινοις ου τιμηθηση· προ δε της ηδονης την οδυνην αποσκοπων, εκφευξη ταυτης το λυπηρον.
1.63 (ξγ΄) Μη δεσμευθης τω μικρω, και ου δουλευσεις τω μειζονι· ου γαρ πεφυκε το μειζον κακον προ του μικρου διαπλαττεσθαι.
1.64 (ξδ΄) Αφορων προς, τα μειζω, φοβερος εση τοις ηττωσιν· ευκαταφρονητος δε τουτοις οφθειση, προς εκεινα απειρηκως.
1.65 (ξε΄) Ου δυνηση επι τας μειζους φθασαι των αρετων, μη των κατα δυναμιν καταλαβων την ακροτητα.
1.66 (ξστ΄) Εν οις κρατει ελεος και αληθεια, εν εκεινοις και παν ει τι θεαρεστον. Η μεν γαρ ουδενα κρινει ελεους χωρις· το δε φιλανθρωπευεται εν ουδεν αληθειας εκτος.
1.67 (ξζ΄) Τη απλοτητι κερασαμενος την εγκρατειαν, εν περιληψει γενηση της εκειθεν μακαριοτητος.
1.68 (ξη΄) Ου κοψης παντα τα πολεμουντα σε παθη, ει μη προτερον την γην, εξ ης ετρεφοντο, εασης ανηροτον.
1.69 (ξθ΄) Οι μεν, την του σωματος μονον υλην εκκαθαραι σπευδουσιν· (≡15Δ_342≡> οι δε, και την της ψυχης. Οι μεν γαρ προς μονην την κατ᾿ ενεργειαν αμαρτιαν ιχυν ελαβον· οι δε και προς το παθος· προς δε την επιθυμιαν πανυ ελαχιστοι.
1.70 (ο΄) Υλην πονηρα, σωματος μεν εμπαθεια, ψυχης δε ηδυπαθεια, προσπαθεια δε του νοος. Κατηγορειται δε της μεν αφη, της δε αι λοιπαι αισθησεις, της δε τελευταιας εναντια διαθεσις.
1.71 (οα΄) Ο μεν ηδυπαθης πλησιον εστι του εμπαθους· ο δε προσπαθης, του ηδυπαθους· μακραν δε αμφοτερων ο απαθης.
1.72 (οβ΄) Εμπαθης εστιν ο το αμαρτητικον εχων του λογισμου βιαιοτερον, καν τεως μη αμαρτανει εκτος. Ηδυπαθης δε ο την ενεργειαν της αμαρτιας εχων ασθενεστεραν του λογισμου, καν πασχη εντος. Προσπαθης δε ο τη ελευθερια, μαλλον δε τη δουλεια των μεσων, προσκειμενος· απαθης δ᾿ αν ειη ο τουτων παντων την διαφοραν αγνοων.
1.73 (ογ΄) Απολλυται εκ ψυχης εμπαθεια μεν δια νηστειας και προσευχης, ηδυπαθεια δε δι᾿ αγρυπνιας και σιωπης, η δε προσπαθεια δια ησυχιας και προσοχης· απαθεια δε συνισταται εκ μνημης Θεου.
1.74 (οδ΄) Της απαθειας απο χειλεων, κηρια μελιτος, (=1417=) οια οι λογοι της αιωνιου ζωης αποσταζουσι. Τις ουν αξιωθειη τοις χειλεσιν εκεινοις προσαψαι τα ιδια, και μασθων ανα μεσον αυτης αυλισθηναι, και οσμης ηδειας μεταβαλειν ιματιων εκεινης; τουτεστι, νομοις ενηδυνθηναι των αρετων, των υπερ παντα φησι τα αρωματα οντα της αισθητης διαγνωσεως.
(≡15Δ_344≡>1.75 (οε΄) Του μεν ορωμενου σωματος, πασα ψυχη γυμνωθησεται· του δε της αμαρτιας, οι της ενταυθα ζωης ολιγοι των ηδεων προσαπολαυσαντες.
1.76 (οστ΄) Νεκροι μεν εκ ζωντων παντες οφθησονται· νεκρωθησονται δε τη αμαρτια μονοι οι εκ διαθεσεως ταυτην μισησαντες.
1.77 (οζ΄) Τις εαυτον προ του κοινου θανατου του σωματος ιδοι της αμαρτιας γυμνον; και τις ο γνους αυτον τε και την ιδιαν φυσιν, οποια εστι προ της μελλουσης γυμνωσεως;

Του αυτου.
Ψυχην ερωτι νυμφικω τετρωμενην,
Ευχη συναπτειν οιδεν ωδε νυμφιω.

1.78 (οη΄) Του αισθητου τε και νοερου φωτος η λογικη εν μεθοριω κειμενη ψυχη, δια μεν τουτου, οραν και πραττειν τα του σωματος επετραπη· δι᾿ εκεινου δε, πραττειν τα του πνευματος. Αλλ᾿ επειδη ημαυρωθη μεν αυτη εκεινο, ετρανωθη δε τουτο, δια την αρχηθεν συνηθειαν, ει μη ολως μετα του νοερου εν τη ευχη γενηται, ολικως τοις θειοις ενατενιζειν ου δυναται. Αναγκη δε ειναι αυτην εν μεταιχμιω σκοτους και φωτος· κατα σχεσιν μεν τουτου, κατα δε φαντασιαν εκεινου αναστρεφομενην.
1.79 (οθ΄) Συμπαραμενετω τω νω η ευχη, ως εν ηλιω ακτις· ης ανευ αι κατ᾿ αισθησιν μεριμναι, οια τινες ανυδροι νεφελαι περιπετομεναι, τον νουν ειργουσι της οικειας λαμπροτητος.
1.80 (π΄) Ενδον της κατα την ευχην στενης πυλης, νους παθητικος (≡15Δ_346≡> ου δυναται εισελθειν, προ του την κατα σχεσιν απολιπειν μεριμναν· περι δε τα περισκηνια εκεινης, οδυνηθησεται δια παντος ασχολουμενος.
1.81 (πα΄) Δυναμις μεν ευχης πεινα βρωματων εκουσιος· πεινης δε, το μητε οραν, μητε ακουειν, οτι μη πασα αναγκη, των εγκοσμιων ουδεν. Τουτων ο μη ποιουμενος προνοιαν, το μεν της νηστειας ουκ εστερεωσεν οικοδομημα· το δε της ευχης εν αυτη περιρραγηναι εποιησεν.
1.82 (πβ΄) Απεριττος ει μη εκ παντων ο νους των κατ᾿ αισθησιν γενηται, ανωφερης γενεσθαι ου δυναται, και το οικειον γνωρισαι αξιωμα.
1.83 (πγ΄) Εξω μεν ποιειται της ψυχης η ευχη, παντας τους εχθραινοντας αυτη λογισμους, δυναμουμενη τοις δακρυσιν· (=1420=) αντεισαγει δε τουτους ο μετεωρισμος του νοος, νομω ευτραπελιας ενδυναμουμενος· ην ο εξοριζων, συνεξοριστον και το παναιτιον πεποιηκε της παρρησιας κακον.
1.84 (πδ΄) Ημερας μεν συμβολον η νηστεια, δια το εκδηλον· νυκτος δε δια το αδηλον, η ευχη. Εκατεραν ουν τουτων εν εκατερα ενδικως ο μετερχομενος, προς την των κατασκοπων απαντησεται πολιν, εν η απεδρα οδυνη, λυπη και στεναγμος εν Χριστω.
1.85 (πε΄) Η πνευματικη εργασια, και σωματικου εργου εκτος συνιστασθαι πεφυκε. Μακαριος ουν ο κρεισσονα του ενυλου εργου, την αϋλον ηγησαμενος εργασιαν. Δι᾿ αυτης γαρ την του εργου επληρωσεν ελλειψιν, ζησας την κεκρυμμενην ζωην της ευχης και φανεραν τω Θεω.
(≡15Δ_348≡>1.86 (πστ΄) Υπομενειν μεν ημας τη πιστει παρακαλει ο Αποστολος· χαιρειν τη ελπιδι, τη προσευχη προσκαρτερειν, ινα το της χαρας ημιν παραμεινη καλον. Ει δε τουτο, αρα ο μη υπομενων, ου πιστος· ο δε ου χαιρων, ουκ ευελπις· απεβαλετο γαρ την αιτιαν της χαρας προσευχην, εν τω μη προσκαρτερειν εν αυτη.
1.87 (πζ΄) Ει τοις εγκοσμιοις λογισμοις ο νους εξ αρχης συναναστραφεις, τοσαυτην εν αυτοις την φιλιαν εκτησατο, ποσην ουκ αν οικειοτητα σχη εν ευχη συνεχει· και γαρ εν οις, φησι, χρονιζει, εν αυτοις και πλατυνεσθαι ειωθεν.
1.88 (πη΄) Ωσπερ του ιδιου οικητηριου παλαι διαιρεθεις ο νους, της εκεινου λαμπροτητος επελαθετο· ουτω δει τουτον αυθις εν ληθη των ωδε γενομενον, προς εκεινην αναδραμειν δι᾿ ευχης.
1.89 (πθ΄) Καθαπερ νηπιον προς μαστους εναποψυγεντας μητρος, ουτως ευρεθησεται νους προς ευχην την μη δυναμενην παρακαλεσαι αυτον· προς δε την αλλως εχουσαν, ως παιδιον το υφ᾿ ηδονης εναφυπνουν εν ταις αγκαλαις αυτης.
(=1421=) 1.90 (ƒ΄) Εκει φησιν, εν τη πενθιμω δηλονοτι ευχη της εναρετου ζωης, κατα την εν τω Ασματι φησειε νυμφην και η ευχη προς τον εαυτης εραστην, δωσω τους μαστους μου σοι, ει ολικως μοι διατεθης.
1.91 (ƒα΄) Φιλιαν προς την ευχην ου δυναται κτησασθαι, ο μη πασαν υλην απαρνησαμενος, πλην τροφης και σκεπης. Εξω των αλλων γενου εν ευχη, ο θελων μετα μονου γενεσθαι του νου.
(≡15Δ_350≡> 1.92 (ƒβ΄) Του θεοφιλους μαρτυριον, ευχη μονολογιστος· λογος δε καιριος, εμφρονος λογισμου· μονοειδης δε γευσις, της ελευθερας ειη αισθησεως. Εν τουτοις ουν τοις τρισιν, ερρωσθαι τα της ψυχης λεγεται.
1.93 (ƒγ΄) Λειανθηναι δει καλως και απαλυνθηναι, ωσπερ των παιδων, την φυσιν του ευχομενου, ως αν κατα την εκεινων, ευεικτως δεξηται την εκ της ευχης ενταττομενην αναπτυξιν. Διο μη αμελει, ο συναφθηναι ταυτη φιλων.
1.94 (ƒδ΄) Ου παντες τον αυτον σκοπον εν ευχη κεκτηνται· αλλος μεν αλλον, και αλλος δε ετερον. Ο μεν γαρ ευχεται, ει οιον τε, μετα της ευχης ειναι την καρδιαν αυτου παντοτε, και προς το υπεραναβηναι αυτης· ο δε ινα μη λογισμοις εν αυτη περικοπτηται. Παντες δε ευχονται, η συντηρηθηναι εν αγαθοις, η μη συναπαχθηναι κακοις.
1.95 (ƒε΄) Ει εξ ευχης, ουδεις αταπεινωτος· συντριβεται γαρ ο εν ταπεινωσει ευχομενος· ουκ αρα εν ταπεινωσει προσευχεται, ο εξωθεν θρασυνομενος.
1.96 (ƒστ΄) Προς την χηραν, την προς τον ωμον την δικην κινουσαν κριτην, αφορων ο ευχομενος, ουκ εκκακισης δια την βραδυτητα των αγαθων της ευχης.
1.97 (ƒζ΄) Ου παραμεινη σοι ευχη, τω προς τα συλλογιζομενα εσωθεν, και ομιλουμενα εξωθεν εμβραδυνοντι· η αυτη δε οφθησεται υποστρεφουσα, τω δι᾿ αυτην υποτεμνομενω τα πλειονα.
1.98 (ƒη΄) Εις λαγονας ψυχης ει μη εισδυνουσι τα ρηματα της ευχης, ουκ αν εις τας του προσωπου σιαγονας τα δακρυα περικλυσθηναι συγχωρηθησονται.
(≡15Δ_352≡> 1.99 (ƒθ΄) Ανατελλουσι γεωργω μεν τα δακρυα, μη κατ᾿ οψιν των σπερματων ριφθεντων της γης· μοναχω δε τα δακρυα αναβλυζουσιν, ουκ απονητι μετερχομενω τα ρηματα της ευχης.
1.100 (ρ΄) Κλεις ουρανων βασιλειας ευχη. Ταυτην ο κατεχων ως δει, (=1424=) ορα τα αποκειμενα αγαθα τοις φιλοις αυτης. Μονα δε τα παροντα περισκοπει, ο παρρησιαν εν εκεινη μη εσχηκως.
2.1 (ρα΄) Ου δυναται ο νους εν καιρω της ευχης μετα παρρησιας λεγειν προς τον Θεον· Διερρηξας τους δεσμους μου, σοι θυσω θυσιαν αινεσεως, ει μη δειλιας και ραθυμιας, πολυυπνιας τε και αδηφαγιας, εξ ων το πταιειν, επιθυμια των κρειττονων, απορραγη.
2.2 (ρβ΄) Εξω του πρωτου καταπετασματος ισταται, ο εν ευχη ρεμβομενος· ενδοθεν γινεται, ο μονολογιστον εξανυων αυτην. Μονος δε εις τα Αγια των αγιων παρεκυψεν, ο μετα της ειρηνης των φυσικων λογισμων και τα περι της παντα νουν υπερεχουσης [ουσιας] διασκεπτομενος, και τινος εκειθεν φωτοφανειας καταξιουμενος.
2.3 (ργ΄) Οποταν απο των εξωθεν σχολασασα η η ψυχη, τοτε οια τις φλοξ περικυκλωσασα ταυτην, ως σιδηρον καθαπαξ τω πυρι πεπυρακτωμενην ολην καθιστησι, και εστι ψυχη μεν η αυτη, ουκετι δε και απτη, ως ουδε ο πυρακτωθεις σιδηρος, ταις εξωθεν επαφαις.
2.4 (ρδ΄) Μακαριος ο εν τω βιω τουτω ουτωσι θεωρηθηναι αξιωθεις, και τον αυτον φυσει πηλινον ανδριαντα, χαριτι πυρινον κατιδων.
2.5 (ρε΄) Τοις μεν εισαγομενοις οια τις δεσποτης, ο νομος επικειται (≡15Δ_354≡> της ευχης· τοις προκοψασι δε, ως ερως ο συνελαυνων πεινωντα καθαπερ πολυτελη προς εστιασιν.
2.6 (ρστ΄) Τοις καλως την πρακτικην μετερχομενοις, ποτε μεν η ευχη νεφελη καθαπερ επισκιαζουσα, τους καυστικους απειργει εξ αυτων λογισμους· ποτε δε σταγονας οια δακρυων τουτους επιψεκαζουσα, δεικνυσι τα πνευματικα θεωρηματα.
2.7 (ρζ΄) Ωδη μεν ηδυσμα κιθαρας, της κρουομενης υπο τινος εξωθεν ευρεθησεται· ψυχη δε μη συνερχουσης αυτη εν ευχη της εν πνευματι μυστικης προσφωνησεως, ευκατανυκτος ου πεφυκε δεικνυσθαι. Το γαρ, Τι προσευξωμεθα καθο δει ουκ οιδαμεν, και τα εξης, εις τουτο εναγει τον προσευχομενον.

Του αυτου.
Φωτιζεται νους γνωστικης θεωριας
Προς υψος αρθεις, τοισδ᾿ επεντυχων λογοις.

2.8 (ρη΄) Αναγκαιον ειδεναι τον γνωστικον, ποτε ο νους αυτου εις την χωραν των νοηματων εστιν· ποτε δε εις την των λογισμων· και ποτε εις την κατ᾿ αισθησιν. Και εν ταυτη παλιν, ει εν τοις κατα καιρον, η εν τοις παρα καιρον μαλλον ευρισκεται.
2.9 (ρθ΄) Εν νοημασιν ουκ ων ο νους εν λογισμοις παντως εστιν· εν λογισμοις δε ων, εν νοημασιν ουκ εστιν. Εν δε τη αισθησει γενομενος, μετα παντων εστιν.
(=1425=) 2.10 (ρι΄) Δια του νοηματος μεν ο νους διερχεται προς τα νοητα· (≡15Δ_356≡> δια δε του λογισμου προς τα λογικα ο λογος· προς δε την πρακτικην, δια της φαντασιας η αισθησις.
2.11 (ρια΄) Εις εαυτον ο νους συναγομενος, ουδεν ουτε των κατα τον λογισμον θεωρει· γυμνους δε νοας και θειας αυγας, βλυζουσας ειρηνην τε και χαριν.
2.12 (ριβ΄) Αλλο ο νους του πραγματος, και αλλο ο λογος αυτου· και ετερον το υπο την αισθησιν αναγομενον. Και το μεν εστιν ουσια· το δε, συμβεβηκος· το δε, η του υποκειμενου διαφορα.
2.13 (ριγ΄) Πολλας οδους ανατεμνων ο νους, ακορεστος δεικνυται· προς μιαν δε συναγομενος της ευχης, προ της εντελειας στενοχωρουμενος φαινεται, λιπαρων τον μετοχον απολυθηναι, προς τα αφ᾿ ων, εξελυληθεν.
2.14 (ριδ΄) Ανωθεν ηγμενος ο νους, ουκ αναδραμειται αυθις εκεισε, ει μη τελειαν των κατω ποιησηται καταφρονησιν δια της περι τα θεια σχολης.
2.15 (ριε΄) Ει τε μη την ψυχην σου δυνη μετα μονων ποιησαι των περι αυτην λογισμων, καν το σωμα σου μοναζειν αναγκαζον, την περι αυτο αθλιοτητα δια παντος εννοουμενος· ουτω γαρ τω χρονω ελεει Θεου, και προς το πρωτον αναδραμειν δυνηση της ευγενειας αξιωμα.
2.16 (ριστ΄) Ο μεν πρακτικος υποτασσειν ευκολως δυναται τον νουν τη ευχη· ο δε θεωρητικος, την ευχην τω νοι. Ο μεν απο των φαινομενων συστελλων σχηματων την αισθησιν· ο δε την ψυχην προς τους εγκεκρυμμενους τοις ρημασι λογους μεταβιβαζων. Και ο μεν σωματων πειθει λογους τον νουν εννοειν· ο δε ασωματων κατανοειν. Ασωματοι δε εισι λογοι σωματων, ιδιοτητες τε και ουσιαι αυτων.
(≡15Δ_358≡> 2.17 (ριζ΄) Οταν τον νουν σου της των σωματων, και βρωματων, και χρηματων ηδυπαθειας ελευθερωσης, τοτε και οπερ αν ποιεις, δωρον καθαρον τω Θεω λογισθησεται· αντιδοθησεται δε σοι του διανοιγηναι (=1428=) τους της καρδιας σου οφθαλμους, και τρανως εμμελεταν τοις εγκεκρυμμενοις εν αυτη νομοις Θεου, οιτινες υπερ μελι και κηριον τω νοητω σου λογισθησονται λαρυγγι, τη απ᾿ αυτων εκδιδομενη ηδυτητι.
2.18 (ριη΄) Ου δυνηση σωματων και χρηματων, και της των αναγκαιων βρωματων επιθυμιας υπερτερον ποιησαι τον νουν, ει μη εν τη καθαρα των δικαιων χωρα εισαξης αυτον· καθ᾿ ην, η τε του θανατου και η του Θεου μνημη επαναβλαστησασα, απο γηινης καρδιας απαλειψει παν ενθυμιου αναστημα.
2.19 (ριθ΄) Ουδεν ουτε εννοιας θανατου φοβερωτερον, ουτε Θεου μνημης θαυμασιωτερον. Η μεν γαρ εστι λυπης σωτηριουδους παρεκτικη· η δε, ευφροσυνης χαριστικη. Εμνησθην γαρ, φησιν ο Προφητης, του Θεου, και ηυφρανθην. Και ο Σοφος· Μιμνησκου τα εσχατα σου, και ουχ αμαρτησεις. Αδυνατον γαρ τινα του δευτερου εν κατασχεσει γενεσθαι, μη πειραν της του προτερου λαβοντα στυφοτητος.
2.20 (ρκ΄) Εως αν την του Θεου δοξαν ανακεκαλυμμενω προσωπω ουκ ιδη ο νους, ου δυναται η ψυχη λεγειν εν αισθησει αυτης· Εγω δε επι τω Κυριω τερφθησομαι· αγαλλιασομαι επι τω σωτηριω αυτου. Καλλυμα γαρ κειται το της φιλαυτιας επι την καρδιαν αυτης, προς το μη ανακαλυφθηναι αυτη τα θεμελια της οικουμενης, ατινα εισιν οι λογοι των γεγονοτων, οπερ εξ αυτης ου περιειρειται, εκουσιων πονων και ακουσιων χωρις.
2.21 (ρκα΄) Ου μετα την εξ Αιγυπτου φυγην· ητις εστιν η κατ᾿ ενεργειαν (≡15Δ_360≡> αμαρτια· ουδε μετα την θαλασσης διαβασιν, της κατα σχεσιν λεγω δουλειας· αλλα μετα την εν ερημω διατριβην, μεταξυ κειμενην ενεργηματων και κινηματων κακιας, του Ισραηλ ο δημαγωγος κατασκοπειν δυναται την γην της επαγγελιας, ητις εστιν η απαθεια, την οπτικην αποστελλων και εποπτικην αυτου δυναμιν.
2.22 (ρκβ΄) Οι μεν εν τη ερημω καθημενοι, τουτεστιν, εν τη των κακων ανενεργησια, ακοη μονη της μακαριας εκεινης γης τα αγαθα. . . οι δε τα εν εκεινη κατασκοπησαντες, εν περινοια δηλονοτι ψυχης των ορωμενων θεωριας γεγονασι. Οι δε καταξιωθεντες εν αυτη εισελθειν, ολη τη αισθησει των εξ αυτης απορρεοντων ως γαλα και μελι, της πρωτης φημι και δευτερας θεωριας, λογων ενεφορηθησαν.
2.23 (ρκγ΄) Ουπω συνεσταυρωθη Χριστω, ο ετι φυσικας κινησεις εχων σαρκος· ουδε συνεταφη, ο ψυχικας ενθυμησεις επισυρομενος· πως ουν συναναστη αυτω ο τοιουτος, εν καινοτητι ζωης πολιτευεσθαι.
(=1420=) 2.24 (ρκδ΄) Τριων ουσιων της ψυχης περιεκτικωτερων αρετων, νηστειας, ευχης τε και σιωπης, αναγκαιον τον μεν εξ ευχης λυεσθαι μελλοντα, εις την θεωριαν επαναπαυεσθαι· τον δε εκ σιωπης, εις ηθικην ομιλιαν, εις δευτεραν και κεχαρισμενην τροφην τον νηστευοντα.
2.25 (ρκε΄) Εν τοις οικειοις εως υπαρχει ο νους, σωζει το καθ᾿ ομοιωσιν, αγαθος τε και συμπαθης ευρισκομενος. Εν δε τοις κατ᾿ αισθησιν γεγονως, ει μεν ευχερως και [μη] προσηκοντως κατερχεται, πειραν διδους και λαμβανων, εν εκεινοις ευρωστων, αυθις τε προς εαυτον επανερχεται, περι τον καιρον και την χρειαν, ως τις στρατηγος απερισκεπτος ευρεθησεται, το πολυ αυτου υποτεμνομενος (≡15Δ_362≡> της δυναμεως εν τω μαχεσθαι. Πλην ου παντες εκεινου εκτος ευρεθησονται, οσοι εντος του εμπεριεχομενου γενεσθαι ουκ ισχυσαν.
2.26 (ρκστ΄) Ο μεν αισθητος ηλιος, ξενας τας εαυτου ακτινας εξ οικιας κεκλεισμενης καθιστησι· ουκ αν δε τας οικειας ο νοητος επαφησει, τη μη κεκλεισμενας εχουση τας αισθησεις απο των ορωμενων ψυχη.
2.27 (ρκζ΄) Γνωστικος εστιν, ο τας μεν καταβασεις αυτου μεγαλοπρεπως· ταπεινοπρεπως δε της ψυχης τας αναβασεις διατιθεμενος.
2.28 (ρκη΄) Μελιττα μεν λειμωνα περινοστουσα, εκειθεν τω μελιτι τας αφορμας προσποριζεται· ψυχη δε εις αιωνας περισκοπουσα, ποικιλον αυτοθεν τον γλυκασμον τη διανοια ενιησιν.
2.29 (ρκθ΄) Η εμφαγουσα μεν ελαφος οφεις, ιον του σβεσαι, προς υδατων τρεχει πηγας· ψυχη δε η βελεσι θειοις τρωθεισα, απαυστον ελκει τον τρωσαντα ερωτα.
2.30 (ρλ΄) Ψιλοι μεν λογισμοι τη μοναδικη ζωη επιφυονται· επιλογισμοι δε τη δυαδικη· τη δε πολυσχιδει ψυχη, (=1432=) λογισμοι μεν απεληλανται· νοες δε μονοι γυμνοι σωματων αυτη προσπελαζοντες, τους περι Προνοιας και κρισεως λογους, ως τινα θεμελια γης ανακαλυπτοντες, αυτη εμφανιζουσιν.
2.31 (ρλα΄) Οι λογισμοι, ουτε του αλογου μερους εισι της ψυχης· ουδε γαρ εστι λογισμος εν τοις αλογοις· ουτε του νοερου· επει μηδε εν αγγελοις· αυτης δε της λογικης οντες γεννηματα, ως κλιμακι τη φαντασια χρωμενοι, αναβαινουσι μεν προς τον νουν (≡15Δ_364≡> απο της αισθησεως, τα εκεινης αυτω απαγγελοντες· καταβαινουσι δε προς αυτην εξ αυτου τα εκεινου υποτιθεμενοι.
2.32 (ρλβ΄) Ως τινες εκ βυθου αναφερομενοι, και τινος εις βοηθειαν επιλαβεσθαι πειρωμενοι, οι πονηροι λογισμοι ευρεθησονται, ολκαδα καθαπερ, κινδυνευουσης της κακιας δακρυων κατακλυσμω.
2.33 (ρλγ΄) Κατα την υποκειμενην ποιοτητα της ψυχης, η ως πειραται καταποντιζειν, η ως ερεται συμβοηθειν κινδυνευουση, οι περι αυτην συναγονται λογισμοι· οι μεν προς πελαγος εννοιων ελκοντες των απρεπων λογισμων· οι δε την ασσον παρεκλεγομενοι, και προς γαληνιους ακτας τον νουν εποκειλουσιν.
2.34 (ρλδ΄) Εβδομον τον της κενοδοξιας λογισμον οντα, η εφεμενη ως εσχατον αποβαλεσθαι χιτωνα ψυχη, ει μη τους προ αυτου απεκδυσηται, ου δυνησεται μετ᾿ αυτους ογδοον επενδυσασθαι. Ον και οικητηριον ουρανιον καλειν οιδεν ο θειος Αποστολος, και δια στεναγμων επενδυεσθαι τους δι᾿ αυτο των υλικων γυμνητευοντας.
2.35 (ρλε΄) Τη μεν τελεια ευχη, αγγελοι παραβαλλειν πεφυκασι λογισμοι· τη δε μεση, πνευματικοι· τη δε εισαγωγικη, οι φυσιολογοι.
2.36 (ρλστ΄) Ωσπερ το ευγενες του κοκκου δια του σταχυος, ουτω και το ειλικρινες της θεωριας δια προσευχης ειωθεν εμφανιζεσθαι· κεκτηται δε ο μεν, εις αποτροπην των σπερμολογων ορνεων, οια τινα δορατα, τους περιστοιχουντας ανθερικας· το δε, τους φιλοσοφουντας εν πειρασμοις λογισμους, προς την εκεινων αναιρεσιν.
2.37 (ρλζ΄) Τα μεν ορωμενα της ψυχης, δια την πραξιν, περιστερας περιηργυρωμενα καθαπερ εισι πτερα· (=1433=) τα δε νοουμενα, φημι δη (≡15Δ_366≡> τα μεταφρενα, δια την θεωριαν ως εν χλωροτητι χρυσιου καθισταται· η γαρ μη ουτως ωραιωθεισα ψυχη, πετασθηναι και καταπαυσαι ου δυναται, ενθα παντων ευφραινομενων η κατοικια εστιν.
Λειμων ενθαδε καρπων πεπληρωμενος,
Πνευματικης πραξεως και θεωριας.
2.38 (λρη΄) Απαρχας αλωνος και ληνου, παλαι μεν τοις παλαιοις προσφερειν εν τω ναω προσετετακτο. Νυνι δε ημας, πρακτικης μεν απαρχας, εγκρατειαν δει Θεω προσφερειν και την αληθειαν· θεωρητικης δε αρετης, αγαπην και προσευχην· δι᾿ εκεινων μεν, αλογου επιθυμιας και του θυμου τας ορμας ανακοπτοντας· δια τουτων δε, εννοιας κενας, και τας εκ τουτων επιβουλας.
2.39 (ρλθ΄) Πρακτικης αρχη μεν, εγκρατεια και ταπεινωσις, αληθεια, σωφροσυνη και ταπεινοφροσυνη· τελος δε αυτης, λογισμων ειρηνη και αγιασμος σωματος.
2.40 (ρμ΄) Πραξις εστιν, ου το πραττειν καλως δυνασθαι μονον τα καλα, αλλα και το ως δει πραττειν αυτα, τον καιρον και το μετρον προς τα πρακτεα συνεπιφερομενου του πραττοντος.
2.41 (ρμα΄) Θεωρια εστιν, ου το θεωρειν μονον ως εχουσι τα σωματα φυσεως, αλλα και τους λογους αυτων προς τι βλεπουσιν.
2.42 (ρμβ΄) Ουκ εστιν ουτε πραξις ασφαλης θεωριας εκτος, ουτε θεωρια αληθης πραξεως ανευ. Χρη γαρ και πραξιν ελλογιμον ειναι, και θεωριαν εμπρακτον· ινα τη μεν, ανισχυρον ευρισκηται η κακια· τη δε, δυνατη η αρετη εν ευδοκιαις χρηστοτητος.
(≡15Δ_368≡> 2.43 (ρμγ΄) Περας μεν πρακτικων, η νεκρωσις των παθων· τελος δε γνωστικης, η θεωρια των αρετων.
2.44 (ρμδ΄) Ως υλη τω ειδει, ουτω πραξις τη θεωρια· και ως οφθαλμος προσωπω, ουτω θεωρια τη πραξει οφθησεται.
2.45 (ρμε΄) Εν τω κατα την πρακτικην αρετην σταδιω, πολλοι μεν τρεχουσιν· εις δε λαμβανει το βραβειον, ο προς το περας αυτης ελθειν τη θεωρια επιθυμων.
2.46 (ρμστ΄) Κατανυξεως μεν πομα πινει ο πρακτικος εν ευχη· ποτηριω δε κρατιστω μεθυσκεται, ο θεωρητικος. Ο μεν εν τοις κατα φυσιν φιλοσοφων· ο δε, και εαυτον αγνοων εν τω ευχεσθαι.
(=1436=) 2.47 (ρμζ΄) Ου συγχωρειται ο πρακτικος εις πνευματικην επι πολυ θεωριαν εγκαρτερειν. Ευρισκεται γαρ ως επιξενωθεις τινι, και της εκεινου ταχεως οικιας υπεξερχομενος.
2.48 (ρμη΄) Εν πυλαις μεν εισερχονται οι πρακτικοι των εντολων του Θεου εν τω ευχεσθαι· ως εν αυλαις δε αρετων εν υμνοις θεωρητικοι· οι μεν ευχαριστουντες, οτι ελυληθαν των δεσμων· οι δε, οτι και αιχμαλωτους ειληφασι τους πολεμουντας αυτους.
2.49 (ρμθ΄) Χρη κατα το της πρακτικης κρατος, και το της θεωριας ευρισκεσθαι, ινα μη καθ᾿ ομοιοτητα πλοιου του μη καταλληλα τα ιστια επιφερομενου, η κινδυνον υπομεινη εν ανεμων σφοδροτησιν δια την αμετριαν αυτων, η ζημιαν πνευματων δια την προς το σκαφος σμικροτητα.
2.50 (ρν΄) Ερετας μεν του λογικου πλοιου, νοει τους ευσεβεις λογισμους· (≡15Δ_370≡> κωπας δε, τας ζωτικας δυναμεις της ψυχης, θυμον και επιθυμιαν, βουλησιν και προαιρεσιν. Τουτων ο μεν πρακτικος, εν χρεια εστι παντοτε· ου παντοτε δε ο θεωρητικος. Εν γαρ τω καιρω της ευχης χαιρειν ουτος πασιν ειπων, αυτος εαυτον επι των της διαγνωσεως οιακων καθιζων, δια πασης εγρηγορε της κατα θεωριαν νυκτος, αινεσεις προσαγων τω συνοχει του παντος. Και που τι και μελος ερωτικον αναλαβομενος, τη εαυτου προσεπαδει ψυχη, τους της αλλης θαλασσης αποσκοπων μετεωρισμους, και ως ροθιζας κινησεις, τα θεια καταπληττομενος ρηματα τε και δικαιωματα.
2.51 (ρνα΄) Ο μεσως εχων περι πραξιν και θεωριαν, ουτε παντη ταις κωπαις κατα τους ναυτικους ποιειται τον πλουν, ουθ᾿ ολως, τοις νοητοις ιστεοις· αλλα δι᾿ αμφοτερων την χρειαν της ευπλοιας εργαζεται· ηδεως φερων και τους πονους της πραξεως, δια το μετριον της θεωριας· και τους λογους της ατελους θεωριας, δια το βοηθεισθαι υπο της πραξεως.
2.52 (ρνβ΄) Ο μεν θεωρητικος, τη γνωμη την φυσιν εχων συντρεχουσαν, ως οιον τι ρευμα, απονως ποιειται το πλωϊμον· ο δε πρακτικος, εναντιουμενην ευρισκων τη προαιρεσει την σχεσιν, πολυν λογισμων υφισταται κλυδωνα, ως εις απευδοκιας μικρου δειν δια το βαρος ελθειν.
2.53 (ρνγ΄) Ουτε χωρα μη καλως κατεργασθεισα, πολυχουν και καθαρον αντιπαρεχειν τω σπειροντι ειωθεν, ουτε ο την πρακτικην μετερχομενος, ει μη επιμελως ταυτην και φανητιας ανευ μετερχεται, τον εξ ευχης οψεται καρπον πολυν τε και καθαρον.
(=1437=) 2.54 (ρνδ΄) Επι μεν των ενυλων, ο νους συνεργον εχει τον λογισμον· (≡15Δ_372≡> επι δε των αΰλων, ει μη αυτον παραιτησηται, ως σκωλωπα εξει κολαφιζοντα.
2.55 (ρνε΄) Καλυμμα μεν εχει ο πρακτικος επι την καρδιαν αυτου εν ευχη, την γνωσιν των αισθητων, ανακαλυφθηναι δια την σχεσιν μη δυναμενον· μονος δε ο θεωρητικος δια το ασχετον, ανακεκαλυμμενω προσωπω οραν απο μερους δυναται την δοξαν του Θεου.
2.56 (ρνστ΄) Η μετα πνευματικης θεωριας ευχη, η γη της επαγγελιας εστιν, καθ᾿ ην ρεει ως μελι και γαλα η γνωσις των περι προνοιας και κρισεως λογων Θεου· η δε μετα τινος φυσικης, η Αιγυπτος, εν η των παχυτερων επιθυμιων μνημη τοις ευχομενοις εγγινεται. Η δε γε απλη, το μανα εστι το εν τη ερημω, το δια το μονοειδες, τοις μεν ακαρτερητοις εναποκλειον τα δι᾿ επιθυμιας των επηγγελμενων καλα· τοις δε εγκαρτερουσι τη τοιαυτη απεστενωμενη τροφη, προξενουν την κρειττω γευσιν και μενουσαν.
2.57 (ρνζ΄) Πραξις συν θεωρια μεν ως σωμα μετα πνευματος ηγεμονικου· ανευ δε θεωριας, ως σαρξ μετα πνευματος προαιρετικου λογισθησεται.
2.58 (ρνη΄) Της λογικης ψυχης, αυλη μεν η αισθησις· ναος δε, η διανοια· αρχιερευς δε, ο νους. Εν τη αυλη ουν ισταται ο υπ' ακαιρων νους περικοπτομενος λογισμων· εν τω ναω δε, ο υπο ευκαιρων· επ᾿ ουδενι δε τουτων, ο εις το θειον ιερατειον αξιωθεις εισελθειν.
2.59 (ρνθ΄) Θρηνος μεν και μελος και ουαι εν οικω της πρακτικης ψυχης δια τον κοπον ευρισκεται, φωνη δε αγαλλιασεως και εξομολογησεως, (≡15Δ_374≡> δια την γνωσιν δια τον της θεωρητικης εξακουεται.
2.60 (ρξ΄) Πρακτικος μεν, επιθυμει αναλυσαι, δια τους πονους, και συγγενεσθαι Χριστω· θεωρητικος δε, ευδοκει μαλλον σαρκι παραμενειν· και δια την χαραν, ην δεχεται εξ ευχης, και δια την του πλησιον προς τα γηϊνα ωφελειαν.
2.61 (ρξα΄) Επι μεν των λογιωτερων, η θεωρια προηγειται της πραξεως· επι δε των αγροικοτερων, της θεωριας η πραξις· εις εν δε τελος χρηστον αμφοτεραι καταληγουσι. Συντομωτερον δε τουτο οφθησεται, οις η θεωρια προηγειται της πραξεως.
(=1440=) 2.62 (ρξβ΄) Παραδεισος, η θεωρια των νοητων εστιν. Εν τουτω ο μεν γνωστικος ως εν οικια ενδοθεν εισερχεται εν ευχη· ο δε πρακτικος, ως παροδιτης οφθησεται, επιθυμων μεν ενδοθεν παρακυπτειν· μη συγχωρουμενος δε, δια το υπερανεστηκεναι τον φραγμον της πνευματικης ηλικιας αυτου.
2.63 (ρξγ΄) Τα μεν σωματικα παθη θηριοις εοικασι· πτηνοις δε, τα ψυχικα· αλλα τα μεν απο του λογικου δυναται αμπελωνος αποτειχιζειν ο πρακτικος· ουκετι δε και τα πετεινα, ει μη εν θεωρια πνευματικη γενηται, καν οτι μαλιστα ποιησεται σπουδην προς την των ενδοθεν φυλακην.
2.64 (ρξδ΄) Ηθικης ευπρεπειας κρειττων πρακτικος γενεσθαι ου δυναται, ει μη και αυτος κατα τον πατριαρχην Αβρααμ εξω γενηται, ως μεν της οικειας, του φυσικου νομου, ως δε συγγενειας, της ηλικος αυτω και κατα σχεσιν ζωης. Ουτω γαρ και ουτος, ως σφραγιδα ληψεται της γενικης ηδονης την αφαιρεσιν, καθ᾿ (≡15Δ_376≡> ην το απο γενεσεως καλυμμα περικειμενον, την παντελη ελευθεριαν ου συγχωρει παρασχεθηναι ημιν.
2.65 (ρξε΄) Ουτε πωλος εν εαρι ενδον φατνης μενειν, και τα εκεινης εσθιειν ανεχεται· ουτε νεοτελης νους το απεστενωμενον επι πολυ καρτερειν της ευχης ου δυναται· ηδεως μαλλον κατ᾿ εκεινον εχων, επι το πλατος της φυσικης θεωριας εξερχεσθαι, της κατα την ψαλμωδιαν ευρισκομενης και την αναγνωσιν.
2.66 (ρξστ΄) Ως μεν οσφυας εχει περιεζωσμενας, νηστειαν και αγνειαν η πρακτικη, τας ζωτικας δυναμεις αυτης· ως λυχνους δε καιομενους, σιωπην τε και προσευχην, τας γνωστικας η θεωρητικη αρετας, εφιστωσα· η μεν εκειναις, τον λογισμον ως παιδαγωγον· η δε ταυταις, ως νυμφοστολον λογον τον ενδιαθετον.
2.67 (ρξζ΄) Νους ατελης, εις τον κατακαρπον αμπελωνα τον της ευχης ου συγχωρειται εισερχεσθαι· εις μονα δε και μολις, ως προς επιφυλλαδας πτωχος, τα ψιλα των ψαλμων απηχηματα.
2.68 (ρξη΄) Ωσπερ ου παντες οι εις βασιλεως ομιλιαν ερχομενοι, συναρισταν αυτω δυνανται· ουτως ουδε οι εις εντυχιαν ευχης ηκοντες, παντες εν θεωρια τη κατ᾿ εκεινην οφθησονται.
2.69 (ρξθ΄) Θυμου μεν κημος, η ευκαιρος γινεται σιωπη· αλογου δε επιθυμιας, η συμμετρος εδωδη. Δυσκαθεκτου δε λογισμου, η [μονολογιστος] προσευχη.
2.70 (ρο΄) Και εις τον κατω βυθον και εις τον ανω ο υποδυναι βουλομενος, ο μεν δια τον αισθητον, ο δε δια τον νοητον μαργαριτην, ινα αυτον ανιμησηται, ει μη γυμνωθη ουτος της εσθητος, (=1441=) εκεινος δε της αισθησεως, αμφοτεροι του επιζητουμενου διαμαρτησονται.
(≡15Δ_378≡> 2.71 (ροα΄) Ο μεν ενδοθεν της διανοιας αυτου γενομενος νους, εν τω ευχεσθαι, ως μετα νυμφης νυμφιος εν τω νυμφωνι διαλεγομενος ευρεθησεται· ο δε μη συγχωρουμενος εισελθειν, εξωθεν ισταμενος στεναζων βοα· Τις απαξει με εις πολιν περιοχης; η τις οδηγησει με, εως του μη βλεπειν εις ματαιοτητας και μανιας ψευδεις εν τω ευχεσθαι.
2.72 (ροβ΄) Οποια η χωρις αλος τω φαρυγγι λογιζομενη τροφη, τοιαυτη και η εκτος κατανυξεως λογισθησεται τω νω μετερχομενη ευχη.
2.73 (ρογ΄) Η μεν ετι καταδιωκουσα ψυχη την ευχην, τη ωδινουση υπαρχει παρεμφερης· η δε καταλαβουσα, τη κυησαση, και πληρει γενομενη δια τον τοκον χαρας.
2.74 (ροδ΄) Παλαι μεν ο Αμορραιος εν τω ορει οικων, ετιτρωσκεν εξερχομενος τους παραβιαζομενους διερχεσθαι· νυνι δε η πονηρα ληθη διωκει τους προ της αγνειας επι την υψηλοτεραν επιχειρουντας αναβαινειν ευχην της απλοτητος.
2.75 (ροε΄) Της καθαρας ευχης, εν εχθρα πολλη πεφυκασιν ειναι οι δαιμονες. Καταπληττει δε τουτους, ουχι πληθος των κακων [καλων], ως τους εξωθεν πολεμιους το στρατευμα· αλλ᾿ η τριων συμφωνια, νου προς λογον, και λογου προς αισθησιν.
2.76 (ροστ΄) Η μεν ψιλη ευχη, ως αρτος οφθησεται αρχομενους στηριζουσα· η δε μετα τινος θεωριας, ως ελαιον πιαινουσα· η δε ανειδεος, ως οινος ευωδης, ου οι εμφορουμενοι απληστως εξιστανται.
(≡15Δ_380≡> 2.77 (ροζ΄) Αγριος μεν ονος, πολεως μεν λεγεται πολυοχλιας καταγελαν· και μονοκερως δε υπ᾿ ουδενος δεσμεισθαι δυναμενος. Νους δε φυσεως, και των περι φυσιν βασιλευσας λογων, ματαιοτητος μεν καταγελα λογισμων προσευχομενος· παρ᾿ ουδενος δε δυναται των υπο την αισθησιν κατεξουσιαζεσθαι.
2.78 (ροη΄) Χρη τον αγωνιζομενον, την μεν αισθησιν αυτου, εις την μονοειδη συστελλειν τροφην· τον δε νουν, εις την μονολογιστον προσευχην· ουτως γαρ ασχετος γεγονως εκ παθων, και επι το αρπαζεσθαι προς Κυριον ηξει εν τω προσευχεσθαι.
(=1444=) 2.79 (ροθ΄) Ραβδον μεν ο κυσιν επισειων ηγριωσε καθ᾿ εαυτου· δαιμονας δε, ο καθαρως εκβιαζομενος ευχεσθαι.
2.80 (ρπ΄) Οι μεν ηδυπαθεις προσευχομενοι, ατε υλωδεις οντες, ως βατραχους εχουσι τους λογισμους περισπωντας αυτους· οι δε μετριοπαθεις, τας θεωριας ως αηδονας κατατερπουσας αυτους, τη απ᾿ αλλων εις αλλους ακρεμονας, τουτεστι ποικιλας θεωριας, μεταβασει· σιγη δε προσεστι τοις απαθεσι και ηρεμια πολλη εκ λογισμων και νοηματων εν τω προσευχεσθαι.
2.81 (ρπα΄) Παλαι μεν η του Μωσεως Μαρια των πολεμιων την πτωσιν θεασαμενη, το τυμπανον αραμενη, εξηρχε ταις αδουσαις τα επινικια· νυνι δε εις ευφημιαν της νικησασης τα παθη ψυχης, η κρειττων εν αρεταις αγαπη διεγερθεισα, την μετ᾿ ωδης κιθαραν ωσπερ τινα θεωριαν μεταχειριζομενη ταυτη παλαι την πονηθεισαν εις καλλους περιουσιαν, ου παυεται συν τοις περι την αυτην αγαλλιωμενη αινειν τον Θεον.
2.82 (ρπβ΄) Οποταν δια συνεχειας της κατα την ευχην κατασχεθη (≡15Δ_382≡> τα λογια των ψαλμων εν τη καρδια του ευχομενου, τοτε και αυτος γη καθαπερ αγαθη, αρχεται αυτοματως αναφερειν, ως μεν ροδα, την θεωριαν των ασωματων· ως δε ια, το ποικιλον των θειων κριματων δυσθεωρητον.
2.83 (ρπγ΄) Εν υλη μεν δεσμευθεισα φλοξ, φωτοφορος καθισταται· εξ υλης δε λυθεισα ψυχη, θεοφορος ευρισκεται. Κακεινη μεν αιρεσθαι πεφυκεν αχρι του υπεκκαυματος· αυτη δε, μεχρι του κατα τον θειον ερωτα συμπερασματος.
2.84 (ρπδ΄) Η τελειως εαυτην αρνησαμενη ψυχη, και ολικως ανατεθεισα προς ευχην, αυτη ουχ οτε βουλεται κατω γινεται, ανωθεν ευρισκομενη της κτισεως· αλλ᾿ οτε δικαιον ειναι δοξει τω παντα σταθμω και μετρω διεξαγοντι τα ημετερα.
2.85 (ρπε΄) Οταν εξ ψυχης μεν η ακηδια απελαθη· εκ διανοιας δε η πονηρια εκτιναχθη, τοτε ο νους γυμνος γινομενος τη απλοτητι, ζωη τε τη ατεχνω και διχα παντος του κατα την αισχυνην επικαλυμματος, και του κατα την φανητιαν προβληματος, ασμα μεν αδει και ουτος καινον τω Θεω· ευχαριστει δε μελος ανακρουομενος εν ευφροσυνη, τω της μελλουσης τα εγκαινια προερταζειν βιωσεως.
2.86 (ρπστ΄) Οταν τινας θειοτερας ενεργειας ενεργεισθαι αρξηται η ευχομενη ψυχη, τοτε και αυτη κατα την εν Ασμασι Νυμφην, προς τας ομοιοτροπους τοιαυτα υποφωνει· Αδελφιδος μου απεστειλε την χειρα αυτου απο της οπης, και η κοιλια μου εθροηθη επ᾿ αυτον.
2.87 (ρπζ΄) Και στρατιωτης εκ του πολεμου επαναλυσας, (=1445=) το βαρος των οπλων αποσκευαζεται· και πρακτικος τους λογισμους, εις θεωριαν ερχομενος· ουτε γαρ εκεινος ει μη εν πολεμω χρειαν εχει των οπλων, ουτε ουτος των λογισμων.
(≡15Δ_384≡> 2.88 (ρπη΄) Οι μεν πρακτικοι ως εχουσι θεσεως θεωρουσι τα σωματα· οι δε θεωρητικοι, ως εχουσι φυσεως· μονοι δε τους λογους αμφοτερων ορωσιν οι γνωστικοι.
2.89 (ρπθ΄) Εν μεν τοις λογοις των σωματων, γινωσκονται τα ασωματα· εν ασωματοις δε, λογος ο υπερουσιος, προς ον επειγεται πασα σπουδαια αναλυσαι ψυχη.
2.90 (ρƒ΄) Οι λογοι των σωματων, ως οστα εισι τοις αισθητοις επικαλυπτομενοι, ους ιδη ουδεις, των εξω μη γενομενων της προσπαθειας των αισθητων.
2.91 (ρƒα΄) Αποτιθεται και στρατιωτης τα οπλα, καταλειψας τον πολεμον· και θεωρητικος τους λογισμους, αναλυων προς Κυριον.
2.92 (ρƒβ΄) Και στρατηγος εν πολεμω σκυλων διαμαρτανων, εν αθυμια καθισταται· και πρακτικος εν ευχη, θεωριας πνευματικης.
2.93 (ρƒγ΄) Ελαφος μεν επι σωματικων υδατων τρεχει πηγας, υπο [οφεως] θηρος ως ο δηχθεις· ψυχη δε, η τω γλυκυτατω βελει τρωθεισα τω της ευχης, επι ασωματων αυγας.
2.94 (ρƒδ΄) Ουτε σωματικος οφθαλμος τον κοκκον του σιτου ιδειν δυναται, ουτε νους πρακτικος την φυσιν την εαυτου, ει μη γυμνωθη, εκεινος μεν, ελυτρου, ουτος δε, σχεσεως της περικαλυπτουσης αυτον.
2.95 (ρƒε΄) Κρυπτοναι αστερες μεν, ηλιου ανατολη· λογισμοι δε εκλιμπανουσι, του νου προς την οικειαν βασιλειαν επαναστρεφοντος.
(≡15Δ_386≡> 2.96 (ρƒστ΄) Μετα το τελος της πρακτικης, αι πνευματικαι θεωριαι περιχυθεισαι τω νω, οια τινες ακτινες ηλιου αι του οριζοντος υπερκυψασαι, δοκουσιν εξωθεν αυτου προσβαλλειν, οικειαι ουσαι, και δια καθαροτητα εκεινον περιπτυσσομεναι.
2.97 (ρƒζ΄) Τοιαυτα και νους θεωρητικος εκλαλειν δυναται, οτε ανωθεν απ᾿ ουρανου καταβη, φυσεως αναγκαις επικλιθεις· οια και ο φθεγξαμενος· Θειου καλλους τι υπαρχει θαυμασιωτερον; και τις εννοια της του Θεου μεγαλοπρεπειας χαριεστερα; Ποιος δε ουτω ποθος δριμυς και αφορητος, ως ο απο Θεου εγγινομενος τη απο πασης κακιας κεκαθαρμενη ψυχη, και απο διαθεσεως λεγουση, οτι Τετρωμενη αγαπης εγω;
2.98 (ρƒη΄) Εκεινου εστιν το λεγειν· Εθερμανθη η καρδια μου εντος μου, και εν τη μελετη μου εκκαυθησεται πυρ, (=1448=) του μη κοπιωντος οπισω Θεου κατακολουθειν δι᾿ ευχης, μηδε ημεραν ανθρωπους επιθυμουντος θεασασθαι.
2.99 (ρƒθ΄) Λεγετω και ψυχη πρακτικη μετα την αποθεσιν των κακων, κατα την εν τω Ασματι επι των εκβιαζομενων αυθις αυτην πονηρων δαιμονων και λογισμων, επιβλεπειν εις ματαιοτητα και μανιας ψευδεις· Εξεδυσαμην τον χιτωνα μου, πως ενδυσομαι αυτον; ενιψαμην τους ποδας μου, πως μολυνω αυτους.
3.100 (σ΄) Ω ψυχης θεοφιλους, της λεγειν τολμωσης προς Θεον, Απαγγειλον μοι, ο ποιμην ο καλος, που ποιμαινεις τα προβατα σου, που κοιταζεις εν μεσημβρια τους αρνας σου· ινα τουτοις ακολουθουσα, μη γενωμαι ως πεπλανημενη εν αγελαις εταιρων.
3.1 (σα΄) Ζητουσα τον της ευχης η πρακτικη κρατησαι λογον, (≡15Δ_388≡> και μη δυναμενη, τοιαυτα, κατα την εν Ασμασι, και αυτη βοα· Επι κοιτην μου εν νυξιν εζητησα ον ηγαπησα· εζητησα, και ουχ ευρον αυτον· εκαλεσα αυτον, και ουχ υπηκουσε μου. Αναστησομαι δη δι᾿ ευχης επιπονωτερας, και κυκλωσασα εν τη πολει εν ταις πλατειαις και ταις αγοραις, ζητησω ον ηγαπησα. Ισως ευρεθησεται μοι, ο εν παντι τωδε ων, και του παντος εξω. Χορτασθησομαι εν τω οφθηναι μοι την δοξαν αυτου.
3.2 (σβ΄) Οταν ολη δακρυων εκ της περι την ευχην χαρας αρξηται γινεσθαι η ψυχη, τοτε και αυτην παρρησιαζομενη, ως προς τον εαυτης νυμφιον βοα· Καταβητω αδελφιδος μου εις κηπον αυτου, και φαγετω των εμων ως ακροδρυων την πονηθεισαν παρακλησιν.
3.3 (σγ΄) Οταν η πρακτικη ψυχη εκ μεγεθους και καλλονης κτισματων θαυμαζειν αρξηται τον Δημιουργον, και της εκ τουτων κατατρυφαν ηδονης, ταυτα και αυτη εκπληττομενη βοα· Τι ωραιωθης, νυμφιε, παραδεισε Πατρος σου. (=1449=) Ανθος του πεδιου, και κεδροι αυτου, ως κεδροι του Λιβανου. Υπο την σκιαν αυτου επεθυμησα, και εκαθισα, και ο καρπος ωφθη γλυκυς εν τω λαρυγγι μου.
3.4 (σδ΄) Ει ο βασιλεα υποδεχομενος εις το δωματιον αυτου, ουτω περιφανης ευρισκεται και περιδοξος, και πασης αλλης. . . [ισ. εμπλεως] χαρας, τι παθοι ψυχη, η τον Βασιλεα των βασιλεων εν τω καθαρθηναι υποδεξαμενη κατα την αψευδη εκεινου υποσχεσιν; Και τι εασει, εξω μεν βαλλουσα το μη εις αναπαυσιν εκεινω δοκουν· ενδοθεν δε εισαγουσα το εις εκεινου αρεσκειαν;
3.5 (σε΄) Ο κληθηναι προσδοκων παρα βασιλεως τη αυριον, τινος εν φροντιδι αλλου εσεται, η λογων μελετης των εις εκεινου (≡15Δ_390≡> ειναι μελλοντων αρεσκειαν; Τουτο τηρουσα πασα ψυχη, ουκ οφθησεται απαρασκευαστος προς το εκειθεν κριτηριον.
3.6 (σστ΄) Μακαρια ψυχη, η δια το σημερον προσδοκαν ηξειν τον Κυριον εαυτης, μηδεν ηγουμενη ολως τον πονον της ημερας πασης· μηδεν τον της νυκτος, δια το ευθεως επι το πρωι τουτον μελλειν αυτη εμφανιζεσθαι.
3.7 (σζ΄) Παντας μεν ορα ο Θεος· ορωσι δε τον Θεον, οι θεωρουντες μηδεν εν τω ευχεσθαι. Και οσοι μεν ορωσι τον Θεον, και εισακουονται παρ᾿ αυτον. Μακαριος δε, ο πιστευων οτι βλεπεται υπο του Θεου· ου σαλευθησεται γαρ ο πους αυτου της αρεσκειας εκεινου χαριν.
3.8 (ση΄) Της εντος ημων ουσης βασιλειας τα αγαθα, ο φιλοκοσμος οφθαλμος ουκ ειδε· και ακοη φιλοτιμος ουκ ηκουσε, και επι καρδιαν κενην Πνευματος αγιου ουκ ανεβη· αρραβωνες εισι των μελλοντων διδοσθαι τοις δικαιοις αγαθων εν τη μελλουση βασιλεια Χριστου· και ο μη εν τουτοις τρυφων, οιτινες εισιν οι καρποι Πνευματος, εν απολαυσει εκεινων γενεσθαι ου δυναται.
3.9 (σθ΄) Οι των πρακτικων λογισμοι ελαφοις εοικασιν. Ως γαρ εκειναι ποτε μεν ανω εισιν εν τοις ορεσι δια τον φοβον των θηρατων, ποτε δε κατω εν ταις κοιλασι δια τον ποθον των εν αυταις· ουτω και ουτοι· ουτε παντοτε εν θεωρια πνευματικη δυνανται ειναι, δια το αυτων ευτελες· ουτε αει εν τη φυσικη, δια το μη την αναπαυσιν διωκειν αει. Των μεντοι θεωρητικων, περιπεζιων υπεροπται θεωρηματων καθιστανται.
3.10 (σι΄) Βολοι μεν δροσου, γης μεθυσκουσιν αυλακας διαθεσεις δε ψυχης εν ευχη, εμβροχοι στεναγμοι απο καρδιας αναδιδομενοι.
(≡15Δ_392≡> (=1452=) 3.11 (σια΄) Της εν Τριαδι νοουμενης θεοτητος, ουδεις εν θεωρια οφθησεται, υλικης δυαδος, και της γειτονος μοναδος ανωθεν μη οφθεις· ουδε ταυτης γενησεται υψηλοτερος, μη μοναδικον τον εαυτου νοουμενοις εργασαμενος νουν.
3.12 (σιβ΄) Ου τοσουτον δυσχερες ευρεθησεται το ποταμου ανακοψαι οδον επι τα κατω μη φερεσθαι, οσον νουν ρυμην αναχαιτισαι, μη εν τοις ορωμενοις σκεδαννυσθαι, προς δε τα ανω και συγγενη, οτε βουλεται τω ευχομενω συναγεσθαι· καν τουτο μεν κατα φυσιν, εκεινο δε παρα φυσιν καθεστηκεν.
3.13 (σιγ΄) Τον νουν οι καθαιρομενοι εισω [εξω] των ορωμενων παραπεμποντες, τοσουτου πιμπλανται θαμβους, και τοσαυτης πληρουνται χαρας, ως μηδεν ετερον χωρησαι των επιγειων δυνασθαι, μηδ᾿ αν ει παντα προς αυτους συρρυειεν τα περιμαχητα.
3.14 (σιδ΄) Εξαρκουσι και μονοι οι νομοι ρηθεντες της φυσεως, προς το λιαν θαυμαζεσθαι· κατανοουμενοι δε, λειμωνες ευρισκονται ευανθεις, ως εξ ουρανιου νεκταρος, ακηρατοις βρυοντες ανθεσι της πνευματικης πανδαισιας τον γλυκασμον.
3.15 (σιε΄) Εν δροσεροις μεν ανθεσι λειμωνων την βασιλιδα του σμηνους περιζανουσι μελιτται· εν κατανυξει δε τη γενομενη αδιαλειπτως ψυχη, ως οικειαι αι νοεραι δυναμεις περικυκλουσαι, συνεκποθουσι τα καταθυμια.
3.16 (σιστ΄) Εν μεν τω ορωμενω κοσμω, ως αλλος τις κοσμος οραται ο ανθρωπος· εν δε τω νοουμενω, ο λογισμος· ουρανου μεν γαρ και των εν μεσω ουτος εκεινω καταγγελευς· νου δε και αισθησεως, και των περι αυτα, υποφητης υπαρχει ο λογισμος· ων ανευ, αμφοτεροι κοσμοι εκεκωφωντο αν.
3.17 (σιζ΄) Ουχ ουτως απολυθεις αιχμαλωτος δια χρονον πορευεται, (≡15Δ_394≡> ως νους των υλικων σχεσεων ελευθερωθεις, προς τα ουρανια ως προς τα οικεια πορευεται αγαλλομενω ποδι.
3.18 (σιη΄) Τω μη μετα προσοχης ευχομενω, αλλα διαχεομενω, βαρβαρος μεν ο ψαλμος λογισθησεται· αυτος δε τω ψαλμω, ως βαρβαρος· και ως μαινομενοι αμφοτεροι δαιμοσιν.
(=1453=) 3.19 (σιθ΄) Ου ταυτον εστιν οις εσταυρωθη ο κοσμος, και οιτινες τω κοσμω εσταυρωνται. Τοις μεν γαρ, ηλοι νηστεια και αγρυπνια· τοις δε, ακτημοσυνη και εξουδενωσις. Των δε δευτερων χωρις, οι πονοι των προτερων ανωφελεις.
3.20 (σκ΄) Ου καθαρως δυναται προσευξασθαι, ο φιλοκαλω παθει και φιλοτιμω κρατουμενος. Περι ταυτα γαρ αι σχεσεις, και οι της ματαιοτητος λογισμοι την οικειοτητα εχοντες, σχοινια καθαπερ εκεινω περιπλεκομενοι γινονται, κατασπωντες ως οια στρουθιον δεδεμενον αναπτηναι πειρωμενον εν τω καιρω της ευχης.
3.21 (σκα΄) Αδυνατον ειρηνικον γενεσθαι τον νουν εν ευχη, εγκρατειαν και αγαπην φιλην τον μη κτησαμενον. Η μεν γαρ, την κατα της ψυχης εκ του σωματος εχθραν καταλυειν επαγωνιζεσθαι· η δε, την προς τον πλησιον δια τον Θεον. Καντευθεν η υπερεχουσα παντα νουν ειρηνη επιδημουσα, μονην ποιεισθαι προς τον ουτωσι κατειρηνευσαντα επηγγειλατο.
3.22 (σκβ΄) Αναγκη του εις βασιλειαν Θεου αγωνιζομενου εισελθειν, περισσευειν εν αγαθοις το εργον της δικαιοσυνης αυτου· εν ελεημοσυναις μεν, δια της εκ του υστερηματος παροχης· εν πονοις δε, τοις υπερ της ειρηνης, δια του αποστερηματος της εν Κυριω υπομονης.
(≡15Δ_396≡> 3.23 (σκγ΄) Ουτε ο ενδεως προς αρετην εχων δια την αμελειαν, ουτε ο περιττως δια την οιησιν, εισω λιμενος του κατα την απαθειαν ευρεθησονται. Ουδετερος γαρ των εκ δικαιοσυνης εν απολαυσει γεγονεν αγαθων, μεσιτιδος ευρισκομενης αυτοις, ελλειψεως και υπερβολης.
3.24 (σξδ΄) Ουτε η γη ει μη πολυπλασιονα τω γεωργω τον πονον χαρισηται, ευπορον και ανενδεη απεργασεται αυτον, μονον τον σπορον παρεχομενη, η και μικραν τινα προσθηκην· ουτε τω πρακτικω το ανυομενον εργον, ει μη κρειττον της προαιρεσεως αυτου η σπουδη ευρεθειη, προς τον Θεον δικαιον απεργασασθαι δυναται.
3.25 (σκε΄) Ουτε παντες οι μη αγαπωντες τον πλησιον μισειν δυνανται· ουτε οι μη μισουντες αυτον αγαπαν· και αλλο μεν εστι, το βασκαινειν εκεινου την αρετην· ετερον δε το μη εμποδων αυτω ευρισκεσθαι προς προκοπην. Εσχατης δε κακιας ευρεθησεται βαθμος, (=1456=) το μη μονον δακνεσθαι επι τοις εκεινου προτερημασιν, αλλα και το διαβαλλειν τα εκεινου καλα, ως ου τοιαυτα τυγχανουσιν.
3.26 (σκστ΄) Αλλα τα σωματικα παθη, και αλλα εισι τα ψυχικα· αλλα τα κατα φυσιν, και αλλα τα παρα φυσιν. Ο γουν τα μεν απωθουμενος, των δε προνοιαν μη ποιουμενος, ομοιος εστιν ανθρωπω φραγμον μεν υψηλον και συνερεφη κατα των θηριων ιστωντι, συνηδομενω δε τοις πτηνοις εσθιουσιν τας του λογικου αμπελωνος περιφανεις σταφυλας.
3.27 (σκζ΄) Εν πρωτοις η ψυχη εν φαντασια γινεται του κακου· ειτα εν επιθυμια· επειτα εν ηδονη η λυπη· ειθ᾿ ουτως εν αισθησει· ειτα μετ᾿ αυτην εν αφη, τη φαινομενη και αφανει· εν πασι συνεπομενων των λογισμων, πλην της προτερας κινησεως· ης μη παραδεχομενης, παν το μετ᾿ αυτην κακον ανενεργητον ευρεθησεται.
3.28 (σκη΄) Οι μεν τη απαθεια εγγιζοντες, φαντασιαις [ου] σαλευονται· (≡15Δ_398≡> επιθυμιαις δε, οι μετριοπαθεις· σχεσεσι δε, οι ηδυπαθεις. Εν αισθησει δε γινονται του κακου, οι παραχρωμενοι μεν τα της χρειας, λυπουμενοι δε· εν δε αφη, οι αλυπως αυτη συγγινομενοι.
3.29 (σκθ΄) Ηδονη, εν πασι μεν τοις του σωματος εγκαθιδρυται μελεσι· ου πασιν δε ωσαυτως παρενοχλουσα φαινεται· αλλα τοις μεν, μαλλον εις το επιθυμητικον της ψυχης μερος· τοις δε, εις το θυμικον· ετεροις δε, εις το ταυτης λογιστικον· δια γαστριμαργιας, οξυχολιας τε και πονηριας, της παντων αιτιου των ανοσιων παθων.
3.30 (σλ΄) Ουκουν αναγκη τα αισθητηρια, ως πυλας ανοιγειν της πολεως. Αναγκη δε μη συγχωρειν εν τη των αναγκαιων ανοιξει, συνεισερχεσθαι τα τους πολεμιους θελοντα, και μαχης αιτια καθισταμενα.
3.31 (σλα΄) Ενεργεια ηδονης μεν, επιθυμια· θυμου δε, οξυχολια· βασκανιας δε, πονηρια καθισταται. Ουκ ειρηνευει δε μετα των εσχατων, ο μη κατα των αρχοντων αγωνιζομενος· ουδε εις τον της μετριοπαθειας δυναται λιμενα εισερχεσθαι, ο βια τας εντολας μετερχομενος.
(=1457=) 3.32 (σλβ΄) Τας προσβολας οι αποκρουομενοι, ου συγχωρουσιν ενδοθεν του λογικου αμπελωνος ως θηρια τους λογισμους εισερχεσθαι, και των εκεινου εν λυμη καθιστασθαι· οι δε συνδυαζονται μεν, απλως δε εισερχεσθαι αυτους συγχωρουσιν, μη απτεσθαι δε μηδενος των αυτων· οι και ηδεως μεν συνομιλουσι τοις παθεσι δια των λογισμων, εις συγκαταθεσιν δε μη ερχομενοι, ωμοιωθησαν τοις εασασι τον μονιον ενδοθεν μεν του φραγμου εισελθειν, εν κορω δε αυτον των του αμπελωνος γενεσθαι βοτρυων μη συγχωρησασιν· ειτα ευρον αυτον της εαυτων δυναμεως ισχυροτερον, οι εν συγκαταθεσει πολλακις παθων ευρισκομενοι.
(≡15Δ_400≡> 3.33 (σλγ΄) Ουπω εφθασεν εις απλοτητα, ο ετι δεομενος επιμελειας φραγμου του κατα την εγκρατειαν. Ο τελειος γαρ, φησιν, ουκ εγκρατευεται· εοικε δε τινι εχοντι αμπελον, η αρουραν, ου μεσον πολλων αλλων αμπελωνων και χωρων, αλλ᾿ εν γωνια που· και δια τουτο δεομενω πολλης της φυλακης και της νηψεως. Του γαρ εις απλοτητα φθασαντος, εκ παντος ανεπαφος η αμπελος γινεται, βασιλεως καθαπερ η τινος αλλου παραδυναστευοντος φοβερου, και μονης εξ ακοης, τους τε κλεπτας και παροδιτας παρασκευαζοντος φριττειν την επιχειρησιν.
3.34 (σλδ΄) Πολλοι μεν εις τον της κακοπαθειας σταυρον ανερχονται· ολιγοι δε τους ηλους αυτου καταδεχονται· προαιρετικης μεν ευπειθειας δουλοι πολλοι· απροαιρετου δε αισχυνης, μονοι οι το φιλοτιμον καταλυσαντες.
3.35 (σλε΄) Παντας μεν τους δερματινους χιτωνας πολλοι εξεδυσαντο· ως εσχατον δε τον της κενοδοξιας, μονον οι μητερα αυτης την αυταρεσκειαν βδελυξαμενοι.
(=1460=) 3.36 (σλστ΄) Επαινον ανθρωπων και ανεσιν σωματος, ο αποδεχομενος μεν, ου καταδεχομενος δε, ουτος του εσχατου της κενοδοξιας χιτωνος γυμνος γεγονως, του εν πολλοις στεναγμοις επιζητουμενου οικητηριου του εκ ουρανου την φαιδροτητα απ᾿ εντευθεν ηξιωθη ενδυσασθαι.
3.37 (σλζ΄) Αλλο ενεργεια, και αλλο ενεργημα. Και το μεν, αμαρτιας απηρτισμενης εστι δεικτικον· το δε, ηδυπαθειας μονης της ενδοθεν ενηργημενης, αλλ᾿ εκτος. Ως οι της ιδιας μεν μη κατακινουμενοι γης, δασμοφορουντες δε ομως τοις καταδυναστευουσι τα αυτοις καταθυμια.
(≡15Δ_402≡> 3.38 (σλη΄) Της γευσεως κρατουσης εν ηδοναις, αδυνατον μη και πασας τας αισθησεις συνεπεσθαι, καν των ψυχροτερων ειρηνευειν δοκωσι τα υπογαστρια, ως των γεγηρακοτων πυρωσιν εκ πυρος [μη] δεξαμενων. Αλλ᾿ ου περι το γενναν σωφρων η στειρα μοιχευομενη κριθησεται. Σωφρονειν δε παντα τον μη πορνευοντα ειποιμι αν, μηδε ορασει κατακηλουμενον.
3.39 (σλθ΄) Εν τροφαις και μορφαις και φωναις, το επιθυμητικον της ψυχης ελεγχεται, οιον εστιν ταις θελητικαις τε και αλλως εχουσαις [ορμαις] εν γευσει, και οψει, και ακοη, ειτε ως χρωμενον αυταις, ειτε ως παραχρωμενον, ειτε μεσον προς αμφοτερα ευρισκομενον.
3.40 (σμ΄) Εν οις ο φοβος ου προηγειται, ως προβατα μη εχοντα ποιμενα εν συγχυσει, οι λογισμοι ευρεθησονται· εν ευταξια δε, και μανδρας εισω κατα την ευνομιαν εφεπομενου, η προηγουμενου αυτου.
3.41 (σμα΄) Της πιστεως, ο φοβος υιος· των εντολων δε ουτος νομευς· και ο μη την μητερα τουτου κτησαμενος, προβατον οφθηναι της κατα Κυριον νομης ουκ αξιωθησεται.
3.42 (σμβ΄) Οι μεν τας αρχας μονας εχουσι των καλων· οι δε, και τας τουτων μεσοτητας· οι δε, και τα τελη αυτων· ων ανευ, ως στρατιωτης ψιλος εκαστος ευρεθησεται η αξιωματικος, των σιτηρεσιων εκτος. Και δια τουτο, ο μεν την εαυτου μονον και μολις οικιαν απο των επιχειρουντων αυτην επηρεαζειν συντηρων· ο δε ουκ εν τιμη τη προσηκουση ευρισκομενος, εν οις αν συνερχηται.
3.43 (σμγ΄) Οι ταις ηδοναις συνερχεσθαι παρακαλουντες του (≡15Δ_404≡> φαρυγγος εντελεις οντας, ομοιον τι ποιουσι τοις αναθεριζειν κελευομενοις τα εις υγειαν πληγας ηδη ελθουσας· η τας ψωρας δια την ηδυτητα κνηθειν· η τα τον πυρετον αναπτοντα εσθιειν, η (=1461=) αποφραττειν τον αμπελωνα αυτου, και συγχωρειν εισερχεσθαι συν ταις εννοιαις ταις αγαθαις, ως μονιον αγριον το φρονημα της σαρκος, ως σταφυλας διαβοσκεσθαι. Οις ου πειθεσθαι χρη, ουδε ταις ακαιροις καμπτεσθαι κολακειαις ανθρωπων τε και παθων· κατοχυρουν δε τον φραγμον δι᾿ εγκρατειας, εως παυσωνται οι τε θηρες, τα σαρκικα παθη, ωρυεσθαι, και ως πετεινα οι ματαιοι λογισμοι, μη καταβαινειν λυμαινεσθαι, την ως αμπελον ευθηνουμενην ψυχην θεωριαις ταις εν Χριστω Ιησου τω Κυριω ημων. Αμην.


ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΕΠΙΣΤΟΛΑΣ ΤΟΥ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΑΡΕΟΠΑΓΙΤΟΥ

ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ Α'

(≡15Δ_406≡> Επιβαλλω Γαϊον τουτον ειναι, ω την τριτην επιστολην εγραψεν ο θειος ευαγγελιστης Ιωαννης, τεκμαιρομενος και εκ των αλλων, οις συγγεγονε μετα των Αποστολων ο θειος ουτος ανηρ. Θεραπευτας δε εφη καλεισθαι εν τω «Περι της εκκλη¬σιαστικης ιεραρχιας» κεφαλαιω ς' τους μοναχους, ειπων εκει και πως καθιστανται μη οντες κληρικοι, αλλα ανωτεροι τον λαου. Τουτους δε εοικε θαυμαζειν Φιλων ο Ιουδαιος εν τω «Περι θεωρητικου» η «Ικετων» συνταγματι, θεραπευτας αυτους καλων, και την διαιταν αυτων διηγουμενος προ ολιγου του τε¬λους του βιβλιου τουτου. Αναγνωθι τα του αυτου Φιλωνος.
«Αλλα μη κατα στερησιν»: Τουτο, φησι, μη κατα τας κοινας εννοιας υπολαβης, οτι, ωσπερ το σκοτος λυεται φωτι, και μαλι¬στα πολλω, η ωσπερ η αγνωσια, ητις και αυτη σκοτος εστι, παυε¬ται γνωσεων, και μαλιστα πολλων, επιγενομενων, ουτω και η κατα Θεον αγνωσια εοικε τη κατα αμαθιαν αγνωσια, ως εφημεν· αλλ' οσω φωτιζεται τις περι Θεου και οσω τις συναγει γνωσιν των οντων, τουτεστι την περι των νοητων και νοερων, τοσουτω μαλλον, αναβαινων περι την γνωσιν την περι Θεον, (≡15Δ_410≡> γνωσεται την ακαταληψιαν, ητοι την αγνωσιαν την περι Θεον, φως ειναι και γνωσιν υπερ παντα τα γνωσθεντα και λοιπον σιγη τιμα την περι Θεον αφασιαν. Ουκουν ου κατα στερησιν γνωσεως λεγεται η περι Θεου αγνωσια, αλλα καθ' υπεροχην και υπερβολην πασης γνωσεως, οτι εγνω τις τον πασι και εαυτω αγνωστον και ακαταληπτον. Ταυτα και εν τω «Περι μυστικης θεο¬λογιας» κεφαλαιω α' ειρηται, και εν τω «Περι θειων ονοματων» κεφαλαιω β'.
«Αλλα τι των αυτου των οντων»: Οσον τις εχει, φησι, των οντων την γνωσιν, και το ον φως, τουτεστι αυτην της αληθειας την νοησιν, τοσουτον τα περι Θεον οψεται αγνωστα· ου γαρ τω φωτι η τη γνωσει φανερουνται, αλλα μαλλον τους ταυτα εχοντας λανθανει. Και η εν τουτοις επιδοσις τε και αυξησις, τω φωτι φημι και τη γνωσει, το Θειον δεικνυει αθεατον τε και αγνωστον· οτι ο Θεον θεασαμενος και νοησας ο ειδεν, αυτον μεν ουχ εωρακεν, αλλα τι των αυτου των οντων και γινωσκομενων.
«Αυτω τω καθολου»: Προσεπινοειν δει και επι τουτοις το κατα τα οντα και γινωσκομενα. Το δε «μη ειναι» προσκειται, επειδη το εστι των κτιστων εστιν, ο δε Θεος και υπερ το ειναι, διοτι ακτιστος.

ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ Β'

«Πως ο παντων επεκεινα»: Ταυτα πολλακις μεν και εν τω «Περι θειων ονοματων» διαφορως ειρηται, κατ' εξαιρετον δε αυτα ηρμηνευσεν εν αυτω τω λογω κεφαλαιω ια', περι το τελος, λεγων· Πως ο παντων αιτιος και θεοτης και αγαθοτης, και θεοτητος υποστατης, και υπερ ταυτα. Ουτω δε αναγνωστεον· Ερω¬τας πως ο Θεος υπερ θεοτητος αρχην; Ειτα αποκρινεται· Ει νοη¬σεις, οτι θεοτης αυτο το εκ Θεου δωρον εστι καθ' ο θεουμεθα, ου (≡15Δ_412≡> μην αυτος ο Θεος, εχεις την λυσιν· ο γαρ Θεος, αυτο φημι και υπερουσιος ουσια υπερ την παρ' αυτου δωρουμενην και χαριζομενην θεαρχιαν, τουτεστι θεωσιν εστι, και τα εξης ομοιως. Ειτα λοιπον συλλογιζεται φασκων, οτι, ει το εκ Θεου δωρον αρχη γινεται του θεουσθαι ημας, δηλον, οτι ο πασης αιτιος και αρχη ων, μαλλον δε υπεραρχιος, ουτω και της λεγομενης θεοτητος, η ως θεαρχιας επεκεινα εστιν. Ο μεν γαρ Θεος ου κατα σχεσιν, ως ημεις, κταται το αγαθον, αλλ' ασχετως εχει, ημεις δε σχετως, τρεπτοι γαρ, εκεινος δε ατρεπτος.
«Ει θεοτητα και αγαθοτητα»: Ουκ αυτην, φησι, την κατ' ουσιαν θεοτητα και αγαθοτητα, ο τι ποτε εστι λεγω, αλλα την αγαθοποιον και θεοποιον δωρεαν του οντος Θεου και αγαθου· τουτο γαρ η αρχη και αιτια του θεουσθαι και αγαθυνεσθαι, και κατα τουτον τον τροπον φησι λεγεσθαι υπερ θεαρχιαν και αγαθαρχιαν, την ουτω δηλαδη νοουμενην. Σημειωσαι δε και εντευθεν, οτι η θεοτης και η αγαθοτης ουκ αυτουσια εστι του Θε¬ου· και γαρ και τουτων επεκεινα ο Θεος μονος εν τω «Περι θειων ονοματων» κεφαλαιω ια' πλατυτερον ειρηται.
«Αμιμητος και ασχετος»: Ο κατα σχεσιν ουκ εχων τι, αλλ' εξ εαυτου μιμησις και σχεσις αυτα τα πραγματα, μετεχοντες δε και μιμουμενοι, περι ους ταυτα ορωνται. Αμιμητον δε και ασχετον εφη το Θειον, οτι, οσω τις προς μιμησιν και σχεσιν Θεου προκοπτει, τοσουτον καταλαμβανει το ανεφικτον της μιμησεως και σχεσεως.

ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ Γ'

«Εξαιφνης εστι το παρ' ελπιδα»: Εφιστημι, ως οτι μαλλον εκεινο το προφητικον του προφητου Μαλαχιου ηρωτησεν ο (≡15Δ_414≡> Γαϊος, το εχον· «Και εξαιφνης ηξει εις τον ναον αυτου ο Κυριος, ον υμεις ζητειτε, και ο αγγελος της διαθηκης, ον υμεις επιποθειτε». Εδοξε δε μοι τουτο ηρωτησθαι εκ τον επαγαγειν· «Τουτο οιμαι την θεολογιαν αινιττεσθαι». Θαυμασιως ενταυθα θεολογει τα περι του Κυριου Ιησου Χριστου. Σημειωσαι δε πως ετυμολογει το «εξαιφνης»· σημειωσαι και το ανθρωπινως ουσιωθηναι Χριστον.
«Κρυφιος δε εστι»: Το «κρυφιος» πολλακις αντι του Θεος ειπε, και κρυφιοτητα την θεοτητα, ως εν τοις ανω λογοις. Το «κρυφιος» ουν ενταυθα αντι του «ο Θεος» ειρηται, ως αορατος.

ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ Δ'

«Πως, φης, Ιησους»: Επερωτας, φησι, πως τουτο; Σημει¬ωσαι δε το «ενθαδε, τουτεστιν εν τη οικονομια, επει διχα ταυτης, και ως αιτιος ανθρωπων, λεγεται ανθρωπος, ως ποιητης ανθρω¬πων.
«Ου γαρ ως αιτιος ανθρωπων»: Τουτο φησι και Αφρικανος εν ταις Χρονογραφιας λεγεται γαρ ομωνυμως ο Θεος πασι τοις εξ αυτου, επειδη εν πασιν εστιν. Εν δε τη οικονομια ως κατα την ουσιαν ολην ουσιωθεις ανθρωπος λεγεται, κατα το ειρημενον «Εν ω κατοικει παν της θεοτητος το πληρωμα σωματικως». Πασαν δε λεξιν της επιστολης σημειωσαι· εστι γαρ κατα πασης αιρεσεως, πρεσβυτερας τε και νεωτερας.
«Ημεις δε τον Ιησουν»: Ου δια το ανθρωπινον, φησι, του Χριστου αυτον αφοριζομεν, ηγουν υπερ ανθρωπον λεγομεν, ως ξενον τουτο κατα τον της ουσιας λογον του κοινου της φυσεως οριζομενοι αλλα προδηλως κατα τον της θεοτητος λογον. Επηγαγε γαρ· Ουδε γαρ ανθρωπος μονος, αλλα και Θεος. Ει και (≡15Δ_416≡> ολην ουσιαν ανθρωπου ανελαβε, φησιν, αλλ' ου διαιρουμεν αυτον απο της θεοτητος επαγει γαρ· Ου γαρ ανθρωπος μονον. Ειτα, τουτο ειπων, επιφερει· Ουδε υπερουσιος μονον, καθ' ο και ανθρωπος.
«Υπερ ανθρωπους»: Υπερ ανθρωπους μεν δια το εκ παρθενου, κατ' ανθρωπους δε, δια τον εν μητρα χρονον, η ως τους νομους της κυησεως. Εκ της ανθρωπων δε ουσιας, οτι, ως αυτος ο αγιος πατηρ εφη, εκ των παρθενικων αιματων το αγιον σωμα Χριστου.
«Υπερ ουσιαν ουσιωθη»: Και μετα την ενανθρωπησιν υπερουσιοτητα ωνομασε την θεοτητα Το δε ταυτης υπερουσιον το υπερβαλλον της ουσιας και σοφιας και δυναμεως.
«Και υπερ ανθρωπον»: Ανθρωπου μεν το εκ γυναικος, υπερ ανθρωπον δε το εκ παρθενου. Σημειωσαι δε, οτι γηϊνον το σωμα του Χριστου, και ουχι ουρανιον, ως τινες ωηθησαν.
«Δυναμιν υπεροχικης»: Ιδου και ενταυθα υπεροχικως ειπε προς αντιδιαστολην των κατα στερησιν λαμβανομενων. Ευθυς δε δια των επαγομενων εαυτον εφερμηνευει. Τι δε εστι καταφασις, ειπομεν ανω εν τω «Περι μυστικης θεολογιας», κεφαλαιω γ'. Πως δε επι του Κυριου ημων Ιησου Χριστου αι καταφασεις δυναμιν εχουσι υπερεχουσης αποφασεως, τα κατα ανθρωπους εξηγειται. Ει γαρ καταφασκομεν Χριστου, λεγοντες ανθρωπον ειναι, και εκ παρθενου μητρος κατ' ουσιαν ημων, αλλα κεκρυμμενην εχει και υπερ νουν την της αποφασεως δυναμιν. Ερει γαρ ο ακουων, ουκ ανθρωπος, επειδη εκ παρθενου, αλλ' υπερ ανθρωπον, ει και κατα τα αλλα ανθρωπος. Εξηγειται δε και τουτο, φασκων, οτι το λεγειν αυτον ανθρωπον καταφατικως, τουτο δηλοι, ουκ ειναι ανθρωπον αποφατικως, αλλ' υπερ ανθρωπον, δηλονοτι δια τα σημεια τα γενομενα παρ' αυτου.
(≡15Δ_418≡> «Ου κατα Θεον τα θεια δρασας»: Ου κατα Θεον μεν δρασαι τα θεια λεγει τον Χριστον, οτι μετα σαρκος και ου γυμνη τη θεοτητι· ομως δ' ουν θεια· ουτε τα ανθρωπινα κατ' ανθρωπον· εν εξουσια γαρ θεϊκη, οτε εβουλετο, διδους καιρον τη σαρκι τα εαυτης εναργειν ομως δ’ ουν ανθρωπινα. Το δε «ανδρωθεντος» δηλοι το «ενανθρωπησαντος». Η δε θεανδρικη ενεργεια σημαι¬νει θειαν και ανθρωπινην. Ουτω γαρ ημιν, ηγουν δι' ημας, επι γης δηλαδη, πεπολιτευμενος, εδρασεν, ως προκειται, τα θεια και τα ανθρωπινα. Σημειωσαι δε την υπερφυη και αφραστον του Κυριου ενωσιν, οτι ου κατα Θεον τα θεια εδρασεν (ην γαρ ανθρωπος), ουτε κατα ανθρωπον τα ανθρωπινα (ην γαρ και Θεος). Οθεν θαυμαστως ο θειος Γρηγοριος ο θεολογος φησι, Κιρναμενων, ωσπερ των φυσεων, ουτω δη και των κλησεων και περιχωρουσων εις αλληλας τω λογω της συμφυιας. Πως δε ου κατα Θεον τα θεια εργα πεποιηκε, δηλοι το σωματικως ποσιν επι θαλασσης βαδισαι· Θεου μεν γαρ το συμπιλησαι υδωρ ου Θεου δε το σαρκικοις ποσι περιπατησαι. Ουδε θεοτητος σαρξ ποδων και οστα. Θεου παλιν παρθενον το κυειν ποιησαι, αλλ' ου θεοτη-τος το διαμεμορφωσθαι οψει και τοις λοιποις ανθρωπινοις μελεσιν. Ουτω και εκ του εναντιου τα αυτα· ου γαρ κατα ανθρωπον τα ανθρωπων εποιησεν· ανθρωπος μεν γαρ ην εκ της Παρθενου, αλλ' ου κατα ανθρωπον τουτο· ποιος γαρ ανθρωπος εκ παρθε¬νου; Παλιν το ποσι βαδιζειν ανθρωπου εστι, το δε επι υδατος ουκ ανθρωπου· ποιος γαρ ανθρωπος τουτο πεποιηκε;
«Καινην τινα»: Μηδεις, εις μωρολογιαν τραπεις, λεγετω οτι «θεανδριτην» τον Κυριον Ιησουν φησιν· ου γαρ «θεανδρικην» ειπεν απο του ο «θεανδριτης» σχηματισας, αλλα «θεανδρικην» ενεργειαν, οιον Θεου και ανδρος συμπεπλεγμενην ενεργειαν. Οθεν και «ανδρωθεντα» φησι Θεον αντι του, Θεον ανδρα γενομενον. (≡15Δ_420≡> Νυν δε την μικτην ενεργειαν μονην «θεανδρικην» εκαλεσεν· ενηργησε μεν γαρ ως Θεος μονον, οτε απων τον του εκατονταρχου παιδα ιασατο· ως ανθρωπος δε μονον, ει και Θεος ην, εν τω εσθιειν και λυπεισθαι. Μικτως δε ενηργησε τα θαυματα, τυφλοις οφθαλμους δια χρισεως δημιουργων, και της αιμορροουσης τη αφη συστελλων την ρυσιν.

ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ Ε'

«Εν τουτω γιγνεται»: Το ειρημενον ενταυθα τω Πατρι λαβε μοι απο υποδειγματος του κατα τον σωματικον οφθαλμον, Ο¬περ γαρ ποιει φωτος απουσια, ανενεργησιαν των οπτικων δυναμεων εργαζομενη, τουτο και η προς ηλιον εν μεσημβρια ατενης αποβλεψις αποτελει.

ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ S'

«Δυνατον γαρ και»: Δυναται, φησι, τις εν πολλοις προφανες ψευδος ελεγχων, αυτος διαμαρτανειν του αληθους, οπερ εν (ουκ) εστι· μια γαρ εστιν η αληθεια, κρυφιον δε δια το μυστικον των δογματων, και πολλης ερευνης μετα της θειας δεομενον χαριτος· οιον Νεστοριος τα Αρειου και Απολλιναριου διασειων, η ετεροι τοιουτοι ομοιων ετερων, εις ετερας ατοπους αιρε¬σεις ενεπεσον. Μηδεις δε εκ τουτων παρακρουεσθω, αποβαλλεσθαι τα κατα των ετεροδοξων πονηματα των Πατερων· ου γαρ τουτο φησι, το μη ελεγχειν και ανατρεπειν τας των ασεβων δοξας (επει πως αυτος εν τω «Περι θειων ονοματων» φαινεται τα του Ελυμα διασαλευων;), αλλ' οτι ου χρη κατα προηγουμε (≡15Δ_422≡> λογον εις τουτο ενασχολεισθαι, το καθ' ετερων λεγειν, αλλ’α διδασκαλικως τον της αληθειας εκτιθεσθαι λογον ηκριβωμενως, τη αντιρρησει δε κατα περιστασιν της των ασεβων επαναστασε¬ως χρησθαι. Αλλως»· Οτι ου δει τας των ετερων δοξας διαβαλλειν, αλλ’α την ιδιαν κρατυνειν· αλλ’ ουδε κατα δοξης η θρη¬σκειας ουκ αγαθης φαινομενης γραφειν, αλλ’ υπερ αληθειας. Πως δε τουτο φησιν, η εξης επιστολη σαφηνιζει.
«Υπερ αληθειας»: Σημειωσαι δε δια τι υπερ αληθειας μονον συγγραπτεον, ου μην καθ' ετερων.

ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ Ζ'

§ 1. «Ο αγιος» ουτος Πολυκαρπος Σμυρνης της εν Ασια γεγονεν επισκοπος, ακροατης γενομενος του αγιου Ιωαννου του ευαγγελιστου, ως φησιν Ειρηναιος εν τω τριτω βιβλιω των «Κατα της ψευδωνυμου γνωσεως», και μαρτυριω δε ετελειωθη δια πυρος. Εχει δε και επιστολας ο αυτος θειος Πολυκαρπος προς Φιλιππησιους. Περιεχει δε η τον μακαριου Διονυσιου αυ¬τη επιστολη πολλα θαυμαστα και ξενα επι τη κατα τον σταυρον του Χριστου ηλιακη εκλειψει.
«Εξελεγχθησεται»: Κατα κοινου το «εξελεχθησεται»• ουτω γαρ και η συνταξις. «Ειδωλον» αντι του «μιμημα».
§ 2. «Τον σοφιστην Απολλοφανη»: Περι Απολλοφανους του σοφιστου, εταιρου γεγονοτος του μεγαλου Διονυσιου και λοιδορουντος αυτον, ως Χριστιανον γενομενον και καθ' Ελλη¬νων λεγοντα· και γαρ και η ανθρωπινη σοφια Θεου εστιν.
«Και ου την των πολλων»: Το ρητον ουτω συντακτεον· 'Και ου την των πολλων εγωγε λεγω δοξαν των προσυλως και εμπαθως εναπομενοντων τοις των ποιητων λογοις η παθεσι'.
(≡15Δ_424≡> «Τη γαρ των οντων γνωσει»: Των οντων γνωσιν εκαλεσε, το επιτετηρημενον της κινησεως των ουρανιων, και την θεωριαν των αλλων της κτισεως μερων, κατα τον ενα τον της σοφιας ορον τον λεγοντα, γνωναι τα οντα η οντα εστι. Του δε Αποστολου η φωνη, τω ειπειν εν τη α' προς Κορινθιους· «Επειδη γαρ εν τη σοφια του Θεου ουκ εγνω ο κοσμος δια της σοφιας τον Θεον»· τουτεστι της εμφαινομενης τω εναρμονιω και τεταγμενω της κτι¬σεως, τουτο συνηκε. Σημειωσαι ουν, οτι η των οντων γνωσις φιλοσοφια λεγεται, και τινα καλει ο Αποστολος εν τη α' προς Κορινθιους σοφιαν Θεου. [Ειπε γαρ εν αρχη τον σκοπον, δι' ον ουτε καθ' Ελληνων, ουτε καθ' ετερων συνεγραψεν].
«Εδει συνιδειν τον Απολλοφανη»: Απο των παρ' Ελλησιν ομολογουμενων την διαταξιν του παντων αιτιου Θεου παρατιθε¬ται, φησας, εκ τουτου αξιον επιγνωναι τον παντων οροθετην Θεον, εκ του τον ηλιον και την σεληνην τους διατεταγμενους της ημερας εχειν ορους, και τω παντι του ουρανου κυκλω συμπεριθεειν, τουτεστιν εξ ανατολων επι δυσμας. Ειτε μη συμπεριφεροιντο τω περιεχοντι αυτους ουρανω, του μεν ουρανου και της απλανους των ακινητων αστερων σφαιρας, απο ανατολων εις δυσμας κυκλικως στρεφομενων, αυτων δε ηλιου και σεληνης την εναντιαν τω παντι τρεχοντων εκ δυσμων εις ανατολας και ουτω μαλιστα γνωριζεσθαι και θαυμαζεσθαι δικαιος ο του παντος δημιουργος και διατακτης Θεος. Ταυτα ηρμηνευσαμεν κατα Απολλοφανην τον λεγοντα, μη συν τω ηλιω και τον ουρανον εσταναι τοτε, επει εν τη προ ταυτης προγραφη το ακριβες προειρηκαμεν. [Περι της των αστερων διαταξεως εστωσης βουλη Θεου, και μη μετακινουμενης αυθις, οταν εθελη, ως επι Ιησου του Ναυη και Ιεζεκιηλ].
«Οταν ηλιος υπ' αυτου»: Τα του Ιησου του Ναυη εν τουτοις (≡15Δ_426≡> παρατιθεται,, και αναμιμνησκει τον αγιον Πολυκαρπον της ιστοριας ταυτης, ινα ταυτην αντιθη τω Απολλοφανει. Φησιν ουν· Ειπε αυτω· Μαθε πως ο Θεος τον ηλιον και την σεληνην κατα διαμετρον οντας τοτε αντικρυ αλληλων, δυομενου ηδη του ηλιου, εστησεν επι τοπου τους φωστηρας, στασιν τινα κατα δυναμιν τινα αφατον τον αιτιου αυτων Θεου. Και εστη το παν ακινητον μετα των δυο φωστηρων· ουτε γαρ ουρανος, ουτε οι λοιποι αστερες περιεπολουν, αλλα συνειστηκεισαν τοις δυσι φωστηρσιν ακινητοι. Και ουτε επι ολιγον ο δρομος του παντος και η κινησις εστη μονον, αλλ’ εφ' ημεραν ολοκληρον, ως γενε¬σθαι επι Ιησου του Ναυη ημεραν διπλην κδ' ωρων, ως σαφως τουτο φησιν Ιησους ο του Σειραχ εν τω υμνω των Πατερων. Ειτα επαγει· Ει δε ειποι Απολλοφανης, Αδυνατον, ου γαρ εστη μετα των δυο φωστηρων ουρανος και οι λοιποι αστερες, αλλ’ εκεινοι μεν εκινουντο, ουτος δε ιστατο, αποκριναι αυτω οτι, Μαλιστα τουτο χρη σε επιστρεψαι προς την αληθη Θεον και την αυτου γνωσιν, και τον κινουντος μεν τον περιεχοντα τους φω¬στηρας ουρανον, ισταντος δε ακινητους τους περιεχομενους φωστηρας. Τουτο γαρ μειζονος εστι δυναμεως, το, κινουμενου ουρανου και των λοιπων αστερων, στηναι ηλιον και σεληνην ακινητους, και μη την αυτην φοραν συγκινηθηναι τω παντι, μεθ' ου αει συμπεριηγοντο.
«Υπερφυεστατην αμα τω παντι»: Λεγει μεν, ως ομου τω πολω ακινητω μειναντι (τουτο γαρ ωνομασε το παν) η του ηλιου και της σεληνης εγενετο στασις. Μαλλον δε, φησι, πολλω θαυμασιωτερον, ειπερ ο μεν πολος περιηγετο (τουτον γαρ εδηλωσεν, ειπων «των ολων, και κρειττονων, και περιεχοντων»), ηλιος δε και σεληνη (τα γαρ «περιεχομενα» ταυτα) ου συμπεριηγετο τω περιεχοντι.
«Κατα συνεχειαν σχεδον τριπλασιαζηται»: Το «σχεδον» (≡15Δ_428≡> προσεθηκεν, επειδη τριπλη κατα το πληρες ουκ εγενετο ημερα εκεινη (λβ' γαρ ωρων γεγονε)· το απο ανατολης μεχρι του τοπου εν ω ην, οτι το σημειον εδοθη, και δεκα εκειθεν επι ανατολας, και δωδεκα μεχρι της τελευταιας δυσεως. Τω αυτω δε σχηματι του λογου και ενταυθα εχρησατο, οτι η ο πολος αυτος συν τω ηλιω εν τω των κδ' ωρων διαστηματι την υπερφυη εκεινην αντιπεριαγωγην εποιησατο, η μονος ο ηλιος.
«Η το παν τοσουτου χρονου»: Το ρητον ουτω συνθες καθ' υπερβασιν ον· Η το παν επαναστρεφει τας εναντιας ταυτας φο¬ρας, τοσουτον διαστημα χρονου αναποδιζον ταις υπερ λογον ταυταις περιδινησεσι. Ταυτα δε και εν τη δ' των «Βασιλειων» δηλουται, και μαλιστα εν τη κατα Συμμαχον εκδοσει, και εν τη β' των «Παραλειπομενων».
«Η ο ηλιος εν ιδιω δρομω»: Η τον ηλιου ενιαυσιος κινησις πεντε ποιειται τροπας, αναβασιν βορειαν, τουτεστιν απο ισημερινης εν τω εαρι εις τον θερινον τροπικον, και καταβασιν βορειαν απ' αυτου επι τον ισημερινον τω μετοπωρω, και καταβασιν νοτιαν απο του ισημερινου επι τον χειμερινον τροπικον, και απ' αυτου παλιν αναβασιν νοτιαν επι τον ισημερινον, και πεμπτην την εναντιαν τω παντι. Ειπων ουν αυτου την πεντατροπον κινησιν, δια της προσθηκης του αρθρου, και του προσθειναι αυτου, την γνωριμον και συνηθη υπεφηνε. Το δε εν τουτοις λεγομενον υπο του Πατρος νοησωμεν ουτως· Υποθωμεθα τον ηλιον ειναι κατα την ημεραν εκεινην τη ωρα της ανατολης εν πρωτη μοιρα του Κριου πληρει, μη εχουση λεπτα· εις την αυτην ουν μοιραν αυτον επανελθειν ουκ ην, μη τελεσαντα την προταγεισαν την πεντατροπον κινησιν, η ως δι' ημερων τξε', και τεταρτημοριου. Εν ταις ι' ουν ωραις ταις απο ιβ' εν η ην, μεχρι του τοπου εν ω την ανατολην αυτου εποιησατο, τουτεστι της πρωτης μοιρας του Κριου, αναποδισας εν αυτη, τα της πεντατροπου κινησεως, ηγουν της ενιαυσιαιου περιοδου, επληρωσε· και εν ταις αλλαις ι' (≡15Δ_430≡> ταις μετα τον αναποδισμον κατα τον τοπον γενομενος εν ω ην τη μια και ημισεια μοιρα του Κριου, ομοιως τα της αυτης πεντατροπου κινησεως επληρωσε κατα αναλυσιν, οπερ αναλυτικως εκαλεσεν· ουκ ην γαρ αυτον παλιν εν τη μια και ημισεια μοιρα, ταυτη του Κριου γενεσθαι, απαξ αποσταντα απ' αυτης, μη δια των του ενιαυτου ημερων, ως ειρηται.
«Εμφερεται φημαις»: Αντι του ιστοριαις.
«Μιθρου τελουσι»: Μιθραν τον ηλιον Περσαι καλουσι. Το παρεκταμα ουν της ημερας εκεινης δια του τριπλασιου εσημανε. Σημειωσαι δε προς τουτω και περι του απο ωρας εκτης εως ωρας θ' γενομενου σκοτους επι πασαν την γην τω καιρω της του Κυριου σταυρωσεως, τι λεγει ο πατηρ.
«Κατα την Ηλιουπολιν»: Την εν Αιγυπτω Ηλιουπολιν ισως φησιν· ετι γαρ ανεγινωσκον εκει αμα.
«Παραδοξως»: Φασι γαρ, μη ετερως γινεσθαι την εκλειψιν, ει μη συνεμπεσοι η σεληνη τω ηλιω.
«Αυθις τε αυτην»: Σημειωσαι εντευθεν την λυσιν του παρα τω ευαγγελιστη Λουκα απορηματος. Ουδεις δε το ξενον του τρο¬που και του θαυματος διηγησατο, ει μη μονος ουτος. Του γαρ θειου Λουκα ειποντος, «απο ς' ωρας σκοτος εν τω σταυρω του Κυριου γενεσθαι, του ηλιου εκλειποντος», παρα πασιν αμφεβαλλετο, πως εκλειψιν εκαλεσε ταυτην, της σεληνης τεσσαρεσκαιδεκαταιας ουσης, ου μην συνοδου ουσης ηλιου και σεληνης. Οι γαρ εξηγηται σχεδον παντες, μεταγενεστεροι πολλω των χρονων τουτων οντες, υπελαβον τον ηλιον αυτον αποβαλειν τας ακτινας τας τρεις ωρας εως της ενατης. Ενταυθα μεντοι και ο ξενος τρο¬πος ειρηται της εκλειψεως. Φησιν ουν οτι απ' ανατολων τεσσαρεσκαιδεκαταια ουσα (ου γαρ ην συνοδου καιρος), εφθασεν ωραν ς' τον ηλιον, και εμπεσουσα εις αυτον υπεδραμεν, αυτον εισβαλλουσα εις το προς ανατολας του ηλιακου δισκου μερος, (≡15Δ_432≡> οθεν και ηλθεν η σεληνη, και εισεβη υποτρεχουσα αυτον και αναποδιζουσα, εως ου ολον τον αυτου δισκον εσκιασεν. Εδει ουν, ει ην κατα το συνηθες εκλειψις, εκ του αυτου μερους και την εκλειψιν και την ανακαθαρσιν γενεσθαι· οιον οτε υποτρεχει η σεληνη την ηλιον, φερε ειπειν, εξ ανατολων πρωτον αντιφραττει μερος του ηλιακου δισκου το ανατολικον, οπερ και ηρξατο υποτρεχειν· εκειθεν ουν εκ του ανατολικου μερους και ανακαθαιρεσθαι αρχεται ο δισκος του ηλιου, της σεληνης επι δυσμας τρε¬χουσης, και πρωτον ανακαλυπτουσης μερος εν τω παριεναι και παρατρεχειν τον ηλιον, ο και πρωτον εκαλυψε, τουτεστι το ανατολικον. Επι δε του σωτηριου παθους ουχ ουτω γεγονεν, αλλα τουναντιον. Εξ ανατολων γαρ ελθουσα η σεληνη υπεδραμε την ηλιον, και εφραξαν ολον τον δισκον αυτου. Ειτα ουκετι επι δυσμας παρηλθεν, αλλ' ανεποδισε παλιν επι ανατολας, και εγυμνωσε πρωτον μερος το δυτικον του ηλιακου δισκου· εις τουπισω γαρ ανεδραμεν επι το εναντιον διαμετρον του ηλιου επι ανατο¬λας, ωστε μηκετι την εμπτωσιν και την ανακαθαρσιν εκ του αυτου μερους γενεσθαι. Μεμνηται μεν και Φλεγων ο Ελληνικος χρονογραφος εν τρισκαιδεκατω «Χρονογραφιων» εν τη ργ' Ολυμπιαδι, της εκλειψεως ταυτης, παρα το ειωθος αυτην λεγων γενεσθαι· ου μην τον τροπον ανεγραψε. Και Αφρικανος δε ο ημετερος εν πεμπτω «Χρονογραφιων», και Ευσεβιος ο Παμφιλου εν ταις αυταις μεμνηται της αυτης εκλειψεως.

ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ Η'

§ 1. Δημοφιλος ουτος μοναχος ην, ως δηλοι η επιγραφη· θεραπευτας γαρ τους μοναχους εκαλουν. Τυραννησας δε κατα πρεσβυτερου αυτου, και αγανακτησας, οτι εδεξατο τινα εν μετα¬νοια οντα αμαρτηματων, εξεβαλε, τυπτησας τον μετανοουντα, τον δε πρεσβυτερον εξωθησε, και εκαθισεν αυτοχειροτονητος (≡15Δ_434≡> πρεσβυτερος. Σημειωσαι ουν, οτι τα κακα ταυτα και επι εκεινων των χρονων εγενετο. Εικοτως ουν το, «ω γενναιε Δημοφιλε», φησιν, ισχυν ατακτον και ουκ ευλαβειαν ενθεον ονειδιζων αυτω, και ταυτη διασυρων τον μοναχον.
«Και ειποτε αυτον εξω»: Τουτεστιν, οταν αι Γραφαι λεγωσιν, εν αγανακτησει Θεου γεγονεναι αυτον, και εν αποστροφη του προσωπου αυτου. Προτερον δε, φησι, δεικνυουσιν αυτον της πραοτητος εξω γεγονεναι, και ειθ' ουτω παθειν το απο οψεως γενεσθαι του Θεου.
«Εκ της προυχουσης»: Σημειωσαι οτι εξαιρετον και προυχον εις μιμησιν Θεου η πραοτης, και οτι δια την πραοτητα Μωϋσης λεγεται θεραπων Θεου.
«Φιλοτιμιας»: Φιλοτιμια κυριως το τιμης εφιεσθαι και εραν. «Θεοκριτω» δε ουχ ουτω τινι καλουμενω, αλλα το εκ Θεου εις το αρχειν κρινομενω και επιτηδειω.
«Τι δε τον θεοπατορα»: Οτι θεοπατορα καλει, δια τον Χριστον, τον Δαυιδ. Φησι γαρ ο θειος Παυλος· «Αφωρισμενος εις Ευαγγελιον, ο προεπηγγειλατο εν Γραφαις αγιαις περι του Υιου αυτου, του γενομενου εκ σπερματος Δαυιδ κατα σαρκα». Εικο¬τως ουν θεοπατωρ ο Δαυιδ.
«Καιτοι και θεσμος»: Γεγραπται γαρ εν τω νομω, ωστε και το του εχθρου υποζυγιον καταπιπτον εγειρειν.
«Αλλ' επι το αναντες»: Επι το υψηλοτερον. Σημειωσαι δε το φιλανθρωπον των αγγελων, και οτι δεονται υπερ εθνων του Θεου, και οτι ταις αποστατικαις επιτιμωσι δυναμεσι, τουτεστι τοις δαιμοσιν.
«Αλλα του οντως αγαθου»: Περι αγαθοτητος του Κυριου ημων Ιησου Χριστου του αληθινου Θεου. Οντως ειναι ποιει, τουτ' εστι διακρατει προς διαμονην.
«Και παντα βουλεται αει γενεσθαι»: Επειδη παντα ειπεν, εν (≡15Δ_436≡> δε τοις πασι και αψυχα και αλογα, προσθεις κατα την εκαστων επιτηδειοτητα, την υφορμωσαν αντιθεσιν προεθεραπευσε.
«Και φιλονεικει»: Πως ερα παντων ο Κυριος, και παρακαλει ημας μη εκπεσειν αυτου, οθεν και Παρακλητος ακουει.
«Και θρυπτομενων»: Θρυπτεσθαι κυριως το κατακλασθαι· λεγεται δε η λεξις και επι των ερωμενων, οι, την προς τους ερωντας αναβαλλομενοι συντυχιαν, τοιουτω τω σωματικω, τουτεστι κατακεκλασμενω, κεχρηνται ηθει. Οθεν λαμβανεται και επι αλ¬λων ομοιοτροπων πραγματων.
«Ομως προσιουσι προστρεχει»: Τα της ευαγγελικης παρα¬βολης του ασωτου υποτιθεται εν τουτοις, και τα ομοια. Θαυμασιως δε και το ολος ολους φησι, καταισχυνων τους τοτε αιρετι¬κους, οιτινες ψυχην μονην σωζεσθαι υπο Θεου, και ου σωμα, ελεγον. Ολος ουν, φησιν, ο Κυριος, ως ψυχην και σωμα λαβων, ολους ημας τους εκ ψυχης και σωματος σεσωκεν. Ησαν δε τοτε αιρετικοι απο Σιμωνος, ως δηλουσιν Ειρηναιος και Ιππολυτος. Και οι τα Ωριγενους δε δογματιζοντες τα αυτα φρονουσι. «Περιφυς» δε, αντι του 'περιπλακεις'.
«Δηλαδη τους αγαθους»: Σημειωσαι τινας φησι τους συγκαλουμενους φιλους· μετ' ολιγα δε τους αγαθους αγγελους ειναι τουτους νοει. Ορα δε πως νοει το, «Ινα η παντων ευφραινομενων η κατοικια».
«Συ δε, ως τα γραμματα σου δηλοι»: Συ δε, φησιν, ω Δημοφιλε, και τον ιερεα υβρισας, ειποντα ελεητον ειναι, τουτεστιν ελεους αξιον, τον ασεβη και μετανοουντα. Δοκει δε μοι ο Δημοφιλος πρεσβυτερον υβρικεναι· τους γαρ ιερεας πρεσβυτερους ειωθε καλειν, ως εν τω «Περι της εκκλησιαστικης ιεραρχιας» διετρανωσε. Και ενταυθα δε μετα βραχεα υποκατιων το ειρημενον και συνιστησι. Καθ' υπερβατον δε η συνταξις. Υβριζες τον (≡15Δ_438≡> ιερεα δικαιωσαντα και το, τον ασεβη ελεητον υπαρχειν, ηγουν ελεους αξιον.
«Τα Αγια των αγιων συνεστειλας»: Συνεστειλας αντι του εταπεινωσας, και εσμικρυνας η ου τουτο, αλλα συνεστειλας αντι του συνηξας, ως ειρηται, οιονει επηρας, εκ του θυσιαστηριου βαστασας, καιτοι διακονων και πρεσβυτερων τουτο ποιειν επιτε¬τραμμενων του νομου λεγοντος «Και ιερεις περιστελουσι τα α¬για», ως και εν τω εξης φυλλω φησιν.
«Ου θεμιτον ιερεα»: Οτι ου δει πρεσβυτερον, καν αμαρτανη, υπο διακονου η μοναζοντος ευθυνεσθαι, μη τι γε υπο λαϊ¬κων, ταυτα δε διχα αιρεσεως· υπερ γαρ την ταξιν των μοναχων, η των λειτουργων, ητοι διακονων. Και ει τουτο, πολλω μαλλον ουδε επισκοπον κατηγορεισθαι θεμις υπο τινος.
«Οι δε ιερεις αγγελοι»: Σημειωσαι οτι και ιερεις αγγελοι και υποφηται, τουτεστι διδασκαλοι των θειων κριματων εισι μετα τους ιεραρχας· και οτι περι πρεσβυτερου διωχθεντος και υβρισθεντος παρα μοναζοντος η επιστολη εγραφη, εντευθεν μαλιστα δηλουται.
«Δια μεσων των λειτουργων»: Σημειωσαι οτι οι τα θεια ζητουντες παρα πρεσβυτερων μαθειν, ου δι' εαυτων τουτο πραττειν οφειλουσι, καν υπαρχωσι μοναχοι, αλλα δια μεσων διακονων, και τουτο οταν αρμοδιος παρη καιρος.
«Δι' ων και το ειναι»: Ωσπερ ειπομεν ανω εν τη «Εκκλησια¬στικη ιεραρχια», εν τω περι μοναχικης τελειωσεως κεφαλαιω, δια πρεσβυτερων αυτοις διδοται το μοναχικον σχημα
«Η διακοσμησις»: Περι των εκκλησιαστικων διακοσμων, και τις η των μοναζοντων λειτουργια· αυτους γαρ καλει θεραπευτας. Ταυτα και εν τη «Εκκληστιαστικη ιεραρχια» φησιν.
«Αι πυλαι των αδυτων»: Διακονοις γαρ η φυλακη των της Εκκλησιας πυλων αφωρισται, ως εν τη «Εκκλησιαστικη ιεραρ¬χια», εν τω περι των ιερατικων τελειωσεων κεφαλαιω φησι, μετ' ολιγα της αρχης του κεφαλαιου.
(≡15Δ_440≡> «Των θειων παραπετασματων»: Οτι και τοτε παραπετασμα¬τα ην περι το θυσιαστηριον.
«Ουτε εχεις τι των προσηκοντων»: Σημειωσαι, οτι ο ατακτως και παρα τους ιερους θεσμους τοις αγιοις επεισπηδων, ουδεν εξ αυτων ουτε ιδειν, ουτε ακουσαι, ουτε εχειν πιστευεται, ει και ταις χερσιν αυτων απτεται.
«Ετολμησεν· ουπω γαρ»: Κατα κοινου το Ενδικως ετιμωρειτο, ωσανει και ουτος.
«Οταν υπερ αξιαν τις εγχειρων»: Οτι, ει και τα εικοτα τις ποιει, παρα την οικειαν δε ταξιν τε και αξιαν, και ουτος το εφικτον υπερβαινει.
«Δαιμονες αληθως θεολογουντες»: Περι των θεολογουντων τον Ιησουν δαιμονων.
«Αλλ' εκκηρυκτος»: Οτι εκκηρυκτος τη θεολογια πας αλλοτριεπισκοπος.
«Και οι ιερεις περιστελλουσι»: Τινες συναγειν και επαιρειν δυνανται τα αγια, και οτι ου πασιν εφικτον.
«Και Μαριαμ λεπρουται»: Σημειωσαι την αιτιαν δι' ην ελεπρωθη Μαρια η του Μωϋσεως αδελφη.
«Και επι τους Σκευα υιους»: Επι τους υιους δε του Σκευα τα δαιμονια εφηλατο, οτι μητε πιστευοντες εις Χριστον, μητε κεχειροτονημενοι εξωρκιζον τους δαιμονας, οπερ τοις επιορκισταις μονοις θεμιτον ην. Τουτο εν ταις Πραξεσι των αγιων Αποστο¬λων κειται.
«Ουδε τα δικαια μη κατ' αξιαν»: Σημειωσαι τι εστι, «δικαιως διωξεται το δικαιον», ο φησι Μωϋσης, και οτι ουδε τα δικαια θεμιτον μη κατ' αξιαν διωκειν. Εχεις δε τουτο και εν τοις εξης. Πλατεως δε τουτο διαγυμναζει Ωριγενης εν τω ι' των «εις τους Ιερεμιου Θρηνους».
(≡15Δ_442≡> § 2. «Τι ουν φης;»: Αντιθεσις ως εκ Δημοφιλου, οτι εστιν ασεβεια εν τοις ιερευσι μη ευθυνομενη.
«Εγω δε απολογησομαι σοι»: Απολογια προς την αντιθεσιν περι ιδιοπραγιας.
[α'] «Και μη τοπικως»: Οτι τα περι των αγγελικων υποβασεων και ταξεων ου τοπικως δει δεχεσθαι, οτι πλησιαζουσι Θεω, αλλα προς την εκαστου επιτηδειοτητα· [β'] ου γαρ εν τοπω ο Θεος εικοτως ουν ουδ' αι νοηται δυναμεις.
[γ']«Συμβολα Χριστοειδως»: Τουτεστι την των μυστηριων τελεσιουργιαν. Χριστοειδως δε, διοτι οι ιερεις, τοις θειοις επευχομενοι δωροις, ητοι συμβολοις, την του Χριστου ταξιν επεχουσιν.
§ 3. [δ'] «Αλλ' ου Δημοφιλω»: Ου γαρ εξεστι, φησι, Δημοφιλω, θεραπευτη οντι, ταυτα ευθυνειν τα αμαρτηματα.
«Δικαια δε εστι»: Τι εστι, δικαιως τα δικαια μεταδιωκειν, και οτι αγγελοις το δικαιον απονεμεται.
[ε'] «Δημοφιλος δε λογω»: Τουτεστι την εαυτου αλογιαν, και τον θυμον, και την επιθυμιαν της εαυτου φιλαρχιας κολαζετω ο Δημοφιλος.
[ς'] Σημειωσαι δε, ως εν πασι τοις ουσι δια των πρωτων τοις δευτεροις απονεμεται τα κατ' αξιαν.
[ζ'] «Αλλ' επαρχετω»: Κρατειτω, φησιν, ο λογος θυμου και επιθυμιας· ταυτα γαρ τα υφειμενα· εν τη τουτων γαρ εποχη η λογικη φαινεται εξουσια και δυναμις, ωστε μη απλως, αλλα προς τι χρησιμον κεχρησθαι αυτοις.
«Εκ Θεου νομοθετης»: Τον θειον Παυλον φησιν.
«Ουκ αξιοι της Εκκλησιας»: Εκ της προς Τιμοθεον επι¬στολης.
§ 4. «Τα καθ' αξιαν αφοριζε»: Σημειωσαι ταξιν επαινουμενην εκκλησιαστικην, ινα τοις μοναζουσιν οι διακονοι, και τουτοις (≡15Δ_444≡> οι πρεσβυτεροι, και τοις πρεσβυτεροις οι επισκοποι επιτιμωσι, τοις δε επισκοποις οι αποστολοι και οι τουτων διαδοχοι. Εν δε τοις των αποστολων διαδοχοις παρα των ομοταγων η επιτιμησις.
«Και τοις ιεραρχαις οι αποστολοι»: Σημειωσαι, οτι και επι¬σκοπων μειζους οι αποστολοι, και οι των αποστολων διαδοχοι, και οτι εκαστος παρα του αγιωτερου της αυτου ταξεως ευθυνεσθαι οφειλει. Αποστολων δε διαδοχους τους νυν πατριαρχας ηγουμαι ειναι.
«Ουκ οιδ' οπως κλαυσομαι»: Σημειωσαι την πικριαν, η μαλ¬λον συμπαθειαν του πατρος.
«Και γαρ ει μη του αγαθου»: Και γαρ ει μη νομιζεις, φησι, του αγαθου Θεου ειναι του παρ' ημων θεραπευτης, παντως και ημων και ολης της Εκκλησιας αλλοτριος υπαρχεις. Σημειωσαι δε, οτι ταχα εν παροικια τουτο του μεγαλου Διονυσιου ημαρτηθη, και οτι τον Δημοφιλον αυτος μοναχον της Εκκλησιας εταξεν.
«Η την διπλην αμαρτιαν»: Σημειωσαι ποιαν καλει διπλην αμαρτιαν, οταν αμαρτανων τις αγνοη οτι ημαρτε. Τουτο δε του Ιερεμιου εστιν, ως εφεξης σαφηνιζει· «Οτι δυο ημαρτεν ο λαος· εμε εγκατελιπον πηγην ζωης», και τα εξης.
«Οτι Δημοφιλος οιεται»: Πολλη και μεγαλη και συμπαθης παρακλησις τοις αμαρτωλοις.
«Αλλ' ο θεραρχικος ιεροτελεστης»: Τον Κυριον λεγει, οτι ουχ ομοια διαταττεται τοις υπο Δημοφιλου γεγενημενοις.
«Και ταυτα των αμαρτωλων»: «Αμαρτιαν γαρ ουκ εποιησεν, ουδε ευρεθη δολος εν τω στοματι αυτου», το του Αποστολου λεγων· αντικρυς το, «Αφωρισμενος απο των αμαρτωλων, και υψηλοτερος των ουρανων γενομενος».
(≡15Δ_446≡> «Δικαιοι δε των οικειων απολαυειν»: Τουτεστι της οικειας φιλανθρωπιας, και μη του σκοτους και τιμωριας.
«Και γαρ και τοις εις αυτον»: Εν τω κατα τον Λουκαν κει¬ται Ευαγγελιω.
§ 5. «Απαγε, ουκ εχομεν»: Πολλα σοι αγαθα γενοιτο, πατερ συμπαθεστατε!
«Και γαρ και ο θειοτατος»: Σημειωσαι οτι αμετοχους λεγει τους μαθητας του Κυριου Πνευματος του αγιου, ζητουντας πυρ επομβρησαι τοις Σαμαρειταις, ως εν τω Ευαγγελιω ευρισκομεν. Πως ουν προς αυτους ο Κυριος φησιν, «Ουκ οιδατε ποιου Πνευ¬ματος εστε;» Αλλ' ισως τουτο ειπε, δεικνυς ποια χαριτι διακονεισθαι εξελεγησαν· ισως δε και ο Πατηρ, προς το τελειον της δωρεας απιδων, ης ελαβον μετα την αναστασιν, τουτο ειρηκε, δια το γεγραφθαι· «Ουπω γαρ ην Πνευμα αγιον, οτι Ιησους ουδεπω εδοξασθη». Ιεροθετην δε καλει τον αγιον αποστολον Παυλον, ως χειροτονησαντα αυτω την αρχιερωσυνην της Εκ¬κλησιας των Αθηνων, καθως εν ταις ιεραις των αποστολων γεγραπται Διαταγαις.
«Διδασκεσθαι γαρ, ου τιμωρεισθαι χρη»: Σημειωσαι ωραιον και μαλιστα νυν χρησιμον, οτι διδασκεσθαι χρη, και ου κολαζεσθαι, τους αγνοουντας, ωσπερ και τους τυφλους οδηγουμεν, ου κολαζομεν. Το δε κατα κορρης τινες μεν τον κροταφον φασιν, ενιοι δε την γναθον, αλλοι δε μερος τι της κεφαλης. Βελτιον δε κορρην, ως εφην, τον κροταφον λεγειν· Ομηρος μεντοι κορσην αυτην καλει. Παροξυτονειται δε η κορρη. Εις τον κροταφον ουν ετυψεν ο Δημοφιλος τον μετανοουντα.
«Οι μεν γαρ αδικειν»: Σημειωσαι οια φησιν επακολουθειν τοις αδικειν η ευεργετειν τινας βουλομενους, καν μη προς εργον ηνεγκαν α εβουλευσαντο.
«Επιχειρουντες»: Εκεινους δηλαδη ους προηρεθησαν αδικησαι η ευεργετησαι, ου παντως, φησι, διεθηκαν, καθως εβουληθησαν. Προδηλον δε, οτι το μεν αβουλητον των ευεργετουμε¬νων, το δε παρα το αδρανες των αδικουντων.
(≡15Δ_448≡> «Και ενθαδε και εκει»: Οτι οι δικαιοι ου μονον εν τω μελλοντι αιωνι, αλλα και εν τω νυν βιω αγγελων αγαθων οπαδοι, ηγουν ακολουθοι, και συνοδοιποροι εισι.
«Το παντων αγαθων μεγιστον»: Οτι το παντων των αγα¬θων μεγιστον εστι το αει ειναι μετα Θεου.
«Και ενθαδε, και μετα θανατον»: Οτι οι αμαρτωλοι και εν τω βιω τουτω, και εν τω μελλοντι τιμωρουνται, μετα των δαιμο¬νων ειναι κατακρινομενοι υπο των ιδιων παθων α προετιμησαν.
«Επιμνησθησομαι»: Σημειωσαι την ορασιν του αγιου Καρ¬που, ποσης φρικης και παρακλησεως γεμει.
§ 6. «Γενομενον με ποτε»: Διηγημα ωραιον, οτι ου χρη τοις αμαρτανουσιν, ει και προς Θεον πταιουσιν, επαρασθαι. Σημειωτεον ουν την ιστοριαν, περιεχουσαν ανεκλαλητον ευσπλαγχνιαν του Κυριου ημων Ιησου Χριστου, και περι μετανοουντων. Λεγει δε και περι της αγιοτητος του θειου Καρπου. Εστι δε ου¬τος ο Καρπος ου μεμνηται ο Αποστολος εν τη β' προς Τιμοθεον Επιστολη.
«Κατα τας προτελειους ευχας»: Προτελειας μεν εκαλουν Αθηναιοι τας προ των γαμων μετα των θυσιων ευχας· τον γαρ γαμον τελος εκαλουν, ως τελειουν τα προς τον βιον τον ανθρωπον· και τουτο εκ πολλων κωμωδιας ποιητων δεικνυναι δυνατον. Μυστηριον γουν ειχον τον γαμον. Ελεγον δε προτελιζεσθαι και το προμυεισθαι, και οιονει προκαθαιρεσθαι εις ετοιμασιαν μυστηριου, ως Κρατινος δηλαδη εν Πυλαια δραματι. Μαλιστα γαρ τα μυστηρια τινος των ψευδωνυμων αυτων θεων τελη και τελετας εκαλουν, ως τελειουσας και εις το τελειον αγουσας τους τελουμενους. Το γουν παρ' Ελλησιν ασεβων λεγομενον εις το της αληθειας μυστηριον ωνομασεν ο μεγας Διονυσιος, και προ-τελειους ειπεν ευχας τας προ του ζωοποιου μυστηριου τελειοτατας δεησεις υπερ καθαρσεως και ακατακριτου μεταληψεως του τελειοτατου και τελειοποιου των θυσιων δωρου. «Εξεναγωγησε» δε αντι του, ως ξενον εδεξιωσατο.
(≡15Δ_450≡> «Ετι των Ιλαριων ημερων»: Ησαν τινες ημεραι τοις ειδωλολατραις, ας Ιλαριας εκαλουν· και αι μεν ησαν ιδιαι και ιλαριοι, ως οταν τις εγημεν η υιον εκτατο, αι δε κοιναι και δημοσιαι ιλαριαι εκαλουντο, ως οταν βασιλευς αναγορευομενος, τας δημοσιας Ιλαριας παρειχε. Και ουτε πενθιμα εν ταυταις φορειν εξην, αλλα και θεαι και θυσιαι καθ' εκαστην ημεραν διετελουντο δημοσιαι, και οι πεθνουντες επαυοντο και εθεωρουν, και εν ευωχιαις απαυστοις διηγον τας ωρισμενας ημερας ταις τοιαυταις Ιλαριαις. Ην δε και Ιλαρια, εορτη ιδικη Ρωμαιων εις τιμην της μητρος των θεων αυτων, μαλλον δε δαιμονων, ως φησι Δημοφιλος εν τω «Περι των παρ' αρχαιοις θυσιων και εορτων».
«Δια βιου παντος»: Τουτεστι μεχρι τα της παρουσης ενεστηκε ζωης. Σημειωτεον δε οτι δει τους θεοφιλεις δια βιου παντος νουθετειν τους πεπλανημενους, και εις επιγνωσιν αληθειας ελκειν. Σημειωσαι ουν αυτο· τινες γαρ αμαθως το εναντιον λεγουσι, κεχρημενοι τω αποστολικω ρητω τω λεγοντι· «Αιρετικον ανθρωπον μετα πρωτην και δευτεραν νουθεσιαν παραιτου», μη νοουντες των ειρημενων την δυναμιν, εκ των επομενων ρητων μαλιστα σαφηνιζομενην. Τοτε γαρ ευλογος η μετα πρωτην και δευτεραν νουθεσιαν παραιτησις, οταν ο διδασκων προς την παραιτησιν ελθη, ειδως οτι εξεστραπται ο τοιουτος, και λανθα¬νει, ων αυτοκατακριτος. Δηλον γαρ, ως εν τοις ιεροις διδασκαλοις αποκαλυπτεται και η των προσιοντων καταστασις. Ετεροι δε, το «μετα πρωτην και δευτεραν νουθεσιαν», ουτως ενομισαν, αντι του, μετα την εκ της Παλαιας και Νεας Διαθηκης διδασκαλιαν.
«Ειωθει γαρ εις τονδε»: Σημειωσαι, οτι η αποστολικη παραδοσις τους νυκτερινους των ψαλμωδιων κανονας παρεδωκεν.
«Εξω ταραχης»: Το «ου» αρνητικον μοριον προς το «εξω ταραχης» συντακτεον, ινα η το ολον τοιουτον· Διανισταται, ουδε των υπνων πολλων οντων, δια το εγκοπτεσθαι αυτους, απολαυσας, (≡15Δ_452≡> ουδε εξω ταραχης υπαρχων, δια το και τους υπνους εγκοπτεσθαι.
«Εδειτο του Θεου πρηστηρι τινι»: Πρηστηρ εστιν ελικο¬ειδης κινησις ανωθεν κατω αερος διαπυρου. Καιει δε το τοιου¬τον, οθεν και παρα το πιμπραν λεγεται.
«Απειρων ανθρωποειδως»: Σημειωσαι, οτι και ανθρωποειδως τοις αγιοις αγγελοι επιφαινονται.
«Υπο της των οικειων ποδων»: Σημειωσαι το «υπο της των οικειων ποδων αστασιας», ο δηλοι το ευπαραφορον της προαι¬ρεσεως μη βουλομενοι γαρ, ουκ επιπτον.
«Εις το αχανες»: Σημειωσαι, πως ο διαβολος ριπτει τους ανθρωπους εις το σκοτος το εξωτερον, οπερ ενταυθα αχανες καλει, τουτεστι βαραθρον, η απατων η ωθων τους πειθομενους αυτω. Εστι δε οτε και ασελγεις ανθρωπους συνεργους αυτου λαμβανει εις την ετερων απατην, ως και τον ειδωλολατρην επι του νυν απατηθεντα, περι ου ο λογος. Διο και εν τη οπτασια ανδρας ορα μεταξυ των οφεων, τουτεστι των δαιμονων, ελκοντας τους υπο του διαβολου νικηθεντας, ων ημας ο Κυριος ελευθερωσοι.
«Υπο του κακου»: Σημειωσαι το «υπο του κακου», τουτεστι της αμαρτιας, οπερ κυριως κακον εν προαιρεσει τικτομενον φαμεν. Το δε «ακοντες και βιαζομενοι» μη αναγκαστικην τινα δυναμιν, τουτεστι τον διαβολον νοητεον, ως Μανιχαιοις και Μεσαλιανοις δοκει· αλλ’ οτι πειθομενοι το κακον πραξαι, τω απατωντι χωραν διδοαμεν συνεχως ημιν επιτιθεσθαι, εξ ημων καθ' ημων λαμβανοντα την ισχυν· αδυνατησει δε, μη πειθομενων η¬μων, επειδη εγγυς εστιν ημων η βοηθεια του Θεου συνεπιλαμβανομενη, ως δηλοι τα εξης.
«Και χειρα αγαθην ορεγειν»: Σημειωσαι την αφατον του Κυριου ευσπλαγχνιαν.
«Της χειρος ηδη προτεταμενης»: Της χειρος του Καρπου δηλονοτι.
(≡15Δ_454≡> «Μη αλλων»: Των σταυρουντων δηλαδη, τω Καρπω φησιν ο Κυριος.
«Αγαθων και φιλανθρωπων»: Σημειωσαι, οτι και αυτος ο Κυριος αγαθους και φιλανθρωπους καλει τους αγγελους.

ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ Θ'

§ 1. Ο αγιος Τιτος ουτος εστιν ο τω Αποστολω γνωριμος, ον και Κρητης κατεστησεν επισκοπον, ως η προς αυτον Τιτον γραφεισα Επιστολη παρα του θειου Παυλου φησιν.
«Αλλ' εν τη Συμβολικη»: Τι περιεχει η «Συμβολικη θεολο¬για» του μεγαλου Διονυσιου.
«Εναπομοργνυνται»: Απομορξασθαι εστι το εναπομαξασθαι και εμβαλειν τι εις την εαυτου διανοιαν, εκ μεταφορας των ζωγραφων, οι, προσεχοντες τη αληθεια γραφουσι τας εικονας. «Της απορρητου δε σοφιας πατερας» τους προφητας φησιν.
«Ουτω γαρ αν θεωμενοι σεφθειημεν»: Σεφθειημεν αντι του εν σεβασμω ποιησοιμεθα, τιμησοιμεν, θαυμασοιμεν, εκπλαγειημεν. Σημειωσαι δε επι της αγιας και προσκυνητης Τριαδος το· «Πηγην ζωης εις εαυτην χεομενην, και εφ' εαυτης εστωσαν» δεικνυται γαρ εντευθεν και το ομοουσιον, και οτι η μονας εις Τριαδα προελθουσα, μεχρις αυτης ισταται. Ουτω και ο θεολογος Γρηγοριος εν τω πρωτω Περι Υιου λογω φησι, και εν τω δευτερω Ειρηνικω. Σημειωσαι δε το· «Αει δι' εαυτης εαυτην θεωμενην»· πε¬ρι της αγιας δε Τριαδος και τουτο φησι.
«Τα γαρ εκτος αυτης»: Της αυτης, δηλονοτι συμβολικης πλασεως. Κειται δε και ενταυθα το μεν «οποσης» αντι του «πολ¬λης», το δε «τα εκτος», ητοι τα προχειρως, εκ της λεξεως υπαγο¬ρευομενα.
«Γαστερα Θεου σωματικως»: Γαστερα Θεου δια το «Εκ γαστρος προς Εωσφορου». «Λογον εις αερα», δια το, «Εξηρευξατο η καρδια μου λογον αγαθον». «Πνευμα εκπνεομενον», δια το, (≡15Δ_456≡> «Και τω πνευματι του στοματος αυτου». «Κολπους» δε, δια το, «Μονογενης ο ων εις τον κολπον του Πατρος». «Φυτικος» δε, ηγουν κατα την των φυτων ιδεαν, δια το, «Ξυλον ζωης εστι», και το, «Εκ βλαστου, Υιε μου, ανεβης», και το, «Ανθησει και εκβλαστησει Ιακωβ», επι Χριστου ληφθεν, ου ο καρπος της σωτηριας επληρωσε την γην, και τα ομοια. Σημειωσαι ουν, πως ειρηται επι Θεου γαστηρ, και ερυγη του λογου, και τα τοιαυτα.
«Η πηγας υδατων»: Πηγας υδατων κατα το, «Παρα σοι πηγη ζωης», και το, «Εμε εγκατελιπον πηγην ζωης υδατος ζων¬τος», και οσα τοιαυτα. «Απαυγασματα» δε, δια το, «Ος ων απαυγασμα της δοξης», και, «Κυριε, εν τω φωτι του προσωπου σου πορευσονται, και εν τω φωτι οψομεθα φως», και τα παρα¬πλησια.
«Επι δε των νοητων»: Δηλωτικα «των μεν προνοιων» το, «Ως αετος σκεπασει την νοσσιαν εαυτου» και τα συν αυτω, το «δωρεων» δε, ως το, «Ανοιγεις συ την χειρα σου», και το, «Ο διδους τροφην παση σαρκι»· μαλλον δε και τουτο της προνοιας γνωριστικον. «Εκφανσεων» δε, δια το εν σχηματι ανθρωπου οφθηναι τοις εν τη Παλαια αγιοις, και εν ειδει περιστερας, το Πνευμα το αγιον. Προνοιας δε, και το των ασεβων τιμωρητικον· ειρηται γουν παρα τω Προφητη «Ως αρκτος απορουμενη, και ως παρδαλις». Των μεν ουν «δυναμεων» υπογραφικα οφθαλμοι και ετερων σωματικων μελων ονοματα, «ιδιοτητων» δε, ως παρα το Αμως αδαμας· ιδιον γαρ της θειας φυσεως το απαθες και αδαμαστον. Ωσπερ ουν και το αναλωτικον των μοχθηρων εξεων, καθ' ο ειρηται «Ο Θεος ημων πυρ καταναλισκον». Και τα λοιπα δε των ειρημενων, προδηλα τοις φιλοπονοις· και η τουτων ανα¬γωγικη τε και αλληγορικη θεωρια, ουκ ασυμφωνον. Εστι δε και (≡15Δ_458≡> λαβειν «ληξεις» μεν και «μονας», το της θειας φυσεως αναλλοιωτον και αμεταστατον, οπερ δια των θεμελιωτικων λιθων υποδηλουται· «προοδους» δε και «διακρισεις» την των φυσικως αυτω ενυπαρχοντων αγαθων μεταδοσιν, ωσπερ εν υποδειγματι, η εκ του κρινου ευοσμια, παρ' ο και λεγεται «ανθος του πεδιου, κρινον των κοιλαδων». Ουτως ουν νοητεον και «τας ενωσεις» το προς αυτον επιστρεπτικον και συνδετικον των κτισματων, δια του ακρογωνιαιου λιθου δηλουμενον. «Κοσμους δε γυναικει¬ους» τα παρα τω Ησαια κειμενα, το παντοδαπον της θειας προ¬νοιας υπογραφοντα. Ωσπερ ουν και την «χωνειαν» και το «χωνευτηριον» υποληπτεον την αναπλαστικην προνοιαν, η την διακριτικην τε και καθαρτικην δυναμιν. Τα γαρ της οπλητικης δια¬σκευης προδηλα μεν ενθα κεινται· δηλουσι δε το καθαιρετικον και αφανιστικα των εναντιων. «Βαρβαρικας δε οπλοποιιας» ισως εκεινο το, «Εν ιματισμω διαχρυσω» και, «Περιζωσαι την ρομφαιαν σου επι τον μηρον σου, δυνατε». Η γαρ ρομφαια βαρβαρικον εστιν οπλον, ως ιστορει Φυλαρχος. Ομοιως δε και βα¬ναυσος εστι πας τεχνιτης δια πυρος εργαζομενος.
«Και δαιτας τινας»: Δαιτας τινας τας ευωχιας φησιν, ως εν τω Ευαγγελιω, οτε ο μοσχος ο σιτευτος, και τα λοιπα, γινεται εν τω ασωτω υιω.
«Τα πολυειδη και λοξα»: Αμαρτιας επαγγελιων εν τουτοις φησι το εν τισι των προρρησεων, κατα το προχειρον δοκειν, μη τελος λαβειν τα επαγγελθεντα· οιον εστιν, ως εκ πολλων ολιγα παραθεσθαι, το προς τον Ιακωβ λεχθεν, «Γινου κυριος του αδελφου σου», και τα περι της διαμονης της εις την βασιλειαν του σπερματος Δαυιδ, απερ εν τω προφανει διημαρτον της εκβασεως, κατα δε την ακριβη θεωριαν ουδαμως. Το μεν γαρ του Ιακωβ δια της των εξ αυτου επικρατειας και της εις Χριστον αναγωγης πεπληρωται, ωσπερ και αι προς τον Αβρααμ επαγγελιαι (≡15Δ_460≡> περι της κατασχεσεως της γης και της των εθνων ευλογιας. Τα δε προς Δαυιδ μονως εις τον Χριστον αναφερεται, Ομοιως δε και τα περι Σολομωντος δοκουντα εν τω μδ' ειρησθαι ψαλμω. Τας ουν εν τουτοις εξηγητικας αποδοσεις, το ποικιλον εχουσας, πολυειδη εκαλεσε σοφισματα, ουχ ως παραλογιστικως τεχναζομενα την αληθειαν, αλλ’ ως σαφως αναπτυσσοντα το ζητουμενον.
(Περι του Ασματος των ασματων, οτι αγιον κατα τους αγι¬ους τουτους· Θεοδωρος γαρ ο Μοψουεστιας διεβαλεν αυτο ηλιθιως πανυ).
«Των συνθηματων»: Συνθηματων φησι των συμβολικως γινομενων, α υπερ εαυτων, τουτεστιν υπερ του ουτως νοεισθαι αυτα, ως το φαινομενον εχει και το γραμμα ψιλως υπαγορευει· ου τυπωθηναι φησιν, αλλα προκαλυμμα ειναι και τυπον των βαθυτερων νοησεων και υποληψεων. Τουτο δε φησιν, οτι τα συμβολα ουχ υπερ εαυτων τα συνθηματα τα μυστικα επενοησαν, αλλα δια τους αναξιους, ινα μη, προκειμενα αυτοις, ευκαταφρονητα δοκοιη.
«Την μεν απορρητον»: Την μεν απορρητον και μυστικην παραδοσιν της Γραφης αυτην επεξηγειται, καλων συμβολικην, ατε δια συμβολων χρησμοδοτηθεισαν· αλλα και τελεστικην, ως τας τελετας των μυστηριων εν συμβολοις παραδιδουσαν δια της ιερατικης παραδοσεως. Ταυτην δε την απορρητον ητοι συμβολικην φησιν εχειν συμπεπλεγμενην τω ρητω, τουτεστι τω ρηθηναι επιτετραμμενω συμβολω, και το αρρητον, ητοι μυστικον. Συνεσκιασται γαρ εν τω συμβολω το αληθες και αδημοσιευτον, ως εν τω νομικω πασχα το αληθες, οπερ ειρηται· «Το Πασχα ημων υπερ ημων ετυθη Χριστος». Το δε δευτερον μοριον της θεολο¬γικης παραδοσεως εμφανες εστι και γνωριμον, ου μην δια συμβολων· οπερ και φιλοσοφον καλει και αποδεικτικον, οιον εστι το τα ηθικα και φυσικα και πρακτικα της δημιουργιας παραδιδον. Τουτο δε το εμφανεστερον εχει τινα πειθω, και συνδεδεμενην (≡15Δ_462≡> την αληθειαν τοις λεγομενοις· κατα τουτο γαρ εστι και αποδεικτικον. Το δε συμβολικον ουκ εχει το πειθειν, αλλ’ ενεργειαν τινα θειαν αφανη και δραστηριον, ητις μυστιριωδεις και θεωρητικας ψυχας δια των μυστικων, ητοι συμβολικων, αινιγματων ενιδρυει, και οιονει θεμελιοι εις Χριστον, δια των μη λογω διδα¬σκομενων μυστηριων, αλλα σιγη και αποκαλυψει ελλαμψεων Θεου φωτιζει τον νουν εις τας των αρρητων μυστηριων κατα¬νοησεις. Σημειωσαι δε, ως διπλη εστι των θεολογων η παραδοσις, και πως, και ποια εστι.
«Και την μεν συμβολικην»: Συμβολικην και τελεστικην την δια συμβολων τελουμενην, οια τα της νομικης λατρειας, και τα της μυστικης της παρ' ημιν ιερουργιας μυστηρια, ει και μαλλον υψηλα τε και πνευματικα τα ημετερα. «Φιλοσοφον δε και αποδεικτικην» την δια της κατανοησεως των κτισματων, και τινων θειων οικονομιων και της θεωρητικης εξηγησεως των περι Θεου λεγομενων εν ταις Γραφαις συνισταμενην.
«Πειθει και καταδειται»: Πειθει και καταδειται, οιονει δεσμον τινα και σφραγιδα επιτιθησι τοις λεγομενοις την αληθειαν, και το πιστον τοις ακουουσι διδωσι. Το δε συμβολικον δια των τελουμενων προσοικειοι τω Θεω, πραγματικη εξει τε και τυπω¬σει, οπερ και «αδιδακτους μυσταγωγιας» εκαλεσεν.
«Η της νομικης παραδοσεως»: Οτι ου μονον η νομικη παραδοσις, αλλα και η τελετη των καθ' ημας μυστηριων των ιερων εδεηθη συμβολων. Και ουδεν θαυμαστον, οπου και οι αγγελοι δι' αινιγματων τα θεια μυστηρια προαγουσι. Και αυτος ο Κυ¬ριος εν παραβολαις φαινεται θεολογων.
Της των θεολογων παραδοσεως
η μεν απορρητος και μυστικη, ητις εστι και συμβολικη και τελεστικη, και δραστικη· η δε εμφανης και γνωριμος, ητις εστι φιλοσοφος και αποδεικτικη και πιθανη.
«Συμβολων»: Φυσιολογια την αιτιαν εχουσα, δια τι τα μεν συμβολικα, τα δε αχραντα της Γραφης παραδεδοται.
(≡15Δ_464≡> «Δι' αινιγματων»: Δι' αινιγματων, ως ο παρα τω Ζαχαρια αγγελος τα περι του Ιησου του Ιοσεδεκ και της στολης αυτου τυπων και λεγων· και παρα τω Δανιηλ ο Γαβριηλ τα περι Χριστου διηγουμενος και τα συν αυτω μυστικα υπαγορευων, και ετερα τοιαυτα. «Θεουργα» δε φησιν η τα Θεον αποτελουντα τον μετεχοντα αυτων, η τα παρα Θεου ειργασμενα
«Δια τυπικης τραπεζωσεως»: Τραπεζωσιν φησι τα εν τη θεια τραπεζη δια του αγιου αρτου και του ποτηριου της ευλο¬γιας τελουμενα μυστηρια. Σημειωσαι δε, οτι και η παλαια και η νεα Γραφη πολλα δια συμβολων παραδιδωσι, και δια τι.
[α'] «Την ανθρωπινην ζωην»: «Αμεριστον» οιμαι ειρηκεναι αυτον την ανθρωπινην ζωην και «μεριστην», το μεν δια το της ψυχης αμερες και ασωματον, το δε δια το του σωματος ποικιλον τε και πολυμερες. Ορα δε, πως θαυμασιως τα της ψυχης παρα¬διδωσι. Το μεν γαρ αυτης αμεριστον φησιν, ο και απαθες καλει· τουτο δε εστι το της ψυχης ακραιφνεστατον και αυτο, ως αν τις ειποι, το ανθος, οπερ εστιν ο νους, ο και το λογικον προχεων, καθ' ον νουν και νοερα η ψυχη, εν ωπερ νω τα απλα και οιον γυμνα συμβολων χωρις μυστηρια επιστητως εποπτευεται. Το δε αυτης μεριστον εστιν, ο και παθητικον φησι, τουτο δε εστιν η της ψυχης δυναμις, η προς τας αισθησεις ενουμενη δια του πνευματος του μεσου της ψυχης και του σωματος, εν ω πνευματι εναπεστηριγμεναι εισιν αι της αισθησεως και των διανοησεων των δια της σκεψεως γνωριζομενων δυναμεις. Τουτο ουν παθη¬τικον εστι της ψυχης, ατε δια των αισθησεων εις προσπαθειαν ταυτης των αισθητων καταφερομενης. Τουτο δε το μερος, φερε ειπειν, της ψυχης, ως ο νους, ουκ εστι καθαρον, ουτε εποπτευσαι δυναται τα θεια και επιστητα και νοητα αμεσως, αλλα δειται μεσου τινος παχυτερου, καθαπερ χειραγωγουντος αυτο επι τα απλα και αμεριστα, οπερ ποιει τα συμβολα δια των μεριστων, τουτεστι των αισθητων και φαινομενων επι τα αρρητα ξεναγουν.
(≡15Δ_466≡> [β'] «Και το μεν απαθες της ψυχης»: Απαθες της ψυχης το νοερον, ουχ ως παντη αμετοχον παθους, αλλ' ως εξωθεν του πασχειν ουκ εχον τας αφορμας, ωσπερ το σωμα πλειστοις υποπιπτον κακοις συμπτωμασιν, απερ η ψυχη ανευ της οικειας εκουσιοτητος ουχ υπομενει. Παθητικον δε αυτης το δια των αισθη¬σεων αντιληπτικον των εξωθεν, ωτινι συγγενες εφη το δια συμ¬βολων σωματικως παραδιδοσθαι τα θεια, δι' ων προς την των αΰλων αναγομεθα θεαν.
[γ'] «θεολογιας σαφους»: Οτι και οι θεολογιας σαφους και γυμνης προκαλυμματων ακηκοοτες, τυπους τινας εν εαυτοις αναπλαττουσι προς νοησιν τους ακροωμενους χειραγωγουντες· «Αλλως»· Θεολογιας σαφους, οιον «Ωφθη Κυριος τω Αβρααμ, η τω Μωϋσει» και, «Ειπεν ο Κυριος» και, «Εγενετο ο λογος Κυριου προς τον προφητην», και τα τοιαυτα. «Σαφους» δε, ως ου δια συμβολων τυπωτικων. Τυπον ουν φησιν αναπλαττομενον, ην επινοουμεν επι τοις τοιουτοις ρητοις ευσεβη θεωριαν και τη θεια φυσει καταλληλον.
§ 2. [δ'] «Τυπον τινα προς την νοησιν»: Ωσπερ οταν εκ δεν¬δρων τας υποστασεις της προσκυνητης Τριαδος παριστησιν ο θειος Αθανασιος, και εξ αλλων οι λοιποι αγιοι. Τι και η του κο¬σμου δημιουργια των αορατων του Θεου προβεβληται, τροπον τινα συμβολων ταξιν επεχουσα.
[ε']«Καθαπερ φησι Παυλος»: Ο μεν Αποστολος ουτω φησι· «Τα γαρ αορατα αυτον, η τε αιδιος αυτου δυναμις, εν τοις ποιημασι καθοραται». Ο δε Χριστος (τουτον γαρ, οιμαι, καλει τον αληθη Λογον) οταν λεγη· «Ει τα επιγεια ειπον υμιν, και ου πιστευετε, πως, εαν ειπω υμιν τα επουρανια, πιστευσετε;», και οσα τοιαυτα.
[ς'] «Διο και οι θεολογοι»: «Πολιτικως μεν και εννομως» την των κατορθουντων αποδοχην και ευπαθειαν και των πλημμελουντων την κακωσιν και κατακρισιν. «Καθαρτικους δε και α¬χραντους» τας νουθεσιας και προφυλακτικας παραινεσεις. «Ανθρωπικως (≡15Δ_468≡> δε και μεσως», οιον τας πευσεις, ως το· «Που Αβελ ο αδελφος σου;» και το, «Καταβας οψομαι» και το, «Κυριος εξε¬ταζει τον δικαιον και τον ασεβη». Ατινα και μεσως εχουσι των τε Θεω πρεποντων και των παντη απεμφαινειν δοκουντων, τουτεστι ομοιωσεως θηριων και υλων αψυχων. «Υπερκοσμιως δε και τελεσιουργικως» φησι τας λογω και μονω βουληματι παραδοξοποιιας. «Νομους δε φαινομενους», ως οταν απολογιας α¬ξιοι την εν ερημω βιασθεισαν παρθενον, και τα ομοια. «Αφανεις δε θεσμους», οιον, «Τον Ιακωβ ηγαπησα, τον δε Ησαυ εμισησα», και ετερα τοιαυτα. (ζ') «Πολυτροπως» δε εφη ο πα¬τηρ, διοτι τα μεν συμβολικως, τα δε αχραντως και υπερκοσμιως η Γραφη παρεδεδωκε.
«Τα μεν πολιτικως»: Της φιλοσοφιας το μεν εστι πρακτικον, το δε θεωρητικον. Και του μεν πρακτικου το μεν εστι κοινον, ο και πολιτικον καλειται, οιον το νομοθετικον, το δε ιδιον, οιον το ηθικον. Μεσον δε πρακτικου το οικονομητικον. Του δε θεωρη¬τικου το μεν ωνομασται φυσικον, το εν αισθητοις και μεταβλητοις, ο και κοσμολογικον εστι, το δε εποπτικον και θεολογικον, το εν νοητοις και αϊδιοις. Ταυτα νυν εξεθετο εν τουτοις. Μεσον δε του θεωρητικου το εν αϊδιοις και αισθητοις, οπερ εστιν αστρονομικον και μαθηματικον, οπερ η μεν Γραφη ου λε¬γει, οι δε Εβραιοι εν τω Δευτερονομιω εχουσιν.
[η'] «Ου γαρ ιστοριαν ψιλην»: Οτι τα συμβολικως, ητοι ι¬στορικως, τη Γραφη ειρημενα ουχ ιστοριαν εχει ψιλην, αλλα ζωτικην τελειωσιν. Ζωτικην δε τελειωσιν λεγει το σκοπον ειναι τοις αγιοις δια των Γραφων προς την αιωνιον ζωην τελειουσθαι τους διδασκομενους. Ταυτα δε φησι, δεικνυς αναγκαιως την αναγωγην και αλληγοριαν παραλαμβανεσθαι.
«Ιεροπρεπως διαβαινειν»: Διαβαινειν γραφεται και διαβαλλειν, (≡15Δ_470≡> ο εστιν εισβαλειν και εισελθειν, εισω τε γενεσθαι του πραγματος· ουτω φησι και Διογενιανος.
«Τα υπερουσια φωτα»: Υπερουσια φωτα και νοητα και θεια, την παναχραντον και παναγιαν Τριαδα φησι, νοητους δε αγγελους τους υπεραναβεβηκοτας. Την δε διαφοραν τουτων περατεθεικαμεν εν τω «Περι θειων ονοματων» τελειως.
«Κατα των νοητων αυτου προνοιων»: Επι μεν προνοιων, ως το εν Ευαγγελιοις, «Πυρ ηλθον βαλειν επι την γην», λογων δε, ως παρα τω Ιερεμια· «Ουχ ουτως οι λογοι μου ωσπερ πυρ, λεγει Κυριος;». Την του πυρος ουν εικονα δηλονοτι επι του Θεου αλ¬λως δει εκλαβειν, και αλλως επι των νοητων, αγγελων δηλονοτι και προνοιων Θεου και λογων.
«Και την μεν κατ' αιτιαν»: Την του πυρος εικονα κατ' αιτιαν, δηλαδη επι των λογιων Κυριου· την δε καθ υπαρξιν επι Θεου, την δε κατα μεθεξιν επι των αγγελων. Το δε καθ' υπαρξιν του κατα μεθεξιν διαφερει εν τουτοις· το μεν γαρ δηλοι ουσιαν καθ' εαυτην ουσαν και επεισακτον εχουσαν το θεοειδες, ωσπερ επι των αγγελων· το δε καθ' υπαρξιν πραγμα η Λογιον θειον, τουτε¬στιν εκ Θεου προαχθεν.
«Ως η κατ' αυτα θεωρια»: Οτι προς τα υποκειμενα και οι τυποι νοοουνται, καν οι αυτοι ωσιν.
«Υφ' υμων ζητησιν»: Ηλθεν εις ερωτησιν και το των Πα¬ροιμιων προβλημα, και φησι περι δυναμεως τροφης.
«Την δε υγραν»: Σημειωσαι οτι το πινειν «υγραν τροφην» εκαλεσε.
«Κρατηρ περιφερης»: Θεωρια του κρατηρος και της αυτου περιφερειας.
«Αναρχου και ατελευτητου»: Αναρχον φησι του Θεου την προνοιαν, ουχ οτι των οντων ως συναρχων προενοει κατα τους αφραινοντας και λεγοντας, Αμα Θεος, αμα παντα, αλλ’ οτι και (≡15Δ_472≡> πριν η πραχθηναι τα οντα εν ταις ιδεαις, ητοι παραδειγμασι του Θεου, τουτεστιν εν ταις αϊδιοις αυτου νοησεσιν (ας προορισμους ονομαζειν τον θειον Παυλον εν τω «Περι θειων ονοματων» εφημεν), καθ' ας ιδεας και νοησεις του Θεου τα μελλοντα παραγεσθαι προετετυπωτο, και η προνοια του Θεου αναρχως προϋπηρχε πασης κτισεως. Προνοιας γαρ θειας ην, ητοι προεννοησεως, το βουλεσθαι παραγαγειν κτισιν την απολαυσουσαν της προνοητικης αυτου αγαθοτητος. Κατα τουτο ουν και ατελευτη¬τος η προνοια λεγεται εις τους αθανατους αγγελους και τους απαθανατισθησομενους ημας, και τα δι' ημας αγαθα εσομενη.
«Οικοδομουσα δε και η σοφια»: Τι εστι το «οικοδομειν την σοφιαν εαυτη οικον», και εν αυτη ετοιμαζειν α εφη, και εξω ειναι αυτου, και εν αυτω.
«Και εν τω παντι γιγνεται»: Περι τουτου ειρηται και εν τω «Περι θειων ονοματων», πως εστως και κινουμενος. Σημειωτεον δε οτι προνοιαν τον Θεον φησιν.
«Εν τω αυτω καθ' υπεροχην»: Και εν τουτοις το «καθ' υπεροχην» προς το μη κατα στερησιν και ανυπαρξιαν λαβειν ημας τα προκειμενα, ειληπται.
«Και εστηκως»: Ενταυθα δοκει μοι σαφηνιζειν, τι εστια, τουτεστιν η ως εστι διαμονη, απο του εστι παρηγμενου του ονο¬ματος της «εστιας».
«Και ουδαμως εξω αυτου»: Επειδη το μεν εστως επι της κατα το αναλλοιωτον μονιμοτητος ελαβε, το δε κινουμενος επι της εις τα οντα προνοιας, εφ' εκατερου τουτων νοειν ημας χρη και προσεπαγειν το «καθολου», ινα η τοιουτον το λεγομενον Ουτε εστως καθολου, ως μη κινεισθαι προνοητικως, ουτε κινουμενος καθολου, ως της οικειας μεθιστασθαι μονιμοτητος. «Αλ¬λως· Οτι το 'αει εσταναι και κινεισθαι' περι Θεου λεγομενον την εν τη μονιμοτητι προνοητικην αυτου ενεργειαν δηλοι. Το δε 'μηδε εσταναι μηδε κινεισθαι' την εν τω προνοειν αυτου μονην παριστησι. Παντα δε τα ενταυθα εν τω «Περι θειων ονοματων» πολλακις διεληλυθαμεν.
(≡15Δ_474≡> § 4. «Την μεν ουν στερεαν τροφην»: Τις η στερεα τροφη, και τις η υγρα· και οτι στερα τροφη εστιν η μονιμος τελειοτης.
«Και δυνατην και ενιαιαν»: Ενιαιαν και αδιαιρετον γνωσιν φησι το εν τοις περι Θεου λογοις μη προς τας υλικας εννοιας καταμεριζεσθαι τον νουν, αλλα μονοτροπως το υπερ φυσιν και ανεξιχνιαστον της θειας φυσεως λογιζεσθαι τον τα αισθητηρια του εντος ανθρωπου γεγυμνασμενα εχοντα.
«Και μεριστων»: Κατα κοινου το συνθεμα φερειν οιομαι της διαχυτικης, και τα εξης.
«Χειραγωγουσης»: Ουχ ενι γαρ τροπω, αλλα πολυειδει και ποικιλω τους διδασκομενους επι το τελειον της θεογνωσιας αγεσθαι ισμεν.
(Δια τι δροσω και υδατι και γαλακτι και οινω και μελιτι τα θεια παρεικαζεται λογια, και τις η εκαστου τουτων δυναμις).
«Δωρειται τοις προσιουσι»: Τι δηλοι τα συμβολα.
«Το αληθως ευωχειν»: Σημειωσαι, οτι το της ευωχιας ονομα ο πατηρ εις το «ευ εχειν» ετυμολογει.
«Ζωοποιος αμα και κουροτροφος»: Το τρεφειν νεανιας αγα¬θους. Εξ Ομηρου δε τουτο· 'κορος' γαρ ο νεανιας, και κατα πλεονασμον του 'κουρος', οθεν και 'κουροτροφος'.
§ 5. «Θεος μεθυειν λεγεται»: Σημειωσαι πως μεθυειν λεγεται ο Θεος, και εκ τινος και τις η εφ' ημων μεθη, και πως λεγεται επι Θεου εκστασις.
«Υπερ το νοειν ων»: Οτι ο Θεος και υπερ το νοειν εστι, και υπερ το νοεισθαι, και υπερ το ειναι.
«Μεμεθυσμενος αμα»: Σημειωσαι εν συντομω, πως μεμεθυσμενος και εξεστηκως λεγεται ο Θεος.
«Κατα τον αυτον εκληψομεθα»: Τινα τα λεγομενα δειπνα, ητοι συμποσια, εν τη βασιλεια των ουρανων.
«Την ανακλισιν»: Τις η εν τη βασιλεια των ουρανων ανακλισις· οτι αναπαυσις και αβλαβης ζωη, και τα εξης.
«Καθ' ην ευφροσυνην»: Την ευφροσυνην, ητοι το ευφρονειν (≡15Δ_476≡> (τουτο γαρ εστιν ευφροσυνη), τον Ιησουν εικοτως λεγει.
§ 6. «Και τον ευφημουμενον υπνον»: Πως ελαβεν επι Θεου υπνον και εγρηγορσιν.
«Την συμβολικην θεολογιαν»: Σημειωσαι τι περιεχει η «Συμβολικη θεολογια». Διεξοδικωτερον δε, τουτεστι πλατυτερον, διηρθωται και διατετυπωται.

ΕΙΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ Ι'

Η μεν επιστολη αξια της αρχαιοτητος εκεινης της ιερας, και τον μαθητου, ον ηγαπα ο Ιησους, την χαριν απαγγελλουσα. Ε¬στι δε συμβαλειν εκ της προς τον αγιον Πολυκαρττον ζ' ουσης, ειναι τον μεγαν Διονυσιον, οτε ταυτα εγραφεν, ετων περι που ενενηκοντα. Εν μεν γαρ τη προς τον αγιον Πολυκαρπον φησιν, εν τη κατ' Αιγυπτον Ηλιουπολει διαγων, θεασασθαι την παρα φυσιν γενομενην εκλειψιν του ηλιου εν τω σωτηριω σταυρω του Χριστου, οπερ γεγονε τω ιη' ετει της Τιβεριου βασιλειας τω γαρ ιε' ετει αυτου ηρξατο του κηρυγματος ο Κυριος Ιησους, ως εν τω κατα Λουκαν δηλουται Ευαγγελιω. Τρια δε ετη μετ' ολιγων μηνων κηρυξας, εκων πασχει ο Κυριος και Θεος ημων, ως ειναι Τιβεριου ιη' ετος. Εβασιλευσε δε Τιβεριος αμφι τα κγ' ετη, ως ειναι απο του σωτηριου παθους εως τελευτης Τιβεριου σχεδον ετι εξ. Εξωρισθη δε ο αγιος ευαγγελιστης Ιωαννης εν Πατμω τη νησω, ητις εστι μια των Κυκλαδων, περι το τελευταιον ετος της Δομετιανου βασιλειας. Εβασιλευσε δε ουτος ετη ιε' και μηνας ε'. Συναγονται δε απο του ιη' ετους Τιβεριου, οτε η εκλειψις, εως της τελευτης Δομετιανου ετη ξδ' περι που και μηνας ζ'. Υποθωμεθα δε και τον θειον Διονυσιον, οτε τα επι τω σταυρω του Κυριου ειδεν, ειναι κε' ετων, ατε οιμαι, και ετι αναγινωσκοντα, ως ειναι τα παντα αμφι τα ενενηκοντα ετη. Μεμνηται δε της επι Δομετιανου εξοριας του αγιωτατου Ιωαννου, και Ειρηναιος εν τριτω και πεμπτω των «Κατα αιρεσεων», ενθα και τον χρονον (≡15Δ_478≡> εσημειωσατο, και Κλημης ο Αλεξαδρευς, εν τω λογω τω περι, «Τις ο σωζομενος πλουσιος».
«Ουδε γαρ εν τοις αιωσι»: Σημειωσαι, οτι ουχ ο Θεος αιτιος του αφορισμου τοις αμαρτωλοις της εν αριστερα στασεως, αλλ’ αυτοι εαυτοις αιτιοι τουτων οι αμαρτωλοι, παντελως εαυτους αφορισαντες του Θεου.
«Και θεωνυμια»: Θεωνυμιαν φησιν η το παντοτε εν τω ονο¬ματι του Θεου παντα πραττειν αυτους, η οταν τους απο του Θε¬ου, ηγουν του Χριστου, ονομαζομενους, κατ' αυτον πολιτευεσθαι υπαρχη, και αυτους λεγομενους θεους.
«Του Ευαγγελιου τον ηλιον»: Τον του Ευαγγελιου ηλιον τουτον τον θειον Ιωαννην ονομαζει δικαιως. Φησιν ουν· Οτι εγω, εικοτως αιτιωμενος και μεμφομενος τους νομιζοντας σε τον του Ευαγγελιου ηλιον περιοριζειν εν τοπω, ευχομαι ομως ανανηψαι και προσδραμειν σοι, ινα σωθωσι φωτισθεντες. Ωσπερ γαρ μεμηνεν ο οιομενος τον ηλιον τουτον περικλειειν τοπω, ουτω και ουτοι μεμηνασι, νομιζοντες το φως του Ευαγγελιου σου περιοριζειν συν σοι εν Πατμω τη νησω.
«Ημας δε ουδε τουναντιον»: Αντι του, ουδε το πορρωτερω σε γενεσθαι. Σημειωσαι δε οτι και προεφητευσεν ο μεγας Διο¬νυσιος, σαφως ειπων εκ Θεου αποκαλυφθηναι αυτω, ως και τω αγιω Ιωαννη, οτι εισω βραχυτατου χρονου ανακληθησεται της εν Πατμω εξοριας, ο δη και γεγονεν. Ως γαρ εφημεν, προς βραχεος περι το τελευταιον ετος της Δομετιανου βασιλειας εις την Πατμον εφυγαδευθη, διωγμον κινησαντος του Δομετιανου· ειτα περι την τελευτην του βασιλεως ορα την θειαν Αποκαλυψιν ο μεγιστος ουτος ευαγγελιστης Ιωαννης.

footer
  • Σάββατο 18 Νοεμβρίου

    Πλάτωνος, Ζακχαίου και Ρωμανού μαρτύρων
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 90 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ